[1]
[1] Ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι [2] πᾶσαν αἰκίαν ἐναπεδείκνυτο. χαριζόμενος γὰρ οἷον εἰ λυττῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλ' εἰς τοὺς θεοὺς διετίθετο.
[3] κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέργαμον παραφυλάττοντες· ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαι τὸν Ἄτταλον ὑπὲρ τούτων [4] ἐπιμελῶς. λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τεμένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, [5] ὥς γ' ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν. οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων.
[6] ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ [7] πολυτελεῖς ὑπάρχοντας, ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν [8] λείας μάλιστα περὶ τούτους τοὺς τόπους. ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν [9] κατὰ τὰς συνθήκας. ὁ δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. ‑
[2]
[1] Ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως [2] διέκειτο περὶ τοῦ μέλλοντος. οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν [3] τῶν πολεμίων προσδοκίαν· ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλ[4]λων κατασκευῇ. μάλιστα δ' ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ [5] τὴν γῆν εἰς τὴν Σάμον. διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς· οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, [6] εἴχοντο τῶν προκειμένων εὐθέως. συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν [7] ἐπὶ τῶν ὑποκειμένων. οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος [8] δὲ τοῖς εὐωνύμοις. Φίλιππος δὲ περικαταλαμβανόμενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν [9] κίνδυνον. ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντήκοντα· τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη [10] καταρτίσαι πάσας. τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον.
[3]
[1] Λαβούσης δὲ τὴν καταρχὴν τῆς ναυμαχίας ἐκ τῆς Ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύνεγγυς ἀπαραγγέλτως [2] συνέβαλον ἀλλήλοις. Ἄτταλος μὲν οὖν συμπεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πληγήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώματος [3] ἀγωνισαμένων τέλος ἐβύθισε τὴν ναῦν. ἡ δὲ τοῦ Φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παραλόγως [4] ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος. ὑποπεσούσης γὰρ αὐτῇ τριημιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ μέσον τὸ κύτος ὑπὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς νεὼς οὐκέτι δυνηθέντος [5] ἀναλαβεῖν· διὸ καὶ προσκρεμαμένου τοῦ πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν.
[6] ἐν ᾧ καιρῷ δύο πεντήρεις προσπεσοῦσαι, καὶ τρώσασαι τὴν ναῦν ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ τὸ σκάφος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ διέφθειραν, ἐν οἷς ἦν καὶ Δημοκράτης ὁ τοῦ Φιλίππου ναύαρχος.
[7] κατὰ δὲ τὸν αὐτὸν καιρὸν Διονυσόδωρος καὶ Δεινοκράτης, ὄντες ἀδελφοὶ καὶ ναυαρχοῦντες παρ' Ἀττάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει τῶν πολεμίων, ὁ δ' ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ.
[8] Δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλαβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώσας ναῦν ὑπὸ τὰ βίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι, [9] καίπερ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν· διὸ καὶ τῶν Μακεδόνων εὐψύχως ἀγωνιζομένων εἰς τὸν [10] ἔσχατον παρεγένετο κίνδυνον. Ἀττάλου δ' ἐπιβοηθήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ [11] μὲν Δεινοκράτης ἀπελύθη παραδόξως, οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται πάντες εὐψύχως διαγωνισάμενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔρημον ἀπολειφθὲν [12] ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν Ἄτταλον. ὁ δὲ Διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν δεξιὸν ταρσὸν τῆς νεώς, ὁμοῦ [13] συρραγέντων καὶ τῶν πυργούχων· οὗ γενομένου [14] περιέστησαν αὐτὸν πανταχόθεν οἱ πολέμιοι. κραυγῆς δὲ καὶ θορύβου γενομένου τὸ μὲν λοιπὸν πλῆθος τῶν ἐπιβατῶν ἅμα τῷ σκάφει διεφθάρη, τρίτος δ' αὐτὸς ὁ Διονυσόδωρος ἀπενήξατο πρὸς τὴν ἐπιβοηθοῦσαν αὐτῷ τριημιολίαν.
[4]
[1] Τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους ὁ κίνδυνος [2] ἐφάμιλλος ἦν· καθ' ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει.
[3] καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστ' ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας [4] ἔχειν τὰς ἐλπίδας. οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν [5] τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι. καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι [6] τοὺς ταρσοὺς παρέλυον· ὡς δ' οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ [7] τὸν Θεοφιλίσκον, τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες [8] ἀλλήλους. εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ἡ ναυμαχία· νῦν δὲ ταῦτ' ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο [9] κατὰ πολλοὺς τρόπους. μετὰ γὰρ τὸ κινηθῆναι τὴν ἐξ ἀρχῆς τάξιν ἐκ τῆς πρώτης συμβολῆς πάντες [10] ἦσαν ἀναμὶξ ἀλλήλοις, ὅθεν οὔτε διεκπλεῖν εὐχερῶς οὔτε στρέφειν ἐδύναντο τὰς ναῦς οὔτε καθόλου χρῆσθαι τοῖς ἰδίοις προτερήμασιν, ἐμπιπτόντων αὐτοῖς τῶν λέμβων ποτὲ μὲν εἰς τοὺς ταρσούς, ὥστε δυσχρηστεῖν ταῖς εἰρεσίαις, ποτὲ δὲ πάλιν εἰς τὰς πρώρρας, ἔστι δ' ὅτε κατὰ πρύμναν, ὥστε παραποδίζεσθαι καὶ τὴν τῶν κυβερνητῶν καὶ τὴν [11] τῶν ἐρετῶν χρείαν. κατὰ δὲ τὰς ἀντιπρώρρους [12] συμπτώσεις ἐποίουν τι τεχνικόν· αὐτοὶ μὲν γὰρ ἔμπρωρρα τὰ σκάφη ποιοῦντες ἐξάλους ἐλάμβανον τὰς πληγάς, τοῖς δὲ πολεμίοις ὕφαλα τὰ τραύματα [13] διδόντες ἀβοηθήτους ἐσκεύαζον τὰς πληγάς. σπανίως δ' εἰς τοῦτο συγκατέβαινον· καθόλου γὰρ ἐξέκλινον τὰς συμπλοκὰς διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς Μακεδόνας ἀπὸ τῶν καταστρωμάτων ἐν [14] ταῖς συστάδην γινομέναις μάχαις. τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν· μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον [15] ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν.
