[116] Παραιτεῖσθαι μὲν οὐκ οἶδ' ὅ τι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτ' ἄξιον αἰδοῦς εἶναι δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτ' ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδ' ἂν εἷς εἰκάσειε πρὶν διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα ἐπηνάγκαζεν, οὐδ' ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι· ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτ' εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ τοῦτ' ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους, ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον· καὶ τὴν μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲ ἑτέραν [117] σπουδαῖον καὶ καλόν. ὥστε τίς ἦν βλάβη τῷ λόγῳ μὴ τούτων τῶν ἀνδρῶν κακῶς ἀκουσάντων; καὶ μηδὲν μᾶλλον ἐκινδύνευε τό γε δή που πρὸς χάριν ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν χρηστὸν νομισθῆναι, ἄλλως τε καὶ τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις, ὡς αὐτὸς ἐνδείκνυται, καὶ τελευτῶντος εἰπόντος Σὺ μὲν οὐκ οἶδ' ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος, οὐ πάνυ σοι πείθομαι. οὐ γὰρ δὴ τοῦτό γε ἔστιν εἰπεῖν, ὡς εἰ ψέξειεν ἐκείνους, μᾶλλόν τι πείσειν αὐτὸν ἡγεῖτο καὶ προσάξεσθαι. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι καὶ πλέον θάτερον ποιῆσαι τῇ 'κείνων βλασφημίᾳ, ὥστε οὕτω γ' ἂν, ὅ φησιν αὐτὸς, ἀνεσόβει τὴν θήραν, καὶ ταῦθ' ὅπερ ἐβούλετο δηλοῦν ἔχων ἤδη καὶ συνειληφώς. γνοίη δ' ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων. προελθὼν γὰρ τοῦ λόγου, Ἆρ' οὖν, φησὶν, οὕτως ἐπιχειρητέον ἡμῖν ἐστι τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας; Πάνυ γ', εἴ σοι ἥδιον, φησὶν ὁ Καλλικλῆς. ὥσθ' ὅτε ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο λόγος καὶ πρὸς ὃ πάντα ταῦτ' εἶχε τὴν ἀναφορὰν, τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι; νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπ' ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται. καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν. ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δ' ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. καίτοι πῶς οὐκ ἄτοπον τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ τὴν τοῦ βασκαίνειν δοκεῖν παρέχειν λαβὴν ὅσα γε ἐκ τῶν λόγων; θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴ ὀνομαστὶ [118] κωμῳδεῖν ἐξῇ, πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, ἢ νὴ Δί' εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρ' ἂν οἷός τ' ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετ' ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδ' ἀληθῆ κατ' αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτ' ἤδη πειράσομαι δεικνύναι.
Καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ὑμνεῖ λόγος· δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδ' ὑφ' ἑνὸς πώποτε ὀφθῆναι, ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθ' ὅτι μὲν καὶ τοὺς ἀγροὺς [119] ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό· ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δ' ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτ' ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δ' εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλ' αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδ' ὅ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλ' ὅ τι δόξειεν αὐτῷ, τοῦτ' ἐκείνους πράττειν ἐπαναγκάζων· οὐδ' ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλ' οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθ' αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθ' ὑφ' αὑτὸν ἔχειν πλέον ἢ τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδ' ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς [120] Πεισιστράτου· ἀλλ' ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου. καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν, εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν;
Εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος συνέβαινεν εἶναι τὸν λόγον, οὐδ' ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας, ἀλλ' ἐπ' ἐμαυτοῦ δεικνύναι τἀληθὲς ὅπως ἔχει· ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων ἐξέτασις πρόκειται, ποῖοί τινες ἦσαν καὶ τίνα τάξιν τῆς πολιτείας προείλοντο, δεῖ δή τινος, ὦ Πλάτων, καὶ μάρτυρος, ὦ τῶν μαρτύρων ὑπερορῶν, αὐτὸς δ' οὐδέποτ' ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενί. τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω, πολλοὺς ἂν ἔχων εἰπεῖν, ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου· ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει καὶ σεμνότητι, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων ἀκριβείᾳ πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ. φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ καὶ ποῖόν τινά φησι γενέσθαι τοὺς τρόπους αὐτὸν, καὶ πῶς ἄγειν τὸν δῆμον; ἡ γὰρ ἐκείνου φωνὴ γένοιτ' ἂν ἡμῖν ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν. Ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ὡς ἀσφαλῶς διεφύλαξεν αὐτὴν, καὶ ἐγένετο ἐπ' αὐτοῦ μεγίστη· ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ εἰς τὸν πόλεμον. ὁ μὲν γὰρ ἡσυχάζοντάς [121] τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπ' αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλ' ἔχων ἐπ' ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν· ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δ' ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δ' ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθ' ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς. εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι Τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφ' ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.
Ταῦθ' ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ διεξέρχεται, πρῶτον μὲν κατ' αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται· ἔπειτ' οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς, [122] οὐδ' εἰς ἀγῶνος χρείαν, οὐδ' εἰς ἓν ὃ προὔθετο πάντα ἀναφέρων, ἀλλ' ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς, ὥσπερ ὅταν περὶ τῆς Πελοποννησίων εἰσβολῆς, ἤ τινος ἄλλου τῶν ἐφ' αὑτοῦ διηγῆται. εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ περὶ τούτων, ἄλλος ἂν ἦν λόγος· διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν, ὡς διάκονος ἀντὶ προστάτου καὶ τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων οὐδ' ἐπιτηδειότερος χρῆσθαι πόλει; πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία, εἰ Περικλεῖ τοῦτ' ἦν ἐπενεγκεῖν τὸ πρόσρημα· ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ προσθῇς, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες, καὶ νὴ Δί', εἰ βούλει, τὴν ἰδέαν αὐτὴν, ἐφ' ἣν πάντα ἀνάγεις, ἐὰν δείξῃς ὡς ὅτῳ ταῦτα ὑπῆρχε, τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ συνεκεκλήρωτο, καὶ τούτων ἀντίστροφος ἦν τὰ πολιτικά. ἀλλ' ἴσως οἱ κόλακες πρότερον τἀληθῆ φανοῦνται λέγοντες ἢ ἡμεῖς, εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν. φέρε δὴ πόθεν αὐτῷ πᾶς οὗτος ὁ λόγος ὡρμήθη καὶ πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο; ἴσως οὐ χεῖρον ὡς πρὸς παρόντα καὶ συνόντα ποιήσασθαι τοὺς λόγους, ἀναμιμνήσκοντας οὑτωσί· ἔφησθα μὴ χρῆναι τὸν ἀγαθὸν πολίτην τὰς ἐπιθυμίας ἐκ παντὸς τρόπου ζητεῖν ἀποπιμπλάναι, μήτ' αὐτὸν ἑαυτοῦ μήτε τῶν πολιτῶν, μηδὲ τοῦτον ὅρον τῆς εὐδαιμονίας τίθεσθαι, ἀλλὰ τὰ βέλτιστα ἀντὶ τῶν ἡδίστων προαιρεῖσθαι· μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν, μηδ' αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν. οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω; καλῶς γε ποιῶν, ὦ ἑταῖρε, τὸ σὸν δὴ τοῦτο, καὶ τἀληθῆ λέγων. οὐδεὶς ἀντερεῖ μέχρι τούτου, οὔκουν ὅστις γε μὴ κἀμοί. ὅρα δὴ, τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη. Περικλέους μοι λέγεις, ὦ ἄριστε, βίον καὶ πολιτείαν, [123] ὅταν ταῦτα λέγῃς, καὶ οὐκ ἐλέγχεις τὸν ἄνδρα, ἀλλ' ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς, καὶ παρὸν αὐτῷ χρῆσθαι μάρτυρι τῶν λόγων μεθίστης οὐκ οἶδ' ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα. ἃ γὰρ σὺ διδάσκεις τῷ λόγῳ, ταῦτ' ἐπὶ τῶν ἔργων ἐκεῖνος δείξας πρότερος φαίνεται· ὥστ' εἰ μηδὲν προσέθηκας, ἀλλ' ἐν τούτοις ἔστης, πᾶς τις ἂν εὗρεν ἐκ τῶν εἰρημένων τὸν Περικλέα, ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι. σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον. οὐ χρὴ τὰς ἐπιθυμίας θεραπεύειν οὐδ' εἰς ἀπέραντον ἐᾶν προϊέναι, ἀλλὰ κρατεῖν τῶν ἡδονῶν τόν γε δὴ χρηστὸν καὶ σώφρονα, καὶ τοὺς πολίτας μὴ συνεθίζειν τὸ πλέον ζητεῖν ἔχειν. ὁ τοίνυν Περικλῆς οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν ταῖς ἐπιθυμίαις ἢ τὸ πρὸς ἡδονὴν ζητεῖν ἢ πρὸς πλεονεξίαν, ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον ἄγειν, ὥστ' ἀπ' αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών. αὐτός τε γὰρ τοῦ πλείονος τοσοῦτον ὑπερεῖδεν, ὅσον πλεῖστον ἐξῆν, τῇ τε πόλει συνεβούλευε μήτ' ἀρχὴν ἐπικτᾶσθαι μήτ' ἔξω τῶν ἀναγκαίων μηδὲν πραγματεύεσθαι, ἀλλ' ἡσυχαζούσῃ τὸν πόλεμον διαφέρειν. καίτοι ὅτε τὸν πόλεμον μεθ' ἡσυχίας παρῄνει διαφέρειν, σχολῇ γ' ἂν ἄλλως ἐπέτρεψε πολυπραγμονεῖν εἰκῆ. καὶ μὴν αὐτός τε ἐν τάξει ζῆν, οὐχ ὡς ἥδιστα, προείλετο, καὶ τὸν δῆμον εἴ ποτ' αἴσθοιτο ὑβρίζοντα κατεῖχε. πῶς ἄν τις μᾶλλον τοῖς Πλάτωνος λόγοις πειθόμενος φανερὸς γένοιτο, εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦτον πρότερον Πλάτωνος, ἢ πῶς ἂν Πλάτων μᾶλλον ἐλεγχθείη τἀναντία αὐτὸς ἑαυτῷ λέγων ἢ εἰ φαίνοιτο ἅμα τ' ἀξιῶν μὴ πρὸς ἡδονὴν μηδ' ἐν κόλακος μοίρᾳ τοῖς δήμοις ὁμιλεῖν, ἀλλὰ πρὸς τὸ βέλτιστον, καὶ Περικλέα κακίζων, ὃς οὐ πρὸς ἡδονὴν, ἀλλ' ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ὡμίλει; ὅμοιον γὰρ ἐμοὶ δοκεῖ ποιεῖν ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις ὅτι οὕτω χρὴ προΐστασθαι [124] τῶν πόλεων, ὡς Περικλέα ποτὲ τῶν Ἀθηναίων ἑωρᾶτε, εἶτ' ἀπηγόρευε πάλιν μὴ οὕτως ὥσπερ ἐκεῖνος προΐστασθαι. φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις τὰ κεφάλαια τοῦ διαλόγου πεπληρωκὼς ἁνὴρ, λέγω τοῖς μὲν λόγοις οἷς διεξῄει πρὸς τὸ πλῆθος ἑκάστοτε, τοῖς δὲ ἔργοις ἅ τε αὐτὸς αὐτοῖς ἐπὶ τοῦ βίου τοῦ καθ' ἡμέραν ἐπεδείκνυτο, ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ καθεῖργε τὸ πλῆθος, οὔτ' εἰς Σικελίαν ἀποστόλους ἔπεμπον Ἀθηναῖοι οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκους περιεβάλλοντο, ἀλλὰ καὶ τοῦ τείχους ἔξω προϊέναι περίεργον ἐπείθοντο εἶναι καὶ οὐκ ἀσφαλὲς οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν. ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δὲ ἀνθρώπους περιεσκόπουν, ἤρκει δὲ οὐδὲν αὐτοῖς, μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο. ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων εἶθ' οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατ' ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δ' ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δ' οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστ' οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται. Πλάτων τοίνυν ὥσπερ ἐξεπίτηδες ἐναντία τῶν ὄντων λέγων ἢ τοὺς θαυματοποιοὺς μιμούμενος οὐ μόνον Περικλέους κατηγόρηκεν ἃ μὴ προσῆκεν, ἀλλὰ καὶ δεινόν τί φησιν εἶναι, εἴ τις Ἀλκιβιάδην αἰτιάσεται τῶν αὐτῶν τούτων πραγμάτων. ἐκ δὲ τοῦ λόγου φαίνεται [125] τῷ μὲν οὐδ' ὁτιοῦν προσῆκον τῶν αἰτιῶν, τῷ δ' οὐκ ἐλάχιστον μέρος. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δ' ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ δι' ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλ' ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλ' ἀεὶ μακρότερ' αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δ' αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι.
Ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθ' ὑπ' αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν· εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατ' αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς [126] ἰδίοις, ἀλλὰ κἀν τοῖς κοινοῖς. ὅσον τε γὰρ χρόνον ἐν τῇ εἰρήνῃ προὔστη, μετρίως ἐξηγεῖτο, φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς ‑ τοῦτο δ' ἐστὶν ἐναντίον τοῦ βιαίως καὶ πλεονεκτικῶς, ὧν σὺ κατηγορεῖς ‑ ἐπειδή τε ὁ πόλεμος συνέστη, μόνος ᾔδει τί πράττουσιν ὑπάρχει σωθῆναι. οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον ἀντὶ τοῦ πρὸς ἡδονὴν προῃρῆσθαι σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ, καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδ' ὑποπεπτωκὼς, ἀλλ' ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρήσασθαι δυνηθεὶς πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; εἶθ' ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν, ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; λάλους γὰρ, φησὶν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας. περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε,
μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος, καὶ δῶμεν λαβὴν καθ' ἡμῶν αὐτῶν, προσήκουσαν μὲν ἥκιστα, ὅμως δὲ τὸ τοῦ Ὁμήρου κἀνταῦθα νικᾷ τὸ
Ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις. ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον οὐδὲ προαχθείην, μήποθ' οὕτω μανείην· ἀλλ' ἐμαυτοῦ πρότερον τὰ ἔσχατ' ἂν καταγνοίην ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι. ἕτεροι δ' εἰσὶν ἴσως τινὲς οἷς ἔλαττον [127] μέλει τῆς σῆς ἀξίας, ἄλλως τε κἂν προφάσεως εὐπροσώπου λάβωνται, ὡς ὑπὲρ ἀνδρῶν οὐδ' αὐτῶν φαύλων οὐδ' ἀξίων κακῶς ἀκούειν ἀμύνονται. ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν, ὡς οὐδὲ τούτοις ἔνοχος Περικλῆς, σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν εὑρεῖν ὅ τι χρὴ λέγειν.
Πρῶτον μὲν οὖν ὡς οὐ λάλους ἐποίησε μέγιστον, οἶμαι, κἀνταῦθα σημεῖον τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην, ἀλλ' ὕστερον ἡνίκα τὸν μὲν ἤδη λαμπρῶς ἐπόθουν, τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρονοῦντας εὕρισκον καὶ οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας. ὥστ' ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο καὶ ὧν ὑπὸ τῶν μετ' ἐκεῖνον διεβλήθησαν τά γ' ἐκείνου σεμνύνεται. ὥσπερ γὰρ ἰατροῦ χρηστοῦ τελευτήσαντος καὶ κατὰ πολλὴν τὴν ἄδειαν ἤδη διαιτωμένων ὕστερον ἡ νόσος ἐπελθεῖν ἴσχυσεν. ὥστ' ἔκ γε τῶν εἰκότων οὐκ ἀφεῖσθαι μόνον τῆς αἰτίας, ἀλλὰ καὶ κατ' αὐτὸ τοῦτο μειζόνως εὐδοκιμεῖν αὐτῷ προσῆκεν ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου, ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει εἰς εὐεργεσίας μέρος, οἶμαι, κατέθετο καὶ οὐδεὶς ἐκείνην αἰτιᾶται τῶν ὕστερον συμβάντων, ἀλλὰ τοῦ μὲν μὴ πρότερον συμβῆναι πάντες ἂν εἰκότως, τοῦ δὲ ὅλως οὐδείς. οὐ γὰρ ἐκείνη ταῦτα ἐποίησεν, ἀλλ' εἰς ὅσον ἐξῆν ἐκώλυσεν· ὥστ' οὐδ' ἂν συμβεβηκὸς εἴη τὴν ἀρχὴν τό γε ἐκείνης μέρος. σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν καὶ οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας, τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς, οὐδὲν διαφερόντως ἢ εἴ τίς τινα τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων. αἴτιον δὲ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν, [128] ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; σφόδρα τῶν λόγων γίγνει. ἀλλ' ἐκεῖσε ἐπάνειμι, ὅτι πρῶτον μὲν οὐ τῶν Περικλέους καιρῶν, ἀλλὰ τῶν ὕστερόν ἐστι τὸ τῆς λαλιᾶς ἔγκλημα τοῦτο, ὑπ' ἀνδρῶν οὐδὲν ὁμοίων ἐκείνῳ γενομένων. ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται, ὡς πάντες μᾶλλον ἢ Περικλῆς ἐπηρκὼς ἂν εἴη λαλεῖν αὐτοὺς, καὶ τοσοῦτον ἥττων ἐκείνου ἡ αἰτία ‑ καὶ μηδεὶς θαυμάσῃ τὸ παράδοξον ‑ ὅσῳπερ ἀμείνων ἦν λέγειν, εἰ δὴ τοῦτό γ' ἀληθές ἐστιν. εἰ μὲν γὰρ αὐτὸς ὅπως ἔτυχε τοὺς λόγους μετεχειρίζετο, ἢ κατήγαγεν εἰς φαῦλον τὸ πρᾶγμα, ὡς παντὶ τῷ βουλομένω λαβεῖν εἶναι, εἰκότως ἂν πολλοὺς ἐδόκει διαφθεῖραι καὶ πεῖσαι λαλεῖν τοῦ φρονεῖν ἀμελήσαντας, ὥσπερ οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες ταχέως πολλοὺς ἐπισπῶνται. ὅτε δὲ αὐτὸς ἐν κόσμῳ καὶ νόμῳ καὶ μετὰ παντὸς τοῦ γιγνομένου καλοῦ τοὺς λόγους ἐδείκνυεν αὐτοὺς καὶ τὸ τοῦ Λάχητος, εἰ δὲ βούλει Πλάτωνος, ὁμοῦ συνδιέσωζεν, οὐδὲν χείρω τῶν λόγων τὸν βίον παρεχόμενος, πῶς ἂν εἴη διεφθαρκὼς Ἀθηναίους, ἢ πῶς λάλους εἶναι πεποιηκὼς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδ' εἰκῆ τιμήσας φαίνεται; τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι· ἢ γὰρ οὐδὲν φαῦλον οὐδὲ αἰσχρὸν λάλους εἶναι, ἢ Περικλῆς οὐκ ἂν εἴη λάλους πεποιηκὼς, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ δή τοι τό γε τρίτον, Περικλῆς οὐ δεινὸς λέγειν, οὐδ' ὑπὲρ τοὺς ἄλλους. οὐκοῦν ὡς δεινὸς καὶ ὡς ὑπὲρ τοὺς ἄλλους λοιπὸν ἂν εἴη διδάσκειν.
Τίνες οὖν ἂν μᾶλλον ἀξιόχρεῳ γένοιντο ἐπαινέται καὶ μάρτυρες τῆς ἐκείνου δεινότητος καὶ δυνάμεως ἢ οἷς συνηθέστερον ψέγειν ἅπαντας ἢ κοσμεῖν; εἰ γὰρ οὗτοι φανεῖεν [129] διδόντες τὴν ψῆφον, σχολῇ γ' ἂν ἄλλος τις ἀποστεροίη. ἐπὶ δ' ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχ' ἂν οὐκ ἰσχυρὸν ἦν, εἰς δὲ λόγων κρίσιν μήποθ' οὕτως σεμνὸς γενοίμην ὥσθ' ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. λέγω δὲ ἤδη ταῦτα πρὸς οὓς ἔξεστι. τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος. πάντως οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν, ἀλλ' ἐπίκεινται πάλαι· τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο, οὕτω παντάπασιν ἀναισθήτως ἔχουσι καὶ τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν. οὐκοῦν τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων τῷ Περικλεῖ καὶ οἷς οὐκ ἐλάχιστον μετεῖναι φαίημεν ἂν τῆς περὶ ταῦτα ἐμπειρίας ὁ μὲν τῶν Ἑλληνίδων μεγίστην τὴν ἐκείνου γλῶτταν εἴρηκε, λέγων μὲν ἴσον τι καὶ φωνὴν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. ὅμως δ' οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ, μηδ' ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ· ὁ δ' ἀστράπτειν καὶ βροντᾶν καὶ κυκᾶν αὐτόν φησι δημηγοροῦντα. μὴ γάρ μοι τοῦτο εἴ τι μέμφεται αὐτοῦ, ἀλλ' ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν, ἔπειτα κἀκεῖνα μικρὸν ὕστερον, ἄν τι δέῃ, πρὸς ἡμῶν ὄντα φανήσεται. ὁ δὲ δὴ τρίτος ἄντικρυς ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς, ἀλλ' ὡς ἂν εἷς τῶν καλῶν κἀγαθῶν ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε λέγων ὡς ἐκ δέκα μὲν ποδῶν ᾕρει τοὺς ῥήτορας ἐν τοῖς λόγοις, μόνου δὲ πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσι· πάντα δ' εἶναι φλυαρίαν πρὸς ἐκεῖνον. φησὶ γοῦν οὑτωσὶ δυσχεραίνων
[130] Ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γ' ἐστὶν λέγειν;
ὁ Βουζύγης ἄριστος ἁλιτήριος. οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι.
Ἆρ' οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δ' ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλ' οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφ' ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τ' ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδ' ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν, ἐπειδὰν [131] πρῶτον αὐτὸν εἶναι φῇ. καὶ οὗτος ὁ μάρτυς, ὦ χρηστὲ, τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ καὶ ἅμα ὡς τὸ εἰκὸς καὶ ἐφ' ἑαυτῷ τι φρονῶν, ἀλλ' ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα. ἦ που σοί γε τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ τοῦ Ἀντιφῶντος συγχωρητέον ταῦτα. καὶ τί δεῖ Θουκυδίδου λοιπόν; ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν ὑμνῶν ὡς διδάσκαλον θαυμαστὴν ῥητορικῆς, καταφεύγων ἐπὶ τὸν Περικλέα καὶ δι' ἐκείνου πιστούμενος καὶ διαρρήδην γε οὑτωσὶ διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκώς· τοσοῦτον φαίνεται τῷ Περικλεῖ νέμων εἰς λόγους. καίτοι οὐ δή που τοῦ μὲν Ἀσπασίᾳ μετεῖναι λόγων σημεῖον ἦν Περικλῆς οὕτω λέγων, τῆς δ' αὐτοῦ Περικλέους δυνάμεως ἑτέρωθεν χρὴ τὸ σύμβολον ζητεῖν· οὐδέ γε ὑπὲρ μὲν Ἀσπασίας διαφέροντα τῶν Ἑλλήνων αὐτὸν ἔδει προσειπεῖν, τῷ δὲ καθ' αὑτὸν πράγματι μηδενὸς βελτίω τῶν πολλῶν. καὶ οὐκ ἐνταῦθα μόνον ταῦτ' εἴρηκε περὶ τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἑτέρωθι εἰκότως φησὶ τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι συγγενόμενον Ἀναξαγόρᾳ. ἀλλὰ μή πω πᾶν τοῦτο. ἀλλ' ὅτι γε ὡμολόγηκε τέλεον γενέσθαι κατὰ τοὺς λόγους δῆλον. πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτ' ἂν δόξαν; ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς αἴτιον αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δή που δυνάμεσιν οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις εἷς ὑπέρσχῃ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. οὕτω δὴ καὶ λέγειν [132] ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ὅστις ἑαυτὸν κόσμιον παρέχει καὶ σώφρονα καὶ τοῖς πᾶσιν εὔτακτον, οὐδ' ἂν εἷς εἴποι δή που τοῦτον ὡς ταύτῃ διαφθείρει τοὺς ἐντυγχάνοντας, ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν, εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν, οὕτω κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καὶ μηδαμοῦ παρορᾷ τὸ βέλτιον, μηδ' ἀμελεῖ τοῦ περὶ ταῦτα κόσμου, τὸ σὸν, ὦ Πλάτων, ποιεῖ, τό γε σύμπαν τοῦτο ὡς κόσμος ἐκλήθη λογιζόμενος, ἀλλ' οὐχὶ ἀκοσμία οὐδ' ἀταξία οὐδὲ τῶν περὶ ταῦτα ὀνομάτων οὐδέν. καὶ τοὺς κρείττους εἰς ὅσον οἷόν τ' ἐστὶν ἐν τοῖς αὑτοῦ μιμούμενος. οὐκ ἂν οὖν εἴη φλυαρίας αἴτιος, οὐδ' ἡγεμὼν, οὐδ' ἀταξίας, οὐδὲ τῶν αἰσχρῶν οὐδενὸς, οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν τοῦ σώματός ἐστ' εἰπεῖν ᾧ γε ὅπως τὸ σῶμα καλῶς ἕξει μέλειν ὁ σοφὸς Πλάτων φησίν. ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστήσῃ καὶ μὴ μόνον λέγων εἰς κάλλος, ἀλλὰ καὶ ζῶν ᾖ φανερὸς, πῶς οὗτος ἐθίζει λαλεῖν ἢ καὶ ἄλλ' ὁτιοῦν ποιεῖν ἄνευ τῆς τοῦ βελτίονος μοίρας; ἐγὼ μὲν οὐκ ἔχω πεισθῆναι. ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότ' ἐκείνῳ συνόντες ἢ ζηλώσαντες αὐτοῦ τὴν δύναμιν, χρηστόν τι καὶ παραπλήσιον κατὰ τοὺς λόγους ἐπιτηδεύειν, καὶ ὅσῳ μᾶλλον ἐτίμων κἀκεῖνον καὶ τοὺς λόγους, τοσούτῳ κοσμιώτερον καὶ σωφρονέστερον αὑτῶν ἕξεσθαι καὶ πάσης παρανομίας ἀφέξεσθαι, ἢ καὶ παντάπασιν ἀπογνόντες καὶ νομίσαντες κρεῖττον ἢ καθ' αὑτοὺς εἶναι τὸ πρᾶγμα τὴν ἡσυχίαν σχήσειν καθαρῶς, ὡς τὸ μὲν εἶναι ῥήτορα τοῦτο ὂν, ὅπερ ἦν ὁ Περικλῆς, αὐτοῖς [133] δ' οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι.
Ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτ' ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα ἢ κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο· Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετ' ἐκεῖνον αὖ πλεῖν ἢ σταδίῳ λαλίστερα Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτ', οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ἢ ποιεῖν. οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ ὁ σεμνότατος οὐδ' ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο, οὐδ' ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δ' ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν ὁ λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος ὁ κωλύων εἶναι λάλους τὸ καθ' αὑτόν. οὔκουν ὅ γε Ὀδυσσεὺς οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλ' ὁ Θερσίτης μᾶλλον,
Ὅς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι.
διὸ καὶ κατεῖχεν αὐτὸν ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν· ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων, ὦ [134] χρηστὲ, πάντας κοσμίους εἶναι καὶ τοῖς νόμοις ἐμμένειν, καὶ χρῆσθαί γε τοῖς ὀργάνοις τούτοις ὥσπερ ἐκεῖνον ἑώρων μετὰ παντὸς τοῦ βελτίονος. οὕτω καὶ Περικλεῖ μοί τις ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν· ὃς τοσοῦτον ἅπαντας καθεῖργεν ὥστε σιωπᾶν καὶ ἄκοντας αὐτῷ· καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸ πλῆθος ἐπαίρειν ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο. ὥστε εἰ μὴ καθ' Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων ἦν ἐπικάων, ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κεφαλὰς τῶν πλειόνων. εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν; ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο τοὺς παῖδας λάλους ποιεῖν, ὅτι αὐτοῖς ἅπαντα ἐξηγεῖται. καὶ μὴν ὅ γε αὐτὸς οὗτος οὐδὲ φθέγγεσθαί ποτε αὐτοὺς εἴα, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν. οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε ὡς ἐποίησεν Ἀθηναίους λάλους καὶ φιλονείκους, ὅτι πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν καὶ τῶν ἐργαστηρίων διελέγετο καὶ πρὸς τοὺς ἀστοὺς καὶ πρὸς τοὺς ξένους· οὐδ' εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν, ἐπιτιμῶντος καὶ διακωλύοντος,
Πὰρ δ' ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ἀλλὰ καὶ τοῖς χαλκείοις ἂν αὐτὸν καὶ τοῖς ἄλλοις ἐργαστηρίοις θαρρούντως κελεύειν προσιέναι, οὗ τι μέλλουσι τοιοῦτον ἀκούσεσθαι ἢ τῶν νέων ἢ τῶν πρεσβυτέρων τινές. οὐ γὰρ ἂν εἴη φλυαρεῖν ἐθίζεσθαι τὸ τὶ τῶν χρησίμων ἀκούειν, ὥσπερ γε καὶ αὐτοῦ τοῦ Ἡσιόδου ταῦτα συμβουλεύοντος ἀκούοντες οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα οὐδὲ χείρους γίγνεσθαι. εἰ δέ τινες Σωκράτους ἢ Περικλέους ἀκούοντες, εἶτα τῆς ἐκείνων δυνάμεως ἐπιθυμήσαντες κακῶς ἐμιμήσαντο, οὐ τοῦτό γε ἐκείνων αἴτιον. ἐκεῖνοι μὲν γὰρ τοῖς ἀκούουσι λέγοντες τὰ βέλτιστα οὕτως ἐπεδείκνυντο τὴν δύναμιν, οἱ δ' ἁμαρτόντες τοῦ κεφαλαίου καὶ πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες εἰκότως ἂν τὴν μέμψιν φέροιντο καὶ οὐδὲ ταυτὸν ἂν [135] ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλ' αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδ' εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, ‑ ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ, καὶ οὐ μέμψομαι τῷ δαίμονι ‑ ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθ' ὡς ἀληθῶς πρὸς τοῦτ' ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλ' εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκ' ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλ' ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους Περικλῆς; ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν ὁ πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος ὁ μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς πολιορκίαν, [136] οὐχ ἡσυχάζων, ἀλλ' ἐκπλέων μέρει τινὶ τῶν νεῶν ἐπὶ Καρίας, καὶ μετὰ ταῦτ' ἀπελθόντος αὐτοῦ θαρρήσαντας ἐπεξελθεῖν καὶ πλέον σχόντας τῶν ἐφορμούντων ἀναστρέψας αὖθις καθείργων ἕως παρεστήσατο, καὶ πάλιν Εὐβοέων ἀποστάντων ἄγων εἰς Εὔβοιαν Ἀθηναίους, καὶ Πελοποννησίων ἀγγελθέντων εἶναι Μεγαροῖ κομίζων αὖθις εἰς Μέγαρα κἀκ τῶν Μεγάρων πάλιν εἰς Εὔβοιαν, ἕως καὶ ταύτην κατεστρέψατο; τί δ' ἄν τις λέγοι περίπλους Πελοποννήσου καὶ ἀποβάσεις πανταχοῖ τῆς πολεμίας καὶ πραγμάτων συνέχειαν οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι; εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστ' ἂν εἶπον ὑπόπτερον τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν ἐγὼ πεισθῶ; οὐκ ἄρ' ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδὲν, ὅστις γε μὴ ὅτι Ἀθηναίοις, ἀλλ' οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους, τοσαύτας ἀνάγκας αὐτοῖς περιίστη τοῦ κινεῖσθαι. καὶ τὸ δικαίως προσῆν, ἔφη Δημοσθένης. ἀλλ' ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. τί λέγεις, δειλοὺς Περικλῆς, ὦ θεοὶ, δειλοὺς, ὃς καὶ δημηγορῶν εὐθὺς ἐνθένδε ἤρξατο, Τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς, ὦ Ἀθηναῖοι, ἀεὶ ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν; οἵ γε καὶ ἡνίκ' ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὑτῶν. ὁ δ' οὐδὲν προκαλυψάμενος, οὐδ' ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γ' ἐκ τοῦ προοιμίου παραμυθίαν εὐθὺς ἐν ἀρχῇ τῶν λόγων μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὑτῷ, ὡς ἄν τις αὐτός τε κρείττων ἀξιῶν εἶναι τῶν ἀκουόντων κἀκείνους τῶν ἀνταγωνιστῶν. πότερ' οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖν συνεθίζοντος [137] τὴν φωνὴν εἶναι φῶμεν καὶ τὴν ἀνδρείαν αὐτόθεν δεικνύντος; ἐγὼ μὲν οὕτω μᾶλλον ἡγοῦμαι. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι, ἢ πραγμάτων αἴτιον αὐτὸν γεγενῆσθαι, ἤ τι τῶν τοιούτων ᾐτιᾶτο, ἀληθῆ μὲν οὐδ' οὕτως ‑ ὕστερον γοῦν ἅπαντες συνεχώρησαν μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς ‑ εἰρημένα δ' ἂν καὶ ὑπ' ἄλλων ἐδόκει λέγειν. νῦν δὲ πῶς ἔνεστι κατηγορεῖν δειλίαν, οὗ τἀναντία ἤδη τινὲς ᾐτιάσαντο; ἃ γοῦν τῆς Ἀριστοφάνους κωμῳδίας παρεθέμεθα ἀρτίως ἐκείνως ἔχοντα, λέγω τὸ,
Ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα,
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
ὡς χρὴ Μεγαρέας·
ταῦτα οὐ δειλίαν αἰτιώμενά ἐστιν ἐκείνου, ἀλλ' ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γ' ἐναντία ψευδῆ· εἰ δὲ μηδὲ ἐκείνων προσήκει τῷ Περικλεῖ μηδὲν τῶν ἐγκλημάτων, ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων, πῶς οὐχ ἅμα τε αἰτίας ἀφεῖσθαι καὶ πάσης εὐφημίας δίκαιος τυγχάνειν ἐστίν; ἆρ' οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους οὕτως εἶχε τὴν γνώμην ὡς ἄν τις ἰδίᾳ φιλονεικῶν, πρὸς δὲ τοὺς ἄλλους ὑφειμένως; ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ, θαυμάζειν δὲ οὐκ εἴα οὔτε βασιλέα οὔτ' ἄλλον τῶν πάντων οὐδένα, ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, ὡς τοὺς μὲν ἄλλους ἄλλοθι κρατεῖν, τῆς δὲ θαλάττης αὐτοὺς πανταχοῦ. καίτοι ταῦτα πότερον ἀργίαν καὶ δειλίαν καὶ ἀνανδρείαν καὶ ταπεινότητα καὶ νωθείαν εἰσάγοντος εἰς τὴν πόλιν καὶ τὰς ψυχὰς αὐτῶν ἦν, ἢ δέδοικα μή τι καὶ [138] ἀλλοῖον εἴπῃ τις, πλήν γε ὅσον οὐκ ὀρθῶς ἐρεῖ. ὥσπερ τοίνυν φῂς ἐκεῖνα ἀκούειν λεγόντων εἰς Περικλέα, οὕτως ἀντάκουε καὶ τῶν τἀληθῆ περὶ ἐκείνου λεγόντων καὶ οἷς οὐδεὶς ἀντεῖπεν εἰς τήνδε τὴν ἡμέραν, ἐπειδή γε καὶ αὐτὸς φῂς οὐκ ἀπὸ τῆς σεαυτοῦ γνώμης κατηγορεῖν, ἀλλ' ἀκοήν. ταῦτά γε ὁ Κρὴς δὴ τὸν πόντον, φήσει τις. ἐπειδὴ τοίνυν ἐκεῖνα μὲν ἀξιοῖς ἀκούειν, ταῦτα δ' οὐ βούλει, φέρε ἐγώ σοι καὶ ἕτερα μείζω τούτων ἔτι καὶ τελεώτερα ἐπιδείξω τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης καὶ φιλοτιμίας σημεῖα, κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν, ἅπαντ' ἔστω λῆρος τὰ παρ' ἡμῶν. νὴ Δί', εἴποι γὰρ ἄν τις ὡς οὐδὲν μέγα οὐδ' ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι. ἀλλ' ἐκεῖνός γε καὶ τὰς πρεσβείας ἠξίου κατὰ χώραν ἱδρυμένων Πελοποννησίων δέχεσθαι τῇ πόλει, ἐξεστρατευμένων δὲ μὴ καὶ τὸν Μελήσιππον προπεμψάντων. οὕτω σφόδρα δειλὸς ἦν, ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο, ὥστε ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων, παραδοὺς τοῖς ἄξουσιν αὑτὸν ἔξω τῆς χώρας. καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι· παρόντος μὲν ἤδη τοῦ πολέμου καὶ συνεστηκότος, τῆς νόσου δ' ἐπικειμένης, καὶ τῆς μὲν γῆς δῃουμένης, τῶν δὲ ἀνθρώπων ὁσημέραι φθειρομένων καὶ τοσούτων ἤδη κειμένων ὅσων καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρ' ἐκείνοις ἡ συμφορὰ συνέβη, καὶ διὰ ταῦτα δὴ πάντα ἀθύμως καὶ δυσχερῶς ἔχοντας ὁρῶν τοὺς πολλοὺς καὶ περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας, ἐπικηρυκεύεσθαι δὲ ἀξιοῦντας Λακεδαιμονίοις καὶ ἑτέρους ὑπὸ τῶν κακῶν γεγενημένους οὐδὲν μᾶλλον ἀνῆκεν, οὐδ' ἐξέστη τῆς ἀρχαίας γνώμης, οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν συμφορῶν, [139] ἀλλὰ καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν ὥσθ' οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτ' αὐτὸ προσειλήφει μεῖζον τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὥστ' ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι, ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ· πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης, τῷ πολέμῳ καὶ τῇ νόσῳ, δύο ταῦτα προσειληφότας ὁρῶν αὐτοὺς, λύπην καὶ παροξυσμὸν εἰς αὐτὸν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν, οὐκ ἔδεισεν οὐδ' ὑπεχώρησεν, οὐδ' ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις ὁμοῦ καὶ τοῖς πολεμίοις ἀντιτεταγμένος· ἀλλ' ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδ' ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλ' ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθ' αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων. ὥστ' ἔμοιγε καὶ τὸν Αἴαντα τὸν πρὸ τῶν νεῶν μαχόμενον καὶ βοῶντα ἐν κουφοτέροις καὶ ῥᾴοσιν εἶναι δοκεῖν. τῷ μὲν γὰρ πρὸς τοὺς Τρῶας ἦν μόνον ἡ μάχη, τὰ δὲ τῶν οἰκείων εὐμενῆ δήπουθεν ὑπῆρχε, τῷ δ' οὐχ ἧττον πονήρως εἶχε τῶν ἔξω τὰ ἔνδον καὶ πλείων ἦν ὁ φόβος τῶν πολιτῶν ἢ τῶν πολεμίων. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων. ὥστ' ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας τὰς ἀπορίας καὶ τὸν ὄχλον τῶν πραγμάτων αὐτοῦ, κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι περικλυζομένης αὐτῷ τῆς νεὼς καὶ τῶν νεφῶν καταρρηγνυμένων ἐπὶ τῶν οἰάκων μένοντος καὶ οὐ μεθιέντος, καὶ πρός γ' ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων καὶ ἑτοίμων ὄντων διασπάσασθαι, κατέχοντος καὶ νουθετοῦντος καὶ ἅμα ὑπέρ τε τοῦ σκάφους ἀγωνιζομένου καὶ πρὸς τοὺς ἐν τῷ σκάφει.
[140] Πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρείαν θεωρῆσαι; εἴτε γὰρ ἐκ τῶν ἔργων εἴτ' ἀπὸ τῶν λόγων ὁρῶμεν τὸν ἄνδρα, πῶς ἄν τις μᾶλλον ἔδειξε παντὸς ἀφεστὼς δέους, ἢ πῶς ἄμεινον πρὸς εὐψυχίαν αὐτός τε πεφυκὼς καὶ τοὺς ἄλλους ἄγων, ὅστις οὔτ' ἐκείνους ἠξίου φόβῳ τῶν πολεμίων προέσθαι τὰ γνωσθέντα ἐξ ἀρχῆς οὔτ' αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν; εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε, σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτ' ἀποδέξηται τὰ ἐγκλήματα. οὔτε γὰρ ἐν παντὶ καιρῷ οὔτ' ἐν ἅπαντι δή που χωρίῳ συμφαῖεν ἂν, ἀρχὴν δ' οὐ μάχεσθαι χρῆναι πάντως τόν γε δὴ χρηστὸν στρατηγὸν, ἀλλὰ μάλιστα μὲν ἥκιστα κινδυνεύειν καὶ τοῖς βουλεύμασι μᾶλλον ἢ ταῖς χερσὶ πολεμεῖν, ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ· εἰ δ' αὖ καὶ μάχης δεήσειεν, ἄμεινον μετὰ συμμάχων ἐθέλειν ἢ μόνους καὶ μετὰ πλειόνων ἢ μετ' ἐλαττόνων καὶ μετὰ κρειττόνων ἢ μετὰ χειρόνων, εἰς ὅσον ἂν περιῇ τινί. εἰς ἀνάγκην μὲν γὰρ καταστάντας οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι, ἕως δέ τίς ἐστι κύριος γνώμης, ἄνοια πολλὴ καὶ δυστυχία τῆς ἀσφαλείας ἀφέμενον ὃ τοῖς πολεμίοις συνοίσει, τοῦτ' ἐξεπίτηδες αἱρεῖσθαι. ἐκείνοις γὰρ ἂν ἤδη στρατηγοίη καὶ γίγνοιτ' ἂν αὐτοῖς ἀντὶ τοῦ παρ' αὐτοῖς ἡγουμένου. μὴ δὴ τοῦτο λέγωμεν ὡς οὐκ ἐξῆγεν, ἀλλ' εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοπῶμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δή που προσκειμένων αὐτοῖς ποτὲ Θηβαίων καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδ' ὅτ' ἐκεῖνοι κελεύουσιν, ἀλλ' ἡνίκ' ἂν αὐτοῖς δοκῇ, [141] καὶ οὐ χρήσεσθαι περὶ τούτου συμβούλοις Θηβαίοις. καὶ ταῦτ' ἀπεκρίναντο καὶ ταῦτα ἐποίουν Ἀγησιλάου προεστηκότος αὐτῶν, ὃς εἴπερ τις ἄλλος τῶν Ἑλλήνων γενέσθαι ἐδόκει φιλοπόλεμος. ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, μᾶλλον δὲ εἰ στρατηγῶν αὐτὸς ἐτύγχανες ἡμῖν κατ' ἐκείνους τοὺς χρόνους, τί ποιεῖν ἂν ἢ τί λέγειν ᾤου δεῖν, ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων, τῶν δὲ συμμάχων τῶν μὲν ἐν ταῖς νήσοις, τῶν δὲ κατ' ἤπειρον μεμερισμένων, μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων εἰσβεβληκότων, καὶ τούτων Πελοποννησίων, οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην, ἀνθρώπων ἱκανῶν καὶ πρὸς ἅπαντας τοὺς Ἕλληνας μάχεσθαι, καὶ οὓς ἐγὼ φαίην ἂν ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους οὐ χαλεπῶς ἂν καὶ πᾶσαν γῆν ὑφ' αὑτοῖς ποιήσασθαι. καὶ οὔπω λέγω τὴν νόσον τοσοῦτον πρᾶγμα, ἣ προσέκειτο ἐλαύνουσα καὶ τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων, τοὺς δ' ἀχρήστους εἰς τὰ παρόντα ἐπεποιήκει, ἣν καὶ χωρὶς μάχης καὶ πολέμου προσβολῆς οὐχ ἕν τι τῶν ῥᾴστων ἦν ὑπενεγκεῖν. καὶ μὴν οὐδ' ἐκεῖνο ἠγνόει Περικλῆς ὅτι νικήσας μὲν πολλῷ πλείοσιν αὖθις μαχεῖται καὶ πολλοὺς ἄλλους εὑρήσει τοὺς ἀμφισβητοῦντας τοῦ τροπαίου, καθάπερ Κορίνθιοι πρότερον, καὶ κληρονομοῦντας τῶν αὐτῶν τούτων πραγμάτων· ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας [142] ἀπολεῖν τὴν πόλιν. τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν, αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ, καὶ εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο, σωμάτων, χρημάτων, δόξης, ἡγεμονίας, τοῦ βάθρου τῆς πόλεως, τῶν ἐλπίδων, ὅτου τις ἂν εἴποι παντός. οὔκουν ᾤετο δεῖν οὕτως ἄνισον ἀγῶνα ἀγωνίζεσθαι, οὐδ' ἐπὶ μηδενὶ πλείονι πᾶσι τοῖς οὖσι κινδυνεύειν, σωφρονῶν οἶμαι καὶ στρατηγοῦ λογισμῷ χρώμενος. ὁρῶμεν δὲ δή που καὶ τοὺς παλαιστὰς οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθιέντας, οὐδ' ἐξεπίτηδες καθ' αὑτῶν παρέχοντας λαβὰς, ἀλλ' ἀπὸ τούτων μὲν ὡς οἷόν τε μάλιστα ἀποχωροῦντας, τοῖς δὲ αὑτῶν πλεονεκτήμασι χρῆσθαι πειρωμένους καὶ τὴν νίκην ἀπὸ τούτων διώκοντας. ἃ καὶ Περικλῆς ἐνθυμούμενος οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν, ἀλλ' ἐάσας ἐκείνους ἐν τῇ Ἀττικῇ ληρεῖν ἑκατὸν νεῶν ἐπίπλουν ἐξήρτυε τῇ Πελοποννήσῳ καὶ αὐτὸς ἐμβὰς ἐκόμιζε τὴν στρατιάν. καὶ περιῆν τοῖς μὲν τῆς Ἀττικῆς μέρος τι τετμηκέναι, τοῖς δ' ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν. ὥστε ἠναγκάζοντο ἤδη φεύγειν ἐκ τῆς Ἀττικῆς οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες. οὕτως ἃ μὲν οὐκ ἐκίνει, προνοίας, οὐ δειλίας ἦν, ἃ δὲ κἀν τούτοις ὄντας ἠξίου τολμᾶν ἔσχατον δεῖγμα τῆς ἀνδρείας ἔχει τῆς ἐκείνου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ ὅτι μὲν οὐκ ἐξῆγεν αἰτιασόμεθα, ὅτι δὲ ἔξω τῆς Ἀττικῆς ἦγεν αὐτοὺς οὐ θαυμασόμεθα; καὶ ὅτι μὲν οὐκ ἐμάχετο οὗ μὴ προσῆκεν ἐπιτιμήσομεν, ὅτι δ' ἠπίστατο ποῦ χρὴ τοῦτο ποιεῖν οὐ διαλογιούμεθα; καὶ ὅτι μὲν οὐ τὴν Ἀττικὴν ἐνεπίμπλη πολέμου καὶ ταραχῆς κατηγορήσομεν, ὅτι δὲ εἰς τὴν πολεμίαν ἀπέβαινε καὶ ἀντιμεθίστη τῇ Πελοποννήσῳ τὴν πολιορκίαν οὐ θήσομεν εἰς λόγον; ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν οὐ συγγνωσόμεθα, ὅτι δὲ καὶ νοσοῦντας ἐξῆγεν οὐ θαυμασόμεθα; [143] ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδ' ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς. οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γ' ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλ' εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δ' ἔγωγ' ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας ἢ Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπ' αὐτῶν τῶν ἐναντιωτάτων ὁ θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι· ἡ δ' ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα. ὥσθ' ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν, οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτ' αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής.
Ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδ' αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον ἢ τῶν φόρων οἶμαι τὸν ὁμώνυμον, [144] εἴ τι δεῖ καὶ νεανιεύσασθαι. ὁ μὲν γὰρ τὸ σύμμετρον τάξας ἑκάστοις οὕτως εὐδοκίμησεν, ἐγὼ δ' οὔτε πλέον οὔτ' ἔλαττον οὐδενὶ πώποτε· ἀλλ' οὐδ' ὅσαι διαδόσεις πρὸς οὐδεμίαν πώποτε ἀπήντησα, εἰ μή τις ἑκὼν ἔπεμψεν. ἀλλὰ καὶ τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν, ἢ καί τι ἄλλο, καὶ τοῦτ' ἄγαμαι, τὸ μὴ καπηλεύειν μηδ' ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν, μηδ' οὕτω σφόδρα φάσκειν ἑαυτὸν πεπαιδεῦσθαι ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι. ἐγὼ μὲν οὖν ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω· ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. καὶ γὰρ τὰ σώματα καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι, τῷ δ' ἢ πλείονος ἢ ἐλάττονος τούτων ἕκαστον μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης ἀγαθῆς τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν πολλὰ ἂν εὕροις οἷς ἥκιστα ἂν ἡσθείης· ἀλλ' οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δή που βελτίω γενέσθαι ποτ' ἂν αὖθις δημιουργὸν τῶν ὅλων, ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφειλκύσθαι καὶ οὐ πολυπραγμονεῖς. τί δὴ θαυμαστὸν εἰ καὶ Ἀθήνησί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως ἄν που καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, δι' ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτως [145] ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρ' οὐ πάντ' ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ ὁ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλ' ὅστις τοῦ μετρίου ποιεῖται λόγον. ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ἢ πράγματ' ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπ' αὐτῶν κουφιεῖσθαι; ὥσθ' ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλ' εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει ‑ πῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; ‑ τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτ' αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτ' ἐκείνους ποιήσοντας οὐδετέρους, οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ χρυσίον ὁ μισθός ἐστιν, ἀλλ' ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδ' ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν· οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν· εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖ [146] φέρουσι χρυσίον, ἄλλο τι τοῦτ' ἢ μισθὸν εἶναι φήσουσιν. ἀλλ' οὐδ' ἂν εἷς οἶμαι ταῦτα συγχωρήσειεν. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος, δεῖ δὲ ὅμως ἅπασι τροφῶν. οὕτω δὴ κἀνταῦθα μὴ τίς ὁ μισθὸς, ἀλλ' ὅλως εἰ μισθὸν εἴρηκας· εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς, ὅτι οὐκ ἀργύριον αὐτῷ διέλυον, ἀλλ' οἱ μὲν χαλκὸν, ἄλλοι δ' αἴθωνα σίδηρον. ἀλλ' οὐδ' αὐτὸς ταῦτά γε ἠλαζονεύετο. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα, ἀλλ' ὄντων ἐν ἀκροπόλει χρημάτων ἐκεῖθεν ἔσωζε τὸν μισθόν. ὥστ' οὐδετέρου δίκαιος ἔχειν αἰτίαν, οὔτε τοῦ νομίσματος οὔτε τοῦ μισθοῦ. καὶ τί ταῦτα ἀγωνίζομαι σφόδρα; εἰ γὰρ ὡς οἷόν τε μάλιστα αἰσχρὸν ἡ μισθοφορὰ καὶ τὸ νέμειν, οὐ τῆς Περικλέους ἐστὶ πολιτείας, οὐδ' ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο, ἀλλὰ καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα· τοὺς γὰρ ἄλλους σιωπῶ. οὕτω τὰ μὲν ὕστερα τῆς ἐκείνου πολιτείας ἐγκέκληκεν, ἃ μικρῷ πρόσθεν ἠλέγχομεν, τὰ δὲ πρεσβύτερα, τὰ περὶ τοῦ νομίσματος, ὥσπερ ἃ νῦν αὖ δείκνυται. πῶς ἄν τις χρήσαιτο ῥᾷον ἄνθρωπος λόγοις, ἢ πῶς μετὰ πλείονος ἐξουσίας; ὅλως δ' ἔγωγε θαυμάζω, εἴ τίς ἐστιν ἁπλούστερος ἢ δικαιότερος τρόπος ἐξετάσεως εἰ φιλαργύρους ἐποίησε Περικλῆς Ἀθηναίους ἢ καὶ ἄλλους τινὰς ἀνθρώπους Ἑλλήνων ἢ καὶ βαρβάρων, ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν. ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας ὁρῶμεν τὰ μὲν τῇ φωνῇ τοῖς παισὶν εἰσηγουμένους, τὸ δὲ πλεῖστον τῷ παραδεῖξαι προσβιβάζοντας, οὕτω καὶ Σωκράτη φησὶ κρίνειν δίκαιον. οὕτω τοίνυν καὶ Περικλέα δὴ θεασώμεθα, πῶς αὐτὸς εἶχε πρὸς χρήματα καὶ ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα τοῖς τε Ἀθηναίοις καὶ τοῖς ἄλλοις Ἕλλησι κατὰ τοῦτο τὸ μέρος· κἂν μὲν εὑρίσκωμεν [147] αὐτὸν ἀγεννῆ καὶ ἀνελεύθερον καὶ τοῦ κέρδους ἥττω, φῶμεν καὶ τοὺς ἄλλους ταὐτὰ διδάσκειν καὶ διαφθείρειν καὶ παραπλησίους αὑτῷ ποιεῖν· εἰ δὲ τοσοῦτον ὑπερεῖδε χρημάτων, ὅσον οὐκ οἶδ' εἴ τις τῶν πώποτε, πῶς ἐποίει φιλοχρημάτους, ἢ πῶς ἑτέρους διέφθειρεν, ἐν οἷς αὐτὸς χρηστὸς ἦν; ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαδάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν, ᾧ τοσοῦτον περιῆν εὐσεβείας καὶ δικαιοσύνης ὥστε καὶ τελευτήσας τοῖς ἐκεῖσε ἀφικνουμένοις δικάζειν δοκεῖ περὶ τῶν ἐν τῷ βίῳ πραχθέντων. καὶ σὺ δείξας οὖν πρότερον τὸν Περικλέα μικρὸν καὶ ἀγεννῆ καὶ ταπεινὸν καὶ πρὸς ἀργύριον βλέποντα, τότε δὴ φάθι καὶ τοὺς ἄλλους πεποιηκέναι τοιούτους· ὥσπερ καὶ τοὺς περὶ τῶν γραμμάτων διδασκάλους ἔστιν εἰπεῖν· οὐκέθ' αὕτη Ξενοφῶντος ἡ εἰκὼν, ἀλλ' αὐτοῦ Πλάτωνος. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφῖδι οὕτω τὸ γραμματεῖον διδόασι καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων, οὕτω δὴ καὶ ἡ πόλις. ἀλλ' ἡμεῖς ἀντὶ τῆς πόλεως λάβωμεν τὸν Περικλέα. Περικλῆς τοίνυν τὰ μὲν λέγων, ὡς ἔοικεν, ὑφηγεῖτο τοῖς Ἀθηναίοις, ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον οὐδ' ἀγεννές· τὰ δὲ ἐπ' αὐτοῦ τοῦ βίου δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν ὁποῖός τις ἦν. πότερ' οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε τοιοῦτος ὢν οἷον ἀκούομεν, ἢ πρὸς κέρδος καὶ τὴν χεῖρα ὑφεικότας καὶ ὡς ἥκιστα ἔμελλον ὀρθῶς πράξειν; καὶ μὴν λέγοντος μὲν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἤκουον κἀν τῷ βουλευτηρίῳ, τὸν δὲ βίον καθ' ἑκάστην ἑώρων δή που τὴν ἡμέραν. ὥστε εἴπερ ἑώρων πρὸς ἐκεῖνον, ἔμελλον κρείττους εἶναι χρημάτων.
Φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν αὖ τούτου σκεψώμεθα καὶ διέλθωμεν τὸν αὐτὸν τρόπον ὅνπερ περὶ τῆς φιλαργυρίας, κατ' ἀμφοτέρας ταύτας τὰς εἰκόνας, τήν τε τοῦ παιδοτρίβου καὶ τοῦ γραμματιστοῦ, καὶ συγκεφαλαιωσώμεθα πάντα ἐν βραχεῖ. λάλους, φησὶν, [148] ἐποίησε· καὶ μὴν οὐκ ἦν αὐτὸς λάλος. ἀργούς· ὁ δ' ἐνεργὸς ἦν. δειλούς· ὁ δὲ νικῶν ἀνδρείᾳ φαίνεται. φιλοχρημάτους· ὁ δ' ἥκιστα ἐτίμα χρήματα. πῶς οὖν αὐτὸς ὢν ἀγαθὸς λέγειν, ἱκανὸς πράττειν, ἀνδρεῖος, κρείττων χρημάτων, ἐποίει λάλους, ἀργοὺς, δειλοὺς, ἀνελευθέρους; ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον, ἢ οὐκ ἔχω τί φῶ. πῶς γὰρ οὐκ ἄτοπον, εἰ οἷος μὲν αὐτὸς ἦν οὐκ ἐποίει τοιούτους, οἷος δ' ἥκιστα αὐτὸς ἦν, τοιούτους ἀπειργάζετο; ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθ' αὑτὸν, πεποιηκὼς δεξιοὺς, ἐνεργοὺς, ἀνδρείους, μεγαλοπρεπεῖς· εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν, ὅτι τοὺς νέους διέφθειρεν, ὃς αὐτοῖς παράδειγμα παντὸς ἦν χρηστοῦ. οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα μήτε ἀσαφεῖς τινὰς ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. ἔτι τοίνυν τῶν ἀνωτέρω μνημονεύσωμεν καὶ συλλογισώμεθα, καὶ ταῦτα ἐκ τῶν πεφηνότων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν τὰ πλήθη· Περικλῆς δέ γε πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται. διαμάχεσθαι δεῖν ὑπὲρ τοῦ βελτίονος· ὁ δ' ἐν καιροῖς τοιούτοις ἐμάχετο οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν. μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας· ἐκεῖνος τοίνυν κατεῖχε καὶ οὐκ ἤγετο μᾶλλον ἢ αὐτὸς ἦγε. μηδ' ἐκ παντὸς τρόπου συνεθίζειν πλέον ἔχειν, φησὶν ὁ τὸν νόμον τιθείς· ὁ δ' ἀφ' ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τὸ σύμμετρον ᾑρεῖτο πρὸ τοῦ πλέονος. οὐκοῦν ταῦτ' ἐδόκει Πλάτωνι, ταῦτα ποιῶν Περικλῆς φαίνεται. πῶς ἄν τις μᾶλλον κατὰ τοὺς Πλάτωνος λόγους φανείη βεβιωκὼς ἢ πεπολιτευμένος; ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο; [149] [Πλάτωνα.] μέγιστον δὲ κἀκεῖνο σημεῖον τῆς Περικλέους ὀρθότητος ἄνευ τῶν εἰρημένων, καὶ ὡς οὐκ ἐκεῖνος ἦν ὁ διαφθείρας οὐδ' ἐθίσας Ἀθηναίους φιλαργύρους εἶναι, οὐδ' ἐκ παντὸς τρόπου τὸ πλέον ζητεῖν ἔχειν. οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν, ἀλλὰ καὶ ταύτης τῆς ἀμετρίας, ὦ φίλε Σώκρατες, εἰ ζητοίης τὸν αἴτιον, τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ. ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν, οὔτε σοὶ πειθόμενος οὐδὲν οὔτε τὸν Περικλέα μιμούμενος. ἀλλ' οὐ Περικλῆς τοιοῦτος οὔτ' ἐνταῦθα οὔτε ἄλλοθι, ἀλλ' οὕτω σφόδρα πόρρω τῆς πλεονεξίας ἦν καὶ τοῦ συμβουλεύειν Ἀθηναίοις τὰ μὴ προσήκοντα πράγμαθ' αὑτοῖς προστίθεσθαι ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς Πελοποννησίων καὶ ἔχοντας Μέγαρα, Νίσαιαν καὶ Τροιζῆνα καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔπεισε ταῦτα ἀποδόντας εἰρήνην συνθέσθαι, τοσούτου ἔδει προσδιδάσκειν πλέον ἀεί τι τῶν ὑπαρχόντων αὐτοὺς ἔχειν. ὥστ' ἔγωγε νομίζω πρὸς ταῦθ' ὁρῶν καὶ τούτοις τεκμαιρόμενος, εἰ ἐπεβίω Περικλῆς καὶ μὴ πρότερον ᾤχετο ἀπιὼν, οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλ' ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι καὶ Πύλον, οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι, ἀλλ' εὐθὺς ἐλευθέρως ἂν ταῦτ' ἀποδόντας ποιῆσαι τοῖς Ἕλλησι κοινὴν εἰρήνην. οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν, ἀλλὰ τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι· ἀρχὴν δ' ἐκεῖνός γε οὐδ' ἠξίου γίγνεσθαι πόλεμον, ἀλλὰ δίκῃ διαλύεσθαι περὶ τῶν διαφόρων. οὕτω καὶ πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι καὶ παρὸν εἰρήνην ἄγειν οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο· οὐδὲ τοῦ πλείονος αὐτοὺς ἔχεσθαι συνείθιζεν, ἀλλὰ τοῦ προσήκοντος. καίτοι ταῦτά ἐστιν ἀνδρείας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα, ἀλλ' οὐχ ὧν Πλάτων [150] ἀνέθηκεν αὐτῷ. οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἢν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβολον τὴν ἐπωνυμίαν ποιούμεθα ‑ οὐ γὰρ αὐτοί γέ που τάττοντι παρῆμεν αὐτῷ τοὺς φόρους ‑ τῆς δὲ Περικλέους ἀρετῆς τε καὶ φύσεως οὐ ποιησόμεθα τὴν ἐπωνυμίαν σύμβολον, ἣν οὐκ ἀφ' ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλ' ἀπὸ πάντων συλλήβδην ἐκτήσατο; ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ τοὺς πολλοὺς οὐδὲ ἀμελητέον τῆς δόξης τῆς παρ' αὐτῶν, ἀλλ' ἔνι τι κἀν τούτοις εὔστοχον θείᾳ τινὶ μοίρᾳ τῆς ἀληθείας ἐφαπτόμενον, αὐτὸς Πλάτων ὁ διδάσκων καὶ λέγων ἐστίν· ἔτι δὲ ἀνωτέρω Πλάτωνος πολλαῖς γενεαῖς ὕμνησεν Ἡσίοδος ποιήσας τὰ ἔπη ταῦτα ἃ πάντες ᾄδουσι
Φήμη δ' οὔτις πάμπαν ἀπόλλυται ἥντινα πολλοὶ
λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
οὐκοῦν ἡ φήμη μαρτυρεῖ τῷ Περικλεῖ τὰ κάλλιστα, καὶ θεὸς οὖσα αὕτη φησὶν ἐκεῖνον κρείττονα ἢ κατ' ἄνθρωπον γενέσθαι. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἔστιν εἰπεῖν ὡς ἄρα φαύλως πράττοντες ὑπὸ συμφορῶν Ἀθηναῖοι ταύτην αὐτῷ παρεῖσαν τὴν τιμὴν, ὥσπερ χρόνῳ ὕστερον ἔσθ' ἃ καὶ παρ' ἀξίαν συνεχώρησαν ταπεινωθέντες. ἀλλ' εἴπερ ποτὲ ἄλλοτε ἤκμαζον καὶ τότε καὶ ἦν ἡ πόλις αὐτοῖς ἐπ' ἐκείνου μεγίστη, ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖμεν. ἀλλ' οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ. τοὺς γὰρ οὕτως ὡς λέγω πράττοντας ἀνάγκη πλεῖστον ἐφ' αὑτοῖς οἶμαι φρονεῖν καὶ πορρωτάτω μὲν ταπεινότητος, ἐγγυτάτω δὲ αὐθαδείας εἶναι. τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον, [151] τοσοῦτον ἦν τὸ συγκεχωρηκός. καίτοι τί λέγω; εἰ γὰρ τὰ μάλισθ' ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντ' ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτ' Ἀθηναίους Περικλῆς οὔτ' Ἀθηναῖοι Περικλέα. πόθεν; ἀλλ' ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δ' ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθ' ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδ' ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς; οὐκ ἄρ' εὖ φρονεῖν δόξομεν.
Ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἷον ἀπεύξαιτ' ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ, ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτ' ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν
μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων,
εἰ δὴ καὶ Κίμων ἔσται μεθ' ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δ' ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ [152] ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτ' ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος· οὕτω πολὺ πλείω ποιοῦμαι λόγον μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδ' ὡσπερεὶ θρασύνεσθαι δοκεῖν, ἢ 'κείνων ἕκαστον ἐπαινέσαι. εἰκότως· οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον. οὐ μὴν ἀλλ' εἴ γ' ἄμφω συμβήσεται, καὶ τὰς κατ' ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφοτέροις, μετρίως ἂν ἔχοι πανταχῆ. ὅτι μὲν τοίνυν οὐχ εἷς τῶν κομψῶν οὐδ' οἷος ὑπελθεῖν καὶ κολακεῦσαι Κίμων ἐγένετο οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μαρτυροῦσιν· οὕτως εὐήθη καὶ μᾶλλον ἀρχαῖον ἡγοῦντο. ὅτι δ' οὐ παντὸς ἀνδρὸς τὰ Κίμωνος πράγματα οὐδὲ τῆς ἐσχάτης μοίρας, ἀλλὰ καὶ λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ καὶ καταπρᾶξαι, καὶ τοιοῦτος οἷος μὴ μόνον παρ' Ἀθηναίοις εἰκότως εὐδοκιμεῖν, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις οὐ χαλεπῶς ἂν τὰ πρῶτα ἔχειν, ἐφεξῆς ἂν εἴη λέγειν. ἅπαντα μὲν τοίνυν τἀκείνου διηγεῖσθαι ἢ καὶ τὰ τῶν ἄλλων τῶν ὑπολοίπων ἔξω τοῦ καιροῦ παντελῶς γίγνοιτ' ἂν, ἄλλως τε καὶ μηδεμιᾶς αἰτίας εἰρημένης κατ' αὐτῶν πρὸς ἣν ἀπολογεῖσθαι δεῖ, πλήν γε δὴ ὡς διάκονοί τινες ἦσαν. ἃ δ' ἐστὶν ὡσπερεὶ κεφάλαια καὶ ὅσα οὐδὲ βουλομένῳ παρελθεῖν δυνατὸν, ταῦτ' εἰρήσεται. ἀνάγκη δὲ ἴσως τοσοῦτον ὑπειπεῖν. εἰ μὲν γὰρ ἅπαντα ταῦθ' ἡμῖν ἐστι διακονία καὶ νόμους θεῖναι καὶ πολιτείαν καταστῆσαι καὶ στρατοπέδων ἄρξαι [153] καὶ ἀρχὴν ἐπέτειον ἐν πόλει, καὶ προσέτι προβουλεῦσαι, προεδρεῦσαι, πρεσβείαν τελέσασθαι, δικάσαι δίκας, πανηγύρεις, ἂν οὕτω τύχῃ, κοσμῆσαι, λέγω συνελὼν ἅπασαν πρᾶξιν καὶ προστασίαν, εἰ διακονίαν καὶ ὑπηρεσίαν χρὴ καλεῖν, οἷον δὴ καὶ βασιλείαν αὐτὴν καὶ δυναστείαν ἅπασαν, καὶ ἔτι γ', εἰ βούλει, πρότερον οἰκίας ἄρχοντα μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν, καὶ τὸ τοῦ κωμῳδιοποιοῦ βεβαίως καὶ παγίως ἔχει ὡς ἄρ' εἷς εἴη τῆς οἰκίας δοῦλος ὁ δεσπότης· εἰ ταῦθ' οὕτως ὥσπερ ἔφην ἔχει, πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ πῶς ἂν μᾶλλον πάντ' ἄνω καὶ κάτω γένοιτο. εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθ' ἡμῖν σώσει τὴν αὑτοῦ φύσιν; εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γ' ἂν ἄλλο τι δουλείαν ἐκφύγοι· κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις, καὶ οὐδέποτ' ἐν ταὐτῷ μένει, ἀλλ' ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη δι' ἐκείνης πάλιν ἀρχὴ γίγνεται, ἡ δ' αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπ' αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. καὶ οὕτω πλανήσεται καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τἀναντία τοῦ πράγματος. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἔσθ' ἡμῖν τούτων περιῃρημένων ῥᾴδιον εὑρεῖν. εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτ' οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτ' ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλ' οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδ' ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ,
[154] Ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας,
ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθ' ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτ' εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται, καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ; εἰ δ' οὖν καὶ διακονία πάντα ταῦτ' ἐστὶ καὶ οὐδὲν σεμνὸν, τί μαθὼν, ὦ φίλη κεφαλὴ, αὐτὸς ἡμῖν τοὺς διακόνους μιμεῖ, πολιτείαν κατασκευαζόμενος καὶ νόμους συγγράφων, καὶ λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν, λέγεις δὲ τῇ φιλοσοφίᾳ δυναστείας προσδεῖν καὶ μὴ πρότερον παύσεσθαι κακῶν τὰς πόλεις, πρὶν ἄν σοι τὸ πολυύμνητον δὴ τοῦτο ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν, ἢ βασιλεύσωσιν οἱ φιλοσόφοι; ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον. καὶ τὸ δὴ μέγιστον ἁπάντων, ἐν γὰρ αὐτοῖς οἷς πολιτεύει καὶ νομοθετεῖς, ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες τὴν αὐτὴν ἕξουσι τέχνην Κίμωνι, δίδως δὲ αὐτοῖς τὰ πρεσβεῖα τῶν ἄλλων πολιτῶν, οὐκ ὀλίγον τι προκρίνας, καὶ τιμὰς καὶ προεδρίας καὶ ζῶσι καὶ τελευτήσασιν ὃς ἂν αὖ τούτων ἄριστος φανῇ, καὶ ὅλως περὶ τούτους διατρίβεις τὰ πλεῖστα, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθενοῖ. καὶ οὔτε μισθωτοὺς αὐτοὺς καλεῖς, καίτοι μισθὸν τάξας αὐτοῖς παρὰ τῶν ἄλλων ἐν τῇ πόλει, οὔτε τῶν κοινῶν διακόνους, καὶ ταῦτα ὑπὲρ πάντων ἀγρύπνους μέλλοντας διάξειν καὶ κινδυνεύσειν ἅπαντα κίνδυνον ὑπὲρ τῆς πόλεως ἁπάσης· οὐδ' ἡγήσω μισθοφόροις τισὶ καὶ ξένοις ὡς ἀληθῶς αὐτοὺς προσεοικέναι δόξειν, οὐδ' ἐν Καρῶν σχήματι καὶ μοίρᾳ θρέψεσθαι, πολλὰ πράγματ' ἔχοντας, ὀλίγου καὶ [155] ταῦτα μισθοῦ, ἀλλ' ἱκανὴν αὐτοῖς ἡγεῖ φιλοτιμίαν, ἐὰν τὴν χώραν σώζειν ἐπίστωνται καὶ ἡ πόλις ἅπασα πρὸς αὐτοὺς ἀποβλέπῃ. εἰ γὰρ αὖ πάντα ταῦτα καλῶς καὶ δικαίως ἔχει σοι καὶ οὐκ ἄχρηστος ἡ σπουδὴ οὐδ' ἀνελεύθερος, οὐδ' αἰσχύνην ἔχουσα κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει καὶ τοιούτους ἄνδρας, ὁποῖοι τοῖς τε φίλοις βοηθεῖν καὶ τοὺς ἐχθροὺς ἀμύνεσθαι δυνήσονται, σκόπει τὸν Κίμωνα μὴ πόρρωθεν, ἀλλ' ἐκ τούτων, καί σοι πάντες οὗτοι μάρτυρες παρεῖναι δόξουσι τῷ ἀνδρὶ, μὴ διάκονον μηδὲ τῶν πρὸς ἡδονὴν ὁμιλούντων γεγενῆσθαι, ἀλλ' ὡς ἐλευθεριώτατα καὶ ὡς κάλλιστα ἔχειν αὐτῷ τὰ τῆς πολιτείας, καὶ σχεδὸν ὥσπερ σοὶ τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης.
Σκέψαι δὴ αὐτὸν μὴ μόνον ὡς τὴν πόλιν καὶ τὴν χώραν ἐφύλαξεν, ἀλλὰ καὶ ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν, ὅπως τοῖς τε Ἕλλησι προσηνέχθη καὶ ὅπως τοῖς βαρβάροις· ἐπειδή γε καὶ αὐτῷ σοι δοκεῖ μὴ τὸν αὐτὸν δεῖν ἀμφοτέροις τρόπον, ἀλλὰ τοῖς μὲν ὡς τοῖς ὁμοφύλοις εἰκὸς, τοῖς δ' ὡς χρὴ τοῖς φύσει πολεμίοις. ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοποννήσῳ ταραχῆς οὐ φαύλης οὐδὲ μικρᾶς τινος, ἀλλ' ὥστε Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν τῶν εἱλώτων ἐπαναστάντων, καὶ ἅμα τῶν σεισμῶν ἐπικειμένων, ἀγαγὼν Ἀθηναίους τετρακισχιλίους ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων, ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν, ἔλυσε δὲ τοὺς περιστάντας ἅπαντας φόβους, κατέστησε δὲ τὰ ἐν Πελοποννήσῳ πράγματα. τοιοῦτος μὲν πρὸς τοὺς Ἕλληνας καὶ τῶν Ἑλλήνων τοὺς ἀρίστους καὶ ἅμα συμμάχους. πρὸς δὲ τοὺς βαρβάρους καὶ πολεμίους ὁποῖός τις, οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ, οὐδὲ τρόπαια καλλίω βαρβάρων, οὐδ' ὧν μᾶλλον ἄγασθαι προσήκει τῆς ἀνδρείας ἅμα καὶ τῆς ὑποθέσεως. οὐ γὰρ ἐπειδὴ διήμαρτον [156] ὧν ἤλπισάν τε καὶ προὐθυμήθησαν, καὶ δὴ διὰ τοῦθ' ὥσπερ εὐεργέτας αὐτοὺς ἠξίωσεν ἀφεῖναι, οὐδ' ἠμνημόνησε τῶν ἱερῶν τῶν ὑπ' ἐκείνων ὑβρισθέντων, οὐδ' ὧν ἐν οἷς ἠδυνήθησαν ἐπεδείξαντο, ἀλλὰ καὶ τούτων ἀξιῶν αὐτοὺς ὀφείλειν δίκην τὴν ἐσχάτην καὶ ἔτι μειζόνων, ἃ, εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι, οὐκ ᾤετο δεῖν τὴν ἡσυχίαν ἄγειν οὐδὲ τοῖς ἄλλοις παραινεῖν, οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν, ἀγαπῶντας εἰ σώζονται, ἀλλ' ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο καὶ πρὸς τοῦτ' ἦγεν αὐτοὺς, οὐχ ὡς ἄν τις τὸ ἥδιστον, ἀλλ' ὡς ἄν τις τὸ δικαιότατον λέγων. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀληθεστάτην ἡγεῖτο οὐκ εἰ καθείρξας αὐτοὺς οἴκοι παρέχοι καθεύδειν ἀσφαλῶς, ἀλλ' εἰ τοῖς βαρβάροις φόβον ἐμβάλοι μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ, καὶ εἰ τῆς Ἑλλάδος αὐτοὺς ἀπώσαιτο ὡς δυνατὸν πορρωτάτω. διὰ ταῦτα εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον καὶ περιέπλει μὲν Κύπρον, παρέπλει δὲ Παμφυλίαν, ἐναυμάχει δὲ Φοίνιξι καὶ Κυπρίοις καὶ οἷστισι προσμίξαιεν αὐτῶν. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν. ὥστε τοῖς προτέροις ἔργοις ἐκπεπληγμένων τῶν ποιητῶν τοῖς ὅτ' ἐπῄεσαν οἱ βάρβαροι πραχθεῖσιν, ὅμως τις ὕμνησεν αὐτῶν εἰς ταῦτα ὕστερον, οὐ πάντα, ἀλλὰ μιᾶς τινος ἡμέρας ἔργα·
Ἐξ οὗτ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδενί πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας, μέγα δ' ἔστενεν Ἀσὶς ὑπ' αὐτῶν
[157] πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου.
καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν οὐδ' ἐξῆρεν οὕτως ὡς ποιητής. ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος ἐκινδυνεύετο, τὰ μέν γε ἐν αὐταῖς Πύλαις, τὰ δ' ἐπ' Ἀρτεμισίῳ τῆς Εὐβοίας, ταῦτα δ' ἐν μέσῃ τῇ πολεμίᾳ. καὶ τότε μὲν διείλοντο τὸν κίνδυνον αἱ πόλεις, ταῦτα δ' ἀμφότερα ἑνὸς ἀνδρὸς καὶ ἑνὸς ἦν στόλου. κἀκεῖνοι μὲν ὥσπερ τὸν κίνδυνον, οὕτω καὶ τὴν τύχην ὡς εἰπεῖν διείλοντο· Ἀθηναῖοι μὲν γὰρ καὶ Θεμιστοκλῆς ἐνίκων ἐπ' Ἀρτεμισίῳ λαμπρῶς, οἱ δ' εἰς Πύλας ἀπαντήσαντες οὐδὲν πλέον κατεπράξαντο τῇ Ἑλλάδι, πλὴν ὅσον τὰ σώματα εἰσήνεγκαν, τῷ θανάτῳ τοὺς βαρβάρους ἐκπλήξαντες, ἐπισχεῖν ὧν ὥρμηντο αὐτοὺς οὐ δυνηθέντες. οὗτοι δὲ, φησὶ, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκων τοὺς πολεμίους, καὶ τοσούτους αἰχμαλώτους εἷλον αὐτῶν ὅσοις ἔργον ἦν καὶ τοῖς ἅπασιν ἀντιστῆναι. διὰ ταῦτα, φησὶ, λέγω θαρρῶν
Οὐδενί πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύλαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως, καὶ τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο. ὥστε ἕως ἔζη Κίμων τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας καὶ μὴ σκοπεῖν ὅντινα τῶν παρ' ἡμῶν ὑφ' ἑαυτοῖς ποιήσονται, ἀλλ' ὅπως αὐτοὶ σωθήσονται. ἐξ ὧν τάς τε πόλεις ἁπάσας ἀφεῖσαν καὶ τῆς κάτω χώρας οὐκ ὀλίγης ἀπέστησαν, ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακεδαιμόνιοι, πρὸς οὓς σὺ βλέπων καὶ ἁμιλλώμενος τοὺς σαυτοῦ συγκροτεῖς, οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη. τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε [158] τοὺς Ἕλληνας καὶ οὕτω πολλοῦ τινος ἄξιος ἦν καὶ λέγων καὶ πράττων. ἆρ' οὖν ταῦτα ἂν οὕτω κατείργαστο, ἢ νίκας οὕτω πολλὰς καὶ λαμπρὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐφεξῆς ἀνῃρεῖτο, εἰ δουλεύειν ἠξίου τῷ πλήθει καὶ μὴ τοὐναντίον εἰς ὅσον ἐξῆν ἦρχεν ἀκριβέστατα, ἢ κόσμου καὶ τάξεως χωρὶς ἦγε τὸ στρατόπεδον καὶ συνεχώρει πᾶν ὃ βούλοιντο, ἀλλὰ μὴ πανταχοῦ πᾶσαν φροντίδα καὶ πρόνοιαν ἐποιεῖτο εὐταξίας καὶ εὐαρμοστίας αὐτῶν καὶ τοῦ πρὸς ἅπαντα ὑπάρχειν εὐκόλους αὐτῷ; ἐγὼ μὲν γὰρ οὐκ ἀσελγαίνοντας οὐδ' ὑβρίζοντας αὐτοὺς οὐδὲ τῶν ἡδονῶν ἡττωμένους, ἀλλ' ὡς οἷόν τε μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας, καὶ ὅ φησιν Ὅμηρος αἰδουμένους κρατεῖν ἂν τῶν πολεμίων οἶμαι καὶ χρησίμους εἶναι κἀκείνῳ καὶ σφίσιν αὐτοῖς. καί μοι πάντ' ἐκεῖνα ἤδη λέγε, τὸν ναυπηγὸν ὡς εἰς τάξιν τίθησι τὰ ξύλα, τὸν τέκτονα ὡς εἰς τάξιν τοὺς λίθους, τὸν χοροποιὸν, τὸν ὁντιναδήποτε. ὅ τι γὰρ ἂν τούτων εἴπῃς, ὑπὲρ τῆς Κίμωνος ἐρεῖς ἡγεμονίας καὶ πολιτείας. καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος ἐκλήθη λέγεις ὀρθῶς, ὡς ἔγωγέ φημι προσβιβάζων ἡμᾶς πρὸς τὸ μηδὲν εἰκῆ πράττειν· Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο. κοσμίους γὰρ ἅπαντας παρεῖχεν εἰς δύναμιν. τοιαῦτα ἐπολιτεύετο καὶ τοιαῦτα ἐδίδασκε κἀν τῇ πόλει τὸν δῆμον κἀν ταῖς στρατείαις τοὺς ἑπομένους. νὴ Δία ἀλλ' ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ πάλιν γε κατήγαγον πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵν' αὐτοῦ τῆς φωνῆς ἀκούσειαν· οὕτως ἐπόθησαν. σὺ δὲ ὡς μὲν κατέγνωσαν λέγεις, ὡς δὲ μετέγνωσαν οὐκ ἐνθυμεῖ. καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατ' ἀμφοτέρων λέγεις, ἃ δ' ὀρθῶς ἐβουλεύσαντο οὐχ ἡγεῖ τοῖς μὲν προαχθεῖσι παραίτησιν, τῷ δὲ ἀφεθέντι μεγίστην πίστιν τῆς ἀρετῆς ἔχειν. καὶ ὡς ἔοικεν, οἱ μὲν [159] καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφ' ὧν ἔγνωσαν ἐξ ἀρχῆς σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλ' ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας, καὶ ταῦθ' ὃ πάντων ἀτοπώτατόν ἐστι, κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων, καὶ τό γε κάλλιον, οὐ τὰ δεύτερα ταῦτα, ἀλλ' ἐκεῖνα ἅ τις ἂν χαίρων τῷ Κίμωνι. καὶ μηδενὸς μὲν ἂν τοιούτου συμβάντος οὐκ εἶχες ὅ τι κατηγόρεις, ἐπεὶ δ' ἔλυσαν τῇ μετανοίᾳ τὸ συμβὰν καὶ τὴν αἰτίαν ἐφ' αὑτοὺς μετέθεσαν, οὐκ ἴσον τι νομίζεις εἶναι ὥσπερ ἂν εἰ μηδὲν ἐξ ἀρχῆς εἰπεῖν εἴχομεν; καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δή που, τοῦτο δ' οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γιγνώσκεσθαι. τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτον φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθ' ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, δι' ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὑτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον, σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν ἢ 'κείνου. ὥστ' εἰ μὲν αὐτὸν ἐφ' αὑτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν; εἰ δ' ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς φαίνεται. ἀλλὰ μήπω ταῦτα· αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει. ὃ δὲ πολλῶν καὶ μεγάλων ὄντων ὧν ἄν τις ἐπαινέσαι Κίμωνα δικαίως μέγιστον καὶ ὡσπερεὶ κεφάλαιόν ἐστι καὶ διαφερόντως ἐκείνῳ προσῆκον, τοῦτ' εἰπεῖν ἔτι βούλομαι καὶ ἀποδοῦναι ὥσπερ ἄλλο τι τῷ ἀνδρί. σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων, ὥς γέ μοι φαίνεται, καὶ τῶν πρότερον καὶ τῶν ὕστερον ἀντέχει τῷ λόγῳ τούτῳ καὶ οὐ συναγωνίζεται οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα [160] τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν καὶ ὀλίγου τινὸς ἀξίους τῆς πατρῴας ἀρετῆς, ὅστις υἱὸς ὢν Μιλτιάδου καὶ κληρονομῶν τοσούτου κινδύνου τῆς ἐκείνου δόξης οὐ κατῄσχυνεν οὐδὲν τῶν ὑπαρχόντων οὐδ' ἀποχρῆν ἡγήσατο ἐπιγράφεσθαι τοὔνομα τοῦ πατρὸς, ὥσπερ τις Ὀλυμπίασιν ἀξιῶν νικᾶν ὅτι ἐστὶν Ὀλυμπιονίκου πατρός· ἀλλ' οὕτως εὖ καὶ καλῶς ἐκεῖνον ἐμιμήσατο καὶ ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς, ὥστ' εἰ μηδεὶς τῶν συγγραφέων ἐτύγχανεν εἰρηκὼς ὅτου παῖς ἦν, ἀπ' αὐτῶν εἶναι τῶν ἔργων εἰκάσαι τὸν πατέρα αὐτοῦ καὶ ὅτῳ προσῆκεν.
Περιήκει δ' ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντ' ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. καίτοι τοσοῦτόν γ' ἂν εἴποιμι θαρρούντως· εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου καὶ τοῦ βελτίονος αὐτῷ τοῦτο λόγου κρινεῖ, πάνθ' ἕτοιμος ἔγωγε συγχωρεῖν καὶ μὴ πολλοῦ τινος ἄξιον τὸν ἄνδρα ἐκεῖνον ἡγεῖσθαι. ἀλλὰ οὐκ ἄν μοι δοκεῖ ῥᾳδίως, ὅς γε καὶ μνησθεὶς περὶ αὐτοῦ, Μιλτιάδην δὲ, φησὶ, τὸν ἐν Μαραθῶνι. καίτοι τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς ἢ μέμψεως καὶ τιμῶντος μᾶλλον ἢ κακίζοντος, ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν. ὅμως δὲ καὶ Μιλτιάδης μετέχει τοῦ καταλόγου καὶ περιέστηκεν αὐτῷ τὸ τῶν Πλαταιέων [161] τῶν ὑπ' αὐτοῦ τότε κοσμηθέντων. κατηγορίας γὰρ οὐδεμιᾶς αὐτοῦ προειρημένης ἐξ ἀνάγκης τρόπον τινὰ ἀγωνίζεται, διὰ τὸ ἐνεῖναι τοὔνομα ἐν τοῖς διακόνοις αὐτοῦ. καίτοι, ὦ Πλάτων, φαίη τις ἂν τῶν δικανικῶν ἀνδρῶν, ὀρθῶς ἐποίησεν ὁ θεὶς τὸν νόμον ἀξιώσας διαρρήδην ἔχειν τάς τε δίκας καὶ τὰς γραφὰς, ἔβλαψέ με ὁ δεῖνα τὸ καὶ τὸ ποιήσας· καὶ τάδε εἶπε παράνομα· κἄν τί τις ἄλλο κατηγορῇ, τὸν αὐτὸν τρόπον φράζειν καὶ μὴ τηνάλλως φοβεῖν. σὺ δ' ὅ τι μὲν ποιῶν ἢ λέγων ἕκαστος τῶν ἀνδρῶν τούτων ἠδίκει εἰς τὴν ὑστεραίαν, ὡς ἔοικεν, ἀνεβάλου δηλώσειν, ὥσπερ ἐν ἄλλῳ τῳ διαλόγῳ, πάντας δ' αἰτιᾷ κοινῇ καὶ οὐδὲ ὃν τῶν ἄλλων διαφερόντως ἠξίωσας τιμῆσαι τὸν Περικλέα μερίσας τὰς αἰτίας αὐτῷ καὶ πλείστας ἁπάντων ἀνθεὶς, οὐδὲ τοῦτον ἐξήλεγξας, οὐδ' ἀπέφηνας τί λέγων ἢ τί ποιῶν ἐποίει τοιούτους, ἀλλ' ἑνὶ τούτῳ παρὰ τοὺς ἄλλους ἐτίμησας, πλείους ποιήσας τὰς αἰτίας αὐτῷ καὶ ὡσπερεὶ σαφεστέρας, ὥστ' εἰδέναι περὶ ὧν χρὴ λέγειν. ἀλλ' ἐκεῖνος μὲν οὐδὲ τοῖς παρ' ἡμῶν ἴσως ἔλαττον ἔσχηκεν, ὥστε ταύτῃ γε μηδ' ἂν πάνυ τι μέμψασθαι τῷ τὴν ἀρχὴν παρασχόντι. εἶεν. Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι ποῦ χοροῦ τάξομεν ἢ τάξιν τίνα; ἢ δῆλον ὅτι τὴν πρὸ τοῦ θεάτρου καὶ οὗ πᾶσιν ἐν καλῷ τῆς θέας ἔσται; πλήν γ' ὅσον οὐκ ἀριστεροστάτης ἀνὴρ μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως. καὶ νὴ Δί' εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθ' ἕκαστον ἐξ ἀρχῆς, ὥσπερ Πλάτων εἴωθεν ἐρωτᾷν, τί διδάσκων ἢ τί συμβουλεύων [162] ἐποίει βελτίους Ἀθηναίους, ἢ πῶς ἄγων καὶ τρέφων ἐκ νέων εὐθὺς, ἢ ποῖ' ἄττα ἔθη καὶ ἐπιτηδεύματα εἰς τὴν πόλιν εἰσάγων, φαίημεν ἂν οὐκ ἀπορήσειν αὐτὸν μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως, ἀλλ' ἀποκρινεῖσθαι ταυτὶ, καὶ παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις·
Λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτ' ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο.
πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν' ἀκοῦσαι· εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ τοὺς κωμήτας γυμνοὺς ἀθρόους, κεἰ κριμνώδη κατανίφοι. εἶθ' ὑπὲρ τῆς μουσικῆς ἐρεῖ τῆς τότε ὁποία τις ἦν, ὡς οὐ τὸ παναρμόνιον οὐδὲ τὸ πρὸς ἡδονὴν αὐτῆς ἐτιμᾶτο, ἀλλὰ ἢ Παλλάδα περσέπολιν δεινὰν, ἢ τηλέπορόν τι βόαμα ἐρεῖν ἔδει ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ' ἢ κάμψειέν τινα καμπὴν, ἐπετρίβετο τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων ἐν παιδοτρίβου δὲ καθίζοντας καὶ τἄλλα δὴ καθ' ἕκαστον διεξελθὼν τελευτῶν ἐπιθήσει πρός τινας τῶν δυσχεραινόντων.
Ἀλλ' οὖν τάδ' ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡμὴ παίδευσις ἔθρεψε.
Τοιαῦτ' ἄττα ὁ Μιλτιάδης ἀποκρινεῖται, οὔτ' ἄλλως φαῦλα ἐμοὶ δοκεῖν οὔτε που ψευδῆ, ἀλλ' αὐτῷ τε προσήκοντα ταῦτα παιδεῦσαι προστάτῃ κατ' ἐκείνους τοὺς χρόνους ὄντι καὶ τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις ἥκειν ἐπὶ τὴν μάχην. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν ἄνδρας γενέσθαι κοσμίους καὶ ἀνδρείους καὶ τῶν δεινῶν κρείττονας, ἐν ῥαθυμίᾳ τραφέντας ἐξ ἀρχῆς καὶ φαύλως ἐν τοῖς [163] ὅλοις ἠγμένους, ἀλλ' ἔδει καὶ τροφῇ χρηστῇ καὶ λόγοις ἐπιεικέσι καὶ ἔθεσι μετρίοις καὶ δόξαις ταῖς βελτίσταις πόρρωθεν κατειλῆφθαι. οὔκουν Δολόπων γε οὐδεὶς ἐπ' ἐκείνην τὴν ἡμέραν ἀπήντησεν, οὐδὲ τῶν ἄλλων τῶν ὁμοίως ἐκείνοις ἠγμένων. οὐ τοίνυν οὐδ' ὁ τοῦ τῶν πολεμίων στρατοπέδου κύριος καὶ ἡγεμὼν Δᾶτις οὔτ' αὐτὸς ἀνὴρ ἀγαθὸς αὐθημερὸν οἷός τ' ἦν γενέσθαι οὔτε ποιῆσαι τοὺς ὑφ' αὑτῷ τοσούτους ὄντας. καίτοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στέρεσθαι τῆς κεφαλῆς, εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἀγάγοι. ἀλλ' ὅμως οὐδὲν αὐτὸν βελτίονα ἐποίησεν ὁ φόβος. ἐκεῖνα μὲν γὰρ ἦν ἐντολαὶ πρόσκαιροι παρὰ τοῦ δεσπότου, Μιλτιάδης δὲ πάλαι πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι, μηδὲ τοῦ καλοῦ καὶ δικαίου μηδένα κρείττω νομίσαι φόβον, μηδ' οὕτως ἀνάγκην ἰσχυρὰν δι' ἣν προσήκειν γενέσθαι χείροσι. διὰ ταῦτα εἶχεν ὅ τι χρῷτο αὐτοῖς. ἐπεὶ ναύτας γε οὐκ ἂν ἐξαίφνης οὕτως αὐτοὺς ἐποίησεν, οὐδ' εἰ σφόδρα ἔδει ναύτας ἐκείνην τὴν ἡμέραν εἶναι, οὐδέ γε μουσικοὺς, οὐδέ γε ἱππικούς. οὐ τοίνυν οὐδ' ὁπλίτας ἀγαθοὺς, οὐδὲ συλλήβδην εἰπεῖν ἄνδρας ἀγαθοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς οὐκ ἂν οὕτω βραχὺς καιρὸς ἤρκεσε ποιῆσαι, ἀλλ' ὥσπερ οἱ γεωργοὶ πολλοστῷ μηνὶ τῶν σπερμάτων τὴν ἐπικαρπίαν κομίζονται καὶ οὐχ ἅμα τῷ καταβαλεῖν, οὕτω κἀκείνους Μιλτιάδης παλαιαῖς ὁμολογίαις κατειληφὼς εἶχεν ἐν τῷ καιρῷ χρησίμους, οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα ‑ αἰσχρῶς γὰρ ἂν οὕτω γε ὁ χορὸς ἠγωνίσατο αὐτῷ ‑ , ἀλλ' ἐπὶ τῆς ἐξουσίας εἰς τὴν χρείαν ἠσκημένους. καὶ γάρ τοι τῆς ἀσκήσεως αὐτῶν καὶ τῆς ἐπιμελείας ἅπασα ἡ Ἑλλὰς κοινοὺς τοὺς καρποὺς ἐκομίζετο. καὶ μὴν εἰ μηδὲν ἄλλο τις εἰπεῖν εἶχε Μιλτιάδου, μηδὲ ἦν εὑρεῖν πολλὰ καὶ σεμνὰ, ἐξαρκεῖν ἂν ἔμοιγε δοκεῖ τὸ ψήφισμα ἀντ' εἰκόνος [164] αὐτοῦ τῆς ψυχῆς ἅπασιν εἶναι. ἢ πρὸς θεῶν τῶν μὲν ἡμετέρων λόγων καὶ συγγραμμάτων τὸ φρόνημα καὶ τὴν ῥώμην ἀξιώσομεν εὐδοκιμεῖν, κἄν τι πρὸς ἀνδρείαν ἢ δικαιοσύνην αὐτῶν ᾖ φέρον, οὐκ ἄχρηστον φήσομεν τοῖς ἐθέλουσι χρῆσθαι, τῆς δ' ἐκείνου προαιρέσεως καὶ διανοίας ὁποία τις ἦν καὶ πότερον τῶν τυχόντων ἢ τῶν ἐπιεικεστέρων μιμήσασθαι, οὐχ ἱκανὸν σημεῖον τὸ ψήφισμα, ὃ παρ' αὐτοὺς τοὺς κινδύνους συνεγράψατο, μίαν γνώμην εἰς τοὺς Ἕλληνας εἰπὼν περὶ παντὸς τοῦ δικαίου. καὶ μὴν εἰ προγόνους ἄξιον τιμᾶν, πῶς οὐκ ἄξιον Μιλτιάδην ὥσπερ πρόγονον κοινὸν τῶν μετ' ἐκείνους τοὺς χρόνους Ἑλλήνων; ὁ γὰρ οὐ μόνον τῆς σωτηρίας αὐτῶν προστὰς, ἀλλὰ καὶ δείξας ὁποίους τινὰς ἐν τοῖς περὶ τῆς ἐλευθερίας ἀγῶσιν εἶναι δεῖ καὶ παράδειγμα πᾶσιν εὔδηλον ἐκθεὶς οὗτός ἐστι φανερώτατα τῶν ἄνω πάντων. εἰ τοίνυν καὶ Σόλωνα καὶ Λυκοῦργον ἐπαινοῦμεν κατὰ τοὺς νόμους οὓς ἔθηκαν, πῶς οὐ δίκαιον Μιλτιάδην ἐπαινεῖν, ὃς ἔργῳ τοῦτον ἔθηκε τὸν νόμον, μηδένα τῶν χειρόνων θαυμάζειν μηδὲ τὸ ῥᾷστον αἱρεῖσθαι πρὸ τοῦ κρείττονος; σκεψώμεθα γὰρ δὴ παρὰ τὸν Λυκοῦργον τὸν Μιλτιάδην ἐξετάζοντες. οὐ γὰρ δή που κἀκεῖνον ἔστ' εἰπεῖν ὅτι ὡς τῶν διακόνων ἕν' ἔθηκε Πλάτων· οὐκ ἔστι ταῦτα οὐδ' ἐγγύς. Λυκοῦργος μὲν τοίνυν ὅτι τοὺς νόμους ἔθηκε πρὸς ἀνδρείαν καὶ καρτερίαν βλέποντας καὶ ὅτι βελτίους ἐποίησε τὰ τοῦ πολέμου τοὺς πολίτας, οὕτως εὐδοκιμεῖ, καθάπερ τις γυμναστὴς ἑτέρους παρασκευάσας πρὸς τὸ νικᾶν, αὐτὸς δ' οὐδ' ὁτιοῦν ἀποδειξάμενος τοιοῦτον. Μιλτιάδης δὲ πρὸς τῷ τὰ βέλτιστα ἐθίσαι τοὺς πολίτας καὶ τῷ παρασκευάσαι μηδενὸς ὑστέρους εἶναι πρὸς τὰ τοῦ πολέμου πράγματα καὶ τοῦ μεγίστου τῶν ἔργων αὐτὸς ἡγεμὼν [165] γεγονὼς φαίνεται. οὕτως οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύτερος ἡμῖν φαίνεται γεγονὼς, οὐδὲ παρ' ἄλλοις τισὶ μᾶλλον δίκαιος εὐδοκιμεῖν ἢ παρὰ τοῖς ἐκεῖνον δικαίως ἐπαινοῦσι. καὶ μὴν ἐν μὲν τοῖς ἄλλοις ἔργοις λέγω καὶ ἐπιτηδεύμασι καὶ τέχναις οἱ μὲν ὡς ἄρξαντες ἐτιμήθησαν, οἱ δὲ ὡς ὑπερβαλλόμενοι· Ὅμηρον δ' ἐπαινοῦσιν, ὡς αὐτὸν ἀρξάμενόν τε καὶ ἀπεργασάμενον ὡς κάλλιστα ποίησιν. Μιλτιάδης τοίνυν ἅμα τ' αὐτὸς ἦρξε τῆς ἐλευθερίας τοῖς Ἕλλησι καὶ οὐδενὶ τῶν Ἑλλήνων ὑπερβολὴν τῶν ἔργων τῶν ἑαυτοῦ κατέλιπεν, οὔκουν ὅσους γε ἀπὸ τῶν ἄλλων πόλεων ἔχομεν λέγειν. ὥστε δέδοικα μὴ τῶν αὐτῶν ᾖ μήτε Ὅμηρον δέχεσθαι τῇ πόλει μήτε Μιλτιάδην ἐθέλειν ἐπαινεῖν. εἶτα ἐρωτᾷ Πλάτων τίνα βελτίω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φησιν ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; τίνα μὲν οὖν, ὦ Πλάτων, χείρω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φημι ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; ἢ τῷ τῶν πάντων εἰς ὄνειδος καὶ ζημίαν ἐτελεύτησεν ἡ πρὸς ἐκεῖνον ὁμιλία; καὶ δή σοι λαμπρῶς ἀποκρινοῦμαι τίνα βελτίω Μιλτιάδης ἐποίησε, καὶ οὐ κατ' ἄνδρα εἴποιμ' ἄν σοι καὶ γυναῖκα, ὥσπερ οἱ περὶ μικρῶν ἔργων ἐρευνῶντες, ἀλλ' εἴ μοι δίδως εἰπεῖν, ἅπαντας Ἀθηναίους ἐκεῖνος βελτίους ἐποίησε καὶ ὅλην βελτίω τὴν πόλιν, ὡς πόλιν εἰπεῖν λέγω καὶ ὡς δῆμον λέγω καὶ ὡς τὸ κοινὸν εἰρῆσθαι. μὴ γάρ μοι διὰ πάσης ἀκριβείας μηδὲ πρὸς ἓν μέτρον, μηδὲ ὥσπερ τὰς τοῦ Γηρυόνου κεφαλὰς ἴσους δι' ἁπάντων [166] οἴου δεῖν ἐφεξῆς εἶναι, ἀλλὰ καὶ χείρους τινὰς λίπε, ἐπεὶ οὔτοι πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ. οὔκουν οὐδ' ἐν πόλει πάντες ὅμοιοι τὴν γνώμην, οὐ μᾶλλόν γε ἢ τὰ σώματα πάντες ἴσοι καὶ παραπλήσιοι· ἀλλ' ὥσπερ τῶν προστατῶν αὐτῶν οἱ μὲν χείρους, οἱ δὲ βελτίους, οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο, ἀλλ' ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν. οἴου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως, κἀν τῷ μέσῳ τὸ παραλλὰξ αὖ τίθει. γένοιτο δ' ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος. οὔτοι πάντας οὐδ' ὁ ἥλιος οἷός τ' ἐστὶ θερμαίνειν, ἀλλ' ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς καταβολῆς ἐπελθούσης. ἂν οὕτω μετρίως καὶ πρὸς δύναμιν τῆς φύσεως ἐξετάζῃς, φανεῖταί σοι καὶ Μιλτιάδης ὅλην τὴν πόλιν εὖ πεποιηκώς. εἰ δὲ κατ' ἄνδρα ζητήσεις τοὺς ἀρίστους, οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαίνας, ἀλλ' ὅμως σώζεται τοῖς γένεσι τοὔνομα. οὕτω δὴ καὶ τοὺς Ἀθηναίους ἐξέταζε, τὸ πᾶν ἦθος τῆς πολιτείας ὁρῶν αὐτῶν καὶ πῶς ἔπραττον κατ' ἐκείνους τοὺς χρόνους κοινῇ, ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι, καίτοι γ' οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ μηδὲν μήτε μεῖζον μήτ' ἔλαττον ἁμάρτημα συμβαίνει μηδ' ἁμαρτάνει μηδείς. καὶ μὴν καθ' ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν ὡδὶ προσβιβάζειν τῷ λόγῳ, ὡς ἄρ' ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη τοὺς οἰκοῦντας αὐτὴν πάντας εὐνόμους εἶναι, καὶ ἄνδρας καὶ γυναῖκας· εἰ δ' εὐνόμους, εὐτάκτους· εἰ δ' εὐτάκτους, σώφρονας· εἰ δὲ σώφρονας, καὶ φρονίμους· φρονίμων δ' ὄντων ἁπάντων οὐχ οἷόν τε δήπουθεν ἁμαρτάνειν οὐδένα· ὥσθ' ἕως ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη μηδένα μηδὲν [167] ἁμαρτάνειν. ἀλλ' οὔτε τοῦτο οἶμαι δυνατὸν οὔθ' ὡς εἰ μὴ τοῦτο γενήσεται, οὐδεμίαν δοκεῖν δεῖ πόλιν εὐνομεῖσθαι φαίης ποτ' ἂν, ἀλλὰ τὸ κοινὸν σχῆμα τῆς πολιτείας ἐξετάζων καὶ ἅμα πρὸς τὰς ἄλλας πόλεις τὴν πόλιν κρίνων τὰ μὲν τοῖς νόμοις, οἶμαι, καὶ τοῖς ἔθεσι λογίζει, τὰ δὲ ταῖς τῆς φύσεως ἀνάγκαις ἀποδίδως. ἐὰν οὕτω σκοπῇς καὶ τοὺς Ἀθηναίους καὶ μὴ καθ' ἕκαστον ὥσπερ τοὺς θεσμοθέτας ἀνακρίνῃς, ἔχω σοι καὶ ἑτέραν προσθήκην ἔτι μείζω καὶ θαυμασιωτέραν εἰπεῖν, ὅτι Μιλτιάδης οὐ μόνον τὴν πόλιν βελτίονα ἐποίησεν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν πρὸς τῇ πόλει· καὶ ὥσπερ σὺ λέγεις, τίνα τῶν πολιτῶν ἢ τῶν ξένων, οὕτως ἐγώ φημι καὶ πολίτας καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ὅτι βελτίους ἐκεῖνος ὁ ἀνὴρ ἀπειργάσατο. πᾶσι γὰρ ἡγεῖτο πρὸς τὰ κάλλιστα, ὥστε χείρω μὲν οὐδένα, βελτίους δ' ἅπαντας ἐποίει τό γ' αὑτοῦ μέρος. σκόπει δ' ἐξ ὧν αὐτὸς ὡρίσω, μηδὲν τοῖς ἐμοῖς προσέχων λόγοις, εἰ μή τι ἀπὸ τῆς ἀνάγκης συμβαίνοι. ἄλλο τι ἢ τοῦτο λέγεις παρ' ὅλον τὸν λόγον, ὡς ἡ δικαιοσύνη καλὸν καὶ ὡς ὅ τι ἄν τις πράττῃ σὺν τούτῳ πρακτέον καὶ τῇ ῥητορικῇ χρηστέον πρὸς τὸ δίκαιον ἀεί; κἂν τύπτῃ μέ τις, φῂς, δικαίως ἢ μὴ, διαφέρει, κἂν ἐξελαύνῃ τις, ἐὰν ἀδίκως, ἄθλιος, καὶ πανταχοῦ ταύταις χρῇ ταῖς προσθήκαις δικαίως ἢ ἀδίκως λέγων· καὶ τὸ μὲν δικαίως καλῶς ἀξιοῖς εἶναι, τὸ δ' ἐναντίον κακῶς· καὶ τὸ μὲν εὐδαίμονος ἀνδρὸς εἶναι, τὴν δικαιοσύνην, τὸ δὲ τοῦ ἐναντίου, τὴν ἀδικίαν· καὶ τὸ μὲν ὡς οἷόν τε διώκειν χρῆναι, τὸ δὲ φεύγειν ὡς ἕκαστος ἔχει τάχους. οὐ ταῦτ' εἰσὶν οἱ λόγοι; οὐ δικαίως μὲν ἅπαντα πραττόμενα ἐπαινεῖς, ὡς ἑτέρως δὲ ψέγεις; ἔχε δὴ καὶ σκόπει. μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα. ἆρ' οὖν δίκαιον ἀμύνεσθαι τοὺς ἐπιόντας; δικαιότατον μὲν οὖν. τί δαί; τῶν Ἑλλήνων πλείω ποιεῖσθαι λόγον ἢ τῶν βαρβάρων οὐ δίκαιον; πᾶς τις ἂν φήσαι τόν γε Ἕλληνα δήπουθεν.
Μιλτιάδης τοίνυν ἐπιόντων τῶν βαρβάρων τοῖς Ἕλλησιν [168] οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιήσατο, οὐδ' ἰδίᾳ περὶ τῶν ἑαυτοῦ πραγμάτων ἐσκέψατο, οὐδ' ἀνεβάλετο εἰς ἕτερον καιρὸν τὴν ἀρετὴν δεῖξαι τὴν ἑαυτοῦ. καίτοι παρῆν αὐτῷ μὴ πρὸς τὸ βέλτιστον ὁρῶντι, ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι, εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατιδῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα, εἰ δὲ ἐβούλετο μετ' Ἀλευαδῶν ἐκ Θετταλίας, ἢ πρό γε Ἀλευαδῶν. οἶμαι δὲ οὐδ' ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε. καὶ μὴν οὐδ' οἱ βάρβαροί γ' ἂν ἧττον ἐκεῖνον ἡδέως ἐδέξαντο ἢ πολλοὺς ἑτέρους. ἀλλ' ὡς ἔοικεν, οὐ πρὸς αὑτοῦ ταῦθ' ἡγεῖτο Μιλτιάδης, ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ παριδὼν καὶ τοῦ μηδενὸς ἄξια κρίνας εἰς ἀρετῆς λόγον τῇ κοινῇ χρείᾳ τῆς πατρίδος καὶ τῶν Ἑλλήνων προσένειμεν αὑτόν. καίτοι ταῦτα ποιῶν καὶ ταῦτα προαιρούμενος πότερον δικαιοσύνης καὶ καλοκαγαθίας, ἢ κακίας καὶ ἀδικίας δεῖγμα ἐξέφερεν; ἢ οὐδετέρου φήσομεν; ἐγὼ μὲν γὰρ εὐδαίμονα καὶ ζηλωτὸν ἀκούειν οὐδὲν κωλύειν ἐκεῖνον ἡγοῦμαι, εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος ὡς τό γε δίκαιον αὐτὸ λαμπρὸν ἔπεστι τοῖς πεπολιτευμένοις. εἶεν. ἀλλ' ὑπὲρ τῆς ἀνδρείας τῆς ἐκείνου δείσομεν, ἢ μικρούς τινας καὶ φαύλους καιροὺς τοὺς δείξαντας αὐτὴν εἶναι φήσομεν; οὐ πάντες μὲν ἄνθρωποι μικροῦ δέω λέγειν τότε Πέρσαις ὑποπεπτώκεσαν, τὰ δὲ πλεῖστα ἐξ ἐντολῆς τῷ βασιλεῖ κατειργάζετο; ὅποι δ' ὁρμήσειαν, ἔχειν ὑπελάμβανον, οἵ γε καὶ ἐπὶ Σκύθας ἐλθόντες ἔδοξαν δυστυχῆσαι, ὅτι οὐκ ἠδυνήθησαν εὑρεῖν αὐτούς· Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον, δι' ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι. Λιβύην δ' [169] οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε, ἀλλ' ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι. τῶν δὲ Ἑλλήνων οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες οἱ μὲν ἐκ τριγονίας ἐδούλευον, οἱ δ' ἐκ πλείονος, αἱ νῆσοι δ' οὐδὲν ἦσαν πρᾶγμα, Ἐρετριεῖς δ' Εὐβοέων χεῖρας ἀνταράμενοι τριῶν ἡμερῶν ἤγοντο πανοικησίᾳ· τῶν δ' ἄλλων τῶν ἐν τῇ Εὐρώπῃ οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεσαν, οἱ δὲ τὸ μέλλον ἀπεσκόπουν, τοσοῦτον αὑτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι. Λακεδαιμόνιοι δὲ, εἴθ' ὑπὸ τοῦ πρὸς Μεσσηνίους πολέμου εἴτε καὶ τὴν πανσέληνον μένοντες, οὐδὲ αὐτοὶ βοηθεῖν εἶχον. ὁ δὲ στρατὸς ἦν καὶ δὴ Μαραθῶνι κατηρκὼς ἐξ Ἐρετρίας ὡς ἐπὶ τοῖς ἴσοις. οὐ διακόνων ἐκεῖνος ὁ καιρὸς ἦν, οὐδ' ὑφειμένων ἀνθρώπων, οὐδ' ἐκ πολλοῦ τὸ κελευόμενον ποιεῖν εἰδότων, οὐδ' εἰς τὸ δοκοῦν ἑτέροις βλεπόντων, οὐδ' ὅπως ἀσφαλῶς βιώσονται ζητούντων, οὐδὲ τοῦθ' ἡγουμένων ἀρκεῖν, ἀλλ' ἐκεῖνος ὁ καιρὸς ὥσπερ κήρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, καὶ ὅστις οἶδεν ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι. οὐδ' ἡμεῖς τῶν ἀνδρῶν ἐκείνων τοῦτο ἐπαινοῦμεν, λέγω τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων, ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν, ὥσπερ ὃν σὺ λέγεις τὸν κυβερνήτην τὸν ἐξ Αἰγίνης ἢ τοῦ Πόντου κομίζοντα· ἀλλ' ὅτι ἔσωζον καὶ πολίτας καὶ πάντας σὺν καλῷ τῷ σχήματι. εἰ μὲν γὰρ τὰ ὅπλα παραδόντας ἢ τοῖς κήρυξιν ὁμολογήσαντας, ἢ τὸν Περσῶν βασιλέα δεσπότην ἀντὶ τῶν νόμων ἑλομένους ἠξίουν σώζεσθαι, οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν οὔτε τοῖς πείθουσι τῶν λόγων οὔτε τοῖς πεισθεῖσι τῆς σωτηρίας, ἀλλ' ὡς ἀληθῶς διακόνους ἂν ἐκείνους εἶχον καλεῖν, καὶ τοῦ πρὸς ἡμέραν ὑπηρέτας ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας. εἰ δ' ἀπ' αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως [170] προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, καὶ οὐ τὰ ὅπλα ῥίψαντας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλ' ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δ' ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος, εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπ' ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτ' ἔχει διακονίαν ἀγεννῆ ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. ἀλλ' εἰ μὲν τοῦτο λέγεις ὡς τὸν αὐτὸν τρόπον ὥσπερ ἐν νηὶ μέγιστον ὁ κυβερνήτης καὶ πρὸς τοῦτον ἅπαντα καὶ τὰ τῶν ναυτῶν καὶ τὰ τῶν ἐμπλεόντων, οὕτω καὶ τότ' εἰς ἐκείνους ἧκε τὰ τῶν Ἑλλήνων πράγματα καὶ ὑπὸ τῆς ἐκείνων γνώμης ἤγετο, εἰ τοῦτο λέγεις καὶ ὅσον παραδείγματι χρῇ τῷ κυβερνήτῃ, ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις καὶ πολλοῖς τοῖς ἄλλοις οὐκ εἰσάπαξ εἰκάζων, ἀλλ' εἰς ὅσον προσήκει τῷ λόγῳ, εἰ κατὰ τοῦτο τὸ μέρος καὶ σὺ μέμνησαι τοῦ κυβερνήτου, δίδωμι καὶ συγχωρῶ· εἰ δ' ἐπὶ πᾶσι τοῖς αὐτοῖς καταχρῇ τῷ λόγῳ καὶ ταὐτὸ δίκαιον ἐπ' ἀμφοτέροις τάττεις, οὐκ οἶδα ὅστις ταῦτα ἀποδέξεται, οἶμαι δὲ οὐδὲ αὐτὸς σὺ σαυτοῦ. δύο, φῂς, ὀβολοὺς λαβὼν ἢ δραχμὰς ὁ κυβερνήτης ἀπήλλακται. ἀλλ' οὐ Μιλτιάδης δυοῖν ὀβολοῖν οὐδὲ δραχμαῖν, οἶμαι δὲ οὐδὲ πολλῶν χρημάτων ἐν Ἀθηναίοις ταῦτα ἐπολιτεύετο, μᾶλλον δ', εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐν ἅπασι τοῖς Ἕλλησιν, ἀλλ' ἄμισθον τὴν ἀρετὴν εἰς τὸ μέσον παρείχετο τῇ Ἑλλάδι, ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις. οὐδὲν βελτίους ὁ κυβερνήτης ποιεῖ τότε τοὺς ἐμβάντας εἰς τὴν ναῦν. ὑπερεῦ γε, ὦ Πλάτων, καίτοι καὶ ὁ κυβερνήτης ἴσως βελτίους τοὺς ναύτας τά γε ναυτικὰ ποιεῖ. ἀλλ' ἐῶ τοῦτο. ἔστω μηδένα μηδὲν ὁ κυβερνήτης βελτίω ποιῶν, ἀλλὰ Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαίνειν ἅπαντας ἤσκει πρὸς τὸ βέλτιστον, καὶ ἰδιώτας ἐξαγαγὼν ὡς εἰπεῖν [171] ἐπανήγαγε νικηφόρους. μὴ τοίνυν κατὰ τὸν κυβερνήτην θῇς αὐτὸν, ὦ χρηστὲ, τὸν εἰς τὴν Ὀλυμπίαν κομίζοντα, ἀλλὰ μᾶλλον φῶμεν αὐτὸν ἐοικέναι τῷ γυμναστῇ, ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλητὴν, εἶτα ἐξαγαγὼν νικῶντα ἐπανήγαγεν. εἰ δὲ δὴ προσέσται τούτῳ τὸ καὶ αὐτὸν ἀνῃρῆσθαι τὰ πρῶτα τῆς ἀγωνίας ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος, Ἡράκλεις, τίς ἂν διακονίαν τοῦ τοιούτου κατηγοροίη, ἢ τίς οὐκ ἂν τῶν στεφάνων συνήδοιτο; οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμπλεόντων εἰπεῖν ὅτι χρὴ τοῦ θανάτου καταφρονῆσαι, οὐδ' ὅτι ἐξεπίτηδες αὑτὸν εἰς τὴν θάλατταν ῥῖψαι, ἀλλ' ὅσον τῶν σκευῶν ἐκβαλεῖν, καὶ ταῦτα ὑπὲρ σωτηρίας τῶν σωμάτων, ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος. τὸ δὲ σύμπαν σώζειν προείρηται παρὰ τῆς τέχνης αὐτῷ καὶ μὴ πολυπραγμονεῖν. ἀλλ' οὐκ ἐν τοῖς Μιλτιάδου λόγοις ταῦτ' ἐνῆν ἐκ παντὸς τρόπου σώζεσθαι, καὶ οὐδὲ τὰ ὅπλα, ἂν οὕτω τύχῃ, ῥίψαντας ὑπὲρ τούτου. πόθεν; ἀλλ' αὐτὸ τοὐναντίον, μὴ ζητεῖν ἐκ παντὸς τρόπου σωθῆναι, ἀλλ' εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρίδος καὶ ἱερῶν καὶ τάφων καὶ πολιτείας· ὁρᾷς ὅσῳ καὶ τὸν κυβερνήτην παρελήλυθε. καὶ γάρ τοι ὅσοι μὲν τοῦτ' ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλ' οὐχ ὑπ' αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τελευτὴν τοῦ χρυσοῦ γένους ἐποίησεν εἰπὼν
Οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται,
ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων. κἀκείνους πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις λέγειν, ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων, ἀλεξικάκους καὶ πάντα [172] ἀγαθοὺς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθί που τῆς χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται. καὶ τοσούτῳ γέ μοι δοκοῦσι τὸν Σόλωνα παρελθεῖν τὸν ἀρχηγέτην ὥσθ' ὁ μὲν ἐν τῇ Σαλαμῖνι σπαρεὶς φυλάττειν τὴν νῆσον Ἀθηναίοις δοκεῖ, οἱ δὲ ὑπὲρ ἧς ἐτάχθησαν πεσόντες διετήρησαν ἅπασαν τὴν Ἀττικὴν, μᾶλλον δὲ καὶ τὴν ἄλλην Ἑλλάδα πᾶσαν, οὐ μόνον οἷς αὐτοὶ παρέσχοντο οὐδ' οἷς ἐκώλυσαν τοὺς ἐπελθόντας, ἀλλ' ὅτι καὶ τοῖς ὕστερον κατέδειξαν ὁποίους τινὰς εἶναι δεῖ καιρῶν ὁμοίων ἐπιστάντων. ἀλλὰ μὴν ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χαμᾶζε ἔπεσε τὸ κέρδος, ἀλλ' ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυτῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων, πόσον τι τοῖς γε ζῶσι καὶ κρατήσασι περιεγένετο; οἶμαι δ' ἔγωγε καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα καὶ τοὺς ἐπὶ τὴν μάχην ἀπαντήσαντας καὶ συστρατηγήσαντας Μιλτιάδῃ μάρτυρας ἀξιόχρεως τῆς ἀνδρείας τῆς ἐκείνου πρὸς ἅπαντας ἀνθρώπους εἶναι καὶ φέρειν οὐκ ἐλάττω τοῦτο Μιλτιάδῃ φιλοτιμίαν [173] εἰς ἅπασαν τὴν πολιτείαν ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ᾀσμάτων αὐτῷ. καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή· ἀλλαχοῦ δὲ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου γε ἀδελφόν. φαίνεται τοίνυν οὗτος οὕτως αὐτῷ χαίρων τῷ Μιλτιάδῃ, οὐκ ἂν, εἴ γε ἑώρα φαῦλον περὶ τοὺς λόγους ὄντα. οὐκοῦν πάνθ' ἅμα μαρτυρεῖ καὶ τὴν ῥητορικὴν τέχνην, ἀλλὰ μὴ ἄτεχνον τριβὴν εἶναι, καὶ τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην καὶ τὴν ἀνδρείαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον. ἆρά γε ἢ πρὸς ἀνθρώπων ἢ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν; ἄτοπον δ' ἄν τις ἡγήσαιτο Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύσασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας, Πλάτωνα δὲ τῶν ἔργων τούτων ὑπαρχόντων περὶ Μιλτιάδου τολμᾶν τὰ χείρω λέγειν καὶ τοσοῦτον ἀπέχειν τοῦ τιμᾶν ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθ' αὑτὸν ἀποστερεῖν· ὅστις καὶ δέκατος αὐτὸς στρατηγήσας μόνος ὡς εἰπεῖν ὀνομάζεται, καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου παρόντος, ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν, ἀλλ' ᾐσχύνθη. ἀλλ' ὅμως ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν μετὰ Παυσανίου στρατηγῶν, Μαραθῶνι δὲ ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ καὶ οὐκ ἠμφισβήτει τῶν ἴσων, δίκαιος ὢν, ὡς σὺ φῂς, καὶ ταῦτα ἀμέλει δίκαια ποιῶν. καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας καὶ οὐ περιιδὼν διαφθαρέντα τὰ πράγματα ἐν τῇ τριβῇ καὶ ὁ πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος καὶ δείξας ὃ σὺ χρησμῳδεῖς, οὐκ ἐν ἄλλοις εἰκὸς ἔχειν τὰς ἐλπίδας, ὧν ἢ εὖ ἢ κακῶς πραξάντων ἀνάγκη πλανᾶσθαι καὶ αὐτὸν καὶ τὰ αὐτοῦ τινὸς, ἀλλ' αὐτὸν ἐν αὑτῷ, τόν γε δὴ σώφρονα καὶ τὸν ἀνδρεῖον καὶ φρόνιμον, Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος οὐδείς.
