14408 738 0 44 5 0 IV d. C. Retorica Libanius I Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 228

Libanius - Declamatio I

ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑ.

[1]   Οὐδ' εἰ πλείους, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν νυνὶ τούτων αἰτιῶν ἐπάγοι τις Σωκράτει πείθων ὑμᾶς ὡς ἀνάγκη κακῶς οἰκεῖσθαι τὴν πόλιν μὴ τούτου δόντος δίκην, οὐκ ἄν μοι δοκῶ τὸ μὴ οὐ φίλος αὐτῷ καὶ γεγονέναι καὶ πάντα χρῆσθαι τὸν χρόνον ἐν ὑμῖν ἀρνήσασθαι. οὔτε γὰρ ἧς ἐφ' ἑκάστου καὶ λόγου καὶ ἔργου δικαιοσύνης αὐτῷ σύνοιδα τὴν τῶν ἀδίκως ἐπ' αὐτὸν συνεστηκότων βλασφημίαν καλῶς ‹ἂν› εἶχεν ἰσχυροτέραν ἡγήσασθαι πολλῆς τ' ἂν ἦν κακίας ᾧ συνῆν τε πρότερον καὶ περὶ τῶν ἐμαυτοῦ σύμβουλον ἐποιούμην, τοῦτον, ἐπειδὴ πάσχει κακῶς, ἐγκαταλείπειν.

[121] οὕτω δὲ ἔχοντα γνώμης πρέποι μὲν ἂν καὶ συνεύχεσθαι Σωκράτει καὶ τοὺς θεούς, οἳ κάλλιστα τὸν τοῦδε βίον ἐπίστανται, καλεῖν ἐπὶ τὸν παρόντα ἀγῶνα, δεῖ δὲ ἴσως καὶ λόγῳ βοηθοῦντα φαίνεσθαι καὶ μηδὲν ἀφ' ὧν ἂν δόξαιμι τὰ δίκαια ποιεῖν παρελθεῖν. καὶ γὰρ ἂν εἴη δεινὸν ἐπὶ μὲν Μελήτῳ καὶ ταῖς παρ' ἐκείνου λοιδορίαις Ἄνυτον ἀναβῆναι λόγον κακοήθη τε καὶ μακρὸν κομίζοντα καὶ πάλιν ἐπὶ τούτῳ Λύκωνα μηδεμιᾶς ἀποσχέσθαι τέχνης, ὅπως εἷς ὑμῶν ἀποθάνῃ, ἡμᾶς δέ, οὓς λυπεῖν ὡμολόγηκεν Ἄνυτος τοῖς κατὰ Σωκράτους λόγοις, ἀφώνους ὡς οὐκ ἀνιωμένους ἑστάναι καὶ γενέσθαι χείρονας τῆς τῶν κατηγόρων ἐλπίδος, ἄλλως θ' ὅτε ἐν τῷ τὰ προσήκοντα τῇ φιλίᾳ πληροῦν καὶ ‹τὸ› τοὺς δικάζοντας ὑμᾶς ἐξελέσθαι τῆς ἐπιορκίας ἔνεστιν. ὁ γὰρ τὴν τῶν ἐπηρεαζόντων ἀπάτην οὐκ ἐῶν ἰσχύσαι φύλακας ἀκριβεῖς ποιεῖ τοὺς ψηφιζομένους τῶν ὅρκων. ὥστε οὐ τῷ φεύγοντι συνηγορήσων μᾶλλον ἀνέβην ἢ τῶν ὑμῖν συμφερόντων ποιησόμενος πρόνοιαν.

[122]    Σωκράτει μὲν οὖν, ὦ ἄνδρες, βραχὺς τοῦ θανάτου λόγος, οὔτε γὰρ ἐν οἷς ἀεὶ ζητῶν διετέλει τοῦ ζῆν τὸ τεθνάναι χαλεπώτερον εὗρε τόν τε κεκρατηκότα τῶν ἡδονῶν, ὧν ἕνεκα ζῆν ἐπιθυμοῦσιν οἱ πολλοί, καὶ τὴν ἐνθένδε μετανάστασιν ἀνάγκη ῥᾳδίως φέρειν· ἔτι δὲ οἷς οὐκ ὀλίγοι τῶν φανερῶς ἀδικούντων, τῷ τε παρ' ὑμῶν ἐλέῳ καὶ δάκρυσι τοῖς αὑτῶν καὶ παίδων ἱκετείαις, εὕραντο σωτηρίαν, τοσοῦτον ἀπέσχε διὰ τούτων αὑτὸν ἐξαιτήσασθαι, ὥστ' ἤδη τινὰς ὑμῶν ᾐσθόμην τραχύτερον ἐσχηκότας πρὸς αὐτὸν τῷ μηδενὶ τούτων ἀξιῶσαι χρήσασθαι.

[123] ἐγὼ δὲ οὐ διὰ τοῦτο τῆς συνηγορίας ἀπέστην, ὅτι σμικρός τε ὁ λειπόμενος Σωκράτει χρόνος καὶ φόβος οὐδεὶς τῆς τελευτῆς, ἀλλὰ πολὺ μᾶλλον πρέπειν ἡγούμενος τὸν τοιοῦτον τῇ φύσει μηδὲν ἀδίκως ἐν ὑμῖν παθεῖν καὶ ἅμα τοῦ μὴ πολλὰ τοιαῦτα ἐν τῇ πόλει τολμᾶσθαι μηδὲ ἀναγκάζεσθαι τοὺς μὲν δικάζοντας ἀσεβεῖν, κοινῇ δὲ ἀδοξεῖν Ἀθηναίους παρεκελευσάμην ἐμαυτῷ τὴν Ἀνύτου συκοφαντίαν ἐλέγξαι.

[124] τοῦτο δὲ γένοιτ' ἂν ὑμῶν ἀκούειν εὐμενῶς ἐθελόντων. καὶ γὰρ εἰ μὲν ἐμπείρως ἔχων τῶν ἐν τοῖς δικαστηρίοις λόγων Σωκράτης πρὸς τὰς τούτων παρασκευὰς ἱκανῶς ἐτύγχανεν ἠγωνισμένος, ἴσως ἂν ὑμῖν ἐξήρκει παρ' ἐκείνου καὶ περὶ ὧν κρίνεται διδαχθεῖσι τὴν ψῆφον ὀρθῶς φέρειν· ἐπεὶ δέ, ὥσπερ ἐπὶ τῶν ἐργαστηρίων, οὕτω καὶ νῦν ἐν ὑμῖν διείλεκται, τῇ παρούσῃ μὲν οὐ συμφερόντως χρείᾳ, μίαν δ' οὖν αὑτῷ λύσας διαβολήν, ὡς οὐκ ἄρα εἴη δεινὸς λέγειν, ἡμῶν, ὦ ἄνδρες, πρὸς θεῶν, ἀνάσχεσθε τῶν οὐ δυναμένων μὲν ἐξισοῦσθαι πρὸς τὸν Ἀνύτου λόγον, ἴσως δὲ ὑμῖν τι συμβαλουμένων καὶ τἀληθῆ μᾶλλον ἐρούντων ἢ οὗτοι.

[125]    Οἶδα μὲν οὖν ὅτι διαβολή τις κατεσκέδασται Σωκράτους ὑπὸ τῶν ἐν ταῖς συνουσίαις τοὺς παρ' ἐκείνου μὴ φερόντων ἐλέγχους, οἳ δικαιότερον ἂν αὑτοῖς ἐπιτιμῶντες, ὅτι τῆς αὑτῶν διανοίας ἠμέλουν, τὸν οὐκ ἐῶντα ῥᾳθυμεῖν περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἐμίσουν καί τινας καθίεσαν τοὺς τὰ τοιαῦτα λέγοντας· τὸν μιαρόν, τὸν ὄλεθρον, τὸν λυμεῶνα τῶν νέων.

[126] ἃ δὴ καὶ τούτοις ἔδωκε θαρρῆσαι τὴν γραφὴν ἀπενεγκεῖν, ἐπεὶ καὶ πρῴην τινὸς προσελθόντος αὐτοῖς καὶ λέγοντος οὐ σφόδρα συνήδεσθαι τοῖς διώκουσιν, οὐδὲ γὰρ οὐδ' ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορμάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ' αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ' ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, ὁπότε Σωκράτης τοὺς ἀλαζόνας ἐλέγχοι, καί, νὴ Δία γε, καὶ πρὸς ἀρετὴν διὰ τοῦτον ἐπιδεδωκότας οὐ μικρόν.

[127] ἔπειτα, εἰ καὶ τὰ μάλιστα δυσχερῶς εἴχετε πρὸς αὐτὸν ἅπαντες καὶ κοινὸς ἦν τοῦ δικαστηρίου πολέμιος, οὐκ ἂν ἦν ἐνταῦθα τῇ δυσμενείᾳ χαρίσασθαι. καὶ γάρ, ὦ ἄνδρες, τὸ χωρίον οὐκ ἔχθρας ἐστὶν ἢ χάριτος οὐδὲ συνέρχεσθε ἐνταῦθα τὸν ἑτέρωθι λυπήσαντα ἀμυνούμενοι ἢ ‹τῷ› πρότερον εὖ πεποιηκότι χάριν ἀποδώσοντες, ἀλλ' ἀπὸ τῶν πραγμάτων, ἐφ' οἷς ἡ κρίσις, ἢ σώσοντες ἢ κολάσοντες.

[128] ταῦτα γὰρ δήπου καὶ ὁ Σόλων εἰδὼς καὶ νομίζων τῶν ἀγωνιουμένων τοὺς μὲν ἐν φίλοις τοῖς δικάζουσι δώσειν λόγον, τοὺς δὲ ἐν χαλεπῶς ἔχουσιν, ἵνα μηδετέρωθεν καταβλάπτοιτο τὸ δίκαιον, ὅρκον ἔταξεν οὐκ ἐῶντα χάριν ἢ δυσμένειαν ἤ τινα πρόφασιν ἄλλην ἄδικον ἐνοχλῆσαι τῇ κρίσει. καὶ νῦν μισεῖ τις Σωκράτην, ἀλλ' ὀμώμοκεν ἥκιστα ἐμπλήσειν τὸν αὑτοῦ θυμόν, ἀλλ' οἱ θεοὶ πρὸς τὴν ψῆφον βλέπουσιν, ἣν ὁ θέμενος οὐ δικαίαν ὑποτέθεικεν ὀργῇ καὶ αὑτὸν καὶ παῖδας καὶ οἰκίαν καὶ γένος καὶ σμικρᾶς ἡδονῆς μεγάλην ὑπέσχε τὴν δίκην.

[129]    Μηδὲ τοῦτό τις ὁράτω μόνον, ὅτι Σωκράτην ἀπεκτονὼς ἔξεισιν ἀπηλλαγμένος τῆς τούτου παρρησίας, ἀλλὰ κἀκεῖνα προσενθυμείσθω, τίς αὑτὸν διαδέξεται δόξα καὶ τίνες ἐλπίδες. ἐν θεάτρῳ μὲν γὰρ κωμῳδίας ἀκροωμένους γελάσαι καὶ συνεπιθέσθαι τῷ κακῶς ἀκούοντι καὶ χαρίζεσθαι τῷ ποιητῇ καλὰ μὲν οὐδ' ἐκεῖνα, δόξαι δ' ἂν οὐ παντάπασιν ἀλλότρια Διονυσίων εἶναι καὶ ὁ γέλως ἀκίνδυνος· ἐν δικαστηρίῳ δὲ ὁ τῷ διώκοντι δοὺς ἑαυτὸν καὶ πᾶν ἀληθὲς ἡγούμενος καὶ συν[10]ταράττων καὶ βασανίζων οὐδὲν καὶ πρὸς τὴν τοῦ κατηγόρου μεθιστάμενος τάξιν ἀπὸ τῆς οἰκείας μείζω ζημιώσας αὑτὸν ἢ ‹ὃν› οἴεται κακῶς παθὼν μᾶλλον ἢ δεδρακὼς ἄπεισιν. ὁ μὲν γὰρ οὐκ ἔχει τοῦ κινδύνου κοινωνοὺς τοὺς παῖδας, ὁ δὲ πᾶσιν ἐφεξῆς τοῖς αὑτοῦ τὴν συμφορὰν ἐπάγει.

[11]    Καὶ μὴν οὐδ' ἐκεῖνό γε εὔλογον ὑπὲρ εὐσεβείας δοκοῦντας ἀγανακτεῖν αὐτοὺς ἀσεβοῦντας ἁλῶναι καὶ τῆς οὐδαμῶς δυναμένης ἐλεγχθῆναι πονηρίας οἰομένους δίκην λαμβάνειν αὐτοὺς ἐν τοῖς ὀφείλουσι τοῖς κρείττοσι δίκην γενέσθαι.

[12]    Περὶ μὲν οὖν τοῦ μὴ δεῖν, εἴ τις ὑμῶν ἀγανακτῶν ἐκ τῶν ἔμπροσθεν τούτῳ πρὸς ἐνίους γεγενημένων λόγων δεῦρ' εἰσελήλυθε, τοῦτο ἀναμιγνύναι τῇ παρούσῃ κρίσει καὶ τοῦ δεῖν μεμνημένους τῶν θεῶν, οὓς ὀμωμοκότες ἥκετε, τήν τε ἀκρόασιν ἅπασαν ποιεῖσθαι καὶ τὴν διάγνωσιν ἐνῆν μὲν πλείω λέγειν, οἶμαι δὲ οὐδὲν δεῖσθαι τούς γε εὖ φρονοῦντας πλειόνων.

[13]    Ἤδη δὲ ὑμᾶς διδάξω, πόθεν ποτὲ Ἄνυτος ἐπέθετο Σωκράτει καὶ ὡς οὐκ ἐκ τῆς πρὸς ὑμᾶς εὐνοίας οὐδ' αὖ φροντίζων τῆς τῶν ὑμετέρων παίδων ἐπιεικείας, ἀλλ' ἑτέρωθεν. διορίσασθαι δέ, ὦ Ἀθηναῖοι, καὶ αὐτὸς ὥσπερ καὶ οὗτος βούλομαι. ἐὰν ‹δ'› ἐπιδείξω Σωκράτην οὐδενὶ πώποτε διδάσκαλον γενόμενον οὔτ' ἀδίκου κλοπῆς οὔτε ἀπάτης οὔτε ἱεροσυλίας οὔτε ἐπιορκίας οὔτ' ἀργίας οὔθ' ὑπεροψίας τῶν νόμων οὔτε δήμου καταλύσεως, ἁπάσης δὲ σωφροσύνης καὶ δικαιοσύνης ἡγεμόνα καὶ πάντων ὑμῖν εὐνούστατον καὶ γεγενημένον καὶ ὄντα, πείσατε Ἄνυτον ἐγκαλύψασθαι.

[14]    Σκοπεῖτε δέ. Σωκράτης, ὦ ἄνδρες, γενόμενος ἐκ πατρὸς Ἀθηναίου καὶ τραφεὶς ἐν τοῖς ἡμετέροις νόμοις λογισμὸν ἔλαβε μείζω μὲν ἴσως τῆς οἰκίας τῆς ἑαυτοῦ, πρέποντα δὲ τῇ πόλει καὶ τῷ τῆς πόλεως γνωρίσματι. καὶ διήνεγκε τῶν πολλῶν, ὁμολογῶ, οὐκ ἐξενεχθεὶς ἐπὶ τὰ χείρω καὶ βουληθεὶς γενέσθαι κάκιστος, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ μάλιστα δὴ τῶν μνημονευομένων ἀρετῆς ὀρεχθῆναι καὶ νομίζειν ζηλωτὸν τὸ κτῆμα.

[15] τὸ μὲν γὰρ ἐν βαναυσίᾳ διάγειν ἢ γῆν ἐργάζεσθαι ἢ πελάγη περᾶν ὑπὲρ χρημάτων ἢ τὰ ἀπὸ τῶν μετάλλων ζητεῖν ἢ μνηστεύειν ἀρχὰς ἢ τὴν ἐπὶ τοὺς ἰδιώτας ῥητορείαν συλλέγειν καὶ διὰ ταύτης τῆς μελέτης καρποῦσθαι τοὺς ἀπράγμονας ταῦτα ᾔδει μὲν τοῖς μετιοῦσι καὶ δυνάμεις καὶ τὰς θαυμαζομένας ὑπὸ τῶν πολλῶν ὠφελείας φέροντα καὶ φοβεροὺς ποιοῦντα τοῖς ἐν ταῖς εὐπορίαις, οὐ μὴν ἐδυνήθη Σωκράτης τούτων οὐδὲν οὔτε μέγα οὔτε εὔδαιμον ἡγήσασθαι, νομίσας δὲ πάντων εἶναι κτημάτων ἀνθρώπῳ θειότατον τὴν ψυχὴν καὶ τὸν ταύτην καθαρὰν κακίας παρεχόμενον τοῦτον εἶναι τὸν ὡς ἀληθῶς εὐδαίμονα, δύνασθαι δὲ κακίας ψυχὴν ἐλευθεροῦν φιλοσοφίαν καὶ τοῦτο αὐτῇ μέγιστον ἐξευρῆσθαι φάρμακον, ἀφ' ὧν μὲν ἦν τρυφᾶν καὶ δύνασθαι, ταῦτα ἑτέροις ἀφῆκε, δι' ὧν δὲ ἦν μηδὲν τῷ σώματι χαριζόμενον πάντα τρόπον τὴν ψυχὴν ἀμείνω ποιεῖν, ἐπὶ ταῦτα ἧκε.

[16] τὸ μὲν οὖν τὴν τοῦ οὐρανοῦ διερευνᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθησιν ἀφ' ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο· ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὡς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον ποριζόμενος.

[17] καὶ ταῦτα ἔπραττεν οὐ πολλῶν κεκληρονομηκὼς ταλάντων οὐδὲ τῆς ἔνδον αὐτῷ περιουσίας παρεχούσης ἐπ' ἐκεῖνα σχολήν. ὀγδοήκοντα γάρ, ὦ ἄνδρες, μνᾶς αὐτῷ τοῦ πατρός, ἡνίκα ἐτελεύτα, παραδόντος καὶ ταύτας ἡλικιώτου τινὸς ἐπ' ἐργασίᾳ λαβόντος ἔπειτα περὶ τὴν ἐργασίαν ἀτυχήσαντος σιγῇ τὸ συμβὰν ἤνεγκεν ὁ Σωκράτης. καὶ μᾶλλον ἄν τις τῶν μὴ προεμένων τὸ ἀργύριον ἐμνήσθη περὶ τούτου ἢ αὐτὸς ὁ δεδωκώς. λοιπὸν οὖν ἦν ζῆν ἐν ἀμυθήτῳ πενίᾳ.

[18] τί οὖν ἐποίησεν; οὐ μετέβαλε τὴν τάξιν, ἐπειδὴ τῶν ἀφορμῶν ἐστέρητο, οὐδ' ᾠήθη δεῖν ἕτερος ἐν ἑτέροις γενέσθαι καιροῖς, ἀλλ' ἐτήρησεν ἀκίνητον τὴν γνώμην διὰ τέλους οὔσης αὐτῷ γυναικὸς καὶ παίδων. ἀντὶ γὰρ τοῦ ζητεῖν εὐπορίας οὐ καλὰς καὶ σκοπεῖν ὅθεν ἂν ἀντὶ τῶν οἰχομένων αὑτῷ γένοιτο χρήματα τῆς δαπάνης ἀφεῖλε καὶ μᾶλλον ‹πρὸς› τὸ μὴ δεῖσθαι τοσοῦτον ἐπαίδευσεν ἑαυτὸν ἢ ὅθεν ἂν ἔχοι δαπανᾶν ἐσκέψατο, τρίβωνι μὲν ἑνὶ δι' ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον ἢ Θάσιον οἶνον ἕτεροι τό τε πεινῶν ἐσθίειν ἀντὶ Περσικῆς ποιούμενος τραπέζης. τῆς δὲ οὕτως ἐχούσης τροφῆς ἔμελε δήπου τοῖς ἐπιτηδείοις Σωκράτους οὐδὲν ἐνοχλοῦντος.

[19] τοιοῦτος ὢν καὶ διάγων, ὡς ἔφην, ὥσπερ τις κοινὸς πατὴρ καὶ τῆς πόλεως ὅλης κηδεμὼν περιενόστει τὰς παλαίστρας, τὰ γυμνάσια, τὸ Λύκειον, τὴν Ἀκαδημίαν, τὴν ἀγοράν, ὅπου μέλλοι ‹πλείστοις› ἐντεύξεσθαι, λειτουργῶν ὑμῖν, ὦ ἄνδρες, λειτουργίαν οὐδὲν ἐοικυῖαν ταῖς ἐν τοῖς Παναθηναίοις ἢ τοῖς Διονυσίοις, ὧν ἡ χάρις παρέρχεται, ἀλλ' ἐγρηγορὼς καὶ φροντίζων, ὅπως κακίαν μὲν εἰς δύναμιν ἐξελάσειεν, ἀρετὴν δὲ πείσειεν ἀγαθόν τι νομίζειν.

[20] καὶ οὐδὲν ἐπαύσατο τῶν στρατηγεῖν καὶ ἄρχειν ὑμῶν βουλομένων καὶ τὰ κοινὰ διοικεῖν ἐνίους ἐλέγχων, ὅτι πρὶν ὅπως ἐπιμελήσονται τῶν ὑμετέρων καὶ πῶς ἂν εὐδαίμων γένοιτο πόλις μαθεῖν, ὅπως ἐν ταῖς ἀρχαῖς γένοιντο διαπράττονται. καὶ ταῦτα ἔλεγεν, οὐ μὰ Δί', οὐκ ἐκείνους ἐν αἰσχύνῃ ποιεῖν βουλόμενος, ἀλλ' ἵνα εἰδῶσιν, ὅτι ἔστιν ὁ μεμψόμενος τοῖς ἀμελοῦσι καὶ ἐξετάσων καὶ λόγον ἀπαιτήσων, ἵν' ἢ μὴ παρασκευάζοντες αὑτοὺς χρησίμους ἀπέχωνται τῶν ὑμετέρων ἢ παρέχοντες αὑτοὺς εἰς τὴν χρείαν ἐπιτηδείους συμφέρωσιν ὑμῖν ἄρχοντες.

[21]    Καὶ διὰ τοὺς τοιούτους, ὦ Ἀθηναῖοι, λόγους Σωκράτης μὲν πολλοῖς ἀπήχθετο, τὰ δὲ ὑμέτερα, ἐὰν ἄνευ φθόνου σκοπῇ τις, πολλαχῇ βέλτιον ἔσχεν ἐγκαλοῦντος ἀεὶ τούτου καὶ ὀνειδίζοντος, ὅτι χρημάτων μὲν Ἀθηναίοις ἐστὶ πολλὴ φροντὶς καὶ περὶ τοῦτο ἐσπουδάκασι, τῶν δὲ ψυχῶν ὅπως ἄρισται γενήσονται καὶ αὐτῶν καὶ παίδων, οὐδὲ εἷς λόγος. ὧν καθ' ἑκάστην λεγομένων ἡμέραν καὶ ταυτησὶ τῆς παιδείας Σωκράτους συνεχῶς προϊούσης δεῖ νομίζειν τοὺς μὲν ἄγαν κακῶς διακειμένους οὐδὲν ὄνασθαι, τοὺς δὲ εἰδότας ἐρυθριᾶν καὶ πεισθῆναι καὶ γενέσθαι βελτίους.

[22] καὶ μὴν ἐν οἷς τοῖς ἅπαντας γοητεύουσιν ἐντυγχάνων σοφισταῖς, τῷ Πρωταγόρᾳ, τῷ Γοργίᾳ, τῷ Προδίκῳ, τῷ Θρασυμάχῳ, τοῖς ἄλλοις οὓς ὁ μισθὸς ἐπὶ πᾶν χωρίον εἷλκεν, ὥσπερ ὁ θαλλὸς τὰ πεινῶντα θρέμματα, ὅτε τούτους ἐν τοῖς ἐρωτήμασιν ἐδείκνυ πολὺ τῆς δόξης ἣν εἶχον ἐλάττους καὶ φρονοῦντας ὡς εἰπεῖν οὐδ' ὁτιοῦν περὶ ὧν ἔφασαν ἑτέρους διδάσκειν ἔχειν, τότε ὁμοῦ μὲν τὴν νεότητα τῆς πόλεως ἐξῃρεῖτο τῆς ἠλιθίου συνηθείας, ὁμοῦ δὲ σοφίας ὑμῶν εἰς ἅπαντας ἀνθρώπους ἀπέστελλεν ὄνομα, εἰ τοὺς ὥσπερ δαίμονας πανταχοῦ θαυμαζομένους ἐπὶ τοῖς λόγοις οὓς ἀνεγίνωσκον ἐπὶ τῷ λαβεῖν, τούτους ἀπέφηνε ῥημάτων συλλογὴν παρεχομένους κενήν, νοῦ δὲ ὅτι πλεῖστον ἀπέχοντας καὶ τοῦ τὴν φύσιν εἰδέναι περὶ ὧν ἐπεχείρουν λέγειν καὶ δικαιότερον ἂν τελέσαντας ἀργύριον ἐπὶ τῷ μαθεῖν ἢ λαμβάνοντας ὥς τι τῶν δεόντων δυναμένους διδάσκειν.

[23] διὰ ταῦτα πάντα αὐτοί τε συνθέοντες περιειστήκειτε τὸν Σωκράτην, ὁπότε τῶν τοιούτων ἐλέγχων ἅπτοιτο, καὶ τοὺς ἐπὶ σοφίᾳ φρονοῦντας ὁρῶντες καταδυομένους καὶ μᾶλλον τῶν ἀνδραπόδων ἰλιγγιῶντας καὶ ἀποροῦντας καὶ περιβλέποντας ὅποι φύγοιεν ἐγελᾶτε. καὶ ἅμα πρὸς ἐπιμέλειαν παιδείας ἀληθινῆς ἐτρέπεσθε τοῖς τε παισὶ παρῃνεῖτε τοῦ ταῦτα ποιοῦντος ἔχεσθαι νομίζοντες μεῖζον εἶναι κέρδος αὐτοῖς καὶ μικρὸν τῶν ἐκείνου μετασχεῖν καλῶν ἢ τὸν ἐπὶ γῆς ἅπαντα χρυσόν.

[24]    Ὧν ἦν ποτε καὶ Ἄνυτος ὁ πικρὸς νυνὶ κατήγορος. καὶ γὰρ οἱ τούτου παῖδες καὶ προσῄεσαν καὶ ἔχαιρον τῷ νῦν φεύγοντι τὴν δίκην, καὶ οὗτος οὔτε ἀπέτρεπεν οὔτε ἐμέμφετο, ὥσπερ οὐδ' ὑμεῖς τοὺς ὑμετέρους αὐτῶν. εἰκότως. ἠπίστασθε γάρ, ὡς ὁ μὲν ὁμιλῶν κἂν θαυμάσειεν, ὁ δὲ θαυμάζων κἂν ζηλώσειε καὶ τῷ πυκνῷ τῆς συνουσίας ἐγγένοιτ' ἄν τις ἐπιθυμία μιμήσεως, ἐπιθυμήσαντες δὲ τῶν ἐπιτηδευμάτων Σωκράτους ἔσονται τῶν πολλῶν εὐθὺς ἀμείνους γαστριμαργίας μὲν καὶ μέθης καὶ λήμματος ἀδίκου καὶ ζεούσης ὀργῆς καὶ θωπείας ἀνελευθέρου καὶ τῶν τούτοις ἐοικότων νοσημάτων γεγονότες κρείττονες, κρυμὸν δὲ καὶ θάλπος τῷ σώματι καθάπερ ἀδαμαντίνῳ δεχόμενοι καὶ μήτε δίψῃ μήτε πείνῃ πιεζόμενοι, οἵους ὄντας ᾔδειτε φοβεροὺς μὲν ἐπὶ στρατείας τοῖς ἐναντίοις ἐσομένους, ἀγαθοὺς δὲ ἐν βουλαῖς τὸ συμφέρον ἰδεῖν.

[25] τί οὖν ἡμῖν τὸν χρηστὸν Ἄνυτον ἐξέμηνε; πόθεν ἀποκτεῖναι βούλεται τοῦτον ᾧ πολλάκις ηὔξατο γενέσθαι τοὺς υἱεῖς παραπλησίους; ἐν τοῖς λόγοις, ὦ ἄνδρες, τοῖς τἀληθὲς ζητοῦσιν ἔδει τῷ δηλώσοντι σαφῶς ὃ προὐθυμεῖτο παραδειγμάτων δή τινων, ὃ ποιεῖν ἅπαντες εἰώθαμεν καὶ οὐδὲ τῷ πάνυ βουλομένῳ τοῦτο φυγεῖν ἔνεστι.

[26] μεμνημένος δὴ σκυτοτόμων καὶ βυρσοδεψῶν καὶ τῶν ἁλουργὰ ποιούντων ἔρια καὶ τῶν ἐπὶ ταῖς ἄλλαις τέχναις καὶ λέγων, ὡς ἐφ' ὅτῳ τις διατρίβοι, τοῦτ' ἂν εἰδείη μᾶλλον ἑτέρου καὶ καλῶς ἂν κατίδοι φαυλότητα τῶν ἐν αὐτῷ καὶ τοὐναντίον, ὑπ' αὐτῶν τῶν πραγμάτων ἐπὶ τοῦτον Ἄνυτον ἤγετο, ᾧ τὸ μὲν ἀπὸ βυρσῶν εὐπορεῖν οὐκ ἐφαίνετο δεινόν, τῷ δὲ λόγῳ τῆς ἐργασίας ἀγανακτεῖ, καὶ τὸ μὲν ἔργον οὐκ ἔφευγε, δυσχεραίνει δὲ τὸ ῥῆμα.

[27] ὑμῶν δὲ ἕκαστος πολλάκις μέμνηται τῆς αὑτοῦ τέχνης καὶ πρός γε χάριν οἶδε τῆς ἀπ' αὐτῆς προσόδου, ἐπεὶ καὶ αὐτὸς Σωκράτης πολλάκις ἂν εἰπὼν τὸν αὑτοῦ πατέρα Σωφρονίσκον προσέθηκεν ἂν καὶ τὰ περὶ τοὺς λίθους καὶ τὴν τῆς μητρὸς οὐκ ἀπεκρύπτετο τέχνην.

[28] ᾧ δῆλον ὡς οὐκ ἐφ' ὕβρει τὰς τῶν ἄλλων παρέφερεν, ἀλλ' ὅπως οἱ διάλογοι τὰ αὑτῶν λαμβάνοιεν καὶ μηδὲν τῶν ὀφειλόντων εἰρῆσθαι σιγῷτο. διὰ τοῦτο Ἀπολλόδωρος μὲν ἤκουε πρᾴως καὶ Ξενοκλείδης οὐ γέγραπται, μόνου δέ, ὡς ἔοικεν, Ἀνύτου καθάπερ τυράννου κίνδυνον ἔχει μνησθῆναι καὶ ἃ ποιεῖν τούτῳ δέδοκται, ταῦτα οὐδενὶ συγκεχώρηται λέγειν.

[29]    Ἀλλ', ὅπερ ἔφην, μηδεὶς οἰέσθω τοῦτον ἀπὸ τῆς πρὸς ὑμᾶς εὐνοίας καὶ τοῦ τὴν λύμην, ἣ χείρους ποιεῖ τοὺς ὑμετέρους παῖδας, ἐθέλειν ἐξελεῖν ἐπὶ τοῦτον ἥκειν τὸν ἀγῶνα. εἰ γὰρ Σωκράτης ὑπερέβαινε τἀληθὲς καὶ τοῦτον ἐσέμνυνε φάσκων ἀρχαῖον παρειληφέναι πλοῦτον, οὔτ' ἂν ἠδίκησθε ὑμεῖς οὔτ' ἂν ἠσέβητο τὸ θεῖον οὔτ' ἂν ἡ νεότης διέφθαρτο. νῦν δὲ οὐχ ὑμῖν βοηθῶν, ἀλλ' ὑπὲρ αὑτοῦ λυπούμενος, οὐδ' ὑπὲρ τῆς πόλεως τιμωρούμενος, ἀλλ' ἀγανακτῶν, εἰ ὅσπερ ἐστὶ καὶ δόξει, πλάττειν αἰτίας καὶ συκοφαντεῖν ὑπέμεινε πριάμενος τὸν ἐπὶ δραχμῇ πάντα ἂν ποιήσαντα Μέλητον.

[30] μέγα δὲ ὑμῖν ἐρῶ τεκμήριον, ὡς ἑτέρωθεν κινούμενος τὸ ὑμέτερον προΐσταται. ἤδη γὰρ τῆς γραφῆς ἀπενηνεγμένης καὶ τῆς αἰτίας κεκηρυγμένης περὶ σπονδῶν προσέπεμπε Σωκράτει τὸν μὲν ἀξιῶν ἀποστῆναι τοῦ μεμνῆσθαι τῆς τέχνης, αὐτὸς δὲ ὑπισχνούμενος διαγράψεσθαι τὴν γραφήν. τοῦ δὲ φήσαντος οὐ παύσεσθαι τῶν ἀληθῶν, ἕως ἂν ἐμπνέῃ, χρήσεσθαι δὲ τοῖς αὐτοῖς περὶ τῶν αὐτῶν λόγοις καὶ οὐ τοσοῦτον ἰσχύσειν τὴν κατηγορίαν, ὡς ἃ πρὸ αὐτῆς ἐνόμιζε προσήκειν λέγειν, ταῦτα ἐπ' ἐκείνῃ σιγᾶν, οὕτως ἤδη παρέδωκεν εἰς ὑμᾶς τὸν οὐδὲν ὧν ἐνόμιζε δικαίων προδεδωκότα τῷ φόβῳ.

[31] ὥστε καὶ τοῦ νυνὶ κρίνεσθαι Σωκράτην, εἰ δεῖ καὶ τοῦτ' εἰπεῖν, οὐκ Ἄνυτος οὐδὲ Μέλητος αἴτιος, ἀλλ' αὐτὸς Σωκράτης. εἰ γὰρ οὗτος τὴν ἐπικηρυκείαν ἐδέξατο καὶ τοσοῦτον ἔπεισεν αὑτὸν ἢ καθάπαξ ἔξω μνήμης ἀφιέναι τοῦτον ἢ μεμνημένος κοσμεῖν ἀπὸ τῶν οὐ προσηκόντων, νῦν ἂν ἦν ἐν Λυκείῳ λέγων ἅπερ εἰώθει.

[32] ἀλλ' οὐκ ἦν ἔμφυτον τῷ γενναίῳ τούτῳ πτῆξαι καὶ ταπεινωθῆναι τῇ γραφῇ καὶ μισθὸν τῆς αὑτοῦ σωτηρίας καταθεῖναι τούτῳ τὴν περὶ αὐτοῦ σιωπήν, ἀλλ' ἠξίου τοῖς βεβιωμένοις σώζεσθαι καὶ καταστὰς ὑπὸ ταῖς ὑμετέραις ψήφοις διά γε τὴν ἀλήθειαν ‹ἀπελθεῖν› ἀθῷος, ἀλλ' οὐ ταῖς παρὰ τῶν κατηγόρων ἐπονειδίστοις διαλλαγαῖς.

[33]    Ὡς μὲν οὖν οὔτ' Ἄνυτος διαφθορᾶς τὴν νεότητα ῥυόμενος καὶ ζημίαν αὑτοῦ νομίζων εἶναι, εἴ τις τοὺς ὑμετέρους παῖδας ποιήσει κακούς, Μέλητον τουτονὶ γράψασθαι Σωκράτην ἀνέπεισε Σωκράτει τε ἐξὸν ἀπηλλάχθαι τοῦ νῦν παρόντος κινδύνου θαρρεῖν ἐπῆλθε τὴν κρίσιν τῷ μηδὲν αὑτῷ συνειδέναι φαῦλον μηδὲ τιμωρίας ἄξιον, ἐκ τούτων ὑμῖν δεδηλῶσθαι νομίζω. ἥσθην δὲ οἷς ἐνίων ἤκουσα λεγόντων, ἡνίκα ἐκληροῦσθε. πάνυ γάρ τισιν ἐπῄει θαυμάζειν, εἰ πάλαι πονηρευομένου Σωκράτους καὶ διατριβὰς ἐπ' ὀλέθρῳ τῶν νέων ποιουμένου τοσούτοις ὕστερον χρόνοις διὰ ταῦτα ἀγανακτῶν ὤφθη καὶ τὸ τοῦ πράγματος αἴτιον ἐζήτει παρ' ἄλλοις.

[34]    Ἐντεῦθεν δὴ καὶ αὐτὸς ποιήσομαι τὴν τῶν ἐλέγχων ἀρχήν. ἐξ ὧν καὶ διότι κατήγορος ὀψέ ποτε ἐπέστη, μᾶλλον εἴσεσθε. ἐρωτῶ δὲ ὑμῶν ἐναντίον τὸν φιλόπολιν Ἄνυτον· εἰπέ μοι, πρὸς θεῶν, ὁ γέρων οὗτος ὁ γεγονὼς ἑβδομήκοντα ἔτη χθὲς καὶ πρῴην ἐγένετο πονηρῶν διδάσκαλος, πέρυσι, τῆτες, τὸν δ' ἄλλον ἅπαντα χρόνον χρηστὸς ἦν οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον βλάπτων τὴν πόλιν, καὶ δεῖ δήπου διὰ μὲν ἐκεῖνον ἐν ᾧ βέλτιστος ἦν ἐπαινεῖσθαι, διὰ δ' αὖ τὴν συμβᾶσαν μεταβολὴν μισεῖσθαι;

[35] τί φῄς, Ἄνυτε; τί σιγᾷς; ἄνωθεν ἦν μιαρὸς ἄνθρωπος ἢ πρὸς γῆρας ἥκων ἐπῄνεσε κακίαν; καὶ μὴν καὶ σιγῶν ἀποκέκρισαί μοι. ὅτε γὰρ ἀνδρῶν τεθνεώτων ἐμέμνησο φάσκων ὑπὸ μὲν ἐκείνων κακῶς πεπονθέναι τὴν πόλιν, αὐτοὺς δὲ ὑπὸ τούτου διεφθάρθαι, ὡμολόγεις μὴ νῦν ἡμῖν ἦρχθαι τῆς διαφθορᾶς τὸν Σωκράτην, ἀλλ' ἐξ οὗπερ εἰς τὸ φιλοσοφεῖν κατέστη.

[36] διὰ τί οὖν, ὦ κηδεμὼν τῶν νέων, ἀρχαία μὲν ἡ πονηρία, βραδεῖα δὲ ἡ γραφή, καὶ πάλαι μὲν ἡμᾶς ἑώρας ἀδικουμένους, ὀψὲ δὲ ἥκεις βοηθήσων; οὐκ ἐπεδήμεις γενεὰν ὅλην καὶ ἔτι πλέον; οὐχ ἑώρας τοὺς ἐρῶντας αὐτοῦ νεανίσκους; οὐκ ἐπήκουες τῶν λόγων; καὶ γὰρ οὐχ ὧδε ἔσται ἀναχωρεῖν σοι, ὅτι ἄρα καταδὺς οὗτος εἰς γωνίαν καὶ θύρας ἐπιθεὶς καὶ καταλαβὼν ὅρκοις τοὺς συνόντας ἦ μὴν κρύψειν τὴν ἀκρόασιν καὶ θῦμα θυσάμενος δι' ἀπορρήτων ἐδίδασκε τοὺς λυμεῶνας λόγους, οἷς τὸν μὲν ἄλλον ὑπῆρξε λανθάνειν χρόνον, ὕστερον δὲ εἰς φῶς ἐλθεῖν συνέβη τῶν τὴν γλῶτταν ἀκολάστων τινὸς ἐκλελαληκότος.

[37]

ἀλλ' ἴστε ὅτι τῶν τόπων τοὺς ὅτι πλείστους συνάγοντας ἀνθρώπους ἀνὴρ ἠγάπα καὶ τοσοῦτον ἀπεῖχε τοῦ χαίρειν ταῖς ἐρημίαις, ὥστε μᾶλλον ἄν τις αὐτῷ τὸ τὰ πλήθη διώκειν ἐπ' αἰτίαν ἤγαγεν ἢ τὸ τοῖς νέοις οὐδενὸς παρόντος ὁμιλεῖν. εἷς οὖν ἦσθα τῶν ἀκουόντων καὶ τὴν ζημίαν οὐκ ἀγνοούντων καὶ φανερῶς ἐφ' ὃ χωρεῖ τὸ πρᾶγμα συνιέντων.

[38] τί οὖν ἔδει τὸν εὔνουν ποιεῖν; ἀγανακτεῖν, βοᾶν, μὴ διδόναι τῷ κακῷ βαδίζειν, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπὶ τοὺς νόμους ἀσκεῖ Σωκράτης τοὺς νέους. ἡ πολιτεία κινδυνεύεται. θρασεῖς ἡμῖν καὶ τυραννικοὺς καὶ ἀφορήτους καὶ τὸ ἴσον ὑπερορῶντας ὁ σοφιστὴς ἀνθρώπους δημιουργεῖ. οὐ κωλύσομεν; οὐκ ἐπισχήσομεν; οὐκ ἐκβαλοῦμεν τοῦτον, πρὶν ‹ἂν› τὴν τῶν νόμων ἰσχὺν ἐκβάλωσιν οἱ παρὰ τούτῳ τρεφόμενοι; ταῦτ' ἔδει λέγειν καὶ πρὸς τούτῳ τί ποιεῖν Ἄνυτον; τὸν γραψόμενον κινεῖν, εἰ μὴ αὐτός γε ἐβούλετο.

[39] ἦν βασιλεὺς ἡμῖν ἀρχὴ καὶ τὸν ἄλλον ἅπαντα χρόνον, Ἄνυτε, ἦσαν Εὐμολπίδαι, ἦν ἅπασα ἁπλῶς ἡ περὶ τὴν εὐσέβειαν φυλακή. λέγε δὴ τουτοισὶ τὴν αἰτίαν τῆς βραδυτῆτος. ἀπράγμων ἦσθα; καὶ μὴν ἡ νυνὶ παρασκευὴ καὶ τὸ μηδενὸς ἀπέχεσθαι πρὸς τὸ τὸν ἄνθρωπον ἀναρπάσαι πᾶν τοὐναντίον μαρτυρεῖ. ἀλλ' οὔπω τὸν δῆμον ἐφίλεις καὶ διὰ τοῦτ' οὐκ ᾤου δεῖν φροντίζειν, εἴ τινες εἰς ἄνδρας ἐλθόντες ἐκ πονηρῶν ἀκουσμάτων καταλύσουσιν αὐτόν.

[40] πότερον ‹οὖν› σὲ μὲν δεῖ κατηγορεῖν, τοῦτον δὲ ἀποθνήσκειν, ἢ τὸν μὲν ὧν ἔβλαπτε, σὲ δὲ ὧν ἔχων ἐλέγχειν ἐπέτρεπες ἀδικεῖν ὑπέχειν δίκην; μετὰ γὰρ τοῦ κακῶς ποιοῦντος τὸν παρὸν κωλύειν οὐκ ἐθελήσαντα θετέον. ἢ οὖν οὐδὲν ἠδίκει Σωκράτης καὶ κατὰ τοῦτο ἡσυχάζων νῦν ὡς οὐ δικαίως ἐπεξέρχῃ δεικνύεις ἢ κακῶς ποιεῖν ἐπιτρέπων τὴν πόλιν συνηδίκεις ἐν τῷ περιορᾶν ἃ παῦσαι πρόχειρον ἦν.

[41]    Ἀλλ' οὐχ ἡμάρτανεν, ὦ Ἀθηναῖοι, Σωκράτης, οὐδ' ὀφείλει δίκην Ἄνυτος ὑμῖν τῷ συγκεχωρηκέναι τοσαῦτα τολμᾶν ἐκείνῳ, ἀλλὰ τὸν οὐδὲν ἀδικοῦντα συκοφαντεῖ νῦν. οὐ γὰρ ἀδικοῦντος ἐφείδετο πρότερον, ἀλλὰ μηδὲν ἀδικοῦντα κρίνει νῦν. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις οὓς ἴσμεν τῶν οἰκετῶν κλέπτας ὄντας καὶ περὶ τὰ σκεύη κακούργους, ἐφέντες τούτοις ἀεί τι τῶν ἔνδον ὑφαιρεῖσθαι περιμένομεν ἐν γήρᾳ παρ' αὐτῶν δίκην λαβεῖν, ἀλλ' εὐθὺς κολάζομεν, καὶ πέδαι καὶ μάστιγες καὶ μύλων. καὶ ὅτε πρῶτον ἁλοῖεν, στρεβλοῦνται. Σωκράτους δὲ δοκεῖ τὸ πᾶν ὑμῖν ἀνασχέσθαι τοσοῦτον χρόνον Ἄνυτος διορύττοντος τὴν δημοκρατίαν καὶ παρασκευάζοντος ὑμῖν ὀλέθρους πολίτας;

[42]    Ἀλλ' ἐῶ τουτὶ καὶ θῶμεν Ἄνυτον ὑπὸ τοῦ μᾶλλον ἑτέροις πράγμασι προσέχειν τὸν νοῦν κεκωλύσθαι ταῦτα ἰδεῖν τὰ πονηρεύματα. ἔστι μὲν γὰρ οὐδὲ τοῦτο ἄξιον, ὦ Ἀθηναῖοι, συγγνώμης. μὴ γὰρ ἔστω μηδενὶ τοσαύτη τῶν οἰκείων πρόνοια, δι' ἣν ἐπὶ τὸ σχῆμα τῆς πολιτείας ὁρῶν ἰόντα κίνδυνον περιόψεται. ὅμως δ' οὖν ἀφείσθω τῆς μέμψεως, εἰ τῶν κοινῶν ὑπ' ἀσχολίας τῆς ἀπὸ τῶν ἰδίων ἠμέλησεν.

[43]    Ἀλλὰ καὶ τούτου σιγῶντος πῶς οὐχ ἧκεν ἄλλοθεν κατηγορία καὶ κρίσις; οὐ μεστὸν μὲν τὸ βῆμα τῶν λεγόντων ἐστὶν ἐπ' ἐκκλησίας, πλήρη δὲ τὰ δικαστήρια τῶν γραφομένων τῶν μὲν ἐπὶ τοῖς ὄντως ἀδικήμασι, τῶν δὲ δι' ἔχθραν καὶ συκοφαντίαν, ἔστι δὲ ὧν ἐπὶ τῷ ταράξαι καὶ λαβεῖν ἀργύριον; οὐ μεστοὶ γεγόναμεν τῶν πρὸ τῶν Ἐπωνύμων ἐκκειμένων ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα ἐγράψατο; ἀλλ' οὐχ ὁ δεῖνα τοῦ δεῖνος Σωκράτην Ἀλωπεκῆθεν οὔτε ἀσεβείας οὔτε λύμης τῶν νέων, οὐχ ὕβρεως, οὐκ ἄλλου τινός.

[44] ἀλλ' οἱ φιλοτιμούμενοι καὶ τὰ αὑτῶν εἰς ὑμᾶς ἀναλίσκοντες καὶ προστάται τῆς πόλεως ἐπιθυμοῦντες ἀκούειν καὶ τῷ τὰ κοινὰ θεραπεύειν σεμνυνόμενοι καὶ τὰς ἀντὶ τούτων τιμὰς παρ' ὑμῶν λαμβάνοντες διὰ μὲν κώπας καὶ μνᾶς ὀλίγας οὐκ ὤκνουν γράφεσθαι καὶ κατηγορεῖν νομίζοντες τὴν ἐπὶ τῶν ἐλαττόνων ἀκρίβειαν τῶν μειζόνων εἶναι περιφανῆ σωτηρίαν· ἄνθρωπον δὲ ὁρῶντες ὑποσπῶντα τὰ τῆς πόλεως ἰσχυρὰ καὶ τοσαύτῃ χρώμενον κατὰ τῶν νόμων τρυφῇ, ὥστε ἐν μέσῳ μηδὲν ὑποστελλόμενον πράττειν ‹τὴν› τῆς πολιτείας κατάλυσιν, εἴων, ἐπέτρεπον, συνεχώρουν, μόνον οὐ δωρεῶν ἠξίουν; καὶ τίς ἂν πιστεύσειε;

[45] καίτοι τίς ὑμῶν οὐκ οἶδε, πηλίκον τινὲς ὑμῶν παρ' ὑμῖν δυνηθέντες ἐν εὐδαιμονούσῃ καὶ μέγιστον ἰσχυούσῃ τῇ πόλει στρατηγοῦντες καὶ τὸν δῆμον ἄγοντες καὶ τὸ μὲν ὄνομα τῇ δημοκρατίᾳ τηρήσαντες, τῷ δὲ ἔργῳ εἰς μίαν τὴν αὑτῶν ἀρχὴν μεταθέντες καὶ πόλιν ὅλην Λακεδαιμονίων εἰς τὸν φθόνον τὸν αὑτῶν κεκινηκότες καὶ ναυμαχίας νενικηκότες καὶ νήσους εἰληφότες ὅμως οὐ διέφυγον τὸ μὴ δοῦναι λόγον ἐν τουτοισὶ τοῖς δικαστηρίοις; οὐδὲ τοὺς βουλομένους κατηγορεῖν ἀπέστησε τῆς γραφῆς τὸ τῶν κριθησομένων ἀξίωμα, ἀλλ' ἔφευγον, ἠγωνίζοντο, ἀπελογοῦντο.

[46] ταχύ γ' ἂν οὖν ἔδεισαν τὴν πενίαν Σωκράτους καὶ τὴν τῶν δικανικῶν ἀγώνων ἀπειρίαν οἱ τὸν ποικιλώτατον τῶν ῥητόρων καὶ πολέμου καὶ εἰρήνης καὶ τῶν ὅλων κύριον κρίναντες. τί οὖν ἦν τὸ τῆς σιωπῆς αἴτιον; οὐ τὸ μὴ εἶναι τοὺς τὰ ἀδικήματα ὁρῶντας, ἀλλὰ τὸ τοῦτον νῦν τὸ συκοφάντου πρᾶγμα ποιεῖν. καὶ μὴν εἰ τὸ πολλάκις κεκρίσθαι τὸν φεύγοντα πρὸς τῶν κατηγόρων ἐστίν, ᾧ γε μήτε ταύτην μήτ' ἄλλην ἐπήνεγκεν αἰτίαν μηδὲ εἷς, πῶς οὐκ ἂν οὗτος τούτῳ πρὸ τῶν ἄλλων ἀποφεύγοι;

[47]    Πολλῶν δὲ ἐνόντων εἰπεῖν τὸ μὲν ἁπάντων ἀτοπώτατόν ἐστι τὸν ἐν Λυκείῳ διατρίβοντα καὶ πάντα τὸν βίον ἐν τῷ διαλέγεσθαι καὶ ζητεῖν ἀνηλωκότα τῶν ῥητόρων αἰτεῖν γραφάς. ἴστε γὰρ δήπου τοῦθ' ὅτι τῶν τὰ κοινὰ πραττόντων καὶ ἐπὶ τὸ βῆμα ἀνιόντων καὶ γνώμας ἀγορευόντων καὶ ψηφίσματα γραφόντων τούτων ἐστὶ τὸ τοῖς τοιούτοις ἐπιχειρεῖν, οἳ τὸ δύνασθαι βλάπτειν τὸν δῆμον ἐξ αὐτοῦ τούτου τοῦ παρὰ τῷ δήμῳ δύνασθαι λαβόντες ἔχουσιν. εἰ δέ τις ἐν ταῖς παλαίστραις πρὸς τοὺς σοφιστὰς ἤ τινας ἄλλους τῶν ἀεὶ συγγινομένων περὶ τῶν ἀεὶ παραπιπτόντων φιλοσοφεῖ, πῶς ἂν οὗτος οἷός τε εἴη τὴν πολιτείαν μετακινεῖν;

[48]    Τουτὶ μὲν οὖν, ὦ ἄνδρες, τοσοῦτον ὂν ἐῶ, ἐκεῖνο δ' αὐτὸν ἐρήσομαι· Σωκράτης ἐμίσει τὴν δημοκρατίαν, Ἄνυτε, καὶ τύραννον ἡδέως ἂν εἶδεν ἐφεστῶτα τῇ πόλει; τίνα τοῦτον; ἤ, πρὸς Διός, αὑτόν; ῥᾳδίως γ' ἂν ὁ ἄνθρωπος ἐμισθοδότησε δορυφόρους καὶ ξενικὸν συνεστήσατο καὶ πολλοὺς οἰκέτας ὥπλισεν.