[5]
[1] Ἐπιφανέστατα δ' ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, ἥ τε ναυαρχίς, ἐφ' ἧς ἔπλει Θεοφιλίσκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, τρίτη δ' ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ [2] Νικόστρατος. ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γενναίως, [3] τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρωθέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως.
[4] ἐν ᾧ καιρῷ Θεοφιλίσκος, βοηθήσας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώσας [5] τοὺς ἐπιβάτας ἐξέβαλε. ταχὺ δὲ περιχυθέντων αὐτῷ λέμβων πλειόνων καὶ καταφράκτων νεῶν, τοὺς μὲν πλείστους ἀπέβαλε τῶν ἐπιβατῶν ἐπιφανῶς [6] ἀγωνισαμένους, αὐτὸς δὲ τρία τραύματα λαβὼν καὶ παραβόλως τῇ τόλμῃ κινδυνεύσας μόλις ἐξέσωσε τὴν ἰδίαν ναῦν ἐπιβοηθήσαντος αὐτῷ Φιλοστράτου καὶ συναναδεξαμένου τὸν ἐνεστῶτα κίνδυνον εὐψύχως.
[7] συνάψας δὲ τοῖς αὑτοῦ σκάφεσι πάλιν ἐξ ἄλλης ὁρμῆς συνεπλέκετο τοῖς πολεμίοις, τῇ μὲν σωματικῇ δυνάμει παραλυόμενος ὑπὸ τῶν τραυμάτων, τῇ δὲ τῆς ψυχῆς γενναιότητι λαμπρότερος ὢν καὶ παραστατικώτερος [8] ἢ πρόσθεν. συνέβη δὲ δύο γενέσθαι ναυμαχίας πολὺ διεστώσας ἀλλήλων· τὸ μὲν γὰρ δεξιὸν κέρας τοῦ Φιλίππου κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀεὶ τῆς γῆς ὀρεγόμενον οὐ μακρὰν ἀπεῖχε [9] τῆς Ἀσίας, τὸ δ' εὐώνυμον διὰ τὸ παραβοηθῆσαι τοῖς ἐπὶ τῆς οὐραγίας ἐξ ὑποστροφῆς οὐ πολὺ τῆς Χίας ἀπέχον ἐναυμάχει τοῖς Ῥοδίοις.
[6]
[1] Οὐ μὴν ἀλλὰ παρὰ πολὺ τοῦ δεξιοῦ κέρατος κατακρατούντων τῶν περὶ τὸν Ἄτταλον, καὶ συνεγγιζόντων ἤδη πρὸς τὰς νησίδας ὑφ' αἷς ὁ Φίλιππος [2] ὥρμει καραδοκῶν τὸ συμβησόμενον, συνιδὼν Ἄτταλος μίαν πεντήρη τῶν ἰδίων ἐκτὸς τοῦ κινδύνου τετρωμένην καὶ βαπτιζομένην ὑπὸ νεὼς πολεμίας, ὥρμησε παραβοηθήσων ταύτῃ μετὰ δύο τετρήρων.
[3] τοῦ δὲ πολεμίου σκάφους ἐγκλίναντος καὶ ποιουμένου τὴν ἀποχώρησιν ὡς πρὸς τὴν γῆν, ἐπέκειτο φιλοτιμότερον, ἐγκρατὴς γενέσθαι σπουδάζων τῆς [4] νεώς. ὁ δὲ Φίλιππος, συνθεασάμενος ἀπεσπασμένον πολὺ τὸν Ἄτταλον ἀπὸ τῶν ἰδίων, παραλαβὼν τέτταρας πεντήρεις καὶ τρεῖς ἡμιολίας, ἔτι δὲ τῶν λέμβων τοὺς ἐγγὺς ὄντας, ὥρμησε, καὶ διακλείσας τὸν Ἄτταλον ἀπὸ τῶν οἰκείων νεῶν ἠνάγκασε μετὰ μεγάλης ἀγωνίας εἰς τὴν γῆν ἐκβαλεῖν τὰ σκάφη.
[5] τούτου δὲ συμβάντος αὐτὸς μὲν ὁ βασιλεὺς μετὰ τῶν πληρωμάτων εἰς τὰς Ἐρυθρὰς ἀπεχώρησε, τῶν δὲ πλοίων καὶ τῆς βασιλικῆς κατασκευῆς ἐγκρατὴς ὁ [6] Φίλιππος ἐγένετο. καὶ γὰρ ἐποίησάν τι τεχνικὸν ἐν τούτοις τοῖς καιροῖς οἱ περὶ τὸν Ἄτταλον· τὰ γὰρ ἐπιφανέστατα τῆς βασιλικῆς κατασκευῆς ἐπὶ τὸ [7] κατάστρωμα τῆς νεὼς ἐξέβαλον. ὅθεν οἱ πρῶτοι τῶν Μακεδόνων, συνάψαντες ἐν τοῖς λέμβοις, συνθεασάμενοι ποτηρίων πλῆθος καὶ πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι τοῦ [8] διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν. διὸ συνέβη τὸν Ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀποχώρησιν [9] εἰς τὰς Ἐρυθράς. Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, [10] διότι νικῶσι τῇ ναυμαχίᾳ· καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλότος τοῦ (βασιλέως) Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν [11] ναῦν. ὁ δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα· ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετ' ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν [12] ὅρμους. κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς τοὺς Ῥοδίους ἀγωνιζόμενοι τῶν Μακεδόνων, πάλαι κακῶς πάσχοντες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη ποιούμενοι τὴν ἀποχώρησιν, [13] ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπικουρῆσαι ναυσίν. οἱ δὲ Ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν Χίον.
