Οἴμοι τοῦ πάθους, οἴμοι τῆς συμφορᾶς. πῶς ὑποίσω, πῶς οὐ καὶ τὴν ψυχὴν ἀπερεύξομαι; πένης ἐκ πλουσίου γεγένημαι, ὁ πρὶν περιβεβλημένος ἐσμὸν χρημάτων οὐχὶ βραχὺν ἁπάντων ἄρτι γυμνὸς οὐδὲ γοῦν στατῆρός μοι περιλειφθέντος ἑνός. τὸν πάντα δ' ὄλβον, ὅς μοι χρόνῳ καὶ κόπῳ καλῶς συνελθόντοιν συνείλεκτο, ἦμαρ ἕν μ' ἀφείλετο.
[2] ὢ πόσαι με νύκτες οὐδ' ἄκροις ὀφθαλμοῖς τοῦ ὕπνου παραγευόμενον ἔγνωσαν. ὢ πόσους ἑκάστης ἡμέρας ἀνέτλην πόνους. πόσοις κρυμοῖς διερρωγόσι προσεπάλαισα ῥάκεσι. προσμαρτυρεῖ μου τῷ λόγῳ καὶ τρίβων οὑτοσὶ ὃν περίκειμαι. ὢ πόσας ἡμέρας ἀπόσιτος διαγέγονα.
[3] εἰ δ' ἔστιν ὅτε μοι καὶ τροφῆς ἐδέησε μετασχεῖν, ἄρτος ἦν αὕτη καὶ οὗτος μέλας τε ἀκριβῶς καὶ κατεσκληκώς, οὐ τῶν λίθων οὐδὲν ἢ βραχὺ διενηνοχώς. πόμα δὲ ἀλλὰ καὶ τοῦτο ὕδωρ, ὅ μοι τὸ φρέαρ ἀνίησιν ἄφθονον. ᾧπερ ἥδιον ἐχρώμην αὐτὸς ἢ τοῖς εὐώδεσι καὶ καλλίστοις τῶν οἴνων ἕτεροι.
[4] ἰχθύων δὲ ἢ κρεωδαισίας τοσοῦτον ἀπεῖχον ὥστ', εἴ ποτέ μοι καταδαρθάνοντι τὸ φανταστικόν, οἷα συμβαίνειν εἴωθε, φλεγμαίνουσαν τοιούτοις ἐδέσμασιν ἀνεπλάσατο τράπεζαν, ἡμιθνὴς ἦν τῇ λύπῃ καί τι τῶν ἀθεμίτων ᾠόμην δρᾶν, ἕως διυπνισθεὶς ὑπόπλεως ταραχῆς ὅπερ ἦν κατεμάνθανον. οὕτως ἥδοντος κατεξανιστάμην παντός, οὕτω πρὸς τὴν φύσιν ἀπεμαχόμην καὶ ταύτῃ τῆς νίκης ὑπεξανιστάμην ὡς ἥκιστα.
[5] ἄλλους μὲν εἶχον σημπόσια, πανηγύρεις, ἐκκλησίαι, θέατρα, ὅθεν οὐδενὸς εὐπορῆσαι πάρεστιν ὀβολοῦ, μᾶλλον μὲν οὖν καὶ τῶν ὄντων ἀποβαλεῖν συχνά, ἐμὲ δὲ τὸ δωμάτιον τοῖς ἔργοις σχολάζοντα, ὅτου χάριν ταῦθ' ὑφιστάμενον καὶ τί μηχανώμενον; ἐφ' ᾧτέ μοι τὰ ποθεινότατα χρήματα ἐπιδοῦναι καὶ ἁδροτέρων ἀπολαῦσαι τῶν βαλαντίων.