[49]    Ἀλλ' αὐτὸς μὲν οὐκ ἐδεῖτο τοῦ σχήματος, ἑτέρους δ' ἐνῆκε. πάλιν τοίνυν ὥσπερ ἠδίκει μὴ πάλαι κρίνων Σωκράτην, ........ εἰ γὰρ ὅσοι τούτῳ συγγεγένηνται διεφθαρμένοι τυγχάνουσι καὶ καταφρονεῖν ἐπαιδεύθησαν τῶν νόμων, τί μαθὼν οὐ πάντας ὑμῖν τούτους παρέδωκε; τί μὴ κατὰ πάντων ἀπενήνοχε γραφάς; οὐ γὰρ δὴ τὸν μὲν παρακαλοῦντα πρὸς τὰ πονηρὰ δίκης ἄξιον νομιστέον, δι' ὧν δὲ τὰ ἔργα ἐπράχθη, τούτοις δὴ δεῖ πρᾴως ἔχειν. οὐδὲ γὰρ ἐν τοῖς φονικοῖς νόμοις οὕτως ὁρῶμεν διῃρημένον, ἀφεῖσθαι μὲν αἰτίας τὸν δράσαντα, ἄγειν δὲ εἰς κρίσιν τὸν αἴτιον, ἀλλὰ τὸν ἀνδροφόνον προσειπὼν τούτῳ τὸν αἴτιον τοῦ φόνου προσέθηκε μιαρώτερον ἡγούμενος τὸν πράξαντα τοῦ πεπεικότος.

[50] ἀλλὰ νῦν ὁ μὲν πείθων ἀνελεῖν τοὺς νόμους Σωκράτης κρίνεται, τῶν δὲ ἐπιθησομένων τῇ τούτων καταλύσει λόγον οὐδεὶς ἀπαιτεῖται. καίτοι τὸν φάσκοντα τῶν νόμων φροντίζειν διὰ πάντων τῶν ‹τῇ› δημοκρατίᾳ δυσμενῶν χωρεῖν προσῆκεν, ἀλλ' οὐ τοὺς μὲν ὑπερπηδᾶν, ἑνὶ δὲ πολεμεῖν μόνῳ. δῆλον γὰρ ὅτι καὶ Σωκράτους ἀποθανόντος οἵ γε ὑπὸ τούτου διεφθαρμένοι κακοὶ περὶ ὑμᾶς ἔσονται. τίς ἂν οὖν ἰατρὸν ἀποδέξαιτο παντὶ μὲν ὀφείλοντα βοηθῆσαι τῷ σώματι, τηροῦντα δὲ ἐν τῷ πλείονι τὸ νόσημα;

[51] εἰ μὲν οὖν Σωκράτην ᾔδει μὲν πονηρὸν Ἄνυτος οὑτοσί, πονηρῶν δὲ αὖ οὐκ ἠπίστατο διδάσκαλον, καλῶς ἂν ἐπὶ μόνον ᾔει· νῦν δὲ τῆς νεότητος ὑμῖν, ὡς ὅδε φησί, διεφθαρμένης καὶ ποθούσης ἑτέραν πολιτείαν διὰ τοὺς τούτου λόγους κοινὴν ἔδει δήπου καὶ τὴν κατηγορίαν εἶναι. τοῦτο γὰρ ἂν ἦν θαρρεῖν ὑμῖν τελέως παρέχοντος, ἀλλ' οὐ ποιοῦντος τοὺς μαθητὰς χαλεπωτέρους τῷ τοῦ διδασκάλου θανάτῳ.

[52]    Πόθεν οὖν Σωκράτης κρίνεται μόνος; ἐνεθυμήθη πρὸς αὑτὸν ὁ κατήγορος, ὅτι τοῖς μὲν πράγμασι καὶ ταῖς ἀληθείαις οὔτ' ἂν τοῦτον οὔτ' ἂν ἄλλον οὐδένα τῶν τούτῳ πεπλησιακότων ἕλοι, τὰ δ' ὄντα αὑτῷ κατὰ Σωκράτους οὐκ ἂν ὑπάρχοι κατὰ τῶν ἄλλων. ταῦτα δ' ἐστὶ τί; σοφιστὴς καλεῖται. πολλοῖς προσκέκρουκε. κεκωμῴδηται. τῶν εἰσφερόντων οὐκ ἔστιν. ἀλλ' οὐκ ἐπὶ τοὺς νέους ταῦτ' ἂν εἶχεν ἐφόδια. καθ' ὧν οὐκ ἐρρύησαν διαβολαί, τούτους ἔδεισεν ἐν δικασταῖς αἰτιάσασθαι, ἐπεὶ καὶ κατὰ τούτου ψευδέσι διαβολαῖς, οὐκ ἐλέγχοις πιστεύων διώκει.

[53]    Σκέψασθε δέ. μισόδημος, φησίν, ἐστὶ καὶ τοὺς συνόντας πείθει τῆς δημοκρατίας καταγελᾶν. τί ποιῶν, Ἄνυτε, πρὸς θεῶν; λόγους συνθεὶς ἀνέγνω τοῖς ἑταίροις κατὰ τῆς δημοκρατίας; ἀλλ' οὐκ ἔγραψε μὲν οὐδὲ ἀνέγνω. εἶπε δὲ ἀπὸ στόματος οὗτος ὡς δεῖ μεθιστάναι τὴν πόλιν; ἤκουσέ τις αὐτοῦ λέγοντος μικρὰν μὲν γεγονέναι τὴν πόλιν νόμοις διοικουμένην, εἶναι δ' ἂν μεγάλην, εἰ τυράννων ἐξουσίαις ἤγετο; ποῖον Λύκειον τοιούτους ἐδέξατο λόγους; ποία παλαίστρα; ποῖον ἐργαστήριον;

[54] καίτοι τί τὸ κωλύον ἦν ἐπὶ μοναρχίαν προτρέπειν ἀποκεκαλυμμένως καὶ μηδὲν παραλιπεῖν ‹εἰπεῖν› ὧν εἰκὸς τὸν ἐρῶντα μεταστάσεως; εἰ μὲν γὰρ ὑφεωρᾶτο κίνδυνον ἐκ τῶν λόγων, ὅλως ἂν ἐσίγα ταῦτα δι' ἅπερ νῦν κρίνεται· νομίζων δ' ἐν φίλοις τοῖς ἀκροωμένοις ἐρεῖν, ἧκεν ἂν ἐπὶ γυμνὴν τὴν παραίνεσιν, ἐπῄνεσεν ἂν Πεισίστρατον, ἐθαύμασεν ἂν Ἱππίαν, ἠγάσθη ἂν Ἵππαρχον, ἐκάλεσεν ‹ἂν› εὐδαιμονίαν τῶν Ἀθηνῶν ἐκεῖνον τὸν χρόνον.

[55] οὗτος τῶν συμβουλευόντων ὁ τρόπος διαρρήδην εἰπεῖν ἃ φρονεῖ τις, πάντα φθέγξασθαι λόγον, πᾶν ᾧ μέλλει πείσειν προσαγαγεῖν, ἡσθῆναι πείσαντα, χαλεπῶς ἐνεγκεῖν ἁμαρτόντα. ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι πεποιηκότα Σωκράτην ὁ φάσκων αὐτὸν συμβεβουλευκέναι τοῖς νέοις ζητεῖν ὅπως ἡ πόλις δουλεύσει.

[56] εἰκὸς δ' ἦν, ὦ ἄνδρες, καὶ εἰ σφόδρα τὴν πρώτην ἐδεδοίκει τὸ τῆς συμβουλῆς σαφὲς καὶ διὰ τοῦτο οὕτως ἔλεγεν ἐπικρυπτόμενος, ὥστ' ἄδειαν εἶναι μὴ πείσαντι, χρόνου γε προϊόντος καὶ τοῦ πράγματος τοῖς νέοις οὐκ ἀπαρέσκοντος τολμῆσαι καὶ φανερῶς εἰπεῖν. ἢ νέους μὲν ἐν τῷ δήμῳ λέγοντας οὐδὲ τοῦ θορύβου τὸ μέγεθος ὧν ἐσπουδάκασιν ἀφίστησιν, ἀλλὰ πᾶν ὑπομένουσιν ἐπὶ τῷ τὸ δοκοῦν αὑτοῖς καταστῆσαι κύριον, Σωκράτης δὲ καθ' ἡσυχίαν ἐξὸν τοὺς ἀκροωμένους λαβεῖν ἀντιλέγοντος οὐδενὸς προὐδίδου τὴν ἐπιθυμίαν τὴν αὑτοῦ δίκαιον οὐκ ἔχων λόγον;

[57] τὸ δὲ πάντων μέγιστον, μετέπεσε δὶς ἡμῖν ἤδη τὸ σχῆμα τῆς πολιτείας Σωκράτους ἐπιδημοῦντος καὶ ὄντος Ἀθήνησι, τοῦτο μὲν μετὰ τὴν ἐν Σικελίᾳ συμφοράν, τοῦτο δὲ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ἀτυχίαν. ἔστιν οὖν εἰπεῖν, ὅτι μετέσχεν ἀνὴρ τῆς τῶν τετρακοσίων ὀλιγαρχίας ἢ τῆς τῶν τριάκοντα παρανομίας; τὸν Πείσανδρον ἐμιμήσατο; μετὰ Θηραμένους ἐξήτασται; τῷ Φρυνίχῳ ταὐτὰ ποιῶν ὤφθη;

[58] ἀλλ' οὐκ ἔδειξεν αὑτὸν ἐν μέσῳ, λάθρα δὲ τὸ πρᾶγμα συνέθηκεν ὡς ἄν ‹τις› ὄχλῳ μὲν οὐκ εἰωθὼς χρῆσθαι, τῶν δ' αὐτῶν ἐκείνοις ἐπιθυμῶν; ἑτέρου ταῦτα ἦν τοῦ καὶ τῶν τετρακοσίων ἑνὸς καὶ λόγον ὕστερον ὧν ἔδοξεν ἀδικεῖν δεδωκότος. Σωκράτης δὲ οὔτε φυομένου συνεφήψατο τοῦ πράγματος οὔτε ἀκμάζοντος ἐκοινώνησεν οὔτε πεπραγμένου κέκριται.

[59] οὐ μὴν οὐδὲ τερπόμενός γε ἐφάνη ποτὲ τῇ μεταστάσει καὶ συνευχόμενος τοῖς ἔχουσι τὴν ἀρχήν, ὡς ἄν τις δειλίᾳ μὲν φεύγων τὴν κοινωνίαν, πονηρίᾳ δὲ χαίρων τῷ κακῶς πάσχειν τὸν δῆμον. οὐ τοίνυν οὐδὲ τῶν τριάκοντα ἦν οὔτε συνάρχων οὔτ' ἐπαινέτης, ἀλλ' οὕτως οὐκ ἤρεσκον ἀλλήλοις, ὥσθ' ὁ μὲν κατηγόρει τῶν ὑπ' ἐκείνων πραττομένων, Κριτίας δὲ ὁ μαθητής τε καὶ φίλος σιγῆς ἐτιμᾶτο τῷ διδασκάλῳ. ἔστιν οὖν ὅπως ‹ἂν› ἄνθρωπος τυραννικὸς ἀποῦσαν μὲν κατασκευάζοι τὴν τυραννίδα, παρούσῃ δὲ ἄχθοιτο, καὶ εὔχοιτο μὲν ἂν ἰδεῖν ἄκυρον τῶν πραγμάτων τὸν δῆμον, ὁρῶν δὲ λυποῖτο;

[60] ποῦ τοίνυν ὁ τυραννοδιδάσκαλος; ἐπίδειξον. ἄγων τοὺς νέους ἧκε παρὰ τὸν Δρακοντίδην καὶ Χαρικλέα καὶ Μηλόβιον καὶ τοὺς ἄλλους καὶ παράδειγμα βίου καλλίστου τούτους ἐκέλευσεν ἡγεῖσθαι, καὶ τῶν μὲν ἐδεήθη μεταπέμπεσθαι τοὺς νεανίσκους, τοῖς δὲ παρῄνεσεν εἰς ἐκείνους βλέπειν καὶ σκοπεῖν ὅπως διαδέξονται τὴν τυραννίδα;

[61] καὶ τούτων ἂν ἐπιδείξῃ ‹τι› τήμερον Ἄνυτος, δίκαιός ἐστι κατήγορος ‹καὶ› κήδεται τῆς πόλεως, εἰ καὶ βραδέως. εἰ δ' ἀπὸ μὲν καιρῶν ἱκανῶν δεῖξαι φύσιν τυραννικὴν οὐκ ἂν δύναιτο τὸν ἄνθρωπον ἐλέγχειν, αἰτίας δὲ συναγαγὼν οὐκ οὔσας παροξύνει τοὺς ὀμωμοκότας, μὴ λανθανέτω μετὰ Σωκράτους ἀδικῶν οὓς ἐπιορκεῖν ἀναγκάζει.

[62]    Τί οὖν ἐστι δι' ὃ γράψασθαι τετόλμηκε καὶ οὕτω τεθαρρηκότως τηλικαύτην αἰτίαν ἐπήνεγκεν; Ἡσιόδου, φησίν, [ἔπη] καὶ Θεόγνιδος καὶ Ὁμήρου καὶ τῶν Πινδάρου μελῶν, τοὺς δὲ ποιητὰς τούτους καὶ δόξης καὶ τιμῶν τετυχηκέναι παρά τε τοῖς ἄλλοις καὶ ἡμῖν, τούτων, φησί, τῶν ἀνδρῶν ἐπιλαμβάνεται καὶ τῶν εἰρημένων οὐκ ὀλίγα δείκνυσι πονηρῶς ἔχοντα.

[63] πρᾶγμα ποιῶν, Ἄνυτε, πολλῆς ἐξουσίας, ἐπεὶ καὶ ἐμοὶ καὶ σοὶ καὶ τοῖς πολίταις ἅπασι καὶ τοῖς ξένοις καὶ νέοις καὶ πρεσβυτέροις καὶ τῷ βουλομένῳ δέδοται παρὰ τῶν νόμων κατὰ τὸ παριστάμενον μνησθῆναι τῶν ποιητῶν. ὁ μὲν ἐπῄνεσεν, ὁ δὲ οὐκ ἠβουλήθη. κρίνεται δὲ οὐδέτερος, οὐδ' εἰ τῆς ἀληθείας ἑκάτερος ἀποτυγχάνοι. ὥσπερ γὰρ τοῖς ἄγαλμα θεωμένοις ἔξεστι τοῖς μὲν θαυμάσαι, τοῖς δὲ οὔ, καὶ μέμψασθαί τι τῶν μερῶν, εἰ δὲ βούλοιτό τις, καὶ τὸ πᾶν, οὕτω καὶ περὶ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων οἱ μὲν τὴν ἀμείνω ψῆφον, οἱ δὲ τὴν ἑτέραν φέρουσι. καί, νὴ Δία γε, τὸν αὐτὸν ἂν εὕροις ἃ τήμερον ᾠήθη χρηστὰ μετὰ ταῦτα ὕστερον ἄλλης ἀξιοῦντα δόξης. τὸ γὰρ πολλάκις ἐξετασθὲν μᾶλλον ἔδειξε τῷ βασανίζοντι τὴν φύσιν. κἂν ἄγῃ τις εἰς δικαστήριον δώσοντα δίκην τὸν ἃ πρὶν ἐπῄνεσε ψέγοντα, γέλως ἂν εἴη.

[64]    Ἀλλὰ πῶς δεῖ ποιεῖν; βοηθεῖν λόγῳ τοῖς ἐγκαλουμένοις ἀπ' αὐτῆς τῆς περὶ τῶν ἐπῶν φιλονεικίας καὶ τὸν ἐπιτιμῶντα μωραίνοντα ἐλέγχειν. αὕτη γὰρ ἱκανὴ τοῖς φιλοσοφοῦσι δίκη, τὸ δὲ κρίνειν καὶ τίμημα θάνατον ἐπάγειν ἐπ' ἄλλοις τέτακται. γνοίητε δ' ἂν ἐκείνως μᾶλλον τὴν ἀτοπίαν.

[65] ἠγωνίσατό ποτε Ὁμήρῳ Ἡσίοδος καὶ τοῦτο αὐτὸς Ἡσίοδος ἐν ἐπιγράμματι διδάσκει φιλοτιμούμενος καὶ λέγων νενικηκέναι τὸν Ὅμηρον. οὐκοῦν εἰ μὲν ἁπάσαις Ἡσίοδος ἐνίκα, πάντες δήπου ληρεῖν ἡγοῦντο τὸν Ὅμηρον· εἰ δ' οἱ μὲν τοῦτον ἡγοῦντο βελτίω, παρὰ δὲ τοῖς πλείοσιν εὐδοκίμει τὰ τοῦ Ἡσιόδου, τῶν οὐκ ἐπαινούντων ἑκάτερος ἐτετυχήκει καὶ δῆλον ὡς τοῦ συλλόγου διαλυθέντος οἱ μὲν τούτῳ θέμενοι τὸν Ἡσίοδον ἐκάκιζον, οἱ δὲ ἐκείνῳ τοῦτον. αὐτοῖς γὰρ οὕτω γε ἐβοήθουν ἄν.

[66] εἶπεν οὖν τις τῶν τὰς ἱστορίας συντεθεικότων, ὅτι δίκην τις ἔδωκεν ἐν Χαλκίδι διὰ τὸν Ἡσιόδου ψόγον ἢ τὸν Ὁμήρου; οὐδείς. πῶς οὖν οὐ δεινὸν τοῖς μὲν πάλαι τῶν ποιητῶν αὐτῶν λεγόντων ἀκηκοόσιν ἐξεῖναί τι καὶ ἐπιτιμῆσαι, τῶν δ' ὕστερον τοὺς οὐ χρηστόν ‹τι› παρ' ἐκείνοις ὁρῶντας ἢ σιγᾶν ἢ ἀπολωλέναι;

[67]

Σοφοκλῆς δέ, ὦ πρὸς Διός, καὶ Εὐριπίδης καὶ Αἰσχύλος ἆρά σοι δοκοῦσιν οὐκ ἂν εἰκότως ἐν σοφοῖς ἀριθμεῖσθαι; καὶ τίς οὐκ ἂν συνεύξαιτο τοῖς αὑτοῦ παισὶ τὸ φανῆναι τοῖς Ἕλλησιν ἐν Διονυσίοις; οὐδεὶς οὖν τῶν τεθεαμένων ἀπελθὼν ἐπελάβετο τῶν ἰαμβείων; οἱ δὲ καὶ λεγομένων ἔτι μυρίοι· καὶ μέλει γε αὐτοῖς οὐδέν, εἰ δήξονται τοὺς ποιητάς. ἡ δέ γε κωμῳδία τὸ πλεῖστον τῆς ἡδονῆς ἐκ τοῦ κακῶς λέγειν τὰς τραγῳδίας εἰσφέρεται.

[68] εἶτ' ἂν μὲν Ἀθηναίων τοὺς δοκοῦντας παιδείᾳ διαφέρειν φῇ τις ἐν οἷς ποιοῦσιν ἁμαρτάνειν, ἀνεύθυνος· ἂν δ' Ἀθηναίων τις πρὸς τοὺς πρεσβυτέρους ταὐτὸ τοῦτο ποιῇ, κριθήσεται; καὶ Σωκράτην μὲν ἐξῆν Ἀριστοφάνει κωμῳδεῖν καὶ πᾶς ὁ μετὰ ταῦτα χρόνος ἕξει τὰ σκώμματα, γέγραπται γάρ, καὶ ὁ τὰ γεγραμμένα ἐξαλείψων οὐκ ἔσται· Σωκράτει δὲ οὐ δώσομεν ἐλέγχειν Ὅμηρον ἤ τινα ποιητὴν ἕτερον καὶ ταῦτα οὐ φυλαττομένων βιβλίῳ καὶ γραφῇ τῶν ἐλέγχων; εἰ γὰρ ἐκεῖνα νόμῳ Διονυσίων γεγένηται, καὶ ταῦτα κοινῷ νόμῳ τῶν ἀνθρώπων εἴρηται, καθ' ὃν ποιητῶν καὶ λογογράφων δοκιμαστής ἐστι τῶν ἐντυγχανόντων ἕκαστος.

[69] οὕτως ἐπιλαμβάνεται Πινδάρου Σωκράτης, ὡς σὺ Σωκράτους, μᾶλλον δὲ οὐχ οὕτως. ὁ μὲν γὰρ δικαίως, σὺ δὲ ἀδίκως, καὶ ὁ μὲν βλάπτοντος, σὺ δὲ ὠφελοῦντος, ἀλλὰ τό γε ‹πρᾶγμα› τῆς αὐτῆς ἐξουσίας. πῶς οὖν οὐκ ἄνισον αὐτὸν μὲν ἀξιοῦν ψέγειν τῶν πολιτῶν τοὺς λόγους, τῶν δὲ πολιτῶν μηδενὶ τὰ τῶν ἄλλων ἐπιτρέπειν εἰς ἐξέτασιν ἄγειν, ὥσπερ νόμῳ φύσεως ἠναγκασμένον τοὺς μὲν ἐκ Βοιωτίας ἢ οὐκ οἶδ' ὁπόθεν σοφίᾳ διαφέρειν, τοὺς δὲ τῆς Ἀθηνᾶς τροφίμους ἀμαθίᾳ συνοικεῖν; καίτοι τοὐναντίον ἐδόκει τὸν ἔμπροσθεν χρόνον. σὺ δὲ οὐκ ἐᾷς.

[70] καὶ μὴν εἰ τὸ τῶν ἐπῶν κατηγορεῖν ἕν τι τῶν ἀδικημάτων ‹ἦν›, ἦν ἂν καὶ περὶ τούτου νόμος, ὥσπερ ἀμέλει καὶ περὶ τῶν ἄλλων ἀδικημάτων, οἷον ὁ μέν τις λέγει μὴ δωροδοκεῖν, ὁ δὲ μὴ τύπτειν, ὁ δὲ μὴ λωποδυτεῖν. καὶ τῶν ἄλλων ὅπως ἀπεχώμεθα, γέγραπται τιμωρία καθ' ἑκάστων· ἀλλ' οὐκ ἐὰν ἐπιλαμβάνηταί τις τῶν παλαιῶν ποιητῶν, ἀποθνησκέτω τῶν νόμων οὐδαμοῦ γέγραπται. ἀλλ' οὐδὲ ἐν τοῖς ψηφίσμασιν ἐν οἷς ἐτιμῶντο ταύτην ἔλαβον τὴν δωρεὰν εὐφημεῖν ἅπαντας Ἀθηναίους περὶ τῶν ἐκείνοις γεγραμμένων ἁπάντων. τί τοίνυν ὁ κρινόμενος παραβὰς ἠδίκηκεν, εἰ μήτε ἐν νόμῳ κεκώλυται δεικνύναι τι τῶν Ἡσιόδου βλαβερὸν μήτε ψήφισμα θάνατον ἀπειλεῖ τῷ μή γε πανταχοῦ τὰ βέλτιστα τὸν Πίνδαρον εἰρηκέναι λέγοντι; [71] καίτοι τὼ δύο τούτω ποιητά, τόν τε Ἡσίοδον καὶ τὸν Ὅμηρον λέγω, πρεσβυτέρους εἶναι συμβαίνει τοῦ Σόλωνος. εἴ γ' οὖν ἡγεῖτο δεινὸν ὁ Σόλων εἶναί τινα κατὰ τῶν ἐπῶν ἐξουσίαν τῷ βουλομένῳ, πάντως ἂν ἔθηκε νόμον εἴργοντα τοὺς Ἀθηναίους τῆς βασάνου τῶν ἐπῶν, εἰ δὲ μὴ Σόλων, ἕτερος ἄν, ὡς περὶ τῶν ὀνομάτων Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔδοξεν ἡμῖν μηδένα δοῦλον τοῖς τὸν τύραννον καθελοῦσι ποιεῖν ὁμώνυμον καὶ πειθόμεθα.

[72] πῶς οὖν τῆς αὐτῆς προνοίας οὐκ ἠξίωται τὰ ἔπη; ὅτι τὸ μὲν ὕβριν ἂν εἶχε κατὰ τῶν εὐεργετῶν διὰ τῶν οἰκετῶν, τὸ δὲ τὰ τῶν τυράννων ἂν ἐδίδου τοῖς ποιηταῖς, οὓς τοὺς ἀρχομένους ἐπαινεῖν ἀνάγκη, κἂν ὑπερβάλλωσι πάντας ἀνοίᾳ καὶ κακίᾳ. Σωκράτης δὲ Ὅμηρον οὐκ ᾔδει τύραννον Ἀθηνῶν οὐδὲ Θέογνιν οὐδέ γε, εἰ τυραννοῦντας ἑώρα, κολακεύειν ἂν ὑπέμεινεν, ἀλλ' εἰ πρὸς τὸ τῆς πόλεως ἄρχειν ἐπῆγε, καὶ τυραννούμενος ἂν ἐξήτασε τὰ ποιήματα, καθάπερ τῶν τριάκοντα τὰ ἔργα. σὺ δ' ἐν δημοκρατίᾳ καὶ παρρησίᾳ παλαιοὺς ποιητὰς ἐφίστης τοῖς περὶ τοὺς λόγους διατρίβουσι δεσπότας καὶ τὰ στόματα τοῖς δεξιωτέροις ἐμφράττεις καὶ σιγὴν Ἀθήνησιν εἰσηγῇ.

[73] καὶ Πεισίστρατος μὲν ὁ μάλιστα σπουδάσας περὶ τὴν Ὁμήρου ποίησιν οὐδένα τῶν πολιτῶν ἀπέκτεινε λαβὼν ἔπους ἐπιλαμβανόμενον, εἰκὸς δὲ πολλὰ τοιαῦτα γεγονέναι τῶν Ὁμήρου συλλεγομένων· σὺ δ' ἐν δημοκρατίᾳ ποιεῖς τυραννίδος χαλεπώτερα καὶ ταῦτα ἐπαινῶν τὸν Θησέα τοῦ τῆς ἀρχῆς ἣν εἶχεν ἀποστῆναι. ὃς οὐ διὰ τοῦτο τὴν ἐλευθερίαν τοῦ δήμου πρὸ τῆς ἐξουσίας ἐποιήσατο τῆς αὑτοῦ, ἵνα Ἄνυτος καὶ Μέλητος κωλύωσι διαλέγεσθαι τὸν βουλόμενον Ἀθήνησιν, ἀλλ' ἵνα παντὸς ἀπηλλαγμένοι δέους καὶ τὰς ψυχὰς ἀσκῶμεν μαθήμασι καὶ τὰ σώματα γυμνασίοις.

[74]

καὶ διὰ τοῦτο καλὸν καὶ ἥδιστον αἱ Ἀθῆναι θέαμα καὶ πανταχόθεν δεῦρο φοιτῶσι καὶ ναυσὶ καὶ πεζῇ καὶ οἱ μὲν κατέμειναν, οἱ δὲ μόλις ἀπῆλθον, οὐχ ὅτι τραπέζαις νικῶμεν Σύβαριν οὐδ' ὅτι πυρῶν ἡμῖν εὔφορος ἡ γῆ, τοὐναντίον γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἔξω τικτομένοις τρεφόμεθα, ἀλλ' ὅτι λόγων ἐστὶν ἐργαστήριον ἡ πόλις. ὁ μὲν ἤρετο, ὁ δὲ ἀπεκρίνατο. τῷ μὲν ὑπῆρξε μαθεῖν, ὁ δὲ ἐδίδαξε. τὸν μὲν ἴδοις ἂν ἐπαινοῦντά τι τῶν τοῖς ἔμπροσθεν εἰρημένων, τὸν δὲ αἰτιώμενον, τὸν δὲ δόξαν οὐ καλὴν λύοντα.

[75] ταῦτα ἄξια τῆς ἐν ἀκροπόλει θεοῦ, ταῦτα τῶν ὑπὸ θεῶν πεπαιδευμένων, ταῦτα τοῦ Θησέως, ταῦτα τῆς πολιτείας. ταῦτα ποιεῖ τὴν πόλιν χαριεστέραν τῆς Λακεδαίμονος. διὰ τοῦτο τῶν φοβερῶν ἐν τοῖς ὅπλοις οἱ τὴν σοφίαν τιμῶντες σεμνότεροι. τοῦτο πολὺ τὸ μέσον ἡμῖν πρὸς τοὺς βαρβάρους πεποίηκεν.

[76] ὁ τοίνυν τὴν ἐν τῷ διαλέγεσθαι παρρησίαν ἀναιρῶν οὗτός ἐστιν ὁ τὰ τῆς δημοκρατίας καταλύων ἐπιχώρια καὶ καθάπερ σώματος ἐξορύττων ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ἀποτέμνων. ὃν ἔγωγε ἡδέως ἂν ἐροίμην, εἰ καὶ τῶν δείπνων ἐξαιρεῖ τοὺς εἰωθότας λόγους. οὗτοι δέ εἰσι μνησθῆναι ποιητῶν, τοῦ μὲν ὡς εὖ λεχθέντος ἀγασθῆναι, τὸ δέ τι καὶ ἐπανορθῶσαι.

[77] εἰ μὲν οὖν κἀνταῦθα σιωπᾶν νομοθετεῖ κελεύων ἀφώνους ἐσθίειν καὶ πίνειν, ἀνδραποδώδη ποιεῖ τὰ συμπόσια τῶν ἐλευθέρων τῇ γαστρὶ μετρεῖν ἀναγκάζων τὰς συνουσίας, καὶ τίς ἂν ἔλθοι κληθεὶς ἐπὶ δεῖπνον οὐ μέλλων εὑρήσειν τὴν χρησιμωτέραν ἡδονήν; εἰ δ' ἐκείνων μὲν οὐκ ἀφαιρεῖται τὴν περὶ ταῦτα ἐξουσίαν, τὰς παλαίστρας δὲ τῶν λόγων ἀποστερεῖ, μᾶλλον δὲ εἰ τοῖς μὲν ἄλλοις πανταχοῦ δίδωσι λέγειν, Σωκράτει δὲ οὐδαμοῦ, πεισάτω τοὺς δικάζοντας ὑμᾶς ὅτι τὸ ἄνισον τοῦτο τῶν δικαίων ἐστί.

[78] καὶ τί δεῖ λέγειν τοὺς ποιητάς; ἀλλὰ τοῦ Διὸς οὐχ ὕοντος καὶ πάλιν ἔξω τοῦ μετρίου βοῶμεν ὡς ἀδικούμενοι καὶ τί ποιῶν δίκαιος ἂν ἦν περὶ τὴν γῆν λέγομεν. καὶ ταύτας τὰς κατηγορίας οὐκ ἠγνόει Θέογνις ὁ Μεγαρεύς. εἶτ' ἐνιαυτοῦ μὲν καὶ ὡρῶν καὶ αὐτοῦ γε τοῦ Διὸς ἐπιλαμβανόμεθα καὶ οὐδεὶς ἐπιφέρει γραφήν· ἂν δέ τις ὅτι τὸν Πίνδαρον ἐξέφυγέ τι τῶν σεσιγῆσθαι βελτιόνων εἴπῃ πρὸς νέους ἢ πρεσβυτέρους, τοῦτον εὐθὺς ἐπὶ κώνειον ἄγεσθαι δίκαιον, ὁ δὲ μὴ καταψηφιζόμενος ἀπολλύει τὴν πόλιν;

[79] καὶ τίς ἂν εὖ φρονῶν φήσειε; καὶ γὰρ εἰ καὶ σφόδρα παρὰ τῶν προγόνων τῶν ἡμετέρων τετίμηνται, μισθὸς τοῦτό γέ ἐστι τῶν εἰς τὴν πόλιν ἐπαίνων βραχέων δή τινων ὄντων, οὐ τοῦ πάντα τοῖς ποιηταῖς ὑγιῶς εἰρῆσθαι τεκμήριον ἀλλ' ὅτι ὁ μὲν Μενεσθέως ὡς δεινοῦ τάττειν στρατιώτας ἐμνήσθη, τῷ δ' ὅτι τῆς Ἑλλάδος ἡ πόλις ἔρεισμα προσερρήθη, λόγους ἔργοις ἀμειβόμενοι καὶ διὰ τὴν ἔμφυτον μεγαλοψυχίαν ὧν ἐν ταῖς πράξεσι τὴν μαρτυρίαν εἶχον, τούτων τοῖς ἐπαινοῦσιν ἀξιοῦντες εἰδέναι χάριν ἐκόσμουν ἐν τῷ μέρει καὶ αὐτοὶ τοὺς ποιητὰς οὐ δούλην ποιοῦντες τὴν πόλιν οὐδ' ὁμολογοῦντες πρὸς αὐτούς, ὡς ἂν ὕστερον Σωκράτης μὴ πάντα ἐπαινῇ τἀκείνων, ἀποθανεῖται. κωλύει δ' οὐδέν, ὦ Ἀθηναῖοι, τοὺς αὐτοὺς καὶ τὰ ὄντα περὶ τῆς πόλεως ὑμνηκέναι καὶ συμβούλους οὐ πάντα ἀγαθοὺς γεγονέναι.

[80]    Ὁ αὐτὸς τοίνυν ἔστι μοι λόγος καὶ περὶ τοῦ μέμφεσθαι, φησίν, αὐτὸν τῶν ἐθῶν τισι τῶν παρ' ἡμῖν. εἰ μὲν γὰρ ὅλως Σωκράτης κατὰ τῆς πόλεως διεξέρχεται λόγους καὶ πείθει λυσιτελεστέραν εἶναι τὴν ἀντὶ τῶν νόμων ἑνὸς ἄφρονος βουλήσει διοικουμένην, ἐν ᾗ δορυφόρων ἀσέλγεια καὶ περὶ γάμους ὕβρις καὶ χρημάτων ἁρπαγαὶ καὶ παρθένοι παροινούμεναι καὶ παῖδες ἀδικούμενοι καὶ φυγαὶ καὶ φόνοι καὶ οἰμωγαὶ καὶ δακρύων συνέχεια, εἰ τούτων ἐρᾷ καὶ ταῦτα παιδεύει, θαυμάζω εἰ ‹τὸν› πολύν, ὦ ἄνδρες, βεβίωκε χρόνον πάλαι θάνατον ὀφείλων Ἀθηναίοις· εἰ δὲ δημοκρατεῖσθαι μὲν ὑμᾶς βούλοιτ' ἄν, ἔστι δὲ ἃ τῶν ἐθῶν οὐ καλῶς ἔχειν ἡγεῖται καὶ λέγει, κατὰ τοὺς τῆς δημοκρατίας, ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο νόμους ποιεῖ.

[81] τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὡς τὸ τοὺς βλάπτοντας νόμους λύειν ἐξ αὐτῶν ἐστὶ δεδομένον τῶν νόμων; ὁ μὲν γὰρ θεὶς ἡγησάμενος συμφέρειν ἔγραψεν, ὁ δ' εὑρὼν οὐ τοιοῦτον ἔλυσεν αὐτοῦ καλοῦντος ἐφ' ἑαυτὸν τοῦ νόμου. εἰ γὰρ μὴ λυσιτελῶ τοῖς χρωμένοις ἐφ' ὅπερ ἐγράφην μηδὲ τοῖς ἔργοις βεβαιῶ τὴν ὑπόσχεσιν, κίνει τὰ γράμματα, κατηγόρει, μηδὲν ὑποστέλλου.

[82] καὶ ταύτην τὴν ἴασιν, ὦ Ἀθηναῖοι, χρόνον οὐδένα διαλελοίπαμεν τῇ πολιτείᾳ προσάγοντες νέους ἀντὶ τῶν παλαιῶν τιθέμενοι νόμους. ἐντεῦθεν τὸν μὲν ἀνείλομεν, τὸν δὲ ἐγράψαμεν. καὶ τὸ πρεσβύτερον ὑπεχώρησε τῷ κρείττονι. πόσους Δράκοντος, πόσους Σόλωνος, πόσους λελύκαμεν Κλεισθένους; τὸ γὰρ χρησιμώτερον ἀντὶ τοῦ φαυλοτέρου κρατεῖ καὶ τὴν ἐκείνου χώραν λαβὸν ἀντ' ἐκείνου καθίσταται κύριον.

[83] εἶπον δ' ἂν ὑμῖν καὶ ἀπηριθμησάμην τούς τε κατεγνωσμένους καὶ τοὺς ἀντ' ἐκείνων γραφέντας, εἰ μὴ μαρτύριον ἦν ἱκανὸν ἡ ἐξ Ἀρείου πάγου βουλὴ οὐχ ἅπαντα νῦν ἃ πρότερον ἔχουσα. καὶ οὐδὲν ἀντιλέγει νομίζουσα δεῖν εἴκειν τοῖς νεωτέροις νόμοις οὖσί γε ἀμείνοσιν. εἰ ‹δὲ› περὶ ὧν ἔξεστιν εἰπεῖν ἐν τῷ δήμῳ καὶ καθ' ὧν ὑπάρχει δικαστηρίῳ χρήσασθαι κατηγοροῦντα τὰς ψήφους τ' ἔνι λαβεῖν, εἰ τούτων μνησθείη τις ἐπὶ τῶν ἐργαστηρίων ἠκριβῶσθαι τὴν πολιτείαν εὐχόμενος, οὗτος ἄχθεται τῷ τὸν δῆμον κρατεῖν;

[84]    Εἰ μὲν οὖν, ὦ ἄνδρες, τὸ μὲν ἐξὸν πεποιῆσθαι τοὺς τοιούτους τῶν λόγων ὑπῆρχε Σωκράτει, βλάβη δέ τις ἐφαίνετο διὰ τῆς ἐξουσίας, πρῶτος ἂν αὐτοῦ κατεψηφιζόμην ἐγώ, καίτοι τὸ τῆς ἐξουσίας μέρος ἤδη τινὰς ἀγωνιζομένους σέσωκεν, ἀλλ' οὐ Σωκράτει γε ἡ τοιαύτη πρέπουσα σωτηρία. πῶς οὖν ἀπολογεῖσθαι καλὸν ὑπὲρ ἀνδρός, ὥς γε ἐμαυτὸν πείθω, φιλοῦντος τὴν πόλιν;

[85]    Σωκράτης, ἐρῶ δὲ τἀληθές, νὴ τὸν Ἀπόλλω τὸν Πύθιον, πολλαχοῦ μὲν μέμνηται τῶν ποιητῶν, οὐκ ἀεὶ δὲ μετὰ ψόγου. ἀλλ' οὗ μὲν τὸν ἀκούοντα ποιοῦσι βελτίω, καὶ σοφοὺς καὶ γενναίους καὶ θείους καὶ τὰ τοιαῦτα καλεῖ· ζημιοῦντας δὲ ὅταν ἴδῃ καὶ τὸν πειθόμενον εἰς μέγιστον ἄγοντας κακόν, ἐναντιοῦται καὶ δείκνυσι τὸν κρημνὸν οὐκ ἐῶν νέων ψυχὰς εἰς ὄλεθρον ἐμπεσούσας φέρεσθαι.

[86] ἐν δὴ τοῖς ἐλέγχοις τούτοις ἔρχεταί τινα καὶ τοιαύτην ὁδόν, ἣν ἁρπάσας Ἄνυτος συκοφαντεῖ. ἐρωτᾷ τὸν συνόντα, εἰ μὴ σοφὸς Ἡσίοδος. ἀνάγκη τὸν ὑπὸ τῆς φήμης κατειλημμένον ὁμολογεῖν. τί δ'; οὐχ οὗτος ἔργον πᾶν ἐπαινεῖ φάσκων οὐδὲν ἔργον ὄνειδος εἶναι; τοῦτο δεύτερον ἐρομένου Σωκράτους οὐκ ἔστιν ἄρνησις. οὐκοῦν ὁ τοῖχον διορύττων καὶ τάφον ἔχει μάρτυρα σοφὸν ἄνδρα, τὸν Ἡσίοδον, τοῦ μηδὲν ἀδικεῖν. ἐνταῦθα ἀνάγκη τὸν μὲν ἐρωτώμενον ἀπορεῖν, τοὺς δὲ παρόντας γελᾶν, οὐδένα δὲ ἀπὸ τῶν λόγων ἐπὶ τὰ πονηρὰ κέρδη τρέχειν, ἀλλὰ πᾶν τοὐναντίον. ἐξεληλεγμένου γὰρ τοῦ ποιητοῦ καὶ γέλωτα ὀφείλοντος ἴσασιν ὡς οὐ πᾶσιν ἐγχειρητέον ἔργοις ἑξῆς.

[87]    Οὕτω καὶ περὶ Πινδάρου διαλέγεται δεδοικὼς αὐτοῦ τὴν διδαχὴν καὶ φοβούμενος μή τις τῶν νέων ἀκούσας ὡς ὑπερτάτῃ χειρὶ βιάζεται τὸ δίκαιον ἀμελήσας τῶν νόμων ἀσκῇ τὼ χεῖρε. καὶ τοῦτο οὕτως εἰκότως ὑφορᾶται Σωκράτης, ὡς ὁ σοφώτατος Ἄνυτος ἐτόλμησε μεταγράψαι τὸ τοῦ ποιητοῦ καθάπερ ἐν Σκύθαις διαλεγομένου καὶ οὐκ εἰσομένοις ἀνθρώποις, τί μὲν Ἀνύτου, τί δὲ Πινδάρου. ἀλλὰ τοῦτο μὲν καλῶς ἐποίησε κακουργῶν. ἐν γὰρ τῷ μεταθεῖναι τὸ τοῦ ποιητοῦ κατηγόρηκε τοῦ Πινδάρου καὶ τὸν Σωκράτην ἐπῄνεσεν.

[88]    Ἔτι τοίνυν σκέψασθε, πότερον Θέογνις ὀρθῶς φρονεῖ νομίζων πάντα δεῖν ποιεῖν ὑπὲρ χρημάτων ὡς τῆς πενίας σιγᾶν ἀναγκαζούσης ἢ οὗτος οἰόμενος τὸν ἐν πενίᾳ πολλάκις γ' ἂν τῶν εὐπορούντων ἄμεινον εἰπεῖν δύνασθαι. καὶ ἤρκει μὲν ‹ἂν› αὐτὰ τὰ παρὰ τοῦ διώκοντος εἰς τὴν ἀπολογίαν ἡμῖν, ὁ Λάμπρος, ὁ Φειδίας, ὁ μὲν ἐν τῷ περὶ τῶν ἀγαλμάτων λόγῳ νικῶν ἂν Ἰσχόμαχον, ὁ δ' Ἱππόνικον ἐν τῷ περὶ μουσικῆς· εἰ δὲ δεῖ τι προσθεῖναι, τίς οὐκ οἶδεν ὡς ἐν ταῖς ἐκκλησίαις πολλοὶ μὲν τῶν τὰς οὐσίας κεκτημένων ἀποροῦντες γνώμης ἄφωνοι κάθηνται, πολλοὶ δὲ τῶν καταδεῶν ἃ συνοίσει λέγουσι; πάλιν τοίνυν ὑφ' ἑκατέρων γνωμῶν λεγομένων οἷς τε μεγάλοι πλοῦτοι καὶ παρ' οἷς μικρὸν ἀργύριον οἱ μὲν ἔδοξαν οὐκ εὖ φρονεῖν, οἱ δὲ τὰ ἄριστα παραινεῖν. ὀρθῶς οὖν ὑπολαμβάνει Σωκράτης τῶν πεπαιδευμένων, ἀλλ' οὐ τῶν εὐπορούντων τὸ δύνασθαι λέγειν ἡγούμενος.

[89] καὶ μὴν Ἀθηναίων γε πλουτοῦσι μὲν οὐ πολλοί, συχνοὶ δὲ οἱ πενόμενοι. κατὰ μὲν οὖν Σωκράτην ἔστιν ὑμῶν τοῖς πολλοῖς λέγειν, κατὰ δὲ Θέογνιν ἄτιμον τοῦ δήμου τὸ πλέον. πότερον οὖν βελτίων, ὦ Ἀθηναῖοι, σύμβουλος καὶ πόλει καὶ ἰδιώταις ὅστις ἐκμαίνει περὶ χρημάτων ἐπιθυμίαν καὶ πείθει καλοὺς ἡγεῖσθαι τοὺς ὑπὲρ τούτων πόνους καὶ κινδύνους καὶ τολμήματα καὶ θανάτους ἢ ὅστις ἐπὶ τὴν φρόνησιν μᾶλλον ἢ τὸν πλοῦτον παρακαλεῖ;

[90] τοῦτο τοίνυν παρ' ὑμῶν καὶ τοῦ τῆς πόλεως ἤθους ἐπαιδεύετο Σωκράτης καὶ ἢ μεθ' ὑμῶν ἡμάρτανεν ἢ μεθ' ὑμῶν ἀφεῖται τῆς αἰτίας. ὑμῖν γὰρ ἐξῆν, ὦ Ἀθηναῖοι, κοινωνῆσαι βασιλεῖ τῶν πολλῶν καὶ μεγάλων χρημάτων καὶ μερίτας γενέσθαι τῆς οὔσης εὐδαιμονίας αὐτῷ, ὅτε τῇ μεγάλῃ ναυμαχίᾳ πληγεὶς ‹τῇ› περὶ τὴν νῆσον ταύτην τὴν πλησίον τὰς ἀπὸ τῶν ὁπλισμῶν ἐλπίδας προέμενος ἐπὶ τὸ διὰ πλούτου κτᾶσθαι τὴν πόλιν ἤρχετο καὶ πέμπων ἐπηγγέλλετο τάλαντα ἀμύθητα χωρὶς τῆς εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον εὐνοίας. ἀλλ' οὐκ ἀνεμνήσθησαν οἱ τῆς γῆς ἐκβεβλημένοι καὶ τὰς τριήρεις οἰκοῦντες τῶν Θεόγνιδος ἐπῶν οὐδὲ ἔλαβον, δίκην μὲν οὖν ἔλαβον παρὰ τοῦ τολμήσαντος εἰπεῖν ὡς δεῖ λαβεῖν. καίτοι τῶν γε ταλάντων ἐκείνων οὔτε πλοῦς οὔτ' ἄλλη τις ἡγεῖτο ταλαιπωρία. ἀλλ' οὐκ ἠνείχοντο πλουτεῖν μετὰ τῆς θητείας, ἣν ἀναγκαῖον ἦν εἰσελθεῖν εἰς τὴν πόλιν ὑπὸ τῷ Μήδῳ γεγενημένην.

[91] τί οὖν; ᾔδει Σωκράτης συμβαίνων τῷ τρόπῳ τῆς πόλεως, ὡς ὁ Θέογνις οὐκ ἀσφαλῆ ταῖς πόλεσι ταῦτα εἰσηγεῖται. εἰ γὰρ [ὡς] οἱ νῦν παρ' ὑμῖν λέγοντες καὶ πολιτευόμενοι μετ' ἀχρηματίας ἐπὶ τὰς ἐμπορίας τραπόμενοι τὸ βῆμα τοῖς πλουσίοις μέν, ἥκιστα δὲ τὸ δέον εὑρίσκουσιν ἀφεῖσαν, ἐνθυμεῖσθε ποῖ ποτ' ἂν ἀφῖκτο τῇ πόλει τὰ πράγματα.

[92]    Ἵνα τοίνυν ὅτι τὰ χρησιμώτατα τῷ δήμῳ ποιοῦντος ἐν ταῖς συνουσίαις Σωκράτους οἵδε συκοφαντοῦσιν ἔτι σαφέστερον μάθητε, σεσιγῆσθαι μὲν ἐκείνῳ τἄλλα θῶμεν, λεγέσθω δὲ παρ' ἐμοῦ νῦν πρὸς τοὺς ὑμετέρους παῖδας, βλαβερὰ δὲ Ἄνυτος αὐτὰ δεικνύτω κἂν ὑμῶν ἕνα τοῦτο πεῖσαι δυνηθῇ, τὴν αὐτὴν καὶ παρ' ἐμοῦ λαμβάνετε δίκην.

[93]    Οὐκ ὀρθῶς, ὦ νέοι, πεποίηκεν Ὅμηρος ἐν Ἰλιάδι τοὺς μὲν τοῦ δήμου τυπτομένους ὑπ' Ὀδυσσέως, ὅτ' ἀποπλεῖν ὥρμηντο, τοὺς δ' ἐν τέλει λόγοις κατεχομένους καὶ τούτοις ἡμέροις. οὐ γὰρ ταῖς τύχαις ἔδει τὸ δίκαιον ὁρίζειν, ἀλλ' εἰ μὲν ἀδίκημα ἦν πληγῶν δεόμενον τὸ καθέλκειν τὰς ναῦς, πάντας ἐχρῆν τύπτεσθαι· εἰ δ' ἁμάρτημα μέμψεως ἄξιον, οὐ τοὺς μὲν ἐπιτιμᾶσθαι, τοὺς δὲ τύπτεσθαι χρῆν, ἀλλ' ἀρκεῖν ἐφ' ἑκατέρων τὸν λόγον. οὐ γὰρ δὴ βελτίους τὴν φύσιν τούς γε ἐν ἀξιώμασι τῶν πολλῶν κρίνων διὰ τὴν ἐν τοῖς τρόποις ἀρετὴν οὕτω διῄρει τὸ δίκαιον. ἔστι γὰρ καὶ εἰς δῆμον τελοῦντα εἶναι χρηστὸν καὶ τῶν ἄλλων ὑπερέχοντα τύχῃ γέμειν κακίας.

[94] ὅ γέ τοι τὴν Κασάνδραν ἐν ὀφθαλμοῖς αἰσχύνας τῆς Ἀθηνᾶς καὶ τῶν μεγίστων συμφορῶν αἴτιος τῇ στρατιᾷ καταστὰς οὐ τῶν ἐκ δήμου τις ἦν, ἀλλὰ τῶν στρατηγούντων. εἰ μὲν οὖν Ὀδυσσεὺς ἠγνόει τοῦθ' οὕτως ἔχον, οὐκ ἦν σοφός· πῶς οὖν ἐπαινεῖται; εἰ δ' ὁ μὲν οὐδένα ἔτυπτεν, ὁ δὲ ποιητὴς ἔφησεν, ἀδικεῖται μὲν Ὀδυσσεύς, βλάπτονται δὲ οἱ λοιποί.

[95] μή μοι μηδὲ τὰς ἀδίκους Αὐτολύκου κλοπὰς μηδὲ τὰς ἐπιορκίας Ἑρμοῦ δῶρα ἡγεῖσθε μηδὲ μισθὸν τῶν πολλῶν καὶ κεχαρισμένων θυσιῶν. ὧν γὰρ εἰώθασι δίκην ἀπαιτεῖν οἱ θεοί, πῶς ἂν ταῦτα ἐν ἀμοιβῆς μέρει τοῖς ἀνθρώποις διδοῖεν;

[96]    Τί φῄς, Ἄνυτε; χείρους ἐγὼ πεποίηκα νυνὶ τοὺς ἀκούσαντας τῶν λόγων; οὐκ ἔστιν, οὐκοῦν οὐδὲ Σωκράτης, ἀλλὰ μᾶλλον ἀμείνους οὐκ ἐῶν πάντα ἐφεξῆς Ὁμήρῳ πιστεύειν. οὐκ ἂν οὖν δίκαιος εἴην δοῦναι δίκην, οὐκοῦν οὐδὲ Σωκράτης, ὅστις οὐ ποιητὴς αὐτὸς ὢν οὐδὲ φθονῶν ἐκείνοις τῆς δόξης εἰς τὸ δεικνύειν ἐν οἷς βλάπτουσι τοὺς ἀκούοντας ἧκεν, ἀλλὰ τῶν περιπεσουμένων ὅπως μὴ διαφθαρεῖεν προνοῶν ἀφαιρῶν τὴν δόξαν ἣν ὡς περὶ σοφῶν εἶχον ὡς οὐκ ἂν δυναμένων σοφούς τε νομίζειν ὁμοῦ καὶ μὴ πιστεύειν αὐτοῖς.

[97]    Ἀλλ' Ἄνυτος ὥσπερ τῆς φύσεως ἐπὶ τἀναντία πορευσομένης, εἴ τις Ἀθηναίων φρονιμώτερος ἀναφανείη τῶν ἑτέρωθι γεγενημένων ἀνδρῶν, ἀγανακτεῖ καὶ κελεύει παραδοῦναι τοῖς ἕνδεκα δέον σωτῆρα τῶν νέων νομίζειν ἐν τοῖς περὶ τῶν ποιητῶν λόγοις. ἰδοὺ γάρ σε πάλιν ἐρωτῶ· πρὸς τίνα ἀνθρώπων τὰς παρ' Ὀδυσσέως κατὰ τοῦ δήμου πληγὰς ἐπαινέσας ἐπέθηκε· καὶ σὺ τοίνυν τῶν μὲν μέγα δυναμένων καὶ λαμπρῶν ἀπέχου, τοὺς δὲ πενεστέρους ἔλαυνε; τίνα δὴ τῶν οὐ τοῦτο πεποιηκότων ὡς ἀπειθοῦντα τῆς πρὸς ἑαυτὸν συνουσίας ἀπέκλεισεν;

[98]    Εἰ δὲ λέγεις· αὑτὸν μὲν ἀξιόπιστον οὐκ ἐνόμιζεν ἔσεσθαι, τῇ δὲ δόξῃ τῶν ποιητῶν ἐπὶ τὸ πείθειν ἐχρῆτο, τὸ μὲν ὡς ἐναντία σαυτῷ λέγεις παρίημι τοτὲ μὲν ὡς κατηγοροῦντα, τοτὲ δὲ ὡς ἐπαινοῦντα τοὺς αὐτοὺς διαβάλλων, πολὺ δέ σοι τούτου λόγον ἰσχυρότερον ἀντιθήσω.

[99] φέρε γάρ, ἐπὶ τίνα τῶν θεῶν ἐν τοῖς ἀδήλοις καταφεύγομεν καὶ παρὰ τοῦ τἀληθὲς ὑπὲρ ἑκάστου μανθάνομεν; οὐκ ἐπὶ τὸν τὰ μέσα τῆς γῆς ἐπὶ μαντείαις κατέχοντα, τὸν Ἀπόλλω τὸν Πύθιον, οὗ τοῖς χρησμοῖς ἀκολουθοῦντες τὰ μέγιστα τῶν ἔργων ἐπράξαμεν;

[100] οὗτος τοίνυν ὁ τῇ πόλει πατρῷος ἅπαντας τοὺς ἄλλους ὑπερβὰς τὸν νυνὶ κρινόμενον ἀνεῖπε σοφώτατον, οὐ τὴν ὑπὸ τῶν πολλῶν θαυμαζομένην, πολλοὺς γὰρ πρὸ τοῦδε ταύτην προσεῖπεν, ἀλλ' ἧς ἐστι τὸ περὶ τὴν ἀλήθειαν καὶ τὴν ταύτης ζήτησιν διατρίβειν. καὶ γέγονεν ἀπ' ἐκείνης τῆς ἡμέρας [ὁ Σωκράτης] ζηλωτός, ὡς οὐχ ἕτερος, μεῖζον μὲν οὐ φρονήσας ἢ πρόσθεν οὐδὲ φυσηθεὶς ὑπὸ τῆς μαρτυρίας, τῶν δ' αὖ φθονούντων εἰκόντων αὐτῷ τῆς ἐφ' ἑκάστου γνώσεως.

[101] ἐν οὖν τοῖς πρὸς τοὺς νέους λόγοις τί ἂν ἔδει Πινδάρου καὶ Σιμωνίδου καὶ ποιητῶν μετὰ τὰς ἐκ Δελφῶν φωνάς; ὥσπερ ἄν τις ἔχων μάρτυρας τοὺς δικαστὰς τοῦτ' ἀφεὶς ἀνθρώπῳ καπήλῳ προσέχειν ἀξιοίη πᾶν ἀργυρίου ποιήσοντι. ἐνῆν τοίνυν τῷ Σωκράτει παρακαλοῦντι πρὸς τὰ χείρω τοῖς οὐκ ἐνδιδοῦσι λέγειν, ὅτι ταῦθ' ὑμῖν νομίζετε τὴν Πυθίαν παραινεῖν, ταῦτα τὸν ὑπὸ τῷ Παρνασσῷ μαντευόμενον θεόν. ἐκεῖνός με κέκληκε σοφώτατον. εἰς ἐκεῖνον, ἄν τις ἀντιτείνῃ, πλημμελεῖ. τούτων οὐδεὶς οὐδένα ἀκήκοε τῶν λόγων οὐδὲ τολμήσει Ἄνυτος καὶ τοῦτο ψεύσασθαι καίτοι κατατολμῶν τῶν μεγίστην δόξαν ἐχόντων ἐπὶ σοφίᾳ. τῷ τοίνυν ἐνταῦθα δόξης ἑστηκότι τί περιόδων ἔδει μέγιστον ἐφόδιον εἰς πειθὼ τὴν ἐπὶ σοφίᾳ φήμην ἔχοντι;

[102] νέοι δὲ πατέρων τε πρότερον ἄγοντες ἐκεῖνον, ὡς λέγεις, καὶ πρεσβυτέρων ἀδελφῶν ὑπερορῶντες καὶ καθάπερ ὑπὸ γόητος ἑλκόμενοι τοῦ Σωκράτους τί πλέον ἂν ἐζήτησαν τοῦ νεῦσαι τὸν ἄνθρωπον; οὔτ' οὖν οὗτος ἂν ἔχρῃζε τῶν ποιητῶν εἰς τὸ πείθειν γονεῖς τε ὑβριζόμενοι καὶ ἀδελφοὶ καταφρονούμενοι πάντως ἂν ἤλγησαν καὶ παρωξύνθησαν καὶ πρὸς δικαστήριον ἧκον καὶ τοὺς μὲν αὑτῶν ἠνάγκασαν σωφρονεῖν, τὸν δὲ ἔπαυσαν ἀπολλύντα τοὺς νέους.

[103] τίς οὖν πατὴρ ἀπεκήρυξε τὸν αὑτοῦ φάσκων πονηρὸν διὰ Σωκράτην γεγονέναι; τίς οἴκοι καθεῖρξε τὸν υἱόν, ὅπως μηκέτ' ἀκούοι τῶν διαφθειρόντων ῥημάτων; οὐδείς. ᾔδεσαν γὰρ τά τε ἄλλα ἃ πρὸς ὑμᾶς νῦν διῆλθον καὶ περὶ τῶν λοιπῶν ἃ δίειμι, τοῦ τε κλέπτειν καὶ τῆς ἱεροσυλίας καὶ τῆς ἀπάτης. ταυτὶ γὰρ οὐκ εἰσάπαξ ἡγεῖτο δεινὰ καὶ τοῖς νόμοις ἐναντία· γίγνεσθαι γὰρ αὐτοῖς παρὰ τῶν πολέμων τὸν καιρόν. καὶ στρατηγὸς ἀμείνων ὁ κλέπτων τοῦ δεδιότος μὴ διὰ κλοπῆς νικήσῃ. κἂν ἀπάτην ὥσπερ μηχανὴν προσαγάγῃς τοῖς ἐχθροῖς, ἔννομα δέδρακας.

[104] Οὕτως ὁ Θεμιστοκλῆς ἐκεῖνος δυοῖν ἀπάταιν τῇ μὲν ἐτείχισε τὴν πόλιν, τῇ δ' ἔσωσε τὴν Ἑλλάδα. καὶ μὴν καὶ τοὺς ἰατροὺς ὁρῶμεν τὰς τῶν καμνόντων ἐπιθυμίας ἀπάταις ἀναβάλλοντας. ἤδη δέ που καὶ πρὸς ὑγιαίνοντας τοῦτο ποιοῦμεν, ὅταν ᾖ κρεῖττον τοῦ τἀληθὲς ἀκοῦσαι τὸ παρακρουσθῆναι.

[105] τί οὖν ἠδίκει Σωκράτης ἢ Μέλανθος ὡς ἐνίκησε λέγων, ἔστω γάρ τοι καὶ ψεῦδος ἐν μάχαις, δέχεται γὰρ ὁ περὶ τῆς ψυχῆς ἀγὼν τὸ κλέμμα, ἢ τὸν Ὀδυσσέα φάσκων ἐπὶ τῇ τοῦ Παλλαδίου τιμηθῆναι κλοπῇ; τὰ γὰρ τῶν Τρώων ἔκλεπτε τῶν τὰ τιμιώτατα τοῦ Μενελάου κεκλοφότων προτέρων.

[106] ἀλλ' οἴεσθε Σωκράτην, εἰ κατὰ τῶν πολιτῶν καὶ φίλων παρεκάλει τοὺς νέους, ἐχθρῶν ἂν εἰς ἐχθροὺς ἔργα παρενεγκεῖν νόμῳ πολέμου συνερρωγότων, ὥσπερ οὐχ ἥξοντος αὐτῷ παρὰ τῶν ἀκουόντων ὅτι τῆς συμβουλῆς ἀπᾴδει τὰ παραδείγματα; ἀλλ', οἶμαι, δεικνὺς ἔστιν οὗ τὴν κλοπὴν τῶν χρησίμων ἐμέμνητο τῶν περὶ τὴν Τροίαν λέγων οὐδὲν καινόν, ἀλλ' ἃ ποιεῖτε πολεμοῦντες ὑμεῖς ‹καὶ› Λακεδαιμόνιοι καὶ πάντες ἁπλῶς οἳ ὅταν κατασκάπτωσι τῶν πολεμίων πόλεις, οὐδὲ τῶν ἱερῶν ἀπέχονται χρημάτων πᾶν κέρδος τὸ παρὰ τῶν δυσμενῶν ὅσιον κρίνοντες.

[107] ὁ δὲ Θυέστης καὶ τὸ τοὺς Ἕλληνας ὑπὸ τῶν ὑμετέρων ἐξηπατῆσθαι πατέρων ἐμβέβληται παρὰ τῆς Ἀνύτου πονηρίας εἰδότος ὡς ἀπὸ μὲν τῶν εἰς τοὺς Τρῶας καὶ τὸν ἄρχοντα τῶν Βοιωτῶν οὐκ ἂν δόξαι κακοὺς ἀπεργάζεσθαι τοὺς ἀκούοντας ὁ Σωκράτης, ἀπὸ δὲ τούτων ἃ προστέθεικεν αὐτός. ἀλλὰ καὶ Σωκράτης μέντοι καλῶς, Ἄνυτε, ἠπίστατο μαχομένοις ‹ἂν› πρὸς ἄλληλα χρησάμενος παραδείγμασιν, εἰ τόν τε Ὀδυσσέα καὶ τὸν Θυέστην καὶ Μέλανθον καὶ τοὺς προγόνους ἀναμίξας, ὡς ἐξαπατησάντων τοὺς Ἕλληνας οὕτως ἐμνήσθη.

[108] ὥστ' εἰ μὲν ὑπ' εὐηθείας τοῦτο πέπονθεν ὁ Σωκράτης, πόρρω δήπου κακοτεχνίας καὶ δεινότητος ἂν εἴη καὶ τοῦ ῥᾳδίως ἔχειν ἐξαπατᾶν· εἰ δ' ἐπὶ πλεῖστον ἥκει σοφίας, πάντως ἂν ἐφυλάξατο τὰ τὸν λόγον αὑτῷ βλάψοντα τῶν παραδειγμάτων καὶ ἢ ταῦτα ἂν ἢ ταῦτα παρέλιπε. τῷ μὲν γὰρ δικαίους βουλομένῳ ποιεῖν οὐκ εἶχε καιρὸν μνησθῆναι τῶν τοὺς οἰκείους ἠπατηκότων, τῷ δὲ ἀδίκους ἄκαιρον ἂν ἦν λέγειν ἃ πολέμιοι πολεμίους ἔβλαψαν.

[109]    Ἀλλὰ τί ταῦτα θαυμάζω ἀφεὶς ἐφ' ᾧ μᾶλλον ἄν τις σχετλιάσειε; διδάσκει γάρ, φησίν, ἐπιορκεῖν. ὁ μηδ' ἐν οἷς εὐορκεῖν μέλλει τοὺς θεοὺς ὀμνύων, ἀλλ' ἀποχωρῶν εἰς ἕτερ' ἄττα καὶ συνεθίζων ἐν τοῖς ὅρκοις τοὺς αὑτοῦ μὴ ῥᾳδίως προσιέναι τοῖς ὀνόμασι τῶν θεῶν; ὥσπερ ἂν εἴ τις τὸν οὐδ' ἀπὸ γῆς ἰδεῖν τολμῶντα τὴν θάλατταν φάσκοι τοὺς ἄλλους ἀναπείθειν χρῆσθαι τῇ θαλάττῃ καὶ τῷ πλεῖν.

[110] δείξας, ὦ τάν, ἐπιωρκηκότα πολλαχοῦ τὸν ἄνθρωπον καὶ συγχέαντα πίστεις οὕτω φάσκε τοὺς ἄλλους ὑπ' αὐτοῦ πεπαιδεῦσθαι τῶν θεῶν ὀλιγωρεῖν. καὶ περὶ τῶν λοιπῶν δὲ ταὐτὸν αἰτιῶν λέγω. δείξας ἱεροσυλήσαντα, κεκλοφότα, βεβιασμένον οὕτω φάσκε πολλοὺς αὑτῷ παραπλησίους εἰργάσθαι. εἰ δὲ τοὺς μὲν λόγους αὐτοῦ φῂς εἶναι πονηρούς, οὐδὲ γὰρ τοῦτο δεικνύεις, τοῖς δ' ἔργοις οὐκ ἔχεις ἐγκαλεῖν, οἷς ἀνάγκη τὰ βεβιωμένα δοκιμάζειν, τούτοις ἃ τοὺς λόγους αἰτιᾷ συκοφαντῶν ἐλέγχῃ.

[111] τὸν ἐπαινοῦντα λῃστείαν ‹ἢ μοιχείαν› οὐχ ὁρῶμεν ἀπεχόμενον τῶν ἀλλοτρίων ἀγαθῶν, ἀλλὰ τὸν μὲν διακόπτοντα συζυγίας, τὸν δὲ τοίχους διορύττοντα, καὶ ὅλως ἐν τοῖς τοιούτοις ἀκολουθοῦντα τὰ ἔργα τοῖς λόγοις. εἰ δέ τις ἐφ' ἃ τοὺς ἄλλους ἄγειν ἀξιοῖ, τούτων αὑτὸν ὡς πορρωτάτω φυλάττοι, τὴν ἐκ τῶν λόγων συμβουλὴν τῇ παρὰ τῶν ἔργων λέλυκε τῷ μὲν ἀσθενεστέρῳ παρακαλέσας, τῷ κρείττονι δὲ ἀποτρέψας. οἷον εἴ τις ἐπιδιδόναι τῷ δήμῳ χρήματα παραινῶν αὐτὸς φείδοιτο τῶν αὑτοῦ, κεκώλυκε τὴν ἐπίδοσιν οἷς περὶ τῶν ἑαυτοῦ βεβούλευται. εἰ ‹δέ› τις ἐν μάχῃ προσπίπτειν τοῖς ἐναντίοις κελεύων ἐπὶ τοῖς λόγοις τούτοις λείποι τὴν τάξιν, πάντας ἐποίησε δειλοὺς ἔργῳ φοβήσας μᾶλλον ἢ θρασύνας τῷ λόγῳ. καὶ ὅλως ἐν τοῖς τοιούτοις σύμβουλος πιθανὸς ὁ πρῶτος τῶν πράξεων ὧν ἔχεσθαι συνεβούλευσεν ἁπτόμενος.

[112] εἰ τοίνυν Σωκράτης ἐπιορκεῖν καὶ κλέπτειν καὶ βιάζεσθαι καὶ τἄλλ' ἅ φησιν Ἄνυτος ἐδίδασκεν αὑτὸν τἀναντία πεπεικώς, αἰδεῖσθαι θεούς, χρημάτων καταφρονεῖν, μέτριον εἶναι, σώφρονα, ἐπιεικῆ, παίζειν ἂν ἔδοξε τοῖς λόγοις οὐ τοιοῦτος ἐπὶ τῶν ἔργων δεικνύμενος καὶ καλὰ νομίζειν ὡς ἀληθῶς οὐχ ἅπερ ἔφασκεν, ἀλλ' ἐν οἷς ἐφαίνετο ζῶν. ὥστε μᾶλλον ἀμελήσαντες τῶν λόγων ἐκεῖνα ἐζήλωσαν ἄν. οὐδὲ γὰρ ἂν τοῦτο δὴ ὑπέλαβον, ὡς Σωκράτης ἃ τοῖς ἄλλοις ἄγαν προὐξένει, τούτων ἂν αὑτὸν ἀπεστέρει καὶ τοῖς μὲν ὁμιλοῦσιν ἐδήλου τὰς ἐπὶ τὸ βέλτιον ὁδούς, αὐτὸς δὲ ᾑρεῖτο τὴν πρὸς τὰ χείρω φέρουσαν.

[113] ἀλλ' οὔτε λόγοις οὔτε ἔργοις οὗτός ποτε πρὸς κακίαν ἡγήσατο τοῖς νέοις, ἀλλ' οἱ μηδὲν ἐοικότες τούτῳ καὶ γράφονται γραφὰς ἀδίκους καὶ κατηγοροῦσι τὰ ψευδῆ. κἂν ἀναρπάσαι δυνηθῶσι τῶν πολιτῶν τινα, τοῦτο ἡγοῦνται λαμπρὸν ἐρωτῶντες, τί ἄν, εἰ περὶ αὐτοῦ ταῦτα λάθρα ἔλεγον, ἐπεπόνθεσαν. οὐδὲν κακόν, εἴπερ ἐπ' οὐδενὶ κακῷ, καθάπερ οὐδ' οὗτος ἐχρῆτο τοῖς λόγοις, ὑπὲρ οὗ καὶ τοῦτ' αὐτὸ γίγνεται τὸ μὴ λάθρα ποιεῖσθαι τοὺς λόγους. ὡς τοῖς μὲν ἀδικοῦσι καὶ κακουργοῦσιν ἐν σκότῳ οὗ λήσειν ἐλπὶς τὰ τοιαῦτα πράττεται, τοῖς δ' ἁπλῶς καὶ δικαίως ζῆν αἱρουμένοις ἐν μέσῳ καὶ πάντων ὁρώντων ἅπαντα γίγνεται.

[114]    Διὸ καὶ θαυμάσαι τις ἂν Ἀνύτου πείθοντος ὑμᾶς δεινότερα τῶν φανερῶν τἀφανῆ νομίζειν. εἰ γὰρ ἃ μὴ κρύπτει, φησί, Σωκράτης, οὕτως ἂν εἴη βλαβερά, τίς ἂν εἴη καὶ τί συμβουλεύοι ἂν μόνους ἔχων τοὺς ἐραστάς; ποῦ; πότε; τί ταῦτα ἀναισχνυντεῖς, Ἄνυτε; τίς συνουσία Σωκράτους ἔξω τῶν γνωρίμων τόπων; τίς οἴκοι; τίς ἐπ' ἀγροῦ; τίς ἑτέρωθι;

[115] ἀλλ' ἵνα μὴ καὶ τοῦτ' αὐτὸ φάσκων λανθάνειν εἰς ἀδίκημα θῇς, τοσοῦτον ἀπόκριναι· πότερον ταῦτα ἃ κατηγορεῖς, τὰ δῆλα, τὰ πολλοὺς ἔχοντα μάρτυρας βλάπτοντός ἐστι καὶ παρανομοῦντος ἢ οὔ; εἰ μὲν γὰρ οὐδὲν ἂν ἀπ' αὐτῶν γένοιτο κακὸν οὐδὲ συμβέβηκεν, ὡμολόγηκας συκοφαντεῖν· εἰ δ' ἔστιν οἷα κατηγορῶν εἴρηκας, πολλὴν ἀνδρίαν, μᾶλλον δὲ ἀπόνοιαν τοῦ Σωκράτους λέγεις.

[116] τί οὖν μαθὼν τὰ μὲν εἰς μέσον ἔφερε, τὰ δὲ ἀπεκρύπτετο; ἢ γὰρ δεδοικὼς κίνδυνον πάντα ἂν ἦγεν εἰς τὸ ἀφανὲς ἢ φιλοκίνδυνος ὢν οὐκ ἔστ' ἐφ' ὅτῳ τῶν πάντων ἔδεισεν ἄν. οὐ γὰρ δὴ μείζω γε τῶν ἐν τῷ φανερῷ φήσεις ἕτερα τολμᾶσθαι. τί γὰρ ἂν τοῦ διαφθείρεσθαι τοὺς νέους καὶ καταφρονεῖσθαι τοὺς νόμους καὶ κινεῖσθαι τὴν πολιτείαν δεινότερον γένοιτο;

[117]    Ὅταν δὲ λέγῃ τοῖς μὲν νέοις αὐτὸν διαλέγεσθαι, τοῖς πρεσβυτέροις δὲ οὐκ ἐθέλειν, ψεύδεται. καὶ οὕτως ἐστὶν ἀναιδής, ὥσθ' ὁρῶν ἐν ὑμῖν καὶ τοῖς περιεστηκόσιν οὐκ ὀλίγους τῶν χαιρόντων καὶ συνόντων καὶ χρωμένων καὶ ὧν εἰώθει λέγειν ἀκηκοότων ὅμως φησὶν αὐτὸν φεύγειν μὲν τοὺς ἄνδρας, θηρεύειν δὲ τὴν νεότητα. νομίζει γὰρ ὑμᾶς ὧν αὑτοῖς σύνιστε παρὰ πάντα τὸν χρόνον ἃ νῦν ἀκούετε πιστότερα θήσεσθαι.

[118]

χωρὶς δὲ τούτων, εἰ μὲν αὑτὸν μὲν διδάσκαλον, οἴκημα δέ τι διδασκαλεῖον προσειπὼν ἐνταῦθα ἱδρυθεὶς θυρωρὸν ἀποδείξας τοῖς μὲν εἰσιέναι παρίει, τοῖς δὲ μή, μᾶλλον δὲ νόμον ἐτεθείκει νέοις μὲν εἰσελθεῖν εἶναι, πρεσβυτέροις δὲ μή, τάχ' ἄν τις ὑπώπτευε τὴν συνουσίαν· εἰ δ' οὔθ' ὑπέσχετο διδάξειν οὔτε μόνους τοὺς νέους, πανταχοῦ δὲ οὗ τῶν διαλεξομένων λάβοιτο, τοῦτ' ἦν αὐτῷ χωρίον διατριβῆς φάσκοντι μανθάνειν ἐπιθυμεῖν κύκλῳ τε αὐτὸν ὄχλος τῶν βουλομένων περιέρρει, τί δεῖ τοῦτον λέγειν ὡς τοῖς μὲν συνῆν, τοῖς δὲ οὔ; οὐ γὰρ Σωκράτης τοὺς τῆς ἀκοῆς ἐπιθυμοῦντας ἀπήλαυνεν, ἀλλ' οἱ μηδὲν δεόμενοι τῶν λόγων οὐ προσῄεσαν Σωκράτει. σὺ δὲ παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ τοῖς ἀνέμοις ἐγκαλοῖς ὑπὲρ τῶν πλεῖν οὐ βουλομένων, ἤ, νὴ Δία γε, ταῖς κρήναις ὑπὲρ τῶν οὐχ ὑδρευομένων.

[119] εἰ δὲ δεῖ καὶ τὴν αἰτίαν εἰπεῖν, πόθεν νέοι μᾶλλον ἢ πρεσβύτεροι μετεῖχον τῶν λόγων, οὐδὲν ἐρῶ ποικίλον, ἀλλ' ὃ παρὰ τοῖς μουσικὴν καὶ γράμματα καὶ τὰ ἄλλα διδάσκουσι πλείους ποιεῖ τοὺς νέους, τοῦτο καὶ παρὰ τῷδε. τί οὖν τοῦτο ἔστι; τὸ τοὺς μὲν ἐν τῇ τῶν μανθανόντων ὄντας ἡλικίᾳ τούτῳ μόνῳ προσέχειν τὸν νοῦν τῶν ἄλλων ἀφειμένους, ὑμῖν δέ, ὦ ἄνδρες, οἶμαι μυρίας πανταχόθεν περικεχύσθαι τὰς φροντίδας, γυναῖκας, παῖδας, τὴν οἰκίαν, πρεσβείας, δημηγορίας, συλλήβδην εἰπεῖν τὴν ὑπὲρ τῶν κοινῶν πρόνοιαν, ἃ καὶ τοῖς σφόδρα βουλομένοις ἐν οἷσπερ οἱ νέοι διατρίβειν ἐμποδὼν ἂν εἴη.

[120] μὴ δὴ τοῦτο λεγέτω τις, ὡς νέοι Σωκράτει συνῆσαν, ἀλλ' εἴ τις τῶν πρεσβυτέρων εἴρχθη συνεῖναι βουλόμενος. τὸ μὲν γὰρ ἦν ἂν τοῦ φθονήσαντος ὧν εἶχεν, τὸ δ', εἴπερ ἦγον σχολήν, ἐκείνων ἤ γε μὴν αἰτία τῶν κεκωλυκότων πραγμάτων. καὶ μὴν τοσοῦτόν γε ἀπεῖχε τοῦ φεύγειν διώκοντας, ὥστ' ἐνίους φεύγοντας ἐδίωκεν. οὓς δὲ σφῶν αὐτῶν ἀμελοῦντας εὕρισκεν, ἐπαινεῖν μὲν οὐκ εἶχε, μεμφόμενος δὲ ἐλύπει. ὥστ' εἰ πᾶσιν Ἀθηναίοις ἐπῆλθε Σωκράτει συνημερεύειν ἀνθέλκοντος οὐδενός, ἤκουον ἂν ἅπερ οἱ νέοι. ταῦτα δὲ ἦν μανθάνειν μὲν ἅττα λέγουσιν οἱ ποιηταί, μιμεῖσθαι δὲ τοὺς κυβερνήτας καὶ τὰ ὕπουλα φυλάττεσθαι τῶν ἐπῶν ὥσπερ ἐκεῖνοι τὰς ὑφάλους.

[121]

   Ἀλλὰ τί βούλεσθε περὶ τῆς Ἀθηνᾶς, ὦ Ἀθηναῖοι, πιστεῦσαι εὐθὺς τοὺς ὑμετέρους υἱεῖς, ὡς ἀνθρώπου φύσιν ὑποδῦσα τὸν Πάνδαρον ἤγειρε συγχέαι τοὺς ὅρκους, καὶ περὶ τῆς Ἥρας ὡς ὑπὸ τοῦ Διὸς ἀγανακτοῦντος κρεμασθείη χοίνικας ἔχουσα, καὶ περὶ τῆς Ἀφροδίτης ὡς νῦν μὲν μαστροπὸς Ἀλεξάνδρῳ γένοιτο, νῦν δὲ αὐτή τε καὶ Ἄρης ὑπὸ Διομήδους τρωθεῖεν; ἀλλὰ τὴν Ἀπόλλωνος καὶ Ποσειδῶνος θητείαν οἴεσθε νέοις λυσιτελεῖν; ἀλλὰ τὸν μικροῦ δεθέντα ‹Δία› παρὰ τῶν ἐπ' αὐτὸν συνθεμένων θεῶν; ἀλλὰ τὴν πάντων θεῶν πρὸς ἀλλήλους μάχην; ἀλλὰ τὸν περὶ τῆς ἐκτομῆς λόγον ἣν ὁ Κρόνος ἐτόλμησεν, ἀλλὰ τὴν δίκην ἣν οὗτος αὐτὸς ἔτισε τὰ ἔσχατα μὲν ἐργασάμενος τὸν ἑαυτοῦ πατέρα, τούτων δὲ οὐ κουφότερα παρὰ τοῦ παιδὸς παθών;

[122]    Ἆρα διαφθείρει Σωκράτης τοὺς νέους ἢ διαφθείρεσθαι κωλύει; καίτοι ποῦ καλὸν Ὅμηρον μὲν βλασφημήσαντα περὶ τῶν θεῶν τοσαῦτα τιμῶν τυχεῖν, Σωκράτην δὲ τὰ μὲν ἐπαινοῦντα τῶν ἐκείνου, τὰ δὲ οὐ δυνάμενον ἀποθανεῖν καὶ ταῦτα τοῦ κατηγόρου σφόδρα κακῶς εἰρηκότος Ὅμηρον, ὡς δέον τοῦ αὐτοῦ τοὺς μὲν ἄλλους δίκην ὑπέχειν, τοῦτον δὲ μηδὲ διδόναι λόγον;

[123]    Ἵνα τοίνυν μήτ' αὐτὸς ἀπιστῇ μήθ' ὑμεῖς, ὡς κακῶς εἴρηκε τὸν Ὅμηρον, ἀναμνήσω τι τῶν αὐτοῦ μικρόν. ὅτε τοίνυν ἔφασκεν Ὀδυσσέα διὰ τὴν ἱεροσυλίαν τὰ καὶ τὰ πεπονθέναι, τὰ μὲν ἐν γῇ, τὰ δὲ καὶ ἐν θαλάττῃ, καὶ τὰ μὲν ἐν τῇ κομιδῇ, τὰ δὲ οἴκοι, τότε τούτοις ἅπασι τὸν Ὅμηρον ἤλαυνε. πῶς; ὅτι πᾶς τις ὁμολογήσειεν ἂν ἐγκώμιον ἐκείνῳ τοῦ πολυπλανοῦς ἀνδρὸς τὴν Ὀδύσσειαν πεποιῆσθαι καὶ δεδόσθαι παρ' Ὁμήρου τούτῳ μόνῳ τοσοῦτον ὁπόσον τοῖς ἄλλοις ἅπασι. τὴν μὲν γὰρ Ἰλιάδα κοινὸν ἔπαινον συγκεῖσθαι, θατέρᾳ δὲ τὸν Ὀδυσσέα τετιμῆσθαι.

[124] διὰ τοῦτο τὴν Ἀθηνᾶν αὐτοῦ ποιεῖ τῆς σωτηρίας ἐπιμελουμένην καὶ οὐ μόνον τἄλλα συμπράττουσαν, ἀλλὰ καὶ τὸ εἶδος αὐτῷ τρέπουσαν, νῦν μὲν εἰς αἶσχος, νῦν δὲ εἰς κάλλος, ὡς ἑκατέρου δεήσειεν. ἀλλὰ καὶ τὴν αἰτίαν αὐτῷ τῆς τοῦ Ποσειδῶνος ὀργῆς οὐκ ἐποίησε δικαίαν. ὁ μὲν γὰρ ὑπὲρ τοῦ Κύκλωπος τυφλωθέντος ἤχθετο, ὁ δὲ τὸν Κύκλωπα ἀμυνόμενος ταῦτ' ἐδεδράκει καὶ προσέτι γε σώζων αὑτόν. οὐκοῦν ἐν μὲν οἷς ἐπλανᾶτο ἠδικεῖτο, ἐν οἷς δὲ τοσούτων κακῶν κρείττων ἦν ἀρετὴν κεκτημένος ἐδείκνυτο.

[125] τῷ μὲν οὖν Ὁμήρῳ ποιεῖν ἐπῆλθεν εἰς ἄνδρα θαυμαστὸν ἔπαινον, Ἄνυτος δὲ ὃν ἐκεῖνος τά τε ἄλλα γενναῖον ἡγεῖτο καὶ μόνον ἐπιθεῖναι τῷ μακρῷ πολέμῳ τέλος, πάντων ἀθλιώτατον ἀποφαίνει καὶ τὸν αὐτὸν ἀσεβῆ καὶ κακοδαίμονα. τί οὖν ἄν τις μᾶλλον Ὁμήρου κατηγορήσειεν ἢ τὸ τὸν κάκιστον τῶν ἐπ' Ἴλιον στρατευσάντων ἐκλεξάμενον περὶ τοῦτον οὕτω πολλὴν εἰσενέγκασθαι σπουδήν;

[126] πότερον οὖν δίκην ὑπὲρ Ὁμήρου λαμβάνειν οὗτός ἐστι δίκαιος ἢ διδόναι μᾶλλον, ὃς τὴν ὑπόθεσιν αὐτῷ καταφέρει πρόρριζον αὐτὸς ὑπὲρ ἐπῶν οὐ πολλῶν ἐγκαλῶν ἑτέροις; εἰ γὰρ ὁ τὴν χεῖρά τῳ λωβησάμενος κολάζοιτ' ἂν εἰκότως, τόν γε ἀποκτείναντα πῶς ἔνι μὴ μείζω παθεῖν; ἀλλ' οὔτ' Ἄνυτος οὔτε Σωκράτης ἀδικοῦσιν, εἴ τι τῶν τοῖς ποιηταῖς εἰρημένων καταμέμφονται.

[127]    Ἀλλ' ἀργούς, φησίν, ἐποίει Σωκράτης. τίνα τρόπον; εἶπε τὸ καθῆσθαι ποιοῦντα μηδὲν τοῦ μετιέναι τὰς ἐργασίας ποτὲ βέλτιον καὶ συνεβούλευσε τοῖς μὲν χειροτέχναις ἀποστῆναι τῶν τεχνῶν, τοῖς γεωργοῖς δὲ μισῆσαι τὴν γῆν, τοῖς ἐμπόροις δὲ ἐκλιπεῖν τὴν θάλασσαν, τοῖς δὲ ναύταις καθεύδειν, τοῖς δὲ ναυκλήροις μὴ κατασκευάζειν τὰ πλοῖα, πᾶσι δὲ ἁπλῶς πάσης ἀφεμένοις πράξεως εἰς τὸν οὐρανὸν βλέπειν ὡς ἐκεῖθεν ἀφιξομένης τροφῆς; εἷς ἐξ ἁπάντων Ἀθηναίων παρελθὼν μαρτυρησάτω καὶ σιωπήσομαι. εἰ δὲ τὸ μὲν ἀργεῖν οὐκ ἐπῄνει, τὸ δὲ τῇ κτήσει τῶν χρημάτων ἢ τῇ τῆς ψυχῆς ἀρετῇ πλείω νέμειν τὴν σπουδὴν ἡγεῖτο τῶν ἀτόπων λέγων τιμιώτατον μὲν ἀνθρώπῳ τὴν ψυχὴν εἶναι, δεύτερον δὲ τὸ σῶμα, τρίτον δὲ τὰ χρήματα, πῶς ταῦτα πείθοντος ἦν ἀργεῖν;

[128] ὃς τὸ μὲν ἔργῳ τῳ προσέχειν οὐκ ἐκάλει κακίαν, ἠξίου δὲ μὴ τὰ τῇ φύσει δεύτερα πρὸ τῶν ἀμεινόνων ἄγειν. ἐπειδὴ γὰρ ἑώρα πολλοὺς τοὺς μὲν υἱεῖς ἐν ἴσῳ τοῖς ἀνδραπόδοις τρέφοντας καὶ οὔτε τὴν ψυχὴν παιδεύοντας οὔτε τὸ σῶμα γυμνάζοντας, πανταχόθεν δὲ πλοῦτον ἀγείροντας ὡς μιᾶς οὔσης εἰς εὐδαιμονίαν ἀφορμῆς, ἵνα παιδεύσειε κακῶς φρονοῦντας, ἐπετίμα καὶ μεθίστη καὶ μετεπαίδευε παραινῶν μὴ τὰ προσήκοντα περὶ ταῦτα ἀγνοεῖν μηδ' ἃ μὲν πλείστην ἀπαιτεῖ πρόνοιαν, περὶ ταῦτα ῥᾳθύμως ἔχειν, ἃ δ' ἐλάττονός ἐστι λόγου, περὶ ταῦτα πονεῖν. τοῦτο δὲ ἦν εὐπορεῖν τε τοὺς αὐτοὺς βουλομένου καὶ νοῦν ἔχειν.

[129] χωρὶς δὲ τούτων, εἰ μὲν οἷς ἀπὸ τῶν χειρῶν ὁ βίος, τούτους ἀφεῖλκεν ὅθεν ἔζων, ὥστ' ἀνάγκην εἶναι προσαιτεῖν, τάχ' ἂν ἠδίκει· εἰ δ' οἷς οἰκέται πολλοί, καὶ σὺ δὲ τοῦτο ὡμολόγηκας, Ἄνυτε, πλησιάζειν Σωκράτει λέγων οὐ τοὺς ταπεινοτάτους, πῶς ἄσπορον ἐποίει τὴν χώραν καὶ τὴν γῆν ἀπεστέρει γεωργῶν, εἰ τοῖς τοὺς ἀγροὺς κεκτημένοις καὶ τὰς περιουσίας πρὸς τῷ τῆς ψυχῆς φροντίζειν καὶ τῆς γῆς ὑπῆρχεν ἐπιμελεῖσθαι;

[130]

   Τοὺς μὲν οὖν ἄλλους οὐκ ἀπέτρεπεν ἔργων, αὐτῷ δὲ οὔτε χωρίον ἦν παρὰ τοῦ πατρὸς οὔτε ναῦς τό τε ἀργύριον ὅπερ ἦν, ὡς ἔφην, ἀπολώλει καὶ προσῆν τὸ ῥᾷστα φέρειν πενίαν. οὔκουν οὐδεὶς ἀνθρώπων, ὡς οὗτος, ἐκράτησε λιμοῦ. ὥστ' εἰ κατὰ τὴν Σωκράτους φύσιν οἷόν τε ἦν συστῆναι στρατόπεδον, οὐκ ἂν ἦν ἕτερον ἀληπτότερον. ποῖον μὲν γὰρ οὐ δίψος, ποῖον δὲ οὐ θάλπος τοῖς τοιούτοις ἄλυπον; τί δ' ἂν ἄνυδρον χωρίον οὐχ ὡς ἕν τι τῶν καταρρύτων διῆλθον;

[131]

τῆς ἀργίας Σωκράτους εἰλήφατε πεῖραν, ὦ Ἀθηναῖοι, τοῦτο μὲν ἐπὶ Δηλίῳ, τοῦτο δ' αὖ ἐν Ἀμφιπόλει, ὅτε δὴ τῇ πρὸς ἅπαντα καρτερίᾳ τοὺς στρατιώτας πρὸς αὑτὸν ἐπέστρεφεν ὁμοίως νύκτωρ καὶ μεθ' ἡμέραν. ἐῴκει γὰρ σιδηρῷ τινι. τοσοῦτον κατεγέλα τοῦ περὶ Θρᾴκην χειμῶνος. καίτοι τῇ μὲν ἀργίᾳ τὴν μαλακίαν, τῇ μαλακίᾳ δὲ τὸ μηδὲν τῶν τοιούτων φέρειν ἀκολουθεῖν ἀνάγκη. ὁ δὲ τῆς τῶν ὡρῶν ὑπερβολῆς κρείττων ἦν. καὶ τῇ περὶ τὸ Δήλιον τύχῃ φεύγων μετὰ τῶν ἄλλων μόνος ἦν τοῖς πολεμίοις κἀν τῇ φυγῇ φοβερός. οὕτως ὑπὸ τῆς ἀργίας τό τε σῶμα καὶ τὴν ψυχὴν διέφθαρτο.

[132]    Ἔοικε δὲ Ἄνυτος ἐνεργοὺς νομίζειν τοὺς συκοφάντας μόνους, τοὺς δὲ παιδείᾳ προσέχοντας καὶ τὴν αὑτῶν διάνοιαν ἐκκαθαίροντας οὐδὲν ἔργον πράττειν. καὶ τοὺς μὲν ἀθλητὰς οὐ κακίζει, καίτοι τί τῆς ἰσχύος αὐτῶν εἰς ἕτερον ἂν διαβαίη; τοὺς δὲ ἀντὶ τῶν σωμάτων τὰς ψυχὰς ἀσκοῦντας, ὧν κἂν ἄλλος ἀπολαύσειεν, ἀχρήστους ἀποκαλεῖ. καὶ οὐ νομίζει ὡς μέγιστον ἔργον, εἰ διὰ τὰς παρὰ Σωκράτους μέμψεις οἱ τὰ κοινὰ πράττοντες φροντίζοιεν ἀρετῆς.

[133]    Οὐ λέγει παριών. μετὰ πολλῶν γε Ἀθηναίων, δεδωκότος γε τοῦ Σόλωνος, οὐκ ἔχων φύσιν δήμῳ δυναμένην ὁμιλεῖν, ὃ καὶ τῶν ἄλλων πολλοὺς ἰδιώτας τετήρηκεν. ἀλλ' ἐὰν ἴδῃ νέους πρὶν ὥραν ἥκειν ἐπὶ τὸ βῆμα πηδῶντας, ἐπιλαμβάνεται, κατέχει, τοῖς κοινοῖς ἐμμελετᾶν οὐκ ἐᾷ. τοῦτ' ἴδιον Σωκράτους ἔθος, ᾧ πολλάκις ἐξείλετο τὴν πόλιν κυβερνητῶν ἀπείρων. οὗτος ἀργῶν Ἀθήνησι διαγέγονεν; ἐργαζόμενος μὲν οὖν τὰ πάντων ὠφελιμώτατα, ἐξαιρούμενος δὲ ἀνεπιστημόνων ῥητόρων τὸ πλῆθος; ἐγὼ δὲ ὅστις μὲν ἠναντίωται τοῖς βλαβεροῖς, εὐεργέτην ἡγοῦμαι τῶν οὐ γευσαμένων τῆς βλάβης· ὃν δ' εὐεργέτην ἔξεστι προσειπεῖν, πῶς ἔτ' ἂν ἀργόν τις καλοίη;

[134]    Τραπεζίτης γὰρ οὐκ ἔστι. κρείττων ἴσως τῶν νέων ἡγεῖσθαι τραπεζίτης. ἀδικεῖ. σὺ δ' ὅτι μὲν οὐκ εὐπορεῖ, μέμφῃ, τὸ δ' ὡς πρᾳότατα τὴν πενίαν φέρειν οὐχὶ θαυμάζεις; καὶ Λακεδαιμονίους μὲν ἄριστα πολιτεύεσθαι νομίζεις οὐ φύντος αὐτόθι σοφιστοῦ, τοῦτον δὲ μετ' ἐκείνων πενόμενον τοῦτο καθ' ὃ προσέοικεν ἐκείνοις ἀδικεῖν λέγεις;

[135] ἦν δὲ οὐ ταῦτα πρότερον ἐν τοῖς δικαστηρίοις ἐγκλήματα, τὸ μὴ πλουτεῖν, τὸ μὴ χρυσὸν κεκτῆσθαι, τὸ μὴ συνεωνῆσθαι γῆν, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι οὗτος μικρὰ παραλαβὼν παρὰ τοῦ πατρὸς χρημάτων ὄγκον συνείλεκτα μέγαν καὶ γεωργεῖ καὶ γέγονεν ἐξαίφνης ὑπὲρ τοὺς πολλούς. τίς οὖν ἡ μεταβολὴ καὶ πόθεν; Σωκράτης δὲ κινδυνεύει μόνος ἀνθρώπων διὰ τὸ τοῖς παροῦσιν ἀγαπῆσαι δοῦναι δίκην.

[136]    Πονηρῶν δέ, ὦ ἄνδρες, ἔργων διδάσκαλον ‹αὐτὸν› Ἄνυτος καλῶν καὶ φάσκων ὑμῖν ὑπ' αὐτοῦ διεφθάρθαι τοὺς νέους οὐκ ἔσχε πλὴν Ἀλκιβιάδου καὶ Κριτίου μνησθῆναι. περὶ ὧν ἐστὶ μὲν ἀπολογεῖσθαι ῥᾴδιον, πάνυ δ' ἂν αἰσχυνοίμην, εἰ δόξαιμι καταλιπεῖν Ἀλκιβιάδην ἐν κοινωνίᾳ τῆς Κριτίου δόξης τοῦ τὰ κοινὰ γνώμῃ βεβλαφότος τὸν πολλὰ μὲν εὖ πεποιηκότα, πάντα δὲ κωλυθέντα, λυπῆσαι δὲ ἠναγκασμένον. πῶς οὖν μοι δοκεῖ; μικρὰ χωρὶς ὑπὲρ ἐκείνου διαλεχθέντα μετὰ ταῦτα συγχωρῆσαι μὲν ἴσην ἀμφοῖν εἶναι τὴν ἀδικίαν, δεῖξαι δὲ οὐδὲν μετὸν τῆς ἀδικίας Σωκράτει.

[137]    Τί οὖν ἄν τις Ἀλκιβιάδου κατηγοροίη; πότερον ὅτι τὸν Ἀλκμαίωνα καὶ τὸν Ἱππόνικον ἀκούων καὶ προαιρέσεις γενναίας καὶ πράξεις ἐφαμίλλους καὶ Κλεινίαν καὶ μάχας καὶ τελευτὴν ἔνδοξον φρονήματος ἔγεμε δυοῖν οἰκίαιν γνωριμωτάταιν πρέποντος; ἢ ὅτι καλὸν αὐτὸν ἡ μήτηρ ἔτεκε καὶ θαυμαστὸν τὴν ὥραν; ἢ ὅτι τὴν τῶν προγόνων διεδέξατο τάξιν καὶ πρὸς τὸ τὴν πόλιν εὖ ποιεῖν ὥρμησεν; ἢ ὅτι τοὺς ὁμόρους πρὸς τὴν Σπάρτην ἐξεπολέμωσε καὶ τὴν τῆς Ἀττικῆς φθορὰν ἐπὶ τὴν ἐκείνων μετέστησεν; ἢ ὅτι φαυλότερα τῆς ὑμετέρας ἀξίας τὰ ὄντα ἐνόμισε καὶ τὰ ἀπόντα ἐζήτησεν;

[138] ἀλλ' εἰ τοὺς ἀφαιροῦντας τῶν ὑπαρχόντων μισεῖτε, τάς γε προσθήκας πῶς οὐκ ἂν ἐπαινοῖτε; ἐκεῖνος τοίνυν εἶδεν ἐπὶ τὸν Ἰόνιον, εἶδε νῆσον μεγάλην, ὠρέχθη Σικελίας, ἐπεθύμησεν Ἰταλίας, ἤλπισεν ἕξειν Λιβύην, ἔγνω περιστῆσαι Πελοποννήσῳ τὴν Ἑσπερίαν, ἐπεθύμησε λῦσαι τὸν πόλεμον τέλει καλῷ καὶ προσπεσεῖν Λακεδαιμονίοις προσαυξήσας τῇ πόλει τὴν ῥώμην. ἀλλ' οἱ φθονοῦντες καὶ κωλύοντες, ἐπειδὴ λέγοντες οὐκ ἐκράτουν, ἠσέβουν μὲν αὐτοὶ καὶ περιέκοπτον τοὺς Ἑρμᾶς, τὰ δ' αὑτῶν κακὰ φέροντες ἐκείνῳ περιῆπτον, καὶ μέτοικοι καὶ μυστήρια καὶ σκευωρία καὶ πᾶσα τέχνη καὶ μηχανή.

[139] σκοπεῖτε δέ· δοῦναι λόγον ἤθελεν, οἱ δὲ ἐκέλευον πλεῖν. ἔπλει τὸν Ἰόνιον, οἱ δὲ τὸν δῆμον ἠρέθιζον. προσήγετο τὴν νῆσον, οἱ δὲ ἐκάλουν εἰς ὄλεθρον. τί οὖν ἐποίησεν; ὃ πᾶς τις ἂν εὖ φρονῶν. ἔσωσεν αὑτὸν καὶ τὸ βάραθρον ἐφυλάξατο. καὶ ἡγήσατο τότε παρὰ τῆς Σαλαμινίας ἀκούειν· φεῦγε τὴν ταχίστην, Ἀλκιβιάδη. φεῦγε. ζήτει σωτηρίαν ὡς Ἀθήνησί γε οὐκ οὔσης. δοκεῖς μὲν ἐπὶ κρίσιν, καλῇ δὲ ἐπὶ θάνατον. πίστιν ἔχουσιν αἱ διαβολαί. καὶ πάντα τοῦτον κατηγοροῦ τὸν χρόνον.

[140] τί οὖν θαυμαστόν, εἴ τις ἀδίκως οὐκ ἠθέλησεν ἀποθανεῖν; τί δ', εἴ τις ὅθεν προσεδόκησεν ἀσφάλειαν, ἐκεῖσε ἔπλευσεν. ὁ δὲ ἦν μὲν ἐν Σπάρτῃ, τὰς Ἀθήνας δὲ ὠνειροπόλει. καὶ οὐκ ἔφθη πιστευθεὶς καὶ μεθ' ὑμῶν ἦν τὴν γνώμην μεταφέρων μὲν ἐς τὴν τῆς πόλεως χρείαν τὴν βασιλέως ῥοπήν, καταλύων δὲ τὸ Λακεδαιμονίων ναυτικὸν ἀπορίᾳ μισθοῦ, τῶν δὲ προσδοκωμένων τριήρων ἀποστερῶν. καὶ οὐ πρότερον ἐπαύσατο καταπολεμῶν ἐκείνους φυγὰς ὤν, Ἄνυτε, καὶ τὸν δῆμον εἰδὼς ἐπικείμενον αὑτῷ, πρὶν αἰσχυνθέντες ὑμεῖς ναυμαχίας καὶ μάχας καὶ νίκας καὶ πόλεις προσγεγενημένας ἐψηφίσασθε τὴν κάθοδον καὶ τὰς ἀρὰς ἀνελύσατε. ὁ δὲ τοῖς μυστηρίοις ὁ κάκιστος ἐκεῖνος ἀπέδωκε τὴν ἀρχαίαν ὁδόν.

[141] καὶ ἐῶ λέγειν ἁρμάτων πλῆθος καὶ μεγάλας ὑπὲρ ὑμῶν Ὀλυμπίασι δαπάνας ἀφ' ὧν δόξαν ὑμεῖς εἰς τὸ κοινὸν ἰσχύος ἐσχήκατε. φανεῖται τοίνυν κἀν τοῖς δευτέροις κυβερνήτου προπετείας, οὐχ ἑαυτοῦ κακίας ὑποσχὼν δίκην καὶ ὅλως τῶν μὲν ἔξω κεκρατηκώς, βασκανίας δὲ τῆς παρ' ὑμῖν ἡττηθείς, πολὺ δὲ τῶν ἐκβαλόντων αὐτὸν χρησιμώτερος τῇ πόλει.

[142]    Καὶ ταῦτα διῆλθον οὐκ Ἀλκιβιάδου καὶ Σωκράτους χάριν μᾶλλον ἢ ὑμῶν καὶ τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δόξης. δεῖ γὰρ ὑμᾶς οὐκ ἀσεβεῖ διηλλάχθαι δοκεῖν, ἀλλὰ τὸν οὐδὲν ἠδικηκότα καταδεδέχθαι. ἵνα δὲ ὅσον περίεστι τῷ νυνὶ κρινομένῳ τῶν δικαίων ἔτ' ἄμεινον μάθητε, ἔστω μὲν Ἀλκιβιάδης μηδὲν Κριτίου βελτίων, ἔστω δὲ Σωκράτης διδάσκαλος ὁ μηδαμοῦ μηδενὶ τοῦτο ὑποσχόμενος. ἐξεταζέσθω δὲ παρ' ὑμῖν, εἰ τῆς τῶν οὐκ ἐθελησάντων ἢ μὴ δυνηθέντων γε μαθεῖν κακίας ὁ διδάξαι γε βουληθεὶς ὑπεύθυνος. εἰ γὰρ ὁ μὲν ἔλεγεν ὃ ποιοῦσιν ἂν συνήνεγκεν, οἱ δὲ οὐ προσεῖχον τὸν νοῦν ἑτέρων αὐτοῖς ἀρεσκόντων, τί δεῖ Σωκράτην ἀντ' ἐκείνων μισεῖν; ὥσπερ ἂν εἴ τις γεωργὸν μηδὲν παραλιπόντα τῶν περὶ τὴν γῆν πόνων, ἀλλὰ καὶ χερσὶ καὶ σκεύεσι καὶ βουσὶ καὶ σπέρμασι καὶ τῷ περὶ ταῦτα νόμῳ χρησάμενον, ἔπειτα μηδ' ὁτιοῦν παρ' αὐτῆς κεκομισμένον οὐκ οὔσης ἀγαθῆς αἴτιον τοῦ συμβάντος ἡγοῖτο, ἀλλ' ἕτοιμον αὐτῷ καὶ περὶ τῆς αὑτοῦ διεξελθεῖν τέχνης καὶ δεῖξαι τὴν γῆν.

[143] ὁρῶμεν δὲ κἀν ταῖς ἄλλαις τέχναις τοὺς μὲν παριόντας τὸν διδάσκαλον, τοὺς δὲ πρὸς ἴσον ἐρχομένους, τὸν δὲ ἐλάττω λαμβάνοντα, τὸν δὲ οὐδ' ὁτιοῦν. ἐντεῦθεν σκυτοτόμου σκυτοτόμος ἀμείνων καὶ τέκτονος τέκτων κἀν τοῖς ἄλλοις ἕτερος ἑτέρου τῶν αὐτῶν τετυχηκότες διδασκάλων. ἔστι γάρ, ὦ Ἀθηναῖοι, βιαιότερον καὶ μᾶλλον ἰσχυρὸν μαθήσεως φύσις. ὅταν ᾖ πονηρά, καθέλκει πρὸς ἑαυτὴν καὶ πᾶσαν παίδευσιν ἀπέφηνε μάταιον. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, ἐν ἅπασιν ἂν τοῖς ὁμοτέχνοις τὸ ἴσον τῆς ἐπιστήμης ἔκειτο. εἰ δὲ τῆς φύσεως πανταχοῦ τὸ κράτος ἐχούσης οὐχ οὕτω τοῖς ἀνθρώποις ἐδόκει, ἀλλ' ἐν ταῖς τῶν φοιτητῶν ἀπειρίαις τοὺς διδασκάλους ἐκόλαζον, καταλέλυντ' ἂν αἱ τέχναι μηδενὸς τολμῶντος διδάσκειν ἐπὶ τῷ μὴ κακῶς παθεῖν. ἀλλ', οἶμαι, τοῖς μὲν διδασκάλοις πανταχοῦ χάρις ὀφείλεται, τῶν προσιόντων δὲ τὸ μὴ μαθεῖν ἔγκλημα.

[144] καὶ μὴν τούς γε νομοθέτας οὐδὲν ἕτερον ἢ διδασκάλους πάντες ἄνθρωποι νομίζουσιν οὐ μιᾶς τινος ἡλικίας οὐδὲ ἔθνους ἑνὸς τῶν ἐν ταῖς πόλεσιν, ἀλλ' ὁμοίως μὲν νέων, ὁμοίως δὲ γερόντων, ἔτι δὲ ἀνδρῶν καὶ γυναικῶν καὶ ἀστῶν καὶ ξένων καὶ δούλων καὶ ἐλευθέρων. καὶ διὰ τοῦτο πρῶτοι τιμῶνται μετὰ τοὺς θεούς, ὅτι παρ' αὐτῶν μεμαθήκαμεν ἅ τε δεῖ ποιεῖν ὧν τε ἀπέχεσθαι. ἀκούομεν δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δωρεὰς καὶ ζημίας, ὧν αἱ μὲν ἕπονται τοῖς ἀπειθοῦσιν, αἱ δὲ τοὺς ἐπιεικεῖς ἀμείβονται. ἀλλ' ὅμως οὐδὲ τούτων ἀμφοτέρων ἐλπίδες ἀρκοῦσιν ἐκκόψαι πονηρίαν. ἀλλ' οἱ μὲν ἀπειλοῦσιν, Ἄνυτος δὲ ἀδικεῖ. οἱ μὲν ἐπαγγέλλονται, Μέλητος δὲ οὐκ ἐπιθυμεῖ τιμῆς, ἀλλ' αἱρεῖται μισθοῦ μᾶλλον συκοφαντεῖν ἢ τῶν χρηστῶν νομισθεὶς θαυμασθῆναι.

[145]

τολμωμένων οὖν τῶν ἀδικημάτων ἁπάντων μετὰ τοὺς νόμους καὶ τὴν ἐπιζήμιον ἀπείθειαν κατεβόησέ τις τοῦ Σόλωνος ἢ κακῶς εἶπε τὸν Δράκοντα καὶ δεινὸν ποιησάμενος τὸ φθῆναι τελευτήσαντας πρὸ τοῦ δοῦναι δίκην ἐκέλευσεν ἀχρήστους νομίζειν καὶ λυμεῶνας; οὐδείς. ἀλλὰ τοὺς μὲν σωτῆρας νομίζομεν, τοὺς δὲ παρανομοῦντας κολάζομεν.

[146] τί δ' ἄν τις εἴποι περὶ τῶν πολὺ φοβερωτέρων διδασκάλων, ὑμῶν, ὦ Ἀθηναῖοι, τῶν δικαζόντων; οἳ οὐ λόγῳ συμβουλεύετε τὰ δίκαια ποιεῖν, ἀλλ' ἔργῳ, δημεύοντες, ἐξελαύνοντες, τοῖς ἕνδεκα παραδιδόντες ἐπὶ θανάτῳ. ‹ὧν› οὐδὲν οὔτε τοὺς πονηροὺς ἔπαυσεν ἀδικοῦντας οὔθ' ὑμᾶς καταγινώσκοντας, ἀλλ' οἱ μὲν τήμερον ἀποθνήσκουσιν, οἱ δὲ τῆς ὑστεραίας ἐπὶ τοῖς αὐτοῖς ἁλίσκονται. καὶ οὐδὲν μήποθ' εὕρῃ νομοθέτης εἰς τιμωρίαν οὕτω πικρὸν ὃ ποιήσει πάντας δικαίους.

[147] εἶτα τῶν ἐν τοῖς δικαστηρίοις κινδύνων ἐξεληλεγμένων καὶ τῆς κακίας τολμᾶν ἐπισταμένης, εἰ μὴ Σωκράτης ἀπὸ τῶν ἐν Λυκείῳ λόγων ἅπαντας ἁπλοῦς ἐποίησεν εἶναι, ἀδικεῖ; καὶ τοὺς μὲν οἰκέτας, ἐφ' οὓς οὐδὲν δεῖ δικαστηρίου καὶ γραφῆς, ἀλλ' ἐξουσία τοῖς δεσπόταις μύλωνος, πεδῶν, μαστίγων, στίξαι, στρεβλῶσαι, τούτους μέν, ἂν ὦσι πονηροί, οὐκ ἂν μεταβάλοιμεν τοῖς αἰκισμοῖς, τῶν δ' ἐλευθέρων καὶ φρόνημα παρὰ τῆς εὐγενείας ἐχόντων δεσπότης ἦν ἀκριβέστερος Σωκράτης ἢ τῶν ἀργυρωνήτων ὑμεῖς;

[148]    Κριτίας ἐλύπησε τὸν δῆμον. καὶ γὰρ Σωκράτην. ὑμᾶς ἀφείλετο τὴν παρρησίαν. καὶ γὰρ ἐκεῖνον τὰς εἰωθυίας συνουσίας. ἆρ' οὖν ὑμῖν, εἰ μαθητὴς ἀκριβῶς ἦν Σωκράτους καὶ τῶν ἐκείνου καὶ λόγων καὶ τρόπων λίαν ἐπιθυμητής, τοιούτους ‹ἂν› ἀποδοῦναι δοκεῖ τῷ διδασκάλῳ τοὺς μισθοὺς καὶ παρελέσθαι τοῦ βίου τὴν τάξιν ἐν ᾗ τοσοῦτον ἐβεβιώκει χρόνον, καὶ ὁ μὲν κακῶς λέγειν τὴν ἀρχήν, ὁ δ' οἷς μάλιστα λυπήσειν ἔμελλεν ἐπιτάττειν, ἀλλ' οὐκ ἂν ὁ μὲν τὴν ὠμότητα θαυμάζειν, εἴπερ ταύτην ἐδίδασκεν, ὁ δ' ἀντιτιμᾶν τοὺς παρασκευάσαντας;

[149] τούς γέ τοι παιδοτρίβας ἴσμεν ἐν τοῖς στεφάνοις τῶν ἀθλητῶν οὔτ' ἀχθομένους πρὸς αὐτοὺς οὔθ' ὑβριζομένους ὑπ' αὐτῶν, ἀλλ' ἄμφω συνηδομένους ἀλλήλοις, Σωκράτης δὲ οὕτως ἦν ἄτοπος, ὥσθ' ὁρῶν αὑτοῦ τὴν σπουδὴν τετελεσμένην καὶ τοὺς νόμους ἀσθενεῖς καὶ τὸν δῆμον οὐδαμοῦ καὶ Κριτίαν τύραννον ἔψεγεν ἀρχὴν ἣν ἀποῦσαν ἐζήτει, καὶ κινδυνεύειν ᾑρεῖτο μᾶλλον ἢ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν;

[150]    Σὺ δ' Ἀλκιβιάδην μὲν καὶ Κριτίαν λέγεις, πολλοὺς δὲ χρηστοὺς παραλείπεις, ὧν, εἰ καὶ τῶν κοινῶν ἀφεστᾶσιν, ἔστιν ὅμως ἄγασθαι τὸν τρόπον, ἐπεὶ κἀν τοῖς ἰδίοις γένοιτ' ἂν ἀπόδειξις ἀρετῆς. τί γὰρ ἂν σὺ καταγνοίης Πλάτωνος; τί δ' ἂν Κρίτωνος; τί δ' Αἰσχίνου; τί Χαιρεφῶντος; τί μυρίων ἑτέρων; ποίας οὗτοι φιλίας προὔδοσαν; ποίοις πολεμίοις συνεύξαντο; τίνας νόμους ἀνεῖλον; τίνας τυράννους κατέστησαν; ἢ τὰ ἔπη μὲν συνείλοχας οἷς ἤλπισας ἐξαπατήσειν, ἃ δ' ἀφιστάμενος τῶν ποιητῶν διελέγετο Σωκράτης ὑπερπεπήδηκας; οὐχ ὑπὲρ ἐγκρατείας πρὸς Ἀρίστιππον διείλεκται πείθων μὴ δουλεύειν τῇ γαστρί; οὐ Λαμπροκλεῖ μητρὸς ἀμελοῦντι διδάσκων ἡλίκα χρέα γονεῦσιν ὀφείλομεν; τί κάλλιον ὧν ὑπὲρ διαλλαγῶν πρὸς Χαιρεκράτην καὶ τὸν ἀδελφὸν διεξῆλθε; τί βέλτιον ὧν περὶ φίλων πρὸς Ἀντισθένην;

[151] ἀλλὰ μὴν Γλαύκωνά τε τὸν Ἀρίστωνος καὶ τὸν Γλαύκωνος Χαρμίδην, τὸν μὲν ἐπεγείρας δημηγορεῖν ὀκνοῦντα, τὸν δ' ἐπισχὼν οὔπω δυνάμενον ὠφελεῖν, ἐξ ἀμφοτέρων εὔνουν πολίτην ἔδειξεν. ἤκουσε καὶ Περικλῆς ὁ Περικλέους τῶν ἐπὶ στρατηγίαν παρακαλούντων λόγων. καὶ τί δεῖ καθ' ἕκαστον ἐξαριθμεῖν; εἰ γὰρ ἐθέλοιμι καλέσαι τοὺς περὶ δικαιοσύνης, τοὺς περὶ σωφροσύνης, τοὺς ὑπὲρ ἀνδρίας, τοὺς ὑπὲρ πρᾳότητος, τοὺς περὶ μαντικῆς καὶ τῶν ἄλλων ἀκηκοότας ἀγαθῶν, πᾶσαν ἂν πλὴν τῶν τούτοις ἐοικότων καλοίην τὴν πόλιν, οὐχ ὡς οὐχὶ καὶ τούτων ἀκηκοότων, ἀλλ', οἶμαι, ψεύσονται καὶ τοὐναντίον ἐροῦσιν.

[152] οὐ μὴν ὑμῶν γε, ὦ ἄνδρες, τἀληθὲς οὐδεὶς ἐξαρνήσεται οὐδὲ πείσει καταψηφίσασθαι Σωκράτους, ὅτι Θησεὺς μὲν συνῴκισε τὴν πόλιν καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἀφῆκε, Σόλων δὲ Σαλαμῖνά τε προσηγάγετο καὶ χρεῶν ἀποκοπὰς εἰσηγήσατο καὶ ταῦτα πέντε ταλάντων ὀφειλομένων αὐτῷ. ταυτὶ γάρ, ὦ Ἀθηναῖοι, τοῖς μὲν πεποιηκόσι δόξαν ἂν εἰκότως φέροι, τοὺς δὲ ἄλλους οὐκ ἂν δικαίως ἀποκτείναι. εἰ γὰρ τοὺς ‹ἢ› μὴ συνοικίζοντας τὴν πόλιν τήν γε συνῳκισμένην ἢ μὴ Σαλαμῖνα κτωμένους τήν γε ἡμετέραν οὖσαν ἀποθνήσκειν δέοι καὶ ὅλως τοὺς ἢ μὴ γράφοντας νόμους ἢ μὴ στρατηγοῦντας, ἐπιλείψει τὸ κώνειον ὑμᾶς. ἔχει Θησεὺς τὰς προσηκούσας τιμάς, ὡς δηλοῖ τὸ Θησεῖον, ἕστηκεν ἐν ἀγορᾷ χαλκοῦς ὁ Σόλων, τὸ δ' ἀποθνήσκειν τινὰς Ἀθηναίων διὰ τὰς ἐκείνων εὐεργεσίας οὐκ οἶδ' ἥν τινα ἂν ἔχοι τοῖς ἀνδράσιν ἐκείνοις τιμήν.

[153]    Λεγέτω τοίνυν τὴν πρὸς τοὺς σοφιστὰς ὑμῶν ὀργήν, τὸν Ἀναξαγόραν, τὸν Πρωταγόραν, τὸν Διαγόραν. δώσει γάρ μοι πάλιν ἐρωτᾶν πῶς οὖν οὐ τῆς αὐτῆς ἀπέλαυσε Σωκράτης, εἴπερ οἷς ὁ δῆμος ὠργίζετο προσόμοιος ἦν; χρῆν γὰρ αὐτὸν ταὐτὰ ἐπιτηδεύοντα τοῖς αὐτοῖς κεκολάσθαι. εἰ μὲν γὰρ οὐδεὶς σοφιστὴς ἔδωκε δίκην, ῥᾳθυμία τοῦτ' ἂν ἦν περὶ τοὺς θεοὺς τῆς πόλεως, ὑφ' ἧς ἂν ἔφη τις καὶ τοῦτον διαλαθεῖν· ὄντων δὲ πρὸς οὓς ἔσχετε πικρῶς ὁ μὴ τοιούτων ὑμῶν πεπειραμένος δέδεικται καθαρεύων τῆς κατ' ἐκείνων αἰτίας.

[154] Ἀναξαγόρας ἐδέθη δικαίως ἀσεβῶν περὶ ἡλίου τε καὶ σελήνης. Πρωταγόραν ἐξεκηρύξατε καλῶς καὶ προσηκόντως ζητοῦντα περὶ θεῶν εἴτ' εἰσὶν εἴτ' οὐκ εἰσί. τῷ τὸν Διαγόραν ἀποκτενοῦντι μισθὸν ὑπέσχεσθε σωφρονοῦντες. τὴν γὰρ Ἐλευσῖνα καὶ τὰς ἀρρήτους ἐκωμῴδει τελετάς. Σωκράτους δὲ τίς εἰπεῖν ἔχει βιβλίον, τίς δὲ ῥῆμα περὶ τῶν θεῶν ἐναντίον νόμοις; οὐ δυνάμενος δ', Ἄνυτε, δεῖξαι, κἂν μυρίους λέγῃς σοφιστὰς ἀπολωλότας, οὔπω Σωκράτην ἐλέγχεις. οὐ γὰρ ἡ τῶν ἠδικηκότων τιμωρία τῶν ἀναμαρτήτων πονηρία γένοιτ' ἄν.

[155]    Καὶ διεξῄει τοὺς τοῖς σοφισταῖς οὐ συγγενομένους ὡς ἀγαθοὺς ἄνδρας γεγενημένους, τὸν Μιλτιάδην, τὸν Θεμιστοκλέα, τὸν Ἀριστείδην, οὐκ ἐνθυμηθείς, ὡς ὁ μὲν Μιλτιάδης δεδεμένος ἀπέθνησκεν, ὁ δὲ μέγας ἐν τῇ ναυμαχίᾳ Θεμιστοκλῆς ἔφευγε. καίτοι ταῦτα, Ἄνυτε, τίνος ἐστὶν ‹ἀρετῆς› καὶ καλοκἀγαθίας; καὶ μὴν οὐ τούτων γε αἱ τιμωρίαι, ἀλλ' ἀδικίας καὶ πονηρίας. ποῦ τοίνυν τοῦ μὴ σοφισταῖς ὡμιληκέναι τὸ κέρδος; ἀλλ' οἱ μὲν ἦσαν βέλτιστοι, πονηρὸς δὲ ὁ δῆμος; ὑπὸ ποίου σοφιστοῦ διεφθαρμένος;

[156]

καὶ μὴν οἱ μὲν ἄμοιροι τῆς τῶν σοφιστῶν συνουσίας εἰς τοῦτο ἦλθον κακῶν, ὁ δὲ Ἀναξαγόρου μαθητής, ὁ Ξανθίππου Περικλῆς, ἄνευ τοῦ πλεῖστον ἐν τῇ πόλει δυνηθῆναι καὶ τῇ τοῦ Διὸς προσηγορίᾳ κοσμηθῆναι καὶ ταῖς τιμαῖς ἐντελευτῆσαι καὶ ὅτε δὴ χαλεπῶν ἔτυχε τῶν πολιτῶν, ὀξέως ὑπὸ τοῦ δήμου πρὸς τὰ καλλίω κεκλῆσθαι τοῦτον αὐτὸν τὸν διδάσκαλον δεδεμένον ἐξῃτήσατο καὶ διέσωσεν. οὕτως ἠξίου τὸν Περικλέα μηδενὸς ὧν ἐπαγγείλειεν ἀτυχεῖν. καίτοι τὰς τηλικαύτας δωρεὰς οὐ τοῖς φαύλοις διδόναι νόμος, ἀλλ' οἷς ἀνάκειται τῶν κοινῶν ἡ φυλακή. οὐκοῦν ἄνδρα σπουδαῖον ἡγοῦντο τὸν ὁμολογοῦντα συγγεγονέναι τῷ σοφιστῇ καὶ δι' αὐτό γε τοῦτο βοηθοῦντα, διότι συγγένοιτο.

[157]    Δάμων δέ, εἰ μὲν ἠδίκει, καλῶς ἐκβέβληται· εἰ δ' ἐσυκοφαντεῖτο, κρεῖττον ἦν μηδ' ἐκεῖνον τοῦτο παθεῖν ἢ δι' ἐκεῖνον καὶ Σωκράτην. καίτοι φησὶν ἐπ' ἐλάττοσιν αἰτίαις ἐξελαθῆναι τὸν Δάμωνα, ἔτι δὲ μηδὲ ὑπὸ τῶν ἐχθρῶν αἰτίαν τοῦ καταλύειν τὸν δῆμον λαβεῖν, ὥσπερ τὸν νυνὶ κρινόμενον. ἔστι δὲ τοῦτο μὲν τεκμήριον τοῦ μετριωτέρων ἐκεῖνον ἐχθρῶν τυχεῖν, κωλύει δὲ οὐδὲν ἐλάττω τε δικαίως αἰτιαθῆναι καὶ μείζω μὴ προσηκόντως.

[158]    Ἀλλὰ γὰρ τίς οὐκ ἂν στενάξειε Βίαντος κακῶς ἀκούοντος, τοῦ Σόλωνος ἑταίρου, ‹τοῦ› φίλου τῷ Πυθίῳ, τοῦ πάντας ἀνθρώπους ἐκ Δελφῶν νουθετοῦντος, καὶ μετὰ Βίαντος πολλῶν ἑτέρων δι' οὓς σεμνὴ γέγονεν ἡ Ἰωνία; οὐ διὰ Μέλισσον καὶ Θαλῆν καὶ Πυθαγόραν ἤρχθησάν τε καὶ ἐστασίασαν οἱ τὰς πόλεις ἔχοντες, ἀλλ' αἱ μὲν στάσεις κοινὸν τῆς ἀνθρωπείας φύσεως νόσημα, τὸ δ' ὑπακούειν ἐκ τοῦ βασιλείαν σφίσιν ἐφορμεῖν μεγάλην συνέβη, τὴν δὲ Περσῶν ἰσχὺν οὐ Πυθαγόρας οὐδὲ Μέλισσος, ἀλλὰ Κῦρος Κροῖσον καθελὼν ἐποίησε καὶ μετ' ἐκεῖνον Δαρεῖος.

[159] ἐπεὶ ὅτι ταῦτά γε οὐκ ἐνιᾶσιν οἱ σοφισταὶ οὐδ' ἀγαπῶσιν εἰ ἔστι, μαρτυροῦσι Λακεδαιμόνιοι καὶ στασιάσαντες ἐφ' ὅσον οὐχ ἕτεροι χρόνον καὶ τὴν τῶν ἀρχομένων τάξιν μεταλαβόντες, οὐκ ἐπειδὴ σοφισταῖς ἀνέῳξαν τὴν Σπάρτην, ἀλλ' ὅτι Παυσανίας ἀσελγὴς ἦν καὶ βαρὺς καὶ τοῖς Ἕλλησιν οὐ φορητὸς ὁ μηδεπώποτε σοφιστὴν ἰδών.

[160] ...... οὓς δὴ καὶ περὶ Θρασυβούλου καὶ Κόνωνος, ὅτι Θρασύβουλος μὲν καὶ Κόνων ἤστην ἂν ἀμείνους περὶ λόγους διατρίψαντες, Κριτίας δὲ καὶ Ἀλκιβιάδης πολὺ φαυλοτέρω μηδ' ἁψαμένω. τοὺς μὲν γὰρ ἴσως τι οὐκ ἐχαλίνωσαν ‹ἄν›, οἱ δ' ἂν ἦσαν χαριέστεροι.

[161]    Περὶ μὲν οὖν τούτων ἀποχρώντως εἴρηται, πάνυ δὲ ἀνδρῶν ἔργον ἀγαθῶν ἐποιεῖτε, ἡνίκα ὑμῖν ἐνέπεσεν ‹ὀργή›, ὅτι Μέλητος ἢ οὗτος Ἄνυτος τὸν Σωκράτην διδάσκει τὰ δίκαια. καὶ δεῖ μὲν οὐδὲν ἴσως λόγων πρός γε τοὺς οὕτω διατεθέντας, ὅμως δὲ ἐρῶ καὶ περὶ τοῦδε.

[162]    Τί σοι τὸν ἄνθρωπον ἐβούλου ποιεῖν; θεοὺς θεραπεύειν ὥσπερ ἡ πόλις; οὕτω τεθεράπευκεν ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς. γονεῖς εὖ ποιεῖν; καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο ἤγαγε. μηδένα ἀδικεῖν; περὶ πάντας γέγονε δίκαιος. ἀρχόντων ἀκούειν; πότ' οὖν ὑπερεφρόνησε; τοῖς νόμοις πείθεσθαι; παραβέβηκεν οὐδένα. τῶν οἰκείων ἐπιμελεῖσθαι; καὶ τῶν ἔξω τοῦ γένους ἐφρόντισε.

[163] τί οὖν ἃ ποιῶν τε γεγήρακε καὶ τοὺς ἄλλους ποιεῖν ἀξιῶν, ταῦθ' ὡς ἀγνοοῦντα διδάσκεις; ὥσπερ ἂν εἴ τις Μέλητον διδάσκοι, πῶς ἄν [τις] τεχνικῶς συκοφαντοίη. μεθ' οὗ κατηγορῶν, ὦ πάντων ἀναιδέστατε, σὺ τολμᾷς καλεῖν Σωκράτην τυραννικόν; πόθεν ἐλπίσας εἶναι πιθανός; ἐκ τῆς ἀπονοίας; ἐκ τοῦ θράσους; ἀπὸ τοῦ χρημάτων ἐρᾶν; ἀπὸ δείπνων πολυτελῶν; ἀπὸ τῆς ἐσθῆτος; ἀπὸ τῶν ἀκολούθων; εἰ γάρ τις ἄλλοθεν ἐπελθὼν καὶ μικρὸν χρόνον ἐνδιατρίψας καὶ κρίνων ἑκάστου τὴν γνώμην οἷς ἑώρα παραγόμενος εἰς τὸν δῆμον ἠναγκάζετο λέγειν, ὃν ἡγοῖτο δημοτικώτατον, οὐκ ἂν ὑμῖν δοκεῖ Σωκράτει δοῦναι τὴν ψῆφον, ὃν ἑώρα κρείττω μὲν πλούτου, κρείττω δὲ ἡδονῶν, περὶ δὲ τοῦ τῆς Ἀσίας δεσπότου μὴ συγχωροῦντα εὐθύς, ὡς εὐδαίμων εἴη; καὶ τί ποτ' ἂν οἴοιτο τὰς μικρὰς τυραννίδας ὁ τὴν οὕτω λαμπρὰν οὔπω νομίζων εὐδαιμονίαν; πῶς δ' ἂν ἐπεθύμησε πολιτείας ᾗ τὸ μηδένα παιδείᾳ προσέχειν λυσιτελεῖ;

[164] καὶ τί δεῖ μακρολογεῖν ἐξὸν ἐναργεστέροις καὶ σαφεστέροις ἐπιδεῖξαι σημείοις, ὡς οὐκ ἐπαινεῖ τὰς δυναστείας; τοῦτον γάρ, ὦ Ἀθηναῖοι, πολλοὶ τῶν τυράννων ἐπεθύμησαν ἰδεῖν πολλῶν παρ' αὐτοῖς ἐκπεπληγμένων τὴν ἀρετὴν Σωκράτους νομίζοντες πρέπειν ταῖς ἐξουσίαις αὑτῶν καὶ ταύτην τὴν θέαν.

[165] καὶ διὰ τοῦτο ἐκάλει μὲν [ὁ] Εὐρύλοχος ὁ Λαρισαῖος, ἐκάλει δὲ Σκόπας ὁ Κρανώνιος, οὐχ ἥκιστα δὲ ὁ Μακεδόνων ἄρχων Ἀρχέλαος, δεόμενοι, πέμποντες τοὺς ἄξοντας, ἐπιστέλλοντες, ὑπισχνούμενοι. πῶς οὖν ὁ τοὺς νέους ἐθίζων ὑπερορᾶν τῶν νόμων; αὐτῶν ἔδει μὲν τῶν ἐπιστολῶν, ἐν ἐκείναις τὸν ἄνθρωπον κάλλιστα ἂν εἴδετε, μᾶλλον δέ, τί δεῖ γραμμάτων τοῦ πράγματος αὐτοῦ βοῶντος; τριῶν γάρ, ὦ ἄνδρες, κατεγέλασε τυράννων καὶ δώρων τῶν παρ' ἐκείνων καὶ τρυφῆς καὶ ποικίλων ἡδονῶν αἰσχυνόμενος τοὔδαφος τῶν Ἀθηναίων καὶ τοὺς νόμους καθ' οὓς αὐτός τε ἐγένετο τῷ πατρὶ καὶ παῖδας ἐποιήσατο νομίζων οὐκ εἶναι τῆς αὑτοῦ φύσεως οὔτε θεραπεύειν τύραννον οὔτε εὖ πάσχειν ὑπὸ τυράννου.

[166] οὐ τοίνυν ὡς καλοῦντες διήμαρτον, ἀφίσταντο τῆς πείρας, ἀλλ' ἀκούοντες ἀνάλωτον εἶναι χρήμασιν οἴκοι καθημένῳ προὔτεινον. ὁ δ' οὐ μετριώτερον ἡγούμενος τοῦ βαδίζειν ἐκεῖσε ἐκεῖθεν τὸ κερδαίνειν διεώσατο καὶ δυνάμενος εὐπορεῖν τούτων μᾶλλον οἷς ἀπὸ τοῦ συκοφαντεῖν ἡ πρόσοδος ἔμεινεν ἐπὶ τῆς πενίας ἡδέως οὐδ' ἂν Θετταλίαν ὅλην, εἴ τις ἐδίδου, λαβών.

[167]    Τοῦτον οὖν ἀποκτενεῖτε καὶ διὰ τοὺς Ἀνύτου λόγους ὑπερόψεσθε τοὺς ὅρκους; οὐ δείσετε τὴν ὀργὴν τῶν θεῶν; οὐ πρὸς τὰ ἔργα βλέψετε τὰς βλασφημίας ἀφέντες; οὐκ ἐγκαλέσετε τοῖς ποιηταῖς ἀντὶ τῶν ἐλεγχόντων; αὐτὸς μὲν Σωκράτης οὐ δεινὸν ἡγεῖται τὸ τεθνάναι, ταῦτα γὰρ αὐτὸν ‹ἡ› φιλοσοφία πέπεικεν, ὡς ἐκεῖ τῆς ἀρετῆς κομιούμενον τὰ ἆθλα, ὡς ἕξοντα κἀκεῖ θεοὺς δεσπότας, ὡς ἐντευξόμενον αὐτόθι τοῖς ποιηταῖς, ὡς ἐρησόμενον· ὑμεῖς δὲ μὴ σκοπεῖτε, τί τῷδε κοῦφον, ἀλλὰ τί τοῖς νόμοις συμβαῖνον. οὐ γὰρ κατὰ τὴν Σωκράτους ἐπιθυμίαν ὀμωμόκατε ψηφιεῖσθαι, κατὰ δὲ τοὺς νόμους τοὺς κειμένους, ὧν οὐδεὶς κωλύει μεμνῆσθαι ποιητῶν.

[168] μεγάλοι μὲν οὖν αὐτὸν ἐν Ἅιδου περιμένουσι μισθοὶ βίου σώφρονος καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ' ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοικῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι' ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἴ τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτορας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἑώρα γὰρ καὶ τοὺς ἰατροὺς ταύτην ἰόντας.

[169] τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοηθοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ' ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ ὁ μὲν πολλῶν υἱέσιν ἀμείνων ἐγένετο τῶν πατέρων, ὑμεῖς δὲ τοὺς τούτου παῖδας εἰς ὀρφανίαν ἐμβαλεῖτε, μᾶλλον δὲ εἰς ἀτιμίαν; ποῦ γὰρ ἔτι φανοῦνται; ποῦ φθέγξονται; ποῦ παρρησιάσονται τῆς τοῦ πατρὸς συμφορᾶς οὐκ ἐώσης;

[170] κλαύσατε, παιδία δυστυχῆ. κλαῦσον, Ξανθίππη ταλαίπωρε. Σωκράτης μὲν οὐδέποτε τοῦτο ποιήσει, θαρρεῖ γὰρ τὴν τελευτὴν καὶ τὴν ἀποδημίαν οὐ δέδοικεν. πολὺ γὰρ τῶν ἐνταῦθα τόπων ἡδίων, ὡς λόγος, ὁ τοῖς δικαίοις ἡτοιμασμένος. οὔκουν αἰσχρὰν ζητήσει σωτηρίαν οὐδὲ τὴν μελετηθεῖσαν ἀνδρίαν ἐν τῷ δικαστηρίῳ καταλύσει νομίζων ἀμφοτέροις αἰσχρὰν εἶναι τὴν ἱκετείαν, καὶ αὑτῷ καὶ τῇ πόλει, τῷ τὸν δοκοῦντα σοφὸν ὥσπέρ τινα βάρβαρον φρίττειν τὸν θάνατον. ἀλλ' ὑμεῖς δεήθητε τῶν δικαστῶν, ἀντιβολήσατε, δακρύσατε.

[171] καὶ αὐτὸς δὲ οὐκ ὀκνήσω μεθ' ὑμῶν. ἄνδρες Ἀθηναῖοι, φίλον εἰλικρινῆ, χρηστὸν ἄνδρα, σύμβουλον ἀγαθόν, πολίτην δίκαιον, λυπηρὸν μὲν ἐνίοις, συμφέροντα δὲ τοῖς εὐνοοῦσι σώσατε, διατηρήσατε. στρατηγεῖν μὲν οὐκ ἂν δύναιτο, σωφρονίζειν δὲ ἐπίσταται. στόλον μὲν ἄγων οὐκ ἂν ἐκπλεύσειεν, ἐκπλεῖν δὲ πολλοὺς νέους εἰς ὕβριν οὐκ ἂν ἐῴη. μέγα μὲν ὑμῖν οἱ νόμοι καὶ ἡ τῶν δικαζόντων ψῆφος, μικρὸν δὲ οὐδὲ Σωκράτης τηρῶν πλημμελοῦντας, μεμφόμενος ἀδικοῦσι, συνεχῆ τινα ταύτην, ὅπερ ἔφην, λειτουργῶν ἤδη λειτουργίαν τῇ πόλει.

[172] πόσους οἴεσθε διὰ τοῦτον ἀμελήσαντας ἂν υἱέων ἐπιμεμελῆσθαι; πόσους πολεμήσαντας ἂν ἀδελφοῖς οὐ τολμῆσαι; πόσους κακώσαντας ‹ἂν› γονεῖς τεθεραπευκέναι; πρὸ γὰρ τῶν δικαστηρίων ἐφοβοῦντο τὰς ἐπιτιμήσεις Σωκράτους εἰδότες ὅτι κατήγορον μὲν ἔνι ἐκπρίασθαι, λογιστὴν δὲ τοιοῦτον καὶ τῶν δικαίων φύλακα τῶν ἀμηχάνων διαφυγεῖν ἢ πεῖσαι σιγᾶν. διὰ τοῦτ' οὖν ἀποθανεῖται καὶ δώσει δίκην, ὅτι βελτίους ἐν οἷς ἔδακνε καθίστη;

[173] καὶ τῶν μὲν παρ' ἐκείνου λόγων ἀπαλλαγῆναι ζητεῖτε, τὸν δὲ ἐπὶ τούτοις ἐσόμενον οὐ δεδοίκατε λόγον, ὅτι Ἀθηναῖοι βουλόμενοι περὶ πάντα μᾶλλον ἢ τὰς ψυχὰς ἐσπουδακέναι καὶ πλουτεῖν μετ' ἀφροσύνης πολίτην τινὰ αὑτῶν ταῦτα οὐκ ἐπιτρέποντα, ἀλλ' αἰσχυνόμενον καὶ λυπούμενον καὶ προσιόντα καὶ νουθετοῦντα ‹καὶ› κοινόν τινα πάντων ἐπιμελητὴν περινοστοῦντα, καθάπερ τινὰ πολέμιον τῶν πολλάκις δῃωσάντων τὴν χώραν, ἀπέκτειναν οὐ βίον, οὐ λόγους, οὐ πράξεις, οὐκ αὐτὸ τὸ γῆρας αἰδεσθέντες; μικρὰν οἴεσθε ταῦτ' εἶναι βλάβην; ἢ δόξειν ποτὲ τὴν τοιαύτην ‹πόλιν› πρὸς ἑτέρους ἔσεσθαι μετρίαν, ὅταν τοὺς παρ' αὑτῇ βελτίστους ὠμῶς μεταχειρίζηται;

[174] νῦν μέν τις ζῶντα βλέπων ἴσως ἐπιθυμεῖ τεθνεῶτα ἰδεῖν, ἀποθανόντος δὲ καὶ λωφήσαντος τοῦ θυμοῦ καὶ λογισμῷ τοῦ πράγματος ὁρωμένου πολλὰ στενάξειν οἶμαι πάντας καὶ μέμψεσθαι καὶ κατηγόροις καὶ ψήφῳ καὶ πᾶσι καὶ σφίσιν αὐτοῖς, ὅταν ἡ φωνὴ Σωκράτους, ὅταν αἱ διατριβαὶ τὴν μνήμην εἰσίωσιν, ὅταν οἱ συνήθεις ἐκείνῳ πενθῶσιν, ὅταν οἱ φίλοι κλάωσιν, ὅταν οἱ ξένοι καταπλέωσι μὲν ὡς συνεσόμενοι τἀνδρί, τεθνεῶτα δὲ εὑρόντες ζητῶσι τὸν τάφον, ὅταν ἕτερος πρὸς ἕτερον λέγῃ δεικνὺς ἅμα τὸν τόπον· ἐνταῦθα περὶ σωφροσύνης ἐποιήσατό ποτε λόγους, ἐνταῦθα περὶ ἀνδρίας, ἐνταῦθα περὶ δικαιοσύνης. Πρόδικον ἐνταῦθα λέγων ἐνίκα, Πρωταγόραν ἐκεῖ, τὸν Ἠλεῖον ἄλλοθι, τὸν Λεοντῖνον ἑτέρωθι.

[175] τίς οἴσει τὴν μνήμην ἀδακρυτὶ τῶν τροπαίων τούτων; πῶς ἀλλήλους ὀψόμεθα μετὰ τὸ κώνειον; πολλά, ὦ Ἀθηναῖοι, πολλὰ παρόντα μὲν δυσχεραίνεται, πεπαυμένα δὲ ποθεῖται. μὴ δὴ ποιήσητε τοὺς ἐν ταῖς παλαίστραις λόγους ὑπὲρ χρημάτων τοῖς συνοῦσιν εἶναι μηδ' ἐπικίνδυνον ἀποφήνητε τῆς σοφίας τὴν κτῆσιν ἐν τῇ λήξει τῆς Ἀθηνᾶς μηδ' ἀναμείνητε θέαμα δεινὸν καὶ τῆς πόλεως ἀλλότριον, ἐκφερόμενον μὲν ἀπὸ τοῦ δεσμωτηρίου Σωκράτην, ἔρημον δὲ τὸ ἄστυ τῆς ἐκείνου φωνῆς, ὥσπέρ τινος ἀηδόνος, τοὺς δ' ἑταίρους ἐν μὲν τῷ θάπτειν σιγῇ καταρωμένους ὑμῖν, ἔπειτα δὲ φεύγοντας ἄλλον ἄλλοσε, τοὺς μὲν εἰς Μέγαρα, τοὺς δὲ εἰς Κόρινθον, τοὺς δὲ εἰς Ἦλιν, τοὺς δὲ εἰς Εὔβοιαν, μεταφέροντας ἑτέρωσε τὸ τῆς Ἀττικῆς ἄνθος, λέγοντας παρ' οὓς ἴοιεν· δέχεσθε τοὺς Ἀθήνηθεν, ὦ ἄνδρες, φυγάδας, οὐ προδότας οὐδ' ἀστρατεύτους οὐδὲ τὴν ὥραν ἀποδομένους οὐδ' ὧν ἐν τοῖς νόμοις αἱ τιμωρίαι τετολμηκότας οὐδέν, ἀλλ' ἐγκαλουμένους ἔρωτα λόγων καὶ παιδείας. ταῦτα πέπεικε Λύκων, ταῦτ' εἰσηγήσατο Μέλητος, ἐπὶ τούτοις Ἄνυτος ἐδίωκεν. εἴδομεν Σωκράτην κρινόμενον, εἴδομεν κατεγνωσμένον, εἴδομεν δεδεμένον, εἴδομεν ἀποθνήσκοντα. ταῦτα παρῄνεσε φεύγειν, ταῦτα ζητῆσαι καταφυγήν.

[176] οὐκοῦν καὶ ἀσμένως δέξονται καὶ παραμυθήσονται καὶ δώσουσι θαρρεῖν. οἱ δὲ ἱδρυθέντες ὡς ἑκάστῳ συμβαίνει καὶ μεταδιδόντες ὧν ἔχουσι πρῶτον μὲν πολλὰς πόλεις σεμνοτέρας τῶν Ἀθηνῶν ἀποδείξουσι κατά γε τὴν σοφίαν, ἔπειτα τοῖς λόγοις ἀμυνοῦνται τοὺς αὐτόχειρας Σωκράτους, οὐ τοὺς κατηγορηκότας, ὦ Ἀθηναῖοι, τουτουσὶ μόνους, ἀλλὰ καὶ ὑμᾶς καὶ τὴν ἄλλην πόλιν ὡς τῶν ἐπιτρεψάντων ἐν τῷ μὴ κωλύσαι δεδρακότων. οὐκοῦν ἀνεξάλειπτον πρόσεισι τοὔνειδος καὶ χρόνος οὐδεὶς στήσει τὴν φήμην. ὅταν γὰρ οἱ τῷ λέγειν διαφέροντες εἰς γραφὴν ἐγκατάθωνται πράξεις ἢ χείρους ἢ βελτίους, ἀνάγκη ταύτας ἐστὶν ἀθανάτους μένειν.

[177] οὐχ ὁρᾶτε τὸν Μίνω δεινὰ πάσχοντα ἐπὶ τῆς σκηνῆς καὶ τὴν οἰκίαν αὐτοῦ διὰ τοῦ τῆς Πασιφάης ἔρωτος ἐν αἰσχύνῃ γεγενημένην; ταῦτα μέντοι πολλοὺς ‹ἂν› ἀνθρώπους ἔλαθεν, εἰ μὴ πανταχοῦ τὸν λόγον αἱ τραγῳδίαι διέσπειραν. νῦν δ' ἀνθ' ὧν τῇ πόλει χαλεπῶς προσενήνεκτο δύναμιν ἔχων ἐν τῇ θαλάττῃ διὰ τῶν ποιητῶν καὶ τελευτήσας κολάζεται. μὴ τοίνυν πολλὰς γλώττας ἐφ' ὑμᾶς αὐτοὺς κινήσητε μηδὲ τοὺς τὸ πρᾶγμα ἐλαύνοντας ἐχθροὺς τῇ πόλει ποιήσητε.

[178]    Καὶ τί δεῖ τοῖς ἐσομένοις συγγράμμασι πείθειν μὴ βουλεύεσθαι κακῶς; τὸν Πύθιον, ὦ Ἀθηναῖοι, δείσατε. τὸν χρησμὸν αἰδέσθητε, τὴν ἀπὸ Δελφῶν μαρτυρίαν, καὶ μὴ τὸν τοῖς ἐκ τοῦ τρίποδος κεκοσμημένον ἀπολέσητε ψήφοις μηδὲ μιμήσησθε τὸν θρασὺν ἐκεῖνον Ἴδαν, ὃς ἔλαβε τόξον, ὥς φασιν, ἐπὶ τὸν θεόν. πόλεμός ἐστι καὶ τοῦτο πρὸς τὸν Ἀπόλλω, πόλεμος ἐξ Ἀττικοῦ δικαστηρίου πρὸς τὰ μέσα τῆς γῆς. ἐκεῖθεν μὲν ὁ θεὸς κηρύττει· σοφώτατος ἀνδρῶν Σωκράτης, ἐντεῦθεν δὲ ἀποκτανθήτω Σωκράτης βοᾶτε.

[179] πῶς οὖν πέμψετε θεωροὺς εἰς τὰ Πύθια; πῶς θύσετε πορευθέντες; πῶς εὔξεσθε; πῶς, ἤν τι δέῃ, χρήσεσθε τῷ τρίποδι πολλὴν φλυαρίαν τῶν λογίων κατεγνωκότες; καίτοι τίνες ἂν ὑμῶν δικαιότερον ἂν συμπράττοιεν εἰς δόξαν τῷ μαντείῳ; δι' οὗ τὰς ἀποικίας ἐπέμψατε, δι' οὗ Μήδους ἀπωλέσατε, δι' οὗ κακῶν ἑτέρων εὕρασθε λύσεις, δι' οὗ τὴν προηροσίαν ὑπὲρ τῶν Ἑλλήνων θύετε.

[180] φέρε, εἴ του πιέζοντος, ὃ μὴ γένοιτο, ‹ἥκοιτε› ζητοῦντες παρὰ τοῦ θεοῦ, καθάπερ ἔμπροσθεν, λύσιν, ὁ δ' ὑμᾶς, ὥσπερ τὸν Ἀρχιλόχου φονέα, διαρρήδην ἐξελαύνοι τοῦ νεὼ Μουσῶν ὑμᾶς ἀπεκτονέναι καὶ αὑτοῦ θεράποντα ὑπειπών, καλήν γ' ἂν εἴημεν δόξαν ἐν τοῖς Ἕλλησιν ἐσχηκότες. καὶ τούτῳ μὲν ἦν εἰς τὸν τοῦ πολέμου νόμον ἀναχώρησις, ὑμᾶς δὲ τί τῶν ἁπάντων παραιτήσεται;

[181] τοὺς αὑτοῦ ποθ' ἱερεῖς οὗτος αὐτὸς ὁ θεὸς ὑπὲρ Αἰσώπου χαλεπαίνων περιέβαλε κακοῖς. καίτοι τίς ἂν μὴ φιλονεικῶν ἀπεικάσειεν Αἴσωπον τὸν Φρύγα Σωκράτει τῷ ὑμετέρῳ; πῶς οὖν δεῖ νομίζειν πρᾴως οἴσειν τὸν τοῦδε θάνατον, ᾧ δεινὸν ἔδοξεν ἐκεῖνος ὁ πρότερος; καλήν γε δόξαν ἐν τοῖς Ἕλλησιν ἕξομεν ἄνευ τοῦ τι πείσεσθαι καὶ ζημίας. καὶ γὰρ εἰ ψήφοις ἀποθανεῖται καὶ δικαστηρίου ἔσται σχῆμα, μείζων αἰτία τὸ μηδ' ὀργῇ προσθεῖναι τὸ κακὸν ἐξεῖναι. τὸ δὲ καὶ τὴν πρύμναν ἐστέφθαι τοῦ πλοίου τοῦ τὸν χορὸν εἰς τὴν Δῆλον ἄγοντος οὐ φαίνεται δηλοῦν ὡς ἐμποδὼν ὁ θεὸς ἵσταται τῇ τελευτῇ καὶ τὴν σώζουσαν φέρει;

[182] μέλει τοῖς κρείττοσιν, ὦ Ἀθηναῖοι, μέλει τῶν φιλομούσων. σημεῖον δέ, Λειβήθριοι μετὰ τὸν Ὀρφέως φόνον δι' ἀμουσίας ἔδοσαν δίκην καὶ κατέχεται τὸ χωρίον ἀπαιδευσίᾳ συχνῇ. καίτοι τοῦτο ποίας οὐ νόσου δεινότερον, τίνων οὐκ αὐχμῶν βλαβερώτερον καὶ τετυφλῶσθαι τὴν διάνοιαν καὶ ζῆν ἐν ἀγνοίᾳ τῶν καλῶν καὶ μηδὲν διαφέρειν βοσκημάτων; ἀλλ' ὑμεῖς μὴ ἁμάρτοιτε τοιοῦτον μηδὲν μηδὲ πάθοιτε.

[183]    Κρίτων, ἡλικιῶτα Σωκράτους καὶ δημότα, λέγε πρὸς τούτους ἃ σύνοισθα τῷ φίλῳ. ποῦ τοῦ Σαλαμινίου Λέοντος οἱ παῖδες, ἐφ' ὃν ὑπὸ τῶν τριάκοντα πεμπόμενος οὗτος ἀπῆλθεν οἴκαδε; φανεῖται μεμνημένος δημότης τῆς προαιρέσεως; καὶ τῶν ἀμφὶ Θράσυλλον καὶ Περικλέα τοὺς οἰκείους καλῶ τῶν, τὸ Σωκράτους μέρος, οὐκ ἀπολωλότων ἀκρίτων.

[184]    Παῦσαι θορυβῶν, Ἄνυτε. δεῖσον τὸ μέλλον. μὴ νίκην νίκα Καδμείαν. ὅρα μὴ τήμερον ἡσθεὶς ὕστερον ὀδύρῃ σαυτόν. εἷλε καὶ Καλλίξενος τοὺς στρατηγούς, ἀλλ' ὅμως ἑλὼν ἀπώλλυτο. φύλαξαι δὴ τὸ παράδειγμα καὶ λῆξον λοιδορῶν. λύει τὰς βλασφημίας Φαίδων μετὰ τὸν χείρω βίον φιλοσοφῶν. οὕτως εἴωθε Σωκράτης διαφθείρειν τοὺς νέους.