[7]
[1] Ἐφθάρησαν δὲ τοῦ μὲν Φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς Ἄτταλον ναυμαχίᾳ δεκήρης, ἐννήρης, ἑπτήρης, ἑξήρης, τῶν δὲ λοιπῶν κατάφρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ [2] τὰ τούτων πληρώματα· ἐν δὲ τῇ πρὸς Ῥοδίους διεφθάρησαν κατάφρακτοι μὲν δέκα, λέμβοι δὲ περὶ τετταράκοντα τὸν ἀριθμόν· ἥλωσαν δὲ δύο τετρήρεις [3] καὶ λέμβοι σὺν τοῖς πληρώμασιν ἑπτά. τῶν δὲ παρ' Ἀττάλου κατέδυσαν μὲν τριημιολία μία καὶ δύο πεντήρεις, (ἥλωσαν δὲ δύο τετρήρεις) καὶ τὸ [4] τοῦ βασιλέως σκάφος. τῶν δὲ Ῥοδίων διεφθάρησαν [5] μὲν δύο πεντήρεις καὶ τριήρης, ἥλω δ' οὐδέν. ἄνδρες δὲ τῶν μὲν Ῥοδίων ἀπέθανον εἰς ἑξήκοντα, τῶν δὲ παρ' Ἀττάλου πρὸς ἑβδομήκοντα, τῶν δὲ τοῦ Φιλίππου Μακεδόνες μὲν εἰς τρισχιλίους, τῶν [6] δὲ πληρωμάτων εἰς ἑξακισχιλίους. ἑάλωσαν δὲ ζωγρίᾳ τῶν μὲν συμμάχων καὶ Μακεδόνων εἰς δισχιλίους, τῶν δ' ὑπεναντίων εἰς ἑπτακοσίους.
[8]
[1] Καὶ τὸ μὲν τέλος τῆς περὶ Χίον ναυμαχίας τοιοῦτον [2] συνέβη γενέσθαι, τῆς δὲ νίκης ὁ Φίλιππος ἀντεποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν Ἄτταλον εἰς τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθ' ἑτέραν δ', ᾗ καθορμισθεὶς ἐπὶ τὸ καλούμενον Ἄργεννον ἐδόκει πεποιῆσθαι τὸν [3] ὅρμον ἐπὶ τῶν ναυαγίων. ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν ἑξῆς ἡμέραν συνάγων τὰ ναυάγια καὶ τῶν νεκρῶν ποιούμενος ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρημένην [4] φαντασίαν. ὅτι γὰρ οὐδ' αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵ τε Ῥόδιοι καὶ Διονυσόδωρος [5] μετ' ὀλίγον· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψάμενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στήσαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπ' αὐτοὺς [6] ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον. ὁ δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολωλεκὼς οὔτε κατὰ (γῆν οὔτε κατὰ) θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ [7] τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν [8] τῶν πραγμάτων. χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεωμένους· [9] γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρ' αὐτὸν μὲν τὸν καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δ' ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευμένους [10] ἀναμὶξ πάντων τῶν προειρημένων. ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν.
[9]
[1] Θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρίδι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ Κλεωναῖον ἡγεμόνα συστήσας ἀνθ' ἑαυτοῦ ταῖς δυνάμεσι, μετήλλαξε τὸν βίον ἐκ τῶν τραυμάτων, [2] ἀνὴρ καὶ κατὰ τὸν κίνδυνον ἀγαθὸς γενόμενος καὶ [3] κατὰ τὴν προαίρεσιν μνήμης ἄξιος. μὴ γὰρ ἐκείνου τολμήσαντος προεπιβαλεῖν τῷ Φιλίππῳ τὰς χεῖρας πάντες ἂν καταπροεῖντο τοὺς καιρούς, δεδιότες τὴν [4] τοῦ Φιλίππου τόλμαν. νῦν δ' ἐκεῖνος ἀρχὴν πολέμου ποιήσας ἠνάγκασε μὲν τὴν αὑτοῦ πατρίδα συνεξαναστῆναι τοῖς καιροῖς, ἠνάγκασε δὲ τὸν Ἄτταλον μὴ μέλλειν καὶ παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον, [5] ἀλλὰ πολεμεῖν ἐρρωμένως καὶ κινδυνεύειν. τοιγαροῦν εἰκότως αὐτὸν οἱ Ῥόδιοι καὶ μεταλλάξαντα τοιαύταις ἐτίμησαν τιμαῖς δι' ὧν οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς ἐπιγενομένους ἐξεκαλέσαντο πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος καιρούς. ‑
[10]
