3418 324 0 5 1 0 IV d. C. Retorica Libanius XXXIV Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 93

Libanius - Declamatio XXXIV

Φιλαργύρου παῖς τοῦ πατρὸς αὐτῷ κάμνοντος ηὔξατο τῷ Ἀσκληπιῷ τάλαντον δώσειν, εἰ ὁ πατὴρ τὴν νόσον διαφύγοι. ὑγιάνας ὁ πατὴρ ἀποκηρύττει τὸν παῖδα.

[1]

Προθεωρία.

[1]    Οὔτε ὁ πατὴρ μισόπαις καὶ ὁ παῖς περὶ τὸν πατέρα χρηστός. ὁ γὰρ παῖς τοσοῦτον ὑπεραλγήσας τοῦ πατρὸς φαίνεται ὡς μήτε τῶν ὄντων φείσασθαι καὶ παντὶ τρόπῳ ἀνασώζειν πειρᾶσθαι τὸν κάμνοντα, ὁ δὲ πατὴρ οὐχ οὕτως ἀνόητος ὡς ἀποκηρύττειν ἐθέλειν δι' ὃν τὸ ζῆν ἔχει. ἡ γὰρ τοῦ παιδὸς εἰς τὸν θεὸν ἐπαγγελία καὶ ἡ τοῦ ταλάντου φιλοτιμία τεκμήριον τῷ παιδὶ γίνεται τοῦ περὶ τὸν πατέρα πόθου. ὅθεν ὁ πατὴρ οὐ μετ' ἀληθείας τὴν ἀποκήρυξιν ἀπεργάζεται. ᾔδει γάρ, κἂν εἰ πάνυ φιλάργυρον αὐτὸν ὑπολάβοις, ὡς ἀνασώσει πάλιν περιὼν τὸ τάλαντον.

[2] τί οὖν αὐτῷ τὰ τῆς ἀποκηρύξεως βούλεται; ἐπανόρθωσίς ἐστι τοῦ παιδὸς εἰσύστερον καὶ ἵνα μὴ μεγάλας τὰς ἐπαγγελίας ποιῆται. τοῦτο γὰρ μάλιστα φιλαργύρων ἅπτεται καὶ λυπεῖν δοκεῖ. καὶ ἅμα εἰς τὸν ἑαυτοῦ τρόπον μεταθεῖναι τὸν παῖδα βούλεται, ἐπεὶ καὶ οὗτος πατέρων νόμος ἄγειν πρὸς ἅπερ αὐτοὶ προῄρηνται τοὺς παῖδας. τραχύτερος δὲ διὰ τὸ ἦθος γίνεται. σκοπὸς δὲ αὐτῷ πρόδηλος ἐπανελθεῖν οἴκαδε τὸ τάλαντον.

[3]

οὕτω μὲν ἀμφοτέροις τὰ τῶν λόγων κεράννυται. τοσαύτην ῥοπὴν τὸ ζήτημα νέμει. εἰ δὲ τὸν ἁρμόζοντα τῷ φιλαργύρῳ λόγον ἀποδεδώκαμεν καὶ πανταχοῦ τὸ ἦθος ἐν τῷ ζητήματι σεσώκαμεν, σκοπεῖν ὑμέτερον. [2] [t]

Ἡ μελέτη.

[1]    Ἦν ἄρα, ὡς ἔοικεν, ἐπιτυχεῖν ὑγείας, ὦ δικάζοντες, παντὸς ὡς εἰπεῖν θανάτου χαλεπωτέρας, ὅπερ μοι συμβέβηκε τὰ νῦν διὰ τὸν χρηστὸν υἱὸν τουτονὶ τὴν ἀμείνω νόσον ἀντὶ κακῆς ὑγείας ἀλλάξασθαι. οὐ μὴν ἀλλ', ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι, οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ' ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν ‹λάβω›, ἵνα μὴ καὶ ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.

[2] ὁ μὲν οὖν θεὸς ἀπὸ τῶν ἡμετέρων πλούσιος, ἐγὼ δὲ καινότερα δυστυχῶν περιορῶμαι πρὸ τελευτῆς κληρονομούμενος. ὃν γὰρ εἶχον κλῆρον περιών, τοῦτον ὡς τεθνηκὼς ἀπολώλεκα τῷ τῆς εὐχῆς τρόπῳ. ἐπειδὴ δὲ τούτων αἴτιος οὗτος, ἀκουσάτω μετὰ παρρησίας ‹μου λέγοντος› ὡς οὐκ ἔστι μοι παῖς, ἐπειδὴ μηδὲ τὸ τάλαντον. συναπώλεσα γὰρ τῷ ταλάντῳ τὸν παῖδα.

[3] οἱ μὲν οὖν ἄλλοι πάντες ὅσοι τὴν οἰκουμένην οἰκοῦσιν ἄνθρωποι ἀπὸ τῶν κρειττόνων τὴν εὐτυχίαν ἔχουσι καὶ δέονται τῶν θεῶν τὴν ἀμείνω τύχην ἐλπίζοντες, ἐγὼ δὲ ὁ δείλαιος καὶ τῶν ἐμαυτοῦ δι' αὐτοὺς ἀπεστέρημαι· γεγένημαι γὰρ ἀντὶ πλουσίου πένης. ἤδη τὴν ὑγείαν μέμφομαι καὶ ποθῶ τὴν νόσον. ἐν ἐκείνῃ μὲν γὰρ εὐδαίμων ἦν, νῦν δὲ δὴ νοσεῖν ἄρχομαι. οὐδὲν γάρ μοι τῶν κατὰ τὴν οἰκίαν σώζεται.

[4] οὐ μὴν ἀλλ' ἐπεὶ τὰ χείρω δυστυχεῖν ἄρχομαι δυσκαταμαχήτῳ νόσῳ πενίᾳ μαχόμενος, υἱὸς δέ μοι μόνος φιλοπάτωρ λείπεται, τοῦτον ἀπελάσων ἀπήντηκα, ἵνα μοι μὴ βαρυτέραν ποιῇ τὴν πενίαν φαινόμενος. μόλις γὰρ ἂν ἐμαυτῷ πρὸς τὸ παρὸν ἀρκέσω.

