Λέγει τις νόμος Λευκανῶν, ἐὰν ἡλίου δύντος ἀφίκηται ξένος καὶ παρελθεῖν ἐθελήσῃ ἐς στέγην τινός, εἶτα μὴ δέξηται τὸν ἄνδρα, ζημιοῦσθαι αὐτὸν καὶ ὑπέχειν δίκας τῆς κακοξενίας ἐμοὶ δοκεῖν καὶ τῷ ἀφικομένῳ καὶ τῷ Ξενίῳ Διί.
Ὅτι Δαρδανεῖς τοὺς ἀπὸ τῆς Ἰλλυρίδος ἀκούω τρὶς μόνον λούεσθαι παρὰ πάντα τὸν ἑαυτῶν βίον, ἐξ ὠδίνων καὶ γαμοῦντας καὶ ἀποθανόντας.
Ἰνδοὶ οὔτε δανείζουσιν οὔτε ἴσασι δανείζεσθαι. ἀλλ' οὐδὲ θέμις ἄνδρα Ἰνδὸν οὔτε ἀδικῆσαι οὔτε ἀδικηθῆναι. διὸ οὐδὲ ποιοῦνται συγγραφὴν ἢ παρακαταθήκην.
Νόμος ἐστὶ Σαρδῷος, τοὺς ἤδη γεγηρακότας τῶν πατέρων οἱ παῖδες ῥοπάλοις τύπτοντες ἀνῄρουν καὶ ἔθαπτον, αἰσχρὸν ἡγούμενοι τὸν λίαν ὑπέργηρων ὄντα ζῆν ἔτι, ὡς πολλὰ ἁμαρτάνοντος τοῦ σώματος τοῦ διὰ τὸ γῆρας πεπονηκότος. τῶν δὲ αὐτῶν ἐστι νόμος τοιοῦτος. ἀργίας ἦσαν δίκαι, καὶ τὸν εἰκῆ ζῶντα ἔδει κρίνεσθαι καὶ διδόναι τὰς εὐθύνας ἀποδεικνύντα ὁπόθεν ζῇ.
Ἀσσύριοι τὰς ὡραίας γάμου παρθένους ἀθροίσαντες ἔς τινα πόλιν ἀγορὰν αὐτῶν προκηρύττουσι καὶ ἕκαστος ἣν ἂν πρίηται ἀπάγει νύμφην.
Βύβλιος ἀνὴρ ἐν ὁδῷ περιτυχὼν οὐδὲν ὧν μὴ κατέθετο ἀναιρεῖται· οὐ γὰρ ἡγεῖται τὸ τοιοῦτον εὕρημα ἀλλὰ ἀδίκημα.
Δερβίκκαι τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη βεβιωκότας ἀποκτείνουσι, τοὺς μὲν ἄνδρας καταθύοντες, ἀπάγχοντες δὲ τὰς γυναῖκας.
Κόλχοι δὲ τοὺς νεκροὺς ἐν βύρσαις θάπτουσι, καὶ καταρράψαντες ἐκ τῶν δένδρων ἐξαρτῶσι.
Λυδοῖς ἦν ἔθος πρὸ τοῦ συνοικεῖν τὰς γυναῖκας ἀνδράσιν ἑταιρεῖν, ἅπαξ δὲ καταζευχθείσας σωφρονεῖν· τὴν δὲ ἁμαρτάνουσαν ἐς ἕτερον συγγνώμης τυχεῖν ἀδύνατον ἦν.
[2] Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι λέγων Λαοδόκῳ τῷ κιθαρῳδῷ διαφερόμενον ὑπὲρ μουσικῆς εἰπεῖν ὅτι ἄρα ἐκεῖνος μέν ἐστιν ἐν μεγάλῃ τῇ τέχνῃ μικρός, αὐτὸς δὲ ἐν μικρᾷ μέγας. οὐ μόνον δὲ ἄρα ἐστὶ σεμνὸν οἰκίαν αὐξῆσαι καὶ πλοῦτον, ἀλλὰ γὰρ καὶ τέχνην, εἴ γέ τι δεῖ προσέχειν Νικοστράτῳ εὖ καὶ καλῶς τοῦτο εἰπόντι.
[3] Πολύγνωτος ὁ Θάσιος καὶ Διονύσιος ὁ Κολοφώνιος γραφέε ἤστην. καὶ ὁ μὲν Πολύγνωτος ἔγραφε τὰ μεγάλα, καὶ ἐν τοῖς τελείοις εἰργάζετο τὰ ἆθλα· τὰ δὲ τοῦ Διονυσίου πλὴν τοῦ μεγέθους τὴν τοῦ Πολυγνώτου τέχνην ἐμιμεῖτο ἐς τὴν ἀκρίβειαν, πάθος καὶ ἦθος καὶ σχημάτων χρῆσιν καὶ ἱματίων λεπτότητας καὶ τὰ λοιπά.
[4] Ἀκούω κεῖσθαι νόμον Θήβησι προστάττοντα τοῖς τεχνίταις καὶ τοῖς γραφικοῖς καὶ τοῖς πλαστικοῖς ἐς τὸ κρεῖττον τὰς εἰκόνας μιμεῖσθαι. ἀπειλεῖ δὲ ὁ νόμος τοῖς ἐς τὸ χεῖρόν ποτε ἢ πλάσασιν ἢ γράψασι ζημίαν τὸ τίμημα δρᾶν.
[5] Εὐεργεσιῶν ἀπεμνήσθησαν καὶ χάριτας ὑπὲρ αὐτῶν ἀπέδοσαν Θησεὺς μὲν Ἡρακλεῖ. Ἀιδωνέως γὰρ αὐτὸν τοῦ Μολοττῶν βασιλέως δήσαντος, ὅτε ἐπὶ τὴν γυναῖκα αὐτοῦ ἦλθε μετὰ Πειρίθου ἁρπασόμενος αὐτὴν ὁ Θησεύς (οὐχ ἑαυτῷ σπουδάζων τὸν γάμον, ἀλλὰ γὰρ τῇ τοῦ Πειρίθου χάριτι τοῦτο δράσας) Ἡρακλῆς ἐς τοὺς Μολοττοὺς ἀφικόμενος ἐρρύσατο τὸν Θησέα, καὶ διὰ ταῦτα ἐκεῖνος αὐτῷ βωμὸν ἀνέστησε. καὶ οἱ ἑπτὰ ἐπὶ Θήβας Πρώνακτι καὶ ἐκεῖνοι χάριτας ἀπέδοσαν. διὰ γὰρ αὐτοὺς ἀπολομένου τοῦ Πρώνακτος τὸν ἀγῶνα ἔθεσαν ἐπ' αὐτῷ, ὃν οἱ πολλοὶ οἴονται ἐπ' Ἀρχεμόρῳ τεθῆναι ἐξ ἀρχῆς. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας Νέστορι. Νηλέως γὰρ αὐτὸν οὐ βουλομένου καθῆραι, οἱ μὲν ἄλλοι παῖδες σύμψηφοι ἦσαν τῶν Νηλεῖ, ὁ δὲ Νέστωρ οὐχί. καὶ διὰ ταῦτα ἑλὼν τὴν Πύλον Ἡρακλῆς τὸν μὲν Νηλέα καὶ τοὺς ἄλλους αὐτοῦ παῖδας ἀπέκτεινεν, οὐ μόνον δὲ ἐφείσατο Νέστορος, ἀλλὰ καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔχειν ἔδωκε. καὶ Ἀθηναῖοι δὲ πανδημεὶ τοῖς Ἡρακλέους ἀπογόνοις ἀπέτισαν χάριτας. ἐπεὶ γὰρ καὶ ἐκείνων ὁ προπάτωρ εὐεργέτης ἐγένετο τοῦ Θησέως, οἱ Ἀθηναῖοι διὰ ταῦτα κατήγαγον αὐτοὺς ἐς Πελοπόννησον. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας τοῖς ἐκ Κλεωνῶν τριακοσίοις καὶ ἑξήκοντα. τούτοις γὰρ ἐπὶ τοὺς Μολιονίδας συστρατεύσασιν αὐτῷ καὶ ἀποθανοῦσιν εὖ καὶ καλῶς ἀπέστη τῶν ἐν Νεμέᾳ τιμῶν, ἃς ἔλαβε παρὰ τῶν Νεμέων, ὅτε τὸν ἐπιχωριάζοντα αὐτοῖς καὶ λυμαινόμενον αὐτῶν τὰ ἔργα ἐχειρώσατο λέοντα. καὶ Μενεσθεὺς δὲ ὁ Πετεῶο περὶ τοὺς Τυνδαρίδας οὐκ ἐγένετο ἀχάριστος. ἐκβαλόντες γὰρ ἐκεῖνοι τοὺς Θησέως υἱοὺς καὶ τὴν μητέρα τὴν Θησέως Αἶθραν αἰχμάλωτον λαβόντες ἔδωκαν τὴν βασιλείαν τῷ Μενεσθεῖ. διὰ ταῦτα πρῶτος ὁ Μενεσθεὺς Ἄνακτάς τε καὶ Σωτῆρας ὠνόμασε. καὶ Δαρεῖος δὲ ὁ Ὑστάσπου παρὰ Συλοσῶντος λαβὼν ἱμάτιον ἔτι ἰδιώτης ὢν, ὅτε ἐγκρατὴς ἐγένετο τῆς βασιλείας, ἔδωκεν αὐτῷ τῆς πατρίδος τὴν ἀρχὴν τῆς Σάμου, χρύσεα χαλκείων φαίη τις ἄν.
[6] Ὅτι ἡνίκα ἐβούλοντο Λακεδαιμόνιοι τὴν Ἀθηναίων ἀφανίσαι πόλιν, ἠρώτησαν τὸν θεόν· καὶ ἀπεκρίνατο τὴν κοινὴν ἑστίαν τῆς Ἑλλάδος μὴ κινεῖν.
[7] Οὐκ ἦν ἄρα τοῖς κακοῖς οὐδὲ τὸ ἀποθανεῖν κέρδος, ἐπεὶ μηδὲ τότε ἀναπαύονται· ἀλλ' ἢ παντελῶς ἀμοιροῦσι ταφῆς, ἢ καὶ ἐὰν φθάσωσι ταφέντες, ὅμως καὶ ἐκ τῆς τελευταίας τιμῆς καὶ τοῦ κοινοῦ πάντων σωμάτων ὅρμου καὶ ἐκεῖθεν ἐκπίπτουσι. Λακεδαιμόνιοι γοῦν Παυσανίαν μηδίσαντα οὐ μόνον λιμῷ ἀπέκτειναν, ἀλλὰ γὰρ καὶ τὸν νεκρὸν ἐξέβαλον αὐτοῦ ἐκτὸς τῶν ὅρων, φησὶν Ἐπιτιμίδης.
[8] Εἶτα τίς οὐκ οἶδε τὰς τῆς τύχης μεταβολὰς ὀξυρρόπους καὶ ταχείας; Λακεδαιμόνιοι γοῦν Θηβαίων ἄρξαντες αὐτοὶ πάλιν ὑπ' ἐκείνων οὕτως ἐχειρώθησαν, ὡς τοὺς Θηβαίους μὴ μόνον ἐς Πελοπόννησον ἀφικέσθαι, ἀλλὰ γὰρ καὶ τὸν Εὐρώταν διελθεῖν καὶ τὴν τῶν Λακεδαιμονίων τεμεῖν χώραν. καὶ ὀλίγου καὶ τὴν πόλιν κατέλαβον, εἰ μὴ Ἐπαμεινώνδας ἔδεισε μὴ Πελοποννήσιοι πάντες συμπνεύσωσι καὶ ὑπὲρ τῆς Σπάρτης ἀγωνίσωνται.
Διονύσιος ὁ τύραννος καταστὰς ὑπὸ Καρχηδονίων ἐς πολιορκίαν, οὐδεμιᾶς αὐτῷ σωτηρίας ὑποφαινομένης, αὐτὸς μὲν ἄθυμος ἦν καὶ ὑπενενόει δρασμόν. τῶν δὲ ἑταίρων αὐτῷ τις, Ἐλλοπίδης ὄνομα, προσελθὼν ἔφατο 'ὦ Διονύσιε, καλὸν ἐντάφιον ἡ τυραννίς.' αἰδεσθεὶς οὖν ἐπὶ τούτῳ ἀνερρώσθη τὴν γνώμην, καὶ σὺν ὀλίγοις παμπόλλας μυριάδας κατηγωνίσατο, ἀλλὰ καὶ τὴν ἀρχὴν μείζω ἐποίησεν.
Καὶ Ἀμύντας δὲ ὁ Μακεδὼν ἡττηθεὶς ὑπὸ τῶν προσοίκων βαρβάρων καὶ ἀποβαλὼν τὴν ἀρχὴν γνώμην μὲν εἶχεν ὡς καὶ ἀπολείψων τὴν χώραν τελέως· ἠγάπα γὰρ εἰ δυνηθείη διασῶσαι αὑτὸν γοῦν μόνον. ἐπεὶ δὲ ἐν τούτοις ἦν, ἔφατό τις πρὸς αὐτὸν τὴν Ἐλλοπίδου φωνήν. καὶ μικρὸν χῶρον καταλαβὼν καὶ ἀθροίσας ὀλίγους στρατιώτας ἀνεκτήσατο τὴν ἀρχήν.
Ὅτι τὸν Ὦχον οἱ Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Ὄνον ἐκάλουν, τὸ νωθὲς αὐτοῦ τῆς γνώμης ἐκ τῆς ἀσθενείας τοῦ ζῴου διαβάλλοντες. ἀνθ' ὧν ἐκεῖνος τὸν Ἆπιν πρὸς βίαν κατέθυσεν Ὄνῳ.
Δίων ὁ Ἱππαρίνου, φυγὰς ὢν ὑπὸ Διονυσίου, μετὰ δισχιλίων στρατιωτῶν αὖθις κατεπολέμησε, καὶ ὃ πρότερον αὐτὸς ἦν, τοῦτο ἐκεῖνον εἰργάσατο, φυγάδα.
Συρακόσιοι δὲ ἐννέα τριήρεσι πρὸς ἑκατὸν καὶ πεντήκοντα τὰς τῶν Καρχηδονίων παραταξάμενοι κατὰ πολὺ ἐκράτησαν.
[9] Πλάτων ὁ Ἀρίστωνος ἐν Ὀλυμπίᾳ συνεσκήνωσεν ἀγνῶσιν ἀνθρώποις, καὶ αὐτὸς ὢν αὐτοῖς ἀγνώς. οὕτως δὲ αὐτοὺς ἐχειρώσατο καὶ ἀνεδήσατο τῇ συνουσίᾳ, συνεστιώμενός τε αὐτοῖς ἀφελῶς καὶ συνδιημερεύων ἐν πᾶσιν, ὡς ὑπερησθῆναι τοὺς ξένους τῇ τοῦ ἀνδρὸς συντυχίᾳ. οὔτε δὲ Ἀκαδημείας ἐμέμνητο οὔτε Σωκράτους· αὐτό γε μὴν τοῦτο ἐνεφάνισεν αὐτοῖς, ὅτι καλεῖται Πλάτων. ἐπεὶ δὲ ἦλθον ἐς τὰς Ἀθήνας, ὑπεδέξατο αὐτοὺς εὖ μάλα φιλοφρόνως. καὶ οἱ ξένοι 'ἄγε' εἶπον 'ὦ Πλάτων, ἐπίδειξον ἡμῖν καὶ τὸν ὁμώνυμόν σου, τὸν Σωκράτους ὁμιλητήν, καὶ ἐπὶ τὴν Ἀκαδήμειαν ἥγησαι τὴν ἐκείνου, καὶ σύστησον τῷ ἀνδρί, ἵνα τι καὶ αὐτοῦ ἀπολαύσωμεν.' ὃ δὲ ἠρέμα ὑπομειδιάσας, ὥσπερ οὖν καὶ εἰώθει, 'ἀλλ' ἐγὼ' φησίν 'αὐτὸς ἐκεῖνός εἰμι.' οἳ δὲ ἐξεπλάγησαν εἰ τὸν ἄνδρα ἔχοντες μεθ' ἑαυτῶν τὸν τοσοῦτον ἠγνόησαν, ἀτύφως αὐτοῦ συγγενομένου καὶ ἀνεπιτηδεύτως αὐτοῖς καὶ δείξαντος ὅτι δύναται καὶ ἄνευ τῶν συνήθων λόγων χειροῦσθαι τοὺς συνόντας.
Ὁ Πλάτων τὸν Ἀριστοτέλη ἐκάλει Πῶλον. τί δὲ ἐβούλετο αὐτῷ τὸ ὄνομα ἐκεῖνο; δηλονότι ὡμολόγηται τὸν πῶλον, ὅταν κορεσθῇ τοῦ μητρῴου γάλακτος, λακτίζειν τὴν μητέρα. ᾐνίττετο οὖν καὶ ὁ Πλάτων ἀχαριστίαν τινὰ τοῦ Ἀριστοτέλους. καὶ γὰρ ἐκεῖνος μέγιστα ἐς φιλοσοφίαν παρὰ Πλάτωνος λαβὼν σπέρματα καὶ ἐφόδια, εἶτα ὑποπλησθεὶς τῶν ἀρίστων καὶ ἀφηνιάσας, ἀντῳκοδόμησεν αὐτῷ διατριβὴν καὶ ἀντιπαρεξήγαγεν ἐν τῷ περιπάτῳ ἑταίρους ἔχων καὶ ὁμιλητάς, καὶ ἐγλίχετο ἀντίπαλος εἶναι Πλάτωνι.
[10] Εἶτα οὐκ ἦν τοῦ δήμου τοῦ Ἀθηναίων θεραπευτικὸς ὁ Ξανθίππου Περικλῆς; ἐμοὶ μὲν δοκεῖ. ὁσάκις γοῦν ἔμελλεν ἐς τὴν ἐκκλησίαν παριέναι, ηὔχετο μηδὲν αὑτῷ ῥῆμα ἐπιπολάσαι τοιοῦτον, ὅπερ οὖν ἔμελλεν ἐκτραχύνειν τὸν δῆμον, πρόσαντες αὐτῷ γενόμενον καὶ ἀβούλητον δόξαν.
[11] Διογένης ἔλεγε καὶ τὸν Σωκράτην αὐτὸν τρυφῆσαι· περιειργάσθαι γὰρ καὶ τῷ οἰκιδίῳ καὶ τῷ σκιμποδίῳ καὶ ταῖς βλαύταις δὲ αἷσπερ οὖν ἐχρῆτο Σωκράτης ἔστιν ὅτε.
[12] Ὁ Ζεῦξις ὁ Ἡρακλεώτης ὅτε τὴν Ἑλένην ἔγραψε, πολλὰ ἐχρηματίσατο ἐκ τούτου τοῦ γράμματος· οὐ γὰρ εἰκῇ καὶ ὡς ἔτυχε τοὺς βουλομένους ἀνέδην εἴα ὁρᾶν αὐτήν, ἀλλ' ἔδει ῥητὸν ἀργύριον καταβαλεῖν, εἶτα οὕτω θεάσασθαι. ὡς οὖν μίσθωμα τοῦ Ἡρακλεώτου λαμβάνοντος ὑπὲρ τῆς γραφῆς, ἐκάλουν οἱ τότε Ἕλληνες ἐκείνην τὴν Ἑλένην Ἑταίραν.
[13] Ἐπίκουρος ὁ Γαργήττιος ἐκεκράγει λέγων 'ᾧ ὀλίγον οὐχ ἱκανόν, ἀλλὰ τούτῳ γε οὐδὲν ἱκανόν.' ἔλεγε δὲ ἑτοίμως ἔχειν καὶ τῷ Διὶ ὑπὲρ εὐδαιμονίας διαγωνίζεσθαι, μάζαν ἔχων καὶ ὕδωρ. ταῦτα μὲν οὖν ἐννοῶν ὁ Ἐπίκουρος τί βουλόμενος ἐπῄνει τὴν ἡδονήν, εἰσόμεθα ἄλλοτε.
[14] Πολλάκις τὰ κατ' ὀβολὸν μετὰ πολλῶν πόνων συναχθέντα χρήματα κατὰ τὸν Ἀρχίλοχον εἰς πόρνης γυναικὸς ἔντερον καταρρέει. ὥσπερ γὰρ ἐχῖνον λαβεῖν μὲν ῥᾴδιον συνέχειν δὲ χαλεπόν, οὕτω καὶ τὰ χρήματα. καὶ Ἀναξαγόρας ἐν τῷ περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις περιθεῖναι.
[15] Ἱέρωνά φασι τὸν Σικελίας τύραννον τὰ πρῶτα ἰδιώτην εἶναι καὶ ἀνθρώπων ἀμουσότατον, καὶ τὴν ἀγροικίαν ἀλλὰ μηδὲ κατ' ὀλίγον τοῦ ἀδελφοῦ διαφέρειν τοῦ Γέλωνος· ἐπεὶ δὲ αὐτῷ συνηνέχθη νοσῆσαι, μουσικώτατος ἀνθρώπων ἐγένετο, τὴν σχολὴν τὴν ἐκ τῆς ἀρρωστίας ἐς ἀκούσματα πεπαιδευμένα καταθέμενος. ῥωσθεὶς οὖν Ἱέρων συνῆν Σιμωνίδῃ τῷ Κείῳ καὶ Πινδάρῳ τῷ Θηβαίῳ καὶ Βακχυλίδῃ τῷ Ἰουλιήτῃ. ὁ δὲ Γέλων ἄνθρωπος ἄμουσος.
Μουσικώτατον δὲ λέγουσι καὶ Πτολεμαῖον γενέσθαι τὸν δεύτερον καὶ αὐτὸν νοσήσαντα. λέγει δὲ καὶ Πλάτων τὸν Θεάγην φιλοσοφῆσαι δι' οὐδὲν ἄλλο ἢ διὰ τὴν νοσοτροφίαν· εἴργουσα γὰρ αὐτὸν ἐκείνη τῶν πολιτικῶν συνήλασεν ἐς τὸν τῆς σοφίας ἔρωτα. τίς δὲ οὐκ ἂν νοῦν ἔχων συνηύξατο καὶ Ἀλκιβιάδῃ νόσον καὶ Κριτίᾳ καὶ Παυσανίᾳ τῷ Λακεδαιμονίῳ καὶ ἄλλοις; Ἀλκιβιάδῃ μὲν καὶ Κριτίᾳ, ἵνα μὴ ἀποδράντες Σωκράτους ὃ μὲν ὑβριστὴς γένηται καὶ ποτὲ μὲν φιλολάκων, ποτὲ δὲ βοιωτιάζῃ τὸν τρόπον καὶ αὖ πάλιν θετταλίζῃ καὶ τοῖς Μήδων καὶ Περσῶν ἀρέσκηται ἐν Φαρναβάζου γενόμενος· τυραννικώτατος δὲ καὶ φονικώτατος ὁ Κριτίας γενόμενος καὶ τὴν πατρίδα ἐλύπησε πολλὰ καὶ αὐτὸς μισούμενος τὸν βίον κατέστρεψε.
Καὶ Στράτων δὲ ὁ Κορράγου ἐς δέον ἔοικε νοσῆσαι· εὖ γὰρ γένους ἥκων εὖ δὲ καὶ πλούτου οὐκ ἐγυμνάζετο. καμὼν δὲ τὸν σπλῆνα καὶ θεραπείας δεηθεὶς τῆς ἐκ τῶν γυμνασίων, τὰ μὲν πρῶτα ὅσον ἐς τὸ ὑγιᾶναι ἐχρῆτο αὐτοῖς· χωρῶν δὲ ἐς τὸ πρόσω τῆς τέχνης καὶ ἐν ἔργῳ τιθέμενος αὐτήν, Ὀλυμπίασι μὲν ἐνίκησεν ἡμέρᾳ μιᾷ πάλην καὶ παγκράτιον, καὶ τῇ ἑξῆς Ὀλυμπιάδι, καὶ ἐν Νεμέᾳ δέ, καὶ Πυθοῖ καὶ Ἰσθμοῖ.
Δημοκράτης ὁ παλαιστὴς καὶ αὐτὸς νοσήσας τοὺς πόδας, παριὼν ἐς τοὺς ἀγῶνας καὶ στὰς ἐν τῷ σταδίῳ, περιγράφων ἑαυτῷ κύκλον προσέταττε τοῖς ἀντιπαλαισταῖς ἔξω τῆς γραμμῆς αὐτὸν προέλκειν· οἳ δὲ ἡττῶντο ἀδυνατοῦντες. ὃ δὲ εὖ διαβὰς ἐν τῇ στάσει καὶ ἐγκρατῶς, στεφανούμενος ἀπῄει.
[16] Ἐὰν προσέχῃ τις Καλλίᾳ, φιλοπότην αὐτὸν ἐργάσεται ὁ Καλλίας· ἐὰν Ἰσμηνίᾳ, αὐλητήν· ἀλαζόνα, ἐὰν Ἀλκιβιάδῃ· ὀψοποιόν, ἐὰν Κρωβύλῳ· δεινὸν εἰπεῖν, ἐὰν Δημοσθένει· στρατηγικόν, ἐὰν Ἐπαμεινώνδᾳ· μεγαλόφρονα, ἐὰν Ἀγησιλάῳ· χρηστόν, ἐὰν Φωκίωνι· δίκαιον, ἐὰν Ἀριστείδῃ· σοφόν, ἐὰν Σωκράτει.
[17] Ἐδίδασκε Πυθαγόρας τοὺς ἀνθρώπους ὅτι κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν· τῆς γὰρ αὐτῆς ἡμέρας καὶ κατὰ τὴν αὐτὴν ὥραν ὤφθη ἐν Μεταποντίῳ φασὶ καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳ δὲ παρέφηνε χρυσοῦν τὸν ἕτερον τῶν μηρῶν. καὶ Μυλλίαν δὲ τὸν Κροτωνιάτην ὑπέμνησεν ὅτι Μίδας ὁ Γορδίου ἐστὶν ὁ Φρύξ. καὶ τὸν ἀετὸν δὲ τὸν λευκὸν κατέψησεν ὑπομείναντα αὐτόν. ἀλλὰ καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσερρήθη, τοῦ ποταμοῦ εἰπόντος αὐτῷ 'χαῖρε, Πυθαγόρα.'
Ἔλεγε δὲ ἱερώτατον εἶναι τὸ τῆς μαλάχης φύλλον. ἔλεγε δὲ ὅτι πάντων σοφώτατον ὁ ἀριθμός, δεύτερος δὲ ὁ τοῖς πράγμασι τὰ ὀνόματα θέμενος. καὶ τὸν σεισμὸν ἐγενεαλόγει οὐδὲν ἄλλο εἶναι ἢ σύνοδον τῶν τεθνεώτων. ἡ δὲ Ἶρις, ἔφασκεν, ὡς αὐγὴ τοῦ ἡλίου ἐστί. καὶ ὁ πολλάκις ἐμπίπτων τοῖς ὠσὶν ἦχος φωνὴ τῶν κρειττόνων. οὐχ οἷόν τε δὲ ἦν διαπορῆσαι ὑπέρ τινος αὐτῷ ἢ τοῖς λεχθεῖσί τι προσερωτῆσαι, ἀλλ' ὡς χρησμῷ θείῳ, οὕτως οἱ τότε προσεῖχον τοῖς λεγομένοις ὑπ' αὐτοῦ. ἐπιστρεφομένου δὲ τὰς πόλεις αὐτοῦ διέρρει λόγος ὅτι Πυθαγόρας ἀφίκετο οὐ διδάξων ἀλλ' ἰατρεύσων.
Προσέταττε δὲ ὁ αὐτὸς Πυθαγόρας καρδίας ἀπέχεσθαι καὶ ἀλεκτρυόνος λευκοῦ καὶ τῶν θνησειδίων παντὸς μᾶλλον, καὶ μὴ χρῆσθαι βαλανείῳ μηδὲ βαδίζειν τὰς λεωφόρους· ἄδηλον γὰρ εἰ καθαρεύουσι καὶ αὐτὰ ἐκεῖνα.
[18] Ὅτε κατῆλθε Πλάτων ἐν Σικελίᾳ κλητός, πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλαντος τοῦ Διονυσίου, καὶ ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἅρμα ὁ Διονύσιος, αὐτὸς μὲν ἡνιοχῶν, παραιβάτην δὲ ποιησάμενος τὸν Ἀρίστωνος, τότε δή φασι Συρακόσιον ἄνδρα χαρίεντα καὶ τῶν Ὁμήρου μὴ ἀπαίδευτον, ἡσθέντα τῇ ὄψει ταύτῃ ἐπειπεῖν τὰ ἐξ Ἰλιάδος ἐκεῖνα, παρατρέψαντα ὀλίγον
μέγα δ' ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ·
δεινὸν γὰρ ἄγεν βροτὸν ἄνδρα τ' ἄριστον.
Ὅτι ὑπόπτης ὢν ἐς πάντας ὁ Διονύσιος, ὅμως ἐς Πλάτωνα τοσαύτην ἔσχεν αἰδῶ, ὡς ἐκεῖνον μόνον ἐσιέναι πρὸς αὐτὸν μὴ ἐρευνώμενον, καίτοι Δίωνος αὐτὸν ἐπιστάμενος ἑταῖρον ἐς τὰ ἔσχατα εἶναι.
[19] Φίλιππος ὁ Μακεδὼν οὐ μόνον ἐλέγετο τὰ πολέμια εἶναι ἀγαθὸς καὶ εἰπεῖν δεινός, ἀλλὰ καὶ παιδείαν ἀνδρειότατα ἐτίμα. Ἀριστοτέλει γοῦν χορηγήσας πλοῦτον ἀνενδεῆ, αἴτιος γέγονε πολλῆς καὶ ἄλλης πολυπειρίας, ἀτὰρ οὖν καὶ τῆς γνώσεως τῆς κατὰ τὰ ζῷα· καὶ τὴν ἱστορίαν αὐτῶν ὁ τοῦ Νικομάχου διὰ τὴν ἐκ Φιλίππου περιουσίαν ἐκαρπώσατο. καὶ Πλάτωνα δὲ ἐτίμησε καὶ Θεόφραστον.
[20] Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργῳ θέσθαι πάνυ σφόδρα τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπῄει γῆν. ἧκεν οὖν καὶ πρὸς τοὺς Χαλδαίους ἐς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν. τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισί, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ, τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασε. διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπῄνει, ὅτι περιῄει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροιζον, καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην εἶχον τὴν πρόφασιν.
Ὅτι οἱ Ἀβδηρῖται ἐκάλουν τὸν Δημόκριτον Φιλοσοφίαν, τὸν δὲ Πρωταγόραν Λόγον. κατεγέλα δὲ πάντων ὁ Δημόκριτος καὶ ἔλεγεν αὐτοὺς μαίνεσθαι· ὅθεν καὶ Γελασῖνον αὐτὸν ἐκάλουν οἱ πολῖται. λέγουσι δὲ οἱ αὐτοὶ τὸν Ἱπποκράτην περὶ τὴν πρώτην ἔντευξιν ὑπὲρ τοῦ Δημοκρίτου δόξαν λαβεῖν ὡς μαινομένου· προϊούσης δὲ αὐτοὶς τῆς συνουσίας ἐς ὑπερβολὴν θαυμάσαι τὸν ἄνδρα. λέγουσι δὲ Δωριέα ὄντα τὸν Ἱπποκράτην ἀλλ' οὖν τὴν τοῦ Δημοκρίτου χάριν τῇ Ἰάδι φωνῇ συγγράψαι τὰ συγγράμματα.
[21] Ὅτι παιδικὰ ἐγένετο Σωκράτους μὲν Ἀλκιβιάδης, Πλάτωνος δὲ Δίων. ὁ μέντοι Δίων καὶ ἀπώνητό τι τοῦ ἐραστοῦ.
[22] Οἱ πάλαι Ἀθηναῖοι ἁλουργῆ μὲν ἠμπείχοντο ἱμάτια, ποικίλους δὲ ἐνέδυνον χιτῶνας· κορύμβους δὲ ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν, χρυσοῦς ἐνείροντες αὐταῖς τέττιγας καὶ κόσμον ἄλλον πρόσθετον περιαπτόμενοι χρυσοῦ προῄεσαν. καὶ ὀκλαδίας αὐτοῖς δίφρους οἱ παῖδες ὑπέφερον, ἵνα μὴ καθίζωσιν ἑαυτοὺς εἰκῇ καὶ ὡς ἔτυχε. τοιοῦτοι δὲ ὄντες τὴν ἐν Μαραθῶνι μάχην ἐνίκησαν.
[23] Ὅτι Περικλέα καὶ Καλλίαν τὸν Ἱππονίκου καὶ Νικίαν τὸν Περγασῆθεν τὸ ἀσωτεύεσθαι καὶ ὁ πρὸς ἡδονὴν βίος ἐς ἀπορίαν περιέστησεν· ἐπεὶ γὰρ ἐπέλιπε τὰ χρήματα αὐτούς, οἱ τρεῖς κώνειον τελευταίαν πρόποσιν ἀλλήλοις προπιόντες ὥσπερ οὖν ἐκ συμποσίου ἀπελύσαντο.
[24] Λεωπρέπης ὁ Κεῖος ὁ τοῦ Σιμωνίδου πατὴρ ἔτυχέ ποτε ἐν παλαίστρᾳ καθήμενος· εἶτα μειράκια πρὸς ἀλλήλους οἰκείως διακείμενα ἤρετο τὸν ἄνδρα πῶς ἂν αὐτοῖς ἡ φιλία διαμένοι μάλιστα. ὃ δὲ εἶπεν 'ἐὰν ταῖς ἀλλήλων ὀργαῖς ἐξίστασθε καὶ μὴ ὁμόσε χωροῦντες τῷ θυμῷ, εἶτα παροξύνητε ἀλλήλους κατ' ἀλλήλων.'
[25] Θράσυλλος ὁ Αἰξωνεὺς παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν. ἀπολιπὼν γὰρ τὸ ἄστυ καὶ κατελθὼν ἐς τὸν Πειραιᾶ καὶ ἐνταῦθα οἰκῶν τὰ πλοῖα τὰ καταίροντα ἐν αὐτῷ πάντα ἑαυτοῦ ἐνόμιζεν εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ αὖ πάλιν ἐξέπεμπε καὶ τοῖς περισωζομένοις καὶ ἐσιοῦσιν ἐς τὸν λιμένα ὑπερέχαιρε· χρόνους δὲ διετέλεσε πολλοὺς συνοικῶν τῷ ἀρρωστήματι τούτῳ. ἐκ Σικελίας δὲ ἀναχθεὶς ὁ ἀδελφὸς αὐτοῦ παρέδωκεν αὐτὸν ἰατρῷ ἰάσασθαι, καὶ ἔπαυσεν αὐτὸν τῆς νόσου οὗτος. ἐμέμνητο δὲ πολλάκις τῆς ἐν μανίᾳ διατριβῆς, καὶ ἔλεγε μηδέποτε ἡσθῆναι τοσοῦτον, ὅσον τότε ἥδετο ἐπὶ ταῖς μηδὲν αὐτῷ προσηκούσαις ναυσὶν ἀποσωζομέναις.
[26] Ξάνθος ὁ ποιητὴς τῶν μελῶν (ἐγένετο δὲ οὗτος πρεσβύτερος Στησιχόρου τοῦ Ἱμεραίου) λέγει τὴν Ἠλέκτραν τοῦ Ἀγαμέμνονος οὐ τοῦτο ἔχειν τοὔνομα πρῶτον ἀλλὰ Λαοδίκην. ἐπεὶ δὲ Ἀγαμέμνων ἀνῃρέθη, τὴν δὲ Κλυταιμνήστραν ὁ Αἴγισθος ἔγημε καὶ ἐβασίλευσεν, ἄλεκτρον οὖσαν καὶ καταγηρῶσαν παρθένον Ἀργεῖοι Ἠλέκτραν ἐκάλεσαν διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου.
[27] Ὅτι Παμφάης ὁ Πριηνεὺς Κροίσῳ τῷ Λυδῷ, τοῦ πατρὸς αὐτοῦ περιόντος, τριάκοντα μνᾶς ἐδωρήσατο. παραλαβὼν δὲ τὴν ἀρχὴν μεστὴν ἅμαξαν ἀργυρίου ἀπέπεμψεν αὐτῷ.
Ὅτι Διογένης λαβὼν παρὰ Διοτίμου τοῦ Καρυστίου νόμισμα ὀλίγον ἔφη
σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
ἄνδρα τε καὶ οἶκον.
ἐδόκει δέ πως ὁ Διότιμος μαλθακώτερος εἶναι.
[28] Φερεκύδης ὁ Σύριος τὸν βίον ἀλγεινότατα ἀνθρώπων κατέστρεψε, τοῦ παντὸς αὐτῷ σώματος ὑπὸ φθειρῶν ἀναλωθέντος· καὶ γενομένης αὐτῷ αἰσχρᾶς τῆς ὄψεως τὴν ἐκ τῶν συνήθων ἐξέκλινε συνουσίαν. ὁπότε δέ τις προσελθὼν ἐπυνθάνετο ὅπως διάγοι, διὰ τῆς ὀπῆς τῆς κατὰ τὴν θύραν διείρας τὸν δάκτυλον ψιλὸν γεγονότα τῆς σαρκὸς ἐπέλεγεν οὕτω διακεῖσθαι καὶ τὸ πᾶν αὐτοῦ σῶμα. λέγουσι δὲ Δηλίων παῖδες τὸν θεὸν τὸν ἐν Δήλῳ μηνίσαντα αὐτῷ τοῦτο ποιῆσαι. καθήμενον γὰρ ἐν Δήλῳ μετὰ τῶν μαθητῶν ἄλλα τε πολλά φασι περὶ τῆς ἑαυτοῦ σοφίας εἰπεῖν καὶ δὴ καὶ τοῦτο, μηδενὶ τῶν θεῶν θῦσαι, καὶ ὅμως οὐδὲν ἧττον ἡδέως βεβιωκέναι καὶ ἀλύπως, οὐ μεῖον τῶν ἑκατόμβας καταθυόντων. ὑπὲρ ταύτης οὖν τῆς κουφολογίας βαρυτάτην ζημίαν ἐξέτισεν.
[29] Οὐ γὰρ δὴ δύναμαι πείθειν ἐμαυτὸν μὴ γελᾶν ἐπ' Ἀλεξάνδρῳ τῷ Φιλίππου, εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο μηδὲ τοῦ ἑνὸς καὶ κοινοῦ κρατῶν. πόσον δ' ἂν ἐπ' αὐτῷ Δημόκριτος ἐγέλασεν αὐτός, τί δεῖ καὶ λέγειν, ᾧ ἔργον τοῦτο ἦν;