[6]
εὖ γὰρ ᾔδειν ὡς, εἴ γέ τις τῷ φθάσαντιπλούτῳ κατὰ βραχὺ προστίθησιν ἕτερον καὶ δρῴη τοῦτο μὴ διαλείπων, ἐπηυξηκὼς ἔσται τὴν περιουσίαν εἰς πολυπλάσιον, ὃν τρόπον καὶ ποταμὸν ἐκ σταγόνων ἄλλοθεν ἄλλης συνεισρεούσης ἔξεστιν ὁρᾶν συνιστάμενον.[7]
ποσάκις ταῖς νεφέλαις ἐμεμψάμην, ποσάκις ταύταις λοίδορον ἀφῆκα φωνήν, ὅτι μὴ καὶ νῦν, ὥσπερ ἀμέλει τοῖς Ῥοδίοις ποτέ, πολὺν ἐπώμβρησαν τὸν χρυσόν, ὡς ἔχειν ἀμογητὶ τὴν ἔφεσιν ἀποπλῆσαί μου, καὶ δυεῖν θάτερον ηὐχόμην γενέσθαι, ἢ κἀμὲ τοῖς τότε ξυντετάχθαι βροτοῖς ἢ γοῦν ταὐτὰ συμβῆναι καὶ νῦν.[8] ποσάκις πρὸς τὴν Τύχην διείλεγμαι μονονουχὶ κατ' ὀφθαλμοὺς ἐντυγχάνων αὐτῇ· μέχρι τίνος ἀποστραφήσῃ; λέγων, μέχρι τίνος περιόψει; ἵλεῴ ποτε πρὸς ἡμᾶς ἐπίβλεψον ὄμματι. οἴκτειρόν με ταλαιπωρούμενον. πολλοί σοι θησαυροὶ κεκρύφαται κατὰ γῆς. ἐξαπίνης ἡμᾶς πλουσίους ἀπέργασαι. ἂν ᾖ βουλομένῃ σοι, τὸ προσιστάμενον οὐδὲ ἕν. ταῦτα μὲν πρὸς αὐτήν, ἀλλ' ᾖδον τὸ τῆς παροιμίας ἐπὶ κωφῷ, ἀλλ' αἰγιαλοῖς ἐδόκουν προσομιλεῖν ἢ νεκρῷ πρὸς οὖς διαλέγεσθαι.
[9] ἐπεὶ οὔτε τῶν νεφελῶν οὔτε τῆς Τύχης ἀπωνάμην οὐδέν, αὐτὸς ἐμαυτῷ τὸν τῶν χρημάτων πόρον ἐξεύρισκον οὐδὲν ἀνιεὶς ὅσα τοῖς χρηματίζεσθαι βουλομένοις συμβάλλεται. ὅθεν ἄν, εἴ τις ἐπιβάλλων ὁπωσδήποτέ μοι χρυσίον φέρων ἐπέδωκε, πῶς ἂν εἴποις, τοῦτον ἡδέως ἑώρων καὶ ψυχῆς ἐναπολαβεῖν ἔνδον ἤθελον μονονού.
[10] προσῄει προσαιτῶν καὶ πρὸς μεταδόσεις προσεκαλεῖτο, ἐγὼ δὲ τοσοῦτον ἀπεῖχον τοῦ πρὸς τὰς αἰτήσεις ἐπικλᾶσθαι ὥστε καὶ διαλοιδορεῖσθαί οἱ καὶ δριμὺ καὶ τιτανῶδες ἐνατενίζειν. εἰ δ' ἀφιλάνθρωπόν με γλίσχρον τε καὶ κυμινοπρίστην καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἀποκαλέσειε, τούτοις αὐτὸς μᾶλλον ἢ τοῖς ἀντιθέτοις ἐγαννύμην ὀνόμασιν. οὐχ οὕτω τις πρὸς τὰς εὐφημίας ὡς ἐγὼ πρὸς ταῦτα ἡδέως ἐτύγχανον διακείμενος τοιαῦτ' ἀκούειν καὶ τὰ τούτων ἔτι χείρω μακρῷ μᾶλλον αἱρούμενος ἢ γοῦν ὀβολὸν τῶν ἐμῶν προέσθαι χειρῶν.
[11] Ἀλλ' ἐγὼ μὲν οὕτως, οἵ γε μὴν ἀνειμένως βιοῦντες καὶ χλιδῇ χαίροντες ἀπ' ἐναντίας ἐμοὶ καί, τὸ ὅλον εἰπεῖν, ἀσώτως τὴν σφῶν αὐτῶν ἐκδαπανῶντες ζωὴν ἐπαινέτου μου τετυχήκασι πώποτε; πολλοῦ γε καὶ δεῖ. πῶς γὰρ ἔμελλον, ὅπου γε καὶ πρὸς τὴν ὄψιν ἀηδῶς διεκείμην αὐτήν;
[12] εἰ γὰρ ἔστιν ὅτε τινὶ συμβὰν οὕτω καὶ περιτύχοιμι, ἢ ἑτέραν ἐτραπόμην εὐθὺς ἢ ἑτέρωσέ ποι τοὺς ὀφθαλμοὺς ἔτρεπον· εἰ δὲ καὶ τῆς θέας ἀνασχοίμην ποτέ, βαβαί, ἡλίκον ἑώρων. γαῦρον καὶ σοβαρὸν ἀτενίζοντά τινα τὰς ὀφρῦς ἀνεσπακότα, χρυσοπάστους περικείμενον ἐσθῆτας, ζώνην καὶ τὸν τῆς Ἀφροδίτης πολλῷ τῷ μέσῳ κεστὸν ὑπερβάλλουσαν, χρυσῷ περιρρεόμενον πάντοθεν ὡς μηδ' ἀτενίζειν ἐξεῖναι τούτοις ἀσκαρδαμυκτὶ περιουσίᾳ στιλπνότητος, ὃν τρόπον οὐδ' ἡλίῳ τὰς ὄψεις ἀνέδην ἐπιβάλλειν ἰσχύομεν. τῷδ' ἐκ ψυχῆς ἀπηχθανόμην ὁμῶς Ἀΐδαο πύλῃσι. τί γὰρ ἔδει τοσαύτης πολυτελείας ἐξὸν εὐώνοις περιβλήμασι τὴν χρείαν ἀποπληροῦν;
[13]
Ἀλλ' οὕτω μὲν αὐτὸς βιούς, οὕτω δ' ἀποστόργως ἔχων τῶν παρὰ πολὺ τοῖς ἐμοῖς τρόποις μὴ συμβαινόντων εἰς ἓν ἀγείρας τὸν πολυτάλαντον ἐκεῖνον χρυσὸν μηδενὸς ὁρῶντος, μηδενὸς συγγινώσκοντος καταπιστεύω τῇ γῇ ἅτε τὴν τῶν κιβωτίων οὐκ ἀποχρῶσαν ἡγησάμενος φυλακήν, προσέτι καὶ τῇ τῶν γειτόνων διδασκάλῳ χρώμενος συμφορᾷ, οἷς οὐ πρὸ πολλοῦ φῶρες ἐπιόντες νυκτὸς κιβωτίοις αὐτοῖς ἅπαντα τὸν ὄλβον ὑφείλοντο εὐπόρους μὲν ἐξ ἀπόρων ἑαυτοὺς ἀποφήναντες, ἐκείνους δὲ πενίας εἰς ἔσχατον περιστήσαντες.
[14]
τοῦτο δὴ δεδιὼς ἐν μυχῷ γῆς κατορύττω τὰ χρήματα συγκατορύξας ἐμαυτὸν τρόπον ἕτερον. οὔτε γὰρ εἰς ἀγορὰν ἐμβάλλων οὔτε οἴκοι καθήμενος, οὐ τροφὴν προσφερόμενος τὸν νοῦν ἀφίστων αὐτῶν. ὠνειροπόλουν νύκτωρ αὐτά. συνεχῶς ἐφιστάμην τῷ τόπῳ, περιήθρουν, περιεσκόπουν μή πού τι καὶ συνηνέχθη τῶν ἀβουλήτων.[15] ἀλλὰ γάρ, οἴμοι τῶν ἐπεισφρησάντων δεινῶν, πῶς εἴπω; πῶς διεξέλθω; ἐπέχεταί μοι τὸ φθέγμα καὶ προπηδᾷ τοῦ λόγου τὸ δάκρυον, ἕωθεν ἀναστὰς κἀν τῷ τόπῳ γενόμενος εἰωθὸς ὄν, βαβαί, πῶς οὐχ ἡ ψυχή μοι τοῦ τῶν ὀδόντων ἕρκους ἀφίπταται; τὸν μὲν βόθυνον ἀνορωρυγμένον ὁρῶ, τὰ χρήματα δὲ οὐδαμοῦ.
[16] ὡς δὲ εἶδον, ὡς κατενόησα, ὥσπερ ἤχῳ βροντῆς παταχθεὶς ἐννεὸς ἐγεγόνειν. τὴν τῆς Γοργόνος εἶπεν ἄν τις ἰδὼν οὕτω μεταστοιχειῶσαί με τὴν κεφαλήν. ὡς δὲ μόλις ἀνενεγκὼν ᾐσθόμην οἷ κακοῦ γέγονα, οἰμωγὰς προσετίθουν ταῖς οἰμωγαῖς, ἀφειδῶς τῶν τῆς κεφαλῆς καὶ πώγωνος ἐδραττόμην τριχῶν. ὢ πόσα τοῦ βαράθρου κατέπασα δάκρυα, πόσοις στεναγμοῖς ἐχρησάμην. ἔπεισί μοι θαυμάζειν ὅπως οὐκ ἀφῆκα καὶ τὴν ψυχήν. οὐ γὰρ ἀδάμαντος εἶχον φύσιν οὔτε μὴν σιδήρου τὴν ψυχὴν ἀπεσφυρηλάτημαι ἀπαθῶς ἐνέγκαι τοσαύτην, ὦ Γῆ καὶ Ἥλιε, συμφοράν.
[17] Τίς ὁ ταῦτά με δράσας; τίνι τὸ συμβὰν ἐπιγράψομαι; εἴθε ποῦ γῆς ἐστιν ὁ κάκιστ' ἀπολούμενος ἐπυθόμην καὶ πυθόμενος κατέσχον καὶ κατασχὼν κυνὸς δίκην τοῖς ὀδοῦσιν ἐσπάραξα καὶ σπαράξας πρὸς βίαν ἀπορρῆξαι τὴν ψυχὴν παρεσκεύασα. τάχ' ἂν οὕτω, κἂν ᾖ τῆς ἀξίας ἐλάττων, δίκην ἀπέτισε.
[18] ποῦ μοι τὸ Πυθικὸν χρηστήριον νῦν, ὡς τοῦ προκειμένου πέρι σαφῶς χρησμῳδήσειεν; ἀλλ' ἴσως κἀκεῖνο λαβυρινθώδεις ἀνήσει καὶ λοξοὺς τοὺς χρησμούς, ᾗπερ ἔθος αὐτῷ. μάντεις μετακαλέσομαι, ἵνα τἀληθὲς πυθοίμην αὐτῶν; ἀλλ', οἴμοι, κἀκεῖνοί με πρίν τι καὶ λέξαι μισθοὺς εἰσπράξονται. ἐγὼ δὲ πόθεν αὐτοὺς καταθήσομαι; ἐκ τῶν περιλειφθέντων χρημάτων; ἀλλ' ἀπολώλασιν ἅπαντα.
[19] τίς γένωμαι; ποῖ τράπωμαι; θανεῖν ἢ περιεῖναι βέλτιον ἥγημαι. τὸ πᾶσιν ἀπευκτὸν ἐμοὶ καταθύμιον. ποθῶ συναπολέσθαι τοῖς χρήμασιν. ὧν γὰρ παρόντων ἡδύ μοι τὸ ζῆν, πῶς οἷόν τε μὴ παρόντων περιεῖναι βούλεσθαι; οὐ τὴν φύσιν ἀναμενῶ τὸ τέλος ἐπάξουσαν, ἀλλὰ καὶ ταύτην φθάσας τὴν τελευτὴν ἐπίτομον θήσομαι ἀγχόνῃ χρησάμενος ἢ κώνειον πεπωκώς. ἢ βουλόμενός τις ἀνακόψαι με τῆς ὁρμῆς τὸ τῆς ληθεδόνος ὕδωρ μοι κομισάτω πιεῖν, ᾧ τοσοῦτον, ὥς φασιν, ἰσχύος περίεστιν ὡς ἀμνηστίαν τοῖς πεπωκόσιν ἐργάζεσθαι.