[5] εἰ μὲν οὖν ἐβούλετό τι χρηστόν, τάχ' ἂν τὴν ἀποκήρυξιν προὔλαβεν. οὐ γὰρ τῶν τυχόντων ἐμέ τε καὶ αὑτὸν σεσύληκε. τίς γὰρ μείζων ἀνθρώποις ζημία χρημάτων; ἐπειδὴ δὲ δυσχεραίνειν ἄρχεται τὴν ἀποκήρυξιν καὶ τὴν ὑγείαν ἡμῖν προβάλλεται, μικρὸν ἄνωθεν ἀκούσατε. οὕτω γὰρ ἂν καὶ τὸ μέγιστον τοῦ ἀδικήματος γνώσεσθε καὶ ὡς οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἐκβάλλεται.

[6]    Ἐμοὶ βίος ἦν εὐδαίμων, ὦ ἄνδρες, οὐκ εἰκῆ δαπανώμενος, ἀλλὰ ταῖς καθ' ἡμέραν ἐπινοίαις αὐξανόμενος. διὰ ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου πολιορκίαν ὑπέμεινα καὶ γυναῖκα ἠγαγόμην οὐχ ὥρᾳ κάλλους περίβλεπτον, ἀλλ' εὖ κτημάτων ἔχουσαν. τί γὰρ ἀπὸ τοῦ κάλλους ἀνθρώποις ὄφελος; οὐ γὰρ οἶδεν ὁ κλῆρος ἐκ τούτων αὔξεσθαι. διὰ ταῦτα γοῦν ἐπειθόμην γαμεῖν, οὐχ ἵνα μοι πονηρὸς γένοιτο παῖς, ἀλλ' ἵνα τοῖς τοῦ πατρὸς ἀκολουθήσῃ τρόποις συνευπορῶν ἐμοὶ καὶ συναύξων τὸν κλῆρον.

[7] πόσας οἴεσθέ με παρῃτῆσθαι γυναῖκας; τῷ δεῖνι, φησί, θυγάτηρ ἐστὶ κάλλει καὶ γένει περίβλεπτος. τί οὖν ἐμοὶ τοῦ γένους αὐτῆς ἢ τῆς τοῦ κάλλους ὥρας μέλει; ἄλλος ἄλλην πάλιν ἐθαύμαζε καλὴν μέν, ἀλλ' οὐκ εὔπορον. τότε μὲν οὐδὲ ἀκούειν ἐδόκουν τοῦ λέγοντος.

[8] καὶ τίς ποθεν ἀνεφαίνετο τῶν πάνυ γνωρίμων ἐμοὶ γυναικὸς μνήμην ποιούμενος καὶ πάνυ γε, ὡς ἔφη, λαμπρᾶς. οὐκ ἐπείσθην οὐδὲ ἀπέβλεψα. ὁ δὲ πάλιν ἐθαύμαζε πλείονα τοῦ κάλλους λόγον ποιούμενος. καὶ σιωπῶντος ἐμοῦ πάλιν τῆς ὥρας ἐμέμνητο. τέλος δ' οὖν πρὸς αὐτόν, ἀναχώρησον, ἔφην, ἄνθρωπε. οὔπω τὸν ἐμὸν γινώσκεις τρόπον; οὔκ εἰμι κάλλους, ἀλλὰ κτημάτων ἐραστής. εὐπορεῖ; κέκτηται πλείονα; οἰκέτας ἔχει μισθοφορεῖν δυναμένους; τοῦτο ἔστιν ὃ ποθοῦμεν κάλλος ἡμεῖς.

[9] μόλις δ' οὖν τοιαύτης τυχεῖν ἠδυνήθημεν. οὔπω τὴν γυναῖκα θεασάμενος ἦν καὶ πολὺ ἤδη τάλαντον ἔφθαρτο. μικροῦ καὶ τοῦτον ἠρνησάμην τὸν γάμον. πανταχόθεν γὰρ ἡμᾶς διηνώχλουν ἄλλος ἄλλο τι λαμβάνειν ἐθέλοντες. οἱ μὲν γὰρ ᾀσμάτων μισθὸν ἀπῄτουν, οἱ δὲ τὸν ὑμέναιον, φασίν, ἐκροτήσαμεν. οὐ γὰρ ἤρκει μόνον αὐτοῖς ἡ μέθη.

[10] τὸ δὲ πάντων χαλεπώτατον, τὰ τῶν ὀψοποιῶν καὶ οἰνοχόων δράματα. τί, φησίν, ἄνθρωπε, τί δαπανήσομεν; τί τῶν ἀπὸ γῆς καὶ θαλάττης οἴσομεν; φέρειν γάρ, ἔφην, τι καὶ τῶν πρὸς τρυφὴν οἶδεν ἡ θάλαττα ἧς μηδὲ τὸ ὕδωρ χρηστόν;

[11] πάλιν οἱ τῶν λαμπτήρων ἐπιμελούμενοι πόσας, οἴεσθε, δᾷδας ἀπώλεσαν; ἐγὼ μὲν γὰρ ἤδη καὶ ὑπὲρ τῆς οἰκίας ἐδεδοίκειν μὴ καὶ ταύτην ἡμῖν ἐμπρήσῃ τὸ πῦρ, ἐπειδὴ ἅπτειν καὶ λύχνους παρεκελεύοντο. καί τις ἧκε λύχνον ἔχων οὐ κατὰ τοὺς εἰωθότας δή, ἀλλ' ἐξοχὰς εἰς κύκλον ἔχοντα καὶ πανταχόθεν ἐπιζητοῦντα τὸ πῦρ. τοσαύτην ἠφίει φλόγα ὡς καὶ πυρκαιὰς αὐτὰς μιμεῖσθαι τῷ φωτί. τοῦτον ἡμῖν ἐμπλῆσαι παρεκελεύετο.

[12] ἐμοὶ δὲ τὸ πολὺ τοῦ φωτὸς νὺξ ἦν. σκότος γὰρ ἀντεδίδου τῶν λαμπτήρων τὸ πλῆθος. τότε μὲν οὖν ἐμαυτὸν ἐβουλόμην ἐπιδοῦναι τῷ πυρί, ἵν' ἀντὶ τοῦ ἐλαίου τῷ λύχνῳ γένωμαι, ἐπέσχον δέ με τῶν περιεστηκότων οἱ φίλοι ἤδη τούτων ἀπαλλαγήσεσθαι λέγοντες. καὶ ἅμα τὴν προῖκα τῆς γυναικὸς κατέλεγον. ἐγὼ δὲ τὰ μὲν ἡδόμενος, τὰ δὲ ἀνιώμενος ἐκαρτέρουν. τὰ μὲν γὰρ ἀπὸ τῆς προικὸς ἔμελλεν ἀγαθά, τὰ δὲ τῆς ζημίας ἐν ὀφθαλμοῖς ἦν. τότε τοίνυν οἱ μὲν εἰς κύκλον ἐχόρευον, οἱ δὲ ἐνετρύφων, οἱ δὲ τὸν ἄκρατον ἐνεφοροῦντο. ἐγὼ δὲ ὁ κακοδαίμων περιεσκόπουν ἅπαντα, οὐδεὶς δὲ ἦν τῶν παρόντων φιλάνθρωπος, ἀλλὰ πᾶς πανταχόθεν ἐλυμαίνετο, καὶ ὁ τυχὼν ἁπλῶς.

[13] πολλὰ μὲν οὖν τῷ νομοθέτῃ κατηρασάμην τοῦ γάμου. οὐ γὰρ πανήγυριν, ἀλλὰ πόλεμον ἐνομοθέτησε. τί ταῦτα, ὦ μάταιε, οὐκ οἶδας ὡς σεμνὸν ὁ γάμος; σὺ δ' οὐκ εἰς μυστήριον, ἀλλ' εἰς θέατρον τὸν Ὑμέναιον ἤγαγες. οὐκ ἦς ἄρα νομοθέτης ἔμφρων. ἔκδοτον γὰρ ἀφῆκας τὴν κόρην τοῖς βουλομένοις εἰς θέαν, ἣν τῷ γεγαμηκότι μόνον ὁρᾶν ἦν θέμις. νυνὶ δὲ πρὶν ἢ πλησιάσαι τῷ λαχόντι πολλοὶ ταύτην περιεργάζονται. ἀλλ' οὔπω τοῦτο δεινόν, νυνὶ δέ, εἰ μὴ πάντα τῷ γαμοῦντι διαφθαρήσεται, οὐκ ἔσται νυμφίος.

[14]    Τότε μὲν οὖν ἀπηλλαττόμην πολλὰ τοῖς θεοῖς εὐξάμενος, ἐπεὶ δὲ καὶ ὁ φιλοπάτωρ οὗτος ἐγένετο παῖς, ὡς εἴθε μήποτε, ὑπεκθεῖναι τοῦτον εὐθὺς ἐβουλόμην ἐννοῶν τὸ δαπανηρὸν τῶν τόκων καὶ τὴν ἀνατροφὴν ἐνθυμούμενος. ἔτι γὰρ τῆς γυναικὸς ὠδινούσης καὶ οὔπω τεκούσης ὁλόκληρον, ἀλλ' ἔτι κινδύνου προσδοκωμένου συνῄεσαν μὲν πανταχόθεν οἱ τῷ γένει προσήκοντες, ἑορτὴν δὲ τὸν τόκον ἑαυτοῖς ἐψηφίζοντο καὶ πίνειν ἔδει καὶ τρυφᾶν. καὶ οὐ μέχρι τούτων ἦν, ἀλλ' ἤδη καὶ τὰ τῶν γειτόνων πανταχόθεν συνέρρει.

[15] λογισάμενος δ' ἐκ τῆς γυναικὸς εἶναι τὴν πρόφασιν τῷ μὴ τὰς ὠδῖνας ἠρέμα καρτερεῖν, ἀλλὰ βοᾶν καὶ κεκραγέναι, τὸ μὲν πρῶτον παρεκάλουν αὐτὴν τίκτειν ἡσυχῆ, ὡς δὲ μεῖζον παρακλήσεως ὁ τόκος ἴσχυε καὶ καρτερεῖν οὐκ ἦν τῷ γυναίῳ, ἐπέσχον προσδραμὼν τὸ στόμα.

[16] ἐπειδὴ δέ ποτε καὶ τὸ βρέφος ἐξέθορε, τοσοῦτον οἱ παρόντες ὠλόλυξαν ὥστε με φοβηθέντα τὸν θόρυβον ὑπ' ἐκπλήξεως ἐμβεβροντῆσθαι. οἱ δὲ ἀπεκάλουν μακάριον καὶ τὸ βρέφος ἅμα ἐδείκνυον. ἐγὼ δέ, τί ταῦτα; ἔφην, ἐμοὶ μόνῳ παιδίον ἐστίν; οὐκ ἔξιτε; οὐ φθαρήσεσθε; ποσάκις τὸν ἐμὸν οἶκον διολέσετε; οὐ μικροῦ γαμοῦντα πρῴην διεσπάσατε; πάλιν ἥκετε; εἰ δὲ καὶ ἕτερόν μοι παιδίον ἔσται, πάλιν ὁ παρ' ὑμῶν μοι γενήσεται πόλεμος;

[17] ἐγὼ μὲν ταῦτα λέγων δυσωπεῖν ἐνόμιζον, οἱ δὲ καὶ θύειν τοῖς θεοῖς παρεκελεύοντο. καὶ τὸ βρέφος ἁρπάσας θύειν ἐσπούδαζον, ἀφῆκε δέ με οὐδεὶς ταῦρον ἢ κάπρον προσάγειν ἀναπείσαντες. ἐγὼ δὲ σχοινίον ἐνενόουν καὶ πάτταλον τί τούτοις, λέγων, τοσοῦτον τῶν ἡμετέρων μέλει; ὅμως δ' οὖν ἀπηλλαττόμην ὀλίγον ἐπιθεὶς τοῦ λιβανωτοῦ. καὶ πρὸς τὴν γυναῖκα ἔφην βούλει τὸν παῖδα εἰς ἐρημίαν θείημεν; ἡ δ' οὐκ εὖ φρονοῦσα μετέπειθε, κοινωνὸς ἔσται σου γὰρ τῆς ἐπιθυμίας καί σου δυνήσεται τῶν ἰχνῶν ἐχόμενος αὐξῆσαι τὸν κλῆρον.

[18]    Ἐπὶ ταύταις αὐτόν, ὦ ἄνδρες, ταῖς ἐλπίσιν ἐτρέφομεν πολλὰς ὑπομείναντες πρότερον δαπάνας. πόσους οἴεσθέ με λόγους πρὸς αὐτὸν εἰρηκέναι; κακόν, ὦ παῖ, ἔλεγον, ἡ πενία, ὁ πλοῦτος ἀγαθόν, καὶ τοῖς κεκτημένοις αὐτὸν πάντες προστρέχουσι καθάπερ τοῖς θεοῖς καὶ ὅλως ἐγκώμια πλούτου διεξῄειν παιδοτριβῶν ἐπὶ τοὐμὸν ἦθος αὐτόν, ἐξ ὧν ἄν τις γενήσεται καταλέγων πλούσιος.

[19] ἀρρωστήσας δ' ἔναγχος καὶ νόσῳ τινὶ χρησάμενος, τίς γὰρ ἀνθρώπων νόσου κρείττων ἢ συμφορᾶς; ἄλλος κατ' ἄλλην γὰρ δαιμονίζεται τύχην. πολύτροπα γὰρ τὰ πταίσματα, ἐκείμην καὶ αὐτὸς ταύτην ἐννοῶν τὴν τύχην. εἴπω τι, βούλεσθε, τῶν ἀπορρήτων; ἔφερέ μοι καὶ κέρδος ἡ νόσος. οὐ γὰρ εἰς κόρον ἐδείπνουν οὐδὲ παντοίοις ὄψοις ἐχρώμην οὐδ' ἀναλίσκειν ἐχρῆν.

[20] τί δεῖ τὰ πολλὰ λέγειν; θεῶν δωρεὰν τὴν νόσον ὑπελάμβανον. ἐβόων κατ' ἐμαυτὸν πολλάκις· εὐδαιμονέστεροι τῶν ὑγιαινόντων οἱ κάμνοντες. οἱ μὲν γὰρ ταῖς ἀγοραῖς παραβάλλουσιν, ὠνοῦνται πλέονα, ἐγὼ δὲ οἴκοι μένω οὐδὲν ὑπ' οὐδενὸς ἐνοχλούμενος, ὀλίγα προσομιλῶν μόνον τοῖς δεομένοις χρυσίου. μίαν εἶχον φιλονεικίαν ἀεὶ ἐπιθεῖναί τι πλέον [ἐφιλονείκουν] τῷ τόκῳ.

[21] ἐντεῦθεν οἱ προσιόντες λυπεῖσθαι μάτην πως ἐδόκουν ἐμοὶ ἀγνοοῦντες τὸ ἐκ τούτου κέρδος ἡμῖν. ἐφθέγγετό τι καὶ οὗτος ὑπολαμβάνων τι χρηστὸν ἰατροῦ μνήμην ποιούμενος καὶ λέγων· εἰπέ μοι, βούλει, πάτερ, ἰατρὸν ἄξω σοι διαδραμών; μικροῦ μὲν οὖν αὐτὸν ἀπεκήρυξα καὶ παρὰ τὴν νόσον αὐτήν, ἐλογιζόμην δ' αὐτοῦ τὸ πταῖσμα τῷ χρόνῳ.

[22] τί ταῦτα, ἔφην, ὦ παῖ; τί τὴν ἐκείνων ἡμῖν ἀπάτην ἀπειλεῖς ἡμᾶς σώζειν ἐθέλων; οὐδὲν τῆς ἐκείνων ἡμεῖς δεόμεθα τέχνης. μαγγανεῖαι καὶ φλήναφοι. καὶ λόγῳ τὴν ὑγείαν, οὐ τῇ τέχνῃ πιστοῦνται. μισθὸς ἐπὶ τούτοις πολύς. ἂν ἐπ' ὀλίγον μελλήσῃ τις, οὐ διαφεύγει τὸν ἐκ τῆς ἀπειλῆς θάνατον. φθάνουσι γὰρ τὴν μοῖραν τῇ τέχνῃ. ἐμοὶ παντὸς ἰατροῦ ἀμείνων ἡ νόσος. ταύτῃ μᾶλλον πεπίστευκα. αὕτη με ἀναστήσει ταχὺ τῷ τῆς ἐνδείας λογισμῷ. ὁρᾷς ὡς τὸ τάλαντον αὔξεται, ὡς οὐδαμοῦ δαπανᾶται; τὸ τάλαντον ἀκέραιον ἡμῖν διὰ τὴν νόσον τετήρηται.

[23] ἔλεγον, ἔπειθον. καὶ τῶν μὲν Ἀσκληπιαδῶν ὑπερεώρα, ἐλάλει δὲ παρακαθήμενος, τί τὸν Ἀσκληπιόν, ὦ πάτερ, καταλελοίπαμεν; πολλοὺς πολλάκις ὁ θεὸς οὗτος ἀνέστησεν. ἐδόκει τί μοι λέγειν, νὴ τοὺς θεούς, φιλάνθρωπον. ἐσκόπουν γὰρ κατ' ἐμαυτὸν ὅτι προῖκα τὰ παρὰ τῶν θεῶν ἡμῖν ἀγαθὰ γίνεται.

[24] καὶ πρὸς αὐτὸν ἔλεγον· νῦν ἡμῖν τὸν ἰατρὸν ἀποδέδωκας, ὦ παῖ, νῦν τὸν ἰασόμενον εὕρηκας. αὐτόματοι πρὸς εὐποιίαν οἱ θεοί, παρακαλούμενοι δὲ βελτίονες. οὐδὲν τῶν ἀνθρωπίνων ἐπιζητοῦσιν. οὐ πλοῦτος αὐτοῖς προσφιλής, οὐ κέρδος ἕτερον. μόνην τὴν εὐποιίαν ἔχουσιν. ἐν ταύτῃ πλουτοῦσιν οἱ θεοί. ἴθι γοῦν ἡμῖν αἰτήσων ὑγείαν, ὦ παῖ. εὐχὴν εὖξαι τὴν πρέπουσαν. πρόσθες τῇ τῆς ὑγείας εὐχῇ πλοῦτον πολὺν καὶ τὴν ἀπὸ τοῦ κέρδους εὐδαιμονίαν τῇ μετὰ τῆς ὑγείας καὶ χρήστας εὐγνώμονας, μᾶλλον δὲ τοῦτο μόνον, εἰ δοκεῖ, πρόσευξαι, τόκους πλέονας. ἀπὸ γὰρ τούτων ἡ σωτηρία, μᾶλλον δέ, τοῦτό μοι ζωή, τοῦτο φῶς. ἂν δ' ἄρω τὸ τάλαντον μετὰ τῆς ὑγείας, ἄμεινον.

[25] οὕτω μὲν καὶ φρονεῖν καὶ λαλεῖν ὑπελάμβανον, ὁ δὲ τὸν νεὼν καταλαβὼν ἁπλοῦν μὲν οὐδὲν οὐδὲ δίκαιον εὔχεται οὐδὲ ψιλὴν ὑγείαν ᾔτησε, ταλάντου δέ μοι ταύτην ὠνήσατο. ταῦτα γὰρ νυνὶ μανθάνω ὅτι πωλοῦσι τὴν ὑγείαν οἱ θεοὶ καὶ διὰ ταύτης ὁ Ἀσκληπιὸς πλουτεῖν ἐσπούδακε καινότερον εὐπορίας τρόπον τὴν ἰατρείαν εὑρόμενος.

[26]    Ὡς δ' οὖν πάντα καθ' ἡμῶν εὐξάμενος ἐπανῄει, ἐγὼ δ' ἤδη τῆς ὑγείας, μᾶλλον δὲ τῆς πενίας ἠρχόμην, ἐλάνθανον γὰρ κατ' ἐμαυτοῦ τούτῳ τὴν εὐχὴν ἐπιτρέπων, ὡς δ' οὖν ἄμεινον ἐδόκουν ἔχειν, προσελθὼν οὗτος ἔφη· τί μὴ τοὺς ἱερέας εὐγνωμονοῦμεν, ὦ πάτερ; τί μὴ τὸ τάλαντον οἱ προφῆται λαμβάνουσιν; ὁρᾷς ὡς τὴν ὑγείαν ἀπείληφας. γενώμεθα καὶ ἡμεῖς περὶ τὸν θεὸν εὐγνώμονες. οὕτω γὰρ συνεθέμην.

[27] μικροῦ μὲν οὖν παρ' αὐτοὺς τοὺς λόγους διαρραγεὶς ᾠχόμην καὶ τὴν ψυχὴν ἐπαφῆκα τοῖς τούτου ῥήμασι καὶ εἴθε γε, ὦ πάντες θεοί, πρὸ τῆς τοῦ ταλάντου καταβολῆς ἐκείμην. μεῖζον γὰρ ἂν εὐτυχῶν ἀπωλλύμην. ἐκέρδησά γε ἂν τῇ τελευτῇ τὴν ἀπὸ τῆς εὐχῆς ζημίαν. ὅμως δ' οὖν ἀνενεγκὼν καὶ μόλις ἐν ἐμαυτῷ γενόμενος τί ἄρα, ἔφην, ὦ παῖ; πόθεν οἱ μῦθοι; οἱ ἱερεῖς δὲ τίνες; οὐδὲν γὰρ παρ' οὐδενὸς κεκομίσμεθα οὐδ' ἔχει τις καθ' ἡμῶν συμβόλαιον οὐδὲ ἕν. εἰ δ' ἀπονοίᾳ σφαλεὶς ἐπηγγείλω τῷ θεῷ τὸ τάλαντον, οὐδὲν ἐμοὶ τούτου μέτεστιν. οὐδὲν παρὰ τὴν νόσον ηὐξάμην ἐγὼ οὐδ' ὑπεσχόμην τῷ θεῷ οὐδὲ πρὸς τὴν ὑγείαν αὐτὸν παρεκάλεσα, ἀλλ' ἁπλῶς κατ' ἐμαυτὸν ἐκείμην τῷ τῆς ἐνδείας ὑγιάνας τρόπῳ.

[28]    Ἐγὼ μὲν οὕτω πως ἀποσείεσθαι τοὺς ἱερέας ἐδόκουν διὰ τῶν πρὸς τοῦτον ῥημάτων, οἱ δὲ ἰταμώτερον ἐχώρουν. καί πού τις αὐτῶν ἀνεβόησεν· ἱερόσυλε καὶ μαστιγία, οὐ καταβαλεῖς τὰ τοῦ θεοῦ; οὐκ ἀποδώσεις τὸ τάλαντον; πλέον, ὦ ἄνδρες, τῆς ζημίας ἐφοβήθην τὰ ῥήματα καὶ κατέβαλον, ὦ θεοί, ὀδυρόμενος, στένων, πολλάκις τὸ τάλαντον περιπτυσσόμενος, μόλις ἀριθμῶν, ὀκνῶν ἀποδοῦναι. τὸ σκότος μετὰ τὴν καταβολὴν ἑώρων. νὺξ ἦν ἐν ἡμέρᾳ μοι μέσῃ. ὁ γὰρ τοῦ ταλάντου ζόφος ἐνίκα τὸ φῶς τοῦ ἡλίου.

[29] εἰ μὲν οὖν ταῦτα παρ' αὐτὴν ἐπυθόμην τὴν νόσον, τάχ' ἂν ἀποκαρτερήσας ᾠχόμην. ἄνθρωπος ὑπ' ἀγρυπνίαις πολλαῖς, φροντίσιν ἀπείροις καὶ πόνοις πλείοσι καὶ μερίμναις καὶ μόχθοις καὶ πολλῷ πόνῳ συναγαγὼν τὸ τάλαντον ἀθρόως ἀφῄρημαι ὑπὸ τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ τὸν ἐμὸν βίον ἐξ εὐχῆς προδεδωκότος. εἶτ' ἐπὶ τούτοις ἀγανακτεῖ ὡς οὐ δεόντως ἐκβάλλεται.

[30]    Οὐ γὰρ ἐπὶ κύβους οὐδὲ μέθην ἀνηλωκέναι τί φησιν. οἶδα. οὐ γέγονας περὶ κύβους ἐκμανής, οὐ περὶ μέθην ἠσχόλησαι, οὐ πρὸς ἑταίρας βλέπεις. ἀγαπᾷς τῶν αἰσχρῶν οὐδὲ ἕν. μισεῖς εὐωχίας, οὐ πλησιάζεις κώμοις. εἴθε μοι μηδὲ περὶ τοὺς θεοὺς ἐμεμήνεις. οὐκ ἂν δυστυχὴς ἐγενόμην ὁ δείλαιος, οὐκ ἂν τὴν πενίαν ταύτην ἐστέναξα.

[31] πόσον δέ σοι καὶ πρὸς εὐωχίαν ἤρκεσεν; ὀλίγον ἀπὸ τοῦ ταλάντου μέρος, τὸ δὲ λοιπὸν ἦν ἡμῖν ἐλεύθερον. οἶδα πολλοὺς περὶ μέθην ὀλίγα ἀνηλωκότας. πολλοῖς ἤδη καὶ κύβος ἤνεγκε κέρδος. πόσοι δὲ δι' εὐωχίαν εὐτυχέστεροι; εἴθε μοι τούτων τις ἐγένου. τάχα ἂν ηὔξητο τὸ διὰ σέ μοι λελῃστευμένον τάλαντον. οὐδὲν ἂν τούτων ὠδυρόμην. νυνὶ δέ μοι τὸ πᾶν ἀπόλωλε. καὶ ἐπιδοὺς τῷ θεῷ τὸ τάλαντον τοῦτο ἐμὲ μὲν τοῦ βίου, σὲ δὲ τῆς οἰκίας ἀπείργεις.

[32]    Μὴ οὖν ὡς οὐδὲν εἰς μέθην ἀνήλωταί σοι, ταῦτα νῦν πρόφερε. οὐδὲ γὰρ περὶ τούτου δικάσειν οὗτοι συνεληλύθασιν, οὐδὲ τοῦτο ἔστιν ὃ ἐγκαλοῦμεν ἡμεῖς, ἀλλ' ἢ δεῖξον ὅτι μοι τὰ κατὰ τὸν οἶκον ἔρρωται ἢ δίκην ὕπεχε. οὐδὲ γὰρ περὶ τούτων αἰτιῶμαι τήμερον. εἴθε κατ' ἐμοῦ μᾶλλον, ὦ παῖ, τὰς χεῖρας ὤρεξας. ἤνεγκα ἂν τὴν παρὰ σοῦ πληγήν. νυνὶ δὲ πάντας ὁμοῦ νενίκηκας τοὺς ὑπὸ τῶν πατέρων κριθέντας πρότερον.

[33] οὐδεὶς οὕτω πατραλοίας εὕρηται. οὐ γὰρ εἰς τὸ σῶμα τὴν πληγὴν ἐδεξάμην, εἰς αὐτὴν τὴν καρδίαν τὸ βέλος ἔχω. τοὺς μὲν γὰρ ἄλλους ὅσοι τῶν παίδων ἐπάταξαν κατ' ἐκεῖνον τὸν χρόνον ἐλύπουν καθ' ὃν ἐτόλμων, ἐγὼ δὲ τοσαυτάκις βάλλομαι ὁσάκις ἐνθυμηθῶ τὸ τάλαντον.

[34] εἶτ' ἔτι μνημονεύεις κύβων ἢ μέθης ἢ τρυφῆς οὕτω τὸν πατέρα διαθείς; ἐγὼ μὲν γὰρ ἤδη καὶ τεθνηκέναι δοκῶ, καὶ γὰρ ὑπὸ τῆς ἀνίας οἴχομαι, ὑμεῖς δὲ ταὐτὰ τούτῳ εἰ νῦν ἀποδέξεσθε, βαρύτεροί μοι τῆς ζημίας γενήσεσθε. ὑφ' ὑμῶν γὰρ μᾶλλον ἢ τούτου κείσομαι.

[35]    Ναί, φησίν, ὑπὲρ γὰρ σοῦ τοῦτο πεποίηκα. τῆς γὰρ παρὰ τοῦ θεοῦ σωτηρίας μόνης ἐχρήζομεν. τί οὖν; οὐκ ἦσαν εὐχῆς ἕτεροι τρόποι; οὐκ ἦν λιβανωτὸς ἄφθονος; χαίρουσι καὶ δάφναις οἱ θεοὶ καὶ θαλλοῖς ἐλαίας. πολλάκις ἤδη τινὲς τῶν παλαιῶν καὶ δρυῶν κόμαις ἀπήρχοντο. πολλοὶ καὶ στεφάνοις τὸν θεὸν γεραίρουσιν, ὕμνοις ἕτεροι. τούτων οὐδὲν ἐνενόησας οὐδὲ θαλλοὺς ἐνεθυμήθης καὶ στέμματα.

[36] μέχρις ἀλεκτρυόνος τὴν εὐχὴν στῆσαι ἔδει. βαρὺ μὲν γὰρ καὶ φορτικὸν καὶ τοῦτο. πλὴν οἶσα ἂν ἀνεκτῶς. εἰ γὰρ μὴ τὸ τάλαντον ὅλον, μέρος δὲ τῆς οὐσίας ἀνέθηκας, οὐκ ἂν ἀπεκήρυξα. σὺ δ' οὐδὲ τὰς γραφὰς ἐνενόησας. μετὰ τὴν νόσον πολλάκις ἄνθρωποι τῆς εὐποιίας ἀμειβόμενοι τὸν θεὸν εἰκόνι τὸν Ἀσκληπιὸν ὡς εὐεργέτην γράφουσι. πόσην ἂν ἡ γραφὴ βλάβην ἤνεγκε; πόσος δ' ἂν ὁ τοῦ ζωγράφου μισθὸς ἐγένετο; ἑκὼν ἂν ἐπὶ τούτοις κατέβαλον.

[37] σὺ δέ μοι παριδὼν ἅπαντα ἐπ' ἐκεῖνο τρέπῃ ὡς, εἰ μὴ διὰ τὸν Ἀσκληπιόν, ᾠχόμην. εἶτ' οὐκ ἦν ἀποθανεῖν ἄμεινον ἢ ζῆν ἐν τούτῳ τῷ σχήματι; μὴ γὰρ εὐηργέτημαί τι; σεσύλημαι. μὴ γὰρ ὑγεία μοι ταῦτα καὶ βίος; αὐτὸς ὡς εἰπεῖν ἐν ὀφθαλμοῖς ὁ θάνατος. νυνὶ δὲ τὴν μὲν ὑγείαν μοι λέγεις, τὴν πενίαν δὲ σιωπᾷς. καὶ τὸ φυγεῖν μὲν τὴν νόσον προφέρεις, τὸ δὲ μεῖζον κρύπτεις δυστύχημα.

[38] οὐκ ἀνέχομαι ζῆν ἐλεούμενος, μισῶ τὴν ὑγείαν πενόμενος. τί μοι τὸ μεῖζον ἀφεὶς καταλέγειν δυστύχημα μικρὸν εὐποιίας προφέρεις ὄνομα, μᾶλλον δέ, κινεῖς πρὸς ἀγανάκτησιν; τίς ἰᾶται συλῶν τὸν κάμνοντα; τίς εὖ ποιεῖσθαι βούλεται μείζονα τῆς δωρεᾶς ἀδικούμενος; ἀπόδος ἡμῖν τὸ τάλαντον καὶ τὴν ὑγείαν οὐ μέμφομαι.

[39] εἰ δὲ ἐπὶ τούτοις ὁ Ἀσκληπιὸς ἀγανακτεῖ, αὐτό μοι μόνον ἀποδιδοὺς τὸ τάλαντον φερέτω καὶ μετὰ τοῦ πλούτου τὴν νόσον. ἕτοιμος ἀναλαμβάνειν μετὰ τοῦ ταλάντου τὸν κίνδυνον, καὶ πρόσθοιτό τι πλέον, εἰ βούλοιτο, τῇ νόσῳ, μόνον ἡμῖν ἐπανελθέτω τὸ τάλαντον.

[40] εἶτ', ὦ κατάρατε καὶ ὑπὲρ τὸ δέον φιλότιμε, ἐγὼ μόνος ἐδυστύχουν ἀφόρητα, ἵνα μοι δυστυχέστερον τῆς νόσου τὴν ὑγείαν ἀντέδωκας; πόσους ἐκ χαλεπωτέρων οἶδα σωθέντας; πόσοι δὲ ἤδη τελευτῆς ἐγγὺς γενόμενοι πάλιν προσωμίλησαν τῷ βίῳ; ἆρα τούτους ἡμῖν πάντας ὁ Ἀσκληπιὸς ἀνέστησε;

[41] πόθεν οὖν τῷ πλήθει τῶν ἰατρῶν στενοχωρούμεθα; τί δὲ μάτην οὗτοι κατὰ τὴν πόλιν στρέφονται; πόθεν δὲ πλουτεῖν νομίζουσιν; ἢ πόθεν τὸ κέρδος αὐτοῖς; οὐκ ἀφ' ὧν παραμυθοῦνται τοὺς κάμνοντας; οὐκοῦν τὰ κατ' αὐτοὺς οἴχεται, εἰ μόνος ὁ Ἀσκληπιὸς χρήματα λήψεται;

[42]    Ἀλλ' ἐπὶ μεγάλοις, φησίν, ὁ Ἀσκληπιὸς ἰᾶται καὶ δεῖ μεγάλας τὰς ἐπαγγελίας ἐπ' αὐτῷ ποιεῖσθαι. τοῦτο νῦν πρῶτον ἀκήκοα. ἐγὼ μὲν γὰρ αὐτὸν καὶ παρέχειν ἑτέροις ὑπελάμβανον. οὐκοῦν οὐδὲν ἡμῶν οἱ θεοὶ βελτίους. εἶτα καὶ πόσον ἐχρῆν ἐπαγγείλασθαι; μὴ γὰρ ἀθανασίαν ἡμῖν δεδώρηται; μὴ γὰρ συνῆψέ με φυγόντα τὴν νόσον τοῖς κρείττοσι; πάλιν ἡμῖν ὁ θάνατος ἐλπίζεται. προσδοκῶ καὶ δευτέραν νόσον ἄνθρωπος ὤν. οὐκοῦν πάλιν καὶ ἐφ' ἑτέρῳ δεῖ στένειν ταλάντῳ;

[43] εἰ δ' ἐπιλείψει με ταῖς νόσοις τὰ τάλαντα, πόθεν ἡ σωτηρία λοιπόν; ἢ καὶ τὰς ἀπὸ τῶν συγγενῶν ἀναθήσεις οὐσίας; πόσου τὴν ὑγείαν ὑπολαμβάνεις ἀξίαν; ἐγὼ μὲν γὰρ αὐτὴν οὐδὲ δραχμῆς ἂν ἐπριάμην, σὲ δὲ καὶ δευτέραν ἐχρῆν ἐπιθεῖναι καί, εἴ γ' ἔτι μεῖζον ἐβούλου μανῆναι, μνᾶν ὅλην. πόσα σοι βούλει ταλάντου πρίωμαι σώματα;

[44] πολέμους ἀναδέχονταί τινες ὑπὲρ ἑτέρων ‹καὶ› παρατάττονται μόλις, ἵνα δραχμὴν κομίσωνται. τί δὲ οἱ τὴν θάλατταν πλέοντες; οὐ μικροῦ κέρδους ἕνεκεν μεγάλους ἀναμετροῦνται κινδύνους; εἰσὶ δὲ οἳ καὶ τροφῆς ἕνεκα μόνης, ἵνα τὴν ἀπὸ τῆς γαστρὸς ἀνάγκην παραμυθήσωνται, ἐπαφῆκαν αὑτοὺς ἀλλοτρίοις ἐγκλήμασιν. ἀλλὰ τί ταῦτα; μάτην γὰρ νῦν φθέγγομαι πρὸς ἄνδρα οὐδὲν ἕτερον τῶν κατὰ τὸν βίον ἢ τὴν ἀπὸ τῆς φιλοτιμίας μανίαν ἐπιστάμενον.

[45]    Ἀλλ' ἔτι σοι, φησί, περίεστι χρήματα καὶ μετὰ τὸ τάλαντον. εἶτα τί σοι τούτων μέλει; ἢ ποῖος οὗτος ἀπολογίας τρόπος; ἢ δάκνει σε τὸ λειπόμενον, ὅτι μὴ καὶ τοῦτο τῷ ταλάντῳ προσέθηκας; μὴ γὰρ ἐφ' ἑνὶ ταλάντῳ μόνον λελύπημαι; μὴ γάρ μοι περὶ τοῦτο μόνον τὴν ζημίαν ἔστησας; ἐγένετ' ἂν ἤδη μοι διπλοῦν τῇ τοῦ τόκου προσθήκῃ καὶ πάλιν μεῖζον εἰς ὕστερον. συναύξεσθαι γὰρ τῷ χρόνῳ χρήματα πέφυκεν.

[46] ὁρᾷς τῆς ἀδικίας τὸ μέγεθος; μέχρι τελευτῆς ἔχω τὴν βλάβην. ἐγὼ δ' εἰς τοσοῦτον ἤδη προέρχομαι ὡς μηδὲ τῶν θεῶν αὐτῶν ἀπέχεσθαι. εἰ γὰρ αὐτοῖς ὁ πλοῦτος περισπούδαστον καὶ διὰ τοῦτον εὐδαίμονες εἶναί τινες νομίζονται, πόσῳ μᾶλλον ἡμᾶς προσήκει δάκνεσθαι καὶ μισεῖν τοὺς κἂν πρὸς ὀλίγον τι βλάπτοντας;

[47] πόσα τεμένη κατὰ τὴν πόλιν ὑπάρχειν οἴεσθε ἢ πόσα τῶν θεῶν ἱερά; πολλά. τί οὖν; ποῦ συντρέχουσιν ἅπαντες ἐν νόσῳ; ποῦ δὲ μᾶλλον παρεῖναι τοὺς θεοὺς ὑπολαμβάνουσιν; ὅπου πλείονα καὶ τὰ ἀναθήματα βλέπουσιν. ἐν μὲν γὰρ τοῖς ἄλλοις οἴκοις ἔνθα μηδέν ἐστιν ἰδεῖν πλούτου σύμβολον οὐδένα τῶν θεῶν χρηματίζειν πειθόμεθα· ἔνθα δὲ πολλὰ τεκμήρια πλούτου καὶ περίεργος ἐσθὴς καὶ φιάλαι καὶ θυμιατήρια καὶ χρυσῷ στίλβων ὄροφος, ἐκεῖ, κἂν ἀπῶσιν οἱ θεοί, ὡς πρὸς παρόντας εὐχόμεθα καὶ φαινομένους καὶ λαλεῖν δοκοῦντας. ἔστι μὲν γὰρ ὁ πλοῦτος καὶ ἄλλως καλόν, πολλὴν δὲ τοῖς κεκτημένοις αὐτὸν εὐδαιμονίαν χαρίζεται.

[48] φέρε γάρ, εἰ ‹δίκην› ἦσαν δύο πρὸς ἀλλήλους ἔχοντες στρατηγοί τινες ἢ ῥήτορες καὶ ὁ μὲν ἄγαν ἦν πένης, ὁ δὲ πλούσιος, τίς ἀπῆλθε τὸ πλέον ἔχων; τίνι δὲ πλέονες μαρτυρεῖν ἐθέλουσι; ποῦ δὲ οἱ πάντες προστρέχουσι; τίνα δὲ μᾶλλον ἐπαινοῦσι λέγοντα; μετὰ τίνος δὲ τὸ δίκαιον φαίνεται; ὁ μὲν εὐκτήμων νενίκηκε κρίσιν πολλάκις ἄδικον, ἀπῆλθε δὲ μετὰ τῆς δίκης ὁ πένης, καὶ κατεγνωσμένος ἂν τύχῃ. τοσούτων τοίνυν ἐκ τοῦ πλούτου γινομένων τοῖς ἀνθρώποις καλῶν ἐγὼ μετὰ τῶν χρημάτων καὶ τὴν παρρησίαν ἀπολώλεκα.

[49]    Ἀλλ', ὦ Δήλιε καὶ Παιὰν Ἄπολλον, ἤδη γὰρ καὶ κατὰ σοῦ λέγειν ἄρχομαι, τί φιλοκερδῆ τῷ γένει τὸν Ἀσκληπιὸν ἔφηνας; οὐδὲν τοῦ πατρὸς μεμίμηται. σὺ μὲν γὰρ εὔωνον τὴν μαντείαν ἔχεις ὀβολοῦ πολλάκις τὸν χρησμὸν ἀντιδιδοὺς καὶ τὰ ἐκ τῆς μαντείας ἀγαθά, τοῦτον δὲ φιλάνθρωπόν τινες ὀνομάζουσιν, ἴσως οἱ νόσου μὴ πεπειραμένοι.

[50]    Ἀλλὰ μάτην γάρ, ὡς ἔοικεν, ὀδύρομαι ταῦτα, ἵνα καὶ τὸν παρὰ τῶν ἱερέων ὀφλήσω γέλωτα τούτου με τὰ πάντα λυμηναμένου. ὅθεν ἀφ' ἡμῶν βαδιζέτω. ἀλλότριός ἐστι τοῦ γένους, κατ' οὐδὲν ἐμοὶ παραπλήσιος. οὐδὲν τῶν τοῦ πατρὸς μιμεῖται. ὃν ἀγαπῶ βίον μεμίσηκε.

[51] μὴ γὰρ ἐγώ σε νῦν ἀπείργω; ταύτην ἤνεγκεν Ἀσκληπιός σοι τὴν ψῆφον. ἐκεῖνός σε τῶν ἡμετέρων ἐκβέβληκεν. ἐκείνῳ δικάζου, ἐκεῖνον γράφου. μηδὲν καθ' ἡμῶν ἀγανάκτει. ‹ὑπὸ› σοῦ, ὦ παῖ, πρῶτος ἐκβέβλημαι, πρῶτος ἠδίκημαι. βάδιζε τοιγαροῦν παρὰ τὸν Ἀσκληπιόν, εἰ δοκεῖ. ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. ὃν ἀγαπᾷς, τοῦτον ὅρα. οὐ λείψει σοι παρ' αὐτῷ τροφή. ἀρκέσει σοι πολλῷ χρόνῳ τὸ τάλαντον. εἰ δ' ἄμεινον διοικεῖν ἐπίσταται, ζητείτω καὶ χρήστας τόκου πλείονας, ἵνα καὶ τὸ τάλαντον κατὰ χώραν μένῃ καὶ ἡ ἀπὸ τοῦ τόκου ἐνυπάρχῃ τροφή.