[1] Ὅτι μετὰ τὸ συντελεσθῆναι τὴν περὶ τὴν Λάδην ναυμαχίαν καὶ τοὺς μὲν Ῥοδίους ἐκποδὼν γενέσθαι, τὸν δ' Ἄτταλον μηδέπω συμμεμιχέναι, δῆλον ὡς ἐξῆν γε τελεῖν τῷ Φιλίππῳ τὸν εἰς τὴν Ἀλεξάνδρειαν πλοῦν. ἐξ οὗ δὴ καὶ μάλιστ' ἄν τις καταμάθοι τὸ μανιώδη γενόμενον Φίλιππον τοῦτο πρᾶξαι. ‑
[2] Τί οὖν ἦν τὸ τῆς ὁρμῆς ἐπιλαβόμενον; οὐδὲν [3] ἕτερον ἀλλ' ἡ φύσις τῶν πραγμάτων. ἐκ πολλοῦ μὲν γὰρ ἐνίοτε πολλοὶ τῶν ἀδυνάτων ἐφίενται διὰ τὸ μέγεθος τῶν προφαινομένων ἐλπίδων, κρατούσης [4] τῆς ἐπιθυμίας τῶν ἑκάστου λογισμῶν· ὅταν δ' ἐγγίσωσι τοῖς ἔργοις, οὐδενὶ λόγῳ πάλιν ἀφίστανται τῶν προθέσεων, ἐπισκοτούμενοι καὶ παραλογιζόμενοι τοῖς λογισμοῖς διὰ τὴν ἀμηχανίαν καὶ τὴν δυσχρηστίαν τῶν ἀπαντωμένων. ‑
[11]
[1] Μετὰ ταῦτα δὲ ποιησάμενος ὁ Φίλιππός τινας ἀπράκτους προσβολὰς διὰ τὴν ὀχυρότητα τοῦ πολίσματος αὖθις ἀπεχώρει, πορθῶν τὰ φρούρια καὶ [2] τὰς κατὰ τὴν χώραν συνοικίας. ὅθεν ἀπαλλαττόμενος προσεστρατοπέδευσε τῇ Πρινασσῷ. ταχὺ δὲ γέρρα καὶ τὴν τοιαύτην ἑτοιμάσας παρασκευὴν ἤρξατο [3] πολιορκεῖν διὰ τῶν μετάλλων. οὔσης δ' ἀπράκτου τῆς ἐπιβολῆς αὐτῷ διὰ τὸ πετρώδη τὸν τόπον ὑπάρχειν [4] ἐπινοεῖ τι τοιοῦτον. τὰς μὲν ἡμέρας ψόφον ἐποίει κατὰ γῆς, ὡς ἐνεργουμένων τῶν μετάλλων, τὰς δὲ νύκτας ἔξωθεν ἔφερε χοῦν καὶ παρέβαλλε παρὰ τὰ στόμια τῶν ὀρυγμάτων, ὥστε διὰ τοῦ πλήθους τῆς σωρευομένης γῆς στοχαζομένους καταπλαγεῖς [5] γενέσθαι τοὺς ἐν τῇ πόλει. τὰς μὲν οὖν ἀρχὰς ὑπέμενον οἱ Πρινασσεῖς εὐγενῶς· ἐπεὶ δὲ προσπέμψας ὁ Φίλιππος ἐνεφάνιζε διότι πρὸς δύο πλέθρα τοῦ τείχους αὐτοῖς ἐξήρεισται, καὶ προσεπυνθάνετο πότερα βούλονται λαβόντες τὴν ἀσφάλειαν ἐκχωρεῖν ἢ μετὰ τῆς πόλεως συναπολέσθαι [6] πανδημεί, τῶν ἐρεισμάτων ἐμπρησθέντων, τηνικάδε πιστεύσαντες τοῖς λεγομένοις παρέδοσαν τὴν πόλιν. ‑
[12]
[1] Ἡ δὲ τῶν Ἰασέων πόλις κεῖται μὲν ἐπὶ τῆς Ἀσίας ἐν τῷ κόλπῳ τῷ μεταξὺ κειμένῳ τοῦ τῆς Μιλησίας Ποσειδίου καὶ τῆς Μυνδίων πόλεως, προσαγορευομένῳ , παρὰ δὲ τοῖς πλείστοις Βαργυλιητικῷ συνωνύμως ταῖς περὶ τὸν μυχὸν αὐτοῦ πόλεσιν [2] ἐκτισμέναις. εὔχονται δὲ τὸ μὲν ἀνέκαθεν Ἀργείων ἄποικοι γεγονέναι, μετὰ δὲ ταῦτα Μιλησίων, ἐπαγαγομένων τῶν προγόνων τὸν Νηλέως υἱὸν τοῦ κτίσαντος Μίλητον διὰ τὴν ἐν τῷ Καρικῷ πολέμῳ γενομένην φθορὰν αὐτῶν. τὸ δὲ μέγεθος τῆς πόλεώς [3] ἐστι δέκα στάδια. καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, [4] οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται, παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες [5] εἰρήκασι καὶ τῶν συγγραφέων. ἐγὼ δὲ πρὸς τὰς τοιαύτας ἀποφάσεις τῶν ἱστοριογράφων οὐκ οἶδ' ὅπως παρ' ὅλην τὴν πραγματείαν ἐναντιούμενος καὶ [6] δυσανασχετῶν διατελῶ. δοκεῖ γάρ μοι τὰ τοιαῦτα παντάπασι παιδικῆς εὐηθείας ὅσα μὴ μόνον τῆς τῶν εὐλόγων ἐκτὸς πίπτει θεωρίας, ἀλλὰ καὶ τῆς [7] τοῦ δυνατοῦ. τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς· ὃ πεποίηκε Θεόπομπος, φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατ' Ἀρκαδίαν ἀσκίους [8] γίνεσθαι. τούτῳ δὲ παραπλήσιόν ἐστι καὶ τὸ νυνὶ [9] λεγόμενον. ὅσα μὲν οὖν συντείνει πρὸς τὸ διασῴζειν τὴν τοῦ πλήθους εὐσέβειαν πρὸς τὸ θεῖον, δοτέον ἐστὶ συγγνώμην ἐνίοις τῶν συγγραφέων τερατευομένοις καὶ λογοποιοῦσι περὶ τὰ τοιαῦτα· [10] τὸ δ' ὑπεραῖρον οὐ συγχωρητέον. τάχα μὲν οὖν ἐν παντὶ δυσπαράγραφός ἐστιν ἡ ποσότης, οὐ μὴν [11] ἀπαράγραφός γε. διὸ καὶ παρὰ βραχὺ μὲν εἰ καὶ ἀγνοεῖται καὶ ψευδοδοξεῖται, δεδόσθω συγγνώμη, τὸ δ' ὑπεραῖρον ἀθετείσθω κατά γε τὴν ἐμὴν δόξαν.
[13]
[1] Ὅτι κατὰ τὴν Πελοπόννησον τίνα μὲν ἐξ ἀρχῆς προαίρεσιν ἐνεστήσατο Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος, καὶ πῶς ἐκβαλὼν τοὺς πολίτας ἠλευθέρωσε τοὺς δούλους καὶ συνῴκισε ταῖς τῶν δεσποτῶν [2] γυναιξὶ καὶ θυγατράσιν, ὁμοίως δὲ καὶ τίνα τρόπον ἀναδείξας τὴν ἑαυτοῦ δύναμιν οἷον ἄσυλον ἱερὸν τοῖς ἢ δι' ἀσέβειαν ἢ πονηρίαν φεύγουσι τὰς ἑαυτῶν πατρίδας ἥθροισε πλῆθος ἀνθρώπων ἀνοσίων εἰς τὴν Σπάρτην, ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν.
[3] πῶς δὲ καὶ τίνα τρόπον κατὰ τοὺς προειρημένους καιροὺς σύμμαχος ὑπάρχων Αἰτωλοῖς, Ἠλείοις, Μεσσηνίοις, καὶ πᾶσι τούτοις ὀφείλων καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὰς συνθήκας βοηθεῖν, εἴ τις ἐπ' αὐτοὺς ἴοι, παρ' οὐδὲν ποιησάμενος τὰς προειρημένας πίστεις ἐπεβάλετο παρασπονδῆσαι τὴν τῶν Μεσσηνίων πόλιν, νῦν ἐροῦμεν. ‑
[14]
[1] Ὅτι φησὶ Πολύβιος ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, [2] βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι. ποιήσομαι δ' οὐ πρὸς ἅπαντας, ἀλλ' ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ' οὗτοι [3] Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι. τούτους δ' ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ προσέτι πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς.
[4] τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς ἐνίοτε, μᾶλλον ἐπακολουθήσωσιν [5] ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες. οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ' ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου [6] φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους. ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμ' ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι [7] περὶ αὐτῶν. ἱκανὰ γὰρ τὰ κατ' ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές· [8] ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων [ἢ] χάριτος, τί διοίσομεν τῶν ἀπὸ [9] τούτου τὸν βίον ποριζομένων; ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς ταὐτὸ τέλος ἐμπίπτουσι [10] τοῖς προειρημένοις. διὸ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι.
[15]
[1] Δῆλον δ' ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι [2] τοῖς πολεμίοις, ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, [3] τέλος δὲ μετ' ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταὐτὸ τοῖς προειρημένοις πράττειν, [4] καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ' ἐπαύριον ἀναχθέντας εἰς Κῶ [5] διᾶραι, τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ 'κείνων [6] στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι [7] διὰ τὴν ἔφοδον, ταῦτα δ' εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας [8] ἀποφαίνουσι τοὺς Ῥοδίους, καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπ' αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσι (συμφωνούσης) ἀλλὰ ταῖς ἡμετέραις.
[16]
[1] Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ [2] κατὰ Μεσσηνίους παρασπονδήματος. ἐν ᾧ φησιν ὁ Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς. Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν [3] ἀφίκετο τόπους· ἐντεῦθεν δ' ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν [4] Πάμισον ποταμόν. ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν· τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρωνίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπέβαλε καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος.
[5] ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν [6] καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς, ὥστ' εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν [7] τοῖς προειρημένοις τόποις. τὸ δ' αὐτὸ καὶ [8] περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν· ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς [9] χειμερινὰς δύσεις, ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ' οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν.
[17]
[1] Πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην [2] τὴν φέρουσαν ἐπὶ Τεγέαν. τοῦτο δ' ἔστιν ἄλογον· πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ' ἀδύνατον εἶναι καλεῖσθαί τινα [3] πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν. ἀλλ' ἔστι παρ' αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ' ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς [4] ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων. τὸ δ' ἔστιν οὐ τοιοῦτον, ἀλλ' ἡ Λακωνικὴ καὶ [ἡ] Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας [5] καὶ Τεγεάτιδος. τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν [6] τῆς Ἀρκαδίας. ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, [7] πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς.
[8] Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δ' ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι' ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν [9] πατρίδα φιλοστοργίαν. τί τις οὖν εἰκότως ἂν Ζήνωνι μέμψαιτο; διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν [10] συγγραφέων; ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις ‑ δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν ‑ οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς [11] μετρίοις ἀνδράσι τίθεσθαι· πολλοῦ γε δεῖν· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ' οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ.
[18]
[1] Ὃ δὲ λέγειν βούλομαι, γένοιτ' ἂν οὕτω μάλιστα [2] καταφανές. ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις [3] ποιουμένοις, τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν [4] εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ' ὀλίγων ἱππέων, τὸ δ' εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι.