[174] διὸ δὴ καὶ προὐκρίθη μόνος ἐξ ἁπάντων, ὥς φασι, τὴν χεῖρα ἐκτετακὼς γραφῆναι, ὡς τότε ἔτυχε τοῖς στρατιώταις παρακελευόμενος. οὕτως ἐκεῖνός γε οὐ μόνον ἐν πνυκὶ [τῇ ἐκκλησίᾳ], ἀλλὰ καὶ Μαραθῶνι ῥήτωρ χρηστὸς ἦν καὶ τὸ τῶν λόγων ἀγαθὸν παρείχετο σῶν πανταχοῦ. ἔπειτ' Ἀθηναῖοι μὲν καὶ τοὺς πεσόντας τόθ' αὑτῶν ἔθαψαν ἐν αὐτῷ τῷ χωρίῳ καὶ οὐκ ἀνέμιξαν τοῖς ἄλλοις τοῖς ἐν τοῖς δημοσίοις μνήμασι κειμένοις, ἀλλ' ἀξιοῦντες κρείττους ἢ κατὰ τοὺς ἄλλους εἶναι τὴν ἀρετὴν ἰδίας καὶ τῆς τιμῆς ἠξίωσαν· σὺ δὲ τὸν τούτων ἡγούμενον καὶ τὸν ἅπασι τοῖς Ἕλλησι τῶν ἀναγκαιοτάτων ἅμα καὶ τῶν καλλίστων κατάρξαντα, σωτηρίας, ἐλευθερίας, εὐκλείας, οὐκ ᾐσχύνθης τιθεὶς μετὰ τῶν ὀψοποιῶν, καὶ τοῖς ἐσχάτοις ὀνείδεσι δουλείας εἰ μὴ περιβαλεῖς, οὐκ ἀρκεῖν ἀξιῶν. τί λέγεις; δοῦλος Μιλτιάδης, δι' ὃν οὐκ ἐδούλευσεν ἡ Ἑλλάς; καὶ διακονῶν Ἀθηναίοις διεγένετο, δι' ὃν οὐ διηκόνησαν Ἀθηναῖοι Πέρσαις τὰ αἴσχιστα καὶ δι' ὃν οὐκ ἠδυνήθη Δᾶτις τῷ βασιλεῖ διακονῆσαι τὰ ἐπεσταλμένα; καὶ τῆς περὶ τὴν κομμωτικὴν συμμορίας ἀπογράψομεν ἄνδρα οὕτως αὐχμῶντα καὶ κεκονιμένον κάλλιον ἢ τῶν παλαισάντων καὶ τῶν γυμναστικῶν ὁστισοῦν; πολλὴν μέντἂν ὄφλοιμεν τὴν ἀλογίαν.
Σκέψαι δὴ καὶ τοῦθ' ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος καὶ τοῖς Ἕλλησιν αἰτιώτατος τῆς ἐλευθερίας γενόμενος καὶ μονονοὺ κρείττων ἢ κατ' ἄνθρωπον νομισθεὶς, οὐκ ἔπαθε ταυτὸν Παυσανίᾳ τῷ τὴν Πλαταιᾶσι μάχην κατορθώσαντι, οὐδ' ἐπήρθη τοῖς πεπραγμένοις, οὐδ' ἐξύβρισεν, οὐδ' ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μάχης. οὕτως εὔτακτος καὶ κόσμιος ἦν διὰ τέλους. καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δή που τοὺς βαρβάρους ἐνενικήκει, ἀλλ' εἰς παράδειγμα βλέπων [175] τὴν Μαραθῶνι μάχην ἠγωνίζετο, οὔτε μόνους Λακεδαιμονίους ἔχων, ὥσπερ Μιλτιάδης Ἀθηναίους, ἀλλὰ καὶ αὐτῶν τῶν Ἀθηναίων παρόντων καὶ τῶν ἄλλων Ἑλλήνων, οἷς ταῦτα ἤρεσκε· καὶ σχεδὸν τῶν γε Ἀθηναίων κἀκεῖ τὰ πλεῖστα συνεπεξεργασαμένων λέγονταί γε καὶ τὴν ἵππον τῶν βαρβάρων διαφθεῖραι καὶ τῶν Ἑλλήνων τῶν ἀντιτεταγμένων κρατῆσαι, καὶ τά γε τῆς τειχομαχίας ἐπ' ἐκείνους παντελῶς ἐλθεῖν. ἀλλ' ὁ Μιλτιάδης οὐκ ἀνέμεινε τοὺς Λακεδαιμονίους τότε οὐδ' ἄλλους ἀνθρώπους οὐδένας, οὐδ' ἐκοίνωσε τὸ ἔργον, ἀλλὰ τοὺς ἀπὸ τῆς πόλεως ἔχων, ὅτι μὴ Πλαταιέων φασί τινας προσδραμεῖν, τὸν μὲν κίνδυνον αὑτοῦ, τὴν δ' ὠφέλειαν κοινὴν ἐποιήσατο ἁπάντων, πρῶτος καὶ μόνος τῶν Ἑλλήνων νικήσας ἓξ καὶ τετταράκοντα ἔθνη τὰ σύμπαντα. ὥστ' ἐκεῖνον προσῆκεν ἐπιγράφειν ὅτι στρατὸν ὤλεσε Μήδων. αὐτοῦ γὰρ ὡς εἰπεῖν ἦν τὸ ἔργον. καὶ τό γε τούτου πρότερον, τὸ Ἑλλήνων ἀρχηγὸς ἀκριβῶς ἥρμοττεν αὐτῷ· πᾶσι γὰρ αὐτὸς ἦρξε τῆς ἐλευθερίας. ἀλλ' ὅμως καὶ ταῦτα πράξας ἠπίστατο σωφρονεῖν καὶ οὐδεὶς αὐτοῦ κατηγόρησε τοιοῦτον οὐδὲν οἷα Παυσανίας πολλὰ κατηγορήθη. ἀλλὰ στάσεσι καὶ θορύβοις ἔχοιμεν ἂν εὑρεῖν αὐτὸν προσκείμενον, ὥσπερ Λύσανδρον τὸν ἐν Αἰγὸς ποταμοῖς τὰ θαυμαστὰ δὴ πράξαντα καὶ δόξαντα μὲν καθελεῖν τὸν πόλεμον τὸν πρὸς Ἀθηναίους, τῇ δ' ἀληθείᾳ πολλῶν καὶ μεγάλων κακῶν αὐτὸν τοῖς Ἕλλησιν ἄρξαντα. ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα οὔτε βουλεύσαντα Μιλτιάδην, ἡττηθέντα δέ πως φιλοτιμίας καὶ τῷ τοὺς φίλους τοὺς ἑαυτοῦ συναύξειν ζητεῖν τὸ κοινῇ συμφέρον παρορῶντα ἐνίοτε, ὥσπερ [176] Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρ' οὕστινας αὐτὸν ἐξετάζω· Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδ' ἂν εἷς αἰτιάσαιτο· ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλ' οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι, δημεύειν, ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, ‑ οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοι ‑ εἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δ' ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλ' ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; ἢ πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλ' οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλεις [177] μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο. νομίζω δ' ἔγωγε καὶ τὴν αἰτίαν ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν ἤδη, μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν. ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου καὶ μηδὲν ἀήττητον εἶναι μηδὲ ἀνάλωτον, ὅπου Μιλτιάδης παρείη. εἶτ' ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετὴν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; τὸν οὐδ' ὅτ' ἐκρίνετο οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα οὑτωσὶ προσείπω μεγαλοπρεπῶς; καὶ τοῦτ' ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία; καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν καὶ διακόνων ἔργον, οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; καὶ μὴν Πλάτωνι μὲν ἂν καὶ ἄλλα πολλὰ χαριζοίμεθα, ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα, ἄλλην τίν' ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ.
Λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτ' αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτ' ἴσως ἔργον εὑρεῖν. τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνι, τὸν πάνυ, τὸν ὡς [178] βούλει λέγε, τοσούτῳ δ' οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δ' αὐτὸν ἐνίκα βασιλέα· καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθ' ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτ' οὖν αὐτὸς ἐθάρρει μένειν οὔτ' ἄλλον ἔπεμψε τοῦ λοιποῦ· οὐ γὰρ ἦν ὅ τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι· πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸς συμβῆναι [179] πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτ' ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δ' ἐν τῇ θαλάττῃ· περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας ἢ περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν· εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων ἢ τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν ὁ πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης· ἀπὸ ποίων δέ τινων ἔργων ἢ λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτ' ἔμοιγ' ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, ὅτι ὑπὲρ ὧν οὐδ' εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτ' ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἡ ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη [180] πάντα ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης· καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλὰς, ὥσπερ ἀρχὴ γῆς πάσης, τοῦ στρατοπέδου γιγνόμενος καθ' ὃ βούλοιτ' ἀεί. χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο, ὁμοίως ἐγγείοις ὀχήμασι καὶ ναυτικοῖς. ὡς δ' εἰς ταυτὸν ἀπήντησαν αἱ δυνάμεις, οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν· εἰς δὲ τοὺς Ἕλληνας ἠγγέλλετο ἄξιον μὲν τῶν ἐπιόντων κακῶν οὐδὲν, ὅμως δὲ πολλὰ καὶ παντοῖα καὶ οἷα οὔπω πρότερον· καὶ οὐ τοσοῦτόν γ' ἂν αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληττεν, ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γιγνομένη, πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. ἐδόκει γὰρ μόνος ὡς ἀληθῶς γῆς καὶ θαλάττης εἶναι κύριος, καὶ ποιεῖν καὶ διαφθείρειν· ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο. πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο ὅπως ἀριθμοίη κατὰ μυρίους. ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν· ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δ' ἀὴρ βελῶν. παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστ' ἔχεσθαι πάντας· πάντα δ' ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ. ἀπειλαὶ δὲ κηρύκων οὐ διέλιπον πάντοσε φοιτώντων, αἰτούντων γῆν καὶ ὕδωρ ὅστις βούλεται σῶς εἶναι. τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν. ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι οὔτε τῶν ἵππων τὸν κτύπον. εἶχον δὲ οὔτε ἱεροῖς οὔτε συμμάχοις θαρρεῖν, οὐδ' [181] εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται. πρὸς δὲ τούτοις Γέλων μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀργεῖοι δ' ἐκποδὼν ἦσαν, Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο, Θετταλοὶ δὲ ὑπ' ἀνάγκης μὲν, ὅμως δὲ ἐμήδιζον, Βοιωτοὶ δὲ οὐδὲν βέλτιον Θετταλῶν ἐπεπράγεσαν, Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται, ὀλίγον δὲ ἦν τὸ ὑγιαῖνον τῆς Ἑλλάδος, καὶ τοῦτο εἰς δύο πόλεις ἀνήρτητο, μᾶλλον δὲ εἰς ἕνα ἄνδρα, ὅ τι φρονήσειεν ἢ συμβουλεύσειε Θεμιστοκλῆς. ἐν τοῖς τοιούτοις μέντοι καιροῖς καὶ τοιαύτῃ πραγμάτων ἀωρίᾳ καὶ συγχύσει τῶν πάντων ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν, οὐδ' ἐξεπλάγη, οὐδ' ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν, οὐδ' εὐδαιμόνισε τοὺς πάλαι κειμένους, οὐδ' ἔπαθε ταὐτὸ τοῖς πολλοῖς, ἀλλὰ κατέστη τοῖς Ἕλλησιν ἀντ' ἀγαθοῦ δαίμονος. πάντα γὰρ εἰς αὑτὸν ἀναδεξάμενος καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντ' ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι, καὶ οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσεσθαι τῶν πολλῶν νομιζόντων, καὶ βλεπόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγὰς, τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ ἐβούλοντ' ἂν μήτ' ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπρᾶχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂν [182] εἰπεῖν ἐθέλειν μᾶλλον ἢ ταῦτα ἄπρακτα αὑτοῖς εἶναι. οὕτως οὐ μόνον τὰς ἐλπίδας ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλετο καὶ ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα, πρὸς θεῶν τῶν Ἑλληνίων, τί χρῆν ποιεῖν τὸν Θεμιστοκλέα κατ' ἐκείνους τοὺς χρόνους, ἢ τί λέγειν κάλλιον ὧν εἶπεν; ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν; ἢ τίνα ὁδὸν τῶν πραγμάτων ἐλθεῖν; ἢ ποίαν ἡγήσασθαι τοῖς Ἀθηναίοις; ἢ τίσι κρείττοσι χρήσασθαι λογισμοῖς; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, εἰ δὲ μὴ, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι. πότερ' εἰς τὴν πνύκα συλλέξαντ' Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτοκαλὸν, καὶ τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; ταχέως μέντἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. ἀλλ' ὅθεν ἀνδρεία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; ἔγνωσαν μέντἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; τρίτον γὰρ ἤδη τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα πότερον τῷ ὄντι σύμβουλος καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι; καὶ μὴν δεῖ γε δυοῖν θάτερον, ἢ τὰ πραχθέντα ὑπ' αὐτοῦ μέμψασθαί τινα ἔχειν, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον καὶ ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν φασὶ λαμπρὸν [183] οὐδ' ὑπερήφανον· ἐγὼ δ' οὖν καὶ τοῦτο συγχωρῶ κἄν τις ἀμείνω τινὰ πρᾶξιν, ἢ λόγους βελτίους, ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν παρ' ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν. εἰ δὲ μήθ' ὧν ἐπολιτεύσατο μηδὲν ἔστι καταιτιάσασθαι μήθ' ὧν ἄν τις φήσαι χρῆναι πεποιηκέναι μηδὲν ἔστ' εἰπεῖν ὡς οὐκ ἐποίησεν, ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐτοῖς συνηδώμεθα ἢ ζητοῦσιν ὅπως εἴποιμεν κακῶς. οὑτωσὶ δὲ σκοπῶμεν, ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπ' αὐτὰ τὰ πράγματα. ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς, ἡ μὲν ἔξω πραγμάτων, ὥσπερ Ἀργεῖοι καὶ Κερκυραῖοι καὶ Σικελιῶται καὶ Ἰταλιῶται μικροῦ πάντες, καὶ Κρῆτες δὴ καὶ ἕτεροι λέγονται· οἱ δὲ καὶ συνεπεστράτευον μετὰ τῶν βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, ὥσπερ οἱ Θετταλοὶ καὶ πάντες οἱ μέχρι τῆς Ἀττικῆς, πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων· τρίτον δ' ἦν λοιπὸν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ ὅσοι παρὰ τούτους κατέφυγον. ἀλλὰ μήπω τοῦτο ὅτι Ἀθηναῖοι, μηδ' ὅτι καὶ τοὺς ἄλλους οὗτοι παρεσκεύασαν. ἀλλὰ διῄρητο μὲν εἰς τοσαῦτα μέρη τὸ Ἑλληνικὸν πᾶν καὶ προὔκειτο τριῶν τούτων αἵρεσις ἐν μέσῳ πᾶσιν, ἔδει δὲ καὶ πόλιν καὶ ἰδιώτην πρὸς ταῦτα βουλεύεσθαι, τὸ διάφορον δ' οὐ μικρὸν ἦν, ἢ τῷ βαρβάρῳ προσθεμένους ἀκολουθεῖν ἐπὶ τοὺς ἀντιτείνοντας, ἢ τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι δεηθέντας, μὴ τί τοῖς ἄλλοις συμβήσεται ζητεῖν, ἀλλ' εἰ μηδὲν αὐτοὶ πείσονται κέρδος ἡγεῖσθαι· ἢ τρίτον γ' ἤδη κατελείπετο, φάσκοντας τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν, καὶ πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι πράγμασιν ἀνταγωνίζεσθαι, καὶ μήτ' ἀκούοντας ἀκούειν τὰ δεινὰ μήθ' ὁρῶντας ὁρᾶν, ἀλλὰ πάντων ὡσπερεὶ φλυαρίαν καταγνόντας παρ' αὐτὸν τὸν θάνατον ἐσκηνῶσθαι, ἔσχατα τοῦ βίου ταῦτ' εἶναι προκρίναντας ἑαυτοῖς μᾶλλον ἢ παρ' ἀξίαν τι συγχωρῆσαι. εἶεν. τί δὴ προσῆκεν ἑλέσθαι τότε τοὺς Ἀθηναίους, ἢ τί τὸν σύμβουλον παραινεῖν αὐτοῖς; ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματα
[184] ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη, οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλ' ἐπ' αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή. αὕτη πρώτη Θεμιστοκλέους ἐξέτασις καὶ κρίσις.
Ἐντεῦθεν ὅρα τὸν ἄνδρα ἀπὸ γραμμῆς ἀρξάμενος· καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει. τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ· ἔδει τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένων Ἀθηναίους εἶναι, ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν· ἔδει τῶν ἀγωνιζομένων εἶναι. τί οὖν; συνεβούλευε ταῦτα Θεμιστοκλῆς, ἢ διεκώλυεν; οὒκ, ἀλλ' ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων. οὐκοῦν ταῦτα ἔδει πράττειν καὶ ταῦτα συμβουλεύειν; ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς. μέχρι μὲν δὴ τούτων τὰ μέγιστα συνεβούλευε καὶ οὐδὲν ἔχει Πλάτων αἰτιάσασθαι, οὐ μὲν οὖν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ. οὐ γὰρ μόνους τοὺς Ἀθηναίους ἐπὶ ταῦτ' ἀγαγὼν καὶ τάξας ἐνταυθοῖ γνώμης φαίνεται, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσον μετέσχον τῶν πραγμάτων, εἷς ἀνὴρ οὗτος μάλιστα ἐπιρρώσας καὶ παροξύνας, καὶ τοὺς μὲν ἑκόντας, τοὺς δὲ ἄκοντας αὐτῶν πείσας γενέσθαι χρηστοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς· ὅς γε καὶ τοῖς κήρυξι τοῖς παρὰ τοῦ βασιλέως ἐλθοῦσι περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις, ὥσθ' ἅπασι τοῖς Ἕλλησιν ὑπάρχειν μαθεῖν ὁποῖ' ἄττα ἀποκρίνασθαι χρὴ τοῖς ἐπὶ ταῦθ' ἥκουσι τῶν βαρβάρων. καὶ οὐκ ἐνταῦθ' ἔστη τῆς ἐλευθερίας, ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε, κατηγορῶν ὅτι τὴν φωνὴν ὥσπερ ἄλλο τι τῷ Πέρσῃ κατὰ τῶν Ἑλλήνων ἔχρησε. καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν ὅ τί ἐστι τὰ λεγόμενα, μαθόντας δὲ βουλεύσασθαι; οὐ γὰρ [185] αὐτός γ' εἰσηγεῖτο οὐδ' ἐπηνάγκαζεν. ἀλλ' ὅμως οὐδ' ἄχρι τούτου διακονεῖν ἠξίου, οὐδὲ γὰρ προσήκειν ἀκούειν τὰ τοιαῦτα. ταχύ γ' ἂν αὐτὸς διηκόνησεν ὁ τοῖς διακόνοις οὕτω χρώμενος, ἢ παρ' ἃ βέλτιστα ἐνόμιζεν ἐδημηγόρησεν, ὁ μηδ' ἑρμηνεύειν ἐῶν περὶ ὧν οὐ βέλτιον λέγειν.
Τὰ μὲν δὴ προοίμια τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ τοῦ περὶ τῆς ἐλευθερίας ἀγῶνος, οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ, οὐδ' οἷς ἐκεῖνον ᾄδειν φησὶ Πλάτων, ἀλλ' ἀπεναντίον μᾶλλον. τό τε γὰρ βέλτιστον ἔνεστι καὶ τὸ ἥδιστον πρόσεστιν ἀκοῦσαι παντὶ γενναίῳ καὶ ἐλευθέρῳ. ὥστ' ἔμοιγε δοκεῖ τῆς Τερπάνδρου μᾶλλον ἂν εἶναι μουσικῆς εἰκάσαι, πλήν γ' ὅτι καὶ παρελήλυθεν. ὁ μέν γε μίαν πόλιν τὴν Λακεδαιμονίων εἰς ταυτὸν ἤγαγεν, ὁ δὲ τὴν Ἑλλάδα πᾶσαν ἥρμοσε καὶ συνέστησε· ‑ λέγω γὰρ οὖν Ἑλλάδα τοὺς τῇ Ἑλλάδι πάσῃ βοηθῆσαι δυνηθέντας ‑ τοσούτῳ μείζονος καὶ κοινοτέρας καὶ ἐπὶ πλέον φερούσης ὁμονοίας ἡγεμὼν ἐγένετο. πρῶτον μέν γε τοὺς πολέμους τοὺς συνεστῶτας τότε ἐν τῇ Ἑλλάδι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ στάσεις ἔπαυσεν ἁπάντων, καὶ ἕνα μὲν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους, αὐτοὺς δὲ φίλους καὶ συγγενεῖς, ἔπεισεν ἡγήσασθαι. ἔπειθ' ὅσοι τῶν πολιτῶν μεθειστήκεσαν, τούτους καταγαγεῖν συνεβούλευσεν Ἀθηναίοις, ἐν οἷς καὶ τῶν διαφόρων τινὲς ἦσαν αὐτῷ, τὴν αὐτὴν γνώμην ἔν τε τοῖς Ἑλληνικοῖς καὶ τοῖς κατὰ τὴν πόλιν σώζων· αὕτη δ' ἦν τὸ κοινῇ βέλτιστον σκοπεῖν ἅπασαν μικροψυχίαν ἀνελόντας. παραλαβὼν τοίνυν τὰ πράγματα καὶ προστάτης τοῦ παντὸς κινδύνου γενόμενος ποῖόν τινα ἑαυτὸν παρέσχε καὶ συνεῖναι τὰ δέοντα καὶ πρᾶξαι διὰ τέλους; τοιοῦτον οἷον, εἴ τις ἔροιθ' ὁντινοῦν τί τὸ σῶσαν τὰ πράγματα τῶν Ἑλλήνων ἐγένετο, μὴ λελοιπέναι ζήτησιν, ἀλλὰ πᾶσιν ὑπάρχειν εὐθὺς εἰπεῖν [186] ὅτι θεοὶ μὲν πρῶτον, ἔπειθ', ὅσον εἰς ἀνθρώπους ἧκε, μία μὲν πόλις ἡ τῶν Ἀθηναίων, γνώμη δὲ ἑνὸς ἀνδρὸς ἡ Θεμιστοκλέους. ὁρῶν γὰρ ὡς εἰ μή τις τῷ ναυτικῷ κρατήσει τῶν βαρβάρων, οἰχήσεται κατὰ πόλεις ἡ Ἑλλὰς, προσβαλλόντων ἐν μέρει πᾶσι καὶ πορθούντων, καὶ πρὸς τούτῳ κἀκεῖνο εἰδὼς ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας καὶ πολὺ πλείοσιν ἢ κατὰ θάλατταν μαχοῦνται καὶ ἀπορωτέροις προσφέρεσθαι, εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται. καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς τί ποτ' εἴη τὸ ξύλινον τεῖχος τοῦτο. ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν, οὕτω παρελήρουν, πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν. χρησμολόγοι δὲ πάντ' ᾖδον, πλὴν ἓν τῶν πάντων οὐκ ᾖδον, ὡς δεῖ ναυμαχεῖν. ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σαλαμῖνα παντὸς μᾶλλον ‑ οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον· τοὺς γὰρ αὐτοὺς ταυτὸν ἔθνος λέγω, πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ ‑ τό τε σύμπαν ἠξίουν ἄλλο τι ζητεῖν, καὶ φυγόντας ἔξω τῆς Ἑλλάδος ἄλλην χώραν οἰκίζειν. τέλος δ' ἔδοξεν Ἀθηναίοις τοὺς μὲν δὴ χρησμῳδοὺς χαίρειν ἐᾶν, Θεμιστοκλεῖ δὲ μᾶλλον πιστεῦσαι, ξύλινον μὲν εἶναι τεῖχος τὰς τριήρεις ἐξηγουμένῳ, ἀποκεῖσθαι δέ τι χρηστὸν ἐν τῇ Σαλαμῖνι, [187] διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι· ἐπεὶ κακοῦ γέ του μέλλοντος καταλήψεσθαι τοὺς Ἕλληνας ἐν αὐτῇ, σχετλίαν καὶ οὐ θείαν τὸ πρόσρημα ἂν αὐτῆς εἶναι. ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι. δεῖν οὖν ναυμαχεῖν. καὶ ταῦτ' εἰκότως οἱ μὲν ἄλλοι χαλεπῶς εἶχον συμβαλεῖν, Θεμιστοκλῆς δὲ ῥᾳδίως ἐξευρεῖν. οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην, οὐδ' αὐτοσχεδιάζων, οὐδ' ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν, ὥσπερ οἱ θεομάντεις, γενόμενος, ἀλλὰ καὶ πρὶν πέμπειν Ἀθηναίους εἰς Δελφοὺς καὶ πρὶν τὸν βάρβαρον κινηθῆναι, πάλαι καὶ πόρρωθεν ἐκεῖνος ταῦτ' ἐσκέψατο καὶ συνεῖδε, καὶ ὅπως ἐπὶ τοῦ καιροῦ καὶ τῆς χρείας μὴ ἀπορήσῃ προὐνοήθη. περιγενομένων γὰρ τῇ πόλει χρημάτων συχνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων, καὶ ταῦτα μελλόντων εἰκῆ νέμεσθαι, μόνος τῶν πάντων ἐτόλμησεν ἀντειπεῖν, οὐ διακόνου πρᾶγμα πράττων, οὐδ' ὑπηρετοῦντος ταῖς ἐπιθυμίαις, οὐδ' ἀποπιμπλάντος τὰς ἡδονὰς, ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμβούλου καὶ διδασκάλου, καὶ τὸ μὲν ἥδιστον ἑκόντος ὑπερβαίνοντος, τὸ δὲ βέλτιστον προορωμένου καὶ πράττοντος, κἂν δέῃ λυπῆσαι, καὶ τὸν ἰατρὸν, ἀλλ' οὐ τὸν ὀψοποιὸν μιμουμένου, μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης, εἴπερ πρὸ τοῦ κινδύνου καὶ τῶν δυσχερῶν ἔπραττε τὸ συμφέρον καὶ ὅπως μὴ ὑποδώσει τοῖς Ἕλλησι τὰ πράγματα. ἐκέλευε τοίνυν Ἀθηναίους τῆς μὲν διαδόσεως ὑπεριδεῖν, ναῦς δὲ ποιήσασθαι ἐκ τῶν χρημάτων, πρόφασιν μὲν ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας, οὗτος γὰρ ἐνειστήκει τότε, τῇ δ' ἀληθείᾳ τὰ μέλλοντα ἔσεσθαι προορῶν καὶ νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις, εἶναι δ' οὐ πέρας τοῦ πολέμου τοῦ παντὸς οὐδὲ τελευτὴν, ἀλλ' ἀρχὴν μᾶλλον καὶ παρασκευὴν ἑτέρων ἀγώνων μειζόνων. καὶ ταῦτα κατ' ἀρχάς τε λέγων ἔπειθε καὶ αἱ τριήρεις ἐποιήθησαν, καὶ τότ' ἔπεισεν ὡς δεῖ ταῖς τριήρεσι χρήσασθαι καὶ τῇ θαλάττῃ προσέχειν, ὡς οὐκ ὂν αὐτοῖς κάλλιον ὁρμητήριον τοῦ πρὸς τοὺς βαρβάρους πολέμου. καὶ πρῶτον μὲν ἐπ' [188] Ἀρτεμίσιον πλεύσας δυοῖν ναυμαχίαιν δύο ἵστησι τρόπαια, οὔτε λόγους ἀσχήμονας εἰπὼν οἶμαι πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων ἢ τῶν Ἑλλήνων οὔτ' ἔργα φαῦλα ἀποδειξάμενος, ἀλλ', ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλόμενος. ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, οὗ θαυμαστότερον οὐδ' ἐλευθεριώτερον οὐδείς πω μέμνηται γραφέν.
Ἔοικα δ' ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ· βέλτιον οὖν ἴσως ἐπανελθεῖν. οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ καὶ ὑπὲρ τῆς Ἑλλάδος πάσης ἔφυ καὶ οὐδὲν βέλτιον ἑώρα πλέον τοῦ κοινῇ συμφέροντος, ὥστ' ἐπειδὴ συνελέγησαν εἰς ταυτὸν οἱ Ἕλληνες, ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας, ὡρμημένων δὲ τῶν Ἑλλήνων μᾶλλον πρὸς τοὺς Λακεδαιμονίους κἀκείνους ἐθελόντων προΐστασθαι, συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος ὡς, εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντ' ἀπολεῖται κακῶς, καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρ' ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων αὐτὴν ἀνακτήσεσθαι. καὶ οὐκ ἐψεύσατο, σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλ' οὐκ αὐτὴν ἔπεισε παρεῖναι, ἐπεὶ τό γ' ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τὸ τῶν μὲν πολεμίων ἀνδρείᾳ, τῶν δὲ συμμάχων πρᾳότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. καὶ εἰ φῂς, ὦ Πλάτων, ὅτι οὐ τριήρων οὐδὲ νεωρίων αἱ πόλεις δέονται, ἀλλ' εὐβουλίας καὶ [189] σωφροσύνης, ὁ Θεμιστοκλῆς οὐ μόνον τὰς τριήρεις τοῖς Ἀθηναίοις ἐξεῦρεν οὐδ', ὃ τούτου μεῖζόν ἐστιν, ὑπὲρ τῶν κοινῶν δικαίων καὶ εἰς τὸ δέον πᾶσι τοῖς Ἕλλησιν ἐχρήσατο αὐταῖς, ἀλλὰ καὶ τὴν ὁμόνοιαν τὴν ἀγαθὴν αὐτὸς ταῖς πόλεσι προσεισηνέγκατο καὶ κατέπραξεν, ὃ τῶν νεῶν αὐτῶν οὐχ ἧττον ἔσωσε τὴν Ἑλλάδα· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι. καὶ ὃ μικρῷ πρόσθεν ἔφην, ἐνταῦθα καλῶς ἀναφαίνεται, ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν. ὁ μὲν γὰρ ἐφ' ἑαυτῶν τοὺς Λακεδαιμονίους ὁμονοεῖν ἐποίησεν, ὁ δ' Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταυτὸν ἔπεισε φρονῆσαι, μᾶλλον δ' ἅπαντας τοὺς Ἕλληνας μιᾶς γενέσθαι γνώμης· οὕτως εὖ καὶ καλῶς τὴν Ἑλλάδα ἡρμόσατο, καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας, οὕτω πολὺ νικῶντας καὶ μόνους ὄντας εἰς ἐλπίδα τοῖς πράγμασι. καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδ' ὑπεχώρησεν οὔτε πόλει οὔτ' ἀνθρώπων οὐδενὶ, ἀλλ' αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλ' οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δ' αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς. ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου πρὸς τὸ πλῆθος τῶν τριήρων τῶν βαρβαρικῶν, ὧν τὰς μὲν ἑώρα καταντικρὺ προσφερομένας, τὰς δ' ἤκουε περιπλεῖν, καὶ διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπ' ἐλπίδι βελτίονι, ἀλλ' ὅπερ ἐν τοῖς τοιούτοις συμβαίνει τὸ παρὸν διακρούσασθαι κέρδος ἡγεῖσθαι, τοιοῦτον πάθος [190] παθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος, αὐτὸς ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς χεῖρα ὑπερέσχε καὶ διεκώλυσε διαφθαρῆναι τὰ πράγματα ἀπ' αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀρξάμενα· καὶ τὸν Εὐρυβιάδην ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο, οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινὸς εἶναι, ἀλλ' ἐκείνῳ μᾶλλον ὡς διακόνῳ χρησάμενος· καὶ τήν τε Εὔβοιαν περιεποίησε καὶ τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε μὴ παντελῶς ἄπορα εἶναι, παρασχὼν πειραθεῖσι πιστεῦσαι. ἀγγελθέντος δὲ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας, ὅτι πάντα ἐν ταῖς ναυσὶν ἄρ' ἦν ‑ οἵ τε γὰρ εἰς τὴν Θετταλίαν εἰσελθόντες ὡς τὰ Τέμπη φυλάξοντες προδοθέντες ὑφ' ὅτων δή ποτε ἀνεχώρησαν, οἵ τε εἰς Πύλας ἀπαντήσαντες κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων· καὶ οὐ τοσοῦτόν γ' ἔστι μόνον εἰπεῖν περὶ αὐτῶν, ἀλλ' ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι ταῦτα γνόντες ἐξ ἀρχῆς ὥσπερ ἀφοσιούμενοι πρὸς τοὺς Ἕλληνας ἀποστεῖλαι τοσούτους ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες, ὡς τοῦ γε ἀποτυχεῖν ὑπάρχοντος ‑ οὕτω δὴ τούτων κεχωρηκότων καὶ τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος, καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα [191] ποιουμένων, τὰ δ' ἄλλα παρεικότων, ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθηναίων, οὐ τὴν αὐτὴν τάξιν φυλάττων ἥνπερ ὅτε ἐκπλεῖν ἔδει· τότε μὲν γὰρ πρῶτος ἦν ἐν πρώτοις. εἰ δ' αὖ βούλει κἀνταῦθα τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας ἐπολιτεύσατο, οὐκ ἀπὸ τοῦ βήματος, οὐδ' ὁρώμενος αὐτοῖς, ἀλλ' ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων, οἷς ἤλπιζεν αὐτοὺς προσμίξειν, ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτ' ἂν, ἢ τίς Αἰακὸς ἄρας τὰς χεῖρας ὑπὲρ τῶν Ἑλλήνων τῷ Διί; ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο ὡς αἱ τριήρεις τὸ πᾶν ἔφερον, τὰ δ' ἄλλα μάταιον καὶ προσδοκᾶν ἦν. ἀναχωρησάντων γὰρ ἀπ' Ἀρτεμισίου τῶν Ἑλλήνων Ἀθηναῖοι μὲν καὶ οὕτως αὐτοί τε παρεσκευάζοντο καὶ τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιωτίαν καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος· οἱ δ' εἰς τοῦτο κατέστησαν τῆς ἀπορίας, οὐ γὰρ ἄξιον λέγειν προδοσίαν, ὥστ' ἐξιέναι μὲν οὐκ ἐθόρρουν, διαλαβόντες δὲ τὸν Ἰσθμὸν ἐτείχιζον, ἐκ θαλάττης εἰς θάλατταν, παραπλήσιον δρῶντες ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶς αὐτοὺς παρεδίδοσαν. ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύσασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς, τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη καὶ πάσης κρεῖττον μηχανῆς; οὐκοῦν τῶν μὲν Ἀθηναίων μονωθέντων, τῶν δ' Ἑλλήνων ἀνόνητα πονούντων, λοιπὸν ἦν ἅπαντα ἔχεσθαι σιωπῇ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε, ἀλλ' εἰσχεομένων ἀμφοτέρωθεν ἤδη τῶν βαρβάρων, καὶ τῶν τε νεῶν κοινῷ [192] στόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντος, καὶ τοῦ πυρὸς πάντα ἐπιφλέγοντος καὶ δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ, Ἀθηνῶν μεδεούσῃ παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι, τοὺς δὲ πρεσβύτας εἰς Σαλαμῖνα, τοὺς δ' ἄλλους ἐμβάντας εἰς τὰς τριήρεις ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι. ὦ μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς, θαυμαστῆς δὲ τῆς ῥώμης, ὅστις ταῦτα πρῶτος πείσειν ἤλπισε καὶ οὐκ ἀπέγνω πρᾶγμα τοσοῦτον· θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας, ἣν ἐπεπαίδευντο ὑπ' ἐκείνῳ πάντα ἀνίχεσθαι καὶ καρτερεῖν, ὅσ' ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς. τοῦτο τὸ ψήφισμα τῶν ὑφ' ἡλίῳ μαρτύριον κάλλιστον καὶ λαμπρότατον καὶ τελεώτατον εἰς ἀρετῆς λόγον, πάντων ἀπόδειξιν τῶν ἀρίστων ἑξῆς ἔχον, τοῦ θαρρεῖν τοῖς θεοῖς, τοῦ φρονεῖν ἐφ' ἑαυτοῖς, τοῦ παθεῖν ὁτιοῦν ἐθέλειν, πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν, ἔτι πρὸς τούτοις τοῦ φυλάττειν τὰ δόξαντα ἐξ ἀρχῆς, τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις, μηδ' ἂν ἀνομοίων ἔργα δοκῶσι προῃρῆσθαι. τοῦτο τὸ ψήφισμα οὐ κόλαξ ἐμοὶ δοκεῖν ἄνθρωπος οὐδὲ κάτω βλέπων, οὐδ' ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώττης ἐφθέγξατο. ἦ πού σοι Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς, ἢ Σάραμβος ὁ κάπηλος ‑ νῦν γὰρ ἀνεμνήσθην τοὔνομα ‑ [193] ταῦτα συγγράψασθαι δοκεῖ; φέρε μοι δὴ παρὰ τοῦτο τὸ ψήφισμα τὰ τῶν σοφιστῶν, εἰ βούλει, συγγράμματα καὶ τοὺς νόμους, ὀνομαστὶ γὰρ οὐδὲν δέομαι λέγειν. οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι. καίτοι διακόνου μὲν ἦν καὶ τὴν ἐν τῷ παραχρῆμα χάριν διώκοντος, μάλιστα μὲν ἃ προσέταττον οἱ πολλοὶ, ταῦθ' ὑπηρετεῖν· εἰ δὲ μὴ, στοχαζόμενον τῆς ἐκείνων διανοίας ἃ νομίζει καθ' ἡδονὴν αὐτοῖς ἔσεσθαι, ταῦτα καὶ λέγειν καὶ πράττειν, ἢ μικρὸν γοῦν τι παραλλάξαι τῆς ἐπιθυμίας. Θεμιστοκλῆς δὲ τοσοῦτον ἀφειστήκει τοῦ πρὸς τὴν τῶν πολλῶν ἐπιθυμίαν τε καὶ ἡδονὴν ταῦτα πράττειν καὶ πολιτεύεσθαι, ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως· τὸ μὲν γὰρ μέλλον ἅπασιν ἦν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον καὶ μηδὲ τὴν αὐτὴν πορεύεσθαι, μηδ' ἐν ταυτῷ μετοικεῖν, ἀλλ' ἀπεζεῦχθαι γονέας καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας, καὶ πάντα ἦν τὰ φρικωδέστατα ἀκοῦσαι, μὴ ὅτι ὑπομεῖναι· οὗ γε καὶ τῶν κυνῶν φασι τῶν χειροήθων ὠρυομένων πρὸς τὴν ἀπόλειψιν καὶ τῶν ἄλλων θρεμμάτων ἐφεπομένων ἄχρι τῆς θαλάττης πολλὴν τὴν σύγχυσιν εἶναι. ταῦτα πάντα ὁρῶν καὶ ἀκούων ὁ πάντα καρτερώτατος ἠνείχετο ‑ ἃ ποῖος Ὀδυσσεὺς ἀδακρυτὶ τὴν γυναῖκα ὁρῶν ῥᾳδίως ἂν ἤνεγκε; ‑ καὶ παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας ἐξῆγεν ἀτρεμιζούσῃ τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς, ὥσπερ εἰς πομπήν τινα αὐτοὺς ἐξάγων, ἢ κληρούχους, ἀλλ' οὐκ ἄγων εἰς Σαλαμῖνα. οἱ δ' [194] ἐπείθοντο, καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα, παίδων καὶ γονέων καὶ τῶν τῆς φύσεως ἀναγκαίων ἐκεῖνον προκρίναντες, καὶ ὥσπερ τῆς ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι. οὐκ ἂν τότε γ' αὐτοὺς οὐδ' Ὀρφεὺς ὡς ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν ἅ γ' ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖς Ἕλλησι πολιτευόμενος, καὶ ὅσας καὶ οἵας ἀφῆκε φωνὰς ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσους τινὰς ἄθλους διήνεγκε καὶ πράγμασιν οἵοις συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆς αὖθις αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενος, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατ' ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡς ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δ' ὕστερος ἦν τοῖς ἀμοιβαίοις, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸς Εὐρυβιάδην καὶ μυρί' ἕτερα ἀπέραντον ἂν εἴη λέγειν. ὡς δ' ἀντέλεγε μὲν οὐδεὶς αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλ' ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι καὶ ὁ δρασμὸς ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆς δουλείας, ἀλλ' ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας ἐπάγει τοὺς βαρβάρους [195] αὐτοῖς, ἀμφοτέρους ἐξαπατήσας, τοὺς μὲν ὡς κατ' εὔνοιαν καλῶν, τοὺς δ' ὡς οὐδὲν εἰδὼς τοῦ πράγματος· ὥσθ' ὅ γ' Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ, καὶ λαβὼν αὐτοὺς καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων, οἶμαι, πτωμάτων καὶ τελεώτατον, φυγάδα ἐκβάλλει Ξέρξην ἐξ ἐσχάτων ὅρων τῆς Ἀττικῆς, καὶ προσέτι γε φεύγειν εἰπών. ὁ δ' ὥσπερ δεσπότῃ διακονῶν ἐχρῆτο ταῖς ἐντολαῖς, καὶ διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε καὶ φεύγειν προστάττοντος ἐπείθετο, καὶ πρὸς ᾔδει χάριν· καὶ πρότερον διδοὺς αὐτὸς τοῖς ἄλλοις κατὰ τῶν Ἑλλήνων ἐντολὰς, τότ' ἀκούειν ἠναγκάζετο τῶν Ἑλλήνων ἑνὸς, καὶ ταῦτα τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου.
Τοσοῦτον, ὡς ἔοικε, Θεμιστοκλεῖ περιῆν τοῦ διακονεῖν. οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας τὸν πόλεμον προῃρεῖτο, ἀνδρείας δεῖγμα ἐξέφερεν, ἐν οἷς δὲ ὑπὲρ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους πολεμεῖν ᾑρεῖτο, ἀλλὰ μὴ πρὸς τοὺς Ἕλληνας μετὰ τῶν βαρβάρων, ἅμα ἀνδρείας καὶ δικαιοσύνης, τοὺς μὲν ἐλάττους ἀντὶ τῶν πλειόνων καὶ μειζόνων, τοὺς δ' οἰκείους ἀντὶ τῶν ἀλλοφύλων αἱρούμενος. καὶ μὴν τῷ μὲν εὑρίσκειν τὰ δέοντα καὶ προορᾶν καὶ μηδαμοῦ τῶν πραγμάτων ψευσθῆναι, ἀλλ' ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν, σοφίας εἰκότως δόξαν ἠνέγκατο· τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ἀλλ' ἀεὶ σχολάζοντα τοῖς βελτίστοις ἑαυτὸν παρέχειν καὶ προσέχειν τοῖς λογισμοῖς τοῖς περὶ τῆς ἡγεμονίας, καὶ τῷ γε κατασχεῖν τοὺς Ἀθηναίους περὶ τῆς ἡγεμονίας, καὶ πᾶσι τούτοις οὐκ ἔνι δή που σωφρονεῖν, ὅστις μὴ τὰ πρῶτα ἐκείνῳ σωφροσύνης νέμει. ἆρά [196] τις ὑμῶν τῶν ἀκινδύνως φιλοσοφούντων τοσαύτην πίστιν δεδωκὼς ἀρετῆς, ἢ διὰ τοσούτων ἐλέγχων ἀφιγμένος εἰπεῖν ἔχει; ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρ' ἀμφοτέρους ἂν εἶναι Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα. πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρβάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατ' ἤπειρον. ὥστ' εἰκότως ἂν ἄρξαι ταύτῃ τῆς ἐλευθερίας δοκοίη καὶ τοῖς ὑπάρχουσιν αὖ προσθεὶς φαίνεται. τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε, καὶ τρία ἀνθ' ἑνὸς ἔστησε τρόπαια, ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα. καὶ μὴν οὔτ' ἐπὶ τῆς αὐτῆς ἀδείας ἐφ' ἧσπερ Κίμων ὄντας ἤδη τοὺς Ἕλληνας παρέλαβεν οὔτ' ἐπὶ τῶν ἴσων φόβων ὥσπερ Μιλτιάδης, ἀλλ' ἔσχατα ἐσχάτων πράττοντας, καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντας, συνελόντι δὲ εἰπεῖν, βασιλέα γ' αὐτὸν πανοικησίᾳ καὶ πρῶτος νικήσας καὶ μόνος, οὐχ ὥσπερ τοὺς ὑπάρχους Μιλτιάδης πρῶτον Μαραθῶνι καὶ Παυσανίας ὕστερον Πλαταιᾶσι. μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαραθῶνι καὶ τῷ χρόνῳ πρεσβεύοι, τὰς δὲ Θεμιστοκλέους πράξεις αὐτὰς ἐφ' αὑτῶν λογίζοιτο, ὡς τοῖς μὲν χρόνοις ὕστερον πραχθείσας τῆς μάχης τῆς Μαραθῶνι, τὴν δ' ἀρχὴν οἴκοθεν ἐσχηκυίας ἀπὸ τῆς ἐκείνου συνέσεως καὶ πολιτείας. οὐδὲν γὰρ πρότερον παραπλήσιον τοῖς Ἕλλησι μὴ ὅτι ἐπέπρακτο, ἀλλ' οὐδὲ ἤλπιστο. οὕτω καὶ τὸν Μιλτιάδην καὶ τὸν Παυσανίαν καὶ τὸν Κίμωνα παρέρχεται· καὶ γίγνεται τριῶν ἀντάξιος, οὐκ ἀρτοποιοῦ καὶ μαγείρου καὶ καπήλου, ἀλλ' ἀνδρῶν γενομένων τι τοῖς [197] Ἕλλησι. μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται. οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο. καὶ ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς ὕστερον νίκην, τοσούτῳ μειζόνως τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσίν τε καὶ πρόνοιαν κοσμεῖ. εἰ γὰρ πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν παρέσχεν ὅμως θόρυβον τοῖς Ἕλλησι, καὶ ταῦτ' ἤδη παραδειγμάτων αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑστηκότων, ὅσῳ κρείττοσιν εἶναι προσήκει τῶν βαρβάρων, καὶ προσέτι ὑπάρχου βασιλέως, ἀλλ' οὐκ αὐτοῦ βασιλέως ἐμμείναντος, ἦ που τὸν πυρφόρον οὐδ' ἂν εἷς ἔγνω πρὸς ἅπαντας μὲν ἀγωνιζόμενον, ἀλλ' οὐ μέρος, βασιλέως δ' ἐφεστῶτος τοῖς πράγμασιν, οὐδενὸς δὲ ὥς γ' ἐν τοῖς παροῦσιν ὅτῳ θαρρήσουσιν ὑπάρχοντος, κακῶν δ' ἀπαθοῦς καὶ μετ' ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ, καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπηρμένου, καὶ μόνον οὐκ ἐν τοῖς ὀφθαλμοῖς ἔχοντος ὅτι καὶ τούτους πάντας αὐτίκα δὴ κεῖσθαι δεήσει. ἀλλὰ ταῦτα πάντα ἡ Θεμιστοκλέους, ὥς φησι Πλάτων, διακονία καὶ κολακεία, ὡς δ' ἡ κοινὴ ψῆφος τῶν Ἑλλήνων, σοφία καὶ πρόνοια διεκώλυσε καὶ τάξιν πᾶσι τοῖς ἔργοις ἐπέθηκεν. ὥστ' οὐ μόνον ἐξ ὧν αὐτὸς ἡγούμενος κατώρθωσεν, ἀλλὰ καὶ ἐξ ὧν τοῖς ὕστερον αἴτιος τοῦ κατορθῶσαι τὰ ἐφ' αὑτοὺς ἥκοντα ἐγένετο, οἷον τῷ Παυσανίᾳ, τῷ Κίμωνι, τοῖς ἄλλοις, δικαίως ἂν τῆς παρὰ πάντων εὐφημίας τυγχάνοι. ἢ [198] κομιδῆ γ' ἂν, ὦ Πλάτων, ἀδικοῖμεν, εἰ τὸν ἔργων φιλανθρώπων οὕτως εἰς τοὺς Ἕλληνας ὑπάρξαντα μηδὲ ῥήματος τῶν ἐπιεικῶν τολμήσομεν ἀξιῶσαι.
Ἐμοὶ μὲν οὖν οὐδὲν φαυλότερος οὐδ' ἀτιμότερος δοκεῖ Θεμιστοκλῆς γενέσθαι στρατηγῶν Ἀθηναίων ἢ Σωκράτης συστρατευόμενος ἐπὶ Δηλίῳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐν Ποτιδαίᾳ. καίτοι σύ γ' ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ θαρρούντως ἀπῄει, καὶ καταφανὴς ὢν ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται. οὔκουν δεινὸν ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες, ἐξάγομαι γὰρ εἰπεῖν, Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δὲ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἅπασα ἀπέλαυσεν ἡ Ἑλλὰς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρείας ἔστ' ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; ὃς καὶ ὅτ' ἀπ' Εὐβοίας ἀνεχώρει νενικηκὼς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον ἡ σωτηρία. τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθ' ἕνα ἡμᾶς σώζουσι, καὶ τότ' ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον ‑ ; ἀλλ' ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον, ὑπονοεῖν δ' ἔστι τό γ' ἐκ τοῦ λόγου συμβαῖνον. ἐγὼ δ' ἐκεῖνον ἂν ᾤμην ἀμείνω καὶ δικαιότερον τὸν λόγον εἶναι, κἀκείνως λέγοντά τιν' οὐκ ἂν ἁμαρτάνειν ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες καὶ τὴν Ἑλλάδα οἱ τότε σώσαντές εἰσιν οὗτοι, διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς, ἥπερ μεγίστη καὶ καλλίστη δύναμις [199] ἀνθρώπου, διακονῆσαι τοῖς κρείττοσι. τοῦτ' οὖν, ὦ θεία κεφαλὴ, προσήκει λέγειν, κἀγὼ φαίην ἂν ἐκείνους γενέσθαι τοὺς ἄνδρας ὑπηρέτας καὶ διακόνους, οὐ τοῦ δήμου τῶν Ἀθηναίων, πόθεν; οὐδ' ἀνθρώπων οὐδενὸς, εἰ μὴ τὸ προεστάναι καὶ τὸ κελεύειν διακονεῖν καὶ ὑπηρετεῖν εἶναι δεῖ λέγειν. ἔτι τοίνυν οὐδὲ τοῖς γονεῦσι χάριν ἄν τις ἔχειν ἐῴη τοῖς λόγοις τούτοις, οὐδ' εἰς εὐεργεσίας τιθέναι μέρος, οἳ τοῦ ζῆν καὶ σώζεσθαι παρέσχον ἡμῖν τὰς ἀρχάς. εἰ δὲ δὴ καὶ τὸν Εὐριπίδην μάρτυρα ἐπάγοιτο λέγοντα ὅτι
ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους
τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακὰ, ἦ που σφόδρα ἄν τι δόξειε λέγειν. ἀλλ' οἶμαι τῶν μὲν πραγμάτων οἷς ἐτυγχάνομεν καὶ τοῦ χεῖρον ἢ βέλτιον βιῶναι τὸν δαίμονα καὶ τὴν τύχην αἰτιώμεθα, καὶ νὴ Δί', εἰ βούλει, προστίθει τὸ καὶ ἡμᾶς αὐτοὺς δεῖν, οὐδὲν γὰρ βλάβος τῷ λόγῳ, τοῖς δ' ὑπηρετήσασιν εἰς τὴν γένεσιν καὶ δι' ὧν πρῶτον ἤλθομεν εἰς φῶς, τούτοις τὴν πρώτην καὶ μεγίστην χάριν ἡγούμεθα δεῖν ἔχειν μετὰ τοὺς ἔτι τούτων προτέρους θεούς. εἰ τοίνυν τοῖς γονεῦσι δι' αὐτὸ τὸ εἶναι μόνον τοσαύτην ἔχομεν χάριν καὶ ὁμολογοῦμεν ὀφείλειν χρέα πάντων χρεῶν πρεσβύτατα, πῶς οὐ Μιλτιάδῃ γε καὶ Θεμιστοκλεῖ πλέον τι πεπρᾶχθαι χρὴ δοκεῖν, οἵτινες οὐ τοῦ ζῆν μόνον οὐδὲ τῆς σωτηρίας αἴτιοι τοῖς Ἕλλησι κατέστησαν, ἀλλὰ καὶ βελτίους ἀντὶ χειρόνων ἐν αὐτοῖς οἷς ἔπραττον εἴθιζον εἶναι; ἄτοπον δέ μοι φαίνεται, εἰ μὲν συμμάχους τινὰς ἢ φρούριον προὔδοσαν, ἢ ναῦν μίαν ἢ δύο, ἢ φυγῆς αἴτιοί τισιν ἢ θανάτου κατέστησαν, πολλοῖς ἂν καὶ πυκνοῖς ἐλαύνειν αὐτοὺς τοῖς ῥήμασι καὶ μετ' Εὐρυβάτου καὶ Φρυνώνδου καταλέγειν, ὥσπερ τὸν Ἀρχέλαον κακοδαίμονα δή που καὶ ἄθλιον προσείρηκεν, ἀποκτείναντα οὓς οὐ προσῆκεν, ἐπεὶ δ' ἅπαντας μὲν ἠλευθέρωσαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν [200] προκινδυνεύοντες, ἔσωσαν δὲ οὐ μόνον τὰ σώματα καὶ τὰς ψυχὰς τῶν ἑαυτοὺς παρακαταθεμένων, ἀλλὰ καὶ πόλεις καὶ χώραν καὶ πολιτείαν καὶ ἔθη καὶ νόμους καὶ τὴν ἐπωνυμίαν αὐτὴν τοῦ γένους, ἀνδρείας δὲ καὶ δικαιοσύνης οὐδ' ὁτιοῦν ἀπέλιπον, μείζω δὲ ἢ παρέλαβον παρέδοσαν τὴν Ἑλλάδα, τοῖς δὲ θεοῖς πρέποντα χαριστήρια τούτων ἀπήγαγον, διεγένοντο δ' ὡς εἰπεῖν πανηγυρίζοντες καὶ ταῖς πράξεσι καὶ τοῖς πολιτεύμασι καὶ φανερὰν ἅπασι τὴν ἑαυτῶν ἀρετὴν, ἣν εἴς τε θεοὺς καὶ ἀνθρώπους εἶχον, κατέστησαν, τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι· καὶ τοὺς μὲν ἰατροὺς τῶν μαγείρων φάσκειν εἶναι βελτίους ὅτι σώζουσι, τοὺς δὲ τῆς σωτηρίας τῶν Ἑλλήνων προστάντας μὴ τοῖς ἰατροῖς ἀπεικάζειν, ἀλλὰ τοῖς ὀψοποιοῖς. καὶ μὴν εἰ μηδὲν βελτίους ἐποίουν, ἔσωζον δὲ, ἰατρῶν ἓν τοῦτό γ' ἐποίουν, οὐκ ὀψοποιῶν. ὥστε τῶν ἰατρῶν οὐδὲν ἦσαν χείρους. πῶς οὖν οὐδενὸς ἦσαν ἄξιοι τοῖς Ἕλλησιν; οὐκ ἂν ταῦτα συγχωρήσειε Πλάτων αὐτὸς αὑτῷ. ἑτέρωθι γοῦν, οὗ μηδεμία ἐστὶ φιλονεικία, λέγει ταυτί· λέγει δὲ ὑπὲρ Σικελιωτῶν ἀνδρῶν, ἀρχήν τινα πράττων αὐτοῖς βασιλικὴν, ὡς ἂν δὴ Δίων αὐτὸς ὢν Ὧν οἱ πρόγονοι φησὶ τό γε μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστ' ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ' ἐλπὶς ἐλείπετο ἂν οὐδαμῆ οὐδαμῶς.
[201] Οὐκοῦν ἐν τούτοις ἐπαινεῖ τοὺς τῆς σωτηρίας αἰτίους τοῖς Ἕλλησι καταστάντας, καὶ χάριτάς γέ φησι δεῖν ἐκτίνειν αὐτοῖς, καὶ ταύτας οὐ φαύλας, ἀλλ' οἵας οὐδ' ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε, καὶ πρὸς τὸν δυσχεραίνοντά φησιν ὅτι τὸ μέγιστον ἔσωσαν οἱ πρόγονοι ἀπὸ βαρβάρων τοὺς Ἕλληνας. οὐκοῦν ἢ 'κεῖν' ἀπαλείφειν προσῆκεν, ἢ ταῦθ' ὑπ' ἐκείνων ἐξελήλεγκται. οὐ γὰρ ἐκεῖνό γ' ἔστιν εἰπεῖν ὡς τοῖς μὲν τοὺς ἐν Σικελίᾳ σεσωκόσι τῶν Ἑλλήνων χάριτας καὶ δωρεὰς εἰκὸς ὑπάρχειν, τοῖς δ' ἅπασαν μὲν τὴν ἀρχαίαν Ἑλλάδα, καὶ τῆς δ' αὐτῆς ὁδοῦ τῆς πολιτείας καὶ Σικελίαν καὶ Ἰταλίαν καὶ τοὺς ὅπου δὴ γῆς καὶ θαλάττης Ἕλληνας, τούτοις οὐδὲ λόγου δεῖ μετεῖναι φιλανθρώπου, οὐδ' ὡς χρηστοί γ' ἦσαν ἀκούειν ὑπάρχειν. καὶ μὴν αὐτός γε σὺ φῂς οὐ τῶν ἐν Κυρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι. εἶτα σὺ τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δωρεῶν, αὐτοὺς κακῶς λέγειν ἠξίωσας, καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις, ἅμα δὲ τοὺς τῆς ἐλευθερίας αἰτίους τοῖς Ἕλλησι ψέγεις. κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου, ὡς οὐδ' ἡ ἐλευθερία πάνυ τι σεμνὸν, ἀλλὰ καὶ πολλοῖς ἄμεινον ἀκούειν ἑτέρων ἢ ἐλευθέροις εἶναι. καλῶς. ἆρ' οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι; καὶ μὴν οὐ πόρρωθεν, ἀλλ' ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν. ἔτι δ' οὐ Διοσκούροις, οὐδὲ Θησεῖ τῷ Ποσειδῶνος, οὐδ' Ἡρακλεῖ τῷ κοινῷ πάντων προστάτῃ, οὐδὲ τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμιθέων ὑπακοῦσαι κίνδυνος ἦν, ἀλλ' ἀνθρώποις ὕβρεων καὶ κακῶν μεστοῖς, ὑφ' ὧν ἀγαθὸν [202] μὲν οὐδ' ὁτιοῦν ἔμελλον δή που μαθήσεσθαι, πάντα δὲ πείσεσθαι τὰ αἴσχιστα καὶ δεινότατα. ὥστε πῶς οὐκ ἂν αἴσχιστα πραγμάτων συνέβη, εἰ πρότερον τοὺς Ἡρακλείδας εἰς ἐλευθερίαν ἀφαιρούμενοι τότ' αὐτοὶ τοῖς βαρβάροις ὑπέκυψαν ἐν φαύλῳ θέμενοι; ἀλλὰ μὴν εἰ μήτ' αὐτοὶ δουλεύειν ἄξιοι μήθ' οἱ ἐπιόντες βελτίους ἐκείνων, ὅ τε κίνδυνος περὶ τῶν ἐσχάτων κρατηθεῖσι, πῶς οὐκ ἐνταῦθα εἴπερ που καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους; ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα. εἰ δὲ τοῦτο παντὶ γνώριμον καὶ πᾶσι ταῦτ' ἦν ἄριστα καὶ σπουδαιότατα καὶ μόνα τοῦ λόγου τοῦ βελτίονος καὶ τῆς πολιτικῆς ἀρετῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπ' ἔσχατον ἥκοντα, πῶς τούς γε εἰς ταῦτα παρασχόντας ἑαυτοὺς καὶ βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν ὀλίγου τινὸς ἀξίους ἢ τοῖς πολίταις ἢ τοῖς Ἕλλησι νομιστέον; καὶ μὴν οὐδ' ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς· οἵ γε πρὸς μὲν τοὺς βαρβάρους οὕτως εἶχον ὥστε μηδὲ φωνὴν ἐθέλειν ἀκούειν, πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως ὥσθ' εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις, προέχοντες πλεῖστον ὁπόσον αὐτῶν. καὶ γάρ τοι παρ' ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο. οὕτως οὐκ ἄνευ δικαιοσύνης οὐδὲ σωφροσύνης, ὦ Πλάτων, ἐνέπλησαν τὴν πόλιν συμμάχων καὶ φόρων καὶ φλυαριῶν, ὡς σὺ φῂς, ἀλλ' ἀπὸ σώφρονος καὶ δικαίας καὶ θαυμαστῆς ἀρξάμενοι τῆς ἀρχῆς, καὶ τοὺς τῆς ἐλευθερίας ὅρους κάλλιστα ἐφύλαξαν, μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες τοὺς πολίτας, καὶ οὐ τὴν ἀνέδην, οὐδὲ ἣν οὑτωσί τις ἂν φήσειεν ἐλευθερίαν εἰσάγοντες, ἀλλὰ τὴν μετὰ τοῦ δικαίου καὶ τοῦ σωφρονεῖν.
[203]
Καὶ μὴν ὅτι γε οὐκ ἄτιμον οὐδὲ τοῦ τυχόντος ἀνδρὸς ἐλευθερῶσαι πατρίδα, μὴ ὅτι γε τὴν Ἑλλάδα, αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς, ἐπεὶ καὶ ταῦτα τῆς ἐκείνου ῥήσεως Ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ τῶν θεῶν βασιλέα στήσασθε πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρ' ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός. ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. ἆρ' ὀλίγου τινὸς ἢ φαύλου τίθησι Πλάτων ἐλευθέραν ποιῆσαι πόλιν, ἢ μέλλουσαν ἄλλων ἔσεσθαι κωλῦσαι; ὅτε τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι, καὶ ταῦτά γε τοῖς ἐκγόνοις, καὶ μικροῦ τῆς ἐλευθερίας αὐτοῖς παραχωρῆσαι, διότι αὐτῶν οἱ πρόγονοι τὴν ἐλευθερίαν ἐφύλαξαν, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας οὐ μόνον τοὺς πολίτας, ἀλλὰ καὶ σύμπαν τὸ τῶν Ἑλλήνων γένος ἕν τι τῶν δεινοτάτων, μηδ' αὐτοῦ τοῦ δοκεῖν ἐλευθέρους εἶναι μετέχειν ἐᾶν, ἀλλ' ἣν ἔργῳ τοῖς ἄλλοις διετήρησαν, ταύτης αὐτοὺς τὸ γιγνόμενον τῆς ἐλευθερίας ἀφαιρεῖσθαι. φέρε δὴ κἀκεῖνο σκεψώμεθα, ὅσῳ καὶ κατὰ τοῦτο Μιλτιάδης καὶ Θεμιστοκλῆς Δίωνος δικαιότεροι καὶ βελτίους τὰ πολιτικὰ καὶ τὸ ἴσον μᾶλλον φυλάττοντες, εἴ γε οἱ μὲν ἀντ' ἐκείνων τῶν ἔργων οὐδὲν πλέον ᾔτησαν οὔθ' αὑτοῖς οὔτε παισὶν, ἀλλ' ἐξαρκεῖν ὑπελάμβανον εὖ πεποιηκέναι τοὺς Ἕλληνας, Δίων δὲ, ὡς σὺ φῂς, καὶ τοιούτων δωρεῶν προσεδεῖτο, ἐν αἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους, μὴ ἐφ' ἑκάστου τῶν καιρῶν μηδ' ἐπὶ τῶν πραγμάτων αὐτῶν, ὅτι βέλτιον τῶν ἄλλων φρονοῦσιν ἢ λέγουσι πειθομένους, ἀλλ' εἰσάπαξ στησαμένους βασιλέας, κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν. ἆρ' οὐ πανταχόθεν σαυτὸν ᾕρηκας; ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ τῆς γεωμετρίας ἐκεῖνοι μὲν οὑτωσὶ μνημονεύοντες φαίνονται, Δίων δ' οὐχὶ, οὐδ' οἱ Δίωνος παῖδες, καὶ ταῦτα ὁμιλήσαντες [204] τῷ δεινοτάτῳ γεωμετρίαν Πλάτωνι. Τρίτον δὲ φησὶν ἡ ἐπιστολὴ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν ἑκόντα ἑκούσης τῆς πόλεως τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντ' ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. εἰ τοίνυν καὶ τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρχοντι στρατοπέδου καιρόν ἐστιν ἔχον διαλλάττεσθαι, ἐὰν βούληται βασιλεὺς ἀντὶ τυράννου γίγνεσθαι, ἐλεήσας πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, ἦ που τοῖς γε τῶν Ἑλλήνων εὐεργέταις καὶ δι' οὓς ἱερὰ καὶ τάφοι καὶ πάντα ἐσώθη καὶ οὐκ ἐπίχαρτος ἡ Ἑλλὰς τοῖς βαρβάροις ἐγένετο, εἰκὸς ἦν σπείσασθαι, καὶ τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι, εἰ καὶ μηδὲν εἶχεν ἔργῳ νεῖμαι πλέον. φέρε γὰρ πρὸς θεῶν εἰ ὅτε ἦν ἐκεῖνα τὰ πράγματα, ὁ Θεμιστοκλῆς καλούντων αὐτὸν τῶν Ἀθηναίων καὶ βοηθεῖν ὅ τι ἔχοι κελευόντων, ἄλλο μὲν οὐδὲν ᾔτησε, μήτε τυραννίδα μήτ' ἔννομον βασιλείαν, τοσοῦτον δὲ μή τι διάκονός γε ὑπ' αὐτῶν κληθῆναι, μηδὲ τοιοῦτον ὄνειδος λαβεῖν, ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς, εἰ παρὼν ἔτυχε Πλάτων, τί ἂν τοῖς Ἀθηναίοις συνεβούλευσεν ὁ τοῖς Συρακοσίοις ταῦτα συμβουλεύων; ἆρ' οὐ μετρίαν νομίσαι τὴν πρόκλησιν τοῦ Θεμιστοκλέους καὶ δοῦναι τὴν χάριν; ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος. οὐκοῦν ἄτοπον μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων καὶ ὅπως πραχθείη καὶ μόνον ταῦθ' ὑπὲρ πάντων ὑπισχνεῖσθαι, ὄντων δὲ καὶ πεπραγμένων καὶ τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας, ὅμως ὑβρίζειν ἐπιχειρεῖν, καὶ μήθ' ἱερὰ μήτε τάφους αἰσχύνεσθαι μήτ' ἐπιγράμματα, ἀλλὰ κακῶς λέγειν ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν; καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ [205] πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν τὴν αὑτοῦ δεικνύναι καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τῷ τειχίῳ· ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις, ἐν τούτοις μὲν οὐ τοῖς λόγοις, ἑτέρωθι δὲ, φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου καὶ μὴ μάχεσθαι μένοντας. ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα, Θεμιστοκλῆς δὲ οὐδὲν ἄλλο ἢ φεύγειν ἠπίστατο. ἐγὼ δ' εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχ' ἄν τι τούτους ᾤμην εἶναι τοὺς λόγους· ὅτε δ' ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν, ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι; ἀρχὴν δ' ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δ' αἰσχρόν· ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενός· ὥσπερ ἂν εἴ τις τὴν θάλατταν ἐξαιροῖ τῶν ὄντων, ἢ μάτην γενέσθαι λέγοι καὶ διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος. τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγορήσομεν αὐτῶν, ὅτι χρῶνται ἐπεισάκτῳ τῷ πλέονι καὶ προσδέονται θαλάττης, ἐξὸν τῇ χώρᾳ στέργειν ἣν γεωργοῦσιν, ὦ θειότατε ἀνδρῶν· τοῦτο μὲν ἔστ' ἀπολωλέναι λιμῷ. καὶ μὴν εἴ γε ἡ τοῦ σίτου κομιδὴ κατὰ θάλατταν αὐτοῖς ἀναγκαῖον καὶ σωτήριον, τῆς αὐτῆς ἕνεκα σωτηρίας καὶ τότε τῇ θαλάττῃ προσεχρήσαντο καὶ προσῆν ἡ τοῦ καλοῦ μερὶς τῇ χρείᾳ. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἔστιν εἰπεῖν ὡς τὸν μὲν σῖτον ἔδει κατὰ θάλατταν αὐτοῖς φοιτᾶν, τῆς δὲ σιτοπομπίας οὐ χρῆν προϊδεῖν ὅπως ἔσονται κύριοι. οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπίστασθαι.
Πῶς οὖν ὁ ταῦτα συμβουλεύων περιειργάζετο, ἢ πῶς οὐχ ἡρμόττετο πρὸς τὴν φύσιν τῆς χώρας, ἵνα καὶ τοῦτο προσθῶμεν; ὅμοιον δ' ἄν μοι δοκοῦμεν ποιεῖν εἰ ταῦτα κατηγοροῖμεν, ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς [206] μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν. τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν; ἀλλ' ὅμως ἐῶ ταῦτα Πλάτωνος χάριν. ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο, ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν; καίτοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δή που τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο· ὧν τοὺς πλείους εἶναι χρὴ δοκεῖν τῶν Μαραθῶνι κινδυνευσάντων. εἰ δὲ διπλοῦν ἀνθ' ἁπλοῦ τότε κίνδυνον μετέλαβον, τὸν μὲν πρὸς τοὺς πολεμίους, τὸν δὲ κατ' αὐτὴν τὴν θάλατταν, οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι. ἀλλ' ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας. ἔστω πᾶν ἁμάρτημα, εἴ τις ἄλλος πόρος ἦν τοῖς πράγμασι σωτηρίας. εἰ δ' ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιὰ, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλ' οἱ μὲν ἑκόντες προσετίθεντο, οἱ δὲ ἄκοντες ἤγοντο, οἱ δ' ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ, μόνοι δ' ἔξω κατελείποντο Ἀθηναῖοι, πρὸς δὲ τούτοις ἐκάλουν μὲν κἀνταῦθα τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ, καὶ προκινδυνεῦσαι τῶν ὑπολοίπων ἐκέλευον μεθ' ἑαυτῶν ἀπαντήσαντας εἰς τὴν Βοιωτίαν, ὑπήκουε δὲ οὐδεὶς, ἀλλ' ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον, ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; ἢ τί τὰ μηδαμῆ συμβαίνοντα κατηγοροῦμεν; ἐγὼ μὲν οὐ τοσαύτην αἰσχύνην ἔχειν ἡγοῦμαι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ὥσθ' αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι, ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμ' ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι, τὸ κατεργάσασθαι πρᾶγμα τοσοῦτον καὶ στῆσαι τρόπαιον κοινὸν ἁπάντων ἀνθρώπων ὡς εἰπεῖν καὶ κατὰ παντὸς τοῦ χρόνου. δοκοῦσι γὰρ ἔμοιγε οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικῆσαι τῇ τόθ' ἡμέρᾳ, οὐδὲ τοὺς παρόντας τῶν Ἑλλήνων, ἀλλὰ καὶ πάντας [207] ἀνθρώπους μεγέθει τόλμης καὶ νίκης σεμνότητι παρελθεῖν. εἰ γὰρ ἓν ἐξ ἁπάντων εἰπεῖν δεῖ τῶν εἰς μνήμην ἡκόντων, μέγιστον ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως.
Μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῆ γε ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλ' ὅπου ποτ' ἂν ὦσιν ἄνδρες αὑτοὺς σώζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο, ἀλλὰ μετασκευάζειν ὥσπερ ἐν σκηνῇ πρὸς τὸ παρεστός· οὐδὲ γὰρ ἐν τοῖς δράμασιν οὐδένα τῶν ἀγωνιστῶν ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν, ἐὰν πρὸς τὸ παρὸν μεταμπίσχηται· καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλαττίων σχῆμα προσθέσθαι καὶ δεῖξαι τὴν πόλιν ἐν τούτῳ. διὰ ταῦτα τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο, τὴν δ' ἀξίαν κάλλιστα ἀνθρώπων διεσώσατο, καὶ πρότερον τείχη καὶ ἑστίας καὶ νεὼς ἢ τὴν τοῦ φρονήματος τάξιν προὔλιπε καὶ ἃ πεπεικὼς αὑτὸν ἦν. ᾔδει γὰρ ὅτι, εἰ μὲν ἐκείνων ἀντέχοιτο καὶ περὶ αὐτὰ φιλοψυχοίη, ταχέως κἀκείνων στερήσεται καὶ τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ καὶ πάσας εἰσάπαξ τὰς ἐλπίδας ἐκβαλεῖ, εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν καὶ τόν γε αὐτῆς τῆς κρίσεως χρόνον ἐκσταίη, καθάπερ τις ἀγωνιστὴς ἐπ' ἄθλοις ἀποδημῶν ῥᾳδίως ἤλπιζεν, ὥσπερ τότε τὴν θάλατταν ἀντὶ τῆς γῆς ᾑρεῖτο, οὕτω πάλιν ἐκ τῆς θαλάττης εὑρήσειν καὶ τὴν χώραν καὶ τὴν πόλιν καὶ οὐδὲν χείροσι χρήσεσθαι. ταῦτα δὲ ἐνθυμηθεὶς τοὺς δρομέας ἐμιμήσατο τοὺς ἐκ πολλοῦ τοὺς πρόσθεν αἱροῦντας· καὶ παραχωρήσας οὐ μόνον τῆς Ἀττικῆς, ἀλλὰ καὶ τῆς γῆς ἁπάσης Ξέρξῃ καὶ προλαβεῖν ἐάσας, καὶ τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει, περιέτρεψεν ἁπάσας αὐτῷ τὰς ἐλπίδας, καὶ [208] τὴν Ἑλλάδα ἐρρύσατο, οὐ ναύτας ἀνθ' ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι, οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν, οὐδ' ἵνα τὸν πάντα χρόνον τὴν θάλατταν οἰκῶσιν, ὥσπερ τὸν Γλαῦκόν φασι τὸν Ἀνθηδόνιον, ἢ τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους, ἀλλὰ τοὐναντίον πᾶν, ὦ θαυμάσιε, ὅμως μηδὲν πλῆθος τῶν πολεμίων φοβῶνται μηδὲ φεύγωσιν, ἀλλὰ κἂν τὴν γῆν ἅπασαν δέῃ προλιπεῖν, κἂν τῶν σωμάτων αὐτῶν ἀποστῆναι, ῥᾳδίως ὑπομένωσιν ὑπὲρ τοῦ κρείττονος, καὶ μὴ τοῖς κτήμασι δουλεύωσι μηδ' ἱκανὴν πρόφασιν μηδεμίαν νομίζωσι τοῦ γενέσθαι χείρους, μὴ πλῆθος πολεμίων, μὴ ἰσχὺν, μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρηκότας, μὴ πάντ' ἄνω καὶ κάτω γιγνόμενα, ἀλλὰ καὶ θάλατταν οἰκειοτέραν καὶ πάντα κίνδυνον ἀνεκτότερον ἡγῶνται τοῦ ζῆν μετ' αἰσχύνης. τοῦτο καὶ ὁπλίταις ἀγαθὸν παράδειγμα καὶ ἱππεῦσι καὶ τοξόταις καὶ τριηρίταις καὶ πᾶσι πόλεως πληρώμασιν. οὐ χρὴ, φησὶ, τοῖς ἐναντίοις διδόναι τὰ νῶτα οὐδὲ αἰσχρὰν σωτηρίαν ζητεῖν, οὐδ' ἀφέντας τοὺς περὶ τῶν δικαίων λογισμοὺς ἐφεῖναι τῷ φέροντι, οὐδὲ φεύγειν ὅπως τις μὴ μάχηται. οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν, οὐδ' ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν, καίτοι τῶν μάντεων κελευόντων, ἀλλ' ἔμενον τὰς τριήρεις ἔχων, οὗ καιρὸς ἦν ὑπὲρ τῆς Ἑλλάδος ἀντιτάξασθαι. καὶ ἐπειδὴ τἀν τῇ γῇ κατείληπτο, ἤρκει μοι τῆς θαλάττης μικρὸν μέρος· καὶ σοὶ, φησὶ, παραινῶ μένειν καὶ σώζειν τὴν τάξιν, ἐάν τε ὁπλιτῶν ἀγῶνα ἀγωνίζῃ ἐάν τέ τιν' ἱππέων ἄν θ' ὁντινοῦν. ἐὰν δὲ καὶ πάντων ἐξείργῃ, γενοῦ μοι θαλάττιος [209] τοῦτον τὸν χρόνον, ἐνταῦθ' ὁπλίτευσον, προβαλοῦ τὴν ἀσπίδα ἀπὸ τῆς νεὼς, εἰ δ' οἷόν τε καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε. ταῦτα ἐδίδασκε Θεμιστοκλῆς, καὶ τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν· διὰ ταῦτα κενὴν ἀνθρώπων ἠξίωσε τὴν χώραν πρότερον ποιῆσαι ἢ ληφθέντα τινα ἐν αὐτῇ δουλεῦσαι. τούτων οὐ γεγόνασι λογισμοὶ καλλίους οὐδὲ πράγματα ἐντιμότερα, οὐδὲ μᾶλλον ὁμοῦ σύνεσιν καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν ἔχοντα· ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν. ἀπελθόντων γὰρ τῶν βαρβάρων, εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω καὶ συνῴκιζε κατὰ τὰ πρότερα, καὶ μείζω γε τὸν περίβολον, ὥς φασιν οἱ ἐξηγηταὶ, ἐξήγαγε πανταχῆ, τειχίσαι τε δεῆσαν μόνος ἐξ ἁπάντων εὗρεν ὅπως δυνήσονται. πῶς οὖν αὐτοὺς φεύγειν εἴθισεν, ἢ κατὰ ποίαν τύχην, ὅς γε ἐν μὲν τοῖς ἐσχάτοις κινδύνοις ὄντας αὐτοὺς διώκειν, οὐ φεύγειν εἴθισε, νικήσαντας δὲ καὶ τὰ μέγιστα εὖ πράττοντας καὶ παρὸν ἥντινα βούλονται χώραν καὶ πόλιν αὐτοὺς λαβεῖν, εἰς τἀρχαῖα ἐπανῆγε, καὶ οὐκ εἴα τῶν ὑπαρχόντων ἀμνημονεῖν; πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθ' οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρ' οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ [210] μοχθηρὲ μελαγχολᾷς, εἶπες δ' ἂν οὑτωσί πως, ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδ' ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδ' ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατ' ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλ' οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν; ταῦτ' ἂν εἶχες, οἶμαι, λέγειν, ὥσπερ καὶ ἡμεῖς ὑπὲρ Θεμιστοκλέους, ὅτι οὐκ ἦν ἄλλως τοῖς Ἕλλησι σωθῆναι. καὶ μὴν οὐδ' ἐκεῖνό τις ἂν φήσειεν ὡς ὑπὲρ μὲν τῶν Δίωνος πραγμάτων ἔδει πλεῖν εἰς Σικελίαν καὶ μήτε γῆρας μήτε κίνδυνον μήτε τὸ πολλάκις ἐξηπατῆσθαι μήτ' ἄλλο μηδὲν ὑπολογίζεσθαι πρὸς τὸ δίκαιον καὶ τὴν ἐκείνου χρείαν, ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμάτων οὐκ ἄρ' ἔδει ταῖς ναυσὶ χρήσασθαι, ἀλλ' ἀναίνεσθαι τὴν θάλατταν. οὐδ' ἂν εἷς ταῦτα φήσειεν. ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε, ὥς φασιν οἱ ποιηταὶ, τὴν χίμαιραν ἐχειρώσατο οὐκ εἰς τὴν θάλατταν ἐμβὰς, ἀλλ' εἰς τὸν ἀέρα ἀναβὰς ἐπὶ τοῦ Πηγάσου, καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι, ὅς γε καὶ λόχους ὅλους διαφθείρειν ἐδόκει δύνασθαι. ἀλλ' οἶμαι πρὸς τὸ πῦρ οὐκ ἦν χαμόθεν ἀντισχεῖν. οἶδα δὲ ὑπὲρ Θεμιστοκλέους ὅτι κἂν εἰ τὸν Δαίδαλον οἷός τ' ἦν μιμήσασθαι καὶ πτερώσας ἑαυτὸν ὑπὲρ τῶν Ἑλλήνων ἐπιθέσθαι τῷ βαρβάρῳ, οὐδὲ τοῦτο ἂν ὤκνησεν, ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε. Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς μάχην μαχομένους οὐκ ἐθέλειν μένειν, ἀλλ' ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέρον αὑτοῖς. ἐῶ γὰρ Σκύθας ὅσα δὴ φεύγοντες νενικήκασιν. ὅπου τις πλέον ἕξειν ἡγεῖται, ἐνταῦθα ἀμυνέσθω τοὺς πολεμίους, ἄλλως τε κἂν μηδὲν τῶν μειζόνων παραβαίνῃ δικαίων. εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι, ἐπεὶ δὲ καὶ θεὸς [211] ταῦτ' ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δ' ἄν τις συνίοι τὸ λοιπόν.
Ὁ δ' οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. ἢ πρὸς τῶν θεῶν αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δ' οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; τίν' οὖν ἦν τὰ χρησθέντα; ἄρχεται μὲν ἄνωθέν ποθεν, ἔπειτά ἐστι τοῦτο ὃ πάντες θρυλοῦσι
Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.
ἆρά γε καὶ μόνον τοῦτο εἴρηκεν ὁ χρησμός; οὒκ, ἀλλ' ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ. τίς οὖν ἔσθ' αὕτη;
Μοῦνον ἀπόρθητον τελέθειν· ἵνα μὴ τοῦθ' οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι ἢ κατὰ γῆν νικῆσαι ἢ κατὰ θάλατταν, μηδὲ τρυφῶσιν, ἀλλ' εἰδῶσιν ὅτι ἐν ταῖς ναυσὶν ἅπαντα τὰ πράγματα ἕστηκε καὶ ἄλλως οὐκ ἔνεστι σώζεσθαι. ἔτι δὲ αὐτὸ μειζόνως ηὔξησεν ἐν τοῖς ἐφεξῆς, ἅτ' ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δή που. προσέθηκε γὰρ
τὸ σὲ τέκνα τ' ὀνήσει,
τί τοῦτο λέγων τὸ σὲ τέκνα τ' ὀνήσει; οὐ διὰ τοὺς παῖδας οὓς εἰς Τροιζῆνα ὑπεξέθεντο ἐμοὶ δοκεῖν, ἀλλὰ καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι. οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις. εἴ ποτε γὰρ εὖ πράττοιεν, [212] κατὰ ταύτας εὖ πράττειν αὐτοῖς περιῆν ὅλως. καὶ οὐδ' ἐνταῦθ' ἔστη τῆς δημηγορίας, ἀλλ' ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις ἔγκειται πάσας φωνὰς ἀφιεὶς καὶ λέγων ἐκ τοῦ εὐθέος ἤδη
Μηδὲ σύ γ' ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπ' ἠπείρου στρατὸν ἥσυχος, ἀλλ' ἀναχωρεῖν.
εἶτ' ἐστὶν ἀκροτελεύτιον
ἔτι τοί ποτε κἀντίος ἔσσῃ.
καὶ ἔγωγ' ἡδέως ἂν ἐροίμην τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κωμικῶν, καὶ μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας, εἰ κατ' ἐκείνους τοὺς χρόνους ἦν ἡμῖν Πλάτων, καὶ αὐτῷ τὰ πράγματα ἐπετέτραπτο, εἶθ' ἧκεν ὁ χρησμὸς, τίνας ἂν λόγους λέγειν ᾤετο δεῖν, ἢ τί πράττειν ἠξίου τοὺς Ἀθηναίους. ἢ νὴ Δία, εἰ μὴ στρατηγῶν αὐτὸς ἐτύγχανε, τῷ γε Θεμιστοκλεῖ τί που ἂν συνεβούλευε; πότερον ταῦθ' ἅπερ αἱ μαντεῖαι, ἢ τἀναντία τούτων; εἰ μὲν γὰρ οὐκ ἔμελλεν εἴσεσθαι τὸν νοῦν τῶν χρησμῶν, οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι· εἰ δὲ γιγνώσκων καὶ συνιεὶς ἀντιλέγειν ἐπεχείρει, παντὸς μᾶλλον ἔργον διεπράττετο ἢ Πλάτωνος. δυοῖν γὰρ τοῖν ἐσχάτοιν ἀπόδειξις ἦν, ἀσεβείας εἰς τὸν θεὸν καὶ προδοσίας τῆς σωτηρίας οὐ μόνον τῆς πόλεως, ἀλλὰ καὶ τῶν Ἑλλήνων ἁπάντων. εἰ δὲ δὴ τὰ μάλιστα ἕτερα μὲν ὁ θεὸς προσέταττεν, ἑτέραν δὲ ἦγε Πλάτων, ποτέρῳ τὸν Θεμιστοκλέα πεισθῆναι προσῆκεν, ἢ ποτέρῳ μᾶλλον προσέχων ὀρθῶς ἂν ἔδοξε φρονεῖν; τουτὶ γὰρ ἕν μοι τῆς ἀπορίας διαλύσαντες σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν. ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μάχεσθαι. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἔχει λόγον τῶν μὲν ἐν τῇ Πλάτωνος πόλει καὶ πολιτείᾳ τελευτώντων τῇ Πυθίᾳ τὰς τιμὰς ἐπιτρέπειν αὐτὸν Πλάτωνα καὶ ταῦτα τίθεσθαι κύρια ἅττ' ἂν ἐκείνῃ δοκῇ, ἃ δ' ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας καὶ φυλακῆς τῆς πάσης Ἑλλάδος ἡ Πυθία προσέταξε, ταῦτα τῷ πεισθέντι καὶ [213] διοικήσαντι μέμφεσθαι. τρισὶ γὰρ τοῖς μεγίστοις φαίνεται σχεδὸν εἰς τὸν Θεμιστοκλέα μόνον ἐλθοῦσα τῶν Ἑλλήνων ἅπασα ἡ σωτηρία, τῷ τε κατ' ἀρχὰς συμβουλεῦσαι ποιήσασθαι τὰς τριήρεις, πρὶν καὶ προσδοκᾶν τινα τῶν πολλῶν ἥξειν τοὺς βαρβάρους, καὶ τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν καὶ τῷ ποῦ τῆς θαλάττης συνοίσει προϊδεῖν. εἴτε γὰρ μὴ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις, οὐδὲν ἂν ἦν ἄξιον τοῖς Ἕλλησι λόγου ναυτικὸν, οὐδ' ᾧ θαρρήσαντες ἔμελλον οἱ λοιποὶ συστήσεσθαι· ὥστε τῶν μὲν κατὰ γῆν ἀπόρων ὄντων, ἐν δὲ τῇ θαλάττῃ δυνάμεως οὐχ ὑπαρχούσης ἀπώλλυτ' ἂν ἀκονιτὶ πάντα τὰ πράγματα· εἰ δὲ αἱ μὲν νῆες ὑπῆρχον, ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πόλεμον διαφέρειν, οὐδ' οὕτω πλέον οὐδὲν ἦν. καὶ μὴν ἥ γε φύσις τῆς θαλάττης ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε. τοῦτο δ' ἦν ὁ δεινὸς ἀγὼν Θεμιστοκλέους καὶ ὁ προαγὼν ἐν τοῖς Ἕλλησιν αὐτοῦ μεῖναι καὶ παύσασθαι πρὸς τὸν Ἰσθμὸν βλέποντας. λέγουσι δέ τινες καὶ τέταρτον ὑπὲρ Θεμιστοκλέους ὡς πρὸς τῷ τόπῳ καὶ τὸν καιρὸν ἐξεῦρε, στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος. ὃ δὴ καὶ Φορμίων ὕστερον, ὡς ἔοικε, μιμησάμενος Λακεδαιμονίους περὶ Ναύπακτον κατεναυμάχησεν. οὕτω πολλοῦ δεῖ Θεμιστοκλῆς ἐθίσαι φεύγειν Ἀθηναίους ἢ διαφθεῖραι τὰ φρονήματα.
Ἀλλ' ἐπάνειμι πρὸς τὰ λοιπὰ τοῦ χρησμοῦ. εἶεν. τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεὸς καὶ πῶς κατεκόσμησε τὴν συμβουλήν;
Ὦ θεία Σαλαμὶς ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. καὶ ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε [214] τῶν δρωμένων καὶ νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε καὶ θεοὶ καὶ ἥρωες οἱ κοινοὶ τῶν Ἑλλήνων σύμμαχοι συνηγωνίζοντο, καὶ συνεναυμάχουν τιμῶντες ἔργῳ Θεμιστοκλέα, καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι. καίτοι ὅτε ἡ Σαλαμὶς τοῦτ' ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλης γέ τινος χώρας Σαλαμὶς τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλ' ὁ θεὸς τὴν ναυμαχίαν θείαν δι' ἐκείνης προσεῖπε· Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶς ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηρος δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς, ὁ δ' Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆς πρὸς ταῦτα ἥρμοστο κἀν τοῖς παροῦσι μόνος ταὐτὰ τοῖς θεοῖς ἐγίγνωσκε, πῶς οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλ' οὐ Πλάτων οὕτως, ἀλλ' ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ καὶ τοῖς καπήλοις εἰκάζει πᾶσι. πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο;
Φέρε δὴ κἀκεῖνο σκεψώμεθα, εἰ ὥσπερ τινὲς ἤδη λέγονται τῶν ἡρώων ἐν θεοῖς δικασταῖς κριθῆναι, οὕτω καὶ Θεμιστοκλῆς περὶ ὧν συνεβούλευσεν ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, ποτέραν ἂν ἤνεγκε τὴν ψῆφον ὁ θεὸς περὶ αὐτοῦ. πότερον τὴν καταγιγνώσκουσαν; ἀλλ' ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι. ὅπου γὰρ καὶ τὸν Ὀρέστην ἀφεθῆναι λόγος ἐν τοῖς ἄλλοις θεοῖς κρινόμενον εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα, ἦ που τόν γε παρ' αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα ὑπὲρ ὧν μετ' ἐκείνου κατέπραξεν [215] οὐδεὶς λόγος ἦν ἁλῶναι. εἶθ' ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν; καὶ εἰ μὲν Ἀθήνησιν ἐκρίνετο μηδεμιᾶς τοιαύτης λέγω μαντείας προϋπαρχούσης, ἔπειτ' ἔδοξεν ἐκείνοις ἐπιτρέψαι τῷ θεῷ καθάπερ πρότερόν φασι τὸ περὶ τῶν φυλῶν, εἰ καλῶς αὐτῷ βεβουλεῦσθαι ἀνεῖλεν, ἀφεῖσθαι λοιπὸν ἔδει, καὶ μηδενὶ μηδὲν ἐξεῖναι παρὰ ταῦθ' ἕτερον λέγειν· ἐπεὶ δ' ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς ὁ θεὸς καὶ πρότερον τὰς πράξεις ἐπῄνεσε, πρίν τινα ἀνθρώπων εἰδέναι εἰ πραχθήσονται, καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς καὶ τὴν γνώμην ἣν εἶχε προεξήνεγκεν, ὅμως οὐκ ἀπέσχηται Πλάτων, ἀλλ' ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε καὶ κατηγόρηκε τῶν πεπραγμένων, ἃ πρὶν γενέσθαι τῶν κρειττόνων τις ἐπῄνεσε. τί οὖν οὐ καὶ τοὺς Ἡρακλείδας, ὦ βέλτιστε, ᾐτιάσω, διότι οὐ κατὰ γῆν εἰς Πελοπόννησον εἰσῆλθον, ἀλλ' ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέντες; ἀλλ' οἶμαι κἀκείνοις ταυτὸν ἦν, ὅπερ τοῖς Ἕλλησι τοῖς περὶ Θεμιστοκλέα· κατὰ γῆν μὲν γὰρ ἔδει κρατεῖσθαι, κατὰ θάλατταν δὲ ὑπῆρξε καὶ σώζεσθαι καὶ κρατεῖν. μέγα δὲ σημεῖον· ἕως μὲν γὰρ δι' Ἰσθμοῦ τῆς εἰσβολῆς ἐπειρῶντο, ἠτύχουν, ἐλθόντες δὲ ἐπὶ τὸν πόρον τὸν Ἀχαϊκὸν, εὗρον αὐτὸν πόρον ὄντα τῆς σωτηρίας αὐτοῖς. διόπερ ἐκείνοις ὁ θεὸς διὰ τῶν στενῶν τούτων ἐπιχειρεῖν προὔλεγεν· οἱ δὲ ἀγνοήσαντες καὶ τὴν ἑτέραν τραπόμενοι μικροῦ καθάπαξ ἀπώλοντο. τὸ δὲ αὐτὸ καὶ τοῖς [216] Ἕλλησι περιειστήκει τότε. οἱ μὲν γὰρ ἐν Πύλαις ἀπωλώλεσαν αὐτῶν, οἱ δ' ἐν ταῖς ναυσὶν ἐνίκων πανταχοῦ. στενὰ δ' ἦν, ὡς ἔοικεν, ἀμφοτέρωθι· ὧν τὰ μὲν φυλάξασθαι προσῆκε, τοῖς δὲ χρήσασθαι. διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου, ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος, καὶ τὴν Σαλαμῖνα προὐβάλλετο. καὶ μὴν οὐδέν γε ἀτιμότερον οὐδ' ἀδοξότερον τὴν Πελοπόννησον ἐκεῖνοι τότε ἔσχον παρὰ τὰς ναῦς, ἀλλὰ πολλῶν κἀγαθῶν ὁπλιτῶν πρόγονοι κατέστησαν καὶ οὓς οὐδ' ὁ Πλάτων οὐδαμοῦ πώποτε ἐμέμψατο τῶν εἰς τοὺς πολέμους ἕνεκα, καὶ πλείω τοὺς ἐκγόνους αὐτῶν ἢ τὴν ἄλλην δόξαν. αὐτὸς γὰρ Πλάτων ὑμνεῖ τὸ Δωρικὸν τοῦτο στρατόπεδον. τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι τὸ Θεμιστοκλέους τοῦτο στρατόπεδον φαίνεται γενόμενον. ὅτι τοίνυν οὐδὲ χείρους ἐγένοντο ἐκ τούτων Ἀθηναῖοι τὰ κατ' ἤπειρον ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μόνους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον· ἔδειξε δ' ἡ ἐν Μυκάλῃ, ἐν ᾗ μόνοι προὐκρίθησαν· ἔδειξε δ' ἡ ἐν Οἰνοφύτοις ὕστερον, ἐξ ἧς τὴν Βοιωτίαν ἔσχον καὶ Λοκροὺς καὶ Φωκέας. εἰ δέ ποθ' ὕστερον καὶ προσέπταισαν, οὐδ' ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ νικήσαντες τότε, ἀλλ' οὐ Θεμιστοκλῆς γε οὐδετέρου τῶν πταισμάτων τούτων αἴτιος οὐδαμοῦ, οὗ γε καὶ ζῶντος καὶ μετὰ τὴν τελευτὴν οὐκ ὀλίγον χρόνον τοσοῦτον ἴσχυον ἀμφότερα.
Τὰ μὲν δὴ μέχρι τῆς ναυμαχίας καὶ τῆς φυγῆς τῆς βασιλέως Θεμιστοκλέους ἔργα καὶ πολιτεύματα τοιαῦτα, οἷα προσῆκεν ἀνδρὸς εἶναι τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, πλεῖστον ἀνθρώπων ἀποφυγόντος, συνέσεως δὲ καὶ τόλμης ἐπὶ πλεῖστον ἥκοντος μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἁπάσης. τὰ δ' ὕστερον ποῖ' ἄττα, ὡς ἐν βραχέσι [217] διελεῖν; Μαρδόνιος μὲν ὑπὲρ βασιλέως ἐπεκηρυκεύετο Ἀθηναίοις, ἔργῳ πεῖραν εἰληφὼς ὅτι ἐν ἐκείνοις ἐστὶ τῶν πραγμάτων ἡ ῥοπὴ, καὶ ὁποτέροις ἂν πρόσθωνται, τούτους ἀνάγκη κρατεῖν. ὁ δὲ πρεσβεύων ἦν Ἀλέξανδρος Μακεδόνων βασιλεύς. Ἀθηναῖοι δὲ ἀκούσαντες μὲν ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν ἀποδώσει, ἀκούοντες δὲ ἑτέρας φιλανθρωπίας καὶ φιλίαν καὶ συμμαχίαν τὸν ἀεὶ χρόνον, οὐδενὶ τούτων ἐπήρθησαν, οὐδὲ κατῄσχυναν τῶν προϋπηργμένων οὐδὲν, ἀλλὰ τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο, τῷ δὲ πρεσβευτῇ τὸ μὴ ταὐτὰ τοῖς προτέροις ἀγγέλοις παθεῖν διὰ τὸ σχῆμα τῆς προξενίας ἀφεῖσαν, προσέταξαν δ' ἐκποδὼν εἶναι παραχρῆμα καὶ τοῦ λοιποῦ τοιαύτας ἀγγελίας μὴ φέρειν. τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν. εἰς τοῦτο δ' ἅπαντας προήγαγεν ἀνδρείας καὶ μεγαλοψυχίας καὶ τοῦ μισεῖν ἅπασαν ἀγεννῆ διακονίαν, ὥσθ' ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος, πέμποντος δὲ πάλιν Μαρδονίου τοὺς λόγους, ἐν Σαλαμῖνι τῆς βουλῆς οὔσης καὶ τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος, ἐπειδή τις εἶπεν ἐν τῇ βουλῇ δέχεσθαι, συλλεγέντες πάντες κατέλευσαν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα αὐτοῦ, οὐδὲν ἀτιμότερον δήπουθεν, ὦ Πλάτων, ἔργον ἐργασάμεναι οὐδ' ἐλάττονος ἄξιον εὐφημίας τῶν ἐν τῇ σῇ πόλει τρεφομένων γυναικῶν, ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρατεύεσθαι τὰ καὶ τὰ ποιούσας. ἆρά σοι διακονεῖν ὁ Θεμιστοκλῆς λέγων φαίνεται, ἢ ταῦτα παιδεύων τοὺς παρ' αὑτὸν συλλεγομένους; ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ καὶ παρακαλούντων ὑπὲρ τῶν Ἑλλήνων, καὶ ὑπισχνουμένων παῖδας καὶ γυναῖκας αὐτοῖς καὶ τοὺς ἔξω τῆς ἡλικίας θρέψειν, ἕως ἂν ὁ πόλεμος ᾖ, τοσοῦτον ἀπέσχε τοῦ ταῦτά γε θελῆσαι δέξασθαι ὥστε συγγνώμης αὐτοὺς ἀξιώσας ἀπέστειλεν, ὡς οὐκ εἰδότας παρ' οὕστινας πρεσβεύονται. τοῦ δ' αὐτοῦ φρονήματός ἐστι καὶ ἡ στήλη, [218] ἣν ὕστερον τούτων ἔστησαν λέγουσαν τάδε, Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἄτιμον καὶ πολέμιον εἶναι τοῦ δήμου τῶν Ἀθηναίων αὐτὸν καὶ γένος, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤγαγεν. ἐγὼ μὲν οὐκ οἶδ' ὅ τι τούτου ψήφισμα Πλάτων ἂν ἔγραψε κάλλιον ἢ σεμνότερον περὶ τοῦ αὐτοῦ πράγματος. σκοπῶ δὲ κἀκεῖνο ὅτι τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγματε· ὁ μὲν γὰρ τοῖς φύλαξιν ἀπεῖπε μὴ κτάσθαι χρυσίον, ὁ δὲ τὸν κομίσαντα τὸ ἐκ Μήδων χρυσίον πολέμιον τῆς πόλεως ἀνέγραψε, κἄν τις ἀποκτείνῃ, μὴ εἶναι δίκας. οὐκοῦν ἣν Πλάτων τῆς ἄριστ' οἰκουμένης πόλεως φυλακὴν ὑπελάμβανε, ταύτην ἐκεῖνος τῆς Ἑλλάδος ἠξίου ποιεῖσθαι, καὶ ταύτην τὴν στήλην καθιέρωσαν Ἀθηναῖοι τῇ θεῷ παραστήσαντες τῷ ἀγάλματι τῷ Μαραθωνόθεν, νομίζοντες οὐδὲν ἀτιμοτέραν οὐδὲ ἀχρηστοτέραν εἶναι τῶν ἄλλων ἀναθημάτων· ἐν ᾗ τοῖς διαφθείρειν ἐπιχειροῦσι τοὺς Ἕλληνας ὅπως δεῖ χρῆσθαι γέγραπται. ἀμφοτέροις δέ μοι δοκεῖ τοῖς ἔθνεσι προσήκειν ἅπασαν ὑπὲρ Θεμιστοκλέους ψῆφον φέρειν ἀγαθήν. ὅσοι τε γὰρ τὴν σωτηρίαν οἰκειότατον καὶ πρῶτον νομίζουσι, Θεμιστοκλῆς ἐστιν ὁ βεβαιώσας αὐτὴν ἅπασι τοῖς Ἕλλησιν, ὅσοι τε φρονήματι κρίνουσι τὰ πράγματα καὶ τοὺς ὑπὲρ τῶν καλῶν κινδύνους καὶ τὴν εὐδοξίαν τοῦ ζῆν ἀσφαλῶς ἐντιμότερον ἡγοῦνται, οὐκ ἔχουσι τῶν ἐκείνου καλλίω παραδείγματα. ὥστ' ἀμφοτέροις ἂν τοῖς κριταῖς νικῴη δικαίως. καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν Ἰσθμὸν ἁπάντων καὶ φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον ἐνταῦθα κατηγορῆσαι τῶν Ἑλλήνων, [219] ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. ἕκαστος γὰρ ἑαυτὸν πρῶτον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες Θεμιστοκλέα. ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ φύσει πᾶσιν ἀνθρώποις συμβεβηκότος ἦν, τοῦτο δ' ἐστὶ μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστ' οὔτ' ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. ὥστ' εἰ προείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν, ἀλλ' ἕτερον, Θεμιστοκλέα πάντες οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς ἄλλου πᾶς τις προὔκρινεν αὐτῶν, καὶ ὁμοίως ἂν πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισάμενοι προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψηφίσαντο. οὐ μὴν οὐδ' οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλ' ἀμφοτέροις ἐνίκησε. τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρ' αὑτοῦ λαβὼν εἶχε· τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως· τὰ δὲ δεύτερα ἤδη συνεκεχωρήκει· ὥστ' ἐξ ἁπάντων πρῶτος ἦν. ἀναχωρησάντων δὲ τῶν Ἑλλήνων καὶ διαλυόντων τὸν σύλλογον, ὡς εἶδον τὸ συμβαῖνον, κἀνταῦθα δὴ καλῶς αὐτοὺς ἐξελεγξάντων ὡς οὐχ ἁπλῶς οὐδὲ πολιτικῶς ἔχουσιν, οὐδ' ἐκεῖνα ἐπὶ πᾶσι δικαίοις ἐψηφίσαντο, ἀλλ' ὑπ' ἐσχάτης ἀνάγκης τῶν πραγμάτων ἀγχόμενοι καὶ οὐ πρὸς χάριν οὐδὲ πρὸς εὔνοιαν, τοσοῦτον ἁπάντων κατεγέλασεν ὥστ' ἐν μὲν τῷ παραχρῆμα οὐδ' ὁτιοῦν ἐφρόντισε, καταστάντων δὲ τῶν πραγμάτων ἦλθεν εἰς Λακεδαίμονα ὥσπερ ἐπίτηδες. οὕτω φαῦλός τις ἦν τοὺς τρόπους καὶ αὐτόχρημα διάκονος. Λακεδαιμόνιοι δὲ οὐ κατέσχον πρὸς τὴν ἐπιδημίαν αὐτοῦ, ἀλλὰ καὶ παρόντα ἐτίμησαν ὡς οὐδένα τῶν παρ' αὐτοῖς βασιλέων, καὶ ὡς ἀπῄει, προέπεμψαν [220] τριακοσίοις λογάσι τῶν νέων ἄχρι τῶν ὅρων τῆς Λακωνικῆς, μόνον Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν πρότερον καὶ τῶν ὕστερον. τοσοῦτον αὐτοῖς ἔδοξεν ὑπὲρ ἅπαντας ἀνθρώπους Θεμιστοκλῆς εἶναι. καίτοι ὅτε τῶν Ἑλλήνων οἱ κράτιστοι τὰ κατ' ἤπειρον οὐκ ᾐσχύνοντο προπέμποντες ἐκεῖνον μέχρι τῶν ὁρίων τῆς χώρας τῆς ἑαυτῶν, πῶς ἔνεσθ' ἡμῖν τῶν ὁπλιτῶν ἕνεκα ψέγειν; ἢ πῶς μὴ ἐθέλειν ἐπαινεῖν, ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων ἃ μηδένα τῶν πώποτε;
Τριῶν τοίνυν ὄντων καιρῶν ἀφ' ὧν τις ἐξετάσειε Θεμιστοκλέα, κατὰ πάντας ἀνὴρ ἄριστος καὶ πρῶτος φανήσεται. πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους, τάς τε πόλεις διήλλαξε καὶ τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα· συμβάντων δὲ τῶν ἀγώνων, Λακεδαιμονίοις μὲν οὐ διηνέχθη, τοὺς πολεμίους δ' ἐξέωσε μόνος· καταστάντων δὲ τῶν πραγμάτων καὶ Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν, ὅσαι μετὰ τῶν ἐναντίων ἐγένοντο, ἀντεῖπε καὶ διεκώλυσε, νομίζων ὅμοιόν τι συμβήσεσθαι τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφ' αὑτῆς ἀποφανθῆναι. πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν. οὔκουν ἡγεῖτο προσήκειν εὐτυχηκυῖαν τὴν Ἑλλάδα λαμπρῶς οὕτω καὶ τῶν ἐχθρῶν κρείττω γεγονυῖαν τοσοῦτον ἐλάττον' ἢ πρότερον γενέσθαι. πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο, ἢ πῶς δεξιώτερος τὰ πολιτικά; ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ [221] ὅπως ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτὸν, ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν· οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδ' ἐλάττω εἰπεῖν ἂν τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. ἐπεὶ δ' ἅμα τ' ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δ' ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθ' ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο, ταῦθ' ἡμεῖς αὐτοῦ διαβαλοῦμεν; καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλ' ἀντὶ τούτου ταῦτ' ἐβουλεύσατο; καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἴη καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν; ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτ' ἂν εἰκότως καθ' ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γ' ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος· ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι.
Σκεψώμεθα δὴ ποῖ' ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ [222] συμφοιτητής· Ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ὁ ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. Ἀλλ' οὐδὲν, ἔφη, χαλεπὸν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. Ἤδη οὖν σοι πώποτ' ἐμέλησεν ὅτι τῆς χώρας τοσαύτης οὔσης ὅσην ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; Πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. Οἶσθ' οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος εἰ τούτω τὼ πόλεε καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν ὥστ' ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγὸν, καὶ ἐπέτρεψαν ὅ τι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττ' ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γ' ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἑλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλ' ᾔδει ὅτι εἰ μὴ αὐτοῦ τὸ βουλεύεσθαι ἐκείνοις περιέσται, τά γε ἄλλα αὐτῶν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει ὅτι ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο ὥστ' ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν ἣν ἔζευξε βασιλεὺς πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἠδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἠναντιοῦτο, σῶσαι βασιλέα καὶ τοὺς μετ' ἐκείνου πειρώμενος· ὥστ' οὐ μόνον ἡμεῖς οὐδ' οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰ [223] καὶ αὐτὸς ὁ βασιλεὺς ὁ καταπολεμηθεὶς ὑπ' αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῶσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς σεσωσμένος ὑπ' αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καὶ καλῶν καὶ ἀγαθῶν δοκούντων εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ τῷ χρόνῳ δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφ' ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα στρατηγήσας τῶν Ἑλλήνων κατεστρέψατο; ἐνθυμοῦ οὖν, ἔφην ἐγὼ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλ' ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν; οὐ θαυμαστὸν εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γ' ἐμοῦ, ἦν δ' ἐγὼ, ὦ Ἀλκιβιάδη, καταγνῷς ὡς πρὸς τὰς τύχας καὶ τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προστίθημι ἐκείνῳ ἐπιστήμην πάντων ὧν ἔπραττε καὶ μηδεμίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι τοὺς τἀναντία ἐμοὶ δοξάζοντας ἀθέως ἔχοντας ἢ 'κεῖνοι ἐμὲ, οἵτινες ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν. οὐκοῦν ὁ αὐτὸς μέν ἐστι Σωκράτης ὁ λέγων κἀνταῦθα κἀκεῖ, φαίνεται δὲ ἐν μὲν τοῖς Πλάτωνος λόγοις διάκονον καὶ ὑπηρέτην ὀνομάζων καὶ μετὰ τῶν κολάκων τιθεὶς αὐτόν· ἐν οἷς δὲ νυνὶ παρεσχόμεθα, ἄριστον τῶν Ἑλλήνων ἡγεῖσθαι κελεύων καὶ προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμάτων ἁπάντων, καὶ μηδεμίαν τύχην ἀξιῶν αἰτίαν γεγενῆσθαι, ἀλλὰ πάντ' εἶναι τῆς ἐκείνου γνώμης. ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο οὐ [224] δέχομαι, ἀλλ' ἀξιῶ τὴν ἀγαθὴν τύχην ἁπάντων τῶν καλῶν ἡγεῖσθαι· ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις ἐλέγχω. εἰ μὲν γὰρ ἅπαντα ταῦτ' ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος καὶ πρὸς τὴν ὑπόθεσιν ἣν ἄν τις ἐνστήσηται δεῖ τὸ λοιπὸν ἅπαν περαίνειν, ὁμολογείσθω τοῦτο, καὶ οὐδὲν πλέον ζητοῦμεν· πάντως καὶ οὕτως ἀναίτιον τό γ' ἡμέτερον. εἰ δ' ἀπὸ σπουδῆς δικαίας λέγεται καὶ κρίσιν τῆς ἀληθείας ἔχει, ποτέροις χρὴ πιστεύειν, ὅταν ταῦτ' ἐκείνοις ἐναντίως ἔχοντα φαίνηται; καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγ' οὐδέποτ' ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθ' οὕτω φιλονεικήσαιμι, ἀλλ' ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη· φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατ' αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδ' ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει.
Ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δ' οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδ' ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δ' οὐδ' ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα, ἀλλὰ μεμνῆσθαι [225] τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης ἀδίκως πατάξῃ με; τοῦ μὲν γὰρ ἢ φυγεῖν, ἢ χρήμασιν ἢ θανάτῳ ζημιωθῆναι, ἢ ἄλλ' ὁτιοῦν τοιοῦτον παθεῖν ἡ τύχη κυρία δή που, τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν ἀφ' ὧν προείλοντο δίκαιον σκοπεῖν, ὧν ἐγὼ μὲν ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἀξιοῦντι κατηγορεῖν οὐκ ἔχω. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπ' αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδ' ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι. ἐγὼ δὲ οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμ' ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλ' ὅτι μὴ πάντ' ἐκείνοις ἠδυνήθησαν ὅμοιοι γενέσθαι. τούτου δὲ πολλὴν συγγνώμην οὖσαν ἀμφοτέροις εὑρίσκω. οὔτε γὰρ μὴ πάντ' ἀναμαρτήτους γενέσθαι, καὶ ταῦτα ὄντας δῆμον, οὔτε μὴ πάντας ἀναμαρτήτους δυνηθῆναι ποιῆσαι μεγάλης ἄν τις τῆς κατηγορίας ἄγοι. ὅπου γὰρ οὐδὲ ἄνδρα ἰδίᾳ καθάπαξ αἰτίαν ἐκφεύγειν ῥᾴδιον, ἴσως δ' οὐδ' ἐν δυνατῷ, ἦ που πόλιν γε τοσαύτην οἴεσθαι προσήκει. ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτοῦσιν αὐτοῖς εἰκὸς εἶναι συγγνώμη, ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον καὶ οἷς ὅθ' ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν οὐδὲν ἐᾷ σκοπεῖν, ἃ δ' εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γ' ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει, ἃ δ' οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτ' ἐπ' ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστὰς τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν αἰτίους εἶναι φάσκοι τῶν περὶ ταῦτα ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ γράφοιεν [226] ἐφ' αὑτῶν. ἀλλ' οὐ ταῦτά γ' ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς ὁ διδάσκαλος οὐδ' ὧν ἐπαιδεύοντο, ἀλλ' ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ ἅ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτ' ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθ' ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ δι' ἐκεῖνόν γε οὐδὲ τὴν παρ' ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γ' ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλ' οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδ' ὧν ὅσον οἷόν τ' ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατ' αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι· εἰ δὲ μὴ πάντας ἐπαίδευσαν μηδ' ὡς οἷόν τ' ἀκριβέστατα μηδ' ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλ' οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλ' ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως ἅ γ' ἐπείθοντο σαφῶς ἄρ' οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλ' ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες· καὶ οὐδ' ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδ' ἂν ὁ μαθὼν μὴ πάντα κατορθοῖ, μηδ' ὅμοιος ᾖ τῷ διδάξαντι, οὐδεὶς τοῦτ' ἀναμφισβήτητον κατ' ἐκείνου τίθησιν, οὔθ' ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθ' ὡς ἑκόντος ὑποστειλαμένου οὔθ' ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλ' ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα·
Παῦροι γὰρ (φησὶ) παῖδες ὁμοῖοι πατρὶ πέλονται,
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ ὁ μέν γε χείρων, ὁ δὲ βελτίων ἐγένετο. οὕτω [227] ταῦτ' ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδ' ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατ' ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθ' ὑπερφυές τι φήσομεν κατ' αὐτῶν εὑρηκέναι, ὡς οὐδ' αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δ' ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθ' ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλ' εἰ μὴ πάντ' ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτ' ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι.
Καὶ μὴν ὁρῶ μέν γε καὶ τοὺς ἰατροὺς καὶ τοὺς πάνυ χρηστοὺς εἶναι δοκοῦντας οὐ καθάπαξ οὕτως ἐξαιροῦντας τὰ νοσήματα ὥστε μηδὲ ἴχνος ἐμμεῖναι τῷ σώματι, ἀλλὰ καὶ τῶν ἀρχαίων πολλάκις ἐγκαταλιπόντας καὶ τὸ πραῧναι χάριν ἀρκοῦσαν τιθεμένους, καὶ ταῖς παντελέσι θεραπείαις τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι, ἀλλὰ ταύτης μὲν ἀπήλλαξαν τῆς νόσου, ἑτέραν δ' οὐδὲν ἐκώλυσαν ἐπελθεῖν ὕστερον. οὐ γάρ ἐσθ' ἡ τέχνη διὰ τέλους ἀξιόχρεως, ἀλλ' ἡ φύσις νικᾷ. τί οὖν θαυμαστὸν εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες μὴ διὰ τέλους αὐτοὺς ἠδυνήθησαν κατασχεῖν μηδ' ἀθάνατα ἰάσαντο, ἀλλ' ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἠδυνήθησαν καθάπαξ ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθ' ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτ' οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος. εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάνθ' ὑπήκουσεν αὐτοῖς, ἀλλ' ἔσθ' ἃ καὶ καθ' αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα ταῦτ' ἔχει τοῖς ἀνδράσι φαυλότητα, ἢ τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι, ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς ἑτέρας [228] ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθει; καὶ τίν' ἔχει φύσιν, οἳ μήτ' ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; ἀλλ' ἴσως οὐκ αὐτοῖς ἐγκαλεῖν, ἀλλ' ὑπὲρ αὐτῶν ἄξιον ἐγκαλεῖν. καὶ δῆτ' ἔγωγ' ἐνεθυμήθην ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι καὶ ὁποίας τινὰς αὐτὸς καθ' αὑτοῦ δίδωσι τὰς λαβὰς ἐκ τῶν ἐγκλημάτων τούτων, εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι. φέρε γὰρ πρὸς θεῶν, εἰ καθάπερ τὸν Πρωτεσίλαόν φασι παραιτησάμενον τοὺς κάτω γεγενῆσθαι μετὰ τῶν ζώντων, ἢ καὶ ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν, οὕτως οἱ τέτταρες ἡμῖν οὗτοι, περὶ ὧν ἡ νυνὶ διαδικασία, ἀνάστασιν εὕροντο, ὥστε συγγενέσθαι Πλάτωνι μίαν μόνην ἡμέραν ἐπὶ τοῖς λόγοις τούτοις, ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι, εἰ δὲ βούλει τὸν Θεμιστοκλέα, οἵπερ ἡμῖν ἐπὶ κέρως τῶν ῥητόρων ‑ καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται· μάλιστα μὲν γὰρ οὐδ' ἔσται τοιοῦτον οὐδὲν, ἀλλ' εἰς ὅσον οἷόν τε ἐπανήσομεν, ἔπειτ' αὐτῶν ἐκείνων οἴεσθαι χρὴ τοὺς λόγους εἶναι καὶ οὐκ ἐμούς. τὸν ξύοντα δ' ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δή που δίδωσι. Περικλέα δὲ κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι. ὥστε τοσοῦτόν γ' ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον εἰ μηδεὶς ἀξιοῖ Πλάτωνος καταψηφίζεσθαι, εἰ μηδ' ἐκεῖνον ἐκ τῶν αὐτῶν τούτων ἐνείη μὴ κεκωλύσθαι διδάσκειν. εἰ δέ τις ἀχθεσθήσεται τούτοις ὑπὲρ Πλάτωνος, αὐτόχρημα τἀναντία οἷς βούλεται ποιήσει. οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως συκοφαντεῖ βεβαιώσει. ἀλλὰ μὴν εἴ γε μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεται ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ ταύταις [229] μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλ' ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι γ' αὐτὸν πρότερον κακῶς ἃ μηδεὶς ἐπηνάγκαζε καὶ δι' ὧν χείρους ᾤετο ἐκείνους ἀποφαίνειν δεξιόν τι νομίζειν κελεύσει;
Ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον δ' εἶπον ἂν, Ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ οὐ τοῖς ἴσοις ἀμυνούμεθά σε οὐδ' ἐροῦμεν κακῶς, ἀλλὰ καὶ ἄνδρα ἐν τοῖς πρώτοις καὶ ἄριστον τῶν Ἑλλήνων ἡγούμεθα, καὶ τῇ πόλει συγχαίρομεν, οὐ σοὶ μόνῳ, τῆς σῆς φύσεως. πάντως δ' ἐξ ἀρχῆς ἕρμαιον ἡμῶν αὐτῶν ἐποιησάμεθα ὅ τι ἡ πόλις ἡμῶν κερδαίνοι. κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορά· ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι, σὺ δὲ οὐ δίδως. ἐπειδὴ δὲ καὶ Μιθαίκῳ προσεικάζεις ἡμᾶς τῷ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφότι, εἰκὸς μέν σέ γ' ἄμεινον ἡμῶν ταῦτ' ἐπίστασθαι. οὐ γὰρ ἡμεῖς γ' ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν, οὐ γὰρ πυκνὰ ἐπεμίξαμεν τῇ Σικελίᾳ. ἀλλ' ὥσπερ σὺ πρὸς τὰ πολιτικὰ ἀσχόλως ἔσχες ὑπὸ τῶν λόγων τῶν ἐν φιλοσοφίᾳ, οὕτως ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδέν. ἀλλὰ σέ γ' οὐκ ἀπεικὸς προστυχεῖν τοιούτοις ἀνθρώποις καὶ συγγράμμασιν, εἰ καὶ μὴ ἑκόντα, ἀλλ' ἄκοντα, ὥσπερ που καὶ ἄλλων πολλῶν καὶ ἑκουσίων πεῖραν λαβεῖν, ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους κομισθέντα. φέρε δὴ πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης, εἴτε Μίθαικος αὐτὴν εἴτε καὶ ὁστισοῦν παρετίθει, τί σοι τεκμήριόν ἐστι τῆς ἡμετέρας φαυλότητος; ὅτι νὴ Δί' οὐ πάντας Ἀθηναίους δικαίους ἐποιήσαμεν. σὺ δ' ἐποίησας βελτίω τί Διονύσιον, εἰ μὲν βούλει τὸν Ἑρμοκράτους, εἰ δὲ βούλει τὸν Διονυσίου; [230] συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο; καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι δι' ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι; τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον; τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε; τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας; τί βέλτιον ἢ τῶν κατ' αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω; τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους; εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν; εἶεν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δ' ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν; εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία; τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν ἐπεδείξατο ὁ τύραννος, ἀφ' οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτ' οὖν ὁ πρεσβύτερος λέγω εἴθ' ὁ νεώτερος; καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς; ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δ' οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλ' ἐκεῖνο ἥδιστ' ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον; τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθ' ὡς ἐδόκει τῷ συμβούλῳ [231] πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, ἢ οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, ὦ Πλάτων, πρὸς ταῦτ', ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερ' ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, ἢ σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθ' ἡμάρτηται, τοῖς δὲ μεθ' ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. εἰ δ' ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ λάμβαν' ἐφ' ἡμᾶς, μηδ' ἃ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δ' ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθ' ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθ', ὡς ἔφη Σοφοκλῆς, πεπονθότ' ἐστὶ μᾶλλον ἢ δεδρακότα. καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖ' ἄττ' ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρ' οὐ Πολυκράτης τὴν [232] ἔξωθεν τύχην οὐδ' αὐτὸς ἡμῖν ἦσθα. οὕτω μὲν ἐξ ἀρχῆς εἱρχθεὶς ἐτρέφου παρὰ ἐλπίδα καὶ παρ' ἀξίαν ἅπασαν σεαυτοῦ, καὶ εἰ μή σε ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο τῶν Πυθαγορείων, ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε, κἂν αὐτὸς ἴσως εἰς τὰς λιθοτομίας ἐνέπεσες, ἢ δή τοι τό γε δεύτερον οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα τοῦ πορθμοῦ, ἀλλ' ἐτεθνήκεις ἂν αὐτοῦ ἐν Σικελίᾳ. νῦν δὲ Ἀρχύτας ἦν ὁ κωλύσας καὶ Διονύσιος Ἀρχύταν μὲν ἐπιστέλλοντα ᾐσχύνθη καὶ ἔδωκε τὴν χάριν, Πλάτωνα δὲ οὐκ ᾐσχύνετο, ᾧ συνῆν καὶ οὗ τοὺς καλοὺς ἐκείνους καὶ σεμνοὺς λόγους ἤκουσεν, ἀλλὰ τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθ', ἵνα σου τῆς φωνῆς μὴ ἀκούοι, καθείρξας εἶχεν ὡσεί τινα ἀτίμητον μετανάστην. καὶ περιειστήκει σοι τὸ τοῦ Κίμωνος, ὃ σὺ φῂς πρὸς αὐτὸν τοὺς Ἀθηναίους οὐκ ἐθέλειν αὐτοῦ τῆς φωνῆς ἀκούειν, οὐδὲ σοῦ τότ' ἠξίου Διονύσιος, πλὴν ὅσον οὐκ ἐν τοῖς ἴσοις ἦσθα. ἐκεῖνον μὲν γὰρ Ἀθηναῖοι μετέστησαν ὅπως αὐτοῦ δέκα ἐτῶν μὴ ἀκροάσαιντο, σοὶ δὲ οὐδ' αὐτὸ τοῦτο ἐξῆν μεταστῆναι καὶ πάνυ δή που βουλομένῳ τε καὶ ζητοῦντι, νοῦν ἔχοντι, ὡς ἐγώ φημι. ἀλλὰ τοῦτ' ἦν ἡ δεινὴ συμφορὰ τὸ μὴ ἐξεῖναι ἀπελθεῖν, ἀλλὰ μένειν πρὸς βίαν καὶ μονονοὺ προσηλῶσθαι. καὶ παραδίδωσι δή σε μετὰ ταῦθ' ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, καὶ οὐδ' ἐνταῦθ' ἔστη τῆς ὕβρεως, ἀλλ' ἀποδόσθαι προσέταξεν, ἀποδόσθαι τὸν ἄριστον οἴμοι τῶν Ἑλλήνων, ὥσπερ ἀνδράποδον τῶν ἐπ' ἐξαγωγῇ. οὐκ ἂν ἡμῶν γε ζώντων καὶ τῶν τριήρων οὐσῶν τοῦθ' ὕβρισεν ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος. ὅμως δ' ἐπέταξε καὶ Πλάτων ἐξήγετο ἐκ Σικελίας ὑπὸ Πόλλιδος καὶ ὁ Πόλλις αὖ πάλιν παραλαβὼν Διονύσιον μὲν καὶ ἀπόντα ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δ' ὁρῶν καὶ συνὼν παρ' οὐδὲν ἐποιεῖτο, ἀλλ' ἡ θαυμαστή σου δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα [233] ἐπιτάξαντι, σοὶ δ' οὐδέν· προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ ἐκεῖνα εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδ' ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχισα ἐντειλαμένου, πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν; εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδ' ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ; νὴ Δί' ἀλλ' οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γ' ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθ' ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἵου μηδ' ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε. κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸν [234] ὄντα αὐτῷ παραγίγνεται καὶ δι' ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο τοῦ τυράννου καὶ τοῦ διακόνου, ‑ καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, ‑ ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν. ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδ' ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλ' ἐπώλησε τὴν ἱερὰν κεφαλήν· καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε ‑ οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων ‑ Λίβυς δ' ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδ' ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δ' οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλ' οὐδ' ἐκεῖνός γ' ἡττήθη τοῦ Δίωνος, ἀλλ' ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτ' ἰδὼν πρότερον μηδ' ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτ' ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων. καὶ ποίων [235] τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθ' ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθ' ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. σύνισμεν ταῦτα καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις, ὅμως δέ γε ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδ' ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. καὶ σὺ μὲν ἴσως οὐδὲν ὑβρίσθης, ὁ δ' οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτ' ἔπραττεν ἢ δι' ὧν ᾔδει τιμήσων. καὶ οὐδ' οὕτω κατέλυσας τὴν πρὸς ἐκεῖνον ὁμιλίαν καὶ τὸ πλεῖν, ἀλλ' οὕτω παρ' ἐλπίδα καὶ παρ' ἀξίαν ἀπαλλάξας καὶ ἀγαπητῶς ἀποσωθεὶς πάλιν οἴκαδε τοσοῦτον ἀπέσχες τοῦ ἑτέροις τι δύνασθαι συμβουλεῦσαι ὥστ' οὐδὲ σαυτῷ συνεβούλευσας, ὅπερ λοιπὸν ἦν. ἀλλ' ἡ μὲν παροιμία καὶ Ὅμηρός φησι, ῥεχθὲν δέ τε νήπιος ἔγνω· σὺ δ' ὁ τῶν Ἑλλήνων σοφώτατος οὐδ' οὕτως ἐπαιδεύθης, ἀλλὰ πάλιν σε χειροῦται Διονύσιος, ἐλπίδας φιλανθρώπους ὑποτείνας, καὶ πάλιν αὖ τῶν τῆς τυραννίδος κακῶν ἐπειρῶ, τὸ τρίτον πλεύσας ὥσπερ οἱ παλαισταὶ παλαίουσι, δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας, τρίτον δ' ὅλως πρὸς τύραννον καὶ τυραννικὴν οἰκίαν.
Οὕτως οὐδ' αὐτὸς ἐξ οὐρίας τὰ πάντα ἔθεις. τί οὖν ἡμῖν τὴν τύχην προφέρεις αὐτὸς τοιαύτης πεπειραμένος; ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν, ὦ οὗτος, ἧκον μὲν οὐδ' αὐτὸς μετὰ πάντων, μετὰ πλειόνων [236] δὲ ἢ σὺ καὶ θᾶττον ἢ σὺ, καὶ πλεύσας οὐκ ἴσα· καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ καθήμενος ἐν Σικελίᾳ παρὰ τῷ Κύκλωπι. ἀλλ' ὦ πάντων θαυμάσιε Πλάτων, μὴ δι' ἀμφοῖν ὤθει, καὶ ταῦτ' οὐ διὰ τῶν φίλων ἑνὸς καὶ τῶν ἐχθρῶν, ἀλλὰ διὰ σαυτοῦ τε καὶ τούτων, οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι, εἰ δὲ μὴ, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλ' ὅ τι ἀπολογήσει πρότερον· τοσαῦτ' ἐστὶ καὶ τὰ σά. καίτοι σὺ καὶ τῶν διθυραμβοποιῶν ἀξιοῖς καταγελᾶν ὡς πρὸς τὴν ἡδονὴν καὶ τὸ χαρίζεσθαι μόνον ὡρμημένων. φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον οὐ δυνηθεὶς αὖθις ὑφ' αὑτῷ λαβεῖν Διονύσιος, ἀλλ' οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ, σοῦ δέ γε δεύτερον καὶ τρὶς ἐγκρατὴς γενόμενος μετὰ τὰς πρώτας ἐκείνας διατριβάς. φήσεις καλὴν εἶναί σοι τὴν πρόφασιν· ὑπὲρ γὰρ τῶν Δίωνος πραγμάτων ἅπαντα ταῦτα ποιεῖν καὶ λέγειν· καλῶς γε σὺ καὶ λέγων καὶ ποιῶν. σκόπει δὴ καὶ τὴν ἡμετέραν πρόφασιν, κἂν εὕρῃς ἀτιμοτέραν, ἢ μικρῶν ἕνεκα ἡμᾶς πολυπραγμονήσαντας, στίξον λαβὼν καὶ γενοῦ Διονύσιος ἀντὶ Πλάτωνος εἰς ἡμᾶς. εἰ δ' ὥσπερ σὺ Δίωνος χάριν καὶ τῆς ἐκείνου ξενίας καὶ ἐταιρίας ἅπαντα ταῦθ' ὑπέμεινας, οὕτως ἡμεῖς ὑπὲρ τῆς ἑστίας τῆς κοινῆς πατρίδος καὶ ὑπὲρ τῶν κοινῶν σπονδῶν καὶ δικαίων οἱ μὲν τῆς πόλεως, οἱ δὲ καὶ τῶν Ἑλλήνων, ὁτιοῦν καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν ὑπέστημεν, αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας, αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν ἐπωνυμίας τε καὶ τιμὰς, ἔτι δ' [237] ἥρωας καὶ προγόνους τοὺς κοινοὺς, καὶ τὴν τοῦ παρελθόντος χρόνου μνείαν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος λόγον, καὶ πάνθ' ὅσαπερ μέγιστα νομίζεται παρὰ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις, εἰ δέ τι καὶ παρὰ γνώμην ἐκ τούτων ἀπήντησε, τί τὰ μὴ σὰ κατηγορεῖς; καὶ μὴν εἰ δεῖ καὶ τοῦτο προσθεῖναι, ἡμεῖς μὲν εἴ τι καὶ προσεπταίσαμεν, ἀλλ' οὖν πράξαντές γε ὑπὲρ ὧν ἐσπουδάζομεν οὕτω προσεπταίσαμεν, σὺ δ' εὐθὺς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μὲν τὸ χρήσασθαί τισι δυσκόλοις ὄνειδός ἐστι τῷ συμβούλῳ καὶ μέμψις, οὐδὲν ἐλάττοσιν ἡμῶν κέχρησαι. καὶ πρόσεστι τὸ μηδὲν ὧν ἐβούλου κατορθῶσαι. εἰ δ' αὐτὴν ἐφ' αὑτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δ' ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. καὶ πρόσεστι τὸ κρατῆσαι τῶν πραγμάτων καὶ τὸ μείζω ταῦτ' εἶναι τῶν θ' ὑπὸ σοῦ σπουδαζομένων ὧν τ' αὐτοὶ προσεκρούσαμεν. σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν καὶ κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δ' ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δ' οὐχ ὅσον ἡμῖν ὑπάρχει. ὥστ' εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχ' ἂν ἡμῖν γε συγγνοίη· εἰ δ' αὖ μηδ' ἡμῶν φείσεται, σοῦ γε σχολῇ. οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίγνεται. πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σὸν, Τεῦκρος ἕφη τινὶ, καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύο, τοῦ τρίτου λαμβάνου, καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθ' ἡμῶν ὄντος. εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν οὐδὲ ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον, [238] καὶ σύ γ' ἂν οἶμαι ταῦτα συνεβούλευσας. ἐπεὶ φέρε πρὸς φιλίου, πότερ' ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα δι' ἡμῶν πεπρᾶχθαι τῇ πόλει μήτ' εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν ‑ οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον ‑ ἢ κείνων γ' ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτ' εἰ δέοι συμβῆναι; ἐγὼ μὲν οἶμαι ταῦτα. οὐκοῦν ὅτ' ἀμφότερ' ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα ὁμολογεῖς, καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι καὶ μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι. πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; εἰ γὰρ αὐτοῖς τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς τὰ καλῶς βουλευθέντα καὶ πραχθέντα πλείονός ἐστι λόγου, καί τις ἂν οὐκ ἀλόγως ταῦτα ἐκείνοις παρείη, πῶς οὐχ ἡμᾶς γε δίκαιον ἀφεῖσθαι πάσης αἰτίας, οἷς τῶν μὲν ἐγκλημάτων οὐδ' ὁτιοῦν δή που μέτεστι, τῶν δὲ εἰς ἔπαινον ἡκόντων, ἂν τἀληθῆ λέγειν ἐθέλῃς, τὸ πλεῖστον; ἡμεῖς τοίνυν πόλλ' ἂν ἔχοντες ἡμᾶς αὐτοὺς σεμνῦναι παραλείπομεν. ἀλλ' ἵνα εἰδῇς ὅσον ἡμῖν ἐπιεικείας περίεστι καὶ ὅσον πανταχῆ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν, ἔστω τὸ πᾶν κοινὸν, ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας, ἐπὶ τοῖς ἴσοις καταλυώμεθα ‑ πάντως δ' οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς ‑ μήτε σὺ μέμνησο πρὸς ἡμᾶς περὶ συμφορῶν οὔθ' ἡμεῖς πρὸς σὲ τούτῳ χρησόμεθα. ὡς οὐκ ἔστι μέσον οὐδὲν, ἀλλ' ἢ καὶ ἡμᾶς μετὰ σοῦ τούτοις ἑαλωκέναι δεῖ ἢ καὶ σὲ καὶ ἡμᾶς ἀθώους ἀφιέναι καὶ ἀποχρῆν ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς.
Ταῦτ' εἰπόντας ἂν αὐτοὺς οἶμαι ῥᾳδίως πάλιν πορεύεσθαι παρὰ τοὺς πλείονας, εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν ὥσπερ ἔγωγε οὐκ οἶμαι. ἐγὼ μὲν οὖν ἥδιστ' ἂν ἀμφοτέρων ἀποψηφιζοίμην· εἰ δέ τις ἄλλως γιγνώσκει, θρασυκάρδιον ἄν τινα αὐτὸν φαῖεν οἱ ποιηταί. φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκεψώμεθα.
[239] Οὐκοῦν οἵ γε ἀγαθοὶ φησὶν ἡνίοχοι κατ' ἀρχὰς μὲν οὐκ ἐκπίπτουσι τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσι τοὺς ἵππους καὶ αὐτοὶ γένωνται ἀμείνους ἡνίοχοι, τότ' ἐκπίπτουσι. καὶ ἔτ' ἄνω που τῶν εἰς τὸν Περικλέα Ὄνων γοῦν φησὶν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας αὐτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ποιοῦντας δι' ἀγριότητα. ἀλλ' ὄνους μὲν ὦ τᾶν καὶ ἵππους καὶ βοῦς τοὺς αὐτοὺς ἑκάστους λέγεις, Ἀθηναίων δὲ τῶν αὐτῶν ἅπαντες οἶμαι προὔστησαν, οἷον δὴ λέγω, Σόλων καὶ Κλεισθένης καὶ Μιλτιάδης καὶ Περικλῆς καὶ ὅστις ἕκαστος. ἀλλ' ἡ μὲν πόλις μία καὶ ἡ προσηγορία, οἱ δ' ἄνδρες ἄλλοι καὶ ἄλλοι παρὰ τοὺς χρόνους. τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι χρησαμένους τυχεῖν, τοὺς δ' αὖ τραχυτέροις καὶ θυμοειδέσι μᾶλλον, ὥσπερ καὶ ἄλλα μυρία δή που μεταβάλλει κατὰ τοὺς χρόνους. οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς παραπλησίους καθ' ἕκαστον ἐνιαυτὸν κομιζόμεθα, οὔτε τὸ πλῆθος οὔτε τὴν ἀρετὴν λέγω. ἀλλ' ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι δοκεῖ. ὥστ' εἰ τὸν ἔμπροσθεν χρόνον εὐκολώτεροι τὰς φύσεις ὄντες κατ' ἐκείνους ἤδη χαλεποὶ κατέχειν ἦσαν, οὐκ ἔξω τῆς ὅλης φύσεως τὸ πάθημ' ἂν εἴη, ὥσπερ γε καὶ προϊόντος οἶμαι τοῦ χρόνου τὸ φρόνην' ἂν ἦσαν κατὰ συμφοράς. ἔτι τοίνυν οὐδ' ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν, ἂν τοὺς μὲν παιδεύωσι, τοὺς δὲ μὴ δυνηθῶσιν αὐτῶν, ἀλλ' ἐὰν οὓς πρότερον χρηστοὺς καὶ ἀναμαρτήτους εἶχον, τούτους χείρους ἀποφήνωσι· Μιλτιάδης δὲ καὶ οἱ εἰς ἐκεῖνον οὐ τοὺς αὐτοὺς εἶχον διὰ τέλους, ἀλλ' οἱ μὲν ἐπεγίγνοντο δήπουθεν, οἱ δὲ ἀπεγίγνοντο, οἱ δὲ καὶ ἀπεφοίτων παρ' αὐτῶν. πῶς οὖν πρὸς τοὺς ἡνιόχους εἰσὶ κρίνεσθαι δίκαιοι, ἢ πῶς ὡς τῶν αὐτῶν ἵππων μενόντων αὐτοῖς οὕτω δεῖ διδόναι τὸν λόγον; ὥσπερ ἂν εἴ τις τοὺς Μολιονίδας ἠξίου καὶ τῶν Διομήδους [240] τοῦ Θρᾳκὸς οὕτως ἄρχειν, ὥσπερ ὧν εἶχον ἐξ ἀρχῆς. καὶ μὴν οἱ μὲν ἡνίοχοι καθ' αὑτοὺς ἕκαστοι τῶν ζευγῶν ἄρχουσι καὶ οὐδεὶς παραλυπεῖ, τὸ δ' αὐτὸ τοῦτο λέγω καὶ περὶ τῶν ἐπὶ τοῖς ὄνοις τε καὶ βουσίν· ὥστ' εἴ τι πλημμελοῖτο, βέβαιον τὴν αἰτίαν ἔχοιεν ἂν εἰκότως. ἀλλ' οὐ Περικλῆς γε καὶ Θεμιστοκλῆς, οὐδ' ἐκείνων τῶν ἀνδρῶν οὐδεὶς καθ' αὑτὸν Ἀθηναίων ἦρξεν, οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος, ἀλλὰ καὶ ἕτεροι πολλοὶ δή που μετ' αὐτῶν ἔπραττον τὰ πολιτικὰ, οὔτε φύσεις τὰς αὐτὰς οὔτε γνώμας ἔχοντες, ὥστ' ἔτι μᾶλλον τούτοις ἢ 'κείνοις ἄξιον προστιθέναι τὰ ἁμαρτήματα. ἐγὼ μὲν γὰρ τοσούτῳ μᾶλλον ἂν φαίην ἐκείνοις, ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα. ὡς δ' ἁπλῶς εἰπεῖν ποῦ δίκαιον μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; οὔκουν τούς γ' ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται. καὶ νὴ Δί' ἄν γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους [οἷον τῆς αὐτῆς ἡμέρας] ἕτερος παραλαβὼν τὸ ἅρμα ἀναβαίνῃ, οὐκέτι τοῦ παντὸς ὑπεύθυνος ὁ χρηστὸς ἡνίοχος οὐδ' ὁ ἔνδοξος, ἀλλ' ἐὰν καθάπαξ πρὸς αὐτὸν ἡ ἐπιμέλεια καταστῇ, οὕτω καὶ ταῦτα κρίνεται, τῶν δὲ ἑτέρου κακῶν οὐδεὶς κληρονομεῖ. ἀλλὰ καὶ τοῦτ' αὐτὸ φαῦλόν ἐστι κατηγόρημα, ὅτι τὸν βελτίω καὶ τὸν οὐ καθ' αὑτοὺς οὐκ εἴων χρῆσθαι τῇ τέχνῃ, ἀλλ' ὑπεσκέλιζον ὥσπερ οἱ τοὺς ἐν τοῖς δρόμοις. οὕτω τοίνυν καὶ περὶ τῆς ἐκείνων πολιτείας, ἕως ἂν μὴ δείξῃς ὅτι βασιλευόντων τῶν φιλοσόφων καὶ μόνων ἐφεστηκότων τοῖς πράγμασι ταῦθ' ἡμαρτήθη ‑ λέγω τοῦ Μιλτιάδου, τοῦ Θεμιστοκλέους, τοῦ Περικλέους, τοῦ Κίμωνος ‑ μηδαμῶς [241] τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ. ἀλλ' εἰ μὲν αὐτοὺς καθ' αὑτοὺς ἐλέγχειν οἷός τ' εἶ, χρῶ τούτῳ καὶ δείκνυ θἀμαρτήματα· εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς. εἰ μὲν γὰρ οὐκ ἦν ἁμαρτήματα, πρὶν ἐκείνους Ἀθήνησι πολιτεύεσθαι, ἀλλὰ ταῦτα πάντα ἀπὸ Μιλτιάδου καὶ Θεμιστοκλέους κἀπ' ἐκείνων ἤρξατο, ἄλλος ἂν εἴη λόγος· οὐδ' εἴ τινες ἄλλοι κατὰ ταυτὸν ἐκείνοις ἐπολιτεύοντο εἴποιμι ἂν, ἀλλὰ δίδωμι πάντων ἐκείνους μόνους ὑπευθύνους εἶναι. εἰ δὲ εἰκὸς ἦν τι καὶ ἄλλο ἡμαρτῆσθαι πρότερον, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; προσπαίζειν γὰρ ἔξεστι δή που σέ γε, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ τῶν συμφορῶν ὅτι μὲν παλαιόν ἐστι καὶ ὡς σύ που φῂς ἀπὸ Θησέως ἀρξάμενον, ἴσως δὲ καὶ ἔτ' ἄνωθεν, καὶ οὐχ οὗτοι πρῶτοι προσέπταισαν ἐάσω. καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς ἐν τῇ Σκύρῳ τελευτῶν οὐκ ἄτιμος ἔμεινε παρὰ τῷ θεῷ, ἀλλ' ἐπέταξεν Ἀθηναίοις μετενεγκεῖν αὐτοῦ τὰ ὀστᾶ, πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν. ἀλλ' ὅμως ἐάσω ταῦτα. ἀλλ' οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν. οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας. διὰ τί; ὅτι Μιλτιάδου μὲν ἴσως ἂν εἴη τι τοῦτο κατηγόρημα, Θεμιστοκλέους δὲ οὐκ ἂν ἔτι· εἰ δέ τοι καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους, ἀλλ' οὐ Κίμωνός γε· εἰ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἀλλ' οὐ δή τοι καὶ Περικλέους, ἀλλὰ τούτου καὶ πάντων ἥκιστα. Θεμιστοκλῆς μὲν γὰρ αὐτοὺς παρὰ Μιλτιάδου παρέλαβε κυρίττοντας, Κίμων δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους, Περικλῆς δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος.
[242] οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς ὑπεύθυνος ἦν, ὃν σὺ μάλιστα πάντων ᾐτιάσω καὶ τοῖς κακοῖς ἐπιμεληταῖς τῶν ὄνων τε καὶ βοῶν ἰδίᾳ τῶν ἄλλων εἴκασας.
Ἐνθυμηθῶμεν τοίνυν καὶ περὶ ὧν ἀρτίως ἐλέγομεν, τῆς πρὸς τὸν Διονύσιον αὐτοῦ Πλάτωνος ὁμιλίας. εἰ γὰρ αὕτη μία ἐστὶ καὶ ἀληθὴς καὶ δικαία καὶ ἀποχρῶσα μόνη πασῶν ἀπολογία καὶ παραίτησις ὑπὲρ Πλάτωνος, περὶ ὧν ὁ τύραννος ἐπλημμέλει, καὶ συνὼν ἐκείνῳ καὶ πάλιν καθ' αὑτὸν γενόμενος, ὅτι καὶ πρὶν ἰδεῖν Πλάτωνα καὶ τῶν ἐκείνου λόγων ἀκοῦσαι πολλὰ καὶ παντοῖα ἐδεδράκει, τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τοῦ δήμου τοῖς τῶν τυράννων εἶναι, μὴ λέγειν, ἀλλὰ καὶ τὰ πρὸ τῆς ἐκείνων πολιτείας ἐλάττω τῶν ὑπὸ τῶν τυράννων ἐξ ἀρχῆς ἡμαρτημένων εἶναι, καὶ τὰ παρ' αὐτὴν τὴν πολιτείαν μὴ τῆς ἴσης ἄξια μέμψεως, ὅσησπερ τὰ τοῖς τυράννοις, ἀφ' οὗ Πλάτωνα προσίεντο· αὐτὸ δὲ τοῦτ' ἐξεῖναι κοινὸν εἰπεῖν, ὅτι καὶ πρὶν ἐκείνους ἐγχειρεῖν λέγειν, ἦν Ἀθήνησιν ἁμαρτήματα, εἰ δ' ἐλάττω τῶν Διονυσίου, οὐδὲ τὰ ὕστερον δή που τοῖς ἐκείνου παραπλήσια, ἀλλ' εἰς ὅσον εἰκὸς ἁμαρτεῖν ὄντας ἀνθρώπους. φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐδ' ἀπὸ κοινοῦ δόγματος ταῦτ' ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες. πόθεν; ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν. τοῦτο δ' ἦν οὐ μῖσος οὐδ' ἀλλοτρίωσις τοῦ δήμου πρὸς αὐτοὺς, ἀλλ' ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε ‑ ἐῶ γὰρ εἰ μὴ σφόδρ' ἄν τις ἐπαινέσαι τὸν νόμον ‑ τὸ δ' οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν, ἀλλ' ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν, νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίγνετο. ἦν δ' οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δ' οὐδὲν ἔγκλημα προσῆν, οὐδ' ὡς ἐπ' ἐλέγχῳ πραγμάτων ὀργή. καίτοι πῶς οὐ δεινὸν, εἰ οὓς οὐδ' αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθ' ἡμεῖς διὰ τοὺς μεταστήσαντας; ὥσπερ οἱ βέβαιον μὲν οὐδ' [243] ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτ' οὐδ' αὐτὴν σαφῆ τὴν ἀκοήν. ἀλλ' ἐκεῖσε ἐπάνειμι, ὅτι ὑπὲρ τοῦ τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. ὥστε τοῦτό γε οὐ κατ' αὐτῶν, ἀλλ' ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν. δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλ' ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; οὐ λέγω ταῦτα. ἀλλ' οὐδ' ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δ' οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτ' αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γ' ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γ' αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδ' ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτ' ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἀμαρτανόντων ἀδικήσομεν; οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτ' ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντ' ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου [244] μοχθηρίᾳ κατ' ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην.
Καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτ' ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δ' ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδ' ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντ' ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δ' ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδ' ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δ' ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτ' ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτ' ἐλάττῳ παρ' αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ' ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι [245] πρῶτος ἦν. ἐπεὶ δ' ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθ' ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων. τάχ' ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς. ὁ γοῦν Νέστωρ ἱππικώτατος ἦν, ὡς λέγεται, τῶν ἐφ' αὑτοῦ. καὶ Ὅμηρος ἱππότην αὐτὸν μετ' ὀλίγων ἐν τοῖς ἔπεσι καλεῖ. ὥστε κἀν τοῖς ἄθλοις τοῖς ἐπὶ Πατρόκλῳ τῷ Ἀντιλόχῳ μέλλοντι τὸ ἅρμα καθιέναι προσελθών τε καὶ ὑπειπὼν ὅτι αὐτὸν ὁ Ζεύς τε καὶ ὁ Ποσειδῶν πᾶσαν διδάξειαν τὴν ἱππικὴν εὐθὺς ἐκ παιδὸς, καὶ οὐ πάνυ τι δέον αὐτὸν διδάσκειν ὅμως ὑποτίθεται καὶ παραδείκνυσιν αὐτῷ τινὰ τῶν εἰς τὸν δρόμον καὶ ὅπως διαθήσεται τὸν ἀγῶνα. τοσοῦτον αὐτῷ περιῆν τῆς ἐπιστήμης. οὗτος μέντοι φυγῆς ποτε γιγνομένης τῶν Ἀχαιῶν ἔμεινε μόνος,
οὔ τι ἑκὼν, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ,
σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
καὶ οὔθ' ὁ ἵππος ἔτι ἠδύνατο ὑπὸ τοῦ κακοῦ καὶ τοῦ τραύματος πείθεσθαι, πάντα τὸν ἔμπροσθεν χρόνον παρέχων ἑαυτὸν εὐπειθῆ οὔθ' ὁ Νέστωρ εἶχεν ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ, ἀλλ' οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. ἀλλ' οὐδ' ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἠδύνατο, ἀλλ' ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. οὕτως ἠπόρησεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς συμφορᾶς, ἄριστος ὢν τά γε τῆς τέχνης. τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς, ἕως μὲν οὐδὲν ἀνήκεστον ἦν, κατεῖχε τοὺς ἵππους, καὶ μάλα ῥᾳδίως ἤκουον αὐτοῦ καὶ τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον, καίτοι πολλά γε καὶ παντοῖα [246] ἐχρήσατο αὐτοῖς καὶ εἰρήνης καὶ πολέμων ἐχόμενα. ἐπεὶ δ' ὅ τε χιλὸς αὐτοῖς ἔξω διεφθείρετο καὶ οἴκοι τε πονήρως ἐπεπράγεσαν καὶ οὐδ' ἀναστραφῆναι περιῆν, ἀλλ' ἐνέκειντο αἱ ταλαιπωρίαι δειναὶ καὶ συνεχεῖς, καὶ τοῦτο μὲν ἡ κεφαλὴ καὶ τὰ ἐντὸς ἐκάετο, τοῦτο δ' οἱ νεκροὶ πολλοὶ νύκτα καὶ ἡμέραν ἑωρῶντο, πάντα δ' ἦν μεστὰ κυλινδομένων, καὶ πιπτόντων καὶ ἀπορουμένων, ἐλπίδος δ' οὐδ' ὁτιοῦν ἐσώζετο χρηστῆς, οὕτως ἤδη πανταχόθεν κατακλεισθέντες καὶ κρατηθέντες ὑπὸ τῆς ἀηθείας καὶ τῆς ὑπερβολῆς τῶν παρόντων κακῶν ἀπεσείσαντο τὸν ἡνίοχον. ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπ' αὐτοῦ τὸν ἄνω χρόνον ὥστ' ἔγνωσάν τε ὃ ἔδρασαν καὶ μετέγνωσαν καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. οὕτω τὰ μὲν τῆς ἱππικῆς οὐκ οἶδα, τοὺς δὲ λόγους οὐ πολλῷ τινι χείρων ἦν τοῦ Νέστορος. ὥστ' εἴ σοι θαυμαστὸν φαίνεται ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ, πρῶτον μὲν αὐτὸ τοῦτο τὸ τοῦ ἡνιόχου παράδειγμα ἀφίησι τῆς αἰτίας αὐτόν. ὥστ' ἐγγυτέρω τῆς τελευτῆς αὐτοῦ γίγνεται τοῦ Περικλέους, καὶ πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες φαίνονται. ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πόλλ' ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. οὐ γὰρ τὸ μέσον κύριον ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτ' ἐξ ἀρχῆς, εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν κρείττονι.
[247] καὶ μὴν οὐχ ὅσον δύο ἀνθ' ἑνός ἐστιν, ἀλλ' ὅτι καὶ τὸ πλῆθος ἑκάστου τοῦ χρόνου οὐκ ἴσον οὐδ' ἐγγὺς, ἀλλὰ καὶ τὸ τῆς εὐδοξίας θαυμαστὸν ὅσον κρατεῖ. ὥστε καὶ τὸ μέσον τοῦ χρόνου τοῦ παντὸς οὐκ εἰς συμφορὰν ἔρχεται, ἀλλ' ἐπὶ λαμπρᾶς τῆς τιμῆς ἐστιν αὐτῷ. τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο, τὸ δὲ πρωτεῖον ἀναμφισβήτητον ἦν κατὰ παντὸς τοῦ χρόνου. ὥστ' εἰ καὶ τὴν γνώμην ἀφέντας τὴν τύχην ἐξετάζειν δεῖ, τοσοῦτον τῆς ἀγαθῆς τύχης αὐτῷ περίεστι. καὶ μὴν τὸ μὲν ὀργῇ συνέβη, τὸ δ' ἐκ τῆς δικαιοτάτης κρίσεως ὑπῆρχεν αὐτῷ, καὶ τὸ μὲν ἐξ ὀλίγων, τὸ δ' ἐξ ἁπάντων ὁμοίως. πῶς οὖν ταῦτ' ἐκείνοις ἴσα; καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλ' εἶναί τινας, οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο. οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἔοικε, καὶ τοὺς ὀλίγους καλῶς ηὔχει, ὥστ' εἰ μὲν τοῖς πολλοῖς δεῖ τίθεσθαι μάρτυσιν, ὁ δῆμος ὁ τιμῶν αὐτὸν ἦν, εἰ δὲ τοῖς βελτίστοις, ἀφείθη τό γε τούτων μέρος. εἰ δὲ μὴ πάντας ἐφεξῆς ἐπαίδευσε μηδὲ πάντας ὁμοίους ἀπέδειξεν, ἀλλ' εἰσὶν οἳ καὶ ἐξέφυγον τὴν ἐκείνου βούλησίν τε καὶ δύναμιν, τί θαυμαστὸν, ἢ πῶς ἄν τις νεμεσῴη δικαίως; οὔτοι πάντας γε οὐδ' ὁ Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ, ἀλλὰ κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου, κατηγοροῦσι δὲ Ἀλκιβιάδου τοῦ Κλεινίου τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτη. ἆρ' οὖν τούτου γε ἕνεκα ἠδίκει Σωκράτης, ἢ διὰ τὴν ἐκείνου κακίαν κακὸς αὐτὸς ἦν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλ' ἠδίκουν ἐκεῖνοι μὴ παρέχοντες αὑτοὺς ὁμοίους Σωκράτει μηδὲ τοῖς ἐκείνου πειθόμενοι λόγοις. εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο ἡμάρτανον, [248] Σωκράτους τὸ ἔγκλημα, εἰ δ' ἐν οἷς ἠπείθουν, ἐκείνων. σὺ τοίνυν δι' ὧν αὐτοὺς φῂς οὐκ ἐθέλειν πείθεσθαι Περικλεῖ, διὰ τούτων ἀξιοῖς ἐλέγχειν Περικλέα. καὶ τίς ἂν μεῖζον ὑπὲρ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους ἀπολογήσαιτο ἢ ὅτι πειθόμενοι μὲν ἐκείνοις Ἀθηναῖοι τὰ βέλτιστα ἔπραττον, ὅτε δὲ οὐκ ἤθελον τοῦτο ποιεῖν, τηνικαῦτα ἐξήμαρτον; οὕτως ἐκεῖνοι τὰ βέλτιστα ἔπειθον, Ἀθηναῖοί τε ἀεὶ τὰ βέλτιστα ἂν ἔπραττον, εἰ διὰ τέλους ἐκείνοις ἐπείθοντο. καίτοι Σωκράτει μὲν οἱ βουλόμενοι χρῆσθαι συνῆσαν ὁσημέραι, Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι ὡς ἔπος εἰπεῖν δημοσίᾳ. καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς ἢ τοσούτους ὁμοῦ κατέχειν καὶ νέους γ' ἔτι παιδεύειν ὁτιοῦν ἢ προήκοντας καὶ πᾶσαν ἐφεξῆς ἡλικίαν, τίς οὐκ οἶδε τῶν πάντων; ἔτι δὲ Σωκράτης μὲν οὐδὲν ὀχληρὸν δή που τοῖς ὁμιλοῦσιν αὐτῷ προσέταττεν ἀλλ' ἢ τοσοῦτον ὅσον σωφρονεῖν, Θεμιστοκλῆς δὲ καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων καὶ τῆς πόλεως ἀπεῖναι καὶ τοῖς σώμασι κινδυνεύειν, καὶ πολλὰ δὴ καὶ ταλαιπωρίαν ἔχοντα ἐπέταττον· ἐν οἷς οὐκ εἰ μὴ καθάπαξ διεγένοντο θαυμαστόν ἐστιν, ἀλλ' εἰ τοσοῦτον διήρκεσαν. εἶτα Σωκράτη ἀφεὶς τῆς ἐπ' ἐκείνοις αἰτίας, τούτους ἀφ' ὧν ἥμαρτόν τινες ἐξετάζεις; καὶ μὴν τὰ μὲν ἄλλ' ὁποῖ' ἄττ' ἀπέβη τῶν ἀνδρῶν ἐκείνων, λέγω Κριτίου καὶ Ἀλκιβιάδου, καὶ ὁπόσων τινῶν αἴτιοι πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησι κατέστησαν καὶ ποίαν τινὰ τὴν παιδείαν ἐπεδείξαντο τὴν ἑαυτῶν οἱ συγγραφεῖς λέγουσιν· ἀλλ' εἰ τοῦτο δοκεῖ Πλάτων ἰσχυρόν τι λέγειν τὸ εἰς αὐτὸν Μιλτιάδην ἐξαμαρτεῖν Ἀθηναίων τινὰς, καὶ Κριτίας αὖ τῷ Σωκράτει ζημίαν ἐπέθηκε, καὶ ταύτην οὐ φαύλην, ἀλλ' ἣν ἥκιστα ἐκεῖνος ἐδέξατο. ἀπεῖπε γὰρ αὐτῷ μὴ διαλέγεσθαι τοῖς νέοις. καίτοι τοῦτο τί ἐστὶν ἀλλ' ἢ ἀτιμία λαμπρά; καὶ ταύτης τῆς ἀγνωμοσύνης ἔπεισε καὶ τοὺς ἄλλους μετασχεῖν, ὅσοι μετ' αὐτοῦ τότ' εἶχον τὴν πόλιν.
[249] προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλ' εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλ' εἷς τῶν ὅτ' ἦν νέος φοιτώντων παρ' αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτ' οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλ' οὐχὶ δίκαια ποιήσομεν ἴσως.
Δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως. παραιτοῦμαι δ' εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις, εἴ τίς ἐστιν αἴσθησις. καὶ οὐκ ἐρῶ Διονύσιον οὔτε τὸν Ἑρμοκράτους οὔτε τὸν Διονυσίου οὔτε τῶν ἐν Σικελίᾳ μετ' ἐκείνου συνδιατριψάντων οὐδένα, ἀλλ' εἰσὶν οἳ λέγουσιν, ἕτεροι δ' αὖ φασιν ἀληθῆ λέγειν τούτους ὡς ὅτε τὴν τρίτην ἀποδημίαν εἰς Σικελίαν ἀπεδήμησε, τότε τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων ὑπολειφθέντες οἴκοι νεώτερα ἐβουλεύσαντο, καὶ τοὺς Ἀθηναίους ἐμιμήσαντο, μᾶλλον δὲ οὐ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς Ἀθηναίων ὑπηκόους λέγω τοὺς ἀφισταμένους. καίτοι τό γ' ἐκείνων ἐπαναστάσει προσεοικὸς ἦν, οἱ δὲ διατριβάς τε ἀντικατασκευάζειν αὐτοῖς ἠξίουν πλησίον τῆς ἐκείνου καὶ ᾠκοδόμουν ἐπὶ τῇ Ἀκαδημίᾳ, τό τε σύμπαν ὑπερφρονεῖν ἐκέλευον ὅτου δὴ ‑ οὐ γὰρ ἔγωγ' ἂν ἐφεξῆς οὑτωσὶ προσθείην τοὔνομα ‑ φάσκοντες γέροντά τε εἶναι πολλοῦ καὶ παραφρονεῖν ἤδη. ὥστε, ὦ φίλε Πλάτων, ἀτεχνῶς τὸ τοῦ Περικλέους συνέβη σοι. καὶ ὥσπερ ἀρτίως Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἑκάστου τε τῆς τύχης ἐφαίνου μετέχων, οὕτω σοι καὶ ὁ [250] τέταρτος λοιπὸς ἐνταῦθα ἀπήντηκε. σαφῶς γὰρ οὑτωσὶ τῷ Περικλεῖ ταυτὸν ἔπαθες ἐπὶ τελευτῇ τοῦ βίου, καὶ προσέτι ἐν τῷ γήρᾳ σύ γε, καὶ πολλῷ πρεσβύτερος τῆς ἐκείνου τόθ' ἡλικίας τοιαῦθ' ὑβρισθεὶς, εἰ θέμις εἰπεῖν. καὶ εἰ μὴ Χαβρίας καὶ Ἰφικράτης, ἄνδρες τῆς Περικλέους καὶ Θεμιστοκλέους ἰδέας καὶ τάξεως εἰς ὅσον ἐστὶ τούτους ἐκείνοις εἰκάσαι, αἰσθόμενοι τὰ γιγνόμενα ἠγανάκτησαν καὶ τὸ ἐπιτείχισμα διέσπασαν καὶ τοῦ λοιποῦ προσέταξαν σωφρονεῖν αὐτοῖς, πάντ' ἂν ἐκεῖνα μεστὰ τραγῳδίας ἦν. καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ ταῦτ' ἐκείνους τότε τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. καὶ μὴν ἔχοι γ' ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέφειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστ' ἀδίκως ταῦθ' ὑμῖν συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε· καὶ τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν, πολὺ μᾶλλον ἂν καθ' ὑμῶν χρῷτό τις δικαίως, ὅσῳπερ ἐγγυτέρω τῶν τοῖς σοφισταῖς ὁμιλησάντων εἰκάσαι, οἳ σοὶ καὶ Σωκράτει συνδιατρίψαντες γίγνοιντ' ἂν, ἢ οἱ τῷ Περικλεῖ καὶ τοῖς μετ' ἐκείνου χρώμενοι. οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑταίρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους τε καὶ ὧν οἴει, καὶ νὴ Δί', εἰ βούλει, τὸ μᾶλλον ἀφίημί σοι, ὅτι δ' οὐχ ἧττον, ἀρκεῖ. εἰ δ' ὑμεῖς ἀθῶοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ γε τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. καὶ μὴν καὶ ὁ Σωκράτης ἐν γήρᾳ φαίνεται τὴν γραφὴν τῆς ἀσεβείας ἁλοὺς, καὶ οὐ μόνον ἐπὶ τελευτῇ τοῦ βίου, ἀλλὰ καὶ ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς. θανάτου γὰρ ἐτίμησαν αὐτῷ. ἆρ' οὖν οὐκ ἄτοπον τὸν μὲν ἄλλον χρόνον τοσοῦτον ὄντα τὸ πλῆθος διαλέγεσθαι καὶ παιδεύειν τοὺς ἐντυγχάνοντας, καὶ μήτε τῶν πολιτικῶν μηδένα δυσμεναίνειν [251] μήτε τῶν περὶ τοὺς ποιητὰς ἐσπουδακότων, ἀλλὰ καὶ κωμῳδίαν τινὰ συνθέντα εἰς αὐτὸν ἡττηθέντ' ἀπελθεῖν, καὶ εἴ τινα καὶ ἤρεσε, μηδὲν πλέον τοῦ γέλωτος τότε συμβῆναι, τοσούτῳ δ' ὕστερον χρόνῳ καὶ ὅτ' ἐκ τοσούτων κακῶν ἡ πόλις αὐτὴν ἀνελάμβανε, καὶ ἡνίκα τοῖς ἠδικηκόσι μὴ μνησικακήσειν ὀμωμόκεσαν, τηνικαῦτα δυσχερᾶναι τοὺς λόγους αὐτοῦ; ἀλλὰ ταῦτ' ἴσως μὲν εἰκότα, ἴσως δ' οὒ, ἔσχε δ' ὅμως οὑτωσί. ὅμως δὲ οὐδὲν χείρων ὅ γε Σωκράτης· ἡμεῖς δὲ καὶ τὰ εἰκότα ὑπὲρ τοῦ Περικλέους ἀπεδώκαμεν, οἷς οὐδὲν ἄγνωμον καὶ Πλάτωνα συγχωρεῖν, εἴπερ γε, ὃ μικρῷ πρόσθεν ἔφην, τοῦ δικαίου φροντίζει. καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο τὸν Πλάτωνα, εἰ δικαστὴς αὐτὸς τῷ Περικλεῖ καθῆστο, ὅτ' ἔφευγε τῆς κλοπῆς, πότερον τῶν καταψηφιζομένων ἂν ἦν, καὶ πλείονος ἀξίους τοὺς Κλέωνος λόγους τῶν Περικλέους ἡγεῖτο ‑ ὅταν δὲ τοῦτ' εἴπω, λέγω τῆς ἀληθείας ‑ ἢ κἂν ἠρυθρία τοῖς γιγνομένοις, ὥσπερ ἔγωγ' ἂν διισχυρισαίμην ὑπὲρ Πλάτωνος, ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι. εἶθ' ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας; καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν ἂν λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; καὶ δι' ἃ τὸν λέγοντα ἂν ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγιγνώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλ' οὐχ ὃ μηδ' ἐκείνοις καλῶς εἶχε ποιῆσαι; κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλ' ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον, ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην, καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον ἰσχυρὸν ποιησόμεθα, ἃ δ' εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦθ' ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; καὶ τίνα [252] ταῦτ' εἶχε λόγον ἐγὼ μὲν οὐκ ἐπινοῶ. τῷ γὰρ οὐκ ἂν ὅρος καὶ πέρας εἶναι δόξειε τῆς ὑπὲρ αὐτῶν ἀπολογίας ἃ Πλάτων ἐγκαλεῖ; οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν γεγονυίας καὶ τοῦ κακίζοντος αὐτοὺς τούτοις καταχρησαμένου τοῖς λόγοις, ὡς παρ' αὐτοῖς Ἀθηναίοις ἑάλωσαν καὶ δίκην ἔδωκαν ὡς ἀδικοῦντες· εἶτ' ἐπέδειξεν ὅτι ἀλλ' οὐκ ὀρθῶς γε οὐδ' ἐπὶ πᾶσι δικαίοις ταῦτ' ἐγένετο, ἀλλὰ γνώμῃ διήμαρτον οἱ καταψηφισάμενοι, ἢ καὶ δι' ἄλλο τι ταῦτ' ἐψηφίσαντο, ἀλλ' οὐκ ἀδικεῖν αὐτοὺς καταγνόντες, πᾶσιν ἂν δή που ταῦτ' ἐξήρκει καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο. Πλάτων τοίνυν αὐτῶν αἰτιώμενος τὰ συμβεβηκότα, καὶ λέγων ὡς ἁμαρτήματα τῶν πολλῶν, ὅμως ἐν ἐλέγχῳ κατ' ἐκείνων λαμβάνει, καὶ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δ' ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. ἡδέως δ' ἂν ἐροίμην τοὺς προσκειμένους αὐτῷ τί ποτ' ἂν λέγειν ἠξίουν κατὰ τῶν ἀνδρῶν, ἢ τίνα γνώμην ἔχειν ἡμᾶς ἔπειθον, εἰ τοῦτ' εἶχον δεικνύειν ὡς ἐν παντὶ δικαίῳ μετ' οὐδεμιᾶς φαύλης προφάσεως Ἀθηναῖοι κατεψηφίσαντο αὐτῶν, ὁπότ' αὐτὸς φάσκων αὐτοὺς παρανενομῆσθαι καὶ τοῖς ἵπποις τοῖς λακτίζουσιν ἀπεικάζων τοὺς καταψηφισαμένους ἰσχυρόν τι λέγειν κατ' ἐκείνων οἴεται. ταχύ γ' ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ' ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν. ἔπειθ' ὡς οὐ κατ' ἀρχὰς ταῦτ' ἔδρων αὐτοὺς λέγει, ὥσπερ τὸν Κριτίαν καὶ τοὺς ἄλλους τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, εὐθὺς ἐν ἀρχῇ ταῦτα ποιοῦντας, ἀλλ' οὐ πολλοῖς ὕστερον χρόνοις κυρίττειν ἀρξαμένους ἢ παρ' ἐκείνους ἐφοίτησαν. ἀλλ' εἰ καὶ μὴ ἐποίουν ταῦτ' ἐξ ἀρχῆς, εἶχόν γ' ἐν τῇ [253] φύσει δήπουθεν καὶ τὸ κωλῦσαι κρείττονος παντελῶς ἢ κατ' ἄνθρωπον ἦν. εἰ δ' ἐπ' ἀμφότερα αἰτιάσεται Πλάτων τοὺς ἄνδρας ὥσπερ σοφοῦ τινος εἰλημμένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπ' ἀμφότερ' αὖ φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ μὲν καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπ' αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. οὐκοῦν οὐδ' ἐκεῖνοι διεφθάρκεσαν. ὥστ' εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν, εἰ δ' ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἠδικῆσθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δ' ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν· εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλ' οὐχὶ δίκαιόν γε ἐγκαλεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι τὸν λόγον; οὐκ ἔστι δίκαιον ἅμ' ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκείνων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μὲν, ὡς ἔοικεν, ἐκεῖνοι, τῷ δήμῳ δ' ἃ προσήκει πέπρακται. ὥστε οὐχὶ δίκαιον ταῦτά γε δή που κατηγορεῖν αὐτοῦ. πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζώων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν; εἰ δ' ἥμαρτεν ὁ δῆμος, ἅμα τ' ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. αὐτὸ γὰρ τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς, ἢ χρημάτων, ἢ ὁτουδήποτ' ἐτίμησαν ἑκάστῳ. οὗτος δὲ ὁ λόγος τί λέγει; μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν. ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφὲς ὡς οὐκ ἠδίκουν. τοὺς δ' οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν οὐδαμῶς ἐστιν.
Ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντ' ἀπολογούμεθα, οὔτε τοῦ δήμου [254] τὴν αἰτίαν παντὸς εἶναι φάσκοντες οὔτ' ἐκείνους προσήκειν εἴ τι προσέπταισαν χείρους νομίζεσθαι. δείκνυμεν δὲ ὅτι τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος, ὧν δ' ἔδοξαν καταψηφίζεσθαι δυοῖν, οὐδὲ τούτων ἀδικεῖν κατεψηφίσαντο, ἀλλ' ὥσπερ παῖδες διδάσκαλον αὐτοῖς ἠξίωσαν ὑποχωρῆσαι. πάλιν τοίνυν ἐφ' ἑκατέρας τῆς συζυγίας ἅτερος εὑρίσκεται τῆς δικαιοτάτης τυχὼν παρὰ τοῦ δήμου φιλανθρωπίας, ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν, ὁ δὲ στρατηγῶν πρὶν ἐκτῖσαι, καὶ κύριος ὢν τῶν ἁπάντων, καὶ τῶν καταψηφισαμένων αὐτῶν. πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογήσαιτο, εἴ τι δεῖ τῶν ὄντων καὶ περὶ τῶν αὐτοῦ λόγων εἰπεῖν; εἰ τοίνυν ἁπάντων μὲν ὁ δῆμος κατεγνώκει, μηδὲν δὲ ὕστερον πρὸς μηδέν' αὐτῶν ἐφιλανθρωπεύσατο, οὐδ' οὕτω δίκαιον ἦν ἃ μὲν τοῖς ἑτέροις ἡμάρτητο κατ' ἀμφοτέρων λέγειν, ἃ δ' ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν μηδετέροις ἀξιοῦν ἀποδοῦναι. εἰ μὲν γὰρ ἐκ τούτων μόνον οἵ τ' Ἀθηναῖοι κοινῇ καὶ οἱ προστάντες αὐτῶν ἐγιγνώσκοντο, καλῶς εἶχε ταῦτ' ὀνειδίζειν· εἰ δ' ἔσθ' ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γ' αὐτὸς κάλλιστα ὡμολόγηκας ‑ ὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτ' ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἷον χρὴ ‑ πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν; ἐκείνοις γάρ φασιν εἶναι νόμον, ἄν τις αὐτῶν σχῇ τινα φαύλην αἰτίαν, μὴ πρότερον καταγιγνώσκειν, μηδ' ἂν ἐλέγχηται, πρὶν ἂν παρ' ἄλληλα ἐξετάσαντες ἅ τε εὖ καὶ ἃ κακῶς ἐποίησεν εὕρωσι τὰ χείρω νικῶντα· ὅταν δὲ τὰ τῶν εὐεργεσιῶν ἔμπροσθεν ᾖ, καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον. εἶτ' ἐν μὲν [255] τοῖς βαρβάροις οὕτως, Πλάτων δ' ὁ τῶν Ἑλλήνων ἄριστος καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμων, προσθήσω δὲ καὶ τῶν θείων, πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν καὶ πάντων κρατεῖν ὄντα ἄνθρωπον, καὶ ταῦτα μὴ μόνον ὧν ἡ γνώμη κυρία, ἀλλὰ καὶ ὅσα πρὸς τὴν τύχην ἐστὶν, ἢ τοῦ μηδενὸς ἄξιον εἶναι τὸν καὶ μικρόν τι προσπταίσαντα; οὐκ ἄρ' ἐκείνων μόνον κατηγορεῖν δόξομεν, ἀλλὰ καὶ τῆς φύσεως τῆς ἀνθρωπείας ἁπάσης. βλέψον δ', εἰ βούλει, πρὸς τὰ σαυτοῦ πάλιν αὖ παραδείγματα. εὑρήσεις γὰρ οὔτε τοὺς ἡνιόχους τοὺς ἀγαθοὺς ἅπαντα νικῶντας ἐφεξῆς οὔτε ταῦτ' ἐπαγγελλομένους, οὔτε τοὺς ἵππους αὐτοὺς ὥσπερ ἐπὶ ῥητοῖς θέοντας, ἀλλὰ καὶ τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους ἀρίστας γενέσθαι δοκούσας οὐχ ἅπαντας τοὺς ἀγῶνας ἀνῃρημένας, οὐδὲ ἅπαντα ὃν ἔζων συνεχῶς νικώσας χρόνον. οὐδ' αὖ τοὺς κυβερνήτας λέγω τοὺς ἀρίστους ἀεὶ καὶ πάντας ἐκ τοῦ θανάτου σώζοντας, ἀλλ' ἤδη τινὰ καὶ σκηπτοῦ καὶ χειμῶνος ἡττηθέντα καὶ χρησάμενον τύχῃ τῆς τέχνης κρείττονι, πάντως δ' ἅπαντας παραχωροῦντας τῷ Ποσειδῶνι, κἀν ταῖς συγγραφαῖς οὕτω γραφόμενον, Σωθείσης τῆς νεὼς τὸ καὶ τὸ ποιήσειν. ὅτι δ' ἡ ναῦς σωθήσεται οὐδείς πω κατεπηγγείλατο. ταῦτ' ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφη
Ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα. ᾔδει γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν καὶ τούτου τοῦ λόγου παράδειγμα ἱκανὸν καὶ ἅμα αὐτόθεν. τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος Ἀχιλλεὺς αὐτῷ δή που πεποίηται, καὶ ταῦτά γε πολλῷ τινι· τῶν δ' αὖ βαρβάρων ὁ Πάρις πάντων σχεδὸν μαλακώτατος, ὥστε καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα, καὶ δύσπαριν μετὰ προσθήκης καλεῖ. ἀλλ' ὅμως Ἀχιλλεὺς μὲν τήν τε ἄλλην ἅπασαν τῶν Τρώων στρατιὰν εἰς τὸ τεῖχος κατέκλεισε καὶ τὸν Ἕκτορα πρὸς ταῖς πύλαις ῥᾳδίως ἀπέκτεινεν. ὁ δ' αὖ Πάρις ἢ δύσπαρις, ὁ τοσοῦτον χείρων τοῦ Ἕκτορος, αὐτὸν τὸν Ἀχιλλέα πρὸς ταῖς αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾄδεται. ὥστ' ἀπὸ τῶν [256] ἐσχάτων ὅρων ἑκατέρωθεν, τῆς τε ἀνδρείας λέγω καὶ τῆς ἀνανδρείας, τὸ ἔπος βεβαιοῦται· οἶμαι δ' οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ ἡ παροιμία βούλεται δηλοῦν ἢ περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα· εἰ δ' ἐπ' ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν ὁ θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστ' ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων· οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδ' ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δ' ἔτι καὶ νῦν ἡ τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἷον ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ μὲν ἅρματα ἵστη τρέχοντα, Ὀλυμπίασι δ' ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλ' οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτ' ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετ' ἀληθείας τοῦτ' ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, ὦ Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδ' Αἰσχύλος εἶχε λέξαι τι. ἆρ' οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους; αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλ' Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι; οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ,
Τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς,
ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλ' ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπ' ὀρνίθων τῶν [257] ἵππων ὀχούμενος· ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει
Λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους.
ἆρ' οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρ' ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλ' ὅμως τοιαῦτά φησι τἀνθρώπεια ‑ τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι ‑ ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ' εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστ' ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ
Ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφ' ὧν οὐδεπώποτ' ἐσφάλη, ἄγων δ' αὐτὰς ὅποι βούλοιτ' ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἴας νὴ Δί' ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφ' οὗ τοῦτ' εἴρητο
Οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ·
καὶ οὗτος τοιαῦθ' ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής· τὴν δ' αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γ' ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γ' ἕτερος νὴ Δία Αἴας, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γ' εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν
[258] Κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ,
καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γ' εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτ' ἔλαττον, ἀλλ' ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον ἢ τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι ὅ γε κήρυξ ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως
Ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας. καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλ' ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος,
Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα. καὶ
Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δ' ἔργ' ἐτέτυκο.
καὶ
Ἀνδρὶ δ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδ' εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλ' ἢ τοῦ Ἀχιλλέως. καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, ὁ Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι.
Ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρ' οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι τἀνθρώπεια; ὥστ' οὔτ' εἴ τις ῥώμῃ σώματος ἢ μεγέθει προφέρειν δοκεῖ οὔτ' εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτ' εἰ ταχὺς αὐτὸς ἢ καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν [259] μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτ' ἐστὶν ὁ ἀγὼν οὗτος, ταῦθ' Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδ' ὁμαλὸν οὐδ' αὔταρκες, ἀλλ' ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτ' ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, ὦ Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ὁ ἡνίοχος, ἐν ᾧ πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ ὁ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ ὁ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δ' ἄνω καὶ κάτω περιχωρῇ, τότ' ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθ' ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντ' ἄγουσι, τὸ δ' ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δ' ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δ' οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δ' οἱ κρείττονες, ἐνίκων δ' οἱ μείζονες, τὸ δ' ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατ' ἂν πάντ' ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν εὐχῆς ἴσως προσέδει, οὐδ' ἂν κακτέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. νῦν δ' οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδ' εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ [260] θρασύνοιτο, μηδ' ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει;
Ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπ' αὐτὸ τὸ κυριώτατον ἤδη. ὁ Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν ἡ Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ ἡ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθ' ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτ' οὐκ εἰς χειρῶν κρίσιν οὐδ' εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλ' εἰς αὐτὸ τοῦτο ἐν ᾧ κρείττων ἦν; αὖθις δ' αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπ' αὐτοῦ πεπονθότας εὖ, δι' ἃ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθ' οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφ' ὧν ἅμα σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ ἡ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, ἢ τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστ' οὐδ' ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς ὅ τε Ἀγαμέμνων καὶ ὁ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας ἢ καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δ' οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ μειζόνων [261] ἐκτίνοντας, μηδ' εἰς αὐτὴν τὴν σωτηρίαν ἀπομνημονεῦσαι, πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι, καὶ τό γ' αὐτὸν ἐκεῖνον τὰ μὲν ἄλλα σοφίζεσθαι, τῶν δ' εἰς τὴν ἀπολογίαν ἀπορῆσαι, καὶ ταῦθ' οὕτω ῥᾳδίαν οὖσαν καὶ τῶν πραγμάτων αὐτῶν βοηθούντων; ἀλλ' ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν, αὐτὸν δ' ὠφελεῖν οὐκ εἶχε, καὶ ταῦτα τὸν περὶ τῆς ψυχῆς τρέχων, ὃν χρῆν, εἰ καὶ ἐν τοῖς Τρωσὶν ἐκρίνετο, συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι. ὁ δὲ τῶν φίλων καὶ τῶν συμμάχων καὶ ὧν εὐεργέτης ἦν χαλεπωτέρων ἢ τῶν πολεμίων ἀπῄει τυχὼν, καὶ πάσας τὰς ἄλλας εὑρίσκων μηχανὰς μίαν οὐχ εὗρεν ὅπως σωθήσεται. ἀλλ' ἐπειδὴ κατεψηφίσαντο ἀδικεῖν αὐτοῦ, οὐ ταυτὸν τοῖς Ἀθηναίοις ἐποίησαν· οὐ γὰρ χρημάτων ἐτίμησαν οὐδὲ φυγῆς οὐδ' ὅσον δέκα ἔτη μετέστησαν, ἀλλ' ἄρδην ἀπέκτειναν. οὕτω μέχρι μὲν τοῦ μὴ κατὰ νοῦν ἀγωνίζεσθαι καὶ τοῦ τῶν συκοφαντῶν ἔλαττον ἔχειν κοινωνεῖ τῷ Παλαμήδει τῆς τύχης ἡμῖν ἡ τοῦ Περικλέους φατρία, τὰ δ' ἐφεξῆς καὶ διαφέρει, καὶ οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται καὶ οἱ ῥήτορες αὖ τῶν ῥητόρων πρᾳότερον ἐπταικότες, καὶ ταύτῃ γε σοφώτεροι τοῦ Παλαμήδους ὄντες, τοσοῦτον, εἰ μή τι ἄλλο, πεῖσαι δυνηθέντες, ὡς οὐ θανάτου γ' ἄξιοι τοῖς Ἀθηναίοις εἶεν, οὐχ ὥσπερ ἐκεῖνος οὐδ' εἰς τὸ τίμημα χρήσιμος οὐδὲν ἦν αὑτῷ. ἀλλ' οἶμαι καὶ Παλαμήδει καὶ Μιλτιάδῃ καὶ Περικλεῖ καὶ πᾶσιν ἀνθρώποις μέτεστι τῆς κοινῆς ἀπολογίας ἣν αὐτὸς Πλάτων ἐνδίδωσιν, ἧς ἀρτίως ἐμνήσθην, ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα, ἐπεὶ καὶ ὃ προσδιωρθώσατο καὶ προσέθηκε πρὸς τῷ θεῷ καὶ τῇ τύχῃ καὶ τὴν τέχνην τρίτον ὡρίσατο, εὖ φρονῶν. φησὶ γοῦν οὕτως Ἡμερώτερον μέντοι τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τὴν τέχνην. ἄριστά γε καὶ θειότατα, ὦ Πλάτων, ὡς ἀληθῶς. εἰ τοίνυν καὶ τῇ τάξει καὶ τῇ δυνάμει τρίτον [262] ἡ τέχνη, πῶς ἀποχρῶν ἂν εἴη καθάπαξ; ἢ πῶς ἄν τις τὸ ἐλάχιστον καὶ τὸ φαυλότατον τῶν πλειόνων καὶ τῶν μειζόνων ἀξιοίη κρατεῖν; οὐκ ἔστιν ὅπως δικαίως. μὴ τοίνυν θαυμάσῃς, εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο, μηδ' ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. πολλὰ καὶ παράδοξα κατ' ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται. ὧν ἐστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα. τίς δ' οὐκ ἂν φαίη; ἀλλ' οὔπω ταῦτ' ἐστὶν ἔλεγχος κατ' αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδὲν οὔτ' ἠδύναντο βελτίους ποιεῖν, ἀλλ' ἐξῆν αὐτοῖς τήν τε τέχνην ἔχειν δήπουθεν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο· μηδέ γ' ἐλάττους φῶμεν αὐτοὺς τῶν ἀντιπάλων γενέσθαι, μὴ δῆτα ἡμεῖς γε, ἀλλ' ὥσπερ ὀλισθεῖν κρείττους ὄντας τοῖς ὅλοις. ἐκράτει Κλέων Περικλέους. ὁ δέ γε αὐτὸς οὗτος καὶ Λακεδαιμονίων ποτὲ, ὡς ᾤετο, καὶ δεδεμένους γε ἤγαγεν ἐν πέδαις Ἀθήναζε, καὶ ὃ τούτου μεῖζον εἶναι δοκεῖ, καὶ χρόνον προειπὼν ἡνίκ' ἐξῄει, καὶ τοῦτον οὐ πλεῖστον, ἀλλ' ὅσον εἴκοσιν ἡμερῶν, ἀλλ' ὅτι γ' οὐ πάνυ κρείττων ἦν τῶν Λακεδαιμονίων ἔδειξεν Ἀμφίπολις, πρὸς ἣν μαχόμενος οὐ πολὺ τῷ Βρασίδᾳ παρέσχε τὸ ἔργον. ἀλλὰ κἀκείνου τεθνεῶτος ἤρκεσε πελταστὴς Μυρκίνιος φεύγοντα βαλὼν ἀποκτεῖναι, ὥς φησιν ὁ μηνυτής. ὁ δέ γε αὐτὸς οὗτος λέγει καὶ περὶ τῶν ἑκατέρωθεν νεκρῶν ὡς οὐκ ὀλίγον τὸ διάφορον συνέβη γενέσθαι. ἑπτὰ γὰρ οἶμαι πρὸς ἑξακοσίους ἀντιλογίζεται. οὕτω τοίνυν κἀν τῇ δίκῃ οὐ τῶν Περικλέους λόγων οὐδὲ τῆς ἐπιστήμης ἐκράτησεν, οὐδέ γε ὡς ἀνεπιστήμονος περιεγένετο, ἀλλ' ἀπέλαυσε τοῦ καιροῦ, ὥσπερ κἀν τῇ Πύλῳ τῇ τύχῃ καὶ τῷ καιρῷ προσεχρήσατο· ἐπεὶ Περικλῆς γε καὶ τεθνεὼς ἐκράτει Κλέωνος, εἰ δεῖ τἀληθὲς εἰπεῖν. μέγα δὲ σημεῖον· [263] τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξαιτο ἀναστῆναι, ὥστε κἀν τοῖς δράμασιν ὡς ἀνεστῶτα ὁρῶντες εὐφραίνοντο, τὸν δ' οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐβούλετο ἀντ' ἐκείνου κεῖσθαι. τοσούτῳ κρείττων ἦν τεθνεὼς Περικλῆς ἐκείνου ζῶντος.
Πάρες οὖν τοῖς συκοφάνταις ταῦτα, αὐτὸς δὲ πάλιν σαυτοῦ τι μνημόνευσον. ὅτι γὰρ οὐδὲν οὔτε τῶν ἀδυνάτων οὔτε τῶν ἀπεικότων καὶ τὰ βέλτιστα λέγοντας ὑπὲρ τοῦ δήμου τῷ δήμῳ προσκροῦσαι, ἀλλὰ καὶ τοῦτ' αὐτὸ τῶν συμφορῶν ἐπιεικῶς αἴτιον γίγνεται, τὸ μὴ βούλεσθαι τῆς ὀρθοτάτης ἀφεῖσθαι γνώμης, οὐ τῶν μάντεων ἀκούσαντα δεῖ γνῶναι, ἀλλ' ὁ πολλῶν δήμων καὶ πόλεων ἀντάξιος Πλάτων ὁ τοῦ Ἀρίστωνος διαμαρτύρεται διαρρήδην οὑτωσὶ λέγων, καὶ ταῦτ' ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ. τίνα οὖν ἐστι τὰ ῥήματα; Οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθ' ὑμῖν οὔτ' ἄλλῳ τινὶ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλ' ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γενέσθαι, ἀλλ' ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. εἶεν, ὦ φιλότης. εἶτα ἔτι θαυμάζεις εἰ Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων προσέκρουσαν Ἀθηναίοις, τὰ βέλτιστα λέγοντες αὐτοῖς καὶ φεύγοντες τὰ πρὸς ἡδονήν; ἀλλὰ μὴν αὐτός γ' ἔφης ἐντεῦθεν ὡρμῆσθαι τοὺς κινδύνους, καὶ οὐδ' ὀλίγον χρόνον ἐγχωρεῖν διαφεύγειν. πότερον οὖν εἰ προσέκρουσαν θαύμαστόν ἐστι καὶ τοῦτ' ἄξιον αὐτῶν κατηγορεῖν, ἢ 'κεῖνο πολλῷ μᾶλλον ἄξιον αὐτῶν θαυμάσαι, ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο, καὶ μήτε θᾶττον τοῦτ' ἔπαθον μήθ' ὅτε καὶ προσέκρουσαν θανάτῳ γ' ἐζημιώθησαν, ἀλλὰ μέσην τινὰ ὁ δῆμος ἐχώρησε, καὶ τῇ μὲν ὡς εὖ καὶ καλῶς ὑπ' αὐτῶν ἀχθεὶς ᾐσχύνθη καί τινα πρᾳότητος τύπον διεσώσατο, τῇ δὲ οὐκ ἠδυνήθη τὴν τοῦ πράγματος φύσιν διαφυγεῖν, ἀλλ' ὧν δήμῳ προσῆκεν ἁμαρτεῖν, μέρος γοῦν τι μετέσχεν; ἡδέως [264] δ' ἂν ἐροίμην, ὅστις βούλεται δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς δὲ δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; ἆρ' ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; τί μὴν ἕτερον; εἶθ' ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις, ταῦτ' εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζει; καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; εἰ δ' ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα; φέρε δὴ κἀκεῖνο σκεψώμεθα· ὁπότ' ἦν ἐν τῷ τὰ δίκαια πράττειν προαιρεῖσθαι τοιοῦτόν τι λαβεῖν παρ' αὐτῶν, πότεροι πρὸς θεῶν πῶς ἂν εὐπρεπῶς εἴποιμι κοινότεροι τὴν γνώμην, καὶ εἰ μὴ τὸ ὅλον βελτίους, τῇ γε πόλει χρησιμώτεροι, πότερ' οἵτινες προορώμενοι τὸν προσόντα κίνδυνον εἶτ' ἐκποδὼν ἔστησαν, ἢ οἵτινες εἰδότες οὐκ ἀπώκνησαν; ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν εἰπεῖν αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι, τὸ δ' ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδ' ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων ὂν ἐκείνοις ὑπάρχειν. εἰ γάρ τι καὶ διήμαρτον, οἷς γε προείλοντο φήσει τις αὐτοὺς νικᾶν. εἰ τοίνυν μὴ μόνον προείλοντο, ἀλλὰ καὶ κατώρθωσαν πολλὰ καὶ καλὰ καὶ δίκαια καὶ κοινῇ συμφέροντα, μὴ πρὸς ἐλαττώματος αὐτοῖς γένηται. τοῦτο γὰρ ἔξεστι δήπουθεν αὐτοῖς εἰπεῖν. εἰ δὲ καὶ τοῦτ' ἔξεστιν ἐρωτῆσαι, πότεροι τῷ Σωκράτους αὐτοῦ καὶ Πλάτωνος λόγῳ μᾶλλον συμβαίνοντα καὶ βεβούλευνται καὶ πεποιήκασι; τῷ ποίῳ δὴ λέγω τούτῳ λόγῳ; ὅσπερ ἐστὶν ἁπάντων λόγων οἶμαι κάλλιστος. τίς οὗτος; Οὐ καλῶς φησὶ λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ' οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. οὐκοῦν ὅτ' ἐκεῖνοι φαίνονται μηδὲν [265] τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλ' ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου τῷ Σωκράτους κέχρηνται λόγῳ. ὥστ' ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε, καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως, ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν. Φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν ‑ λέγω δὲ ἤδη τὰ Πλάτωνος αὐτοῦ ‑ τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι ὥστ' ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ, καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις. οὐ γὰρ δή που τοὺς μὲν εἰς Τροίαν τῶν Ἑλλήνων ἐλθόντας ἐπαινεσόμεθα, ὅτι εἵλοντο καλῶς ἀποθανεῖν, τοὺς δ' εἴ τι πείσονται δυσχερὲς ἐκ τῆς πολιτείας οὐ προτιμήσαντας οὐδὲ παρέντας τῷ φόβῳ τὸ βέλτιστον, τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν· οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτήσαντας ἀνδρῶν ἀγαθῶν λογισμῷ χρῆσθαι φήσομεν, τοὺς δ' ἁπάσης τῆς Ἑλλάδος προστάντας, ἡνίχ' ὑπὲρ παίδων ὁμοῦ καὶ γυναικῶν καὶ ἱερῶν καὶ τάφων καὶ πάντων τῶν ὄντων ἐκινδύνευον, τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν, πρὸς τοὺς ἡμιθέους ἀφέντες κρίνειν· οὐδ' εἰ μέν τις φίλῳ τιμωρῶν ὑπέμεινε τελευτᾶν, εἰς μακάρων νήσους πέμψομεν, εἰ δέ τινες τῇ τε πόλει πάσῃ καὶ τοῖς τῶν Ἑλλήνων πράγμασιν ἀντὶ πάντων τῶν ἄλλων κατέστησαν, τούτοις εἴ τί ποθ' ὕστερον συνέβη, τὸ κακῶς ἀκούειν προσθήσομεν. οὐχ ἕως γ' ἂν τοὺς περὶ τῶν δικαίων λόγους φυλάττωμεν. ἀφαιρεῖν γὰρ τοῖς χρηστοῖς τῶν συμφορῶν εἰκὸς ἦν, εἴ πως ἐνῆν, μᾶλλον ἢ τοῦτο οὐκ ἔχοντας ἐπεμβαίνειν, ὃ δὴ λέγεται, κειμένοις.
Βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι, οὐδὲν γὰρ ἦν χεῖρον, ἄλλως τε καὶ περὶ ῥητόρων ὄντος τοῦ λόγου. μνησθήσομαι δ' ὅσον εἰς τούτους ἀνήκει. πῶς οὖν ἐκεῖνος περὶ τῶν αὐτῶν τούτων [266] διείλεκται, κατηγορηκότος μὲν Αἰσχίνου ὡς ἀνάξιος εἴη τοῦ στεφάνου, παρεξετάσαντος δὲ αὐτὸν πρὸς τοὺς πρότερον καὶ μόνον οὐκ ἀνάγκην προσθέντος ὥστ' ἐξαχθῆναι καὶ παρὰ γνώμην εἰπεῖν, καὶ φιλονεικῆσαι πρὸς τοὺς ἄνδρας ἕνεκα τῆς ἐκείνου βλασφημίας; ὁ δέ πως μάλα πρᾴως καὶ σωφρόνως καὶ ἀξίως ἑαυτοῦ τὴν μὲν δεινότητα εἰς τὸν Αἰσχίνην ἔτρεψε, τοῖς δ' ἀνδράσι τὴν εὐφημίαν ἐτήρησε. λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ Εἶτα τῶν πρότερον γεγενημένων ἀνδρῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς. πρῶτον μὲν δὴ τοῦτο τὸ μικρὸν τὸ τῆς προσθήκης πῶς οὐ φιλάνθρωπον ἅμα καὶ γενναῖον, τὸ καὶ καλῶς ποιεῖς; οὐχ ὥσπερ Πλάτων φησὶν ὅτι οὐ καλῶς ποιεῖς, Καλλίκλεις, μεμνημένος τῶν ἀνδρῶν τούτων ὡς ἀγαθῶν· οὐ γὰρ ἦσαν τοιοῦτοι. ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης ἐκείνοις δόξης ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχε, φάσκων ταὐτὰ βουλομένην εἶναι. λέγει γὰρ οὕτως, ὅσον ἐγὼ μέμνημαι Καὶ μὴν εἰ καὶ τοῦτ' ἄρα εἰπεῖν δεῖ, ἡ μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἐάν τις ὀρθῶς σκοπῇ, ταῖς τῶν τότε ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, ἡ δὲ σὴ ταῖς τῶν τότε τοὺς τοιούτους συκοφαντούντων. καίτοι τρία γ' εἰς ὑπερβολὴν ὑπῆρχεν εἰπεῖν αὐτῷ τὰ μέγισθ' ὑπὲρ τῆς αὑτοῦ πολιτείας· πρῶτον μὲν ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν οὔτε τοῖς Ἀθηναίοις οὔτε τοῖς ἄλλοις Ἕλλησι τότε καὶ καθ' αὑτὸν, ἀλλ' οἱ μὲν ἐν εὐθενοῦσι τοῖς πράγμασι τὴν αὑτῶν ἀρετὴν ἔδειξαν, οὗτος δὲ νοσούντων καὶ μόνον οὐκ ἀπολωλότων ἤδη πάντων ἐπὶ τὴν προστασίαν τῶν κοινῶν παρῆλθεν. ἔπειθ' ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς καὶ συγκεκροτημένους καὶ τούτους ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν πραγμάτων [267] ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θ' ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ ἃ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθ' ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δ' ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δ' ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων. ἀλλ' ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλ' ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλ' ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γ' ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ Κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετ' εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι; κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δ' αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστ' ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως, ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων Ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δ' οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα. δύο τοίνυν ταῦτ' ἄν τις τῶν λόγων τούτων [268] ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατ' ἀνάγκην, ἀλλ' ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δ' ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλ' ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης.
Φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλ' ὅ γ' ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερ' ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδ' ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγ' ᾤμην οὐ πάνυ ταῦτ' ἀλλήλων κεχωρίσθαι, ἀλλ' εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ βαδίζειν, [269] οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἷόν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. Πλάτωνα δὲ ἐξαιρῶ τοῦ λόγου, ἱκανὸς γὰρ καὶ ἀμφότερα. ἀλλ' οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται, ἐπεὶ ὅτι γε οὐκ ἀλόγως οὐδ' ἀπεικότως συνήγαγον τὰς δυνάμεις Πλάτων ἐστὶ σύμψηφος, οὐδὲ γὰρ τοῦτ' ἴσως ἔξω τοῦ πράγματος. ὅταν γὰρ περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος τοὺς ἥρωας ῥήτορας εἶναι λέγῃ, καὶ πάλιν διαλεκτικοὺς, τότ' ἄμφω δή που μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐ κολάκων ἔργον, ἀλλ' ἡρώων τινῶν εἶναι· ὥστε μὴ τοῖς μαγείροις γε προσήκειν ἀπεικάζειν τοὺς ἐπιτηδεύοντας αὐτὴν, ἀλλὰ τοῖς ἥρωσι μᾶλλον, καὶ τὴν διαλεκτικὴν αὖ τῇ ῥητορικῇ προσήκειν. ὅταν γὰρ διὰ μέσου τοῦ τῶν ῥητόρων ὀνόματος τοὺς διαλεκτικοὺς τοῖς ἥρωσι συνάπτῃ, πῶς οὐχ ὃ λέγω μαρτυρεῖ; ἀλλ' ὑπὲρ μὲν τούτων οὐ διαφέρομαι· ὅτι δ' οὐ μόνον ἐξ ὧν Δημοσθένης καὶ Θουκυδίδης καὶ Αἰσχίνης μαρτυροῦσιν, ἀλλὰ καὶ ἀφ' ὧν αὐτὸς Πλάτων ὡμολόγησεν ἐν αὐτοῖς τούτοις τοῖς διαλόγοις, καὶ νὴ Δί' ἐν αὐτῷ γε τούτῳ τῷ μέρει τῶν λόγων ἐν ᾧ περὶ τῶν ἀνδρῶν διείλεκται, καὶ μάτην ἅπαντα εἰρῆσθαι καὶ ψευδεῖς εἶναι τὰς βλασφημίας συμβαίνει, τοῦτ' ἤδη βούλομαι δεῖξαι, εἰ μή τῳ δοκῶ πολυπραγμονεῖν λίαν ἀκριβῶς ἅπαντ' ἐξετάζων. ὅμως δὲ τοσοῦτον προειπεῖν βούλομαι· εἰ γὰρ ἁλοίην ψευδόμενος, δίδωμι καὶ πάντ' ἐξαλεῖψαι τῷ βουλομένῳ, καὶ χάριν προσείσομαι· εἰ δ' ἀλήθειαν λέγων οὐχ ἥδιστα ἐρῶ πᾶσιν, ἄλλος ἂν εἴη λόγος. τὴν γοῦν ἀλήθειαν, ὡς χρὴ τιμᾶν πολλοὶ μὲν εἰρήκασιν, οὐ μὴν ἔσθ' ὅστις πλείονος ἄξιος ἢ Πλάτων. πάρεστι δ' ὃ λέγω σκοπεῖν ἤδη. ὡρμήθη μὲν γὰρ ἅπας αὐτῷ δήπουθεν ὁ περὶ τῶν ἀνδρῶν λόγος ἐκ τούτου, δύο τούτων παρασκευῶν οὐσῶν, τῆς μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τῆς δὲ πρὸς τὸ βέλτιστον, τοὺς ῥήτορας εἶναι τούτων ἄρα τῶν πρὸς τὸ χαρίζεσθαι βλεπόντων, καὶ δημηγορεῖν οὕτω τοῦ [270] ἰδίου ἕνεκα τοῦ ἑαυτῶν, ἄλλο δὲ μηδὲν βλέπειν. μνησθεὶς δὲ καὶ τούτων τῶν ἀνδρῶν, διὰ τὸ τὸν Καλλικλέα δὴ τούτους γε ὑπεξελέσθαι, βουλόμενος δεῖξαι παραπλησίως τοῖς ἄλλοις ἔχοντας καὶ οὐδὲν βελτίους ὄντας, ἀλλὰ καὶ αὐτοὺς διακόνους καὶ τοιούτους οἵους τὰς ἐπιθυμίας ἐμπιμπλάναι, κατηγορήσας ἃ ἐβούλετο καὶ τὰς συμφορὰς ὀνειδίσας αὐτοῖς, εἶθ' ὥσπερ τῶν πρώτων ἐπιλαθόμενος, μᾶλλον δὲ καὶ τῆς ὑποθέσεως ὅλης, ἐπέθηκεν ἐπὶ τελευτῆς Ὥστ' εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ. ἔχε δὴ πρὸς θεῶν. πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς αὑτῷ, ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες καὶ τοῦτ' ἀγωνιζόμενος, εἶτ' αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ, πάλιν δ' ὧν ἀφῆκεν αὐτοὺς, ταῦτα κατηγορεῖ, καὶ δι' ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη, διὰ δ' ὧν ἀφῆκεν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ, καὶ ἅμα μέν φησιν ἐξ ἴσου τοῖς ἄλλοις εἶναι τούτους, ἅμα δ' οὐ χρήσασθαι τῇ κολακείᾳ, τοῖς ἄλλοις κολακείαν ἐγκαλῶν. καὶ μὴν εἰ μὲν τῆς τῶν διακόνων καὶ τῆς τῶν κολάκων ἐπωνυμίας εἰσὶ δίκαιοι τυγχάνειν, τί τοῦτο λέγεις, ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ δ' αὖ μηδὲν μετῆν αὐτοῖς τῆς κολακικῆς, πῶς μετὰ τῶν κολάκων αὐτοὺς τίθης; ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις, ἀλλ' ὡς ἀληθῶς ἔχῃ τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν ὁ Καλλικλῆς, ὅτι ἄρα οὐ συμφωνεῖ Πλάτων αὐτὸς αὑτῷ κατὰ ταῦτά γε. καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι, πότερον τοῖς αἰτιωμένοις τοὺς ἄνδρας καὶ διαβάλλουσιν, ἢ τοῖς ἀφιεῖσιν; ἤρξατο μὲν γὰρ ὡς κατήγορος, ἔληξε δὲ ὡς ἄν τις μάρτυς ἥκων αὐτοῖς. καὶ μὴν εἰ μὲν ἔμελλε, τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον, κόλακας τρόπον τιν' αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχ' ἂν εἰ καὶ τὰ μὴ ὄντα κατηγόρησεν, [271] ἀλλ' οὖν ἐδόκει γ' ἄν τι προὔργου τῶν λόγων εἶναι· ὅτε δ' εἰπὼν ἅπανθ' ὅσ' ἔχειν ἡγεῖτο κατ' αὐτῶν, εἶθ' ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτοὺς, τίς ἔσθ' ἡ χρεία τῶν λόγων; ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντ' εἴρηται; μὴ γὰρ μελλόντων φανεῖσθαι τοιούτων ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δεικνύναι, τί τηνάλλως ἔδει βλασφημεῖν; ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο, ὑπέρ γε πάσης τῆς ῥητορικῆς λόγος κατελείπετο, ὡς οὐ τοιοῦτον εἴη, πῶς εἰκὸς ἔκ γε τῶν ἀφειμένων αὐτὴν δοκεῖν ἐλέγχεσθαι; τὸ δὲ δὴ λέγειν ὡς οὐδὲ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἄν ποτ' ἐξέπεσον, πῶς οὐχ ὑπερφυὲς ἤδη καὶ παρ' ἐκεῖνον αὖ τὸν λόγον, ὃν μικρῷ πρόσθεν ἐδείκνυμεν αὐτῷ, ὡς οὐκ ἔστιν ὑπὲρ τῶν δικαίων λέγοντα πρὸς δῆμον σωθῆναι;
Πάλιν δὲ μνημονεύσωμεν τῶν ῥημάτων καὶ παρ' ἄλληλα θεασώμεθα ἅ τ' ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα. Οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθ' ὑμῖν οὔτ' ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλ' ἄδικα καὶ παράνομ' ἐν τῇ πόλει γίγνεσθαι, ἀλλ' ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; προστάτης γὰρ πόλεως οὐδ' ἂν εἷς ποτὲ ἀδίκως ἀπόλοιτο ὑπ' αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. ταῦτ', ὦ πρὸς Διὸς, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν, ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δ' ἂν ἀπόληται, οὐκ ἄν ποτε τοῦτ' ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ; ποῦ ταῦτ' ἐστὶν ἐοικότα, ἢ πῶς εἰς ταυτὸν τελεῖ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα μήτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο μήτε τῇ κολακικῇ, δῶμεν γὰρ, κακῶς λέγειν αὐτοὺς οὐδ' οὕτως οἶμαι προσῆκε. τί γὰρ μᾶλλον κόλακας καὶ φαύλους ὑποληπτέον αὐτοὺς, εἰ μὴ τῇ [272] ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, ἢ σπουδαίους τε καὶ χρηστοὺς, ὅτι οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι καὶ αἱ προαιρέσεις αὐτῶν, οὐ κολάκων γε ἦσαν οὐδὲ φαύλων ἀνθρώπων. σὺ γοῦν αὐτὸς τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν μᾶλλον κακὰ δή που καλεῖς. πῶς γὰρ ἂν καὶ αὐτὸ τοῦτ' ἔτι λείποιτο αὐτοῖς τὸ μεταξὺ τούτων ἀμφοτέρων εἶναι, εἰ τοῖς γε ἑτέροις ἐνέχοιντο; ὥστε τί μᾶλλον ψέγειν αὐτοὺς ἢ ἐπαινεῖν προσῆκεν, εἰ μηδετέρου γε μετεῖχον, μήτε τοῦ καλοῦ μήτε τοῦ φαύλου; θαυμάζω δὲ τί ἄν ποτ' ἐποίησεν, ἢ τίνος ἂν μετέδωκεν αὐτοῖς εὐφημίας, εἰ τὴν κολακείαν ἐλέγχειν ἔμελλεν, ὁπότ' αὐτοῦ τοῦ λόγου πρὸς τοῦτ' ἐκφέροντος ὡς οὐχ οἷόν τε μετεῖναι τούτου τοῦ πράγματος αὐτοῖς, ὅμως οὐκ ὤκνησε τὰ μηδαμῆ συμβαίνοντα κατηγορεῖν. ἀλλὰ μὴν ὅτε γ' αὐτὸς δύο ταῦτα διείλου, καὶ τὴν μὲν ἀληθινὴν προσεῖπες ῥητορικὴν, τὴν δὲ κολακικὴν, πῶς ῥητορικῆς καθάπαξ ὡς κολακείας κατηγορεῖς, καὶ ὅπου τοὺς ἄνδρας ἀφῆκας οὓς ᾐτιάσω, πῶς ἐλέγχεις ῥητορικὴν ἣν αὐτὸς καὶ χρηστὴν προσείρηκας; εἶεν. τίνι μὴν καὶ τὸ λοιπὸν ἐχρῶντο τῷ τύπῳ τῶν λόγων, ἢ τίν' ἐρητόρευον τρόπον; εἰ γὰρ μήθ' ὡς ἄν τινες κηδόμενοι μήθ' ὡς ἄν τινες χαριζόμενοι, ἄλλος γέ τις αὐτοῖς τρόπος κατελείπετο. εἰ γὰρ αὖ καὶ τρίτος τίς ἐστι παρὰ τούτους, οὐ σύ γ' ἐμνήσθης αὐτοῦ, ἀλλὰ δύ' εἶναι ταύτας παρασκευὰς διωρίσω, τὴν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν δὲ πρὸς τὸ βέλτιστον. ὥσθ' ὅτε μήτε πρὸς ἡδονὴν ὡμίλουν μήτε πρὸς τὸ βέλτιστον, πρὸς τί λοιπὸν ὡμίλουν; ἢ πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων; ἀλλὰ μή τις αὖ τῶν ἐκείνοις τοῖς ἀνδράσιν εὐμενῶν εἰς ὑμᾶς μᾶλλον τοῦθ' ὑπολάβῃ τοὺς σοφοὺς, ὡς ἄρα παντὸς μᾶλλον οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρήσασθε πρὸς τὸν δῆμον οὔτε τῇ κολακικῇ. τοῦτο γὰρ ἦν δήπουθεν ἐν [273] τῷ τὴν ἡσυχίαν ἄγειν. καίτοι ὅθ' ὑμεῖς οὐδετέρᾳ τούτων φαίνεσθε κεχρημένοι, τί δεινὸν ἐκείνοις πεποίηται, εἰ καὶ δημηγοροῦντες μηδετέρᾳ τούτων ἐχρήσαντο; ἀλλ' ἴσως ἀναγκαῖον ἦν τῇ γε ἑτέρᾳ χρήσασθαι, ἐπειδὴ ὅλως ἐφθέγγοντο καὶ οὐχ οἷόν τε ἀμφοτέρων αὐτοὺς ἐκπεσεῖν. ὅτι μὲν τοίνυν διακονεῖν ὥρμηντο Πλάτων εἴρηκε μόνος, ὡς δ' οὐ τοιοῦτον τὸ ἐκείνων πρᾶγμα πάντες τε λέγουσι καὶ προσέτι αὐτὸς Πλάτων προσωμολόγηκεν, ὥσθ' ἣν ἐπήνεγκε μόνος αἰτίαν, εἰ φαίνεται λύων αὐτὸς, λείπεται τὴν ἐξ ἀρχῆς δόξαν κρατεῖν, ὡς ἀγαθοί τ' ἦσαν πολῖται καὶ τὰ βέλτιστ' ἐδημηγόρουν. ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην, ἢ ῥήτορας ὄντας αὐτοὺς μηδετέρᾳ χρήσασθαι τῇ ῥητορικῇ. σκοπῶ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες. ὥστε πῶς ἢ 'κείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; εἰ δ' αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορικὴ, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς. ὥστε πῶς ἢ 'κείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; εἰ δ' αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς ἐστι, καὶ τὸ μὲν αὐτοῦ κολακεία τε καὶ αἰσχρὰ δημηγορία, τὸ δ' ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ γ' ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρ' ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. ὥστ' οὐδὲ διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς, οὐδ' ἔδειξε δή που Πλάτων ἥτις ἔσθ' ἡ τρίτη. καὶ μὴν εἰ μέσον τι τούτων ἐστὶ τοῦ τε πρὸς ἡδονὴν λέγειν καὶ τοῦ πρὸς τὸ βέλτιστον, οὐδ' οὕτως ἐκείνους γε προσῆκεν ἀκούειν κακῶς. καὶ γὰρ εἰ μὴ τὰ βέλτιστα ἐδημηγόρουν, οὐκ ἐδημηγόρουν γε πρὸς ἡδονήν. οὐ τοίνυν μόνον ἐξ ὧν αὐτοὺς ἀφῆκε τῆς τοῦ κολακεύειν αἰτίας δείκνυται μάτην τὰς βλασφημίας τὰς κατ' αὐτῶν πεποιημένος, ἀλλὰ καὶ ἐξ ὧν τὸν Ἀριστείδην ἐπῄνεσε λαμπρῶς οὕτως μετ' ἐκείνους.
[274] εἰ μὲν γὰρ μηδένα μηδαμῶς εἶχεν ἐπαινέσαι, μηδ' ἦν εὑρεῖν ὅστις ῥήτωρ δίκαιος καὶ χρηστὸς γεγένηται, τάχ' ἄν τις ἔφησεν ὡς ἐκ περιουσίας ἐπὶ τοῦθ' ἧκε τὸ μέρος, τὸ ἐλέγχειν τοὺς ἄνδρας, ἵνα πανταχόθεν τὸν κατὰ τῆς ῥητορικῆς λόγον βεβαιώσηται· μέλλοντι δ' ἐπαινέσεσθαι καὶ ὁντινοῦν τί κέρδος ἦν τούτους κακῶς εἰπεῖν; οὐ γὰρ τίς ἄριστος τῶν πολιτευσαμένων προὔκειτο λέγειν, οὐδ' εἰ βελτίων τούτων Ἀριστείδης, ἀλλ' εἰ ἔνεστι τῇ ῥητορικῇ τὸ ὑπὲρ τοῦ δικαίου λέγειν. ὥσθ' ὅτε καὶ ὁστισοῦν εὑρέθη τοιοῦτος, παραπλήσιον ἂν ἦν ὥσπερ ἂν εἰ καὶ τούτων ὁστισοῦν τοιοῦτος εὕρητο. τὸ δὲ δὴ καὶ ἄλλας γεγενῆσθαι φάσκοντα καὶ Ἀθήνησι καὶ ἑτέρωθι, καὶ νὴ Δία προσθέντα γε καὶ ἔσεσθαι, ὅμως εἰς τοσοῦτον φιλονεικίας πρὸς τούτους ἐλθεῖν τίν' ἔχει λόγον; ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ τοῦ πράγματος δοκεῖν σπουδάζειν, τοῦτο δὲ ἰδίᾳ τινὰς κακῶς εἰπεῖν βεβουλῆσθαι. ὥστε δικαίως μὲν αὐτῶν ἐγκεκλημένων οὐδὲν πλέον εἰς τοὺς κατὰ τῆς ῥητορικῆς λόγους, ἀκηκοότων δ' ἃ μὴ προσῆκε μάταιος ἐξ ἀμφοῖν ἡ βλασφημία. ἀλλ' οἶμαι ἅμα μὲν τοῖς εἰρημένοις κατ' ἐκείνων λόγοις αἰσχυνθεὶς, ἅμα δ' ἡττηθεὶς τῆς ἀληθείας, οὐ κακῷ τὸ κακὸν, οὐ μὴν καλῶς γ' ἰάσατο, μᾶλλον δ' ἀγαθῷ τὸ κακὸν ἐξήλεγξε, τῷ γ' Ἀριστείδῃ τὰ πρέποντ' ἀποδούς. καίτοι εἰ μὲν μηδεὶς ῥήτωρ ἐπιεικὴς, τί τοῦτον κοσμεῖς; εἰ δ' οὗτός γε σαφῶς δίκαιος, τί σοι πλέον τῆς ἐκείνων κακίας; οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς. οὐδὲν γὰρ μᾶλλον ἡ ῥητορικὴ φαῦλον τοῖς ὅλοις. πόθεν οὖν εἰς ταῦθ' ὑπήχθη; καὶ πῶς ταῦθ' ἅμα τε καὶ ἐκεῖνα λέγων φαίνεται; ὅθεν ἐρώτημ' ἐκεῖνο Πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ ἑαυτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, [275] χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; ἐχρῆν γὰρ αὐτὸν εἰ τὰ μάλιστ' ἐβούλετο τὴν ῥητορικὴν κακῶς λέγειν, τό γ' ἐρώτημα φυγεῖν, διπλοῦν ὂν τῷ μέλλοντι ὑπολήψεσθαι, καὶ καθάπερ τὰ παραδείγματα ἁπλῶς οὑτωσὶ περαίνειν· λέγω τὸ τοῦ κυβερνήτου καὶ τοῦ μηχανοποιοῦ καὶ τἄλλα. νῦν δ' οὔτ' ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως οὔτε κατ' ἀμφότερα ἁλωσίμου, σχίζει τὴν ὑπόθεσιν καὶ δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ ἀμέλει καὶ λέγει Οὐχ ἁπλοῦν ἔτι τοῦτ' ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. νὴ Δί', εἴποι τις ἂν, αὐτὸ γὰρ τοῦτο προθυμεῖ, τὸ δεῖξαι καὶ διελέσθαι διττὸν εἶναι τὴν ῥητορικὴν, τὴν μὲν ὑπὲρ τοῦ βελτίστου, τὴν δὲ πρὸς ἡδονήν. ἐγὼ δ' εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορικὴ ἢ μὴ τότε δεῖν οἰήσομαι ζητεῖν, ὅταν καὶ τὴν φιλοσοφίαν εἰ διπλοῦν ἐστιν ἐπισκοπώμεθα καὶ τήν γε ἰατρικὴν καὶ τὴν κυβερνητικὴν, διὰ τοὺς ἐφ' ἑκάστῃ τῶν ἐπιστημῶν τοῦ δέοντος ἁμαρτάνοντας. πολλὰ δ' ἂν φαίην, πρῶτον μὲν ὅτι οὐχ οὕτως ἐλέγετο ἐν τοῖς λόγοις τοῖς πρὸς Πῶλον, ἀλλ' ἁπλῶς οὑτωσὶ πολιτικῆς μορίου εἴδωλον ἤκουεν ἡ ῥητορική· ἔπειθ' ὅτι εἰ τὰ μάλιστα διπλοῦν ὑπελάμβανε τὴν ῥητορικὴν, οὐκ ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄρητο, ἐν τούτοις προσῆκεν ἐπαινοῦντα φαίνεσθαι, οὐδ' ἐξ ὧν ἤλεγχεν ἀφιέναι. χωρὶς γάρ ἐστι διπλοῦν εἶναι φάσκειν καὶ πειρώμενον καθάπαξ φαῦλον ὂν δεῖξαι μὴ δύνασθαι. πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν ἤλεγξεν ὡς ἔστι κολακεία τοῦτ' ἂν ἰσχυρὸν μένειν, ἐπεὶ δ' οὐδαμοῦ τοῦτο διδάξαι δεδύνηται, καταφεύγειν εἰς τὸ διπλοῦν εἶναι λέγειν; τὸ δὲ δὴ πάντων μέγιστον, εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακῶς λέγειν, τί δή ποθ' ὁ Σωκράτης, αὐτὰ δὴ ταῦθ' ὑπολαβὼν Ἐξαρκεῖ· [276] εἰ γὰρ καὶ τοῦτ' ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δ' ἕτερον καλὸν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαὶ, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτ' ἀηδέστερ' ἐστὶ τοῖς ἀκούουσιν· οὕτω θεὶς καὶ διελόμενος πάλιν πρὸς θάτερον φιλονείκως ἀπέκλινεν ἐπειπὼν ὅτι Ἀλλ' οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τιν' ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐ καὶ ἐμοὶ αὐτὸν ἔφρασας ὅστις ἐστί; μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι, οὐ πώποτε εἶδες· μάλιστα μὲν γὰρ τί σοι τοῦτο διαφέρει, εἰ καὶ μὴ εἶδον, ἔχω δ' εἰπεῖν. ἔπειτ' οὐδὲ οὓς ἐλέγχει δὴ τούτους, τῶν τότε ὄντας ἐλέγχει ῥητόρων, οὐδ' οὓς εἶδεν ὁ Καλλικλῆς, ἀλλ' οὓς ἀκούειν αὐτὸν εἰκὸς εἶναί φησιν. οὐκοῦν ὅτε τούτους ἐλέγχειν πειρᾶται, κατὰ πάντων ἐθέλει λέγειν. οὕτω κατηγορῶν μὲν ὡς ἁπλῶς κακοῦ τῆς ῥητορικῆς ἠναγκάσθη διπλοῦν αὐτὸ θέσθαι, θέμενος δὲ διπλοῦν αὖθις αὖ τοῦτ' ἀναιρεῖν πειρᾶται τῷ κατὰ πάντων ἐθέλειν λέγειν. δῆλον δὲ καὶ τοῖς ἀμοιβαίοις. ἔχει γὰρ οὑτωσὶ Ἀλλὰ μὰ τὸν Δί' οὐκ ἔχω σοι εἰπεῖν τῶν νῦν ῥητόρων οὐδένα. Τί δαί; τῶν παλαιῶν ἔχεις τιν' εἰπεῖν; δῆλον ὅτι ὡς οὐδ' ἐκείνων οὐδενὸς χρηστοῦ γεγενημένου. τί γὰρ ἂν βουλόμενος ἢ τούτους ἔψεγε τῶν παλαιῶν ὄντας, ἢ 'κεῖνον ὅλως εἴ τινα τῶν πάντων εἰπεῖν ἔχει προὐκαλεῖτο; καίτοι πῶς οὐκ ἐναντίον περιφανῶς λέγειν μὲν ὡς οὔπω ταύτην εἶδε τὴν ῥητορικὴν, ὅπερ αὐτῷ βούλεται μηδένα πω τοιοῦτον γεγενῆσθαι ῥήτορα, πάλιν δ' ἀποφαίνειν ὡς Ἀριστείδης τοιοῦτος εἴη γεγονώς; τούτων γὰρ ἀνάγκη δή που θάτερον ψεῦδος εἶναι. καὶ πρὸς τοσοῦτον ἧκε τοῦ διαφωνεῖν αὐτὸς αὑτῷ ὥσθ' ἅμα μὲν λέγειν ὡς οὐδεὶς Ἀθήνησι πολίτης εἴη ἀγαθὸς [277] γεγενημένος, ἅμα δ' ὡς καὶ ἄλλοθι τοιοῦτοι γεγόνασι μαρτυρεῖν, καὶ προσμαντεύεσθαί γε ὅτι καὶ γενήσονται.
Ἴσως δ' ἄν τις κἀκεῖνο θαυμάσειεν, ὅτι τέτταρας μὲν ἐφεξῆς εἶπε κακῶς, καὶ ταῦτα τῶν Ἑλλήνων οὐ τοὺς φαυλοτάτους, ἑνὸς δὲ πρὸς εὐφημίαν ἐμνήσθη μόνου, καὶ παρῆλθε μὲν, Νικίαν τὸν Νικηράτου, καὶ ταῦτα τῶν ἐφ' αὑτοῦ ῥητόρων ὄντα, ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γ' ἐμνημόνευσε μέρει τοῦ λόγου. οὐ γὰρ τῆς γε πολιτείας αὐτοῦ λόγον οὐδένα ἐποιήσατο. καίτοι Νικίας οὕτως ἦν πόρρω τοῦ πρὸς ἡδονὴν τοῖς πολίταις δημηγορεῖν καὶ τοῦ τὰς ἐπιθυμίας συναύξειν αὐτοῖς, ὥστε κρατοῦντας μὲν τῷ προτέρῳ πολέμῳ Λακεδαιμονίων τοσοῦτον ἔπεισεν εἰρήνην ποιήσασθαι καὶ μηδὲν πλέον ζητεῖν, πάλιν δὲ τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δ' οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων Ἀθηναίους πλεῖν εἰς Σικελίαν καὶ πράγμαθ' αἱρεῖσθαι πρὸς ἅπαντας ἀνθρώπους, ἁπάσας ἠφίει φωνὰς, ἀντιλέγων ὑπὲρ τοῦ βελτίστου καὶ διαμαχόμενος ὡς οἷά τις ἂν τῶν ἐπ' ἔσχατον ἡκόντων φιλοσοφίας. εἰ δὲ τοὺς μὲν ὡς τῷ δήμῳ προσκειμένους κόλακας προσεροῦμεν, τοῖς δ' ὡς ὀλιγαρχικοῖς ἐπιτιμήσομεν οὑτωσὶ δι' ἀπορρήτων, καὶ τὰ μὲν οὐκ ὄντα ἐλέγχειν πειρασόμεθα, δι' ὧν δ' ἐλεγχόμεθα ἑκόντες παραλείψομεν, οὐκ ἔστιν ὅπως οὐ λαβήν τινι τῶν ῥητόρων δώσομεν. χρῆν μὲν οὖν ἴσως καὶ Νικίαν εἶναί τι συγχωρῆσαι, κἂν εἰ μὴ ἐπαινεῖν αὐτὸν ἐβούλετο, οὑτωσὶ μεμνημένον, αἰσχυνθῆναί τε παρ' αὐτῷ καὶ τὴν πολιτείαν αὐτοῦ νομίσαι τοῖς κατὰ πάντων λόγοις ἐμποδὼν εἶναι. εἴτε γὰρ καὶ τοῦτον ἃ τοὺς ἄλλους ἔψεγεν οὐκ ἀληθῆ λέγων ἂν ἐφαίνετο εἴτ' οὐδὲν ἔχων τοῦτον αἰτιάσασθαι πάντας ὁμοίως ἔλεγε κακῶς, οὐδ' οὕτως ἀληθὴς ὁ λόγος. καὶ μὴν ὅτι καὶ τοῦτον κακῶς εἴρηκε δῆλον. ἔστι γὰρ εἷς [278] τῶν ἐπ' ἐκείνου ῥητόρων, τούτους δ' ἅπαντας εἴρηκε δή που κακῶς. εἰ δ' ἄρα καὶ τὸν Νικίαν εὐκαταφρόνητον ἡγεῖτο, ἀλλ' οὐχ ὅ γε δή που Σόλων ἐλάνθανεν αὐτὸν ὅσου τινὸς ἄξιος γένοιτο ἐπὶ τῶν προτέρων τῇ πόλει. οὐ γὰρ καὶ περὶ ἐκείνου γ' ἔμελλεν ἐρήσεσθαι τίνα βελτίω τῶν δούλων ἢ τῶν ἐλευθέρων ἐποίησεν, οὐδ' ὡς ἄνευ τάξεως καὶ κοσμιότητος τὴν πόλιν φόρων καὶ φλυαριῶν ἐνέπλησεν ὀνειδιεῖν. ἀλλ' εἰ μὴ ἐκεῖνος αὐτοὺς νομίμους καὶ κοσμίους ἐκ τῶν δυνατῶν ἐποίησεν, ἄλλος γέ τις ἂν δόξειεν. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεχθάνεσθαι μᾶλλον ἀμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου· καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δ' οὐκ ἔδωκεν ὅσον ἐβούλετο, ἔστη δ' ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα, ὥσπερ τινὰς ὡς ἀληθῶς ἐκ γεωμετρίας περιγραπτοὺς φυλάττων ὅρους· καὶ οὔτε φόβος τῶν ἰσχυροτέρων οὔτε τιμὴ παρὰ τῶν πολλῶν οὔτ' ἄλλο τοιοῦτον οὐδὲν προηγάγετο αὐτὸν, οὐδ' ἐξέστησεν, οὐδ' ἐπῆρε παρ' ἃ βέλτιστα ἡγεῖτο πρᾶξαί τι. οὕτως οὔτ' αὐτὸς ᾤετο δεῖν τοῦ ἰδίου ἕνεκα τοῦ αὑτοῦ δημηγορεῖν καὶ τοῦ τοῖς ἄλλοις ἀποπιμπλάναι τὰς ἐπιθυμίας παμπληθὲς ἀπεῖχε. καίτοι τί φησι Πλάτων; εἰς τοὺς ποιητὰς αὐτὸν τιθέναι. νὴ Δία τῶν τριμέτρων ἕνεκα καὶ τῶν ἐλεγείων. ἔστω ταῦτα. σὺ τοίνυν αὐτὸς φῂς ὅτι εἴ τις τῆς ποιήσεως περιέλοι τὸ μέτρον καὶ τὸν ῥυθμὸν, δημηγορία δὴ τὸ λειπόμενόν ἐστιν. ὥστ' εἰ καὶ μηδεπώποτ' ἐφθέγξατ' ἐπὶ τοῦ βήματος, τὰ δὲ ποιήματα ᾖδε μόνα, κατά γε σὲ καὶ τὴν σὴν ψῆφον ἐδημηγόρει. ἢ πρὸς θεῶν ἂν μέν τι δέῃ κακῶς εἰπεῖν ἐκ ποιητικῆς ῥητορικὴν, ἕν τι καὶ ταυτὸν εἶναι φήσομεν, ἢ μικρόν τι διαλλάττειν, ὅταν δ' ὡς ἀληθῶς οἱ ποιηταὶ ῥητορεύωσι καὶ τὰ βέλτιστα καὶ τὰ χρησιμώτατα ἀκούειν λέγωσιν, ἄλλο τι τοῦτ' ἤδη φήσομεν εἶναι καὶ διαφέρειν πολλῷ τινι; οὔκουν δίκαιόν γε οὐδ' [279] εἰκός. καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται, τοὺς δὲ νόμους οὐκ ᾖδε περιιὼν, οὐδὲ τοὺς λόγους τοὺς ὑπὲρ τῶν εὐπόρων πρὸς τὸν δῆμον, οὐδὲ τοὺς ὑπὲρ τῶν πολλῶν πρὸς τοὺς πλουσίους οὐκ ᾖδεν, οὐδ' ὅσα ἄλλα ἐπολιτεύετο, οὐκ ᾄδων οὐδ' ἐν μέτροις ἐπολιτεύετο, ἀλλὰ τῷ τῆς ῥητορικῆς τύπῳ καθαρῶς χρώμενος, ἐν οἷς ἅπασι κάλλιστα ἐπέδειξεν ὅτι τῷ γε ὀρθοτάτῳ τῶν λόγων αὐτὸς ἂν εἴη ῥήτωρ καὶ σοφὸς, ἀμφοτέρας γοῦν ἔσχε τὰς ἐπωνυμίας τε καὶ δυνάμεις, καὶ ὅτι γε ἡ ῥητορικὴ καὶ ἡ νομοθετικὴ τῆς αὐτῆς εἰσι φύσεως. ἀλλ' οὐ μὰ Δί' οὐχ ἡ ῥητορικὴ τοσούτῳ χείρων τῆς νομοθετικῆς ὥστε τοῦ δευτέρου καὶ χείρονος εἴδωλον εἶναι κατεψευσμένον. καὶ μὴν εἰ τῶν ἄλλων μηδεὶς μηδένα τῶν ἐφ' αὑτοῦ βελτίω ποιήσας φαίνεται, Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους εἰς ὅσον ἐξῆν πεποιηκὼς, καὶ ταῦτά γε ἃ μάλιστα Πλάτων σπουδάζει. νομίμους γὰρ καὶ δικαίους καὶ τάξιν σώζοντας ἠξίωσε ποιῆσαι τὸ καθ' αὑτόν. οἶμαι δ' οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν. εἶτα τούτου μὲν οὐ μέμνηται Πλάτων, ἑτέρους δ' ἐξετάζει τινάς. καὶ τὸν μὲν Ἀριστείδην ἐπαινέσας, γεγόνασιν, ἔφη, καὶ ἄλλοι, καὶ τοσοῦτον ἀρκεῖν ἡγήσατο προσθεῖναι· ἐπ' ἐκείνων δ' οὐ ταυτὸν τοῦτ' ἐποίησεν, οὐδ' εἰ μηδ' οἷός τ' ἦν κατασχεῖν ἑαυτὸν, ἕνα τιν' αὐτῶν κακῶς εἰπὼν ἀπηλλάγη, ἀλλὰ πάντων ἐφεξῆς κατέδραμε. καίτοι τί τὸ κωλῦον ἦν ὥσπερ ἐνταῦθα ἑνὸς μνησθεὶς τοὺς ἄλλους παρῆλθεν, οὕτω κἀκεῖ μὴ πάντας κακῶς λέγειν ὀνομαστί; νῦν δ' ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον τῇ πολιτικῇ νέμων παρὰ τὴν κολακείαν ἑνὸς μὲν ἐπ' [280] εὐφημίᾳ, τεττάρων δ' ἐπὶ τοῖς ἑτέροις ἐμνημόνευσεν. ὅτι τοίνυν οὐδ' ὃν ἐπῄνεσεν οὐδαμῶς ἐν καιρῷ τοῖς λόγοις ἐπῄνεσε τοῖς ἑαυτοῦ, ἀλλὰ κἀνταῦθα οὗ ἥκιστα αὐτῷ συνέφερεν ἐμνημόνευσεν, ὑπερβολὴ μὲν εἶναι δόξει τις, ὅμως δ' ἔγωγε καὶ τοῦτο οὐ χαλεπῶς οἴομαι δείξειν. κατηγόρηκε γὰρ τοῦ Μιλτιάδου καὶ Κίμωνος καὶ Θεμιστοκλέους δὴ καὶ Περικλέους, ὅτι τῷ δήμῳ προσέκρουσαν, καὶ μέγιστον τοῦτο σύμβολον πεποίηται τοῦ μηδὲν βελτίους ὑπ' αὐτῶν Ἀθηναίους γεγονέναι, προσῆκον, εἴπερ γε ἦσαν αὐτοὶ δίκαιοι καὶ δικαίους ἐποίουν. τὸν δὲ Ἀριστείδην ἐπῄνεκεν ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον. φαίνεται δὲ καὶ οὗτος οὐδὲν πρᾳοτέρων τῶν Ἀθηναίων τυχὼν εἰς αὑτὸν, ἀλλὰ καὶ αὐτὸς ἐξοστρακισθεὶς εὖ καὶ καλῶς, καὶ νὴ Δί', ὡς ἐγᾦμαι, πρότερος μὲν τοῦ Κίμωνος, πρότερος δὲ καὶ τοῦ Θεμιστοκλέους. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυοῖν. εἰ μὲν γὰρ ἐκ τῶν συμφορῶν δεῖ τοὺς ἄνδρας θεωρεῖν, κἂν ὁ δῆμός του καταψηφίσηται, φαῦλον εὐθέως ἡγεῖσθαι, οὐδὲν βελτίων ἐκείνων οὗτος· οὐδὲ γὰρ αὐτὸς ἀθῶος φαίνεται διαφυγὼν, ἀλλὰ ταὐτὰ παθὼν ἐκείνων ἐνίοις· εἰ δ' αὖ μηδὲν κωλύει τὸν Ἀριστείδην χρηστὸν νομίζεσθαι, μηδ' εἰ πολλάκις ἐξωστρακίσθη, τί λέγεις κατ' ἐκείνων ὡς ἰσχυρὸν τὸ προσκροῦσαι; τὸ γὰρ αὐτὸ δίκαιον ἐπ' ἀμφοῖν, καὶ οὐδ' αὐτὸς ἐκεῖνος ἄλλως ἂν, εἰ περιῆν, ἔφη, δίκαιός γε ὢν, ὡς σὺ φῄς. ἢ τοίνυν καὶ τοῦτον ψέγειν ἢ μηδ' ἐκείνους αἰτιᾶσθαι προσῆκον ἐκ τῶν αὐτῶν δείκνυται. ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς καὶ οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς ἣν ᾐτιάσατο, οὐδ' ἐξ ὧν τῷ γε Ἀριστείδῃ τὴν πρέπουσαν εὐφημίαν ἀπέδωκεν, οὐδὲν κύριόν ἐστι τῶν βλασφημιῶν, ἀλλὰ καὶ ἐξ ὧν ἄντικρυς ταὐτὰ ἐμοὶ φθέγγεται, περὶ τούτων βραχὺς ἀρκέσει μοι λόγος. ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖς Ἕλλησιν [281] εἶναι, καὶ προσέτι γε τῇ ἠπείρῳ πάσῃ, καὶ πάλιν τοὺς τὰ δεύτερα ἐκδεξαμένους ἐγκωμιάζων, τοὺς ἐπ' Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντας, καὶ τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύσαντας, καὶ βεβαίους τῆς ἐλευθερίας τοῖς Ἕλλησι στήσαντας τοὺς ὅρους, καὶ τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτιασάμενος τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας, καὶ τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν ἐπαινῶν τὰ πρέποντα, καὶ λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπ' αὐτοῖς, τί ἄλλο οὗτος ἢ τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τὸν Κίμωνα καὶ τὸν Περικλέα κοσμεῖ τοῖς λόγοις τούτοις; ὅταν γὰρ τὰ πολιτεύματ' αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ; οὐ γὰρ ἐκεῖνό γ' ἔστιν εἰπεῖν. ὡς ἃ τοῖς πεισθεῖσιν ἀρετῆς ἔχει δείγματα, ταῦτ' ἐν κακίᾳ χρὴ κατὰ τῶν πεισάντων λαμβάνειν, οὐδ' ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγαθοὺς ἄνδρας ἐπαινεῖν, τοὺς δ' εἰσηγησαμένους ταῦτα καὶ συμβουλεύσαντας διακόνους πειρᾶσθαι τῷ λόγῳ ποιεῖν· οὐδ' ὧν αἱ προαιρέσεις τῆς ἐλευθερίας τοῖς Ἕλλησιν ἦρξαν, τούτους ὡς ταῖς τῶν πολιτῶν ἐπιθυμίαις ἐδούλευον λέγειν. εἰ μὲν γὰρ ἄλλως ταῦτ' ἐστὶ λόγου χάρις τε καὶ ἡδονὴ, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; καὶ τί τῶν κολάκων εἷς γίγνεται λέγων τὰ ἡδίω πρὸ τῶν ὄντων, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; εἰ δ' ἐφ' ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; ἢ τίνα καλλίω ποιήσασθαι μάρτυρα αὐτοῦ Πλάτωνος, ὅταν ἐνταυθοῖ μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτοὺς, ἑτέρωθι δὲ καὶ καθάπαξ ἐγκωμιάζων καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; καὶ μὴν καὶ τοὺς νόμους γε τιθεὶς τῶν Μηδικῶν ἄλλα τε δὴ περὶ τῆς πολιτείας τῆς κατ' ἐκείνους τοὺς ῥήτορας ἥκιστα τοῖς τῆς κολακείας ἐγκλήμασι συμβαίνοντα καὶ ὅτι εἰ μὴ τὸ Ἀθηναίων καὶ Λακεδαιμονίων διανόημα ἔσωσε [282] τοὺς Ἕλληνας, τῆς γε ἄλλης Ἑλλάδος οὐδαμῶς ἄν τις εὐσχήμονα κατηγοροίη, δίκαια λέγων καὶ τὰ ὄντα.
Οὐκοῦν τοῖς γε Ἀθηναίοις εὐσχημόνως ταῦτα ἐπράττετο· εἰ δὲ εὐσχημόνως, καὶ τεταγμένως· εἰ δὲ τεταγμένως, καὶ κοσμίως. κοσμίως ἄρα ἦγον αὐτοὺς οἱ κεκοσμηκότες καὶ οὔτ' αὐτοὶ ᾤοντο δεῖν λέγειν εἰκῆ οὔτ' ἐκείνους πράττοντας ὅ τι τύχοιεν περιορᾶν. οὐκ ἄρα χωρὶς σωφροσύνης φόρων καὶ συμμάχων καὶ τῶν τοιούτων ἐνέπλησαν τὴν πόλιν, εἴπερ δεῖ τοῖς Πλάτωνος πείθεσθαι λόγοις καὶ νόμοις. ἔτι δ' αὐτὸ δείξω σαφέστερον καὶ κατὰ ῥῆμα ἐπεξιών· ἔστι γὰρ οὕτως ἔχοντα Ἡμῖν γὰρ κατ' ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασι τοῖς τὴν Εὐρώπην οἰκοῦσιν ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδὼς, δι' ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν. οὐκοῦν ὅταν αἰδουμένους μοι διδῷς αὐτοὺς, ἐπιεικεῖς ἄνδρας εἶναι δίδως. καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον φόβον ἄπορον ἐμβαλὸν δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσι καὶ τοῖς νόμοις δουλεῦσαι. εὖ γε, ὦ φίλτατε Ἑλλήνων. τόν τε γὰρ δῆμον οἷς μάλιστα προσήκει δουλεῦσαι λέγεις ἄρχουσι καὶ νόμοις, τούς τε προεστηκότας αὐτῶν ἄρχειν καὶ κρατεῖν, οὐ κολακεύειν οὐδὲ ἄρχεσθαι. καὶ διὰ ταῦτα πάνθ' ἡμῖν ξυνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφοδρὰ φιλία. ταῦτα πάνθ' ὡς ἀληθῶς εὐφημίας μεστὰ καὶ κατὰ τοῦ δήμου καὶ κατὰ τῶν προεστηκότων. ἔπειτα προελθὼν Ἐπὶ δὲ τῆς ἐλπίδος φησὶν ὀχούμενοι ταύτης εὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς. οὐκοῦν ἐσωφρόνουν πάντες γε, ὡς ἔγωγε οἶμαι, μᾶλλον. ταῦτ' οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τ' ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονὼς, ᾧ δουλεύοντες τοῖς ἔμπροσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, καὶ ᾗ δουλεύειν ἔφαμεν [283] δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι. ἀπήλλαξας ἅπασαν ἀμφισβήτησιν, ἀγαθοὺς προσειπὼν τοὺς ἄνδρας, καὶ ταῦτα οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς προσέχοντας αὐτοῖς. πῶς οὖν ἢ 'κείνους ὡς διεφθαρμένους, ἢ τούτους ὡς διεφθαρκότας αἰτιᾷ; ἢ πῶς ἔνεστι μὴ ἀγαθοὺς εἶναι οἷς τὸ δουλεύειν ἀγαθὸν εἶναι τίθης; εἶεν. κοινῇ μὲν δὴ τοὺς ἄνδρας οὕτως ἐπῄνεκεν ἡμῖν λέγων τοὺς τότε προστάντας, πανηγυρίζων τε καὶ νομοθετῶν, ἰδίᾳ δ' αὖ τὸν Περικλέα ποῦ καὶ πῶς, ὃν ἐνταῦθα προθυμότατα εἴρηκε κακῶς; τὸ μὲν τοίνυν ὅπου τί δεῖ λέγειν; τὸ δὲ ὅπως εἰρήσεται. Προσπεσὼν γὰρ, οἶμαι, τοιούτῳ ὄντι Ἀναξαγόρᾳ μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν γε δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. οὐκοῦν ἐνταυθοῖ δύο μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐκ ἄτεχνον τριβὴν εἶναι, ἀλλὰ τέχνην περὶ λόγους, καὶ τὸν Περικλέα κράτιστον ἐν αὐτῇ, καὶ τὴν αἰτίαν προστίθησι. τοσοῦτον ἀπέχει τοῦ κολακείαν ἢ διακονίαν ὀνειδίζειν. οὐκοῦν οὐχ ἡ ῥητορικὴ φαῦλον ἐκ τῆς τοῦ Περικλέους πολιτείας φαίνεται, ἀλλ' ὁ Περικλῆς ἄριστος τὴν ῥητορικὴν ἐν τούτοις τοῖς λόγοις ἐγγέγραπται. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ τοὺς ἄνδρας ὡς διακόνους καὶ κόλακας, πάλιν δὲ τῆς αἰτίας ἀφιεὶς αὐτοὺς, τούτου δ' ἕνεκ' αἰτιασάμενος, τοῦ μηδένα δόξαι ῥήτορα χρηστὸν Ἀθήνησι γεγονέναι, πάλιν δ' αὖ τῶν ῥητόρων ἕνα τῶν Ἀθήνησιν ἐπαινῶν, καὶ ταῦτα τοῖς αὐτοῖς ἐνεχόμενον οἷσπερ οὗτοι, τὸν Ἀριστείδην λέγω, καὶ δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ 'κείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας, ἔτι δ' οὐ τοῦτον μόνον, ἀλλὰ καὶ πάντας ἐφεξῆς αὐτοὺς ἐπῃνεκὼς ἑτέρωθι, ἡνίκ' οὐδεμιᾶς ἐστι φιλονεικίας, καὶ πάλιν γ' ἰδίᾳ τὸν Περικλέα φάσκων τελεώτατον εἰς τὴν ῥητορικὴν γεγονέναι. πῶς [284] οὖν ἄν τις νεμεσῴη δικαίως ἡμῖν, ὅταν αὐτὸς Πλάτων ὡς ἀληθῆ λέγομεν ἐπιψηφίζῃ; ἃ μὲν γὰρ οὗτος αἰτιᾶται τοὺς ἄνδρας παρ' ἡμῶν οὐχ ὁμολογεῖται, ἃ δ' ἡμεῖς ἐπαινοῦμεν, τούτοις ἐστὶν αὐτὸς σύμψηφος. ὥστε τὸ νικᾶν ἡμᾶς παρ' ἀμφοῖν ὁμολογεῖται, τὸ δ' ἐκεῖνον οὐδὲ παρ' αὐτοῦ συμβαίνει. εἰς τοσοῦτον δ' ἥκει τοῦ τἀναντία τῶν ὄντων λέγειν ὥστε φησὶν ὡς Περικλῆς παραλαβὼν Ἀθηναίους ἡμερωτέρους ἀγριωτέρους καὶ χαλεπωτέρους ἀπέδειξε, καὶ ταῦτα εἰς αὐτὸν ὃν ἥκιστα ἐβούλετο. πῶς, ὦ μακάριε; εἰ γάρ ἐστιν ἀληθὴς ὁ σὸς λόγος ὡς Μιλτιάδην γε μικροῦ εἰς τὸ βάραθρον ἐνέβαλον, πᾶν τοὐναντίον ἤδη φαίνεται, ὁ μὲν Θεμιστοκλῆς ἀγριωτάτους παραλαβὼν ἡμερωτέρους ποιήσας, τὸ γοῦν ἐξοστρακισθῆναι, καὶ πρός γε, εἰ βούλει, φυγῇ ζημιωθῆναι, κέρδος παρ' ἐκείνην τὴν συμφοράν. πάλιν δ' ὁ Κίμων ἐξωστρακίσθη μὲν, φυγῇ δὲ οὐ προσεζημιώθη, ἀλλὰ καὶ κατῆλθε πρὸ τοῦ χρόνου. οὕτως ἔτι πρᾳοτέροις οὗτος ἐχρήσατο· ὁ δ' αὖ Περικλῆς ἔτι τούτου μετριώτερα δυστυχήσας, ὅστις χρήματα ἐζημιώθη μόνον καὶ πάλιν ὁ αὐτὸς ἦν τῇ τάξει καὶ ταῖς τιμαῖς. οὕτως ἐκ τραχυτέρων καὶ χαλεπωτέρων ἀεὶ πρᾳότεροι καὶ ῥᾴους φαίνονται γεγενημένοι, καὶ σχεδὸν πάντων ἐπιεικεστάτοις αὐτοῖς ὁ Περικλῆς χρησάμενος καὶ ἀποδείξας ἡμερωτέρους ἢ παρέλαβε. πρὸς ταῦτ' ἔστων οἱ δίκαιοι καὶ ἥμεροι, καὶ Ὅμηρος μαρτυρείτω, προστίθει γὰρ, εἰκότως ἄρα καὶ ζῶντα ἐτίμων αὐτὸν καὶ τεθνεῶτα ἐπόθουν καὶ προαχθέντες μετέγνωσαν· ὃ τοίνυν ἄξιον μετὰ τῶν ἄλλων ἐπισημήνασθαι, οὕτω γὰρ καὶ σαφῶς τὰ δίκαια ἐπαινέσας τὸν Περικλέα δι' ὧν ἐπεδείξαμεν ἀρτίως πάλιν ἀλλαχοῦ φαυλίζων φαίνεται. αἰτιασάμενος γὰρ τὸν Ἀλκιβιάδην ἀμαθίᾳ συνοικεῖν καὶ φήσας οὐ μόνον αὐτὸν τοῦτο [285] πεπονθέναι, ἀλλὰ καὶ τοὺς πολλοὺς τῶν τὰ τῆς πόλεως πραττόντων, κατασκευάσας κἀνταῦθα ὁδόν τινα αὑτῷ κατὰ τοῦ Περικλέους, πειρᾶται κἀκείνῳ τὴν αὐτὴν αἰτίαν περιάπτειν, οὐδὲν προκαλυπτόμενος, ἀλλ' ὡς τὸ λεγόμενον δὴ τοῦτο, οὔτε γράμματα οὔτε νεῖν εἰδότα ἐλέγχειν ἀξιῶν. καίτοι χωρὶς τοῦ μὴ ὁμολογεῖν ταῦτ' ἐκείνοις, πότερον κρεῖττον ἦν, εἴπερ καὶ τἀναντία ἔδει λέγειν περὶ τοῦ ἀνδρὸς, πρὸς μὲν τὸν Φαῖδρον τὸν Μυρρινούσιον καὶ μηδὲν προσήκοντα τὰ δυσχερέστατα εἰπεῖν, πρὸς δὲ τὸν Ἀλκιβιάδην ἐκεῖνα τὰ ἐπιεικέστερα, ἢ πρὸς τὸν Φαῖδρον ἐπαινέσαντα κακῶς λέγειν πρὸς ἐκεῖνον; ἐγὼ μὲν ἐκεῖνο οἶμαι. ἐλέγχειν μὲν γὰρ δή που καὶ τοῦτον κἀκεῖνον βούλεται καὶ οὐκ ἔνεστ' εἰπεῖν ὡς τὸν Ἀλκιβιάδην μὲν, τὸν Φαῖδρον δὲ οὔ. ὥστ' εἰ πρὸς τοῦτον διὰ τοῦτο κατηγόρηκε τοῦ Περικλέους, εἰκὸς ἦν καὶ πρὸς ἐκεῖνον. τὸ διάφορον δὲ οὐ μικρόν. πρῶτον μὲν γὰρ περὶ συγγενοῦς πρὸς τοῦτον ἐβλασφήμει καὶ ἐπιτρόπου, καίτοι ὥσπερ οὐκ ἦν εἰκὸς τὸν πατέρα αὐτοῦ πρὸς αὐτὸν ψέγειν, οὐδ' εἰ φαυλότατος τῶν πολιτῶν ἦν, οὕτως οὐδὲ τὸν θεῖον κακίζειν, οὐδ' εἰ συνῄδει τι τοιοῦτον, εἰς καιρὸν ἐγίγνετο. οὐ γὰρ ὁμοίως ἐκείνῳ τε κακῶς ἀκούειν καὶ τούτῳ τῶν κατ' ἐκείνου λόγων ἀκούειν προσῆκεν. ἔπειτα πρὸς ἄνθρωπον ἐγίγνονθ' οἱ λόγοι μὴ ὅτι Περικλέους ῥᾳδίως ἂν ὑπερφρονήσαντα, ἀλλὰ τοιοῦτον ὥσθ' ὅ γ' Αἰσχίνης φησὶ περὶ αὐτοῦ ὅτι κἂν τοῖς δώδεκα θεοῖς ἥδιστα ἐπετίμησε. τοσοῦτον αὐτῷ φρονήματος περιῆν καὶ τοῦ μηδένα μηδενὸς ἄξιον εἶναι νομίζειν. διόπερ καὶ ὅ γ' ἐκείνου Σωκράτης οὐ τὴν αὐτὴν ἐτράπετο. ἀλλὰ τί φησί; Γνοὺς οὖν αὐτὸν ἐγὼ ζηλοτύπως ἔχοντα πρὸς Θεμιστοκλέα ἔπειτ' ἐστὶν ὁ τοῦ Θεμιστοκλέους ἔπαινος, δυοῖν ἕνεκεν ὀρθῶς ἔχων οἶμαι, τῆς τε ἀληθείας καὶ τοῦ καιρὸν ἔχειν τῷ μειρακίῳ τοὺς λόγους. καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναι τοιούτους [286] ὅσοι τὰ τῆς πόλεως πράττουσιν· οὐδαμῶς· ἀλλ' ἀναγκάζει κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδ' ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν· καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδ' ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλ' ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δ' ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρ' ἀμφοῖν ἐνεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοῦ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ.
Οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως διεχείρισεν. ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων κάκιστος ἂν εἴη καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις, οἷόν ἐστιν ἐν τῷ λόγῳ οὗ μικρῷ πρόσθεν ἐμεμνήμεθα. ὑπόκειται μὲν γὰρ αὐτῷ δή που Σωκράτης τὸν ἐπιτάφιον διεξιὼν, μέμνηται δὲ τῶν ἐν Κορίνθῳ τετελευτηκότων καὶ τῶν ἐν Λεχαίῳ καὶ τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου κληθείσης. καίτοι ἐτελεύτησε μὲν Σωκράτης ἐπὶ Λάχητος ἄρχοντος, τῆς δ' ἐν Κορίνθῳ μάχης καὶ τῆς ἐν Λεχαίῳ μέσος ἄρχων Εὐβουλίδης. ἀπὸ δὲ Λάχητος εἰς Εὐβουλίδην ἕβδομος ἄρχων Εὐβουλίδης αὐτὸς, ἀπὸ δὲ Εὐβουλίδου πάλιν ἄρχων ὄγδοος Θεόδοτος, ἐφ' οὗ ἡ εἰρήνη ἐγένετο. ὁμοῦ τετταρεσκαίδεκα οἱ σύμπαντες ἄρχοντες εἰς τὴν εἰρήνην ἀπὸ Λάχητος ἄρχοντος. ὥστε οὐ μόνον Σωκράτης οὐδὲν ἑοράκει τούτων, ἀλλ' οὐδ' ἠπίστατο δήπουθεν εἰ γενήσεται· οὐδ' ἂν τὸ δαιμόνιον προὔλεγεν αὐτῷ περὶ τῶν τοσοῦτον μετ' αὐτόν. ἕτερον τοίνυν. ἐν γὰρ τῷ Συμποσίῳ συνάγει μὲν εἰς ταυτὸν Ἀριστοφάνη καὶ Σωκράτη καὶ Ἀγάθωνα, ἔτι μειράκιον ὄντα, ὥς [287] φησι. προάγει δὲ εἰς τοσοῦτον τοὺς χρόνους, ὥστε λέγων ὁ Ἀριστοφάνης, ἐπειδὴ τῆς λυγγὸς ἐπαύσατο, τὸν προβληθέντα λόγον μέμνηται καὶ οὗτος αὖ πάλιν Ἀρκάδων ὑπὸ Λακεδαιμονίων διῳκισμένων. διῳκίσθησαν δὲ Μαντινεῖς ὑπὸ Λακεδαιμονίων ἤδη τῆς εἰρήνης ὀμωμοσμένης. οὕτως ἐστὶ ταῦτ' ἐκείνων ἔτι νεώτερα. πῶς οὖν ἢ Ἀριστοφάνης ἂν εἴη λέγων ταῦτα, ἢ Σωκράτης ἀκούων ἢ Ἀγάθων ἔτι μειράκιον περὶ τούτους τοὺς χρόνους; πῶς δ' ἂν καὶ Ἀλκιβιάδης κωμάζοι παρ' αὐτοὺς, καὶ οὗτος νέος τε ὢν ἔτι καὶ καλὸς, ὃς πρότερος τοῦ Σωκράτους ἐτεθνήκει, βιοὺς τόσα καὶ τόσα ἔτη τὰ σύμπαντα; εἰ μὴ ἄρα ἐν τῷ Ἠλυσίῳ πεδίῳ τὸ συμπόσιον συνεκροτεῖτο. τίς δὲ καὶ ἡ λὺγξ ἡ τοῦ Ἀριστοφάνους; καὶ ποῦ σὺ τοῦτ' ἐτήρησας; ἀλλ' οἶμαι λύζειν αὐτὸν ἔδει, ἵνα εἰς ἀπληστίαν σκωφθῇ. εἰ δέ τις τῇ Πλάτωνος δόξῃ περὶ πάντων ἰσχυρίζοιτο, καὶ φάσκοι μὲν ζῆν Σωκράτη, ὅτε ὁ τῶν ἐν Κορίνθῳ καὶ Λεχαίῳ τετελευτηκότων ἐλέγετο ἐπιτάφιος, πίνειν δ' ἐν Ἀγάθωνος μετὰ τὴν εἰρήνην, λύζειν δ' Ἀριστοφάνη ἐν τῷ συμποσίῳ, κωμάζειν δὲ Ἀλκιβιάδην, μειράκια δ' εἶναι τηνικαῦτα Ἀγάθωνα καὶ Ἀλκιβιάδην, ὁμοῦ δ' εἶναι πάντα χρήματα, πῶς οὐχὶ ληρήσει μὴ προσεξετάζων, εἴ τι καὶ κατ' ἐξουσίαν ἁνὴρ λέγοι, ἀλλ' ὥσπερ παῖς ἔμβραχυ τοῦτ' ἀρκεῖν ὑπολαμβάνων ὅ τι φαίη Πλάτων; ἢ εἴ τις αὖ πείθοιτο τὸν Αἰγύπτιον δαίμονα τὸν Θεῦθ, οὕτω γὰρ αὐτὸς εἴρηκε τοὔνομα αὐτοῦ, τοῦτον περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι, καὶ μὴ ἐθέλοι συγχωρεῖν ὅτι ἐστὶ μὲν Ἑλλήνων Ἑρμῆς φωνὴ, ἀπὸ δὲ Ναυκράτιδος εἰς τὴν ἐπώνυμον πόλιν αὐτοῦ καὶ οὗ πάντες αὐτὸν ὁμολογοῦσιν Αἰγύπτιοι γενέσθαι ἀνάπλους ἡμερῶν ἐστιν οὐκ ὀλίγων; οὐ τοίνυν εἰ Πλάτων πολὺ πρῶτος τῶν Ἑλλήνων, ταυτόν ἐστι Ναύκρατίς τε καὶ Ἑρμοῦ πόλις, οὐδ' αὖ περὶ Ναύκρατιν, [288] ἀλλ' οὐκ ἐν τῇ ἑαυτοῦ πόλει δεῖ δὴ τὸν Ἑρμῆν γεγενῆσθαι δοκεῖν· οὐδέ γε Εὐριπίδου φήσομεν οἶμαι τὸ ἰαμβεῖον εἶναι τὸ
Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,
οὐδ' εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. ἀλλ' ἐστὶ ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα. τῷ γὰρ ἅπαντας αὐτοὺς ἐπιεικῶς εἶναι πλάσματα καὶ πλέκειν ἐξεῖναι δι' ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν. καὶ ἅμα μοι δοκεῖν ἐφέλκεταί τι τῆς ἐλευθερίας καὶ τῆς μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλ', ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. ἔπειτα ταῦθ' ἡμεῖς ἁπλῶς οὕτως παραδεξόμεθα; οὐκ ἄρ' εἰδέναι τἀκείνου δόξομεν. οὐδέ γε τῶν Πλάτωνος σύγγραμμά ἐστι Πλάτωνος οὐδὲν οὐδὲ ἔσται· πόθεν; ἀλλὰ ταῦτ' ἐστὶ Σωκράνους νέου καὶ καλοῦ γεγονότος, εἶθ' ὁ μὲν γράψας οὐ γέγραφε λοιπὸν οὖν αὐτῷ καὶ τοὔνομα ἐξαρνουμένῳ πείθειν οὐχ ἡμᾶς γε, ἐὰν σωφρονῶμεν, ἀλλ' εἰσόμεθα αὐτοῦ τὰς παιδιὰς ‑ εἰρήσθω γὰρ ὃ κἂν αὐτὸς εἶπε περὶ αὑτοῦ ‑ οἷα κἀν τούτοις ἀμέλει τοῖς λόγοις, ἵνα μὴ τὰ πόρρω λέγωμεν, ἢ περὶ γυμναστικῆς καὶ ἰατρικῆς ἔνεστι θέσις, ὡς ῥᾳδίως καὶ ἁπλῶς ἔχουσα, τῷ παντὶ βελτίω γυμναστικὴν ἰατρικῆς εἶναι. καίτοι γε ἤδη ἔγωγέ τινος ἤκουσα λέγοντος τῶν ἰατρῶν ὅτι ἡ μὲν γυμναστικὴ τοῖς ἀθληταῖς ἐπίπαν διαλέγεται καὶ περὶ τοῦτό ἐστιν, ἡ δ' ἰατρικὴ συλλήβδην ἅπασιν ἐπιστατεῖ, καὶ πολὺ τοὐμμέσῳ. ὅπου γὰρ οὐδ' αὐτοῖς τοῖς ἀθληταῖς οἷόν τε τῇ ῥώμῃ χρήσασθαι, μὴ τοῦ ὑγιαίνειν ὑπάρχοντος, πῶς οἷόν τε ἡττᾶσθαι τὴν ἅπασι τοῦτο παρασκευάζουσαν τέχνην τῆς τοῖς ὀλίγοις ἐκεῖνο ὃ μηδέποτ' ἔστι χωρὶς τούτου λαβεῖν; τό τε σύμπαν οὐ συνεχώρει τοσοῦτον εἶναι τὴν ἰατρικὴν, ὅσον τοὺς κάμνοντας ἐπισκοπεῖν, ἀλλ' εἶναι διττόν. δεῖν γὰρ τὸν ἰατρὸν τὴν μὲν ὑπάρχουσαν ὑγίειαν διασώζειν, τὴν δ' οὔπω παροῦσαν ἐμποιεῖν, [289] ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δ' οὔπω παροῦσαν ἐμποιεῖν. οὐ γὰρ ἄλλου μέν ἐστι τοὺς ὄντας ἀθλητὰς δή που γυμνάσαι, ἑτέρου δὲ τοὺς μέλλοντας ἔσεσθαι παρασκευάσαι, ἀλλ' ἑνὸς ἀνδρὸς καὶ τῆς αὐτῆς τέχνης. εἰ δὲ τοῦθ' οὕτως ἔχει, ῥᾴδιον ἤδη καταμαθεῖν ὅτι δευτέρα τῆς ἰατρικῆς ἡ γυμναστικὴ καὶ παντελῶς ὑπ' αὐτὴν γίγνεται. καὶ γὰρ αὐτὸ τὸ γνῶναι τίνι δεῖ γυμνασίων καὶ πότε καὶ πόσων καὶ ποίων τινῶν ἑκάστῳ λέγω τῶν ἰδιωτῶν τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται, καὶ οὗτός ἐστιν ὁ πέμπων παρὰ τὸν γυμναστὴν, ἂν δέῃ. παραλαβὼν δὲ ἐκεῖνος τὸ τοῦ διακόνου πράξει, καὶ οὐ φιλοτιμήσεται πρὸς τὸν ἰατρὸν, ἀλλ' ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ. καὶ γὰρ ἐκεῖνος παραλαβὼν παρὰ τοῦ ἰατροῦ τὸν μέλλοντα αἰωρήσεσθαι παρέχει τὴν διακονίαν καὶ γυμνάζει τὸν αὑτοῦ τρόπον. εἰ δ' αἰωρεῖσθαι βέλτιον ἢ μὴ, τὸν ἰατρὸν ἤδη δεῖ τοῦτο ἐσκέφθαι. καὶ νὴ Δί' ὁ μὲν ναύτης εἰς τὸ πλοῖον ἐνθέμενος κομιεῖ παρὰ τὰς ἀκτὰς ἢ καὶ μέσον πόρον, εἰ βούλοιτο, καὶ κινήσει διὰ τῆς εἰρεσίας ἄνω καὶ κάτω περιάγων, ἢ καὶ τοῖς ἱστίοις προσχρώμενος, καὶ καθεδεῖται, καθάπερ τις αὐτοκράτωρ ποιῶν ὅ τι βούλεται. εἰ δ' ἄμεινόν τῳ πλεῦσαι τὸ παράπαν καὶ ὑγιεινότερον αὐτὸν τοῦτο ποιήσει, τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλ' οὐ τῆς ναυτικῆς. καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη καὶ τὰ τοιαῦτα ὤνησε καὶ οὐδὲν ἔλαττον ἢ τὰ ἐν ταῖς παλαίστραις γυμνάσια πάντες ὡς ἔπος εἰπεῖν σύνισμεν, ἀλλ' οὐ διὰ τοῦτο οἱ ἡνίοχοι τοῖς ἰατροῖς ἀμφισβητοῦσιν, οὐδὲ οἱ ναῦται λέγουσιν ὡς αὐτοὶ μὲν φύλακες τῆς ὑγιείας θαυμαστοί τινες εἶεν καὶ γυμνάζοιεν ἅπαντας τοὺς βουλομένους, ἐκεῖνοι δ' οὐδὲν ἄρα εἰδεῖεν πλὴν καθείρξαντες ἀπολλύναι. καίτοι εἰ βελτίων ἡ γυμναστικὴ τῆς ἰατρικῆς, τί κωλύει καὶ τούτους ἐκ τῶν αὐτῶν ἀμείνους εἶναι τῶν ἰατρῶν, ἐπειδή γε καὶ αὐτοῖς μέτεστιν ἀμηγέπη τῆς γυμναστικῆς; ἢ κατὰ πασῶν τούτων τῶν τεχνῶν ἓν τοῦτ' ἰσχυρὸν τῆς ἰατρικῆς, καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἑξῆς ὑπάρξει λέγειν, ὅτι εἰ μὴ αὕτη ἦν, οὐδ' ἂν τούτων οὐδεμία ἦν [290] χρησίμη, ἀλλὰ αὐτὸ τὸ τούτων τινὶ χρήσασθαι καὶ πάλιν μὴ δεῖν ἐπ' αὐτὴν ἔρχεται; ὥσπερ οἶμαι κἀν τοῖς σιτίοις· κρίνει μὲν τὰ δέοντα ὁ ἰατρὸς, παρασκευάζει δὲ ὁ μάγειρος, ἀλλ' οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας, οὐ μᾶλλόν γε ἢ καὶ τῷ δεσπότῃ. τοιοῦτόν τι καὶ τὸ τῆς γυμναστικῆς φαίη τις ἂν εἶναι πρὸς τὴν ἰατρικὴν, δεύτερον καὶ ὑπακοῦον καὶ πάντα μᾶλλον ὡς ἔπος εἰπεῖν ἢ κρεῖττον. ἀλλ' ὑπὲρ μὲν τούτων τοῖς ἰατροῖς ὑπέρ τε σφῶν αὐτῶν ὅ τι γιγνώσκουσί τε καὶ βούλονται παρείσθω λέγειν.
Ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικήν. καίτοι πότερον κρεῖττον ἡ νομοθετικὴ τῆς δικαιοσύνης, ἢ μέρος; ἐγὼ γὰρ οἶμαι πάντας ἂν ὡς ἔπος εἰπεῖν συμφῆσαι ὅτι καὶ νόμους θεῖναι καὶ ψήφους ἐνεγκεῖν καὶ συνειπεῖν τὰ δίκαια καὶ συμβουλεῦσαι καὶ χειροτονῆσαι, καὶ νὴ Δία περὶ αὐτοὺς τοὺς θεοὺς ἃ χρὴ πράττειν καὶ πάντα τὰ τοιαῦτα εἰς ἓν κεφάλαιον κοινὸν τὴν δικαιοσύνην ἀναφέρει. ὁ δὲ τοῦ μείζονος τοὔλαττον καὶ τοῦ παντὸς τὸ μέρος πρότερον καὶ κρεῖττον εἶναί φησι. καὶ εἰ μέν γε τὴν εὐσέβειαν τῆς δικαιοσύνης ἔφασκεν εἶναι κρεῖττον, ἐξῆν ἂν ἐπαινεῖν, ὡς δυοῖν μὲν τῆς δικαιοσύνης μερῶν ὄντων τῶν ἀνωτάτω, πρεσβυτέρου δὲ καὶ κρείττονος τοῦ περὶ τοὺς θεούς· νῦν δ' οὐ τοιοῦτόν ἐστιν, ἀλλ' ἁπλῶς καὶ καθάπερ νόμον ὡς ἀληθῶς τιθεὶς ἀνεξέταστον γνώμην ἀποφαίνεται. ἔπειτα τίθησι δύο μὲν τὰς τοῦ σώματος εἶναι θεραπείας, τὴν γυμναστικὴν καὶ τὴν ἰατρικὴν, δύο δ' αὖ τὰς ἐπὶ τῆς ψυχῆς, τήν τε νομοθετικὴν καὶ τὴν δικαιοσύνην. αὐτὴ δ' ἡ φρόνησις ἡμῖν ποῦ πρὸς θεῶν; ποῦ δ' ἡ σωφροσύνη; ποῦ δ' ἡ ἀνδρεία; ταυτὶ γὰρ δή που τέτταρα μέρη τῆς ἀρετῆς ἔστιν ἀκούειν ἀεὶ θρυλούντων, τὴν φρόνησιν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν· ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικὴν, τὰ δὲ λοιπὰ πάντα παρῆκε. πῶς οὖν ὀρθῶς ἢ δικαίως ταῦτα ὑπόκειται κατ' αὐτὸν τὸν περὶ τῆς δικαιοσύνης λόγον; εἶτα καὶ ποῦ παραπλήσιον; [291] ἡ μὲν γὰρ γυμναστικὴ καὶ ἰατρικὴ οὐκ ἀρεταὶ δή που τοῦ σώματός εἰσιν, ἀλλ' ἐπιστῆμαι περὶ τὴν τοῦ σώματος χρείαν, ἡ δὲ δικαιοσύνη τῆς περὶ τὴν ψυχὴν ἀρετῆς ἄντικρυς μόριόν ἐστιν. οὐδὲν οὖν ἄλλο ἢ σοφίζεται κατ' ἐπωνυμίαν ὥσπερ παῖδα Σωκράτης τὸν Πῶλον. καὶ οὔπω ταῦτ' ἐστὶ τὰ κάλλιστα, ἀλλ' ὅτι καὶ τὴν σοφιστικὴν τῆς ῥητορικῆς ἀμείνονα λέγει, ὥσπερ τὴν γυμναστικὴν τῆς ἰατρικῆς καὶ τὴν νομοθετικὴν τῆς δικαιοσύνης, φυλάττων μὲν οἶμαι τὸν αὐτὸν ἐφ' ἅπασι λόγον, τὸ δ' αὐτὸ πταίων περὶ ἅπαντα, ὥσπερ οἱ τὸ πρῶτον σφαλέντες ἐν τοῖς διαγράμμασι, χρῶμαι δ' αὐτοῦ Πλάτωνος τῷ παραδείγματι· καὶ τοτὲ μέν γέ φησι ταυτόν ἐστιν, ὦ μακάριε, ῥήτωρ καὶ σοφιστὴς, τοτὲ δ' αὖ τὴν σοφιστικὴν κρεῖττον εἶναι τῆς ῥητορικῆς καὶ διαφέρειν.
Ἀλλ' ἵνα μὴ πάντα ἀκριβολογεῖσθαι δοκῶ, συγχωρήσωμεν τὸ αὐτὸ λέγειν αὐτὸν ἀεὶ, κρεῖττον τὴν σοφιστικὴν εἶναι. σκεψώμεθα δὴ πρὸς τί ποθ' ἡμᾶς οὗτος ὁ λόγος προάγει. φανήσεται γὰρ ἐνταῦθα δὴ καὶ καθαρῶς πᾶσα ἡ ὕβρις, εἰ οἷόν τε εἰπεῖν. οὐκοῦν σοφισταὶ μὲν Πρωταγόρας καὶ Ἱππίας καὶ Πρόδικος καὶ οἱ περὶ τούτους, ῥήτορες δ' αὖ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς καὶ Θεμιστοκλῆς. φαίνεται δ' αὖ τοὺς σοφιστὰς κατὰ τοὺς ἐν Ἅιδου κολαζομένους τιθεὶς καὶ καταλέγων, Καὶ μὴν Τάνταλον εἰσεῖδον καὶ Τὸν δὲ μετ' εἰσενόησα τοῖς ἐκ Νεκυίας αὐτοὺς κόσμοις τιμῶν, Πρόδικον μὲν ὡς Τάνταλον ὄντα, Ἱππίαν δὲ ὡς τὸ εἴδωλον τοῦ Ἡρακλέους. Πρωταγόρας δ' αὖ μετὰ τούτων διαιτᾶται, μέρος τι τῆς οἰκίας κατειληφὼς καὶ τούτοις ἐνδείκνυσθαι βούλεται, καὶ ἔστι θαυμαστὸς καὶ οὗτος τὴν φρόνησιν. ἐρωτᾷ δὲ Σωκράτης Ἀπολλόδωρον εἰ οὐκ αἰσχύνοιτο σοφιστὴν ἐθέλων παρέχειν ἑαυτὸν εἰς τοὺς Ἕλληνας. καὶ τί ἄν τις ἀγωνίζοιτο; ῥᾴδιον γὰρ καὶ τῷ τυχόντι γνῶναι τοῦτό γε, ὁπόσον τι Πλάτων ἀεὶ τῶν σοφιστῶν καταγελᾷ καὶ ὁπόσου τινὸς ἀξίους αὐτοὺς ἡγεῖται. ὅτε τοίνυν κρείττων μὲν ἡ σοφιστικὴ τῆς ῥητορικῆς, σοφισταὶ δὲ οὓς εἶπον οὗτοί εἰσι [292] κατὰ τὸν Τάνταλον, καὶ τὸ γενέσθαι τούτων ἕνα καὶ τὸ λαβεῖν τὴν τούτων προσηγορίαν αἰσχύνη σαφὴς, ποῖ ποτε ἐκπίπτει τῆς ῥητορικῆς τὰ πράγματα, ἢ τί τῷ Μιλτιάδῃ καὶ τῷ Κίμωνι καὶ τῷ Περικλεῖ καὶ τῷ Θεμιστοκλεῖ καταλείπεται; ἆρα ἄλλο τι ἢ τῷ ὄντι ὥσπερ εἴδωλον ἔλαττον φέρεσθαι, καὶ τίς ταῦτα ἀνέξεται; καίτοι ὅταν οἱ μὲν σοφισταὶ μηδὲν τῶν ἐν Ἅιδου κολαζομένων διαφέρωσιν, οἱ δὲ ῥήτορες χείρους ἔτι τούτων ὦσι, καὶ μηδὲν αὖ τῶν μαγείρων οὗτοι σεμνότεροι, κωμῳδίαν δὲ καὶ τραγῳδίαν μὴ οὐδὲ διδάσκειν δέῃ τὸ παράπαν, ἀλλ' ἐκκηρύττειν ἐκ τῆς ἀγαθῆς πόλεως, ὁ δὲ διθύραμβος κολακεία τις ᾖ, φαῦλον δ' οἱ χοροὶ, κἂν παιᾶνας ᾄδωσιν, Ὅμηρον δὲ εἰσαλείψαντες ἐκπέμπωμεν ὡς οὐκ ἐπιτήδειον συνεῖναι τοῖς νέοις, ἀλλὰ ὄντα γόητα καὶ τοῦ πρὸς ἡδονὴν θηρευτὴν, πάντες δ' ὦσι τοῦ μηδενὸς ἄξιοι, οὐ φροῦδα τὰ τῶν Ἑλλήνων πράγματα; ἢ πῶς οὐκ εἰς πονηρὸν κάτεισι τοῖς Ἕλλησι τὰ πράγματα; ἢ τοῦ ποτε λοιπὸν ἡμῖν ὁ Σωκράτης ἔσται βελτίων, εἰ πάντας ἐφεξῆς οὑτωσὶ διαγράψομεν καὶ ξενηλασίαν τοσαύτην τῶν Ἑλλήνων ποιησόμεθα, ὅσην οὐδ' ἐν Λακεδαίμονί πω συμβᾶσαν ἀκούομεν; οὐ οὐ πρὸς ἡμέρων ταῦτα καὶ δικαίων, ὥς φασιν οἱ πρῶτοι τῶν Ἑλλήνων Ὅμηρος καὶ Πλάτων. καὶ ταῦτ' οὐχὶ Πλάτωνος λέγω καθαπτόμενος. πόθεν; μὴ μὲν οὖν ἔμοιγε κατ' Αἰσχύλον μήτε παρασπιστὴς μήτ' ἐγγὺς εἴη ὅστις μὴ φίλος τῷ ἀνδρὶ τούτῳ μηδὲ τιμᾷ τὰ πρέποντα· ἀλλ' ὥσπερ ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως, οὕτως καὶ περὶ ἡμῶν χρὴ διανοεῖσθαι κοινούς τινας εἶναι τοῖς Ἕλλησι φίλους, καὶ νῦν ὑπὲρ τῶν κοινῶν δικαίων ἀγωνίζεσθαι. οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην ἀσπάζεσθαι τῆς Ἀττικῆς, τὴν δ' ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν· οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμὴ, ἀλλ' ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος [293] ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλ' ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων
Πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων·
καὶ πάλιν
Ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας,
ὄφρ' Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτερος ἦεν.
καὶ ἑτέρωθι
θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν·
οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν ᾖ δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλ' ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδ' οὓς ἀδικεῖσθαι νομίζοι, πραΰνειν δ' ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, ὦ Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε ἃ προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδ' ἂν ὅ γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, ὃ τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτ' ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλ' ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλ' οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδ' Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰ [294] Λυκάμβην καὶ Χειδὸν καὶ τὸν δεῖνα τὸν μάντιν, καὶ τὸν Περικλέα τὸν καθ' αὑτὸν, οὐ τὸν πάνυ, καὶ τοιούτους ἀνθρώπους ἔλεγε κακῶς. μὴ τοίνυν ἡμεῖς ἐκεῖνον ὑπερβαλώμεθα, μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν, ἀλλ' εἰδῶμεν εὐφημεῖν τὰ γιγνόμενα, καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι, καὶ τὸ τοῦ Ὁμήρου νομίζωμεν εὖ ἔχειν
Οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται οὐδ' ἠβαιόν. ἀλλὰ κἂν ἄλλο τι τοιοῦτον εἴη. διὸ τῆς ἐπιβαλλούσης μερίδος δικαίως ἂν μεταλαμβάνοι. εἰ δ' ἄρ' ἐπαινεῖν μὴ ἔχοιμεν, ἀλλὰ σιωπᾶν γε δήπουθεν ἔξεστιν. εἰ δ' οὖν καὶ τἄλλα πάντα ἀτιμάζομεν, ἀλλ' οὐ πρὸς ῥητορικὴν εἰκὸς ἦν οὕτω φιλονείκως οὐδὲ πικρῶς ἔχειν· εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλ' οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων, οὐδ' οἷς μέγιστα ἀντὶ μεγίστων ὀφείλεται, καὶ οὐ μόνον παρὰ τῶν κατ' ἐκείνους ἢ μετ' ἐκείνους εὐθὺς γενομένων, ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων.
Ἔπειτα τῆς μὲν κωμῳδίας κατηγορεῖς, αὐτὸς δὲ κωμῳδεῖς Ἱππίαν, Πρόδικον, Πρωταγόραν, Γοργίαν, Εὐθύδημον, Διονυσόδωρον, Ἀγάθωνα, Κινησίαν, πάντας ἀνθρώπους. καὶ τὸ μὲν τοὺς ἄλλους ἔλαττον· ἀλλ' αὐτὸν τὸν Ἀριστοφάνη τίς ἔσθ' ὁ κωμῳδῶν; ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς, πάλιν δ' ἐπαινῶν τι τῶν συγγραμμάτων τῶν σαυτοῦ, τοὺς Νόμους οἶμαι, τραγῳδίαν προσείρηκας, καὶ ἀρίστην τῶν τραγῳδιῶν ἐτίθεις, καὶ αὐτὸς ὁμολογεῖς τραγῳδίας εἶναι ποιητής· ἀληθῆ λέγων, ὡς ἐγὼ φαίην ἄν. ἀλλ' εἴ τι φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλόν. καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους οὐδ' ἀφομοιοῦν [295] αὑτὸν τοῖς χείροσιν, αὐτὸς δ' οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμεῖ σοφιστὰς, μιμεῖ συκοφάντας, μιμεῖ Θρασύμαχον τὸν οὐδεπώποτε ἐρυθριάσαντα, θυρωροὺς, παιδία, μυρίους. ἀλλ' οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον ἐφ' ἅπαντα ταῦτ' ἄγον σε ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ. ὁρῶ δ' ὅτι κἀν τῇ σεμνοτάτῃ τῶν πολιτειῶν μνησθείς τι καὶ περὶ τούτου Ἑλληνίδα τὴν πόλιν ἀξιοῖς εἶναι. δεῖν γὰρ αὐτὴν φῂς ὥς τι διάφορον δηλονότι. οὐκοῦν ταῦτά γε τῶν Ἑλλήνων ἐπιχώρια. καίτοι πῶς εἰκὸς ὑπὲρ μὲν τῶν ἀδήλων τὴν Πυθίαν κελεύειν ἐπερωτᾶν, ἃ δ' ἡ Πυθία πολλάκις ἤδη καὶ πολλοῖς ἀνεῖλεν ὑπερβαίνειν ἑκόντα καὶ μὴ ἐθέλειν λογίζεσθαι; τί οὖν ἀνεῖλεν ἐκείνη πολλάκις ἤδη καὶ πολλοῖς; νόμῳ πόλεως πράττοντας ὀρθῶς ἂν πράττειν. μὴ τοίνυν ἡμεῖς κινῶμεν τὰ περὶ ταῦτα νόμιμα, ἄλλως τε καὶ αὐτοὶ πολλάκις αὐτοῖς χρώμενοι καί τιν' εὐδοκιμοῦντες τρόπον καὶ τούτων ἕνεκα· ἐπεὶ καὶ τὸν διθύραμβον δόξειε μὲν ἄν τῳ ψέγειν, φαίνεται δ' οὕτω τιμῶν ὥστε καὶ χρῆσθαι, καὶ ὅ γ' ἔτι τούτου κάλλιόν ἐστιν, ὅτι καὶ αὐτὸς ὁμολογεῖ. φησὶ γάρ που λέγων οὐ πόρρω διθυράμβων φθέγγεσθαι. καίτοι εἰ καθάπαξ αἰσχρὸν ὁ διθύραμβος καὶ ἀγεννὲς καὶ ἀνελεύθερον, τί σὺ ποιεῖς διθυράμβους, εἰ δὲ μὴ, μιμεῖ γε, καὶ ταῦτ' εἰς τοὺς πεζοὺς τελεῖν ταχθείς; ἢ τί σοι βούλεται τὸ μὴ πόρρω διθυράμβων φθέγγεσθαι; οὐ γὰρ δὴ τοῦτο λέγεις, μὴ πόρρω τῶν κολάκων καὶ τῶν διακόνων φθέγγεσθαι, οὔτε σὺ φαίης ἂν τοῦτό γε οὔθ' ἡμεῖς κατὰ σοῦ πιστεύσομεν, ἢ κομιδῆ πάντ' ἄνω καὶ κάτω γίγνοιτ' ἄν. ἡγοῦμαι μὲν τοίνυν καὶ διθυράμβων εἶναι Πλάτωνα ποιητὴν ἄριστον· πῶς γὰρ οὔ; οὐ μὴν οὐδὲ τῶν Πινδάρου διθυράμβων ὅτι χρὴ καταγνῶναι τοιοῦτον οἷον Πλάτων ἐπῃτιάσατο ἔγωγ' [296] ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ἢ ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν, ἀλλ' ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δ' ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δ' ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτ' ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθ' ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτ' εἴρηκας. ὅτι δ' αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθ' ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτ' εἶπας οὔτ' ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλ' ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ Σκυθῶν ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτ' αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις ἢ σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τ' ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.
[297] Τὸ μὲν οὖν μείζω τῶν ἄλλων Πλάτωνα φρονεῖν οὐ νεμεσῶ, τὸ δὲ τοὺς ἄλλους, εἰ μὴ πικρὸν εἰπεῖν, προπηλακίζειν, κἂν αὐτῷ συνών τε καὶ συμβουλεύων ἀφαιρεῖν οὐκ ἀδικεῖν ἂν ἡγοῦμαι. οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γ' ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δ' ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγε τοῦτο μάλιστ' αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται, ἀλλ' οὐδέν γ' ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθ' ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γ' αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτ' οὐδ' ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δ' οὐκ ἂν ἀηδέστερον ἀπέφυγε, τοῦτ' ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι. ἔοικε δὲ καὶ Ὅμηρος ἐκ πολλοῦ ταῦτα χρησμῳδεῖν καὶ προλέγειν, ἅτε τοῦ Ἀπόλλωνος θεράπων οἶμαι καὶ πάρεδρος ὤν. ἃ γὰρ ἐν λιταῖς Ὀδυσσεὺς λέγει πρὸς Ἀχιλλέα, Πηλέως τοῦ πατρὸς αὐτοῦ φάσκων παραίνεσιν εἶναι, ταῦθ' Ὁμήρου παράκλησιν εἶναι πᾶσιν ὡς κοινοῦ πατρὸς ἡγεῖσθαι προσήκει,
Ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
δεινὴ γὰρ ἡ σφόδρα ἔρις καὶ τὴν ὑπάρχουσαν εὔνοιαν μεταστῆσαι καὶ τοὺς οὐκ ὄντας ἀγῶνας ἐπισπάσασθαι. ἐγὼ μὲν οὖν ὡς μέχρι τῆς ῥητορικῆς κατέθει καὶ τοὺς τυράννους ἤλεγχε καὶ τἄλλα διεξήρχετο, εἱπόμην ὥσπερ εἰκὸς ἦν, εἰδὼς μὲν ὅτι οὐδὲν τούτων ἔλεγχός ἐστι ῥητορικῆς, ἀλλ' ἔχων τὸν δικαιότατον λόγον ἀντιθεῖναι, ὅμως τῆς γε τόλμης ἠγασάμην καὶ τὴν δεινότητα καὶ τὴν εὐπορίαν ἐθαύμασα, καὶ εἰ χρὴ κατ' αὐτὸν εἰπεῖν οἷον λέοντος [298] σκιρτῶντος ἔννοιάν τιν' ἐλάμβανον καὶ μόνον οὐκ ἐθεώμην τὸν ἄνδρα ἐν τοῖς λόγοις. εἰ δὲ δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ ὁ Μέλης οὐκ ἀηδής μοι καὶ ὁ Κινησίας, ἀλλ' ἀπέλαυον τοῦ γελοίου καὶ συνεχώρουν ἄχρι τούτου καὶ ὀνομαστὶ κωμῳδῆσαι. πάντως οὐχ οὗτοί μοι τὰ φίλτατα. ἐπεὶ δὲ καὶ ἐπὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς περὶ τούτους ἀφίκετο καὶ τὸ χαίρειν ἀφεὶς τούτους ἔκρουε τὴν αὐτὴν ἁρμονίαν, καὶ τὸν Θεαρίωνα προσῆπτε, καὶ πάντα ἐμίγνυ καὶ γελοῖα καὶ σπουδαῖα ὑπὲρ τοῦ τοὺς ἄνδρας ἐλέγχειν, καὶ οὐδ' ὁτιοῦν ὑπεστέλλετο, ἀλλ' ἀνέδην ἔλεγε κακῶς, ἐνταῦθ' ἤδη τι προσίστατό μοι καὶ ὡσπερεὶ προδοσία τις ἐφαίνετο τοὺς ἄνδρας προλιπεῖν. τί λέγεις; οὐ περαίνεις αὐτὸν ἐφ' αὑτοῦ τὸν λόγον, ἀλλ' ὀνόμαθ' ἡμῖν εἰς τὸ μέσον φέρεις καὶ τὸ πρᾶγμ' ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα λέγεις κακῶς; καὶ ὁ μὲν τοῦ Σόλωνος νόμος οὐδὲ νόμον ἐπ' ἀνδρὶ γράφειν ἐᾷ, σὺ δ' ἐπ' ἀνδράσι βίβλον ποιεῖς; καὶ Σωκράτης μὲν καὶ Πυθαγόρας οὐδ' αὐτοὺς τοὺς λόγους ἐν οἷς ἔζων συνέγραψαν, ἀλλ' ἐφ' αὑτῶν ἐφιλοσόφουν, σὺ δὲ τῶν Ἑλλήνων κωμῳδεῖς τὰ ἀγάλματ' ἐν μέσῳ; καὶ κωμῳδίας μὲν ἤδη ποιηταὶ τῶν ὀνομάτων ἀπέσχοντο καὶ ἠδυνήθησαν ἄνευ τοῦ ὀνομαστὶ κωμῳδεῖν τὸ δρᾶμα ἀπεργάσασθαι, σὺ δὲ τῶν Ἑλλήνων τοὺς ἄκρους τὸν Ἀριστοφάνους ἀλλαντοπώλην πεποίηκας, καὶ ταῦτα εἰκῆ καὶ πρὸς οὐδεμίαν χρείαν ἔτι τοῦ λόγου. ἀπειρηκότος γὰρ ἤδη τοῦ Καλλικλέους καὶ συγχωροῦντος τῷ Σωκράτει τί πρᾶγμ' ἦν ἔτι τούτων μεμνῆσθαι, ὅπου γ' εἰ καὶ ὁ Καλλικλῆς ἔτυχε περὶ αὐτῶν ὑπολαβὼν, ἔστι μὲν οἶμαι γέλως πᾶν τοῦτο. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ὁ Σωκράτης καὶ ὁ Καλλικλῆς καὶ ὁ Γοργίας καὶ ὁ Πῶλος πάντα ταῦτ' ἐστὶ Πλάτων, πρὸς τὸ δοκοῦν αὑτῷ τρέπων τοὺς λόγους; εἰ δ' οὖν καὶ [299] τῷ ὄντι ἐκεῖθεν ἀφῖκτο ὁ λόγος καὶ ὁ Καλλικλῆς ἐξεπίτηδες ἐμνήσθη περὶ τῶν ἀνδρῶν ἐπ' ἐλέγχῳ τοῦ Σωκράτους, ἐξῆν ὡδὶ δέχεσθαι καὶ μηδὲν βλάσφημον λέγειν· ἄξιον δ' εἴπερ τῳ καὶ τούτῳ προσέχειν. οὑτωσὶ γὰρ ἐγίγνετό που τὰ δεύτερα, ὥς γέ μοι φαίνεται, Οὐκοῦν εἰ μὲν καὶ τούτους, ὦ φίλε Καλλίκλεις, κόλακάς τινας εἶναι λέγεις καὶ τῶν πρὸς ἡδονὴν δημηγορούντων, τίθει μοι καὶ κατὰ τούτων ταῦτ' εἰρῆσθαι. οὐδὲν γὰρ βέλτιον ἥ γε δή που κολακεία διὰ Μιλτιάδην καὶ Περικλέα καὶ ὃν ἂν εἴπῃς· πῶς γὰρ ὅ γ' ἐστὶ φαῦλον φύσει; ὥστε τὸ Εὐριπίδου γίγνεται, σὺ λέγεις ταῦτ', οὐκ ἐγὼ, ὡς ἄρα οὐδὲν οὗτοι βελτίους τῶν νῦν. εἰ δὲ τῆς ἑτέρας ἦσαν μερίδος καὶ τὸ βέλτιστον ἀντὶ τοῦ πρὸς ἡδονὴν ᾑροῦντο, καὶ οὗτοι κατηγοροῦσιν, ὡς ἔοικε, φαύλους εἶναι περὶ ὧν διειλέγμεθα, καὶ οὐδὲν βελτίων ἡ ῥητορικὴ διὰ τούτους, ἣν σὺ μέχρι τούτου ἐπῄνεσας καὶ ἣν ἐμοὶ προξενεῖς, ἀλλὰ καὶ παρὰ τούτοις κριταῖς αἰσχρὸν, καὶ φαίνει δὴ τούτοις κατ' ἐμοῦ μάρτυσι χρώμενος, οἷς ταὐτὰ δοκοῦντα ἅπερ κἀμοὶ φαίνεται.
Οὕτως ἐξῆν οἶμαι διαλύειν τὸν λόγον, βλασφημίας δ' οὐδὲν προσέδει. οὐδὲν γὰρ ἐξωτέρω προὔβαινεν ὁ λόγος, ἀλλ' ἐπὶ τῶν αὐτῶν εἱστήκει. τί γάρ φησι πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας; Ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτ' ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον αὐτοῦ κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δ' ἕτερον καλόν· περὶ τῆς ῥητορικῆς δή που λέγων. καίτοι ὅτε τοῦτ' ἐξήρκει, ἐξήρκει καὶ περὶ τούτων σιωπᾶν. οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι, ἀλλὰ καὶ σφόδρ' ἐκείνῳ τῷ λόγῳ συνέβαινεν. οἱ μὲν γὰρ ἦσαν κόλακες, οἱ δ' οὔ. εἰ μὲν γὰρ οὐ διπλοῦν ἡ ῥητορικὴ, τί διῃροῦ; εἰ δὲ τοιοῦτον, τί πλέον τούτους ἐλέγχειν; ἀλλὰ μὴν ὅτε καὶ τούτων κατηγορήσας ἄλλον αὖθις ἐπῄνει, οὐδὲν τῷ λόγῳ προσελάμβανεν. ὥστ' εἶχεν ἂν πάλιν ὁ Καλλικλῆς εἰς τὰς αὐτὰς λαβὰς ἐπανελθεῖν, τί λέγων; ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν, καὶ τοὺς μὲν ἐπαινεῖς, τοὺς δὲ ψέγεις, τί σοι προκέκοπται, πλὴν εἰ τούτοις ἄλλως [300] ἀηδῶς εἶχες. φέρε γὰρ πρὸς θεῶν, εἰ ὁ Καλλικλῆς εὐθὺς ἐν ἀρχῇ τὸν Ἀριστείδην προὐτείνατο, ἤτοι μόνον εἰπὼν ἢ καὶ μετ' ἐκείνων, ἡνίκ' αὐτὸν ἤρετο Σωκράτης εἴ τινα τῶν παλαιῶν εἰπεῖν ἔχει, πῶς ἂν αὐτὸν ἐδέξατο, ἢ τί τὸ συμβαῖνον ἔμελλεν ἔσεσθαι περὶ τὸν λόγον; εἰ μὲν γὰρ κἀκεῖνον ἂν ὥσπερ καὶ τούτους εἶπε κακῶς, οὕτω καὶ τούτων ἕκαστον, ὡς ἔοικεν, εἴρηκεν. ὥσθ' ὃν ἐπῄνεσεν, εἶπεν ἂν, εἰ συνέβη, κακῶς. εἰ δ' οὐχ οἷόν τ' ἦν αἰτιάσασθαι, τί ταύτης ἔδει τῆς φιλονεικίας, εἴ τινα τῶν παλαιῶν ἔχεις εἰπεῖν; ὁπότε γὰρ μὴ ἐνῆν ἅπαντας ἐλέγχειν, τί χρῆν κατὰ πάντων προκαλεῖσθαι; καὶ μὴν εἴ γε μηδὲν βλάβος ἦν τῷ λόγῳ μὴ ἐλέγξαι τὸν Ἀριστείδην, οὐδὲ τούτους ἐπάναγκες ἦν κακῶς εἰπεῖν. εἰ τοίνυν τὸν μὲν ἐπῄνεσε, τὸν δ' ἔψεξεν αὐτῶν, τί πλέον προσεγίγνετ' ἂν αὐτῷ; τὸ γὰρ ἀρχαῖον ἐκεῖνο ἔμενε, τὸ ἐξαρκεῖ καὶ τὸ διπλοῦν ἐστιν. οὐ γὰρ δὴ προῄδει γ' ὁ Σωκράτης ὅτι πάντων μᾶλλον ἢ 'κείνου μνησθήσοιτο ὁ Καλλικλῆς· καὶ διὰ τοῦτ' ἠρώτα θαρρῶν, ἀλλ' ἐξῆν καὶ μόνον εἰπεῖν καὶ μετὰ τῶν ἄλλων κἀκείνου μνησθῆναι, καὶ οὕτως ἐξεχεῖτ' ἂν ἅπασα ἡ περιβολή. τί δὴ φήσομεν διαφέρειν ἢ μετ' ἐκείνων ἀναμὶξ αὐτὸν ἐπαινεῖσθαι κακῶς ἀκουόντων καὶ τοῦ Καλλικλέους εἰς μέσον ἐξ ἀρχῆς ἐνεγκόντος, ἢ μετὰ τὴν ἐκείνων κατηγορίαν τοῦτόν γ' ἐπαινεῖσθαι καὶ τὸν μεμνημένον αὐτοῦ Σωκράτη αὐτὸν εἶναι; ἐγὼ μὲν οὐδὲν φήσαιμ' ἂν διαφέρειν πρός γε τὸ συγχεῖσθαι τὸν λόγον. καὶ μὴν εἴ γε μόνου τις ἐμνημόνευσεν, οὐκ ἂν εἶχεν οὔτ' ἐκεῖνον δή που οὔτε τούτους εἰπεῖν κακῶς. οὕτως οὐκ ἀνάγκη τούτους εἰπεῖν κακῶς. ἀλλ' οἶμαι τοιοῦτόν ἐστιν, ᾧ καὶ μάλιστα δῆλός ἐστι τῶν ἀνδρῶν κατηγορῆσαι προθυμηθεὶς ἤδη Πλάτων καὶ πρῶτον εἰπεῖν τὸν Ἀριστείδην καὶ μόνον, καὶ προεώρα τὸν ἄνδρα ἐξ ἀρχῆς, καὶ οὐδεὶς [301] αὐτὸν Καλλικλῆς παρὼν ἐτάραττεν, οὐδ' ἐκώλυε τὸ μὴ ὅπως βούλεται περαίνειν τὸν λόγον. εἰ μὲν οὖν, οἶμαι, κατ' ἀρχὰς εὐθὺς ἐμνήσθη τοῦ Ἀριστείδου, οὐκ ἂν εἶχεν ἀφορμὴν τοῦ κατὰ τούτων λέγειν, ἀλλ' ἅμα τ' ἀπώλλυε τοὺς λόγους τούτους καὶ τὸ πρᾶγμα εἰς τοὐναντίον αὐτῷ περιίστατο, πρὸς τὸ μηδ' ὁτιοῦν ἀνύτειν πλέον. νῦν δ' ἵνα τούτων κατηγορήσειε, τὸν Ἀριστείδην ὑπεξείλετο. εἶθ' ὅτε δὴ διεξῆλθεν ἃ ἐβούλετο, ἵνα μὴ δοκῇ παντελῶς φιλονείκως ἔχειν, ὃν οὐχ οἷόν τ' ἦν ἐν ἀρχῇ κακῶς εἰπεῖν, τοῦτον ἐν τοῖς τελευταίοις ἐπῄνεσεν, ὡς ἐξὸν ἤδη, μάλ' ἀρχαίως καὶ ἀφελῶς, ὡς ἄν τῳ δόξαι. καὶ τὸ δὴ στερεώτατον, ὅτε γὰρ διεξῆλθε τὴν ἐκείνων κατηγορίαν, ἐπὶ τελευτῇ πάλιν νεανιευσάμενος καὶ ἐπειπὼν ὅτι ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει. ταῦτ' εἰπὼν καὶ προσεπισφραγισάμενος μετὰ πολλοὺς ἔτι τῶν λόγων μέσους τὸν Ἀριστείδην ἐπέθηκεν ἐπαινῶν. τοσοῦτον πλέον ἐστὶ τὸν Σωκράτη, ἀλλὰ μὴ τὸν Καλλικλέα τὸν εἰρηκότ' εἶναι περὶ αὐτοῦ. οὐκοῦν οὔτ' ἐξ ἀνάγκης ἦν αὐτῷ κακῶς λέγειν τοὺς ἄνδρας οὔθ' ὅ τι ἄν τις φήσειεν ἐκ περιουσίας εἶναι σώσας φαίνεται, τὸ μηδ' ἀγαθὸν τῶν παλαιῶν γεγενῆσθαι μηδένα. ἀλλὰ μὴν ὅτε καὶ αὐτὸν τὸν Καλλικλέα, πρὸς ὃν ἦσαν οἱ λόγοι, τοῦ μηδενὸς ἄξιον ὄντα ἤλεγξε τὰ πολιτικὰ, ἀνερωτῶν ἅπαντα ἐκεῖνα ἃ ἤρετο, ὅτε ταῦτ' ἐλήλεγκτο, τί τῶν παλαιῶν προσέδει κατηγορίας; εἰς γὰρ τὸ κάλλιστον δή που καὶ ὃ μάλιστα προσῆκεν ὁ λόγος ἐτελεύτα, τὸ τὸν ἀντιλέγοντα καὶ τὸν προτρέποντα εἰς τὴν πολιτείαν ἢ διακονίαν ἀποφῆναι φαῦλον ὄντα καὶ μὴ γιγνώσκοντα ὑπὲρ ὧν λέγει· καὶ τοῦτο δ' αὐτὸ δή που σὺ φῂς ἐξαρκεῖν αὐτὸν πρὸς ὃν ἂν ποιῇ τοὺς λόγους ὁμολογοῦντα παρέχεσθαι. ἐκεῖνος τοίνυν, ὡς ἔοικεν, οὐ μόνον συνεχώρει τῷ λόγῳ, ἀλλὰ καὶ ἐκ τῶν ἑαυτῷ προσόντων ἠναγκάζετο· ὥστ' εἶχε τελευτὴν προσήκουσαν ὁ λόγος, καὶ οὐκ ἦν ἴσον Καλλικλέα ταῦτ' [302] ἀκούειν καὶ Περικλέα ἢ Θεμιστοκλέα. πόθεν; ὁ δὲ καὶ τοῦτ' ἐσπούδασεν ἐξ ἴσου τοῦτον ἐκείνοις καταστῆσαι. ἔστι δ' οὐ ταυτὸν, ὦ τᾶν, Ἰφικλῆς τε καὶ Ἡρακλῆς. ἔτι μὴν πλέον οἶμαι τὸ μέσον Καλλικλέους τε καὶ τούτων· ὥστ' εἰκὸς ἦν τούτων γε φείσασθαι. καὶ γὰρ εἰ μὲν ζώντων ἐγίγνονθ' οἱ λόγοι, τάχ' ἄν τις ἔφησε νουθεσίας ἕνεκ' αὐτοὺς λέγεσθαι· τεθνεῶσι δ' ἐπιτιμᾶν τίς ὁ καιρός; ὅπου γὰρ εἰ καὶ ζῶντας ἐλέγχειν ἐβούλετο, οὐκ ἀπόντων γε κατηγορεῖν εἰκὸς ἦν, οὐδὲ πρὸς ἄλλους τινὰς, ἀλλὰ πρὸς αὐτοὺς λέγειν, ἦ που τό γε παντελῶς οὕτως ἐρήμην ἀγωνίσασθαι ἀωρία. ὁπότε γὰρ καὶ τοὺς οἰκείους τοὺς ἐκείνων αἰδεῖσθαι προσῆκε δι' ἐκείνους, πῶς γε οὐ καὐτοὺς εἰκὸς ἦν;
Ἐνθυμηθῶμεν δὴ καὶ τὸν τοῦ Σόλωνος νόμον ὡς ἥμερος, μὴ λέγειν κακῶς τὸν τελευτήσαντα, μηδ' ἂν αὐτὸς ἀκούσῃ ὑπὸ τῶν αὐτοῦ παίδων. οὐκοῦν τό γε μήθ' ὑπὸ παίδων, φαίη τις ἂν, μήθ' ὑπ' ἄλλου του τῶν ἐκείνοις προσηκόντων προακούσαντα τοσαύτην σπουδὴν ποιήσασθαι κακοὺς ἀποφῆναι πολὺ τοῦ νόμου τούτου κεχώρισται. καὶ μὴν οὐδ' ἐκεῖνό γ' εἰκὸς ἐναντίον μὲν ἂν τῶν παίδων ὀκνεῖν αὐτοὺς λοιδορεῖν, ἐν ἅπασι δὲ καὶ ἐκγόνοις καὶ πολίταις καὶ ξένοις τοιαῦτα ψέγειν, καὶ τῶν μὲν ἐν Σικελίᾳ τετελευτηκότων τοὺς παῖδας αἰδεῖσθαι καὶ περὶ δωρεῶν αὐτοῖς πολιτεύεσθαι, τῶν δ' εἰς τὰ μέγιστα τῇ πόλει καὶ τοῖς Ἕλλησιν ὑπαρξάντων μηδὲ τῶν ὀνομάτων φείσασθαι, καὶ εἰ μὲν εἰκόνας αὐτῶν τοῦ δήμου στήσαντος ἐκίνει, πᾶς ἄν τις ἔφη νεμεσητὸν εἶναι, ἐπεὶ δ' ὃ τοῦ πλέονος ἄξιον ἦν αὐτοῖς, τὴν δόξαν τὴν ἀγαθὴν ἀναιρεῖ, τί χρὴ φῆσαι; καὶ ζωγράφος μὲν ἂν ὢν ἐπὶ τὰ αἰσχίω καὶ γελοιότερ' αὐτοὺς μιμούμενος οὐ καλῶς ἂν ἐδόκει τὴν τέχνην δεικνύναι· ἐπεὶ δ' ἐν τοῖς λόγοις ἐπὶ τὰ φαυλότατ' ἐξηγεῖται καὶ τὰς ἀληθεῖς εἰκόνας αὐτῶν τῆς διανοίας διαφθείρει καὶ τοῖς μηδὲν προσήκουσιν ὁμοιοῖ, πῶς εἰκός ἐστι συνήδεσθαι; καὶ εἰ μὲν ἐπ' εἰκόνων ἢ [303] μνημάτων αὐτοῖς ἐπόντα ἐπιγράμματα ἐξεκόλαπτεν ἢ μετεποίει βλάσφημ' ἀντ' εὐφημιῶν, ὅτι τούτους ὁ δῆμος κολακείας ἕνεκα καὶ κακίας ἐκβάλλει, πολλὴν ἄν τις ἔφη τὴν ὕβριν καὶ τὴν ἀτιμίαν εἶναι· εἰς σύγγραμμα δ' οὕτω σπουδαῖον τοιαῦτ' ὀνείδη κατακλείσας, καὶ ταῦτ' ἀντὶ τῆς πρόσθεν ὑπαρχούσης εὐφημίας αὐτοῖς ἀντιγραψάμενος, καὶ παραδοὺς ἅπασιν ἀκούειν, μή τῳ δοκεῖ σφόδρα τῆς αὑτοῦ μουσικῆς εἰργάσθαι; καὶ Θεμιστοκλῆς μὲν Ἄρθμιον ἐστηλίτευσεν, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤνεγκε, Πλάτων δὲ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ οὓς μετ' αὐτῶν ἠξίωσε καταλέξαι στηλίτας οὑτωσὶ πεποίηκε. καίτοι τὴν μὲν κατ' ἐκείνου στήλην τοῖς προσοικοῦσι μόνοις ὁρᾶν ἦν καὶ τοῖς εἰσαφικνουμένοις, σὺ δ' εἰς ἅπαντας ἀνθρώπους καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὰς κατὰ τούτων βλασφημίας ἐκδέδωκας. καὶ τῶν μὲν οἰκετῶν οὐδένα πώποτ' ἔστιξας τῶν σαυτοῦ, τῶν δ' Ἑλλήνων τοὺς ἐντιμοτάτους καὶ τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένους ἴσα καὶ στίξας γεγένησαι, καὶ Γοργίου μὲν ἐφείσω, καὶ λέγει που Σωκράτης Ὀκνῶ Γοργίου ἕνεκα λέγειν, ἵνα μή με ὑπολάβῃ διακωμῳδεῖν αὐτοῦ τὴν τέχνην, Περικλέους δὲ οὐκ ἐφείσω τεθνηκότος καὶ ταῦτα· ἀλλὰ τῷ μὲν Γοργίᾳ νέμεις αἰδῶ παρὰ τὸν Καλλικλέα, τῷ δὲ Θεμιστοκλεῖ καὶ τοῖς ἄλλοις οὐ νέμεις, ἀλλ' ἐξ ἴσου πάντας αὐτοὺς ποιεῖς, μᾶλλον δὲ καὶ πλείω κακὰ τούτους ἢ 'κεῖνον εἴρηκας, καὶ ταῦτ' εἰδὼς ὅτι ἅπας μὲν λόγος, ἐπειδὰν ἅπαξ γραφῇ, κυλινδεῖται, μεταχειρίζεται δ' αὐτὸν ὁ βουλόμενος ὁμοίως ἐπαΐων καὶ μὴ, ἂν δέ τις μὴ καλῶς ἀκούειν ἐπίστηται, δέος ἐστὶ διαφθαρῆναι· οἷον καὶ περὶ τούτους ἄν τις συνίδοι τοὺς λόγους ὄν. εἰ γὰρ καὶ τὰ μάλιστα Πλάτων αὐτοῖς ἐπὶ πᾶσι δικαίοις κέχρηται, ὃ πολλοῦ δεῖν εἴποι τις ἂν οὕτως ἔχειν, ἀλλ' οὖν ἀνάγκη γ' ἀπ' αὐτῶν θρασυτέρους καὶ τραχυτέρους [304] γίγνεσθαι καὶ ἰταμωτέρους καὶ τοιούτους, οἵους ῥᾳδίως ἐπιπηδᾶν καὶ ἄρχουσι καὶ πρεσβυτέροις καὶ οἷστισι δεῖ συγκεχωρῆσθαι. εὖ γὰρ ὁ τῶν Λακεδαιμονίων ἔχει νόμος καὶ λυσιτελῶς [ἀμαθῶς] εἰσάπαξ ὑποχωρεῖν τοῖς πρεσβυτέροις, οὐχ ὡς πάντως δή που βελτίους καὶ δικαιοτέρους τοὺς πρεσβυτέρους ὄντας ἅπαντας, ἀλλὰ τῆς μελέτης ἕνεκα καὶ ὅπως ἡ τάξις μὴ συγχέοιτο. κἀν τοῖς λόγοις καλὸν τὸ φείδεσθαι τῶν προηκόντων ἐπιεικῶς εἰς ὅσον ἔξεστιν, ὅπως μή τις εὐχέρεια τοῖς πολλοῖς ἐνδύηται καὶ συνήθεια τοῦ προπηλακίζειν οὓς αὐτοῖς προσήκει τιμᾶν. ὅταν γὰρ οἱ μέγιστοι καὶ σεμνότατοι ῥᾳδίως κακῶς ἀκούωσι, καὶ ταῦθ' ὑπὸ τῶν σοφωτάτων εἶναι δοκούντων, ὀλιγωρία τοῦ νόμου τοῖς φαύλοις ἐγγίγνεται, ὥστ' οὐδὲν ὠφελοῦνται τοσοῦτον ὄσον βλάπτονται. καὶ μὴν σύ γ' ἐλαύνεις Ὅμηρον οὐχ ὡς πάντα δή που λέγοντα κακῶς οὐδ' ὡς τοῖς ὅλοις ἁμαρτάνοντα, ἀλλ' ὡς οὐκ ἀσφαλῶς ἐχόντων τοῖς νέοις γ' ἐνίων ἀκούειν, οὐδ' ἂν κατ' ἄλλο τι δεξιῶς ἔχῃ τὰ λεγόμενα· ἡμεῖς δ' ἐλαύνειν μέν σε πολλοῦ τινος δέομεν, ὅτι μὴ κἂν εἰς τὸν θρόνον ἐγκαθίζοιμεν, εἰ βούλει, τοὺς δὲ τοιούτους τῶν λόγων ὑπεξαιρούμεθα· οὐδὲ γὰρ τούτους ὡς ἐξαλείψομεν φήσομεν, οὐχ οὕτως ἡμεῖς εὐχερεῖς.
Καὶ μὴν οὐδ' ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τιν' εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθ' αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτ' ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν [305] Ἀθηναίων, οὐδὲν τῶν ὀψοποιῶν οὐδὲ τῶν σιτοποιῶν ἄρα βελτίους ἦσαν, ἀλλὰ κἀγώ τινας ἐν τοῖς οἰκέταις κέκτημαι τοιούτους τὴν φύσιν, οἳ τὸν αὐτὸν τρόπον θεραπεύουσιν ἐμὲ ὅνπερ ἐκεῖνοι τὸν δῆμον τῶν Ἀθηναίων ἐθεράπευον, τοσοῦτον τούτων διαφέροντες, ὅτι πολλοὺς ἀνθ' ἑνὸς δεσπότας ἐκέκτηντο, εἰ ταύτην ἔχοιεν κατ' ἐκείνων τὴν δόξαν καὶ μὴ λογίσαιντο ὅτι λόγος ἄλλως ταῦτ' ἦν καὶ πρὸς τὸ παρὸν φιλονεικία τις καὶ ὑπερβολὴ, σχολῇ γ' ἂν ἄλλους τινὰς αἰδεσθεῖεν, ἢ τιμῆς τινος ἀξιώσαιεν δημοσίᾳ διὰ τούτους, οἷς αὐτοῖς οὐδ' ὁτιοῦν αἰδοῦς ὠφείλετο ὡς ἐκ τοῦ λόγου. οὐκοῦν ἀλγεινὸν εἰ Λακεδαιμόνιοι μὲν ᾐσχύνθησαν τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τῆς πόλεως κρατήσαντες ἐφείσαντο τῆς ἐκείνων πολιτείας μνησθέντες, σὺ δὲ ταῦτα πάντ' ἀναιρεῖς τοῖς λόγοις. καὶ μὴν εἰ μηδὲ τείχη μηδὲ νεώρια μηδὲ συμμάχους αὐτοῖς ἐξεπόρισας, τὸ δοκεῖν διακονεῖν αἰσχυνθεὶς, ἀλλ' ὑπερεῖδες πάντων ὡς ἐλαττόνων σαυτοῦ, τοῦτό γε δή που προσῆκεν ἀφεῖναι τῇ πατρίδι ἀφορμὴν τοῦ μέλλοντος χρόνου, καὶ τὸ δοκεῖν ἐπιεικείας τινὸς ἀξίαν εἶναι. ἢ παρὼν μὲν ἂν αὐτοῖς ἀτυχήσασί που καὶ μέλλουσι διαφθαρήσεσθαι, εἰ κύριος ἦσθα, παραιτήσασθαι οὐκ ἂν ὤκνησας, ἀλλὰ καὶ πρὸς τῶν ἱερῶν καὶ πρὸς τῶν τάφων καὶ πρὸς αὐτοῦ τοῦ ἐδάφους συνέπραττες ἂν ὅ τι οἷός τ' ἦσθα, κἂν εἴ τι κατηγορεῖν εἶχες, τὴν δὲ τῶν ἐπιτηδειοτάτων παραιτήσασθαι δόξαν καθαιρῶν, τοῦτ' ἐκεῖνο ὃ σπουδάζεις τῇ πολιτικῇ τί προσῆκον πράττειν δοκεῖς; εἶεν. ἄνευ δὲ τῆς τοιαύτης χρείας εἰς τὴν συνεχῆ παρὰ πάντων εὐμένειαν καὶ τὸ ταῖς γνώμαις συγκεκρᾶσθαι τῇ πόλει, πόσον τι δοκεῖν χρὴ συντελεῖν τὴν τῶν ἀνδρῶν τούτων μνήμην φυλαττομένην ἐφ' οἷσπερ καὶ παρεδόθη τὸ ἐξ ἀρχῆς; οὐκοῦν τοῦτό γε παντὶ προσῆκε φάσκοντί γ' εἶναι χρηστῷ, ἐάν τ' ἰδιωτεύῃ ἐάν τε δημοσιεύῃ λέγω, παρασκευάζειν ὡς δυνατὸν πλείστην εὔνοιαν παρὰ πάντων τῇ πατρίδι· εἰ δὲ μὴ, τήν γ' ὑπάρχουσαν [306] μὴ διαφθείρειν. οὐ γάρ πω καὶ τούτῳ διακονία τις πρόσεστιν ἀγεννὴς οὐδ' ἀνελεύθερος. θαυμάζω δὲ Πλάτωνος εἰ χοὰς μὲν ἀποστερῆσαι τοὺς ἄνδρας οὐκ ἄν ποτ' ἠξίωσεν ἑκὼν εἶναι, τὴν δὲ μνήμην καὶ τὴν ὑπὸ πάντων εὐφημίαν συγκεχωρημένην αὐτοῖς ἀφανίζων ἑαυτοῦ τὸ ἕρμαιον ἡγήσατο. καὶ μὴν εἰ τὸ συμμέτρους τὰς τιμωρίας ποιεῖσθαι πολιτικὸν, ἥ γ' ἀτιμία τοῖς ἀνδράσιν αὐτὴ τὸ σύμμετρον παρελήλυθεν. οἶμαι γὰρ, εἴ τις ἐστὶν αἴσθησις τοῖς τελευτήσασι, μὴ ὅτι τῶν νομιζομένων, ἀλλὰ μηδ' αὐτῶν τῶν μνημάτων ἀποστερηθέντας ἂν αὐτοὺς μηδ' εἰς τοὺς ἐκγόνους τὰ ἔσχατα πάντων ἀτυχήσαντας τοσαύτην ἂν ποιήσασθαι τὴν συμφορὰν, ὅσην περ εἰ κολακείαν αὐτῶν οἱ Ἕλληνες καταγνοῖεν, καὶ ἃ ζῶντες ἔφυγον καὶ ὑπὲρ ὧν ὅπως αὐτοῖς μὴ ἔνοχοι γένοιντο πάντα καὶ λέγειν καὶ πράττειν ὑπέστησαν, ταῦτα τεθνηκότες καὶ ἐπ' ἐξειργασμένοις οἷς διενοήθησαν φέροιντο τὰ τῆς δουλείας ὀνείδη, ὁ δὲ ταῦτα πείθων εἴη Πλάτων, ὁ μόνος κοσμῆσαι τὰς ἐκείνων ἀρετὰς κατ' ἀξίαν δυνάμενος, καὶ μέντοι καὶ κεκοσμηκώς. ἀλλὰ μὴν εἴ γε τοῦθ' ἕπεται φύσει τοῖς ἀγαθοῖς ἀνδράσι, τὴν ἀγαθὴν δόξαν διώκειν, πῶς οὐκ ἀδικεῖσθαι φαίη τις ἂν αὐτοὺς, εἰ κινδυνεύειν μὲν καὶ πάσχειν ὁτιοῦν ᾤοντο δεῖν ἐπὶ τῷ καλλίονι τῶν λόγων, εἰ δὲ μὴ, μέρος γέ τι καὶ διὰ τοῦτο, ἐχόντων δὲ πέρας καὶ τῶν λόγων καὶ τῶν ἔργων αὐτοῖς καὶ προσέτι καὶ τοῦ βίου, τὴν ἐναντίαν δόξαν οἴσονται, καὶ πῶς ἂν μᾶλλον ἀποστεροίημεν τὸν μισθὸν αὐτοὺς, ὃς μόνος τοῖς ἐπιεικέσι παρὰ τῆς φύσεως ὑπάρχει, καὶ ταῦτα συμφάσκοντες εἶναι δεῖν τοῖς ἀγαθοῖς καὶ ζῶσι καὶ τελευτήσασιν. ἐξῆν γὰρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντ' ἀποδοῦναι. καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτοὺς, ἀλλ' ἐξῆν γε δή που παρελθεῖν σιωπῇ, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. ἀλλὰ γὰρ οὐκ εἰ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ δικαίως [307] μέγιστον ἐφ' ἑαυτῷ φρονῶν κατηγορῆσαι τινῶν ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστ' ἄν τις ἀγανακτήσειεν, ἀλλ' ὅτι καὶ τῶν κομιδῆ τινὲς οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται καὶ τολμῶσι καὶ περὶ Δημοσθένους, ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν, ὅ τι ἂν τύχωσι βλασφημεῖν. καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτ' ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δ' οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δ' ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθ' ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλ' αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν· οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δ' ὀβολοῦ τοσοῦτον ἡττῶνται· ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀπαντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτοὺς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς Σατύρους τοῦ Σοφοκλέους.
Ἀλλὰ μὴν τήν γ' ἀπιστίαν καὶ πλεονεξίαν αὐτῶν [308] οὐδὲν δεῖ γνῶναι παρακαταθέμενον, αὐτοὶ γὰρ λαμβάνουσιν ὅ τι ἂν δυνηθῶσιν· οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δ' ἀπορεῖν ὑπερορᾶν χρημάτων. ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. καὶ τοὺς μὲν ἄλλους οὐδ' ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες τῶν ἐλαῶν ἕνεκα τῆς συλλογῆς, καὶ προσιόντων εὐθὺς ὤσφροντο καὶ παραλαβόντες ἄγουσι, καὶ τὴν ἀρετὴν παραδώσειν ὑπισχνοῦνται. καὶ τοὺς μὲν ἄλλους οὐδὲ προσειπόντας ἀντιπροσείποιεν ἂν εὐμενῶς, τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς καὶ σιτοποιοὺς καὶ τοὺς ἐν ταῖς ἄλλαις τάξεσι πόρρωθεν εὐθὺς ἀσπάζονται, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, ὥσπερ τούτου χάριν ἐξ εὐνῆς ἀναστάντες· κἀν τοῖς προθύροις καλινδοῦνται, πλείω τοῖς θυρωροῖς συνόντες ἢ τοῖς δεσπόταις αὐτῶν, ἀναιδείᾳ τὴν κολακείαν ἐπανορθούμενοι, ἐν τοῦτο σύμβολον κεκτημένοι τοῦ μὴ πρὸς χάριν τοῖς ἀνθρώποις ὁμιλεῖν, ὅτι πάντ' ἀποκναίουσιν ἀηδίᾳ λιπαροῦντες, ὁρώμενοι πρῶτον ῥᾷον αἰτοῦντες τὰ μὴ προσήκοντα ἢ ἕτεροι τὰ γιγνόμεν' αὑτοῖς ἀπαιτοῦντες. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δ' ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. εἰς τοῦθ' ἥκουσι τῆς σοφίας ὥστ' ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δ' ἀξίως λαμβάνειν ἐπίστανται· κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι, ἂν δὲ ἁδρότερον τὸ σακκίον αὐτοῖς φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. καὶ ἡ πρόφασις πάνσοφος· τὰ γὰρ παιδία καὶ ἡ γυνή. ὦ δυστυχέστατε τῆς οἰκίας. εἶτα καπηλεύεις τούτων ἕνεκα; τί οὖν οὐ καὶ τῇ γυναικὶ συγχωρεῖς λαμβάνειν ὅθεν ἂν δύνηται ῥᾷόν γε θρέψεσθαι; καινότατον δέ μοι δοκοῦσι τρόπον [309] τὴν μεγαλοψυχίαν ὁρίζεσθαι, οὐκ εἰ μεγάλα δώσουσιν, ἀλλ' εἰ μὴ μικρὰ λήψονται [ἤδη]. οὐ γὰρ τῷ μεγάλα δωρεῖσθαι δεικνύουσιν αὐτὴν, ἀλλὰ τῷ μεγάλα ἀξιοῦν λαμβάνειν. ἤδη δέ τινες καὶ τοῦθ', ὡς ἀκούω, δόγμα πεποίηνται, προσίεσθαι μὲν τὸ διδόμενον, λαμβάνοντες δὲ λοιδορεῖν. μόνους δὲ τούτους οὔτ' ἐν κόλαξιν οὔτ' ἐν ἐλευθέροις ἄξιον θεῖναι. ἐξαπατῶσι μὲν γὰρ ὡς κόλακες, προπηλακίζουσι δ' ὡς κρείττονες, δύο τοῖς ἐσχάτοις καὶ τοῖς ἐναντιωτάτοις ἔνοχοι κακοῖς ὄντες, ταπεινότητι καὶ αὐθαδείᾳ, τοῖς ἐν τῇ Παλαιστίνῃ δυσσεβέσι παραπλήσιοι τοὺς τρόπους. καὶ γὰρ ἐκείνοις τοῦτ' ἐστὶ σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι, καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων, τὰ μὲν ἄλλ' ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δὲ κακῶς τινας εἰπεῖν δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ, μὴ γὰρ ὦ Ζεῦ, ταῖς δ' ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις· συγκαταπρᾶξαι μέν τι τῶν δεόντων ἁπάντων ἀχρηστότατοι, διορύξαι δ' οἰκίαν καὶ ταράξαι καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους καὶ φῆσαι πάντ' αὐτοὺς διοικήσειν πάντων δεινότατοι· οἳ λόγον μὲν ἔγκαρπον οὐδένα πώποτ' οὔτ' εἶπον οὔθ' εὗρον οὔτ' ἐποίησαν, οὐ πανηγύρεις ἐκόσμησαν, οὐ θεοὺς ἐτίμησαν, οὐ πόλεσι συνεβούλευσαν, οὐ λυπουμένους παρεμυθήσαντο, οὐ στασιάζοντας διήλλαξαν, οὐ προὔτρεψαν νέους, οὐκ ἄλλους οὐδένας, οὐ κόσμου τοῖς λόγοις προὐνοήσαντο· καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφης ὦ Σοφόκλεις, τὸν ἀνθέρικον θερίζοντες, τὸ ἐκ τῆς ψάμμου σχοινίον πλέκοντες, οὐκ οἶδ' ὅντιν' ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες [310] ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὐ καὶ τοὺς δούλους τοῖς δεσπόταις ὑπ' ὀδόντα πολλάκις καταρωμένους, καὶ μάλιστα δὴ τοὺς μαστιγίας αὐτῶν. ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γ' ἔκυψε προσιόντος κάτω. εἰκότως δέ μοι δοκοῦσι κακῶς ἅπαντας λέγειν, πολὺ γὰρ τοῦ πράγματος αὐτοῖς περίεστιν, οἵ γε κἂν μηδενὸς ἀνθρώπων μέμνωνται, λέγουσιν ἃ λέγουσι κακῶς· ὥστ' ἀφ' ὧν ἔχουσι χαρίζονται. καὶ τολμῶσιν ἤδη τῶν ἀρίστων ἐν τοῖς Ἕλλησι μνημονεύειν, ὥσπερ ἐξὸν αὐτοῖς· ὧν εἴ τις ἐξέλοι τὴν ψευδολογίαν καὶ τὴν κακοήθειαν, ὡσπερεὶ τὰ ἰσχύρ' ἀφῄρηκε τοῦ βίου. εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες καὶ τοὺς ἄλλους εὐθὺς συγχωρεῖν δέον, ἢ τῇ μεταθέσει τῶν ὀνομάτων τὰ τοιαῦτα κρινόμεν', ἀλλ' οὐ τοῖς πράγμασιν, ὥσπερ ἂν εἰ ὁ Φρυνώνδας ἐκεῖνος Αἰακὸν αὑτὸν μετέθετο, ὡς δὴ δίδυμος εὐθὺς εἶναι δόξων καὶ κρείττων ἁπάσης αἰτίας. ἐπιτρεπτικὸν τοῦτο κακουργημάτων, ὥσπερ ἂν εἰ καὶ ὁ κλέπτης ἡγεῖτο κλέψας τὰ βλεπόμενα Ῥαδάμανθυς εἶναι, ἢ ὁ Θερσίτης προσεῖπεν ἑαυτὸν Ὑάκινθον ἢ Νάρκισσον, ἢ ὁ Λυκάων Ἕκτορα, ἢ ὁ Κόροιβος Παλαμήδην, ἢ ὁ Μαργίτης Νέστορα, ἢ Βάττος Στέντορα, ὁ περὶ τῆς φωνῆς εἰς Δελφοὺς ἀφικόμενος. εἶδον δ' ἔγωγε καὶ ἐν ψαλμῳδίᾳ θεράποντας ἀλιτηρίους τοῖς τῶν θεῶν ὀνόμασι κοσμοῦντας ἑαυτοὺς, ὧν ἀπώναντο τὸ σῶμα ξαινόμενοι, καὶ ἀξίως γ' ἐγίγνοντο μᾶλλον θεοῖς ἐχθροί. οὐκ ἤρκεσε τῷ Βοσκυπταίχμῳ μεταθέσθαι τοὔνομα, ἀλλ' ὅτ' εὖ καὶ καλῶς εὐτυχῆ προσεῖπεν ἑαυτὸν, ἔτι κρεῖττον ἐδυστύχει. καὶ οὗτοι τὴν τῆς φιλοσοφίας εὐφημίαν προκαλυψάμενοι διὰ ταύτης κλέψειν οἴονται τἄνδοθεν. ἔπειτά γε ἀλώπηξ [311] ἀντὶ λέοντος ὑπέστη κερδαλῆ. ἀρχὴν δὲ οὐδ' εἰδέναι μοι δοκοῦσιν οὐδ' αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς Ἕλλησι καὶ ὅτι ἠδύνατο οὐδ' ὅλως τῶν περὶ ταῦτ' οὐδέν. οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δ' Ἰσοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δ' ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. ἀλλ' οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. ἔτι δ' εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γ' ἂν εἴποι τις; ἀλλ' οἶμαι καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτ' ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτ' ἔχοντ' ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστ' ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτ' εἰπὼν, τό θ' αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατ' ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. οὕτως οὔτε τοὺς ἄλλους ἀφαιρεῖται [312] τοὔνομα, ἀλλὰ δίδωσι κἀκείνοις φιλοσοφεῖν, οἷς τ' ἰδίᾳ ταύτην ἀπέδωκε τὴν ἐπωνυμίαν οὐχ ἅπαντές εἰσιν οἱ φάσκοντες οὗτοι φιλοσοφεῖν, ἀλλ' οἱ νῦν τῶν Πυθαγόρου καὶ Πλάτωνος σχεδὸν ὄντες λόγων· ἐπεὶ τούς γε ἄλλους φιλοσωμάτους, ἀλλ' οὐ φιλοσόφους καλοίη τις ἂν ἐν τῇ Πλάτωνος φωνῇ. ἐπεὶ καὶ τὸν σοφιστὴν δοκεῖ μέν πως κακίζειν ἀεὶ, καὶ ὅ γε δὴ μάλιστα ἐπαναστὰς τῷ ὀνόματι Πλάτων εἶναί μοι δοκεῖ. αἴτιον δὲ τούτου καὶ τῶν πολλῶν αὐτὸν καὶ τῶν κατ' αὐτὸν ὑπερφρονῆσαι. φαίνεται δὲ καὶ ταύτῃ εἰς ἅπασαν εὐφημίαν τῇ προσηγορίᾳ κεχρημένος. ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν καὶ παρ' ᾧ πᾶν εἶναι τἀληθὲς, τοῦτον δή που τέλεον σοφιστὴν κέκληκεν.
Ἀλλ' ἐῶ τὸν σοφιστήν· ἀλλ' οὗ χάριν ἐξέβην ἐπὶ ταῦτα, κατ' οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτ' ἂν ἡ φιλοσοφία φωνὴν, οὔτε, ὥσπερ ἔφην, κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων· οὐ γὰρ ἀφώριστο τοῦτ' εἶναι τὸ φιλοσοφεῖν, ἀλλὰ παιδεία τις ἦν, ἧς τούτοις οὐδ' ὁτιοῦν μέτεστιν, ἀπ' αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις, οὔτ' αὖ κατὰ τὴν Πλάτωνος, ἣν ἰδίᾳ τισὶν ἀξιοῖ σώζεσθαι. οὐ γὰρ ἅπασι μετέδωκε τῆς προσηγορίας τοῖς ἐπὶ τοῦ προσχήματος, ἀλλ' οἷς εἶπον μόνοις. ἀλλ' ὅμως πρὶν καὶ περὶ αὐτῆς τῆς ἐπωνυμίας ἔχειν εἰπεῖν τι, σεμνύνονται καὶ φασὶ φιλοσοφεῖν καὶ μόνοι τά τε ὄντα καὶ τὰ ἐσόμενα γιγνώσκειν, καὶ πάσας ὑφ' αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας· οὓς οὐδὲν δεῖ κατ' ὄνομα ἐξετάζειν, ἀλλὰ φορμηδὸν ἐφ' ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς. τί γὰρ οὗτοι χρήσιμοι τῷ τῶν ἀνθρώπων γένει, οἷς οὐδὲ φαρμακοῖς, τὸ τοῦ κωμῳδιοποιοῦ, χρήσαιτ' ἄν τις ῥᾳδίως; ἀλλ' ὅμως ἡμεῖς τούτου γ' αὐτοῖς μεταδῶμεν καὶ μὴ φθονῶμεν, πρὸς ἓν τοῦτο ἔστων χρήσιμοι ταῖς πόλεσι, θρέψαντας ἐκρῖψαι. ὡς οὐκ εἶναί γέ τις ἂν φαίη πραγμάτων καὶ κακῶν αὐτοῖς ἀπαλλαγὴν καλλίω καὶ καθαρωτέραν ἢ εἰ τῶν θηρίων τούτων ἀπολυθεῖεν. εἰ δὲ μὴ τῇ κακίᾳ τῆς φύσεως αὐτῶν καὶ τοῖς [313] πονηρεύμασιν ἀσθένειαν καὶ ἀνανδρείαν ὁ θεὸς προσῆψεν, ἅπαντ' ἂν ἀοίκηθ' ὑπ' αὐτῶν ἦν, ὥσπερ Ἡρόδοτος περὶ τῶν ὄφεων ἔφη. νῦν δὲ κἂν ἶβις τούτων κρατήσειε. καὶ ταῦτα μηδεὶς οἰέσθω βλασφημίαν εἰς φιλοσοφίαν ἔχειν μηδ' ἀηδίᾳ μηδεμιᾷ λέγεσθαι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ φιλοσοφίας εἶναι καὶ πρὸς τοὺς ὑβρίζοντας ταύτην εἰρῆσθαι. καὶ συνηγορῶν τῇ φιλοσοφίᾳ νῦν αὐτῶν ἀναστὰς κατηγορῶ, εἴπερ τι δεῖ χρηστὸν αὐτοῖς εἶναι δοκεῖν. ἀναμνησθῶ καὶ τοῦ φαλακροῦ χαλκέως τοῦ τῇ δεσποίνῃ συνοικοῦντος. τοῦτον οὐκ ἀτιμάζων δή που φιλοσοφίαν ἐποίησε Πλάτων, ἀλλά τινας ὑπὲρ αὐτῆς κάλλιστ' ἀνθρώπων εἰκάζων ἐνισταμένους, καὶ ῥᾳδίως αὐτοὺς ἀξιοῦντας τῶν μειζόνων ἢ κατ' αὐτούς. ἐπεὶ καὶ τοῦτο ἔμοιγε θαυμαστὸν καὶ θεῖον φαίνεται τῆς ἐκείνου φιλοσοφίας, τὸ μὴ πᾶσιν εἰκῆ συγχωρεῖν ἐπικεκινδυνευκὸς, ἀλλ' ἔκκρισιν εἶναι τῶν ἀνδρῶν καὶ τὰς φύσεις ἐξετάζεσθαι. οὐδὲ γὰρ τοὺς Ἠλείους αὐτοὺς ἔγωγε νομίζω καταλύειν τὸ τῶν Ὀλυμπίων οὐδὲ ἀτιμάζειν, ὅτι οὐ πάντας ῥᾳδίως προσίενται τοὺς τοιούτους ἀγωνιστὰς, ἀλλὰ πρόκρισιν ἐστὶν οὐ ταυτὸν, ἀλλά μοι καὶ μειζόνως αὔξειν δοκοῦσι καὶ κοσμεῖν τὸν θεσμὸν τῷ τοσοῦτον ἅπασι παριστάναι τὸν φόβον καὶ τῷ τὰ πάντα ἀξιοῦν εἶναι τὰ παρὰ σφίσι κηρυκεύεσθαι τὰ μὲν ἀποδύντα τὴν ἀρχὴν ὀφθῆναι. οὕτω τοίνυν καὶ ἡμεῖς οὐ φιλοσοφίαν ἀτιμάζομεν, ἀλλ' ὑπὲρ φιλοσοφίας ἀμυνόμεθα, ὡς εἰκὸς ἦν. οἶμαι γὰρ ἔγωγε καὶ Πλάτωνα καὶ Πυθαγόραν αὐτοὺς ἀναστάντας καὶ λαβόντας σοφιστὴν πόρρω που οὕτω δὲ ἂν κελεύειν τούτους καθέζεσθαι καὶ νομίζεσθαι κάλλιστ' ἂν οὕτως αὐτοῖς ὑπὲρ φιλοσοφίας εἶναι δεδογμένον ὂν καὶ τοὺς κωμάζοντας ἐπ' αὐτὴν ἀποκρίναιεν, ὥσπερ οἱ τοὺς τῷ ὄντι κωμάζοντας ἐπ' αὐτὴν ἀποκρίνοντες, καὶ ἡμεῖς οὐχ ἅπαντας δή που λέγομεν κακῶς, οὐδ' εἰρήκαμεν, ἀλλ' οἷς τοῦτο προσήκει τῶν σκηπτούχων καὶ οἵτινες ἂν γνωρίζωσι τὰ λεγόμενα, οὔθ' [314] ὅστις αὐτῶν πρῶτος αἰτιάσεται, πρὸς τοῦτον εἴρηται. ἐπὶ φιλοσοφίᾳ γέ μοι καὶ αἰσχρὸν καὶ μετῆν ὥσπερ ἂν ἄλλῳ τῳ τοιούτῳ. οἶμαι δὲ κἀγὼ συγγενέσθαι τῶν ἐπ' ἐμαυτοῦ φιλοσοφησάντων τοῖς ἀρίστοις καὶ τελεωτάτοις, καὶ οὐ πολλῶν ἡττᾶσθαι ταύτῃ θνητῶν, καὶ ἐν τροφέων μοίρᾳ γεγόνασί μοι. ὥστε τοῖς οἴκοι πολεμοίην ἂν μᾶλλον ἢ τοῖς φιλοσόφοις. ἀλλὰ μὴ τοῦτο τοιοῦτον ᾖ, ἀλλ' ἔχει τινὰ καὶ χάριν ἡμῖν ἡ φιλοσοφία· ἐπεὶ καὶ ῥητορικῇ χαίρειν ἂν φαίην εἴπερ τις ἀνθρώπων καὶ ἐμοί τι μέτεστιν ἴσως τοῦ πολέμου. ἀλλ' οὐ διὰ τοῦτο τοὺς ὑβρίζοντας εἰς αὐτὴν ἐπαινεῖν οἴομαι δεῖν, ἀρχὴν δὲ οὐδὲ καλῶ ῥήτορας· ἀλλ' ὅσῳ μᾶλλον οὐδὲ τὴν ῥητορικὴν θαυμάζω τε καὶ ἀσπάζομαι, τοσούτῳ μᾶλλον τοῖς ἀναξίως αὐτῆς ταύτης καταψευδομένοις ἄχθομαι, καὶ ὑπὲρ αὐτῆς τῆς ῥητορικῆς ἥδιστ' ἂν ἀμυνοίμην καὶ πειρῴμην εἰς ὅσον οἷός τ' εἴην δεικνύναι πάντα μᾶλλον ἀκούειν δικαίους ἢ τοῦτο. ἀλλ' οὐ πρὸς Μιλτιάδην γε καὶ Θεμιστοκλέα καὶ Περικλέα καὶ Κίμωνα ταύτην ἔχω τὴν γνώμην. πρὸς γὰρ σὲ, ὦ Πλάτων, ἤδη περιαχθέντας δεῖ τούτους χαίρειν ἐᾶσαι, εἰ δή τι μέτεστιν αὐτοῖς τούτου, οἶμαι δὲ οὐδὲν ταῦτα μικρόν. ἡμεῖς δὲ γνωρίζωμεν ἡμᾶς αὐτοὺς καὶ μὴ φυρώμεθα ὥσπερ ἐν ἡμερομαχίᾳ, μηδὲ τοῦτό γε ἓν, κακὸν Ἑλληνικὸν μιμώμεθα, στασιάζοντες περὶ τῆς ἡγεμονίας, ἀλλ' ἐπιχωρήσαντες τῷ θεῷ τὴν κρίσιν παρέχωμεν ἡμᾶς αὐτοὺς ἐν τῷ τεταγμένῳ καὶ γιγνώμεθα τοιοῦτοι περὶ τοὺς πρότερον οἵουσπερ ἂν αὖ τοὺς ὕστερον εἶναι περὶ ἡμᾶς βουλοίμεθα. αἰσχρὸν γὰρ, ὥς γ' ἔφη Δημοσθένης, οὓς οὐδ' ἂν τῶν ἐχθρῶν καὶ τῶν πολεμίων οὐδεὶς ἂν ἀποστερήσειε τῶν εὐφημιῶν, τούτους ὑφ' ἡμῶν, ὅτι προσήκομεν αὐτοῖς, μὴ τῆς γιγνομένης αἰδοῦς καὶ φιλανθρωπίας τυγχάνειν.
[315] ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσηνπερ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω.