11479 575 0 0 0 II d. C. Retorica Aelius Aristides Περὶ τοῦ παραφθέγματος Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 113

Aelius Aristides - Περὶ τοῦ παραφθέγματος

[365] Δεινοί τινες εἰσὶ νουθετεῖν ἑτέρους ἀφέντες ἑαυτούς. καὶ εἰ μέν γε ἐκ τοῦ εὐθέος προσιόντες ἐποίουν αὐτὸ, κέρδος ἦν ἄν. ἢ γὰρ ἐπείσθη τις ἂν, ἢ πείσας ἀπήλλακτο. νῦν δ' ἑτέρους διακόνους ὑποβαλλόμενοι τῆς συμβουλῆς ὡς ἀληθῶς σκιαμαχεῖν ἀναγκάζουσι. καὶ τὰ προοίμια δὲ δεινῶς ἐκ κύκλου αὐτῶν ὡς μὲν ἔχω πρὸς αὐτὸν εὐνοίας, ὅτι μὲν εἷς εἰμι τῶν φιλούντων τὰ τοιαῦτα. ταῦτα δ' ἐστὶ πλεῖν ἢ ναυτιᾶν. καὶ τοίνυν καὶ πρώην τις τὸ αὐτὸ πρόβλημα ποιησάμενος ἀπαγγέλλειν ἑνὶ τῶν ἐμῶν ἐκέλευε πρός με ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην μεταξὺ τοῦ ἐγκωμίου καὶ τῶν λόγων τῶν εἰς τὴν θεόν· οὐ γὰρ εἰκὸς ἄρα εἶναι περὶ αὑτοῦ καὶ τῶν αὑτοῦ τι λέγειν τινὰ, ἄλλως τε καὶ ἐν τοῖς ἀκριβῶς εἰδόσι, πάντως δὲ εἰδέναι πάντας περὶ τῶν λόγων τῶν ἡμετέρων ὅσον τε ὑπερέχουσι, τουτὶ γὰρ προσετίθει, καὶ ὅτι εἴ τι ἄλλο ἄλλῳ, καὶ τοῦτο ἡμῖν ἀπείργασται· πολλὰ τοιαῦτα ἐχαρίζετο, τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς. φέρε δὴ καὶ πρὸς τοῦτον ἀποκρινώμεθα, ἐπειδή γε καὶ ὁ χθιζὸς ἡμῖν ἑστιάτωρ ἔχει τὴν ἀξίαν. πόθεν οὖν ἂν αὐτὸν ἐπιχειρήσαιμεν ἀρξάμενοι μεταπαιδεύειν, ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα ὥστε καὶ ἑτέρους ἐπιχειρεῖν νουθετεῖν οὑτωσὶ ῥᾳδίως; ἐγὼ μὲν ὑπὸ σπουδῆς μοι δοκῶ τὸ τελευταῖον πρῶτον ποιήσειν, παρέξομαι γὰρ αὐτὸν καθ' αὑτοῦ μάρτυρα, ὅτι συκοφαντεῖ. καὶ δὴ παρέστω μὲν ἁνὴρ, εἴτ' οὖν πάρεστιν εἴτε μὴ, οὐ γὰρ οἶδά γε αὐτὸν ὅστις ὢν τυγχάνει, οὔκουν ἔγωγε οὐδ' αὐτὸν ὅλως, ἀποκρινέσθω δὲ ὡς παρών. τὸ δὲ ἐρώτημα τοιοῦτον, ὦ ἄριστε ἀνδρῶν, ὅτι μὲν συγχωρεῖς [366] ποιεῖν λόγους, εὖ ποιεῖς· τοσοῦτον δ' ἡμῖν εἰπὲ, πότερον συγχωρεῖς μὲν ποιεῖν αὐτοὺς, γιγνώσκειν δ' οὐκ ἐπιτρέπεις περὶ αὐτῶν τούτων ἅ τις ποιεῖ· καὶ τί γένοιτ' ἂν χάριεν τοῦ ποιοῦντος μὲν, οὐ γιγνώσκοντος δὲ ὃ ποιεῖ; ἆρ' οὖν γιγνώσκειν μέν ἐστι περὶ τῶν πραγμάτων, φρονεῖν δὲ ὑπὲρ ὧν γιγνώσκει τις οὐκ ἔστιν; ἀλλὰ μὴν τοῦτό γε αἴνιγμα καὶ πέρα γε ἴσως αἰνίγματος ἂν εἴη. οὐκοῦν περὶ ὧν φρονεῖν, περὶ τούτων καὶ λέγειν φασὶ δεῖν οἱ σοφοὶ, εἰ μή τι σὺ κἀνταῦθα ἕτερον λέγεις.

   Σκόπει τοίνυν ὡς τὸ πᾶν ὡμολόγηκας ἓν τὸ πρῶτον δούς. εἰ γὰρ ἓν μὲν τῶν καλῶν κατ' αὐτόν σε τὸ τοὺς λόγους ποιεῖν, ποιεῖν δὲ ἀμήχανον καλῶς ὁτιοῦν μὴ γιγνώσκοντα περὶ αὐτοῦ, ἀλλὰ μὴν περὶ ὧν γε γιγνώσκειν, περὶ τούτων ἀνάγκη καὶ φρονεῖν, περὶ δ' ὧν φρονεῖν, καὶ λέγειν, δέδωκας περὶ ὧν τις ποιεῖ, περὶ τούτων χρῆναι καὶ λέγειν. νὴ Δί' ἀλλ' ἐν εἰδόσιν ἦν τὰ λεγόμενα. τί δῆτ' ἂν ἐποίησας, ἢ οὐ κατηγόρησας ἂν εἴ μ' ἔλαβες ψευδόμενον, ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθ' ὡς οὐ προσήκοντα ᾐτιάσω; καὶ ὡς ἔοικεν, ἂν μὲν Δημοσθένη, ἢ Μιλτιάδην, ἢ Θεμιστοκλέα, ἢ τὸν ὁμώνυμον ὑποκρίνωμαι, τότε μὲν πολὺ σοῦ κατ' αὐτόν σε ἀμείνων εἰμὶ γνῶναι τοὺς ἑκάστῳ προσήκοντας λόγους· οὓς δ' ἐμοὶ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν προσήκει ποιεῖσθαι λόγους, τούτους δὲ σὺ καλλίων εἰδέναι; καὶ πῶς ἂν σοὶ παριεὶς εἰδέναι βέλτιον ὀρθῶς ἂν φρονοίην; καὶ μὴν τὸ μὲν ἐκείνων ἦθος εἰκάσαι δεῖ με, τὸ δ' ἐμαυτοῦ σαφῶς, οἶμαι, ἐπίσταμαι. καὶ νῦν εἰ μὲν περὶ τῆς Ἀθηνᾶς αὐτῆς ἐχρῆν εἰπεῖν, ἐγὼ βελτίων ἦν σοῦ γνῶναι τοῖς σοῖς λόγοις, ἃ δ' ὑπὲρ τῶν λόγων τῶν εἰς τὴν Ἀθηνᾶν σὺ κρείττων ἐμοῦ; καὶ τοὺς μὲν ἄλλους ἐπίστασθαι φῂς αὐτὰ, αὐτὸν δέ με οὐκ ἐᾷς; καὶ σὺ μὲν ἡμῖν ἐπιτιμᾷς, ἐμοὶ δ' οὐκ ἐξέσται τοῖς οἷος εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα; καὶ σὺ μὲν ὢν ἀκροατὴς μετείληφας ῥήτορος σχῆμα, τὸν δὲ ῥήτορα ἀξιοῖς ἡσυχίαν ἄγειν εἰς τὰ οἰκεῖα, καὶ ὑπὲρ μὲν ἄλλων λέγειν, ὑπὲρ δ' ἑαυτοῦ σιγᾶν; τί δῆτ' ἂν, εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼν

   Ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς [367] ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν, ἢ τὸ μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷ' ἂν τὰ ἡμέτερα εἴη κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου, ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι; οὐκ οἶσθ' ὅτι κἂν τοὺς ἐν Αἰγύπτῳ νομοὺς συνθεὶς κἂν τὴν γῆν τὴν Βαβυλωνίαν προσθεὶς μισθὸν ἐμοὶ διδῷς τούτων τῶν λόγων, ἀνιάσω γάρ σε καὶ νῦν, οὐδέποτ' ἐγγὺς ἀφίξει τῆς ἀξίας; ἀλλὰ τίς ἡμέτερος μισθὸς καὶ πρέπων ἡμῖν; φιλία, εὔνοια, σύνεσις, μνήμη, μετρία τιμὴ τῶν λόγων, αἰδὼς τοῦ ποιοῦντος τοὺς λόγους. ἐπεὶ δὲ δέδοικας μή τινος αὐθαδείας ἢ ἀλαζονείας ταῦτ' ἐγγὺς εἶναι δοκῇ, φέρε ἐγώ σε παραμυθήσωμαι.

   Σκόπει δῆτα ἀκούων ὡς ἔχω περὶ τούτων, κἂν λάβῃς ψευδόμενον, τὸ τοῦ Σοφοκλέους, φάσκειν ἐμὲ ἤδη μηδὲν φρονεῖν, καὶ τὴν μαντικὴν διάγραφε. ἐγὼ νομίζω τὸν μὲν τῶν ὑπαρχόντων μεῖζον φρονοῦντα, ἢ καὶ σχηματιζόμενον πρὸς τοὺς πολλοὺς ὡς ἂν ἐκπλήξειεν εἴτε λόγοις εἴτε καὶ πράξεσιν, οὐχ ὑγιαίνειν, ἀλλ' εἶναι τοῦτον ἐκεῖνον τὸν ἀλαζόνα καὶ γόητα, καὶ ὅ τι τοιοῦτον βούλει καλεῖν· ὅστις δ' εἰς ὅσον ἥκει δυνάμεως ἐξεπιστάμενος πρὸς τοῦτο καὶ τὴν ἀξίαν φρονεῖ, καὶ μηδὲν πλέον μήτε ζητεῖ μήτε θηρᾶται, τοῦτον ἀκριβῶς τὸν τῆς ἐλευθερίας ὅρον πληροῦν, ὥσπερ γε κἀν χρήμασιν ὅστις μὲν οἶμαι πλείω τῶν ὑπαρχόντων τὸν ὄγκον περιβάλλεται καὶ περινοστῶν σοβεῖ διὰ κενῆς, καὶ τοῦτ' ἐσπούδακεν ἐξαπατᾶν τοὺς ἐντυγχάνοντας, ἀλαζόνα που καλοῦμεν καὶ βλᾶκα καὶ χαῦνον τοὺς τρόπους· ὁ δ' αὖ ταπεινότερος ἢ κατὰ τὴν δύναμιν ἀξιῶν φαίνεσθαι καὶ συστέλλων ἑαυτὸν ἐπίτηδες εἰς τοὔλαττον ἑκὼν καὶ προχειρότερος ἐξαρνεῖσθαι τὰ ὄντα ἢ ὁμολογεῖν οὐ μάλα ἐν ἐλευθέροις ἐστὶν, ἢ κἂν εἰ μικροπρεπῆ καὶ γλίσχρον καὶ τοῦ κέρδους ἥττω καλοίης, τυγχάνοις ἂν μᾶλλον τοῦ προσήκοντος. οὕτως οἶμαι καὶ περὶ τῶν λόγων ἔχει, καὶ πάντων ὡς εἰπεῖν τῶν ἐν τῇ [368] φύσει πρὸς τὴν ἀξίαν ἕκαστον κρίνεται· καὶ ὅ γε ἁπλοῦς ἀνὴρ καὶ οὐ πολλαπλοῦς οὗτός ἐστιν, ἐμοὶ δοκεῖν, ὅστις οἶδε μὲν ἐπὶ τοῖς αὐτὸς αὑτοῦ μεῖζον φρονεῖν, οἶδε δὲ ἔλαττον, ἐπαινεῖ δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἂν αὐτὸν προσίηται, ψέγει δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἄν τι τοιοῦτον ἐνευρίσκῃ, μηδὲν τοῦ δοκοῦντος ἀληθοῦς εἶναι προτιθεὶς μηδαμοῦ. σκόπει δὲ κἀνθένδε. ἐμοὶ γὰρ σὺ ἴσως οὔπω ἐνέτυχες· ἐπεὶ ἔγνως ἂν ὅσα ἐπὶ τῶν ἐμαυτοῦ ψέγω. ἃ γὰρ διαγράφω καὶ μεταποιῶ, πῶς οἴει με πρὸς ταῦτα ἔχειν; φημὶ δὲ τοῦ πάντας ἴσον φρονεῖν ἐπὶ τοῖς ἑαυτῶν οὐδὲν εἶναι μᾶλλον κατ' ἀνθρώπους ἄνισον. ἀλλά μοι δοκεῖ καὶ τὸ γράμμα τὸ θεῖον ἄντικρυς τοῦτο κελεύειν καὶ λέγειν τὸ γνῶθι σεαυτὸν, οὐχ ἁπλῶς οὑτωσὶ, φάθι μηδὲν εἶναι, ἀλλὰ μήτε ὑπερβάλῃς μήτε ἐλλίπῃς. ἐπικυροῖ δὲ τὸ δεύτερον γράμμα καὶ ἐπισφραγίζεται ὅτι οὗτός ἐστιν ὁ νοῦς τοῦ προτέρου· τὸ γὰρ μηδὲν ἄγαν εἰς τοῦτο οἶμαι φέρει. τὴν τοίνυν ἀξίαν ὅ τ' Ἀπόλλων, ἅτε μάντις καὶ ποιητὴς ὢν καὶ κατ' ἀμφότερα ἐξηγητὴς τῆς ἀληθείας, παρακελεύεται τιμᾶν, σύ τ' ἂν εὖ φρονῇς καὶ μὴ θεοῖς ἐχθρὸς ᾖς, σκέψει πανταχοῦ, σκέψει δ' ὅπως ἁπάντων ὑπαρχόντων οὐ δείξεις ἀτιμάζων, ἀλλ' ἐπὶ παντὸς ἀεὶ παραλαμβάνων, οὕτω κρινεῖς ἀναφέρων ἐπ' ἐκεῖνο τὴν γνώμην, τὸ ποῖός τις ἕκαστος ἡμῶν καὶ πόσου τινὸς ἄξιος. τὰ γὰρ αὐτὰ τοῖς μὲν ἄξια, τοῖς δ' οὔ· οἷον ὅταν μὲν ὁ Θερσίτης λέγῃ

   Ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, γέλως ἐστὶν, οἶμαι. σὺ δήσας; εἰ δὲ μὴ σὲ ἕτερος αὐτῶν τῶν Ἀχαιῶν, οὐκ ἀγαπήσεις; οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν; ἀλλ' ὅταν γε Ἀχιλλεὺς, οἶμαι, διηγῆται

   Δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,

   πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·

   τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ

   ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον,

οὐδείς ἐστιν ὅστις ἔτι νεμεσήσει τῶν Ἀχαιῶν. διὰ τί; ὅτι συμβαίνουσιν οἱ λόγοι τοῖς ἔργοις. τρεῖς καὶ εἴκοσι, φησὶ, πόλεις εἷλον. τί οὖν; οὗτος αὐτὸς τὰς ἁπάσας; οὐκ ἔχομεν ἀντειπεῖν. ἀλλ' οὐ τὰς μὲν ἐν θαλάττῃ, τὰς δὲ πεζὸς, [369] καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δ' ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατ' ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτ' ἄλλο τελεσθείη ποτ' ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθ' ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγει

   Αἵ νύ ποθ' Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν.

καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστ' οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ

   Λητώ τ' Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην,

εἶτα οὐ καρτερεῖ, ἀλλ' ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν

   Αἵ νύ ποθ' Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν,

ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾄδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας. καὶ οὐ μόνον λαβεῖν φησι παρ' αὐτῶν τὴν ᾠδὴν, ἀλλ' ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δί' ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν.

   Οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει. ὅσῳ δὲ ἡμεῖς [370] ἐπιεικέστεροι Ἡσιόδου μάθε, ἐπειδή γε ἀναγκάζεις. ὁ μὲν μεταξὺ τὸν ὕμνον ποιῶν ταῖς θεαῖς τοῦτο ἐντέθεικε τὸ ἔπος, ἐγκώμιον ὡς εἰπεῖν ἑαυτοῦ· ἡμεῖς δὲ τοὺς εἰς τὴν θεὸν λόγους καθαροὺς καθαρῶς ἐξεργασάμενοι μικρόν τι περὶ ἡμῶν αὐτῶν ἄγραφον παρεφθεγξάμεθα. καὶ οὐχ ἁπλῶς γε οὑτωσὶ ὅτι τὴν ᾠδὴν ἔλαβε παρὰ τῶν Μουσῶν εἰπὼν ἀπαλλάττεται ὁ Ἡσίοδος οὐδ' ἐπὶ τῇ προτέρᾳ προσθήκῃ περὶ τῆς ᾠδῆς ὡς εἴη καλὴ, ἀλλ' οὕτως ἀλαζὼν καὶ φιλότιμος ἦν ὥστε καὶ σκῆπτρόν φησι λαβεῖν παρ' αὐτῶν. τοῦτο δ' αὐτῷ τι βούλεται πλέον ἢ νοήσειεν ἂν ἀργὸς ἀκροατής. ἀνένεγκε δὲ εἰς Ὅμηρον τί περὶ τοῦ σκήπτρου λέγει,

            Νῦν δέ μιν υἷες Ἀχαιῶν

   ἐν παλάμῃς φορέουσι δικασπόλοι.

κἀγὼ, φησὶν ὁ Ἡσίοδος, τὸ τῶν Μουσῶν μέρος εἰμὶ τούτων εἷς. ἐν ὑπερβολῇ δὲ σεμνύνων τὰ αὑτοῦ τί φησί; Δρέψασθαι θηητόν· ὡς οὐδὲ τὸν τυχόντα κλαδίσκον λαβὼν, ἀλλὰ πολλῶν ὄντων τὸν μάλιστα περίβλεπτον εἶναι σκῆπτρον Ἡσιόδῳ. καὶ οὐδ' ἐνταῦθα ἔστη τῆς ὕβρεως, ἀλλ' ὥσπερ σὲ ῥηγνὺς ἐξεπίτηδες προστίθησιν Ἐνέπνευσαν δέ μοι αὐδήν. καὶ τοῦ μὲν ἔπους ἐτελεύτησε, τοῦ δ' ἐγκωμίου οὐδὲν μᾶλλον, ἀλλὰ καὶ θεσπεσίην πάλιν αὖ προσέθηκε, καὶ τό γ' ἔτι κάλλιον, ὥσπερ οἱ πανταχῆ περιττοὶ τῶν σοφιστῶν Ἵνα κλείοιμι τά τ' ἐσσόμενα πρό τ' ἐόντα. τοῦτο δ' ἐστὶ τί; τὰς Μούσας φησὶν ὑμνεῖν τά τ' ἐσσόμενα πρό τ' ἐόντα, καὶ ταύτην εἶναι φύσιν αὐτῶν. κἀγὼ οὖν, φησὶν, ὑμνῶ ταῦτα ἅπερ αἱ Μοῦσαι. ἐὰν οὖν σοι δοκῇ ταῦτα διαγράφειν Ἡσιόδου, καὶ ἡμεῖς τὴν ἐπιτίμησιν δεξόμεθα. δείξεις δὲ δή που πρότερον ὡς ἀντάξιος εἶ τῶν ἐπῶν.

   Φέρε δὴ πάλιν ἐπανέλθωμεν ἐπὶ τοὺς ἄνδρας περὶ ὧν διαλέγονται. οὔκουν δοκεῖ σοι σαφέστατα ἀνθρώπων Ὅμηρος πεποιηκέναι τὸν Ἀχιλλέα λέγοντα εἰς αὑτὸν ἄλλα τε δὴ καὶ εἰσάπαξ οὕτως;

   Ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, [ἄν τε σὺ βούλῃ, φησὶν, ἄν τε μή· κἂν ἔτι κάκιον ἢ νῦν διαφθαρῇ]

   τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων.

[371] νὴ Δία ἀλλ' ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων Ὦ Ἀχιλεῦ Πηλέως υἱὲ, εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην, καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δ' ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν. ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ

   Κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε

   ἔγχει τὸ πρότερον·

εἶτα,

   ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην

   πολλόν.

ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δ' ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτ' ἀντ' ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι, εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος

   Ἀλλὰ Ζεὺς πρότερος γεγόνει, τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾄδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν

         Ὁ δ' ἅμα πρότερος καὶ ἀρείων

   ἥρως Πρωτεσίλαος.

τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλ' ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα,

   Ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας,

   ὄφρ' Ἀχιλεὺς μήνιεν.

εἶτα πῶς;

            ὁ γὰρ πολὺ φέρτερος ἦεν.

τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν [372] Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδ' ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι

   Ἐν πολέμῳ, ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι.

ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.

   Τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδ' ὠμογέρων τις ἔτι ὢν, ἀλλ' οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστ' αὐτῷ

         Δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων

   ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο,

   μετὰ δὲ τριτάτοισιν ἄνασσεν·

οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδ' αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλ' ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν δι' ἐκείνων σεμνύνων· ὥστ' οὐδ' ἀπεκρύψατο αὐτὸ, ἀλλ' εἶπεν ἄντικρυς

   Καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,

   ὄντες, - φησὶ, - τοιοῦτοι.

τὸ δ' ἔτι μεῖζον

   καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν

   τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.

δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι Τηλόθεν ἐξ Ἀπίης γαίης, ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δ' ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ Καὶ μαχόμην κατ' ἐμαυτὸν ἐγώ, φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο Καὶ μαχόμην ἔφη κατ' ἐμαυτόν, οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τ' ἐκείνων προκριθῆναί φησι καὶ [373] τούτους ἀξιοῖ συγχωρεῖν, ἄντικρυς εἰς ταυτὸν ἰὼν τῷ Ὀδυσσεῖ τῷ λέγοντι πρὸς τὸν Ἀχιλλέα ὅτι χείρων μὲν εἴη αἰχμὴν ἐκείνου, γνῶναι δ' ἃ χρὴ βελτίων, ὥσπερ πρότερον καὶ αὐτῷ τῷ Ἀχιλλεῖ περὶ αὑτοῦ συνεδόκει. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ μία τις γνώμη τῶν τριῶν φαίνεται κατ' αὐτό γε τοῦτο, τοῦ νεανίου, τοῦ ὠμογέροντος, τοῦ γέροντος, φρονεῖν περὶ αὑτοῦ καὶ λέγειν πρὸς ἀξίαν τῶν ὑπαρχόντων. λέγων γοῦν παρακλητικὸν τοῖς Ἀχαιοῖς ὁ πρεσβύτατος αὐτὸς ὑπὲρ τοῦ δέξασθαι τὴν πρόκλησιν τοῦ Ἕκτορος οὐδὲν ἀλλ' ἢ ἐγκώμια αὑτοῦ διεξέρχεται· ἐνταῦθα δὲ καὶ ὡς κατὰ χεῖρα κράτιστος γεγονὼς διαλέγεται, καὶ ἐστὶ φορητὸς οὐδαμῶς, ἀρξάμενος ἀπὸ τοῦ Εἴθ' ὣς ἡβώοιμι ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο. τὸ δὲ δὴ πέρας τῆς ἀλαζονίας, οὐδὲ γὰρ οὐδ' ἀπέχρησεν αὐτῷ εἰπεῖν ὅτι ἀπέκτεινε τὸν ἀντίπαλον, ἀλλ' ὥσπερ αὑτῷ τὸν ἐπίνικον ποιῶν

   Τὸν δὴ μήκιστον, - φησὶ, - καὶ κάρτιστον κτάνον ἄνδρα·

   πολλὸς γάρ τις ἔκειτο παρῄορος ἔνθα καὶ ἔνθα,

τῆς αὐτῆς ὁδοῦ δηλῶν ὅτι καὶ ἑτέρους ἀπεκτονὼς εἴη συχνοὺς καὶ μεγάλους καὶ καλούς. ἀλλ' ὦ τᾶν ὅρα μὴ οὐκ εἰκῆ ταῦτα ἀλαζονεύηται, ἀλλὰ παροξυντικὰ εἰς τοὺς Ἀχαιοὺς ἐξεπίτηδες λέγῃ. καὶ ὅτι ἔτυχε τοῦ σκοποῦ καὶ ἥψατο αὐτῶν μαρτυρεῖ ὁ πάντα ταῦτα συγγράψας ποιητής. ἐπὶ γὰρ τῇ δημηγορίᾳ τοῦτο ἐπιτίθησιν,

   Ὣς νείκεσσ' ὁ γέρων, οἱ δ' ἐννέα πάντες ἀνέσταν. καὶ μὴ ὅτι ἐν τῷ δημοσίῳ τοιοῦτός ἐστιν ὁ Νέστωρ, ἀλλὰ καὶ ἐν ταῖς ἰδίαις συνουσίαις ἀλαζών τίς σοι φανεῖται, ὅς γε καὶ τὸν Πάτροκλον πεμφθέντα ὑπὸ τοῦ Ἀχιλλέως ὡς αὐτὸν, ὅπως ἔροιτο ὅντινα ἄγει καὶ οὕτω σφόδρα ἠπειγμένον ὥστε μηδ' ἀναπαύσασθαι βούλεσθαι διὰ τὸ ὀκνεῖν μὴ αἰτιάσαιτο αὐτὸν Ἀχιλλεὺς, ἀλλ' ἐξεπίτηδες καθέζεσθαί τε κελεύει καὶ ἀκροᾶσθαι τῶν λόγων, καὶ πάλιν ἀπ' ἀρχῆς τινος ὁμοίας ἀρξάμενος καὶ τὴν ἥβην τὴν ἀρχαίαν ποθήσας τε καὶ ἀνακαλέσας διήγησίν τινα περαίνει μακρὰν, ἧς τὰ μὲν ἄλλα καὶ μνησθῆναι χαλεπὸν, τὸ δὲ ὑβριστικώτατον αὐτῷ τῶν ἐπῶν καὶ οὐδέν τι τοῖς ἐμοῖς ῥήμασι προσεοικὸς, ἃ πρώην παρεφθεγξάμην,

   Πάντες δ' εὐχετόωντο θεῶν Διὶ, Νέστορί τ' ἀνδρῶν.

[374] ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτ' ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δ' ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ

   Πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν,

   Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,

   Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,

   δουρὶ δ' ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον·

τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.

   Εἰ δ' αὖ βούλει, τοῦ πύκτου τοῦ Φωκέως ὅσον τὸ χρῆμα τῆς ὑπερηφανίας,

   Ἆσσον ἴτω ὅστις δέπας οἴσεται ἀμφικύπελλον·

   ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν.

   ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·

   ἀντικρὺ χρόα τε ῥήξω, σὺν δ' ὀστέ' ἀράξω.

κηδεμόνες δέ οἱ παρέστων, φησὶν,

   οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.

ἆρ' οὖν ἠπείλησε μὲν, οὐκ ἐποίησε δέ; οὐδὲν μὲν οὖν ἄλλο ἢ ἐμαντεύσατο ἃ δράσειν ἔμελλεν. οὔκουν θρασύτης, οἶμαι, ταῦτ' ἦν. ἀλλὰ καί πως παρακολουθῶν αὐτῷ, ὥσπερ δὴ καὶ ἀπολογούμενος ὑπὲρ αὐτοῦ Ὅμηρος; ὅτι οὐδεμιᾷ δυσμενείᾳ ταῦτ' ἔλεγεν εἰς τοὺς ἄλλους οὐδ' αὐθαδείᾳ δυσχερεῖ, ἀλλ' ὅσον αὑτῷ συνῄδει, τοσοῦτον ἐνεδείκνυτο, κόψαι μέν φησιν αὐτὸν ὡς προεῖπεν, ὡς δὲ εἶδε καίριον οὖσαν τὴν πληγὴν, αὐτὸν ἤδη γενέσθαι τῷ Εὐρυάλῳ τῶν κηδεμόνων ἕνα. λέγει γὰρ

   Ἀτὰρ μεγάθυμος Ἐπειὸς

   χειρὶ λαβὼν ὤρθωσεν, ἐν ᾗπερ καὶ κατέβαλλε. ταῦτ' ἄρα καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν οὐδὲν ὑποστέλλεται, ἀλλὰ τοῦτο μὲν πρὸς τὸ μειράκιον παροξυνθεὶς τὸν Εὐρύαλον ἐν τοῖς ἄθλοις τῶν Φαιάκων οὐδὲν παρίησιν ἐγκώμιον αὑτοῦ λέγων μεθ' ὅσης [375] ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτ' οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν;

   Ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τ' ἐς αὐτὸν

   τερπόμενοι λεύσσουσιν, ὁ δ' ἀσφαλέως ἀγορεύει

   αἰδοῖ μειλιχίῃ, μέγα δ' ἐμπρέπει ἀγρομένοισιν·

   ἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι.

καὶ μὴν ὅτι γ' εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ

   Ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές. τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δ' αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτ' οὐχ ὑπ' αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλ' ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δ' αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθ' ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει

   Πάντα γὰρ οὐ κακός εἰμι, μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι.

   εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι,

   πρῶτός κ' ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ

   ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι

   ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν·

   δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.

ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ

   Εἴμ' Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν

   ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει· εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδ' ἑτέρους ὠφελῶν.

   Οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφ' αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρ' [376] αὐτῶν ἐπαινοῦσιν οἱ ποιηταί. εἰ δὲ δή τις ἔροιτό σε πότερον τοὺς τὰ ψευδῆ περὶ αὑτῶν λέγοντας κακίζεις, ἢ καὶ τοὺς ὁπωσοῦν, εἰ μὲν ἐκείνως ἐρεῖς, ἔλεγχε ὡς ἡμεῖς ταῦτα ἐψευδόμεθα, εἰ δ' ὅλως, ἐὰν γρύζῃ τις, σκόπει τί τῷ δευτέρῳ χρήσει. ἃ γὰρ ἂν αἰσχρὰ φαίης ἐπ' ἀνθρώπων εἶναι, ταῦτ' οὐκ ἂν ἔχοις εἰπεῖν μὴ οὐ πολὺ τοῦ γε θεοῖς πρέπειν ἀπέχειν. ἃ δὲ μηδὲ θεῶν μηδενὶ φαίης ἂν πρέπειν, κομιδῆ τῷ γε ἀρίστῳ τῶν θεῶν οὐκ εἰκὸς πρέπειν. πῶς οὖν Ὁμήρῳ πεποίηται τοσαῦτα καὶ τοιαῦτα λέγων ὁ Ζεὺς περὶ αὑτοῦ καὶ τοὺς ἄλλους θεοὺς ἐκπλήττων καὶ φοβῶν ὥσπερ παιδάρια, τοῦτο μὲν ἐν θεῶν ἀγορᾷ ὅτ' εἰς τὸ κοινὸν ἀπειλεῖ

   Γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων, ὁ ἀπειθῶν δὴ τοῖς παραγγέλμασι· καὶ τἀπὶ τούτοις,

   Εἰ δ' ἄγε πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες,

   σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες,

   πάντες δ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

   ἀλλ' οὐκ ἄν μ' ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίονδε

   Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.

   ἀλλ' ὅτε κεν καὶ 'γὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

   αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ·

   τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἴμ' ἀνθρώπων·

καὶ ταῦτα ἐν εἰδόσι δή που λέγων τοῖς θεοῖς. οὐ γὰρ δὴ τότε γ' ἐμάνθανον πρῶτον ὅτι ὁ Ζεὺς κρείττων ἐστὶν αὐτῶν. ἄλλα τοίνυν ὅσα τοιαῦτα ἀποφθέγγεται ἢ πρὸς τὴν Ἤραν ὀργιζόμενος ἢ κατὰ πᾶσαν πρόφασιν, τίς ἂν ἐκλέξαι ῥᾳδίως; καὶ ὅπως μή μοι σοφὸς ἐνταυθοῖ γένῃ μηδὲ γελάσας εἴπῃς, τί δ' οὐκ ἂν πρέποι τῶν μεγίστων τῷ Διί; οὐ γὰρ τοῦτ' ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλ' εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλ' ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. καὶ γὰρ πλεῖστον κρατεῖ καὶ πάντες συνίσασι καὶ ὅτι αὖ συνίσασιν αὐτὸς ἐπίσταται.

   Ἑλοῦ δὴ ποτέρως ἐμὲ συκοφαντεῖς, πότερον τοῦτο λέγων, ὡς ἐμοὶ τούτων οὐχὶ προσῆκε τῶν λόγων οὓς ἄν τις εἴποι συνειδὼς ἑαυτῷ τι πλέον τῶν ἀκροατῶν, ἢ καθάπαξ οὐκ ἐῶν οὐδὲν ὁτιοῦν παρρησιάζεσθαι. καὶ μὴν [377] οὐδ' ἐκεῖνό γ' ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δ' εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλ' ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τ' Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθ' οὗτος διὰ ποιητοῦ λέγων, ἀλλ' ὡς θέμις αὐτῷ

   Οἶδα δ' ἐγὼ ψάμμου τ' ἀριθμοὺς καὶ μέτρα θαλάσσης

   καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω.

τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλ' ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδ' ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν. ὡς ὅ γε ἀψευδὴς οὔθ' ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθ' αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδ' ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν. καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατ' ἀρχὰς ὁ ποιητὴς, ἵν' ἐνεργὸς ὑπ' αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶν [378] ὅτι τοῦτο ἐκεῖνο χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δ' ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτ' ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπ' αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρ' ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστ' ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτ' εἶναι, λυσιτελεῖν δ' αὐτοῖς καὶ μακρὰν, ὡς ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδ' οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλ' αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δ' αὐτὸς ἡμῖν τίς εἶναι φήσεις;

   Φέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ,

   Μαθόντες λάβροι

   παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον

   Διὸς πρὸς ὄρνιχα θεῖον. οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δ' ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν Ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων. οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπ' ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρων

   Κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς

   οἷα τειχίζομεν ἤδη ποικίλον

   κόσμον αὐδάεντα λόγων.

Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλ' ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμος

   καὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον

   ἐπασκήσει θεῶν

   καὶ κατ' ἀνθρώπων ἀγυιάς·

ὥσπερ οὐκ ἀρκοῦν εἰ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας δι' ἐκεῖνον τὴν τῶν [379] Θηβαίων πόλιν εἰς τὸ λοιπόν. ἑτέρωθι δὲ ἔτι λαμπρότερον

   Πρὸς Ὀλυμπίου Διός σε

   χρυσέα κλυτόμαντι Πυθοῖ

   λίσσομαι Χαρίτεσσί τε καὶ σὺν Ἀφροδίτᾳ

   ἐν ζαθέῳ με δέξαι χώρῳ ἀοίδιμον

   Πιερίδων προφάταν.

ὁρᾷς ὡς εὐχόμενος μεταξὺ οὐ κατέσχεν ἑαυτὸν, ἀλλὰ κἀνταῦθα ἐσεμνολογήσατο. καίτοι τίς ἂν ἦν τυχὼν τῶν ἐκ τῆς εὐχῆς; ὃς εὐθὺς ἀρχόμενος τῆς εὐχῆς τοσοῦτον ἐφ' αὑτῷ φρονεῖ εἰπὼν εἰς αὑτόν; μυρίους τοίνυν ἑτέρους ἔχων εἰπεῖν οὐδὲ πολλοῦ τινος ἀξίους ἀνθρώπους ἐπαρθέντας ἐφ' αὑτοῖς φρονῆσαι, ἐξεπίτηδες παραλείπω, δεδοικὼς μὴ περιστήσω τὸν λόγον εἰς τοὐναντίον, ὡς ἄρα καὶ φαύλων εἴη τὸ τὰ τοιαῦτα κοσμεῖν ἑαυτούς. ἀλλὰ τήν γε τοῦ Σιμωνίδου σωφροσύνην οἶσθα, εἰ δὲ μὴ, ἀλλ' ἕτεροι ἴσασιν, ὡς ἕν τι τῶν ἀγαθῶν ἐστι τῶν ἐκείνου τὸ γνωριμώτατον σχεδὸν καὶ περὶ τὴν ποίησιν καὶ περὶ αὐτὸν τὸν βίον. οὗτος τοίνυν ἁνὴρ φανεῖταί σοι καὶ αὐτὸς μειρακιευόμενος καὶ τὸ λεγόμενον δὴ τοῦτο ἐπὶ γήραος οὐδῷ γευόμενος τῆς ἀλαζονίας. ἐτόλμησε γοῦν εἰπεῖν

   Μνήμῃ δ' οὔτινα φημὶ Σιμωνίδῃ ἰσοφαρίζειν. ταυτὶ γὰρ οὐχ ἕτερος δή που περὶ τοῦ Σιμωνίδου λέγει, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν πεποίηκεν. ἵνα δὲ μὴ δόξῃ νέος ὢν ἔτι καὶ ὡραϊζόμενος λέγειν ταῦτα, προστίθησιν

   Ὀγδωκονταέτει παιδὶ Λεωπρεπέος, ὥσπερ ἐνδεικνύμενος καὶ λέγων ὅτι ταῦτα ἐγὼ περὶ ἐμαυτοῦ φρονῶ καὶ λέγω κἀνακηρύττω, ὀγδοηκοντούτης ὤν· ὥστε οὐ μειρακιεύομαι, ἀλλὰ τἀληθὲς εἴρηκα. τὸ δὲ πάντων μέγιστον, καὶ γὰρ Σιμωνίδης καὶ Πίνδαρος ἀμφότεροι φανοῦνται σφίσιν αὐτοῖς ἐπινίκους πεποιηκότες ἐκ τοῦ εὐθέος ὥσπερ ἄλλοις τισίν. οὐ γάρ πώ σε ἤνεγκεν ἡ γῆ, ἀλλ' ἔτι τοῖς ἐλευθέροις ἦν ἄδεια τῶν τοιούτων. ἐπιτιμήσαις δ' ἂν οὕτω καὶ τοῖς ἀθληταῖς αὐτοῖς τοῖς τοὺς ἐπινίκους παρὰ τῶν ποιητῶν λαμβάνουσι. καὶ γὰρ οὗτοι τρόπον τινὰ ἑαυτοὺς ἐγκωμιάζουσι, παρακαλοῦντές τε τοὺς ποιητὰς καὶ διδόντες ἀργύριον, καὶ τελευτῶντες παραλαβόντες τὸν ἐπίνικον, ᾄδοντες ἑαυτοὺς ὑπ' αὐλοῦ καὶ χοροῦ. κατηγορήσαις δ' ἂν ἀλαζονίαν καὶ τῶν τὰ τρόπαια ἱστάντων, ὡς ἔοικεν. ἔξεστι γοῦν καὶ πρὸς τούτους λέγειν, ἄνθρωποι, τί ζητεῖτε; ἐξαρκεῖ νενικηκέναι. τί δέ σοι βούλεται τὸ παράγραμμα; Ἀθηναῖοι ἀπὸ Θηβαίων ἢ Περσῶν, [380] ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτ' ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι;

   Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι,

   ἔκτειναν Μήδων ἐννέα μυριάδας· καὶ

   Ἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν

   ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·

καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλον

   Ἐξ οὗτ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε

   καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,

   οὐδενί πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν

   ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.

   οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες

   Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει

   ἀνδρῶν πληθούσας, μέγα δ' ἔστενεν Ἀσὶς ὑπ' αὐτῶν

   πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου. καὶ πρό γε τούτων

   Ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες

   παῖδες Ἀθηναίων,

οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δί' ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλ' ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δ' οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά·

   Μυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο

   ἐκ Πελοποννήσου χιλιάδες τέτορες. ἆρ' οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δ' αὖ λέγουσιν

   Ἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν

   ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι

   δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα

   ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας.

   ὀστέα δ' ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος

   ἀντ' εὐεργεσίης μνῆμ' ἐπέθηκε τόδε.

ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασον

   Ἁ Μοῦσα γὰρ οὐκ ἀπόρως

   γεύει τὸ παρὸν μόνον, ἀλλ' ἐπέρχεται

   πάντα θεριζομένα. ταῦτ' οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγειν [381] ὡς γόνιμον καὶ πόριμον εἰς τὰ μέλη; τί δ' ἐπειδὰν λέγῃ

   Μή μοι καταπαύετ', ἐπεί περ ἤρξατο

   τερπνοτάτων μελέων ὁ καλλιβόας πολύχορδος αὐλός;

   Νὴ Δί' ἀλλ' οἱ ποιηταὶ μόνοι οὕτως ἐφρόνησαν.

σκόπει δῆτα καὶ τοὺς ῥήτορας, οὓς μόνους σὺ φῂς θαυμάζειν, ἅτε καὶ σφόδρα κατ' αὐτοὺς ὢν τὴν φύσιν. πρότερον δὲ τοὺς μεταξὺ τῶν ποιητῶν τε καὶ ῥητόρων ἐξετάσαι βούλομαι. Ἡροδότου Ἁλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται μήτε ἔργα μεγάλα καὶ θωυμαστὰ, τὰ μὲν Ἕλλησι, τὰ δὲ καὶ βαρβάροις ἀποδεχθέντα, ἀκλεᾶ γένηται. εἶεν, ὦ βέλτιστε Ἡρόδοτε, ἐν σοὶ δὴ καὶ τοῖς σοῖς λόγοις ἀξιοῖς εἶναι τὸ σωθῆναι μνήμῃ τάς τε Ἑλλήνων καὶ βαρβάρων πράξεις, ἢ διεφθάρθαι πάσας; ἔγωγε, φησὶν ὁ Ἡρόδοτος, εἰ μὴ παντάπασιν ὕπνου μεστὸς εἶ. καί μοι δοκεῖ τὸν ἕτερον τοῦτο ἡσυχῆ κνίζειν. οὐκ ἔχων γοῦν ὅστις γένηται τὸν πόλεμον αἴρει, καὶ βουλόμενος εἰπεῖν, οἶμαι, ὅτι αὐτὸς ἀξιολογώτατος εἴη τῶν συγγραφέων τῷ πολέμῳ τὴν ψῆφον δίδωσι. καὶ τὸ μὲν κεφάλαιον ὅπερ λέγω τῆς σπουδῆς τοῦτ' ἔστι. περιέρχεται δ' αὐτὸ καὶ μάλα ἀστείως καὶ τοὺς πρεσβυτέρους πολέμους ὡς ἂν σὺ δόξαις καθαιρεῖ. ἔστι δὲ ταῦτα οὐδὲν ἕτερον ἀλλ' ἢ ἐνδείκνυται τῷ Ἡροδότῳ καὶ τοῖς Ἑλλανίκοις καὶ τοῖς Ἑκαταίοις καὶ πᾶσι τούτοις ὅτι ἐγὼ ὑμῶν προέχω τῇ κρίσει πρῶτον· τὰ γοῦν κράτιστα ἐξειλεχὼς, ταῦτα καὶ περὶ τούτων γράφω, τὰ δὲ πλείω παιδιά. ὅτι δ' οὖν ἔνεστι φρόνημα τῷ Θουκυδίδῃ εὕροις ἂν καὶ διὰ πάσης τῆς συγγραφῆς. πρῶτον μέν γε ἐπίπαν οἱ δημηγοροῦντες αὐτῷ κατὰ πόλεις μετέχουσι τοῦ τοιούτου, ἔπειτα κατ' ἄνδρα. τίς οὐκ οἶδεν οἷος μὲν ὁ Περικλῆς αὐτῷ, εἰ ἄρα καὶ Περικλέους ὄνομα ἤκουσας· ὃς οὐκ ἐν ὁμιλίᾳ καὶ κατ' ἐξουσίαν οὑτωσὶ παραφθέγγεται, ὃ σὺ πρώην ἡμῶν ἀφῃροῦ, ἀλλ' ἐν τοιούτοις καιροῖς ἐμβεβηκὼς αὐτός τε καὶ τοῦ δήμου τοῦ παντὸς ὄντος, ἐν οἷς σύ γ' ἂν αὐτῷ συνεβούλευσας καὶ ἱκετηρίαν θεῖναι, φθειρομένης μὲν τῆς χώρας ὑπὸ τοῦ πολέμου, φθειρομένων δὲ τῇ νόσῳ [382] τῶν ἐν τῇ πόλει, πάντων δ' ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, ὦ Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δ', ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δ' ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδ' αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδ' ἀποκρύψαι, ἀλλὰ δέον παραιτεῖσθαι καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι ἢ τὸ ἐξ ἀρχῆς τοῦθ' ὑμᾶς ἔπεισα, ἢ περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλ' ἀντὶ τοῦ ταῦθ' οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, ὦ Θουκυδίδη, ἢ Περικλέους ἦν; ἕτερος δ' αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, ὦ Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο· ὃς σοῦ γε οὐδ' ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. ὁ δ' ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα· ἀλλ' ὅρα τὰς ὑπερβολάς· ἰέναι δ' ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δ' ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ ὁ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος.

   Φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν [383] γε ὑπὲρ τῆς ἀναρρήσεως λόγον τὸν πολυύμνητον δὴ τοῦτον ἀνεγνωκέναι. ἐνταῦθα τοίνυν ἐστὶ τῷ Δημοσθένει, οὗ σὺ τοὔνομα θαυμάζεις μόνον, ὡς ἔοικεν, Ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δὲ ἐπεπείσμην ‑ ὁρᾷς ὅπως ἐρεθίζει σε δὶς εἰπὼν ἐπεπείσμην ‑ μήτε γράφοντα ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα ‑ ἐγὼ δὲ ὑπὲρ ὧν ἔγραψα μόνον καὶ ὧν ἐπὶ τοῦ παρόντος ἐδείκνυον, περὶ τούτων τι παρεφθεγξάμην, καὶ ταῦτα τοῖς φήνασι θεοῖς θαρρῶν· ὁ δὲ προστίθησι, μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτα ἐν ἅπασιν ἐμαυτὸν ἔταττον. ἀναγνωσθείσης τοίνυν τῆς ἐπιστολῆς, Εἰς ταῦτα, φησὶ, κατέστησε Φίλιππον τίς; οὐχ ὁ τῶν Ἀθηναίων δῆμος, ἀλλ' ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἀφῆκεν ἐκεῖνος, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων ἐπαιρόμενος τῇ πόλει λόγους· οὑτωσί πως, οὐ γὰρ ἀκριβῶς μέμνημαι τὰ ῥήματα. πολὺ δὲ ἔτι τούτων λαμπρότερον καί πως ἤδη τοῦ Περικλείου τύπου περὶ τὴν τοῦ λόγου τελευτὴν Εἰ δ' οἷος ἐγὼ παρ' ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα μόνον Θετταλία καὶ ἕνα ἄνδρα Ἀρκαδία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρητ' ἂν, ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας, τούτων τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν δι' ἐμέ. καὶ ἴσως τινὲς τότε τῷ Δημοσθένει ταῦτα λέγοντι ἤχθοντο ἄνθρωποι μικροὶ καὶ δυστυχεῖς καὶ ἀπεκάλουν αὐτὸν ἀλαζόνα. ὁ δ' ἐπιὼν ἔδειξε χρόνος ὅτι οὐδὲν καθ' ὑπερβολὴν ἐλέγετο, ἀλλὰ καὶ συμπάσῃ τῇ Ἑλλάδι ἱκανὴ φορὰ τοιοῦτος εἷς τις ἦν γενόμενος. οὐκοῦν οὐδ' ἀμφισβητήσαις αὐτῷ πρωτείων, οὐδὲ πρὸς οὓς ἐμοὶ νομίζεις ἀποχρῆν εἶναι τὸν λόγον. καί μοι πρὸς θεῶν ἀπόκριναι τοῦτο αὐτὸ, εἰ κατὰ τοὺς αὐτοὺς ἐγένου χρόνους ἐκείνῳ, πότερόν ποτε καὶ τῷ Δημοσθένει αὐτὰ ταῦτα ἂν ἐνεκάλεις, ἢ ἐκεῖνόν γ' ἂν ἠφίεις [384] αἰτίας; εἰ μὲν γὰρ κἀκείνῳ ταῦτ' ὠνείδιζες, πόρρωθεν συκοφάντης εἶ, εἰ δ' ἐκεῖνόν γ' ἂν ἀφῆκας, τοῖς αὐτοῖς ἐμὲ συκοφαντεῖς. δοκεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα οὐκ ἔξω τῆς Δημοσθένους γνώμης ἔχειν τὴν ἐπιγραφὴν, ὃ νῦν ἀναγιγνώσκομεν ἐν Κεραμεικῷ. ἐμοὶ μὲν οὖν ἐξήρκει, ἐπειδή γε καὶ ῥητόρων ἐμνήσθην, τάττοις γὰρ ἄν που καὶ ἡμᾶς ἐνταῦθα χοροῦ· οὐ μὴν ἀλλ' ὑπέρ γε τῆς ἀληθείας διὰ πάντων ἐθέλω τὸν λόγον ἐξακριβῶσαι, ὅπως καὶ γνῷς οἷος ὢν ἐμὲ νουθετεῖς, τῆς παροιμίας σοι λεγούσης αἰπολεῖν.

   Σκόπει δὴ καὶ ἑτέραν ἀπολογίαν ἀνδρὸς σοφοῦ, ὃς τοσοῦτον ἀπέχει τοῦ κομπάζειν ὥστε καὶ τοὺς σοφιστὰς ἤλεγχε περιιὼν ὡς μάτην θρασυνομένους. λέγει τοίνυν τοῖς Ἀθηναίοις ἀπειλῶν ὡς, ἐὰν αὐτὸν ἀποκτείνωσιν, ἕτερον τοιοῦτον οὐχ εὑρήσουσι. καὶ ταῦτα εἰς ἀξιόχρεων ἀναφέρει τὸν θεὸν τὸν ἐν Δελφοῖς. καὶ ἐγὼ οἶμαι, φησὶν, οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. τοιαῦτ' ἄττα ἐστὶν ἐν ἀπολογίᾳ Σωκράτους. καὶ γάρ τοι καὶ ἑάλω διὰ ταῦτα, φαίης ἄν. καὶ μετέγνωσάν γε οἱ καταγνόντες, φαῖεν ἂν οἵ γε ἀπ' ἐκείνων. νὴ Δί' ἀλλ' οὐκ εἶπε τούτους τοὺς λόγους Σωκράτης αὐτός. ἔστω τοῦτο. ἀλλ' εἰ τὰ μάλιστα αὐτὸς μὲν μὴ εἶπεν, ἕτερος δὲ ὁμότιμος εἴρηκεν ὡς ἐκείνῳ προσήκοντας, εἰς ταυτὸν ἀφικνεῖται. φημὶ δ' ἐγὼ καὶ διὰ βίου Σωκράτη μεγαλαυχεῖσθαι, καὶ εἰ τοὺς πολλοὺς λέληθεν. ἢ τί νομίζεις εἶναι τὴν πολλὴν εἰρωνείαν αὐτοῦ; ἐγὼ μὲν ἡγοῦμαι ὅτι τοῖς πολλοῖς ἐκεῖνος ὥσπερ παισὶ διελέγετο, ὡς ἀληθῶς προσπαίζων τε καὶ ὡς εὐηθικοῖς οὕτω προσφερόμενος. οὐκοῦν ὅτε σπουδῇ μὲν οὐκ ἐθαύμαζεν, οὐτ' ἔφασκεν, οὐδ' αὖ διενοεῖτο περὶ ἑαυτοῦ ὡς τῷ ὄντι οὐδενὸς ἀξίου, φαίνεται δ' ὅμως τοῖς ῥήμασι τούτοις χρώμενος, ἄλλο τι ἢ περιλείπεται ὡς οὐδενὸς ἀξίων ὄντων πρὸς ἑαυτὸν φαίη γ' ἄν τις οὑτωσὶ συμβαίνειν; καὶ δὴ τὸν μὲν Σωκράτη, εἰ βούλει, παρίημι, τὸν δὲ Ἰφικράτη σκόπει, ἄνδρα οὐ μεθόριον ῥήτορος καὶ στρατηγοῦ, ἀλλ' ἀμφοτέρων ἐφικνούμενον. ἆρ' οὖν διῆλθές ποτ' αὐτοῦ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς δωρεᾶς; καίτοι τίθει μὲν, εἰ [385] βούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δ' Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, ὃ δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς, καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώπους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν, ἢ ὑπ' ἐκείνων παρακληθῆναι, εἰ κατ' ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, παρ' ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστ' ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε ὁ Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, ἢ πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρ' οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δ' ὑπὲρ τῆς ψυχῆς ὑπ' Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δ' αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, ἢ οὔ; ἐπειδὴ ἀπέφησεν ὁ Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπ' ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον. ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, ὃ πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν;

   Ἀλλ' ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο [386] μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον

   Εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη

   τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ

   χειρὸς ὑφ' ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν

   οὖρος. ἀμώμητον δ' οὐδὲν ἔγεντο βροτοῖς.

εἴτ' ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί;

   Ἡράκλεια πατρίς· Ζεῦξις δ' ὄνομ'· εἰ δέ τις ἀνδρῶν

   ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,

   δείξας νικάτω·

δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερ' ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτ' ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δ' αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη

   Οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς

   τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν,

ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.

   Καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλ' ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφ' ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλ' ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε

   Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν,

   ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,

[387] ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς Ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη, τοῖς δ' ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δ' αὐτῶν Ἡρακλέους ὀργήν τιν' ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι

   Τοιόνδ' εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν. οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι,

   Σπένδων πόλλ' ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον

   μὴ πώποτ' ἀμείνον' ἔπη τούτων κωμῳδικὰ μηδέν' ἀκοῦσαι.

σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδ' ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλ' ἵν' ἐπ' αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γ' ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δ' ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδ' ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ 'κείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδ' ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδ' ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς [388] καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δ' ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλ' ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις.

   Τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δί' αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δ' αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ λόγου κάλλος, εἰκότως ὑφ' ἡμῶν ταῦτα ἐλέγετο. ἐπ' αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δ' οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότ' ἦσθα σύμψηφος, ἢ ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατ' ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, ἢ τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, ἢ καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκ' οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω [389] μέτριον καὶ κοινὸν ᾕρηται, ὥστ' ἀπ' αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτ' εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκ' ἂν δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρ' αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκ' οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτ' ἀπηλλάγη, τί τούτῳ ταῦτ' ὀνειδίξοι τις ἄν; σὺ δ' ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστ' ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς; φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλ' ἔχῃς ἐφ' ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστ' ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτ' αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτ' αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;

   Ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δ' εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδ' ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλ' ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρ' αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδ' [390] ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς, ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος

   Μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ

   οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,

   ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο· καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δί' ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δ' ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος;

   Ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς,

   τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε

   λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ

   δῦν' ἄχος ἄτλητον· ὁ δ' ἄρα Τρωσὶν μενεαίνων

   δύσατο δῶρα θεοῦ.

ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν Ἆσσον ἴθι καὶ

   Δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι·

τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερ' αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλ' ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς [391] σύμβολον, ὧν δ' ἐξ αὐτῆς τῆς κεφαλῆς ἀνίησι τὸ πῦρ ἡ θεὸς, τούτοις οὐδὲ συγγνώμης μεταδίδως; καὶ ποίας μάχης τοσαύτην θέρμην φήσεις ἡγεῖσθαι, ὅσην τῶν ἐμψύχων λόγων καὶ ἀληθινῶν; πάντα μὲν γὰρ ἴσως κατὰ Δαρεῖον τὸ πῦρ ἐκόσμησε, καὶ οὐ δυνατοῦ μᾶλλον τὸ ῥῆμα ἢ ἀνδρὸς σοφοῦ, λόγων δ' αὕτη πηγὴ μία, τὸ ὡς ἀληθῶς ἱερὸν καὶ θεῖον πῦρ τὸ ἐκ Διός ἐστιν, ἐφ' ᾧ καθεύδειν οὐκ ἔνι δή που τὸν τετελεσμένον τε καὶ εἰς τὸ μέσον φερόμενον. σὺ δὲ τηνικαῦτα ἀξιοῖς σκοπεῖν εἰς σὲ καὶ τοὺς σοὺς ὀφθαλμοὺς, δεδοικότα ὥσπερ παῖδα μή τι γρύξειεν ὅ σοί τινα ἀηδίαν οἴσει. καὶ τίθης οὐχὶ τῷ χειμάρρῳ ὅρια, ἀλλὰ τῷ Νείλῳ, καὶ ταῦτα ὁμοῦ τῷ μεγέθει τὴν συμμετρίαν ἔχοντι. οὐκ οἶσθ' ὅτι ὥσπερ τὰ παρ' Ἡφαίστου ὅπλα αὐτὰ καθ' αὑτὰ κινούμενα ἁνὴρ ἐκεῖνος ἐποίησεν; οἶμαι δέ που καὶ τοὺς τοῦ Ἀπόλλωνος ὀϊστοὺς αὐτοὺς ἐφ' αὑτῶν ἐπηχῆσαι συνοργισθέντας αὐτῷ. οὕτω κἀν τοῖς ἀγῶσι τοῖς περὶ τοὺς λόγους τοὺς περὶ τῶν θεῶν πολλὰ τοιαῦτα αὐτῶν τῶν λόγων ἰδίᾳ κινουμένων ὥσπερ ἔκφορα γίγνεται, καί τινα ἠχὴν παρέχεται τότε ὁ λόγος ἀναγκαίαν καὶ ἀκόλουθον τῇ ῥύμῃ καθάπερ βέλος τι σὺν ῥοίζῳ φερόμενον. δέδοικα μὲν οὖν μὴ παρὰ κωφὸν λέγω καί τινα τρόπον ἐξορχῶμαι δεικνὺς ἀμυήτῳ τὰ ἱερά· ὅμως δὲ ὥσπερ ἐν μύθῳ τις ἀπόρρητος λόγος τοῖς μὲν ἀκούειν δυνατοῖς εἰρήσεται, σοὶ δὲ οὐδὲν μᾶλλον. λέγω γὰρ οὖν ὡς ἐπειδὰν περιέλθῃ τὸ τοῦ θεοῦ φῶς, καὶ τὸ λεγόμενον δὴ τοῦτο ἀστράψῃ δι' ἅρματος, οἷα δὴ ταῖς Μούσαις ἅρματα οἱ ποιηταὶ δεδώκασι, καὶ κατάσχῃ τὴν ψυχὴν τοῦ λέγοντος, ὥσπερ τι πῶμα παρελθὸν ἐξ Ἀπόλλωνος πηγῶν, εὐθὺς μὲν τόνου καὶ θέρμης ἐνέπλησε μετ' εὐθυμίας, ἦρε δὲ τοὺς ὀφθαλμοὺς ἄνω καὶ τὰς τρίχας διέστησε, βλέπει δὲ οὐδ' εἰς ἓν ἄλλο ὁ τοιοῦτος, εἴτε χορευτὴν εἴτε βάκχον βούλει λέγειν, οὔτε παρὸν οὔτε ἀπὸν, ἀλλ' ἢ πρὸς αὐτοὺς [392] τοὺς λόγους καὶ τοὺς ταμίας αὐτῶν, ὥσπερ οἱ πρὸς τοὺς ἄλλο τι ὀρέγοντας ἑαυτοῖς βλέποντες, καὶ ταῦθ' ὅταν ἐξ ὑψηλῶν προτείνωσι, καί τι ἔπος, φησὶ, προέηκεν ὅπερ ἄρρητον οὐ φορητὸν ἦν ‑ φέρει γὰρ ὁ καιρὸς πόλλ' ἅ τις οὐκ ἂν ἐννοήσειεν ἰδιώτης τῶν τοιούτων ἀγώνων ‑ καὶ οὐκ ἔστιν ἀνέντα τὴν γνώμην οὐδ' ὑποθέντα ἑαυτὸν τοῖς ἀκροαταῖς, ὃ προσήκει κέντρον τῶν λόγων διασώσασθαι, ἀλλ' ἡ θέρμη καθάπερ τι φάρμακον μόνη δὴ παραπέμπει καὶ κατευθύνει καθάπερ ναῦν τὸν λόγον καὶ τοῖς ἐναντίοις χώραν οὐ δίδωσιν. ἡνίκ' ἂν δὲ αὕτη προλίπῃ, ὑπορρεῖ τὰ τῶν λόγων καὶ τὰ τῆς νάρκης νικᾷ, καὶ ἀνάγκη δὴ κάτω φέρεσθαι τὸν τοιοῦτον ῥήτορα ὑπὸ τῆς ἀμβλύτητος ἀποψυχόμενον, καθάπερ τινὰ ἀετὸν τῶν πτερῶν ὑφιέντα.

   Ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας

νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός. ὥστ' εἰ καὶ μηδένα μηδ' ἀφ' ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπ' αὐτῷ τι φρονήσαντα, μηδ' ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δ' εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δ' αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλ' ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλ' ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρ' ἐκείνων δεῖται μαθεῖν ὁποῖ' ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόν [393] γε δὴ καθαρῶς ἁπλοῦν καὶ φιλάνθρωπον· εἰ δὲ μὴ, τοὺς πολλοὺς ἐκφεύγειν ἐστὶν ἃ τῶν κρειττόνων μὴ λαθεῖν. οἷόν τι λέγω, ἔστι κάλλη περὶ λόγους, ὡσαύτως δὲ περὶ ποίησιν, καί τινες ἰδέαι καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμόμενος κατὰ τοῦτο ηὐδοκίμησεν· Ὅμηρον δὲ, εἰ βούλει, ποιητῶν ἐξαίρει λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, καὶ πρῶτον μὲν τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκριβείας δεῖ, ἐνταῦθα ὥραν προστιθεὶς, οὗ δ' ἐργασίας, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχειρίζειν, οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν, ἐφ' ἅπασι δὲ ῥᾳστώνην καὶ δρόμον, καί μοι παρείη περὶ τούτων ἄμεινον σοῦ καὶ τῶν σοὶ προσομοίων ἐπίστασθαι, σκοτοδινιᾷ δὴ πᾶς ἐνταῦθα ἀκροατὴς καὶ οὐκ ἔχει τίς γένηται, ἀλλ' ὥσπερ ἐν παρατάξει κυκλούμενοι θορυβοῦνται, καὶ ὡς ἕκαστος ἔχει φύσεως ἢ δυνάμεως οὕτως ἐπαινεῖ, ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραία. ὁ δὲ ῥήτωρ ὑπὲρ αὐτῶν ῥήγνυται. τί φῄς; οὐχ ὁρᾷς τὸ ἀγώνισμα οὐδὲ ἀπὸ πολλοῦ, ἀλλ' εἰς ἑκάτερον, φησὶ, τῶν αὐλῶν ἐμοῦ χωρὶς αὐλοῦντος καὶ πάσαις ἅμα ταῖς ἁρμονίαις χρωμένου κάθησαι πρὸς ἑνός τινος τῶν δακτύλων κίνησιν βλέπων, ὥσπερ ἂν εἰ καὶ ἐν λύρᾳ ἢ κιθάρᾳ πάντων ὁμοῦ δεικνυμένων μιᾶς χορδῆς ἤχου δοκοίης ἀκούειν. διδάσκει σε ὁ ῥήτωρ, ἄλλου μὲν οὐδενὸς ἕνεκα, ἴχνος δέ τι θεῖον σώζων ἐν αὑτῷ καὶ προνοούμενος καὶ σοῦ καὶ ἑτέρων, μάλιστα δὲ αὐτῆς τῆς φύσεως τῶν λόγων, ὅπως αὐτῶν τὰ σπέρματα εἰς γνῶσιν ἐλθόντα σωθείη κατὰ τὸ δυνατόν. ταῦτ' ἐστὶν, ὦ τἀμὰ μὲν εἰδὼς, τὰ σαυτοῦ δ' ἀγνοῶν, ἃ κἀμὲ πρώην ἐκίνησε. σὺ δὲ τὸν νόμον μεταβάλλεις καὶ τὴν τάξιν ἐναλλάττεις, ἣν ἡ φύσις κατέδειξεν οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις [394] ζώοις, αὕτη δ' ἐστὶν ἀκούειν τοῦ βελτίονος, καὶ νομίζεις τὸν ἀετὸν οἷόν τ' εἶναι τὸ ἴσον κινεῖσθαι τῷ κολοιῷ, οὗ καὶ προσιόντος ἔτι πόρρωθεν δήλη τοῖς ὁρᾶν καὶ ἀκούειν δυναμένοις ἡ ἀλκὴ σχίζοντος τὸν ἀέρα, ὥσπερ ὅταν ναῦται τῇ κώπῃ τὴν θάλατταν. δῆλος δὲ καὶ λέων ἐπιβρυχώμενος οἷα δράσει, μὴ ὅτι μασσῶν. σὺ δ' ἀπαιτεῖς ἵππου μὲν δρόμον, σχῆμα δὲ τῆς κεφαλῆς ὄνου, πράγματα οὐχὶ συμβαίνοντα· ἐκείνων δ' οὐκ ἤκουσαις

                  Ἀμφὶ δὲ χαῖται

   ὤμοις ἀΐσσονται, ὁ δ' ἀγλαΐῃφι πεποιθὼς

   ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων.

ὄνῳ δὲ ἀρκοῦν ἐστι γαύρωμα, ἀπαλλαγῆναι τοῦ φορτίου, ὃ τῆς ἐφ' ἡμέρᾳ χρείας ἕνεκα τῷ δεσπότῃ περιφέρει, πλείους τῶν βημάτων τὰς πληγὰς ἐκλέγων. ἀλλὰ γὰρ ᾠχόμην ὥσπερ κατὰ ῥοῦν ὑπὸ τοῦ λόγου φερόμενος. ἐπάνειμι δὴ ἐπ' ἐκεῖνο, ὅτι ἀξιοῖς μεταβάλλειν τὸν τῆς φύσεως νόμον, ὃς κελεύει τὴν τῶν κρειττόνων ὑπερβολὴν ἀνέχεσθαι καὶ ζῆν πρὸς τὸ ἡγούμενον. αἰσχρὸν τῷ στρατηγῷ βλέπειν εἰς τοὺς στρατιώτας, καλὸν δέ γε τοῖς στρατεύμασιν εἰς τοὺς στρατηγοὺς, ὥσπερ, οἶμαι, τοῖς χορευταῖς εἰς τὸν ἡγεμόνα, τοῖς ναύταις εἰς τὸν κυβερνήτην, τοῖς δήμοις εἰς τὸν ἄρχοντα, τοῖς ἀκροαταῖς εἰς τὸν ῥήτορα. εἰ μὲν οὖν ῥήτωρ τις ἡμῖν ἐξ ἀκροατοῦ μετεσκεύασαι, ὥρα σοι παραλαμβάνειν τὸν θρόνον, εἰ δὲ μικρὸς μικρὰ ἀπολαμβάνων περὶ ταῦτα διατρίβεις, ἐγὼ μὲν οὐδὲν εὔφημον ἐπενεγκεῖν ἔχω σοι, βούλομαι δ' ὃ μικρῷ πρόσθεν ἔφην διὰ πλειόνων ἐξετάσαι τὸ τῆς αἰτίας, ἐπειδή γε καὶ σὺ συμφαίης ἂν τὰ πολλὰ ταύτῃ κρίνεσθαι. εἰ μὲν γὰρ ἐγὼ τούτου χάριν, ὅπως ἢ μειράκια ὑπαγοίμην, ἢ πατέρας τινὰς κακοδαίμονας ἐξαπατήσας ἐπάραιμι τελεῖν ἐμαυτῷ μισθοὺς, οὕτω ταῦτα σεμνῶς ἀνῆγον, καὶ μὴ μόνον εἰ πρώην, ἀλλὰ καὶ ὁποτοῦν ἐν τῷ παντὶ χρόνῳ τοιούτου τινὸς ἡττηθεὶς ὁτιοῦν ἢ μικρὸν ἢ μεῖζον εἴρηκα ἢ πεποίηκα, ὅ τι βούλει χρῶ λαβὼν, οὐ παραιτοῦμαι· εἰ δ' ὡς ἡ τοῦ λόγου φύσις εἰργάζετο καὶ προήγετο, οὕτω διεκείμην, καὶ τῶν ἐμαυτοῦ λόγων ἠκροώμην ὡς ἀλλοτρίων, μᾶλλον δὲ ταύτῃ γε καὶ παντάπασιν ἠλαττούμην καὶ ἐπειχόμην, οὐχ οἷός τε ὢν βακχεύειν καὶ μετὰ ἀδείας τῆς [395] ἡδονῆς ἀπολαύειν, ὥσπερ ἂν εἰ ἑτέρου τὸ βιβλίον ἦν, οὐδ' ἂν πηδῶν ᾐσχυνόμην, τί τὴν ἐγκράτειάν μου θαυμάζειν ἀφεὶς αἰτιᾷ τὰ μηδὲν ἐμοὶ προσήκοντα;

   Ἐγὼ τοίνυν ὑπερβολὴν ἔτι ποιήσομαι· ἔστω ταῦτα πάντα ἄρρητα· ἐκεῖνο πρὸς θεῶν ἔχεις εἰπεῖν, ὡς ἄρα χρείας μὲν οὐδεμιᾶς ἕνεκα οὐδὲν ἔδρων, τηνάλλως δὲ σοφιστοῦ νόμῳ καὶ χαυνότητι ταῦτα ἐκομψευόμην καὶ σχήματος ἕνεκα; οὐ πάντες ἐμοὶ συνίσασιν ὅσον τούτων χωρὶς εἰμί; οὐ πᾶν ἕτερον τὸ ἡμέτερον; οὐκ ἐπ' ἔσχατον μὲν ἀληθείας ἥκοντας τοὺς λόγους ἐκ τῶν δυνατῶν ὁρᾶτε, ἐπ' ἔσχατον δ' ἀληθείας πᾶσαν τὴν περὶ αὐτῶν βουλὴν ἅπαντες ὁρᾶτε; ποίαν ἢ χειρῶν ἐγὼ κίνησιν, ἢ χειλῶν παραγωγὴν ἐξεπίτηδες περαιτέρω τοῦ μετρίου νενόμικα; ποῖον ἐσθῆτος σχῆμα λυπηρόν; ὥσπερ ἤδη τινὲς αὑτοὺς ἀπέκρυψαν τοῖς ἱματίοις, ἴσως μὲν τιμήσαντες τῆς ἀξίας αὑτοῖς· ἐγὼ δ' οὒ, καίτοι πλείονος σκέπης ἢ κατὰ τοὺς πολλοὺς δεόμενος, ὅμως τὸ πρόβλημα τοῦτο ἔφυγον. ἀλλὰ ἄλλο τι τοιοῦτον πώποτε ἐπλασάμην; ἀλλὰ ὀρχοῦμαι δίπτυχα, ὥσπερ ἕτεροί τινες; ἀλλὰ προσήκει μοί τι κακῶν ἀλλοτρίων; ἀλλ' εἰς τοσοῦτον ἥκει μοι σχολῆς; ἀλλ' ἔμοιγε ἱκανὸν, ἂν περὶ αὐτοὺς τοὺς λόγους καὶ τἀναγκαῖα πραγματευόμενος οἷός τε ὦ διαγίγνεσθαι, μηδὲν ἐπακτὸν κακὸν ἐμαυτῷ προστιθέμενος. οὐκοῦν ἁφθεὶς ὑπὸ τοῦ λόγου ταῦτ' ἔλεγον. ὥστ' εἰ ὅτι μάλιστα μὴ δεῖ μὲν παραληρεῖν, ὡς σὺ φῂς, ἐκ δὲ τῆς τοῦ λόγου ῥύμης καὶ τὸ τοιοῦτον ἐπέρχεται, τί τῆς ἀδυνάτου συμβουλῆς πλέον; ὥσπερ ἂν εἴ τινα ὑπὸ πνεύματος ἁρπασθέντα ἐν τῇ θαλάττῃ σὺ κελεύοις ἀτρεμεῖν καὶ μένειν, ἀπὸ τῆς ἀκτῆς λέγων, ὁρᾷς, ἐγὼ κάθημαι σιωπῇ. καί μοι δοκεῖς κατὰ τὴν παροιμίαν τὸν ὑπὸ τῆς ἐχίδνης δηχθέντα αἰτιᾶσθαι, μηδεπώποτ' αὐτὸς δηχθείς. ταῦτα δ' ἄν σου Φιλοκτήτης ὁ τοῦ Ποίαντος οὐκ ἠνείχετο ἀκούων. ἀλλὰ γὰρ ἴσως ᾠήθης με τούτων ἕνα τῶν σοφιστῶν εἶναι, οὓς οἱ προσαγωγεῖς νουθετοῦσι καλῶς ποιοῦντες. ἔγωγ' οὖν ἤδη ποτὲ εἶδον σοφιστὴν μεταξὺ λέγοντα ὑπὸ προσαγωγέως ἐξαγόμενον οὕτως ὡς [396] ὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν, ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπ' ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, δι' ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δ' ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δ' εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρου

   Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ· καὶ

   Ὧδ' ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω· καὶ

   Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,

στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν. αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ.

   Μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν, ἀλλ' ἵν' εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ Ἀφροδίτης [397] λόγον ἀνανεοῦσθαι. φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται· τελευτῶν δὲ αὐτῆς μὲν ἀπείχετο, τὴν δὲ βλαύτην ἔσκωψεν αὐτῆς. ὥστε ἄμφω συμβῆναι, μήτε δὴ τὴν Ἀφροδίτην ἀκοῦσαι κακῶς μήτε τὸν Μῶμον εἰπεῖν εὖ. καὶ σὺ τὴν σκηνὴν θαυμάζων τὰ παρασκήνια ᾐτιάσω καὶ τοὺς λόγους ἀφεὶς ἐτήρεις τὰ παραφθέγματα. οὕτω πόρρω τοῦ νόμου βαίνεις. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος παραφθέγγεται, ἄκουε καὶ τούτου. καίτοι τοσοῦτόν γε ἐμὲ τόλμῃ καὶ αὐθαδείᾳ παρελήλυθε, ταῦτα γὰρ αὐτῷ τὰ ὀνόματα ἐκ τῆς σῆς αἰτίας ἁρμόττει, ὥστ' ἐγὼ μὲν ἔξω τοῦ βιβλίου παρελήρησα, καὶ ταῦτα ἐξαχθεὶς ὑπὸ τοῦ λόγου, ὁ δὲ δὴ Σόλων καὶ βιβλίον ἐξεπίτηδες πεποίηκεν, ὥσπερ ἡμεῖς εἰς τὴν Ἀθηνᾶν, οὕτως ἐκεῖνος εἰς αὑτὸν καὶ τὴν ἑαυτοῦ πολιτείαν, ἐν ᾧ ἄλλα τε δὴ λέγει καὶ ταῦτα

   Ἃ μὲν ἄελπτα σὺν θεοῖσιν ἤνυσ', ἄλλα δ' οὐ μάτην

   ἔρδον.

ὁρᾷς ὡς αὐθαδῶς καὶ οὐ τῆς σῆς συμβουλῆς; καὶ ταῦτα μέν ἐστιν ἐν τετραμέτροις· ἐν δὲ τοῖς ἰάμβοις

   Συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκῃ χρόνου

   μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων

   ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε

   ὅρους ἀνεῖλον πολλαχῆ πεπηγότας,

   πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα.

   πολλοὺς δ' Ἀθήνας πατρίδ' εἰς θεόκτιτον

   ἀνήγαγον πραθέντας ἄλλον ἐκδίκως,

   ἄλλον δικαίως, τοὺς δ' ἀναγκαίης ὕπο

   χρησμὸν λέγοντας γλῶσσαν οὐκέτ' Ἀττικὴν

   ἱέντας, ὡς ἂν πολλαχῆ πλανωμένους,

   τοὺς δ' ἐνθάδ' αὐτοῦ δουλίην ἀεικέα

   ἔχοντας ἠδὲ δεσπότας τρομευμένους

   ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει

   ὁμοῦ βίαν τε καὶ δίκην συναρμόσας

   ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην.

   θεσμοὺς δ' ὁμοίους τῷ κακῷ τε κἀγαθῷ

   εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην

   ἔγραψα. κέντρον δ' ἄλλος ὡς ἐγὼ λαβὼν

   κακοφραδής τε καὶ φιλοκτήμων ἀνὴρ

   οὐκ ἂν κατέσχε θυμόν.

   Τίθει δὴ καὶ ὑπὲρ ἡμῶν λέγειν τὸν Σόλωνα, ἄλλος δ' ἂν τοῦτο τὸ κέντρον εἰς τοὺς λόγους εἰσενεγκάμενος οὐκ [398] ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκ' ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δ' οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δ' αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων;

   εἰ γὰρ ἤθελον

   ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,

   αὖθις δ' ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ

   πολλῶν ἂν ἀνδρῶν ἥδ' ἐχειρώθη πόλις.

   τῶν οὕνεκ' ἀρχὴν πάντοθεν κυκεύμενος

   ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.

ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφ' αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δ' οὐ κάτω. φέρε δή σε καὶ δι' ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δ' ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ· Τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ' ἀξίαν· ἔχει δὲ ὧδε. εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθ' ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ [399] ἀντιπάλου καθαπτόμενος εἴρηκεν, εἰ μὴ ἄρα οὕτω σφόδρα παῖς εἶ ὥστε νομίζειν Φαίδρου τὰ ῥήματα εἶναι καὶ οὐ τὸν Πλάτωνα ὡς τὸν Φαῖδρον λέγειν Τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπειργάσω, ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα θελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. ἐκεῖνα δ' αὖ τί φήσεις; φεῦ ὅσῳ τεχνικωτέρας λέγεις νύμφας τὰς Ἀχελώου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ταῦτα οὐ μετὰ πάντων ἐγκωμίων εἰς αὑτὸν εἰρῆσθαί σοι δοκεῖ τῷ ἀνδρὶ, εἴπερ γε μὴ τὰ Μίδου ὦτα ἔχεις, οὗ τὸ ἐπίγραμμα ἐκεῖνος ἐπέσκωπτε προσεικάζων τῷ τοῦ ἑταίρου λόγῳ, καὶ κατὰ πάσας γέ που τὰς ἀρετάς; ἀναγκαίως· ταῦτα διεξέρχεται περὶ αὑτοῦ. φρονίμου μὲν γὰρ, οἶμαι, καὶ σώφρονος γνῶναι τὴν ἀξίαν, δικαίου δὲ τὰ πρέποντα καὶ αὑτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν. ὁ δ' αὖ νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων εἰκότως ἐνέχεται, ἕως ἂν μὴ δείξῃ ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω δόξαν τῆς ἀληθείας ἐφέλκονται.

   Ἄλλα τοίνυν μυρί' ἔχων εἰπεῖν παραλείπω. ἀλλ' ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετ' ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθ' ὃ προεῖπον τελευτᾷ; ἆρ' οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δ' ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατ' εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δ' οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι [400] κατ' εὔνοιαν, καὶ σαυτῷ μὲν ἐκ δειλίας παρρησίαν ποριζόμενος, ἐμοῦ δ' οὐκ ἀξιῶν τὴν ὀρθὴν καὶ δικαίαν ἐκ φρονήματος εἶναι. ἔτι τοίνυν ἑνὸς ἢ δευτέρου τῶν στρατηγῶν μνησθῆναι βούλομαι. οἶμαι γὰρ οὐ φαυλοτέραν ὠφέλειαν ἐπενεγκεῖν τῇ Θηβαίων πόλει τὴν Ἐπαμεινώνδου τότ' ἐκείνου φύσιν ἢ σὲ τοῖς σαυτοῦ παρεσχῆσθαι φήσεις. τούτου μὲν γὰρ χωρὶς τῆς ἀπολογίας ἧς ἀρτίως ἐμνήσθην καὶ ἕτερόν ἐστιν ἐπίγραμμα κατηγοροῦν τὸ ἦθος ἐν Πελοποννήσῳ, ὃ πρὸς θεῶν εἴ τις ἀπαλείψειεν, ἆρ' οὐκ ἂν ἀχθεσθείης; ἐγὼ μὲν καὶ σφόδρα ἂν, οἶμαι δὲ καὶ ἕτεροι τῶν κατ' ἐμὲ, ἀλλ' οὐ τῶν κατὰ σὲ ἴσως. τί δὴ τοῦτό ἐστι τὸ ἐπίγραμμα ὃ πάντες ᾄδουσιν;

   Ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,

   Μεσσήνη δ' ἱερὰ τέκνα χρόνῳ δέχεται.

ἐπανόρθωσον οὖν, εἰ βούλει, καὶ τοῦτο τοῖς σαυτοῦ λόγοις, ὅτι ταυτὶ συνίσασιν ἅπαντες, σὲ δ' οὐ χρὴ γρύζειν. ᾄδουσι δὲ καὶ Χαβρίου τι ῥῆμα, δοκεῖν ἐμοὶ μετὰ τὴν ἐν Νάξῳ ναυμαχίαν εἰπόντος· εἰ δ' ἄρα καὶ πρὸ τῆς ναυμαχίας, οὐ χεῖρον. ᾐνίττετο δ' ἁνὴρ εἰς αὑτὸν, ἔφη γὰρ φοβερώτερον εἶναι ἐλάφων στράτευμα λέοντος ἡγουμένου ἢ λεόντων ἐλάφου. οὕτω δή σοι διὰ πάντων ἐπιδέδεικται καὶ ποιητῶν καὶ ῥητόρων καὶ στρατηγῶν καὶ ὧν τι ὄφελος ἐν Ἕλλησιν ἀναγκαῖόν τι κτῆμα καὶ ὥσπερ ἔμφυτον ἡ μεγαλοφροσύνη τοῖς κρείττοσι, καὶ ὁ τοῦ Δημοσθένους λόγος εὖ ἔχων, ὁποῖ' ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. καίτοι θαυμαστὸν ἐν μὲν τοῖς ἄλλοις κατ' ἀξίαν τῶν ὑπαρχόντων ἐγγίγνεσθαι τὸ φρόνημα, ἐν δὲ τοῖς περὶ αὐτὴν τὴν γνώμην καὶ τοὺς λόγους μὴ πολὺ μᾶλλον οὕτω τοῦτ' ἔχειν. οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ καθάπερ πηγὴ καὶ ὁρμητήριον τοῖς λόγοις τὸ φρόνημά ἐστιν, ὅτῳ περὶ τούτων σχολὴ λογίζεσθαι. δοκεῖ δέ μοι καὶ ὅλως παντὸς τοῦ Ἑλληνικοῦ σύμβολον καὶ ὥσπερ εἰκὼν εἶναι τὸ τοιοῦτον εἶδος τῆς γνώμης. τέχνας μὲν γὰρ καὶ λογισμοὺς τοὺς κατὰ χεῖρα καὶ ὅσα τοιαῦτα κἂν παρὰ τοῖς βαρβάροις πιστεύοι τις ἐγγίγνεσθαι μὴ χείρω, ἡ δὲ τῆς ψυχῆς ῥώμη καὶ τὸ φρονεῖν μετ' ἐλευθερίας ἀνεπαχθοῦς ἀρχαῖον ἄρ' [401] ἦν καὶ ἴδιον τῶν Ἑλλήνων ἀγαθόν. θαυμάζω δ' ὅπως εὖ πεφυκὼς πρὸς τὸ παιδαγωγεῖν οὐχ ὁρᾷς τούτους τοὺς ἀργυρίῳ τὸν ἔπαινον ὠνουμένους οὐ μόνον ἐν ταῖς ἐπιδείξεσιν, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις. καίτοι οὗτοι τί σοι δοκοῦσιν ἕτερον ποιεῖν ἢ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινεῖν; καὶ ταῦτα ἃ μὴ χρή γε καὶ ὃν ἥκιστα ἔδει τρόπον, καὶ πρόσεστι τὸ τὰ ὄντα ἐλάττω ποιεῖν, ἐπιθήκη τις τῆς ἀνοίας. ἐγὼ δὲ τούτων εἰ μή τῳ ἄλλῳ, ἀλλὰ τούτῳ γε, ὡς ἔοικεν, εἰμὶ κομψότερος· προῖκα γὰρ ἐμαυτὸν ἐπαινεῖν ἀξιῶ, καὶ ταῦθ' ἃ σύνοιδα· ὡς δ' οὐ πολλάκις αὐτὸ δρῶ, συνίσασιν οὗτοί μοι. ὥστ' οὐκ ἀναισθησίας μᾶλλον ἢ καὶ σοφίας τινὸς ἐκφέρω δεῖγμα. ὅτι δ' οὐ ψεύδομαι, τοῦτο καὶ σοὶ συνδοκεῖ. ἓν δέ τί σε λοιπὸν ἐρήσομαι. πρὸς θεῶν εἴ σοι περὶ παίδων εὐχομένῳ τῶν θεῶν εἴποι τις ὡς ἔσονται μὲν, ἔσονται δὲ τούτῳ παραπλήσιοι καὶ τὸ φρόνημα καὶ τοὺς λόγους, ἐμὲ δὴ λέγων, οὐκ ἂν δέξαιο; οἶμαι μὲν κἂν ἐπιδράμοις. εἶθ' ὧν αὐτὸς, εἰ τύχοις, εὐχῆς ἂν ἐφῖχθαι δόξαις, ταῦθ' ἡμῖν ὀνειδίζεις; καὶ ὧν χάριν ἂν τοῖς θεοῖς ἔχοις, ταῦθ' ἡμῖν ἐμέμψω; καὶ οὐδὲ τὴν Περσικήν τε καὶ Λακωνικὴν τάξιν τῆς δίκης ἐτίμησας, οὐδὲ ἔδωκας τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ ἐλάττω τοῖς μείζοσιν; εἰ μὲν οὖν σοι μετρίως ἀπελογησάμεθα· εἰ δὲ μὴ, σκόπει ὅ τι χρήσει σαυτῷ. παιδαγωγήσεις δὲ ἡμᾶς οὔτ' αὐτὸς οὔτε ἕτερος οὐδὲ εἷς· ἱκανὸς γὰρ ὁ προστάτης.