[5] τὸν δ' Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς [6] τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους, τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν (τὸν) μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δ' ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ' ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος [7] Ἀντίοχος τῶν υἱῶν. μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετ' Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν [8] ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. ταῦτα δ' ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς [9] ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων, τὰς δὲ φάλαγγας, ἐπεὶ [10] συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτ' οὐκέτι συνορᾷ.
[19]
[1] Μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ (δὲ) θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις [2] μεγάλην παρέχεσθαι χρείαν. πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος οὐ ῥᾴδιον καταμαθεῖν, [3] ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην· ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς (τῶν) ὑποπιπτόντων [4] φίλιος ἢ πολέμιός ἐστι. πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας.
[5] ἀλλ' οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον.
[6] ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν [7] φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δ' ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν [8] εἴρηται περὶ τούτων. ποῦ δ' ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως [9] προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; οὗτος μὲν γὰρ οὐδ' εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱούς, ὄντος ἑνὸς τοῦ τότε [10] συνεστρατευμένου. πῶς δ' ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ' ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· [11] μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου.
[20]
[1] Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς [2] συγγραφεῦσι. διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν.
[3] Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον [4] ἐν ἑκάστοις ἐπισεσυρμένον, τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, [5] καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι [6] καὶ πρὸς αὐτὸν Ζήνωνα, κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθ' ὅσον οἷοί τ' ἐσμέν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν [7] χάριν τῆς κοινῆς ὠφελείας. ὁ δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δ' οὐδὲν εἶχε, τήν γε μὴν [8] ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως. ὃ δὴ κἂν ἐγὼ παρακαλέσαιμι περὶ αὑτοῦ (τοὺς) καθ' ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρισκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτιμᾶν, [9] ἐὰν δὲ κατ' ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων.
[21]
[1] Ὅτι ὁ Τληπόλεμος ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ [2] βίῳ διεγεγόνει μετὰ φαντασίας, ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος, καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προσεφέρετο, πολλὰ [3] δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν, καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει, καὶ πρὸς τὰς στρατιωτικὰς [4] ὁμιλίας εὐφυῶς διέκειτο· πρὸς δὲ ποικίλων πραγμάτων χειρισμόν, δεόμενον ἐπιστάσεως καὶ νήψεως, καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν, ἀφυέστατος ὑπῆρχε [5] πάντων. ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ [6] τὴν βασιλείαν ἠλάττωσε. παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν, τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειράκια [7] διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν.
[8] ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ', εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις, μάλιστα δὲ τοῖς περὶ τὴν αὐλὴν ἡγεμόσι καὶ στρατιώταις.
[9] καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν [10] ἐδίδου. τὸ λοιπὸν ηὐξάνετο (τὸ) κακόν, ἐξ αὑτοῦ [11] λαμβάνον τὴν ἐπίδοσιν. πᾶς γὰρ ὁ παθὼν εὖ παρὰ τὴν προσδοκίαν καὶ τοῦ γεγονότος χάριν καὶ τοῦ μέλλοντος ὑπερεβάλλετο ταῖς τῶν λόγων εὐχαριστίαις· [12] ὁ δὲ πυνθανόμενος τὸν γινόμενον ἐκ πάντων ἔπαινον ὑπὲρ αὑτοῦ καὶ τὰς ἐν τοῖς πότοις ἐπιχύσεις, ἔτι δὲ τὰς ἐπιγραφὰς καὶ τὰ διὰ τῶν ἀκροαμάτων εἰς αὑτὸν ᾀδόμενα παίγνια καθ' ὅλην τὴν πόλιν, εἰς τέλος ἐχαυνοῦτο καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον ἐξετυφοῦτο, καὶ προχειρότερος ἐγίνετο πρὸς τὰς [22] [1] ξενικὰς καὶ στρατιωτικὰς χάριτας. ἐφ' οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βαρέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σωσίβιον [2] ἐκ παραθέσεως ἐθαύμαζον. ἐδόκει γὰρ οὗτος τοῦ τε βασιλέως προεστάναι φρονιμώτερον ἢ κατὰ τὴν ἡλικίαν, τήν τε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως· αὕτη δ' ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα.
[3] κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει [4] παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου. καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διά τε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προσγεγενημένην [5] ἐκ τοῦ πατρὸς εὐκαιρίαν· ὡς δὲ καταπλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος διαφορᾷ, παρῆν ταῦτα πάντ' ἐζηλωκὼς καὶ πεπεισμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν.
[6] διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν [7] Τληπόλεμον. πάντων δ' αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον, ἀλλ' ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς διαφορᾶς.
[8] καθ' ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόντων αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς [9] παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων. ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος [10] αὐτοῦ, τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατ' ἰδίαν ποιεῖσθαι κατ' αὐτοῦ τὰς διαβολάς, αὐτὸς δ' ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν κατηγορίαν. ‑
[11] Ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφραγῖδα παρὰ Σωσιβίου, καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν.
[22a]
[1] Ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων [2] πόλιν πορθήσαντος φησὶν ὁ Πολύβιος· ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις [3] ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν. οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλλήβδην [4] ἀνυπόστατον ἔχουσι τὴν τόλμαν. κατὰ γὰρ τὴν Περσῶν ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάντων σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀναδεξάμενοι.
[5] κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιουμένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τὴν Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξήλεγξαν [6] τὰς ἐλπίδας. τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς· οὐδὲν γὰρ ἀπέλειπον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν [7] πρὸς τὸν Πτολεμαῖον πίστιν. διὸ καθάπερ καὶ κατ' ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν πόλεων τὴν ἐπ' ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράττειν εἰώθασιν.
[23]
[1] Πόπλιος δὲ Σκιπίων ἧκεν ἐκ Λιβύης οὐ πολὺ [2] κατόπιν τῶν προειρημένων καιρῶν. οὔσης δὲ τῆς προσδοκίας τῶν πολλῶν ἀκολούθου τῷ μεγέθει τῶν πράξεων, μεγάλην εἶναι συνέβαινε καὶ τὴν φαντασίαν περὶ τὸν ἄνδρα καὶ τὴν τοῦ πλήθους εὔνοιαν [3] πρὸς αὐτόν. καὶ τοῦτ' εἰκότως ἐκ τῶν κατὰ λόγον [4] ἐγίνετο καὶ καθηκόντως· οὐδέποτε γὰρ ἂν ἐλπίσαντες Ἀννίβαν ἐκβαλεῖν ἐξ Ἰταλίας οὐδ' ἀποτρίψασθαι τὸν ὑπὲρ αὑτῶν καὶ τῶν ἀναγκαίων κίνδυνον, τότε δοκοῦντες ἤδη βεβαίως οὐ μόνον ἐκτὸς γεγονέναι παντὸς φόβου καὶ πάσης περιστάσεως, ἀλλὰ καὶ κρατεῖν τῶν ἐχθρῶν, ὑπερβολὴν οὐ κατέλιπον χαρᾶς.
[5] ὡς δὲ καὶ τὸν θρίαμβον εἰσῆγε, τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκόμενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατά τε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν.
[6] καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμαλώτων· ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν [7] βίον μετήλλαξε. τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν.
[24]
[1] Ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθ' ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας.
[2] ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος [μὲν οὖν] καὶ τοὺς Αἰτωλοὺς [3] καὶ τοὺς Ῥωμαίους· καὶ γὰρ οὐδ' ἠγνόει τὰς ἐξαποστελλομένας κατ' αὐτοῦ πρεσβείας εἰς Ῥώμην, [4] διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην. ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, [5] λύκου βίον ζῆν. παρ' ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δ' ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ [6] δὲ σιτάρια βραχέα παντελῶς· ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε [7] δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς. τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς.
[8] τὴν δ' Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. ‑
[9] Πολύβιος δ' ὁ Μεγαλοπολίτης ἐν τῇ ιϚ΄ τῶν ἱστοριῶν 'Φίλιππος' φησὶν 'ὁ Περσέως πατήρ, ὅτε τὴν Ἀσίαν κατέτρεχεν, ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων'. ‑
[25]
[1] Ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν [2] περὶ τῶν ἐνεστώτων. ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ, καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις, ἀνήχθη κατὰ σπουδήν.
[3] ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως [4] καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως. Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ' αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου [5] πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν. τῇ δ' ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προστασίας· οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τῶν τέκνων [6] καὶ γυναικῶν ἀπήντων αὐτοῖς. ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ' ὑπερβολὴν μὴ καταλιπεῖν.
[7] ἐπεὶ δ' εἰσῄει κατὰ τὸ Δίπυλον, ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς. μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἀνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν [8] αὐτὸν θῦσαι. τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς [9] αὐτοὺς εὐεργετῶν γεγονότων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ, καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν.
[26]
[1] Μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν [2] τὸν προειρημένον. παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ [3] πεπονθόσι, τῆς εἰσόδου παρῆκαν, γράψαντα δ' αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν [4] πρὸς τοὺς ἐνεστῶτας καιρούς. τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.
[5] ἦν δὲ (τὰ) κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας [6] καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς [7] τοῦ τῇ πατρίδι συμφέροντος. τῆς δ' ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν [8] εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον. οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις [9] ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον. ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι [10] τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας. οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. ‑
[27]
[1] Ὅτι καθ' ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ [2] Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας [3] ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτ' ἀκούσας [4] ἀπηλλάγη· τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν [5] Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. ‑
[28]
[1] Ἀλλ' ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων [2] αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι, τὸ δ' ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας [3] ἐλλιπὲς ἐπ' ὀλίγων γίνεσθαι. διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλ' ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος.
[4] ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν, ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ [5] καταμεμφομένους, νῦν δὲ τοὐναντίον. τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ [6] ψέγειν τοὺς αὐτούς, ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις [7] δ' αἱ πρὸς τὸ βέλτιον, ἔστι δ' ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δ' ἐπὶ τοὐναντίον. ὧν ἕν τί μοι δοκεῖ καὶ τότε [8] γεγονέναι περὶ τὸν Φίλιππον· ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως [9] Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων. ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δ' ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους. ‑
[29]
[1] Ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. ‑
[2] Ἵνα, ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. ‑
[3] Τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα [4] τῶν τόπων· κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον [5] εἶναι νομίζω πρὸς τὸ παρόν. γνοίη δ' ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ [6] συγκρίσεως τῶν λέγεσθαι μελλόντων. καθάπερ γὰρ οὐδ' ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθ' ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθ' Ἡρακλέους στήλας περαιωθέντα [7] στόματος, οὕτως οὐδ' ἐκ τῆς καθ' ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος [8] ποιησάμενον τὸν εἴσπλουν. ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθ' Ἡρακλέους στήλας πόρον τοῦ κατὰ [9] τὸν Ἑλλήσποντον· ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω [10] θάλατταν τῆς καθ' ἡμᾶς. εὐκαιρότερον μέντοι γε τοῦ καθ' Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ [11] τὴν Ἄβυδον. τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπ' ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπ' ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, [12] ποτὲ δὲ πλωτευόμενον συνεχῶς· τὸ δὲ καθ' Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης [13] καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης. αὐτὴ δ' ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου [14] τοὺς ἐνορμοῦντας. ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.
[30]
[1] Οὐ μὴν ἀλλ' ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει [2] καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. ἡ δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, δι' ὧν οἵ τε (πολιορκοῦντες καὶ) πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, [3] οὐ γέγονε θαυμάσιος, κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, [4] εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως. τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶν τε κατὰ θάλατταν προσαχθέντων μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτοντες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους [5] ἐκ τοῦ κινδύνου. τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατακρατήσειν [6] τῶν πολεμίων. ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ (τὸ) πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ [7] τείχει, τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρ' Ἀττάλου, τὰ δ' ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτ' ἂν ἕκαστος προαιρῆται [8] μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα. τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν [31] [1] ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον. οἱ δ' Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες [2] ταῖς γνώμαις. ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, [3] ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη (τὴν) τῶν Ῥοδίων καὶ [4] τὴν τριήρη τὴν τῶν Κυζικηνῶν. ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν, [5] καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα καταλαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον [6] καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν. μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρατήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ [7] τῆς πατρίδος. ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας [8] καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων. ταῦτα δ' ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστ' ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότ' ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.
[32]
[1] Ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι [2] τὴν τῶν Ἀβυδηνῶν τόλμαν. Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως· [3] ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων· ὑπὲρ ὧν τὰ κατὰ μέρος [4] ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν. Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν.
[5] διὸ καὶ μάλιστ' ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δ' Ἀβυδηνῶν [6] τὴν ἐναντίαν εἶχε διάληψιν. οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.
[33]
[1] Πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα [2] καὶ περὶ τῆς ὅλης ἐπιβολῆς. οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν [3] αὐτοῖς ἐμάχοντο παραβόλως, ἀλλ' ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντ' ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ [4] διατροπὴν ἦγον. ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας· [5] ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.
[34]
[1] Κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, δι' Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος [2] ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον. οἱ γὰρ Ῥωμαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας [3] ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον [4] καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν [5] πρὸς Ῥωμαίους πόλεμον. τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο "Τί δαὶ Ἀθηναῖοι; τί δαὶ Κιανοί; τί δαὶ νῦν Ἀβυδηνοί; καὶ τούτων τίς" ἔφη "σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας;"
[6] ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθ' αὑτὸν ‑ καὶ γὰρ ἦν τοῦτο κατ' ἀλήθειαν ‑ (μάλιστα δ' ὅτι Ῥωμαῖος.
[7] "ἐγὼ δὲ) μάλιστα μὲν ἀξιῶ Ῥωμαίους" ἔφη "μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούς".
Οὗτοι μὲν οὖν ταῦτ' εἰπόντες διεχωρίσθησαν [8] ἀπ' ἀλλήλων· ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην [9] ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε. θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, [10] κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι [11] καὶ σφάττειν αὑτούς. οἱ δ' Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις [12] προκατελήφθησαν· οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. ‑
[35]
[1] Ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον [2] διαλύσεις. οἷς ἐπελθόντων (τῶν) ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποιεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. ‑
[36]
[1] Ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι.
[2] λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις, καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθ' ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυτῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ [3] τὴν αὐτὴν ὁδὸν ἔπιπτον. ἐγέγραπτο δ' ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. "ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθ' ἡμερῶν ἐφόδια καὶ πέντ' ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας [4] εἰς τὴν ἀγοράν. ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόντες, ἀναλαβόντες αὐτοὺς ἄγετ' εἰς τὴν ἑξῆς πόλιν· ὅταν δ' ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρ' ἐκείνων ἀποτελείῳ καὶ [5] πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοις". ἐγγέγραπτο δ' ἐν ταύτῃ ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει [6] προάγειν. τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρασκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, [7] οὐδεὶς ἁπλῶς ᾔδει, πάντες δὲ διαποροῦντες καὶ παραλαμβάνοντες ἀλλήλους προῆγον εἰς τοὔμπροσθεν.
[8] τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ [9] γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις. ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπορεύεσθαι [37] [1] σὺν τοῖς ὅπλοις. ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν (ὠτ)ακουστῶν καὶ κατασκόπων τοῦ τυράννου.
[2] Κατὰ δὲ τὴν ἡμέραν, ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν [3] τὴν Λακωνικήν. ἐὰν δ' οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς.
[4] οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον· ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ [5] τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος. οἱ δ' ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, [6] καὶ προσέκειντο τοῖς ὑπεναντίοις. τῶν δ' Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν [7] ἐπικείμενοι θρασέως καὶ τετολμηκότως. ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δ' ἑάλωσαν αὐτῶν. ‑
[38]
[1] Ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς διακειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.
[39]
[1] Μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· "ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος." ‑
[2] Τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. ‑
[3] Λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς "τοῦ Σκόπα νικηθέντος ὑπ' Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος· [4] μετ' ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα [5] κατοικοῦντες. ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν."
[40]
[1] Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ.
[2] Γίττα, πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ.
[3] Ἕλλα, χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϚ΄.
[4] Ἴνσοβροι, ἔθνος Ἰταλικόν. Πολύβιος ιϚ΄.
[5] Κάνδασα ... φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ.
[6] Κάρθαια, μία τῆς ἐν Κέῳ τετραπόλεως ... οἱ οἰκοῦντες Καρθαεῖς. Πολύβιος ιϚ΄.
[7] Μάντυα, πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκκαιδεκάτῳ.