10595 571 2 54 26 0 III d. C. Musicologia Aristides I De musica Winnington-Ingram, R.P., Leipzig, Teubner, 1963. 2

ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΠΡΩΤΟΝ

[1]    Ἀεὶ μὲν ἐμοὶ θαυμάζειν ἔπεισιν, ὦ τιμιώτατοί μοι ἑταῖροι Εὐσέβιε καὶ Φλωρέντιε, τὴν τῶν παλαιῶν φιλοσόφων περὶ ἅπαν μάθημα σπουδήν, καὶ ὡς τὰ μὲν αὐτοὶ παρ' αὑτοῖς ἀνευρίσκοντες, τὰ δὲ ἄλλοις τισὶν εὑρημένα παρειληφότες εἰς τέλος τε τὸ προσῆκον ἐξεπόνησαν καὶ τοῖς λοιποῖς ἀφθόνως τὴν ἀπ' αὐτῶν ὠφέλειαν ἔδειξάν τε καὶ παρέδωκαν· πολὺ δὲ μάλιστα τῶν ἀνδρῶν ἄγαμαι τὴν μεγαλόνοιαν, ἡνίκ' ἂν συνήθως τοὺς περὶ μουσικῆς λόγους πρὸς ἀλλήλους ποιώμεθα. οὐ γὰρ τῶν ἐπιτυχόντων ἦν παρὰ σφίσι τὸ ἐπιτήδευμα, ὡς πολλοὶ τῶν τοῦ πράγματος ἀπείρως ἐχόντων καὶ μάλιστα τῶν νῦν ὑπενόησαν, ἀλλὰ καὶ καθ' αὑτὴν ὑπῆρχε τιμία καὶ ὡς πρὸς τὰς λοιπὰς ἐπιστήμας χρήσιμος, ἀρχῆς καὶ σχεδὸν εἰπεῖν τέλους ἐπέχουσα λόγον, ὑπερφυῶς ἐθαυμάζετο. ἐμοὶ δὲ μάλιστα κἀκεῖνο τῆς τέχνης ἴδιον ἀγαθὸν συνορᾶται· οὐ γὰρ ὥσπερ αἱ λοιπαὶ περὶ μίαν ὕλην πραγμάτων ἢ περὶ χρόνου διάστημα μικρὸν χρησιμεύουσα θεωρεῖται, ἀλλὰ πᾶσα μὲν ἡλικία καὶ σύμπας βίος, ἅπασα δὲ πρᾶξις μουσικῇ μόνῃ τελέως ἂν κατακοσμηθείη. γραφικὴ μὲν γὰρ καὶ αἱ τοιαῦται πᾶσαι τὸ πρὸς ὄψιν μετιοῦσαι καλὸν σμικρὸν μέρος ὠφελείας εἰσφέρονται, καὶ πᾶσιν εὐκατάληπτοι γενόμεναι οὐδεμίαν εἰς τὸν ἑξῆς χρόνον γνώσεως ποικίλης ἐπίδοσιν ἐμφαίνουσιν· ἰατρικὴ δὲ καὶ γυμναστικὴ τὴν μὲν ὠφέλειαν περὶ σῶμα εἰσηνέγκαντο, τοῖς δὲ ἐκ μαθήσεως ἀγαθοῖς ἀδυνατοῦσιν ἐκ παίδων ὠφελῆσαι τοὺς πλησιάζοντας. διαλεκτικὴ δὲ καὶ ἡ ταύτης ἀντίστροφος ψυχὴν μὲν ὤνησε πρὸς φρόνησιν, εἰ μουσικῇ παραλάβοι κεκαθαρμένην, ἄνευ δὲ ταύτης οὐ μόνον οὐκ ὤνησεν, ἔσθ' ὅπη δὲ καὶ διέφθειρε· μόνη δὲ ἡ προειρημένη διὰ πάσης ὡς εἰπεῖν ὕλης παρατέταται καὶ διὰ παντὸς διήκει χρόνου, ψυχήν τε κοσμοῦσα κάλλεσιν ἁρμονίας καὶ σῶμα καθιστᾶσα ῥυθμοῖς εὐπρεπέσι, παισί τε πρόσφορος τοῖς ἐκ μελῳδίας ἀγαθοῖς καὶ προβαίνουσι τά τε τῆς ἐμμέτρου λέξεως καὶ ἁπλῶς λόγου σύμπαντος παραδιδοῦσα κάλλη, προϊοῦσι δὲ τήν τε τῶν ἀριθμῶν ἐξηγουμένη φύσιν καὶ ἀναλογιῶν ποικιλίαν, ἁρμονίας δὲ τὰς διὰ τούτων ἐν πᾶσι σώμασιν ὑποφαίνουσα, τὸ μέγιστον ‹δὲ› δὴ καὶ τελεώτατον καὶ περὶ τοῦ δυσκαταλήπτου πᾶσιν ἀνθρώποις ψυχῆς τῆς τε καθ' ἕκαστον, ἤδη δὲ καὶ τῆς τοῦ παντὸς λόγους ἔχουσα παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ θεῖος λόγος ἀνδρὸς σοφοῦ Πανάκεω τοῦ Πυθαγορείου, ὅς φησιν ἔργον εἶναι μουσικῆς οὐ τὰ φωνῆς μέρη μόνον συνιστᾶν πρὸς ἄλληλα, ἀλλὰ πάνθ' ὅσα φύσιν ἔχει συνάγειν τε καὶ συναρμόττειν. τούτων μὲν οὖν καὶ ὕστερον ἀπόδειξις ἔσται συμπροϊόντι τῷ λόγῳ.

[2]    Ἐμὲ δὲ ἐπῆρεν ἐπιχειρῆσαι τῷ συγγράμματι μάλιστα μὲν ἡ τῶν πλείστων περὶ τὸ πρᾶγμα ὀλιγωρία, ἐπιδεῖξαι προῃρημένον οἷον μάθημα οὐ προσηκόντως δι' ἀτιμίας ἄγουσι· τῶν γὰρ ἄλλων ἤτοι διὰ τὸ δυσχερές, ὡς ἰατρικῆς, ἢ διὰ τὸ τοῖς πολλοῖς ἀτερπές, ὡς γεωμετρίας, ἠμελημένων κατ' οὐδέτερον τούτων τῆς μουσικῆς ἀφεκτέον· οὔτε γὰρ πολλὴν ἐπιφαίνει τὴν δυσκολίαν οὔτ' ἄνευ συμμέτρου τέρψεως τοῖς μετιοῦσι πλησιάζει, ἀλλ' ἔνεστι καὶ διὰ τάχους ὠφεληθῆναι τοῖς φιλοπόνοις καὶ ἡδονὴν ἔνδοξον καὶ οὐ μετρίαν καρπώσασθαι. καίτοι γε ἐν μὲν ταῖς ἄλλαις τέχναις εἰ πονοίη τις, ἀλλοιοτέρας αὐτῷ διαγωγῆς χρεία πρὸς παραμυθίαν· τοῖς δὲ κατὰ μουσικὴν ἀσκουμένοις ἐν αὐτῷ τῷ πόνῳ καὶ τὰ τῆς ῥᾳστώνης παραπέπηγεν οὐκ ἐλάττω τῆς κατὰ τὴν γνῶσιν ὠφελείας τὴν θυμηδίαν ἐπιφέροντι. οἱ δὲ πολλοὶ καὶ ταῦτα παρ' οὐδὲν τίθενται τὴν ἐξ ἀργίας καὶ ἀπαιδευσίας ἡδονὴν τῆς μετὰ λόγου καὶ ὠφελείας προτιμήσαντες. ἀλλὰ μὴν καὶ δι' ἐκείνους, οἳ περὶ μὲν τὴν τέχνην οὐ μικρὸν ἔρωτα εἰσηνέγκαντο, τῷ δὲ μὴ σύμπαν αὐτῆς μέρος μετεληλυθέναι οὔτε σεμνόν τι μετέδωκαν τοῖς πλησιάζουσιν αὐτοί τε οὐδενὸς ἐπαίνου παρ' αὐτῶν διὰ μουσικὴν ἠξιώθησαν. ἔτι γε μὴν καὶ διὰ τὸ μηδένα σχεδὸν εἰπεῖν τῶν παλαιῶν ἐντελῶς τοὺς περὶ αὐτῆς λόγους μιᾷ καταβαλέσθαι πραγματείᾳ, ἀλλὰ κατὰ μέρος ἕκαστον καὶ διεσπαρμένως περί τινων ἐξηγήσασθαι, καὶ τὰς μὲν πλείστας ἀρχὰς αὐτῆς καὶ φυσικὰς αἰτίας σεσιωπηκέναι, αὐτοῦ δέ που περὶ τὴν τεχνολογίαν καὶ τὴν τῶν μελῶν χρῆσιν τὴν σπουδὴν κατατεθεῖσθαι. ἀλλὰ προοιμίων μὲν ἅλις.

[3]    Ἤδη δὲ καὶ ἡμῖν ἑκτέον τοῦ πρόσω θεὸν μουσηγέτην κατὰ νόμον καλεσαμένοις. τοῖς μὲν γὰρ ποιηταῖς, καὶ ταῦτα μηδὲν μουσικῆς πέρι διαπονουμένοις, μικρῷ δέ τινι ταύτης μορίῳ πράξεων παλαιῶν ἀφήγησιν ποιουμένοις, Μοῦσαί τε καλοῦνται καὶ Ἀπόλλων Μουσῶν ἐπιστάτης· ἡμῖν δὲ τοῖς οὐ διὰ μέρους μουσικῆς παλαιοὺς μύθους διηγησομένοις ἀλλ' αὐτήν τε σύμπασαν ἥτις καὶ ὁποία πότ' ἐστι παραστῆσαι πειρωμένοις καὶ πᾶσαν μὲν ἰδέαν αὐτῆς τὴν ἐν φωνῇ, πᾶσαν δὲ τὴν ἐν σώμασιν ὑπόστασιν δηλῶσαι πραγματευομένοις, ἔτι δὲ εἴ τινες πρὸς ἀριθμοὺς σχέσεις καὶ τό γε τιμιώτατον τῶν ἐν ἡμῖν, τὴν ψυχήν, λόγοι τυγχάνουσιν ὁμοιότητος, πρὸς δὲ τούτοις οἷά τις ἀνόδῳ χρώμενος καὶ περὶ τοῦδ' ἔτι τοῦ παντὸς οὐκ ἀμούσως ἂν ἀποφήναιτο, τίνα πρῶτον συλλήπτορα τῶν τηλικούτων προσήκει καλεῖν; ἢ οὐχὶ τὸν ἅπαν μὲν τόδε τὸ ὁρώμενον ἀοράτοις τέχναις ἁρμοσάμενον, πᾶσαν δὲ ψυχὴν ἁρμονίας λόγοις τελεώτατα τεχνησάμενον ‑ εἴτε δημιουργὸν ὀνομάζειν θέμις ἐξ ὧν εἴργασται καλῶς θεμένους τὴν προσηγορίαν, εἴτε εἶδος καλεῖν εὐαγὲς ἐξ οὗ παρέσχε τοῖς μετ' αὐτὸν δυνάμεις ἀνθρώποις σημαίνοντας, εἴτ' οὖν λόγον εἴθ' ἑνάδα ‹ἤ›, ὡς ἄνδρες θεῖοι καὶ σοφοί, λόγον ἑνιαῖον καλεῖν ἔστιν ἐπιτυγχάνοντας, τῷ μὲν ὡς πάντα ἁρμόττει καὶ κατακοσμεῖ δηλοῦντας, τῷ δὲ ἐμφαίνοντας ὡς πολλὰ τὰ ὄντα καὶ διαφερόμενα παύσας δεσμοῖς ἀλύτοις ἐν ἑνὶ συλλαβὼν ἔχει; τοῦτον δὴ καλῶμεν καὶ εὐχώμεθα πᾶσαν μὲν ἡμῖν βεβαίαν κατάληψιν ὑπουργεῖν, πᾶσαν δὲ τοῦ περὶ τῶν προκειμένων εἰπεῖν ἐπαξίως ῥᾳστώνην προξενεῖν. καὶ ταυτὶ μὲν ἀρκούντως ηὔχθω· ἤδη δὲ ἀρχώμεθα τοῦ λόγου περὶ πάσης μουσικῆς, ὥσπερ ὑπεσχόμεθα, ποιούμενοι παράδοσιν.

[4]    Μουσική ἐστιν ἐπιστήμη μέλους καὶ τῶν περὶ μέλος συμβαινόντων. ὁρίζονται δ' αὐτὴν καὶ ὡδί· τέχνη θεωρητικὴ καὶ πρακτικὴ τελείου μέλους καὶ ὀργανικοῦ. ἄλλοι δὲ οὕτως· τέχνη πρέποντος ἐν φωναῖς καὶ κινήσεσιν. ἡμεῖς δὲ τελεώτερον ἀκολούθως τε τῇ προθέσει· γνῶσις τοῦ πρέποντος ἐν ‹φωναῖς τε καὶ› σωματικαῖς κινήσεσιν. ἐπιστήμη μὲν οὖν ἐστιν, ᾗ γνῶσις ἀσφαλὴς ὑπάρχει καὶ ἀδιάπτωτος· τῶν γὰρ ἐν αὐτῇ λεγομένων ἢ ὡς προβλημάτων ἢ ὡς ἀποτελεσμάτων οὐκ ἄν ποτε μεταβολὴν ἢ ἀλλοίωσιν ἐπιδέξαιτο. καὶ μὴν καὶ τέχνην αὐτὴν εὐλόγως ἂν ἀποκαλοῖμεν· σύστημά τε γάρ ἐστιν ἐκ καταλήψεων, καὶ τούτων ἐπ' ἀκριβὲς ἠσκημένων, καὶ οὐκ ἄχρηστος τῷ βίῳ, ὡς οἱ παλαιοὶ διέγνωσαν καὶ ὁ παρ' ἡμῶν ἐπιδείξει λόγος. τελείου δὲ μέλους εἰκότως· χρὴ γὰρ καὶ μελῳδίαν θεωρεῖσθαι καὶ ῥυθμὸν καὶ λέξιν, ὅπως ἂν τὸ τέλειον τῆς ᾠδῆς ἀπεργάζηται· περὶ μὲν γὰρ μελῳδίαν ἁπλῶς ἡ ποιὰ φωνή, περὶ δὲ ῥυθμὸν ἡ ταύτης κίνησις, περὶ δὲ τὴν λέξιν τὸ μέτρον· τὰ δὲ περὶ μέλος τέλειον συμβαίνοντα κίνησις φωνῆς τε καὶ σώματος, ἔτι δὲ χρόνοι καὶ οἱ ἐκ τούτων ῥυθμοί. τὸ δὲ τοῦ πρέποντος εἶναι τέχνην οὐκ ἀπεικότως· πᾶν γὰρ εὐκαταφρόνητον τὸ τοῦ πρέποντος ἐστερημένον· πρέπον γάρ ἐστι καλῶν καὶ αἰνετῶν ἡ τοῖς μὴ φαύλοις κόσμου μετάδοσις ἢ πρὸς ἄλληλα συμφωνίας. θεωρητικὴν δ' αὐτὴν ἀποφαίνονται καὶ πρακτικὴν διὰ τοιάσδε αἰτίας· ἡνίκα μὲν γὰρ τὰ μέρη τὰ ἑαυτῆς ἐπισκοπεῖ καὶ περὶ τὴν διαίρεσιν καὶ τεχνολογίαν διαγίνεται, θεωρεῖν αὐτὴν λέγουσιν· ἡνίκα δ' ἂν κατ' αὐτὰ ἐνεργῇ μελοποιοῦσα χρησίμως καὶ πρεπόντως, πράττειν αὐτὴν ἀποφαίνονται. ὕλη δὲ μουσικῆς φωνὴ καὶ κίνησις σώματος. τὴν δὲ φωνὴν οἱ μὲν ἀέρα πεπληγμένον, οἱ δὲ ἀέρος πληγὴν ἔφασαν, οἱ μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθὸς ἦχον, οἱ δ', ὅπερ ἄμεινον, τὸ τούτου πάθος ὁρισάμενοι. ἡ δὲ δὴ κίνησις ὑφέστηκεν ἐν διαφόροις χρόνοις· χρόνος γάρ ἐστι μέτρον κινήσεως καὶ στάσεως. τῆς δὲ κινήσεως ἡ μὲν ἁπλῆ πέφυκεν, ἡ δὲ οὐχ ἁπλῆ· καὶ ταύτης ἡ μὲν συνεχής, ἡ δὲ διαστηματική, ἡ δὲ μέση. συνεχὴς μὲν οὖν ἐστι φωνὴ ἡ τάς τε ἀνέσεις καὶ τὰς ἐπιτάσεις λεληθότως διά τι τάχος ποιουμένη, διαστηματικὴ δὲ ἡ τὰς μὲν τάσεις φανερὰς ἔχουσα, τὰ δὲ τούτων μεταξὺ λεληθότα, μέση δὲ ἡ ἐξ ἀμφοῖν συγκειμένη. ἡ μὲν οὖν συνεχής ἐστιν ᾗ διαλεγόμεθα, μέση δὲ ᾗ τὰς τῶν ποιημάτων ἀναγνώσεις ποιούμεθα, διαστηματικὴ δὲ ἡ κατὰ μέσον τῶν ἁπλῶν φωνῶν ποσὰ ποιουμένη διαστήματα καὶ μονάς, ἥτις καὶ μελῳδικὴ καλεῖται.

[5]    Τῆς δὲ πάσης μουσικῆς τὸ μέν τι θεωρητικὸν καλεῖται, τὸ δὲ πρακτικόν· καὶ θεωρητικὸν μέν ἐστι τό τε τοὺς τεχνικοὺς λόγους αὐτῆς καὶ τὰ κεφάλαια καὶ τὰ τούτων μέρη διαγινῶσκον, καὶ ἔτι τὰς ἄνωθεν ἀρχὰς καὶ φυσικὰς αἰτίας καὶ πρὸς τὰ ὄντα συμφωνίας ἐπισκεπτόμενον, πρακτικὸν δὲ τὸ κατὰ τοὺς τεχνικοὺς ἐνεργοῦν λόγους καὶ τὸν σκοπὸν μεταδιῶκον, ὃ δὴ καὶ παιδευτικὸν καλεῖται. τὸ μὲν οὖν θεωρητικὸν εἴς τε τὸ φυσικὸν καὶ τεχνικὸν διαιρεῖται· ὧν τοῦ μὲν φυσικοῦ τὸ μέν ἐστιν ἀριθμητικόν, τὸ δὲ ὁμώνυμον τῷ γένει, ὃ καὶ περὶ τῶν ὄντων διαλέγεται, τοῦ δὲ τεχνικοῦ μέρη τρία, ἁρμονικόν ῥυθμικόν μετρικόν. τὸ δὲ πρακτικὸν εἴς τε τὸ χρηστικὸν τῶν προειρημένων τέμνεται καὶ τὸ τούτων ἐξαγγελτικόν· καὶ τοῦ μὲν χρηστικοῦ μέρη μελοποιία ῥυθμοποιία ποίησις, τοῦ δὲ ἐξαγγελτικοῦ ὀργανικόν ᾠδικόν ὑποκριτικόν, ἐν ᾧ λοιπὸν καὶ σωματικαὶ κινήσεις ὁμόλογοι τοῖς ὑποκειμένοις μέλεσι παραλαμβάνονται. κίνησις μὲν οὖν ἐστι μεταβολὴ ποιοτήτων εἰς τὰ ὁμογενῆ· τῆς δὲ κατὰ τὴν φωνὴν κινήσεως εἴδη δύο, πολυμερές τε καὶ ἀμερές. περὶ μὲν οὖν τοῦ πολυμεροῦς εἴρηται· τὸ δὲ ἀμερὲς αὐτῆς καὶ ἁπλοῦν τάσις προσαγορεύεται· τάσις δέ ἐστι μονὴ καὶ στάσις τῆς φωνῆς· ταύτης δὲ εἴδη δύο, ἄνεσίς τε καὶ ἐπίτασις. ἄνεσις μὲν οὖν ἐστιν ἡνίκα ἂν ἀπὸ ὀξυτέρου τόπου ἐπὶ βαρύτερον ἡ φωνὴ χωρῇ, ἐπίτασις δ' ὅταν ἐκ βαρυτέρου μεταβαίνῃ πρὸς ὀξύτερον. ἐκ δὴ τούτων τὰ γινόμενα τὸ μὲν βαρύτητα, τὸ δὲ ὀξύτητα προσαγορεύομεν. γίνεται δ' ἡ μὲν βαρύτης κάτωθεν ἀναφερομένου τοῦ πνεύματος, ἡ δ' ὀξύτης ἐπιπολῆς προϊεμένου. πᾶσα μὲν οὖν ἁπλῆ κίνησις φωνῆς τάσις, ἡ δὲ τῆς μελῳδικῆς φθόγγος ἰδίως καλεῖται. περὶ οὗ λοιπὸν λέγωμεν, ταδὶ προειπόντες, ὅτι τῆς ἁπάσης ἁρμονικῆς μέρη ἑπτά· διαλαμβάνει γὰρ πρῶτον περὶ φθόγγων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον περὶ μελοποιίας. εἴπωμεν οὖν περὶ φθόγγων πρῶτον. ἐὰν δέ τισιν ἀδιαγνώστοις ὀνόμασι χρώμεθα, συγγνώμη· τεχνικῆς γὰρ ἀνάγκης τὸ ἰδίωμα.

[6]    Φθόγγος μὲν οὖν ἐστι φωνῆς ἐμμελοῦς μέρος ἐλάχιστον· φθόγγων δὲ δυνάμεις ἄπειροι μέν εἰσι τῇ φύσει, αἱ δὲ παραδεδομέναι συλλήβδην καθ' ἕκαστον τῶν γενῶν εἰκοσιοκτώ. τούτων δέ εἰσιν ὀνομασίαι αἵδε· προσλαμβανόμενος, ὑπάτη ὑπάτων, παρυπάτη ὑπάτων, ὑπάτων ἐναρμόνιος, ὑπάτων χρωματική, ὑπάτων διάτονος, ὑπάτη μέσων, παρυπάτη μέσων, μέσων ἐναρμόνιος, μέσων χρωματική, μέσων διάτονος, μέση, τρίτη συνημμένων, συνημμένων ἐναρμόνιος, συνημμένων χρωματική, παρανήτη συνημμένων, νήτη συνημμένων, παράμεσος, τρίτη διεζευγμένων, διεζευγμένων ἐναρμόνιος, διεζευγμένων χρωματική, παρανήτη διεζευγμένων, νήτη διεζευγμένων, τρίτη ὑπερβολαίων, ὑπερβολαίων ἐναρμόνιος, ὑπερβολαίων χρωματική, παρανήτη ὑπερβολαίων, νήτη ὑπερβολαίων.

   Προσλαμβανόμενος μὲν οὖν εἴρηται, ὅτι τῶν ὀνομαζομένων τετραχόρδων οὐδενὶ κοινωνεῖ, ἀλλ' ἔξωθεν προσλαμβάνεται διὰ τὴν ἐπὶ μέσην συμφωνίαν, τονικὸν ἐπέχων λόγον πρὸς τὴν ὑπάτην τῶν ὑπάτων ὃν ἔχει μέση πρὸς παράμεσον· ὑπάτη δὲ ὑπάτων, ὅτι τοῦ πρώτου τετραχόρδου πρώτη τίθεται· τὸ γὰρ πρῶτον ὕπατον ἐκάλουν οἱ παλαιοί· παρυπάτη δὲ ἡ παρ' αὐτὴν κειμένη. ὑπάτων δὲ ἐναρμόνιος χρωματική τε καὶ διάτονος τῶν γενῶν τῆς μελῳδίας εἰσὶ δηλωτικοὶ φθόγγοι· ποικίλη γὰρ καὶ ἡ τῶν τετραχόρδων διάθεσις γίνεται. αὗται γενικῶς ὑπερυπάται καλοῦνται. ὑπάτη δὲ μέσων ἡ πρώτη πάλιν τοῦ τῶν μέσων τετραχόρδου. τοῦτο γὰρ μόνον μεταξὺ θεωρεῖται τοῦ τε ὑπάτων καὶ τοῦ συνημμένων. παρυπάτη δὲ μέσων ἡ μετὰ ταύτην, καὶ αἱ λοιπαί γε ὅμοιαι ταῖς ὑπατοειδέσιν, αἳ καὶ τῷ γένει λιχανοὶ προσηγορεύθησαν, ὁμωνύμως τῷ πλήττοντι δακτύλῳ τὴν ἠχοῦσαν αὐτὰς χορδὴν ἐπονομασθεῖσαι. ἡ δὲ μετὰ ταύτας μέση καλεῖται· τῶν γὰρ καθ' ἕκαστον τρόπον φθόγγων ἐκτιθεμένων μεσαιτάτη κεῖται. μετὰ δὲ ταύτην ἡμιτόνιον μὲν ἐπιτείναντι τρίτη συνημμένων ἐστίν, ἀπὸ τῆς τελευταίας τῶν μετὰ τὴν μέσην τετραχόρδων τοὺς ἀριθμοὺς ἡμῶν ποιουμένων διὰ τὸ λοιπὸν ἡμᾶς ἐφῆφθαι τῶν ὀξυτέρων συστημάτων. αἱ δὲ μετὰ ταύτην ἐναρμόνιος χρωματική τε καὶ διάτονος δι' ἃς προείπομεν αἰτίας· αὗται δὲ καὶ παρανῆται καλοῦνται διὰ τὸ πρὸ τῆς νήτης κεῖσθαι. ἐπὶ δὲ ταύταις ἡ νήτη, τουτέστιν ἐσχάτη. νέατον γὰρ ἐκάλουν τὸ ἔσχατον οἱ παλαιοί. συνημμένων δὲ ἐκλήθη τὸ ὅλον σύστημα, ὅτι τῷ προκειμένῳ τελείῳ τῷ μέχρι μέσης συνῆπται. πάλιν δὲ ἀπὸ τῆς μέσης ἐπιτείναντι τόνον ἡ παρ' αὐτὴν κειμένη χορδὴ παράμεσος καλεῖται. αἱ δὲ μετὰ ταύτην διὰ τὰς ὁμοίας αἰτίας κατὰ ταὐτὰ ταῖς ἐπὶ τῶν συνημμένων ἔχουσι τὰς ὀνομασίας. τὸ δὲ σύστημα τοῦτο καλεῖται διεζευγμένων· ἐφ' ἕτερα γὰρ μέρη καὶ οὐκ ἐξ ἴσου τοῖς πρὸ αὐτοῦ κεῖται συστήμασιν. εἶτ' ἔνεστι τρίτη ὑπερβολαίων καὶ αἱ ταύτης ἐφεξῆς, κατὰ ταὐτὰ καὶ διὰ ταὐτὰ ταῖς προκειμέναις τὰς εἰδικὰς ἔχουσαι προσηγορίας. ἡ δὲ γενικὴ τούτων ὑπερβολαίων εἴρηται, ὅτι πέρας ἐν ταύταις ποιησαμένη ἡ φωνῆς ἀνθρωπίνης δύναμις ἵσταται.

   Τούτων δὴ τῶν φθόγγων οἱ μέν εἰσιν ἑστῶτες, οἱ δὲ φερόμενοι, καὶ οἱ μὲν βαρύπυκνοι, οἱ δὲ μεσόπυκνοι, οἱ δὲ ὀξύπυκνοι, οἱ δὲ ἄπυκνοι. πυκνὸν μὲν οὖν ἐστι ποιὰ τριῶν φθόγγων διάθεσις· καὶ βαρύπυκνοι μέν εἰσιν οἱ τὰς πρώτας χώρας τοῦ πυκνοῦ κατέχοντες, μεσόπυκνοι δὲ οἱ τὰς μέσας, ὀξύπυκνοι δὲ οἱ τὰς ἐσχάτας, ἄπυκνοι δὲ οἱ τῆς κατὰ τὸ πυκνὸν τετραχόρδου διαθέσεως κατὰ μηδένα κοινωνοῦντες τόπον. τούτων ἑστῶτες μέν εἰσιν οἵ τε ἄπυκνοι καὶ οἱ βαρύπυκνοι, οἳ καὶ ὑπατοειδεῖς καλοῦνται, διὰ τὸ μὴ δέχεσθαι ποικίλας τάσεις, φερόμενοι δὲ οἱ λοιποὶ τούτων, διὰ τὸ ποτὲ μὲν ἐλάττω, ποτὲ δὲ μείζω δηλοῦν διαστήματα κατὰ τὰς ποιὰς τῶν τετραχόρδων συνθέσεις. τούτων δὲ τῶν φερομένων οἱ μὲν παρυπατοειδεῖς, οἱ δὲ λιχανοειδεῖς καλοῦνται. πάλιν τῶν φθόγγων οἱ μέν εἰσι πρὸς ἀλλήλους σύμφωνοι, οἱ δὲ διάφωνοι, οἱ δὲ ὁμόφωνοι, σύμφωνοι μὲν ὧν ἅμα κρουομένων οὐδὲν μᾶλλον τῷ ὀξυτέρῳ ἢ τῷ βαρυτέρῳ τὸ μέλος ἐμπρέπει, διάφωνοι δὲ ὧν ἅμα κρουομένων ἡ τοῦ μέλους ἰδιότης θατέρου γίνεται, ὁμόφωνοι δὲ οἵτινες δύναμιν μὲν ἀλλοίαν φωνῆς, τάσιν δὲ ἴσην ἐπέχουσιν. διαφοραὶ δὲ φθόγγων πλείους, πρώτη μὲν ἡ κατὰ τὴν τάσιν ἐν ὀξύτητι καὶ βαρύτητι, δευτέρα δὲ ἡ κατὰ διαστήματος μετοχήν, ὅταν ὁ μὲν ἑνὶ κοινωνῶν, ὁ δὲ πλείοσι θεωρῆται, τρίτη ‹ἡ› κατὰ συστήματος, ὅταν ὁ μὲν ἑνός, ὁ δὲ δυεῖν μετέχῃ συστημάτων, τετάρτη ἡ κατὰ τὸν τῆς φωνῆς τόπον, ὅταν ὁ μὲν μείζονος, ὁ δὲ ἐλάττονος ᾖ τόπου (τίς δ' ὁ τῆς φωνῆς τόπος, ὕστερον λέξομεν), πέμπτη δὲ ἡ κατὰ τὸ ἦθος· ἕτερα γὰρ ἤθη τοῖς ὀξυτέροις, ἕτερα τοῖς βαρυτέροις ἐπιτρέχει, καὶ ἕτερα μὲν παρυπατοειδέσιν, ἕτερα δὲ λιχανοειδέσιν.

[7]    Διάστημα δὲ λέγεται διχῶς, κοινῶς καὶ ἰδίως, καὶ κοινῶς μὲν πᾶν μέγεθος τὸ ὑπό τινων περάτων ὁριζόμενον· ἰδίως δὲ κατὰ μουσικὴν γίνεται διάστημα μέγεθος φωνῆς ὑπὸ δυεῖν φθόγγων περιγεγραμμένον. τῶν δὲ διαστημάτων τὰ μέν ἐστι σύνθετα, τὰ δὲ ἀσύνθετα, ἀσύνθετα μὲν τὰ ὑπὸ τῶν ἑξῆς περιεχόμενα φθόγγων, σύνθετα δὲ τὰ ὑπὸ τῶν μὴ ἑξῆς, καὶ ὅσα δυνατόν ἐστι μελῳδοῦντας ἀναλύειν εἰς πλείονα. τούτων δὲ τῶν διαστημάτων ἐλάχιστον μέν ἐστιν ὡς ἐν μελῳδίᾳ δίεσις ἐναρμόνιος, εἶθ' ὡς παχύτερον εἰπεῖν τὸ ταύτης διπλάσιον ἡμιτόνιον, εἶθ' ὁ τούτου διπλασίων τόνος καὶ ἔτι τούτου τὸ διπλάσιον δίτονον. πάλιν τούτων ἃ μέν ἐστιν ἐλάττω, ἃ δὲ μείζω, καὶ ἃ μὲν σύμφωνα, ἃ δὲ διάφωνα, καὶ ἃ μὲν ἐναρμόνια, ἃ δὲ χρωματικά, ἃ δὲ διατονικά, καὶ ἃ μὲν ῥητά, ἃ δὲ ἄλογα, ῥητὰ μὲν ὧν καὶ λόγον ἔστιν εἰπεῖν ποιόν (λόγον δέ φημι τὴν πρὸς ἄλληλα κατ' ἀριθμὸν σχέσιν), ἄλογα δὲ ὧν οὐδεὶς πρὸς ἄλληλα λόγος εὑρίσκεται. τοῦ μὲν οὖν διὰ τεσσάρων λόγος ἐστὶν ἐπίτριτος, τοῦ δὲ διὰ πέντε ἡμιόλιος, τοῦ δὲ διὰ πασῶν ὁ διπλασίων, τόνου δὲ ὁ ἐπόγδοος. σύμφωνα δὲ καὶ διάφωνα, καθὼς κἀπὶ τῶν φθόγγων εἴπομεν. περὶ δὲ ἐναρμονίων καὶ τῶν λοιπῶν ἐν καιρῷ λέξομεν. ἔτι τινὰ μὲν αὐτῶν ἐστιν ἀσύνθετα, ὡς ἡ δίεσις, τινὰ δὲ σύνθετα, ὡς τὸ διὰ τεσσάρων, τινὰ δὲ καὶ σύνθετα καὶ ἀσύνθετα, ὡς τὸ ἡμιτόνιον καὶ ὁ τόνος. ἔτι δ' αὐτῶν ἃ μέν ἐστιν ἄρτια, ἃ δὲ περισσά, ἄρτια μὲν τὰ εἰς ἴσα διαιρούμενα, ὡς ἡμιτόνιον καὶ τόνος, περισσὰ δὲ τὰ εἰς ἄνισα, ὡς αἱ γ διέσεις καὶ ε καὶ ζ. γίνεται δὲ ἡ σύνθεσις αὕτη τοιαύτη· δύο διέσεις ἐφεξῆς τίθενται, πλείους δὲ οὐκέτι· δύο ἡμιτόνια ἐφεξῆς τίθεται, πλείω δὲ οὐκέτι. δύο τόνοι τίθενται καθ' ἕνα, πλείους δ' οὐκέτι· περιίσταται γὰρ τὸ ὅλον εἰς ἀσυμφωνίαν. ἔτι τῶν διαστημάτων ἃ μέν ἐστιν ἀραιά, ἃ δὲ πυκνά, πυκνὰ μὲν τὰ ἐλάχιστα, ὡς αἱ διέσεις, ἀραιὰ δὲ τὰ μέγιστα, ὡς τὸ διὰ τεσσάρων. εἰσὶ δὲ ποικίλαι τοῦ διτόνου διαιρέσεις· πρώτη μὲν ἡ εἰς ‹κδ δωδεκατημόρια, δευτέρα δὲ ἡ εἰς› διέσεις ἢ τόνου τεταρτημόρια η, [δευτέρα, δ' ἡ εἰς ἡμιτόνιον, τουτέστιν ἥμισυ τόνου,] τρίτη δ' ἡ εἰς τριτημόρια Ϛ, τετάρτη δ' ἡ εἰς δ ἡμιτόνια, τουτέστι διέσεις ὀκτώ· οὕτω δὲ καὶ οἱ ἀρχαῖοι συνετίθεσαν τὰ συστήματα ἑκάστην χορδὴν ἐν διέσει περιορίζοντες. δίεσις μὲν οὖν ἐκαλεῖτο τὸ μικρότατον τῆς φωνῆς διάστημα, οἷον διάλυσις τῆς φωνῆς οὖσα, τόνος δὲ τὸ διὰ μέγεθος πρῶτον διατεῖνον τὴν φωνήν, ἡμιτόνιον δὲ ἤτοι τὸ ἥμισυ τοῦ τόνου ἢ τὸ ἁπλῶς τόνῳ παραπλήσιον· οὐ γάρ φασιν εἰς ἴσα τέμνεσθαι τοῦτον, ὥσπερ ἴσως καὶ τἀληθὲς ἔχει. ὑπόκειται δὲ καὶ ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις ἁρμονία, ἕως κδ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν, τὸ δὲ δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

ϛ※
α
β
γ
δ
ε
Ϛ
ζ
η
θ
ι
ια
ιβ
ιγ
ιδ
ιε
ιϚ
ιζ
ιη
ιθ
κ
κα
κβ
κγ
κδ

β κϚ κη λ λβ λδ λϚ λη μ μβ μδ μϚ μα

   [Αὕτη ἐστὶν ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις ἁρμονία, ἕως κδ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν, τὸ δὲ δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα.]

[8]    Σύστημα δέ ἐστι τὸ ὑπὸ πλειόνων ἢ δυεῖν διαστημάτων περιεχόμενον. τῶν δὲ συστημάτων διαφοραὶ αἱ μὲν ὅμοιαι ταῖς ἐπὶ τῶν διαστημάτων εἰρημέναις, αἱ δὲ πλείους, ὡς αἵδε· τὰ μὲν αὐτῶν ἐστι συνεχῆ, ὡς τὰ διὰ τῶν ἑξῆς φθόγγων, τὰ δ' ὑπερβατά, ὡς τὰ διὰ τῶν μὴ ἐφεξῆς μελῳδούμενα· καὶ τὰ μὲν ἁπλᾶ, ‹ἃ› καθ' ἕνα τρόπον ἔκκειται, τὰ δὲ οὐχ ἁπλᾶ, ἃ κατὰ πλειόνων τρόπων πλοκὴν γίνεται· ἢ τῷ τὰ μὲν εἶναι συνημμένα, τὰ δὲ διεζευγμένα, τὰ δὲ κοινά· καὶ συνημμένα μέν ἐστιν ὧν εἷς φθόγγος γίνεται κοινός, ἃ καὶ κατάλληλα λέγεται, διεζευγμένα δὲ ὧν εἷς φθόγγος μέσος ἐμπίπτει χωρίζων ἑκάτερον, ἃ καὶ παράλληλα καλεῖται, κοινὰ δὲ τὰ ποτὲ μὲν κατὰ συναφήν, ποτὲ δὲ κατὰ διάζευξιν κείμενα. ἔτι τῶν συστημάτων ἃ μέν ἐστι τετράχορδα, ἃ ὑπὸ τεσσάρων φθόγγων κατὰ φύσιν κειμένων περιέχεται, ἃ δὲ πεντάχορδα, ἃ δὲ ὀκτάχορδα· τὸν δ' αὐτὸν ὅρον κἀπὶ τούτων νοητέον. τούτων δ' ἃ μέν ἐστι σύμφωνα, ἃ δὲ διάφωνα· σύμφωνα μὲν οὖν ἐστι [τετράχορδα] τὰ ὑπὸ συμφώνων φθόγγων περιεχόμενα [πεντάχορδά τε καὶ ὀκτάχορδα], ἀσύμφωνα δὲ τὰ μὴ οὕτως ἔχοντα. τίς δὲ ἡ φθόγγων συμφωνία, προειρήκαμεν. γίνεται δὲ αὐτῶν ἡ ἔκθεσις ἐξ ἀνομοίων διαστημάτων, οἷον διέσεως, ἡμιτονίου, τόνου. ἔστι δὲ αὐτῶν καὶ ἡ κατ' εἶδος διαφορά· τὰ μὲν ‹γὰρ› ὑπὸ ἑστώτων, τὰ δὲ ὑπὸ φερομένων φθόγγων περιέχεται. καὶ ἃ μὲν αὐτῶν ἐστι τέλεια, ἃ δὲ οὔ, ἀτελῆ μὲν τετράχορδον πεντάχορδον, τέλειον δὲ ὀκτάχορδον, ἐπεὶ πᾶς ὁ μετ' αὐτὸ φθόγγος ὅμοιός ἐστι πάντως ἑνὶ τῶν προηγησαμένων. τὸ μὲν οὖν τετράχορδον καλεῖται διὰ τεσσάρων, συνέστηκε δ' ἐκ τόνων δύο καὶ ἡμιτονίου, ἡμιτονίων ε, διέσεων ι· τὸ δὲ πεντάχορδον καλεῖται μὲν διὰ πέντε, σύγκειται δ' ἐκ τόνων γ ἡμίσεος, ἡμιτονίων ζ, διέσεων ιδ· τὸ δὲ δι' ὀκτὼ καλεῖται μὲν διὰ πασῶν, διατίθεται δὲ ἐκ τόνων Ϛ, ἡμιτονίων ιβ, διέσεων κδ. ἔτι τῶν ὅλων συστημάτων ἃ μέν ἐστι πυκνά, ἃ δὲ ἀραιά, καὶ τὰ μὲν ἀμετάβολα, τὰ μίαν ἔχοντα μέσην, τὰ δὲ μεταβαλλόμενα, τὰ πλείους ἔχοντα μέσας. καὶ τὰ μὲν διὰ τῶν ἑξῆς φθόγγων, τὰ δὲ δι' ὑπερβατῶν μελῳδεῖται. σχήματα δ' αὐτῶν ποικίλα ἀπὸ τῆς τῶν διαστημάτων ἡγεμονίας ἢ ποιᾶς τάξεως θεωρούμενα· ἢ γὰρ α ἐστὶν ἡμιτόνιον ἢ β ἢ γ ἢ ὁποστονοῦν. τετράχορδα μὲν οὖν ἐν ἑκάστῳ τόνῳ τυγχάνει κατὰ διαίρεσιν θεωρούμενα πέντε, ὑπάτων μέσων συνημμένων διεζευγμένων ὑπερβολαίων, πεντάχορδα δὲ σύμφωνα τρία, μέσων συνημμένων διεζευγμένων, ὀκτάχορδα δὲ δύο, συνημμένων τε καὶ διεζευγμένων. εἴδη δὲ αὐτῶν πλείονα, καθ' ἑκάστου φθόγγου παραύξησιν λαμβανόμενα. παρὰ μέντοι τοῖς παλαιοῖς τὸ μὲν διὰ τεσσάρων ἐκαλεῖτο συλλαβή, τὸ δὲ διὰ πέντε δι' ὀξειῶν, τὸ δὲ διὰ πασῶν ἁρμονία, ὃ καὶ ποικίλων κατ' εἶδος ὀνομασιῶν τετυχήκει· τὸ μὲν γὰρ ἀπὸ ὑπάτης ὑπάτων ἐκαλεῖτο μιξολύδιον, τὸ δὲ ἀπὸ παρυπάτης λύδιον, τὸ δ' ἀπὸ διατόνου φρύγιον, τὸ δ' ἀπὸ μέσων ὑπάτης δώριον, τὸ δ' ἀπὸ παρυπάτης ὑπολύδιον, τὸ δ' ἀπὸ διατόνου ὑποφρύγιον, τὸ δ' ἀπὸ μέσης ὑποδώριον. ἐκ δὴ τούτου φανερὸν ὡς καὶ ταὐτὸν ὑποθεμένοις σημεῖον πρῶτον, ἄλλοτε ἄλλῃ δυνάμει φθόγγου κατονομαζόμενον, ἐκ τῆς τῶν ἐφεξῆς φθόγγων ἀκολουθίας τὴν τῆς ἁρμονίας ποιότητα φανερὰν γενέσθαι συμβαίνει. περὶ μὲν οὖν συστημάτων, ἃ καὶ ἀρχὰς οἱ παλαιοὶ τῶν ἠθῶν ἐκάλουν, ἀρκείτω ταῦτα.

[9]    Γένος δέ ἐστι ποιὰ τετραχόρδου διαίρεσις. γένη δὲ μελῳδίας γ· ἁρμονία χρῶμα διάτονον, ἐκ τῆς τῶν διαστημάτων ἐγγύτητος ἢ μακρότητος λαμβάνοντα τὰς διαφοράς. ἁρμονία μὲν οὖν καλεῖται τὸ τοῖς μικροτάτοις πλεονάσαν διαστήμασιν ἀπὸ τοῦ συνηρμόσθαι, διάτονον δὲ τὸ τοῖς τόνοις πλεονάζον, ἐπειδὴ σφοδρότερον ἡ φωνὴ κατ' αὐτὸ διατείνεται, χρῶμα δὲ τὸ δι' ἡμιτονίων συντεινόμενον. ὡς γὰρ τὸ μεταξὺ λευκοῦ καὶ μέλανος χρῶμα καλεῖται, οὕτω καὶ τὸ διὰ μέσων ἀμφοῖν θεωρούμενον χρῶμα προσείρηται. τούτων δὲ ἕκαστον μελῳδεῖται, τὸ μὲν ἐναρμόνιον κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον ἀσύνθετον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὸ βαρὺ ἐναντίως, τὸ δὲ χρῶμα ἐπὶ μὲν τὸ ὀξὺ κατὰ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ τριημιτόνιον, ἐναντίως δὲ ἐπὶ τὸ βαρύ, τὸ δὲ διάτονον καθ' ἡμιτόνιον καὶ τόνον καὶ τόνον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὴν βαρύτητα ἐναντίως. τούτων δὲ φυσικώτερον μέν ἐστι τὸ διάτονον (πᾶσι γὰρ καὶ τοῖς ἀπαιδεύτοις παντάπασι μελῳδητόν ἐστι), τεχνικώτερον δὲ τὸ χρῶμα (παρὰ γὰρ μόνοις μελῳδεῖται τοῖς πεπαιδευμένοις), ἀκριβέστερον δὲ τὸ ἐναρμόνιον· παρὰ γὰρ τοῖς ἐπιφανεστάτοις ἐν μουσικῇ τετύχηκε παραδοχῆς, τοῖς δὲ πολλοῖς ἐστιν ἀδύνατον· ὅθεν ἀπέγνωσάν τινες τὴν κατὰ δίεσιν μελῳδίαν, διὰ τὴν αὑτῶν ἀσθένειαν καὶ παντελῶς ἀμελῴδητον εἶναι τὸ διάστημα ὑπολαβόντες. τούτων δὲ τῶν γενῶν ἕκαστον μελῳδοῦμεν ἔν τε ἀγωγῇ καὶ πλοκῇ. καὶ ἀγωγὴ μέν ἐστιν, ὅτε διὰ τῶν ἑξῆς φθόγγων ποιούμεθα τὴν μελῳδίαν, πλοκὴ δέ, ὅτε διὰ τῶν καθ' ὑπέρβασιν λαμβανομένων. ἔτι τῆς μελῳδίας ἡ μὲν εὐθεῖα καλεῖται, ἡ δὲ ἀνακάμπτουσα, ἡ δὲ περιφερής, εὐθεῖα μὲν ἡ ἀπὸ βαρύτητος εἰς ὀξύτητα, ἀνακάμπτουσα δὲ ἡ ἐναντία, περιφερὴς δὲ ἡ ἐμμετάβολος, οἷον εἴ τις κατὰ συναφὴν τετράχορδον ἐπιτείνας ταὐτὸν ἀνείη κατὰ διάζευξιν. πάλιν τῶν γενικῶν συστημάτων ἃ μὲν εἰς εἰδικὰ διαιρεῖται, ἃ δὲ οὔ. τὸ μὲν οὖν ἐναρμόνιον ἅτε δὴ ἐξ ἐλαχίστων διέσεων συγκείμενον ἀδιαίρετόν ἐστι· τὸ δὲ χρῶμα διαιρεθήσεται εἰς διαστήματα ὅσα ἂν ῥητὰ μεταξὺ τοῦ τε ἡμιτονίου καὶ τῆς ἐναρμονίου διέσεως εὑρίσκηται, καὶ τὸ διάτονον δηλαδὴ εἰς τοσαῦτα ὅσα ἂν μεταξὺ τοῦ τε ἡμιτονίου καὶ τόνου ῥητὰ διαστήματα θεωρῆται. γίνεται τοίνυν τοῦ μὲν χρώματος εἴδη γ, τοῦ δὲ διατόνου β, ὡς εἶναι τὰ πάντα τῷ ἐναρμονίῳ προστιθέμενα μελῳδιῶν εἴδη ἕξ. τὸ μὲν οὖν πρῶτον [τὸ ἐναρμόνιον] χαρακτηρίζεται ἐκ τῶν τεταρτημοριαίων διέσεων τοῦ τόνου καὶ καλεῖται ἐναρμόνιον, τὸ δὲ δεύτερον τριτημοριαίᾳ διέσει καὶ καλεῖται μαλακὸν χρῶμα· τὸ δὲ τρίτον χαρακτηρίζεται μὲν ἐκ διέσεων ἡμιολίων τῆς ἐναρμονίου διέσεως, καλεῖται δὲ ἡμιολίου χρώματος· τὸ δὲ τέταρτον ἴδιον μὲν ἔχει τὴν ἐκ δυεῖν ἡμιτονίων ἀσυνθέτων ‹τόνου› σύστασιν, καλεῖται δὲ τονιαίου χρώματος· τὸ δὲ πέμπτον σύγκειται μὲν ἐξ ἡμιτονίου καὶ γ διέσεων καὶ λοιπῶν ε, καλεῖται δὲ μαλακοῦ διατόνου· τὸ δὲ ἕκτον ἔχει μὲν ἡμιτόνιον καὶ τόνον καὶ τόνον, λέγεται δὲ συντόνου διατόνου. ἵνα δὲ δῆλον ᾖ τὸ λεγόμενον, ἐπ' ἀριθμῶν ποιησόμεθα τὴν διαίρεσιν, ὑποθέμενοι τὸ τετράχορδον μονάδων ξ. ἐναρμονίου διαίρεσις Ϛ Ϛ μη [ἐναρμόνιον, κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον]. ‹μαλακοῦ› χρώματος διαίρεσις η η μδ [μαλακοῦ χρώματος, κατὰ δίεσιν καὶ δίεσιν καὶ τριημιτόνιον καὶ δίεσιν]. ἡμιολίου χρώματος θ θ μβ [κατὰ δίεσιν καὶ δίεσιν ἡμιόλιον καὶ τριημιτόνιον καὶ δίεσιν]· τονιαίου χρώματος ιβ ιβ λϚ· μαλακοῦ διατόνου ιβ ιη λ· συντόνου διατόνου ιβ κδ κδ [ἢ κδ κδ ιβ ἄλλως η κδ κη]. γίνονται δὲ καὶ ἄλλαι τετραχορδικαὶ διαιρέσεις, αἷς καὶ οἱ πάνυ παλαιότατοι πρὸς τὰς ἁρμονίας κέχρηνται. ἐνίοτε μὲν οὖν αὗται τέλειον ὀκτάχορδον ἐπλήρουν, ἔσθ' ὅπη δὲ καὶ μεῖζον ἑξατόνου σύστημα, πολλάκις δὲ καὶ ἔλαττον· οὐδὲ γὰρ πάντας παρελάμβανον ἀεὶ τοὺς φθόγγους· τὴν δὲ αἰτίαν ὕστερον λέξομεν. τὸ μὲν οὖν λύδιον σύστημα συνετίθεσαν ἐκ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ διέσεως (καὶ τοῦτο μὲν ἦν τέλειον σύστημα), τὸ δὲ δώριον ἐκ τόνου καὶ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ διτόνου (ἦν δὲ τοῦτο τόνῳ τοῦ διὰ πασῶν ὑπερέχον), τὸ δὲ φρύγιον ἐκ τόνου καὶ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ τόνου (ἦν δὲ καὶ τοῦτο τέλειον διὰ πασῶν)· τὸ δὲ ἰάστιον συνετίθεσαν ἐκ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ τριημιτονίου καὶ τόνου (ἦν δὲ τοῦτο τοῦ διὰ πασῶν ἐλλεῖπον τόνῳ), τὸ δὲ μιξολύδιον ἐκ δύο διέσεων κατὰ τὸ ἑξῆς κειμένων καὶ τόνου καὶ τόνου καὶ διέσεως ‹καὶ διέσεως› καὶ τριῶν τόνων (ἦν δὲ καὶ τοῦτο τέλειον σύστημα)· τὸ δὲ λεγόμενον σύντονον λύδιον ἦν δίεσις καὶ δίεσις καὶ δίτονον καὶ τριημιτόνιον. δίεσιν δὲ νῦν ἐπὶ πάντων ἀκουστέον τὴν ἐναρμόνιον. σαφηνείας δὲ ἕνεκεν καὶ διάγραμμα τῶν συστημάτων ὑπογεγράφθω. τούτων δὴ καὶ ὁ θεῖος Πλάτων ἐν τῇ Πολιτείᾳ μνημονεύει λέγων θρηνώδεις μὲν εἶναι τήν τε μιξολυδιστὶ καὶ τὴν συντονολυδιστί, συμποτικὰς δὲ καὶ λίαν ἀνειμένας τήν τε ἰαστὶ καὶ λυδιστί. καὶ μετὰ ταῦτα ἐπιφέρει λέγων [Resp. 399 a]· κινδυνεύει σοι δωριστὶ λελεῖφθαι καὶ φρυγιστί. τοιαύτας γὰρ ἐποιοῦντο τῶν ἁρμονιῶν τὰς ἐκθέσεις πρὸς τὰ προκείμενα τῶν ἠθῶν τὰς τῶν φθόγγων ποιότητας ἁρμοττόμενοι. περὶ μὲν οὖν τούτων ὕστερον ἀκριβῶς ἐροῦμεν.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

α λυδιστί β δωριστί

Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ‹› Ϡ Ϡ [Ϡ] ‹Ϡ› Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ

γ φρυγιστί δ ἰαστί

Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ‹› Ϡ Ϡ Ϡ ‹› Ϡ [Ϡ] ‹Ϡ› Ϡ Ϡ Ϡ

ε μιξολυδιστί Ϛ συντονολυδιστί

Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ

[10]    Τανῦν δὲ περὶ τόνων λέγωμεν. τόνον δὴ κατὰ μουσικὴν καλοῦμεν τριχῶς· ἢ γὰρ ὅπερ τὴν τάσιν, ἢ μέγεθος ποιὸν φωνῆς, οἷον ᾧ τὸ διὰ ε τοῦ διὰ δ ὑπερέχει, ἢ τρόπον συστηματικόν, οἷον λύδιον ἢ φρύγιον· περὶ οὗ νῦν πρόκειται λέγειν. τόνοι δὲ εἰσὶ κατὰ μὲν Ἀριστόξενον τρεισκαίδεκα, ὧν οἱ προσλαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν, κατὰ δὲ τοὺς νεωτέρους πεντεκαίδεκα, ὧν οἱ μὲν προσλαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν καὶ τόνῳ τοῦ κατὰ διάζευξιν ἐφαπτόμενοι. ὀνομάζει δ' αὐτοὺς οὕτως Ἀριστόξενος· ὑποδώριος· ὑποφρύγιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ὑποιάστιος καλεῖται, ὁ δὲ ὀξύς· ὑπολύδιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ὑποαιόλιος, ὁ δὲ ὀξύς· δώριος εἷς· φρύγιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ἰάστιος, ὁ δὲ ὀξύς· λύδιοι δύο, ὁ μὲν βαρύς, ὃς νῦν αἰόλιος, ὁ δὲ ὀξύς. μιξολύδιοι δύο, ὁ μὲν βαρύς, ὃς νῦν ὑπερδώριος, ὁ δὲ ὀξύς, ὃς νῦν ὑπεριάστιος· ὑπερμιξολύδιος εἷς, ὃς καὶ ὑπερφρύγιος. τούτοις ὑπὸ τῶν νεωτέρων προστέθεινται ὅ τε ὑπεραιόλιος καὶ ὁ ὑπερλύδιος, ὅπως γ' ἂν ἕκαστος βαρύτητά τε ἔχοι καὶ μεσότητα καὶ ὀξύτητα. ἕκαστος δ' ἂν αὐτῶν ἡμιτονίῳ μὲν ὑπερέξει τοῦ προτέρου ἀπὸ τοῦ βαρυτάτου βουλομένων ἄρχεσθαι, ἡμιτονίῳ δὲ ἐλάττων ἔσται, εἴ γε τὴν ἀρχὴν ἀπὸ τοῦ ὀξυτάτου ποιησόμεθα. περιέχονται μὲν οὖν αὐτῶν, ὡς ἔφην, οἱ προσλαμβανόμενοι τῷ διὰ πασῶν καὶ τόνῳ. λαμβάνοιντο δ' ἂν διὰ τοῦτο καὶ διὰ συμφωνιῶν· ἀρξάμενος γὰρ ἀπὸ τοῦ βαρυτάτου καὶ βουλόμενος ἐπιτείνειν καὶ πάλιν ἀνιέναι κατὰ ποικίλα διαστήματα πάντως ἑνός τινος αὐτῶν ἐφάψομαι προσλαμβανομένου. τούτων δὲ οἱ μὲν μελῳδοῦνται διόλου, οἱ δὲ οὐχί. ὁ μὲν οὖν δώριος σύμπας μελῳδεῖται διὰ τὸ μέχρι τῶν ιβ τόνων τὴν φωνὴν ἡμῖν ὑπηρετεῖσθαι καὶ διὰ τὸ μέσον αὐτοῦ τὸν προσλαμβανόμενον τοῦ διὰ πασῶν εἶναι ὑποδωρίου· τῶν δὲ λοιπῶν οἱ μὲν βαρύτεροι τοῦ δωρίου μέχρι τοῦ συμφωνοῦντος φθόγγου τῇ νήτῃ τῶν ὑπερβολαίων. οὕτως οὖν καὶ τὰς ᾠδὰς ἢ τὰ κῶλα τοῖς τρόποις συστησόμεθα, εἰ τὸν κοιλότατον τῶν φθόγγων τοῦ συστήματος ἑνὶ τῶν προσλαμβανομένων ὑποβάλλοιμεν καὶ τὰ ἀπὸ τούτου μελῳδοίημεν ἐπὶ τὸ βάρος. εἰ μὲν γὰρ μὴ δυνηθείημεν ἀνιέναι περαιτέρω, δώριος ἔσται διὰ τὸ τὸν πρῶτον ἀκουστὸν φθόγγον δωρίου προσλαμβανομένῳ ὡρίσθαι· εἰ δὲ ἐξακούοιτο, θεωρῆσαι πειρασόμεθα πόσῳ τοῦ δωρίου προσλαμβανομένου, τουτέστι τοῦ τῇ φύσει βαρυτάτου, τὴν ὑπεροχὴν ἔχει, κἀκεῖνος ἡμῖν ὁ τρόπος ὁρισθήσεται ὃς ὑπερέχει τοῦ δωρίου προσλαμβανομένου τοσούτῳ ὅσῳ καὶ τοῦ μέλους ὁ κοιλότατος φθόγγος τοῦ τῇ φύσει κοιλοτάτου μείζων ἐθεωρήθη. εἰ δ' ὁ βαρύτατος τῆς ᾠδῆς φθόγγος ὑπερεκπίπτει τοῦ δωρίου [τὸ] διὰ πασῶν ὀξὺς ὑπάρχων, ληψόμεθα μὲν αὐτοῦ τὸ διὰ πασῶν ἐπὶ τὸ βάρος, τῇ δὲ προειρημένῃ χρησάμενοι μεθόδῳ τὴν ἁρμονίαν αὐτὴν οὐ δυσχερῶς ἐκληψόμεθα.

[11]    Μεταβολὴ δέ ἐστιν ἀλλοίωσις τοῦ ὑποκειμένου συστήματος καὶ τοῦ τῆς φωνῆς χαρακτῆρος· εἰ γὰρ ἑκάστῳ συστήματι καὶ ποιός τις ἐπακολουθεῖ τῆς φωνῆς τύπος, δῆλον ὡς ἅμα ταῖς ἁρμονίαις καὶ τὸ τοῦ μέλους εἶδος ἀλλοιωθήσεται. μεταβολαὶ δὲ ἐν τοῖς τόνοις γίνονται ποικίλαι καθ' ἕκαστον τῶν διαστημάτων τῶν τε συνθέτων καὶ ἀσυνθέτων, ἀλλ' αἱ μὲν ἐκ συμφώνων λαμβανόμεναι διαστημάτων χαριέστεραι, αἱ δὲ λοιπαὶ τούτων οὐ πάνυ· ὧν καὶ τὰ σχήματα καὶ τὰς πλοκὰς δυνατὸν θεωρεῖν κατὰ τόνον ἢ ἡμιτόνιον ἀπὸ φθόγγου μεταβάλλοντα καὶ ὅλως κατὰ πᾶν ἤτοι περισσὸν ἢ ἄρτιον διάστημα καὶ ἢ ἀνιέντα ἢ ἐπιτείνοντα. γίνονται δ' αὐτῶν καὶ κατὰ τετράχορδα κοινωνίαι· οἱ μὲν γὰρ ἡμιτονίῳ ἀλλήλων ὑπερέχουσιν, οἱ δὲ τόνῳ, οἱ δὲ τοῖς τούτων μείζοσι διαστήμασιν, ὥστε συμβαίνειν τὰς τοῦ κοιλοτέρου μέσας ὑπάτας γίνεσθαι τοῦ ὀξυτέρου ἢ ἀνάπαλιν, καὶ κατὰ τὸ ἑξῆς ὁμοίως.

   Εἰσὶ δὲ τῷ γένει τόνοι γ· δώριος φρύγιος λύδιος. τούτων ὁ μὲν δώριος πρὸς τὰ βαρύτερα τῆς φωνῆς ἐνεργήματα χρήσιμος, ὁ δὲ λύδιος πρὸς τὰ ὀξύτερα, ὁ δὲ φρύγιος πρὸς τὰ μέσα. οἱ δὲ λοιποὶ μᾶλλον ἐν ταῖς ὀργανικαῖς θεωροῦνται συνθέσεσιν· ἐκεῖνα γὰρ ἐν μηκίστοις ἐξείργασται συστήμασιν. τῶν δὲ τόνων πάντων ἐκ τῆς τῶν κδ γραμμάτων τάξεως ἀνάπαλιν συγκειμένων τοῦ μὲν βαρυτάτου πάντων ὑποδωρίου τόνον ἐπὶ τὸ βάρος ἀνέντες τὸ λαμβάνομεν ἀρχὴν τῶν σημείων, ἔπειτα τὸ μετὰ τοῦτο, ἐν μὲν ἁρμονίᾳ διέσεως ἐπέχον λόγον, ἐν δὲ χρώματι καὶ διατόνῳ ἡμιτονίου, εἶτα τὸ μετὰ τοῦτο· εἶτα τὸ τέταρτον τόνον ἐπέχειν ὁριζόμεθα· καὶ τοῦτο ἀρχὴν τοῦ κοιλοτάτου τῶν τρόπων ποιησάμενοι, πάλιν ἡμιτόνιον ἐπιτείναντες τοῦ μετ' αὐτὸν τάττομεν τὸν προσλαμβανόμενον, καὶ τοὺς ἑξῆς ταῖς αὐταῖς ὑπεροχαῖς συντιθέντες τὸν τῶν ιε τρόπων πληροῦμεν ἀριθμόν. ὑπόκειται δὲ ἡ καθ' ἡμιτόνιον τῶν στοιχείων ἔκθεσις καὶ ἡ κατὰ τόνον καὶ λοιπὸν οἱ ἐκ τούτων τρόποι· διπλῆ δὲ ἡ ἔκθεσις τῶν σημείων γέγονεν ἡμῖν, ‹ἵν'› ἐκ τῆς τῶν κάτω γραφομένων ὁμοιότητος τὴν τῶν ἄνω θεωρῶμεν ἀκολουθίαν, καὶ ὅπως τοῖς μὲν κάτω τὰ κῶλα καὶ τὰ ἐν ταῖς ᾠδαῖς μεσαυλικὰ ἢ ψιλὰ κρούματα, τοῖς δὲ ἄνω τὰς ᾠδὰς χαρακτηρίζωμεν, καὶ ὅπως τὰ κατὰ μουσικὴν ἀπόρρητα συγκρύπτωμεν εὐκόλως, ἀντὶ τῶν ἐν χρήσει γραμμάτων ‹τὰ› κατὰ τὴν τονικὴν ἔκθεσιν ὑπογεγραμμένα κατατάττοντες. πτέρυγι δὲ τὸ διάγραμμα τῶν τρόπων γίνεται παραπλήσιον, τὰς ὑπεροχὰς ἃς ἔχουσιν οἱ τόνοι πρὸς ἀλλήλους ἀναδιδάσκον· ἐκτέθεινται δὲ οὗτοι κατὰ τὰ γ γένη καὶ τὰς συμφωνίας περιέχοντες· συμφωνία δέ ἐστιν ὅταν δύο στοιχείων κατὰ τὸ ἐναρμόνιον δύο διαστήματα περιεχόντων θάτερον τούτων ἐν ἄλλῳ γένει μόνον τὰ δύο συναφθέντα σημαίνῃ.

SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA

ἔκθεσις τῶν κατὰ τόνον

Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ΄ ΄ ΄ Ϡ΄ Ϡ΄ Ϡ Ϡ Ϡ Ϡ Ϡ ΄ ΄ ΄ Ϡ΄ Ϡ΄ [] Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ [΄] ‹ Ϡ΄ Ϡ΄ Ϡ΄ ΄› [] Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ [ [΄] ‹ Ϡ΄ Ϡ΄ Ϡ΄ ΄› [ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ‹Ϡ›› Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ]

[τῶν δεκαπέντε τρόπων αἱ μεταπτώσεις καὶ τίς πρὸς τίνα διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν]

[ταῦτα διαγράμματά ἐστι τῶν στοιχείων· ἐπεὶ καὶ τῶν γενῶν ἕτερά ἐστι καὶ τῶν τρόπων ὁμοίως· καὶ ἐξ ἔκθεσις τῶν κατὰ ἡμιτόνιον

Ϡ Ϡ Ϡ ‹Ϡ› Ϡ Ϡ Ϡ Ϡ [ ] ‹› Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ‹Ϡ Ϡ ] ‹› Ϡ ‹› Ϡ Ϡ Ϡ ‹Ϡ› ‹› ‹Ϡ› Ϡ ‹Ϡ› ‹ Ϡ› ‹ Ϡ › Ϡ Ϡ Ϡ Ϡ ΄ Ϡ΄ ΄ Ϡ΄ ΄ Ϡ΄ Ϡ΄ ΄ Ϡ΄ Ϡ Ϡ Ϡ Ϡ ΄ Ϡ΄ ΄ Ϡ΄ ΄ Ϡ΄ Ϡ΄ ΄ Ϡ΄ Ϡ Ϡ ΄ Ϡ΄ Ϡ΄ Ϡ΄ ΄ Ϡ ΄ ΄ Ϡ΄ Ϡ΄ ΄ ‹Ϡ΄› ΄ ‹΄› ΄

[πάντα τὰ γράμματα δι' ὧν ἡ πᾶσα μελῳδία γράφεται τῆς λέξεως καὶ τῆς κρούσεως· τουτέστι τῶν ιε τρόπων αὕτη τῆς τριγενείας γάρ ἐστι κανόνιον]

[Πυθαγόρου τῶν στοιχείων ὅλων ἐκθέσεις τῶν ιε τρόπων κατὰ τὰ τρία γένη· πόσοις γὰρ σχήμασι σημαίνεται ἕκαστον ἐκ τούτου δῆλον]

[ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ Ϡ ‹ › Ϡ Ϡ Ϡ ‹ Ϡ ]

   Ῥητέον λοιπὸν περὶ ἐκλύσεως σπονδειασμοῦ τε καὶ ἐκβολῆς· καὶ γὰρ τούτων τῶν διαστημάτων ἡ χρεία πρὸς τὰς διαφορὰς τῶν ἁρμονιῶν παρείληπτο τοῖς παλαιοῖς. ἔκλυσις μὲν οὖν ἐκαλεῖτο τριῶν διέσεων ἀσυνθέτων ἄνεσις, σπονδειασμὸς δὲ ἡ ταὐτοῦ διαστήματος ἐπίτασις, ἐκβολὴ δὲ ε διέσεων ἐπίτασις· ταῦτα δὲ καὶ πάθη τῶν διαστημάτων διὰ τὸ σπάνιον τῆς χρήσεως προσηγορεύετο.

[12]    Μέλος δέ ἐστι τέλειον μὲν τὸ ἔκ τε ἁρμονίας καὶ ῥυθμοῦ καὶ λέξεως συνεστηκός, ἰδιαίτερον δέ, ὡς ἐν ἁρμονικῇ, πλοκὴ φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι. μελοποιία δὲ δύναμις κατασκευαστικὴ μέλους· ταύτης δὲ ἡ μὲν ὑπατοειδής ἐστιν, ἡ δὲ μεσοειδής, ἡ δὲ νητοειδὴς κατὰ τὰς προειρημένας ἡμῖν περὶ φωνῆς ἰδιότητας· μέρη δὲ αὐτῆς λῆψις μίξις χρῆσις· λῆψις μέν, δι' ἧς εὑρίσκειν τῷ μουσικῷ περιγίνεται ἀπὸ ποίου τόπου τῆς φωνῆς τὸ σύστημα ποιητέον, πότερον ὑπατοειδοῦς ἢ τῶν λοιπῶν τινος· μίξις δέ, δι' ἧς ἤτοι τοὺς φθόγγους ἀλλήλοις ἢ τοὺς τόπους τῆς φωνῆς ἁρμόζομεν ἢ γένη μελῳδίας ἢ τρόπων συστήματα· χρῆσις δὲ ἡ ποιὰ τῆς μελῳδίας ἀπεργασία. ταύτης δὲ πάλιν εἴδη γ, ἀγωγή πεττεία πλοκή. ἀγωγῆς μὲν οὖν εἴδη γ, εὐθεῖα ἀνακάμπτουσα περιφερής· εὐθεῖα μὲν οὖν ἐστιν ἡ διὰ τῶν ἑξῆς φθόγγων τὴν ἐπίτασιν ποιουμένη, ἀνακάμπτουσα δὲ ἡ διὰ τῶν ἑπομένων ἀποτελοῦσα τὴν βαρύτητα, περιφερὴς δὲ ἡ κατὰ συνημμένων μὲν ἐπιτείνουσα, κατὰ διεζευγμένων δ' ἀνιεῖσα, ἢ ἐναντίως· αὕτη δὲ κἀν ταῖς μεταβολαῖς θεωρεῖται. πλοκὴ δέ ἐστιν ἡ διὰ τῶν ὑπερβατῶν διαστημάτων ἢ φθόγγων δύο ἢ καὶ πλειόνων ἕνα προϊεμένη τόνον, ἤτοι τὰ βαρέα τούτων ἢ τὰ ὀξύτερα προτάττουσα καὶ τὸ μέλος ἀπεργαζομένη. πεττεία δέ, ᾗ γινώσκομεν τίνας μὲν τῶν φθόγγων ἀφετέον, τίνας δὲ παραληπτέον καὶ ὁσάκις ἕκαστον αὐτῶν, ἀπὸ τίνος τε ἀρκτέον καὶ εἰς ὃν καταληκτέον· αὕτη δὲ καὶ τοῦ ἤθους γίνεται παραστατική. διαφέρει δὲ μελοποιία μελῳδίας· ἡ μὲν γὰρ ἀπαγγελία μέλους ἐστίν, ἡ δὲ ἕξις ποιητική. τρόποι δὲ μελοποιίας γένει μὲν γ· διθυραμβικὸς νομικὸς τραγικός. ὁ μὲν οὖν νομικὸς τρόπος ἐστὶ νητοειδής, ὁ δὲ διθυραμβικὸς μεσοειδής, ὁ δὲ τραγικὸς ὑπατοειδής· εἴδει δὲ εὑρίσκονται πλείους, οὓς δυνατὸν δι' ὁμοιότητα τοῖς γενικοῖς ὑποβάλλειν· ἐρωτικοί τε γὰρ καλοῦνταί τινες, ὧν ἴδιοι ἐπιθαλάμιοι, καὶ κωμικοὶ καὶ ἐγκωμιαστικοί. τρόποι δὲ λέγονται διὰ τὸ συνεμφαίνειν πως τὸ ἦθος κατὰ τὰ μέλη τῆς διανοίας. διαφέρουσι δ' ἀλλήλων αἱ μελοποιίαι· γένει, ὡς ἐναρμόνιος χρωματικὴ διάτονος· συστήματι, ὡς ὑπατοειδὴς μεσοειδὴς νητοειδής· τόνῳ, ὡς δώριος φρύγιος· τρόπῳ νομικῷ διθυραμβικῷ· ἤθει, ὥς φαμεν τὴν μὲν συσταλτικήν, δι' ἧς πάθη λυπηρὰ κινοῦμεν, τὴν δὲ διαστατικήν, δι' ἧς τὸν θυμὸν ἐξεγείρομεν, τὴν δὲ μέσην, δι' ἧς εἰς ἠρεμίαν τὴν ψυχὴν περιάγομεν. ἤθη δὲ ταῦτα ἐκαλεῖτο, ἐπειδήπερ τὰ τῆς ψυχῆς καταστήματα διὰ τούτων πρῶτον ἐθεωρεῖτό τε καὶ διωρθοῦτο. ἀλλ' οὐκ ἐκ μόνων· ἀλλὰ γὰρ ταῦτα μὲν ὡς μέρη συνεργεῖ πρὸς τὴν θεραπείαν τῶν παθῶν, τὸ δὲ τέλειον ἦν μέλος τὸ καὶ τὴν παιδείαν ἀνελλιπῆ προσάγον. ὡς γὰρ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων οὐ μία τις ὕλη πέφυκεν ἰᾶσθαι τὰ πεπονθότα τοῦ σώματος, ἡ δ' ἐκ πλειόνων σύμμικτος ἐντελῆ ποιεῖ τὴν ὄνησιν, οὕτω δὲ κἀνθάδε σμικρὸν μὲν ἡ μελῳδία πρὸς κατόρθωσιν, τὸ δ' ἐξ ἁπάντων τῶν μερῶν συμπληρωθὲν αὐταρκέστατον. ὁ μὲν οὖν ἁρμονικὸς τῆς μουσικῆς τρόπος ἀρκούντως ἂν ἡμῖν ἔχοι· μεταβῶμεν δὲ λοιπὸν ἐπὶ τὴν ῥυθμικὴν θεωρίαν.

[13]    Ῥυθμὸς τοίνυν καλεῖται τριχῶς· λέγεται γὰρ ἐπί τε τῶν ἀκινήτων σωμάτων (ὥς φαμεν εὔρυθμον ἀνδριάντα) κἀπὶ πάντων τῶν κινουμένων (οὕτως γάρ φαμεν εὐρύθμως τινὰ βαδίζειν) καὶ ἰδίως ἐπὶ φωνῆς· περὶ οὗ νῦν πρόκειται λέγειν.

   Ῥυθμὸς τοίνυν ἐστὶ σύστημα ἐκ χρόνων κατά τινα τάξιν συγκειμένων· καὶ τὰ τούτων πάθη καλοῦμεν ἄρσιν καὶ θέσιν, ψόφον καὶ ἠρεμίαν. καθόλου γὰρ τῶν φθόγγων διὰ τὴν ὁμοιότητα τῆς κινήσεως ἀνέμφατον τὴν μέλους ποιουμένων πλοκὴν καὶ ἐς πλάνην ἀγόντων τὴν διάνοιαν τὰ τοῦ ῥυθμοῦ μέρη τὴν δύναμιν τῆς μελῳδίας ἐναργῆ καθίστησι, παρὰ μέρος μέν, τεταγμένως δὲ κινοῦντα τὴν διάνοιαν. ἄρσις μὲν οὖν ἐστι φορὰ μέρους σώματος ἐπὶ τὸ ἄνω, θέσις δὲ ἐπὶ τὸ κάτω ταὐτοῦ μέρους. ῥυθμικὴ δέ ἐστιν ἐπιστήμη τῆς τῶν προειρημένων χρήσεως.

   Πᾶς μὲν οὖν ῥυθμὸς τρισὶ τούτοις αἰσθητηρίοις νοεῖται· ὄψει, ὡς ἐν ὀρχήσει· ἀκοῇ, ὡς ἐν μέλει· ἁφῇ, ὡς οἱ τῶν ἀρτηριῶν σφυγμοί· ὁ δὲ κατὰ μουσικὴν ὑπὸ δυεῖν, ὄψεώς τε καὶ ἀκοῆς. ῥυθμίζεται δὲ ἐν μουσικῇ κίνησις σώματος, μελῳδία, λέξις. τούτων δὲ ἕκαστον καὶ καθ' αὑτὸ θεωρεῖται καὶ μετὰ τῶν λοιπῶν, ἰδίᾳ τε ἑκατέρου καὶ ἀμφοῖν ἅμα. μέλος μὲν γὰρ νοεῖται καθ' αὑτὸ μὲν ‹ἐν› τοῖς διαγράμμασι καὶ ταῖς ἀτάκτοις μελῳδίαις, μετὰ δὲ ῥυθμοῦ μόνου, ὡς ἐπὶ τῶν κρουμάτων καὶ κώλων, μετὰ δὲ λέξεως μόνης ἐπὶ τῶν καλουμένων κεχυμένων ᾀσμάτων· ῥυθμὸς δὲ καθ' αὑτὸν μὲν ἐπὶ ψιλῆς ὀρχήσεως, μετὰ δὲ μέλους ἐν κώλοις, μετὰ δὲ λέξεως μόνης ἐπὶ τῶν ποιημάτων μετὰ πεπλασμένης ὑποκρίσεως, οἷον τῶν Σωτάδου καί τινων τοιούτων· λέξις δ' ὅπως μεθ' ἑκατέρου θεωρεῖται, προείπομεν. ταῦτα δὲ σύμπαντα μιγνύμενα τὴν ᾠδὴν ποιεῖ. διαιρεῖται δὲ ὁ ῥυθμὸς ἐν μὲν λέξει ταῖς συλλαβαῖς, ἐν δὲ μέλει τοῖς λόγοις τῶν ἄρσεων πρὸς τὰς θέσεις, ἐν δὲ κινήσει τοῖς τε σχήμασι καὶ τοῖς τούτων πέρασιν, ἃ δὴ καὶ σημεῖα καλεῖται.

   Μέρη δὲ ῥυθμικῆς πέντε· διαλαμβάνομεν γὰρ περὶ πρώτων χρόνων, περὶ γενῶν ποδικῶν, περὶ ἀγωγῆς ῥυθμικῆς, περὶ μεταβολῶν, περὶ ῥυθμοποιίας.

[14]    Πρῶτος μὲν οὖν ἐστι χρόνος ἄτομος καὶ ἐλάχιστος, ὃς καὶ σημεῖον καλεῖται. ἐλάχιστον δὲ καλῶ τὸν ὡς πρὸς ἡμᾶς, ὅς ἐστι πρῶτος καταληπτὸς αἰσθήσει. σημεῖον δὲ καλεῖται διὰ τὸ ἀμερὴς εἶναι, καθὸ καὶ οἱ γεωμέτραι τὸ παρὰ σφίσιν ἀμερὲς σημεῖον προσηγόρευσαν. οὗτος δὲ ὁ ἀμερὴς μονάδος οἱονεὶ χώραν ἔχει· θεωρεῖται γὰρ ἐν μὲν λέξει περὶ συλλαβήν, ἐν δὲ μέλει περὶ φθόγγον ἢ περὶ ἓν διάστημα, ἐν δὲ κινήσει σώματος περὶ ἓν σχῆμα. λέγεται δὲ οὗτος πρῶτος ὡς πρὸς τὴν ἑκάστου κίνησιν τῶν μελῳδούντων καὶ ὡς πρὸς τὴν τῶν λοιπῶν φθόγγων σύγκρισιν. πολλαχῶς γὰρ ‹ἂν› ἕνα αὐτῶν ἕκαστος ἡμῶν προενέγκαιτο πρὶν εἰς τὸ τῶν δυεῖν διαστημάτων ἐμπεσεῖν μέγεθος· ἐκ δὲ τοῦ τῶν ἑξῆς μεγέθους, ὡς ἔφην, ἀκριβέστερον συνορᾶται.

   Σύνθετος δέ ἐστι χρόνος ὁ διαιρεῖσθαι δυνάμενος. τούτων δὲ ὁ μὲν διπλασίων ἐστὶ τοῦ πρώτου, ὁ δὲ τριπλασίων, ὁ δὲ τετραπλασίων· μέχρι γὰρ τετράδος προῆλθεν ὁ ῥυθμικὸς χρόνος· καὶ γὰρ ἀναλογεῖ τῷ πλήθει τῶν τοῦ τόνου διέσεων καὶ πρὸς τὴν διαστηματικὴν φωνὴν ἐκ φύσεως ἔχει. τούτων δὴ τῶν χρόνων οἱ μὲν ἔρρυθμοι λέγονται, οἱ δὲ ἄρρυθμοι, οἱ δὲ ῥυθμοειδεῖς, ἔρρυθμοι μὲν οἱ ἔν τινι λόγῳ πρὸς ἀλλήλους σῴζοντες τάξιν, οἷον διπλασίονι ἡμιολίῳ τοῖς τοιούτοις (λόγος γάρ ἐστι δύο μεγεθῶν ὁμοίων ἡ πρὸς ἄλληλα σχέσις), ἄρρυθμοι δὲ οἱ παντελῶς ἄτακτοι καὶ ἀλόγως συνειρόμενοι, ῥυθμοειδεῖς δ' οἱ μεταξὺ τούτων καὶ πῇ μὲν ‹τῆς› τάξεως τῶν ἐρρύθμων, πῇ δὲ τῆς ταραχῆς τῶν ἀρρύθμων μετειληφότες. τούτων δὲ οἱ μὲν στρογγύλοι καλοῦνται οἱ μᾶλλον τοῦ δέοντος ἐπιτρέχοντες, οἱ δὲ περίπλεῳ οἱ πλέον ἢ δεῖ τὴν βραδυτῆτα διὰ συνθέτων φθόγγων ποιούμενοι. ἔτι τῶν χρόνων οἱ μὲν ἁπλοῖ, οἱ δὲ πολλαπλοῖ, οἳ καὶ ποδικοὶ καλοῦνται.

   Ποὺς μὲν οὖν ἐστι μέρος τοῦ παντὸς ῥυθμοῦ δι' οὗ τὸν ὅλον καταλαμβάνομεν· τούτου δὲ μέρη δύο, ἄρσις καὶ θέσις. διαφοραὶ δὲ ποδῶν ἑπτά· κατὰ μέγεθος, ὡς οἱ τρίσημοι τῶν δισήμων διενηνόχασι· κατὰ γένος, ὡς ἡμιολίου καὶ διπλασίονος· συνθέσει, ᾗ τοὺς μὲν ἁπλοῦς εἶναι συμβέβηκεν, ὡς τοὺς δισήμους, τοὺς δὲ συνθέτους, ὡς τοὺς δωδεκασήμους (ἁπλοῖ μὲν γάρ εἰσιν οἱ εἰς χρόνους διαιρούμενοι, σύνθετοι δὲ οἱ καὶ εἰς πόδας ἀναλυόμενοι)· τετάρτη ἡ τῶν ῥητῶν, ὧν μέλλομεν λόγον εἰπεῖν τῆς ἄρσεως πρὸς τὴν θέσιν, καὶ ἀλόγων, ὧν οὐκ ἔχομεν διόλου τὸν λόγον τὸν αὐτὸν τῶν χρονικῶν μερῶν εἰπεῖν πρὸς ἄλληλα· πέμπτη δέ ἐστιν ἡ κατὰ διαίρεσιν ποιάν, ὅτε ποικίλως διαιρουμένων τῶν συνθέτων ποικίλους τοὺς ἁπλοῦς γίνεσθαι συμβαίνει· ἕκτη ἡ κατὰ τὸ σχῆμα τὸ ἐκ τῆς διαιρέσεως ἀποτελούμενον· ἑβδόμη ἡ κατὰ ἀντίθεσιν, ὅταν δύο ποδῶν λαμβανομένων ὁ μὲν ἔχῃ τὸν μείζονα χρόνον καθηγούμενον, ἑπόμενον δὲ τὸν ἐλάττονα, ὁ δὲ ἐναντίως.

   Γένη τοίνυν ἐστὶ ῥυθμικὰ τρία, τὸ ἴσον, τὸ ἡμιόλιον, τὸ διπλάσιον (προστιθέασι δέ τινες καὶ τὸ ἐπίτριτον), ἀπὸ τοῦ μεγέθους τῶν χρόνων συνιστάμενα· ὁ μὲν γὰρ εἷς ἑαυτῷ συγκρινόμενος τὸν τῆς ἰσότητος γεννᾷ λόγον, ὁ δὲ β πρὸς τὸν ἕνα τὸν διπλασίω, ὁ δὲ γ πρὸς τὸν β τὸν ἡμιόλιον, ὁ δὲ δ πρὸς τὸν γ τὸν ἐπίτριτον. τὸ μὲν οὖν ἴσον ἄρχεται μὲν ἀπὸ δισήμου, πληροῦται δὲ ἕως ἑκκαιδεκασήμου διὰ τὸ ἐξασθενεῖν ἡμᾶς τοὺς μείζους τοῦ τοιούτου γένους διαγινώσκειν ῥυθμούς· τὸ δὲ διπλάσιον ἄρχεται μὲν ἀπὸ τρισήμου, περαιοῦται δὲ ἕως ὀκτωκαιδεκασήμου· οὐκέτι γὰρ τῆς τοῦ τοιούτου ῥυθμοῦ φύσεως ἀντιλαμβανόμεθα· τὸ δὲ ἡμιόλιον ἄρχεται μὲν ἀπὸ πεντασήμου, πληροῦται δὲ ἕως πεντεκαιεικοσασήμου· μέχρι γὰρ τοσούτου τὸν τοιοῦτον ῥυθμὸν τὸ αἰσθητήριον καταλαμβάνει· τὸ δ' ἐπίτριτον ἄρχεται μὲν ἀπὸ ἑπτασήμου, γίνεται δὲ ἕως τεσσαρεσκαιδεκασήμου· σπάνιος δὲ ἡ χρῆσις αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα γένη ἅπερ ἄλογα καλεῖται, οὐχὶ τῷ μηδένα λόγον ἔχειν ἀλλὰ τῷ μηδενὶ τῶν προκειμένων λόγων οἰκείως ἔχειν, κατὰ ἀριθμοὺς δὲ μᾶλλον ἢ κατὰ εἴδη ῥυθμικὰ σῴζειν τὰς ἀναλογίας.

   Τῶν ῥυθμῶν τοίνυν οἱ μέν εἰσι σύνθετοι, οἱ δὲ ἀσύνθετοι, ‹οἱ δὲ μικτοί›, σύνθετοι μὲν οἱ ἐκ δύο γενῶν ἢ καὶ πλειόνων συνεστῶτες, ὡς οἱ δωδεκάσημοι, ἀσύνθετοι δὲ οἱ ἑνὶ γένει ποδικῷ χρώμενοι, ὡς οἱ τετράσημοι, μικτοὶ δὲ οἱ ποτὲ μὲν εἰς χρόνους, ποτὲ δὲ εἰς ῥυθμοὺς ἀναλυόμενοι, ὡς οἱ ἑξάσημοι. τῶν δὲ συνθέτων οἱ μέν εἰσι κατὰ συζυγίαν, οἱ δὲ κατὰ περίοδον. κατὰ συζυγίαν μὲν οὖν ἐστι δύο ποδῶν ἁπλῶν καὶ ἀνομοίων σύνθεσις, περίοδος δὲ πλειόνων.

[15]    Τῶν δὲ ποδικῶν γενῶν πρῶτόν ἐστι διὰ τὴν ἰσότητα τὸ δακτυλικόν, περὶ οὗ πρῶτον λέγωμεν. ἐν τῷ δακτυλικῷ γένει ἀσύνθετοι μέν εἰσι ῥυθμοὶ ἕξ· ἁπλοῦς προκελευματικὸς ἐκ βραχείας θέσεως καὶ βραχείας ἄρσεως, προκελευματικὸς διπλοῦς ἐκ δύο βραχειῶν ἐπὶ θέσιν καὶ δύο βραχειῶν ἐπ' ἄρσιν καὶ ἀνάπαλιν, ἀνάπαιστος ἀπὸ μείζονος ἐκ μακρᾶς θέσεως καὶ δύο βραχειῶν ἄρσεων, ἀνάπαιστος ἀπ' ἐλάσσονος ἐκ δύο βραχειῶν ἄρσεων καὶ μακρᾶς θέσεως, ‹ἁπλοῦς σπονδεῖος ἐκ μακρᾶς θέσεως› καὶ μακρᾶς ἄρσεως, σπονδεῖος μείζων, ὁ καὶ διπλοῦς, ἐκ τετρασήμου θέσεως καὶ τετρασήμου ἄρσεως· κατὰ δὲ συζυγίαν γίνονται ῥυθμοὶ δύο, ὧν ὁ μὲν ἀπὸ μείζονος ἰωνικός, ὁ δ' ἀπ' ἐλάσσονος καλεῖται, καὶ ὁ μὲν ἀπὸ μείζονος συνίσταται ἐξ ἁπλοῦ σπονδείου καὶ προκελευματικοῦ δισήμου, ὁ δὲ ἐναντίως.

   Δακτυλικὸς μὲν οὖν ἐκλήθη διὰ τὴν τῶν συλλαβῶν τάξιν ἀναλογοῦσαν τοῖς μέρεσι τοῦ δακτύλου, ἀνάπαιστος δὲ ἢ διὰ τὸ ἀνάπαλιν τετάχθαι ἢ τὸ τὴν φωνὴν διαθεῖν μὲν τὰς βραχείας, ἀναπαύεσθαι δὲ καταντῶσαν ἐπὶ τὴν μακράν, προκελευματικὸς δέ, ὁ καὶ πυρρίχιος, ἀπὸ τοῦ κἀν ταῖς πυρρίχαις κἀν τοῖς ἀγῶσιν αὐτοῖς χρῆσθαι, σπονδεῖος δὲ διὰ τὸ ἐπὶ ταῖς σπονδαῖς αὐτὸν ᾄδεσθαι, ἰωνικὸς δὲ διὰ τὸ τοῦ ῥυθμοῦ φορτικόν, ἐφ' ᾧ καὶ οἱ Ἴωνες ἐκωμῳδήθησαν. περὶ μὲν οὖν τοῦ δακτυλικοῦ ταῦτα.

[16]    Ἐν δὲ τῷ ἰαμβικῷ γένει ἁπλοῖ μὲν πίπτουσιν οἵδε ῥυθμοί· ἴαμβος ἐξ ἡμισείας ἄρσεως διπλασίου θέσεως, τροχαῖος ἐκ διπλασίου θέσεως καὶ βραχείας ἄρσεως, ὄρθιος ὁ ἐκ τετρασήμου ἄρσεως καὶ ὀκτασήμου θέσεως, τροχαῖος σημαντὸς ὁ ἐξ ὀκτασήμου θέσεως καὶ τετρασήμου ἄρσεως· σύνθετοι δὲ οἱ κατὰ συζυγίαν βακχεῖοι δύο, ὧν ὁ μὲν πρότερον ἔχει τὸν ἴαμβον, δεύτερον δὲ τὸν τροχαῖον, ὁ δὲ ἐναντίως· κατὰ δὲ περίοδον ιβ, τέσσαρες μὲν ἐξ ἑνὸς ἰάμβου καὶ τριῶν τροχαίων (τούτων ὁ μὲν πρῶτον τὸν ἴαμβον ἔχων καλεῖται τροχαῖος ἀπὸ ἰάμβου, ὁ δὲ δεύτερον τροχαῖος ἀπὸ βακχείου, ὁ δὲ τρίτον βακχεῖος ἀπὸ τροχαίου, ὁ δὲ τέταρτον ἴαμβος ἐπίτριτος), τέσσαρες δὲ ἕνα τροχαῖον, τοὺς δὲ λοιποὺς ἰάμβους ἔχοντες (ὁ μὲν οὖν πρῶτον ἔχων τροχαῖον, τοὺς δὲ λοιποὺς ἰάμβους καλεῖται ἴαμβος ἀπὸ τροχαίου, ὁ δὲ δεύτερον ἴαμβος ἀπὸ βακχείου ἢ μέσος βακχεῖος, ὁ δὲ τρίτον βακχεῖος ἀπὸ ἰάμβου, ὁ δὲ τέταρτον τροχαῖος ἐπίτριτος), τέσσαρες δὲ δύο τροχαίους, ἴσους δὲ ἰάμβους, ἤτοι κατὰ τὸ ἑξῆς κειμένους ἢ τοὺς μὲν περιέχοντας, τοὺς δὲ περιεχομένους (ὁ μὲν οὖν πρώτους τοὺς ἰάμβους ἔχων, ἑπομένους δὲ τοὺς τροχαίους λέγεται ἁπλοῦς βακχεῖος ἀπὸ ἰάμβου, ὁ δὲ τοὺς τροχαίους προηγουμένους ἔχων, ἑπομένους δὲ τοὺς ἰάμβους ἁπλοῦς βακχεῖος ἀπὸ τροχαίου, ὁ δὲ περιεχομένους τοὺς ἰάμβους μέσος ἴαμβος, ὁ δὲ τοὺς τροχαίους μέσος τροχαῖος).

   Ἴαμβος μὲν οὖν ἐκλήθη ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν, παρὰ τὸν ἰὸν εἰρημένος (πρὸς τοῦτο γὰρ ὁ ῥυθμὸς διὰ τὸ λογοειδὲς καὶ τὴν ἀνισότητα τῶν αὑτοῦ μερῶν πρόσφορος), τροχαῖος δὲ ἀπὸ τοῦ τὴν βάσιν ἐπίτροχον ποιεῖσθαι, ὁ δὲ ὄρθιος διὰ τὸ σεμνὸν τῆς ὑποκρίσεως καὶ βάσεως, σημαντὸς δὲ ὅτι βραδὺς ὢν τοῖς χρόνοις ἐπιτεχνηταῖς σημασίαις χρῆται παρακολουθήσεως ἕνεκεν διπλασιάζων τὰς θέσεις· βακχεῖος δὲ ἐκλήθη ἀπὸ τοῦ τοῖς βακχείοις ἁρμόζειν μέλεσιν. αἱ δ' εἰδικαὶ τούτων σχέσεις ἀπὸ τῶν ποδικῶν τάξεων τὴν ὀνομασίαν εἰλήφασιν.

   Ἐν δὲ τῷ παιωνικῷ γένει ἀσύνθετοι μὲν γίνονται πόδες δύο, παίων διάγυιος ἐκ μακρᾶς θέσεως καὶ βραχείας καὶ μακρᾶς ἄρσεως, παίων ἐπιβατὸς ἐκ μακρᾶς θέσεως καὶ μακρᾶς ἄρσεως καὶ δύο μακρῶν θέσεων καὶ μακρᾶς ἄρσεως. διάγυιος μὲν οὖν εἴρηται οἷον δίγυιος (δύο γὰρ χρῆται σημείοις), ἐπιβατὸς δέ, ἐπειδὴ τέτρασι χρώμενος μέρεσιν ἐκ δυεῖν ἄρσεων καὶ δυεῖν διαφόρων θέσεων γίνεται.

[17]    Μιγνυμένων δὴ τῶν γενῶν τούτων εἴδη ῥυθμῶν γίνεται πλείονα· δύο μὲν δοχμιακά, ὧν τὸ μὲν συντίθεται ἐξ ἰάμβου καὶ παίωνος διαγυίου, τὸ δὲ δεύτερον ἐξ ἰάμβου καὶ δακτύλου καὶ παίωνος· εὐφυέστεραι γὰρ αἱ μίξεις αὗται κατεφάνησαν (δόχμιοι δὲ ἐκαλοῦντο διὰ τὸ ποικίλον καὶ ἀνόμοιον καὶ μὴ κατ' εὐθὺ θεωρεῖσθαι τῆς ῥυθμοποιίας)· γίνονται δὲ καὶ οἱ καλούμενοι προσοδιακοί· τούτων δὲ οἱ μὲν διὰ τριῶν συντίθενται, ἐκ πυρριχίου καὶ ἰάμβου καὶ τροχαίου, οἱ δὲ διὰ τεσσάρων, ἰάμβου τῇ προειρημένῃ τριποδίᾳ προστιθεμένου, οἱ δὲ ἐκ δύο συζυγιῶν, βακχείου τε καὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος.

   Εἰσὶ δὲ καὶ ἄλογοι χορεῖοι δύο· ἰαμβοειδής, ὃς συνέστηκεν ἐκ μακρᾶς ἄρσεως καὶ δύο θέσεων καὶ τὸν μὲν ῥυθμὸν ἔοικε δακτύλῳ, τὰ δὲ τῆς λέξεως μέρη κατὰ τὸν ἀριθμὸν ἰάμβῳ· ὁ δὲ τροχαιοειδὴς ἐκ δύο ἄρσεων καὶ μακρᾶς θέσεως κατ' ἀντιστροφὴν τοῦ προτέρου.

   Εἰσὶ δὲ καὶ ἕτεροι ῥυθμοὶ μικτοὶ τὸν ἀριθμὸν ἕξ· κρητικός, ὃς συνέστηκεν ἐκ τροχαίου θέσεως καὶ τροχαίου ἄρσεως· δάκτυλος κατ' ἴαμβον, ὃς σύγκειται ἐξ ἰάμβου θέσεως καὶ ἰάμβου ἄρσεως· δάκτυλος κατὰ βακχεῖον τὸν ἀπὸ τροχαίου, ὃς γίνεται ἐκ τροχαίου θέσεως καὶ ἰάμβου ἄρσεως· δάκτυλος κατὰ βακχεῖον τὸν ἀπὸ ἰάμβου, ὃς ἐναντίως ἐσχημάτισται τῷ προειρημένῳ· δάκτυλος κατὰ χορεῖον τὸν ἰαμβοειδῆ (τὸν μὲν γὰρ αὐτῶν εἰς θέσιν, τὸν δὲ εἰς ἄρσιν δέχεται)· δάκτυλος κατὰ χορεῖον τὸν τροχαιοειδῆ ἀναλόγως τῷ προειρημένῳ συγκείμενος. κρητικὸς μὲν οὖν ἀπὸ ἔθνους ὠνόμασται· οἱ δὲ λοιποὶ ἀπὸ τῶν προειρημένων ποδῶν τὰς ὀνομασίας ἔχουσιν.

[18]    Οἱ μὲν οὖν συμπλέκοντες τῇ μετρικῇ θεωρίᾳ τὴν περὶ ῥυθμῶν τοιαύτην τινὰ πεποίηνται τὴν τεχνολογίαν. οἱ δὲ χωρίζοντες ἑτέρως ποιοῦσιν. ἀρξάμενοι γὰρ ἀπὸ δισήμου συντιθέασιν ἀριθμοὺς μέχρι τῶν συνθέτων ῥυθμῶν, καὶ τούτους κατὰ τοὺς προειρημένους σχηματίζοντες λόγους, ἴσον τε καὶ διπλάσιον ἡμιόλιόν τε καὶ ἐπίτριτον· καὶ τοὺς μὲν ἀπὸ θέσεως, τοὺς δὲ ἀπὸ ἄρσεως, καὶ τοὺς μὲν ἀπὸ μακρῶν, τοὺς δ' ἀπὸ βραχειῶν συντιθέασι· καὶ ἔτι τοὺς μὲν ἐκ πασῶν βραχειῶν, τοὺς δ' ἀπὸ μακρῶν, τοὺς ‹δ'› ἀναμὶξ ἀποτελοῦσιν ἢ πλεοναζουσῶν μακρῶν ἢ βραχειῶν, ἢ δι' ὁμοίων χρόνων ἢ δι' ἀνομοίων τὰς ἄρσεις ταῖς θέσεσιν ἀνταποδιδόντες, καὶ τοὺς μὲν ὁλοκλήρους, τοὺς δ' ἀπὸ λειμμάτων ἢ προσθέσεων, ἐν οἷς καὶ τοὺς κενοὺς χρόνους παραλαμβάνουσιν. κενὸς μὲν οὖν ἐστι χρόνος ἄνευ φθόγγου πρὸς ἀναπλήρωσιν τοῦ ῥυθμοῦ, λεῖμμα δὲ ἐν ῥυθμῷ χρόνος κενὸς ἐλάχιστος, πρόσθεσις δὲ χρόνος κενὸς μακρὸς ἐλαχίστου διπλασίων.

   Πάλιν δὲ τοὺς συνθέτους ὡδὶ ποιοῦσι· σύμπαντα τὸν ἀριθμὸν ἐκτίθενται καὶ μερίζουσι τοῦτον εἰς σχήματα ῥυθμικά· κἂν μὲν ἔχῃ λόγον τινὰ ταῦτα πρὸς ἄλληλα ὃν οἱ τῶν ἁπλῶν ῥυθμῶν σῴζουσι χρόνοι, ἔρρυθμον ἀποφαίνονται τὸ σχῆμα· εἰ δὲ μή, πάλιν μετασχηματίζουσιν, ἕως ἂν εἰς λόγους ῥυθμικοὺς ἡ τοῦ ἀριθμοῦ διαίρεσις καταντήσῃ. οἷον ἐκκειμένης δεκάδος θεωρείσθω τὰ σχήματα ὡς ἐπὶ ῥυθμοῦ γενέσεως. ἐκ δυάδος μὲν οὖν καὶ ὀκτάδος οὐκ ἔσται ῥυθμός· οὐ γὰρ ἔρρυθμος ὁ τετραπλασίων λόγος, ὥστ' οὐδὲ ὁ δεκάσημος ἔσται ἐκ δισήμου καὶ ὀκτασήμου. μερίζω τὴν ὀκτάδα πάλιν εἰς τριάδα καὶ πεντάδα· οὐδ' οὕτως ἔσται ῥυθμικὸς λόγος. τὸν πέντε πάλιν εἰς τρία καὶ δύο· λέγω τὸν τρία πρὸς ἕκαστον τῶν δισήμων λόγον ἔχειν ἡμιόλιον, ὥστε καὶ τὸν δεκάσημον συνεστάναι διὰ τούτων. πάλιν εἰ μερίσαιμι τὸν αὐτὸν εἰς τριάδα καὶ ἑπτάδα, οὐκ ἔσται λόγος τῶν ἀριθμῶν ῥυθμικός. μερίζω τὸν ἑπτὰ εἰς τρία καὶ τέσσαρα· σῴζεται λόγος ἐπίτριτος, ἐξ οὗ φημι συντίθεσθαι τὸν δεκάσημον. πάλιν ποιῶ τὸν αὐτὸν ἐκ τετρασήμου καὶ ἑξασήμου· συνέστη λόγος ῥυθμικὸς ἡμιόλιος. πάλιν εἰς δύο πεντασήμους ** · εἰ μὲν οὖν ἁπλοῦς ἀμφοτέρους, τὸν ἴσον καὶ ῥυθμικὸν ἕξουσι λόγον· εἰ δὲ συνθέτους, καθὰ προεῖπον ποιησάμενος τὴν διαίρεσιν συνίστημι τὸν δεκάσημον.

[19]    Ἀγωγὴ δέ ἐστι ῥυθμικὴ χρόνων τάχος ἢ βραδυτής, οἷον ὅταν τῶν λόγων σῳζομένων οὓς αἱ θέσεις ποιοῦνται πρὸς τὰς ἄρσεις διαφόρως ἑκάστου χρόνου τὰ μεγέθη προφερώμεθα. ἀρίστη δὲ ἀγωγῆς ῥυθμικῆς ἔμφασις ἡ κατὰ μέσον τῶν θέσεων καὶ τῶν ἄρσεων ποσὴ διάστασις.

   Μεταβολὴ δέ ἐστι ῥυθμικὴ ῥυθμῶν ἀλλοίωσις ἢ ἀγωγῆς. γίνονται δὲ μεταβολαὶ κατὰ τρόπους δώδεκα· κατ' ἀγωγήν· κατὰ λόγον ποδικόν, ὅταν ἐξ ἑνὸς εἰς ἕνα μεταβαίνῃ λόγον ἢ ὅταν ἐξ ἑνὸς εἰς πλείους ἢ ὅταν ἐξ ἀσυνθέτου εἰς μικτὸν ἢ ἐκ ῥητοῦ εἰς ἄλογον ἢ ἐξ ἀλόγου εἰς ἄλογον ἢ ἐκ τῶν ἀντιθέσει διαφερόντων εἰς ἀλλήλους ἢ ἐκ μικτοῦ εἰς μικτόν.

   Ῥυθμοποιία δέ ἐστι δύναμις ποιητικὴ ῥυθμοῦ· τελεία δὲ ῥυθμοποιία ἐν ᾗ πάντα ‹τὰ› ῥυθμικὰ περιέχεται σχήματα. διαιρεῖται δὲ εἰς ταὐτὰ τῇ μελοποιίᾳ· λήψει, δι' ἧς ἐπιστάμεθα ποίῳ τινὶ ῥυθμῷ χρηστέον· χρήσει, δι' ἧς τὰς ἄρσεις ταῖς θέσεσι πρεπόντως ἀποδίδομεν· μίξει, καθ' ἣν τοὺς ῥυθμοὺς ἀλλήλοις συμπλέκομεν, εἴ που δέοι. τρόποι δέ, ὥσπερ ἁρμονίας, καὶ ῥυθμοποιίας τῷ γένει τρεῖς, συσταλτικὸς διαστατικὸς ἡσυχαστικός. τούτων ἕκαστον εἰς εἴδη διαιροῦμεν κατὰ ταὐτὰ τοῖς ἐπὶ τῆς μελοποιίας εἰρημένοις. ἀρίστη δὲ ῥυθμοποιία ‹ἡ τῆς› ἀρετῆς ἀποτελεστική, κακίστη δὲ ἡ τῆς κακίας. πῶς δὲ γίνεται τούτων ἑκάτερον, ἐν τῷ παιδευτικῷ λελέξεται. τινὲς δὲ τῶν παλαιῶν τὸν μὲν ῥυθμὸν ἄρρεν ἀπεκάλουν, τὸ δὲ μέλος θῆλυ· τὸ μὲν γὰρ μέλος ἀνενέργητόν τ' ἐστὶ καὶ ἀσχημάτιστον, ὕλης ἐπέχον λόγον διὰ τὴν πρὸς τοὐναντίον ἐπιτηδειότητα, ὁ δὲ ῥυθμὸς πλάττει τε αὐτὸ καὶ κινεῖ τεταγμένως, ποιοῦντος λόγον ἐπέχων πρὸς τὸ ποιούμενον.

   Συμπεπληρωμένου δὴ λοιπὸν ἡμῖν τοῦ ῥυθμικοῦ λόγου δεόντως ἂν καὶ τοῦ μετρικοῦ δι' ὀλίγων ἐφαψαίμεθα.

[20]    Ἀρχὴ μὲν οὖν ἐστι τῆς μετρικῆς ὁ περὶ στοιχείων λόγος, εἶθ' ὁ περὶ συλλαβῶν, εἶθ' ὁ περὶ ποδῶν, εἶθ' οὕτως ὁ περὶ τῶν μέτρων, τελευταῖος δὲ ὁ περὶ ποιήματος, πρὸς ἔνδειξιν τοῦ σκοποῦ τῆς μετρικῆς παρατιθέμενος.

   Στοιχεῖον μὲν οὖν ἐστι φωνῆς ἐνάρθρου μέρος ἐλάχιστον· τῶν δὲ στοιχείων τὰ μὲν τορὸν καὶ ἐξάκουστον προϊέντα τὸν ἦχον φωνήεντα λέγεται, τὰ δὲ ἀμυδρῶς τῆς ἀκοῆς καθικνούμενα ἡμίφωνα· τὰ δὲ μικρὸν καὶ ἀμαυρὸν ἠχοῦντα παντάπασιν ἄφωνα, οἷον ὀλιγόφωνα, προσαγορεύεται. τῶν μὲν οὖν φωνηέντων τὰ μὲν ἐλαχίστῳ χρόνῳ προενεχθῆναι δυνάμενα βραχέα λέγεται, τὰ δ' ἐξ ἀνάγκης μείζονι μακρά· τὰ δ' ἐπαμφοτερίζοντα τῷ χρόνῳ καλεῖται δίχρονα. τῶν δ' ἡμιφώνων τὰ μὲν δύο συμφώνοις ἐν τοῖς μέτροις ἰσοδυναμοῦντα λέγεται διπλᾶ· τὰ δὲ ἔλαττον ἑνὸς συμφώνου δυνάμενα κατὰ συμπλοκὴν ὑγρὰ καλεῖται, τὸ δὲ μηδετέρας τούτων κοινωνοῦν διαφορᾶς ‹σ› ἰδιάζον. τῶν μέντοι γε ἀφώνων τὰ μὲν ἐπιπολῆς κινοῦντα τὸ πνεῦμα ψιλά, τὰ δ' ἔνδοθεν μετὰ σφοδρότητος ἐξάγοντα δασέα, τὰ δὲ μεταξὺ ποιοῦντα μέσα προσαγορεύεται.

[21]    Τούτων συντιθεμένων γίνονται συλλαβαί, ταῖς τῶν φωνηέντων διαφοραῖς ὧν †ἐπέχουσιν †ὁμώνυμοι· καὶ αἱ μὲν ἐξ ἑνὸς ἔχουσι τὰς δυνάμεις, αἱ δὲ ἐκ πλειόνων· καὶ τούτων αἱ μὲν ἐκ φωνηέντων, ὡς αἱ δίφθογγοι, ἃς ἤτοι κατὰ κρᾶσιν ἢ κατὰ συμπλοκὴν ἢ κατ' ἐπικράτειαν γίνεσθαί φαμεν, αἱ δὲ καὶ διὰ συμφώνων, ὡς αἱ θέσει σχηματιζόμεναι. αἱ μὲν οὖν μακρὸν ἔχουσαι στοιχεῖον ἢ δίχρονον ἐκτεινόμενον ἢ βραχὺ στοιχεῖον διχρόνῳ συμπλακὲν ἢ δίχρονα δύο ἀλλήλοις συμπλακέντα καλοῦνται μακραί· αἱ δὲ βραχὺ φωνῆεν ἢ δίχρονον συστελλόμενον, ἤτοι καθ' αὑτὸ ἢ μετὰ ἁπλοῦ συμφώνου, βραχεῖαι λέγονται. καὶ αὗται μὲν φυσικαὶ τῶν συλλαβῶν διαφοραί. γίνονται δέ τινες καὶ κατὰ πρόσθεσιν τῶν συμφώνων μακραὶ συλλαβαί, ἤτοι διὰ τὴν ἰδίαν θέσιν προσλαβοῦσαι μῆκος, ὡς ἡ εἰς δύο σύμφωνα λήγουσα ἢ εἰς ἓν διπλοῦν, ἢ ἀπὸ τῶν ἑξῆς, ὡς ἡ ἔχουσα δύο σύμφωνα ἐπιφερόμενα ἢ ἓν διπλοῦν, ἢ ἀπ' ἀμφοτέρων, ὡς ἡ λήγουσά τε εἰς ἁπλοῦν ἔχουσά τε ἐπιφερόμενον ἁπλοῦν.

   Τούτων οὖν οὕτως ἐχόντων δέδεικται τὰ μεγέθη τῶν στοιχείων τοῖς διαστήμασιν ἰσάριθμα τοῦ τόνου· τὸ μὲν γὰρ ἐλάχιστον αὐτῶν τοῦ μεγίστου τεταρτημόριόν ἐστιν, ὡς ἡ δίεσις τοῦ τόνου, τὸ δὲ μέσον ἥμισυ μὲν τοῦ μείζονος, διπλάσιον δὲ τοῦ ἐλάττονος. τῆς μὲν γὰρ μακρᾶς ἡμίσειά ἐστι βραχεῖα, τῆς δὲ βραχείας ἁπλοῦν σύμφωνον· δῆλον δὲ ἐκ τοῦ τὴν βραχεῖαν ἢ διπλοῦ συμφώνου παρατεθέντος ἢ ἑνὸς φωνήεντος γενέσθαι μακράν. ἔτι τῶν συλλαβῶν αἱ μὲν οἷαι καθ' ἑαυτὰς θεωροῦνται τοιαῦται κἀν ταῖς παραθέσεσι τῶν ἑπομένων φαίνονται, αἱ δὲ μεταβάλλουσαι, ὡς ἔκ τε τῶν θέσει μακρῶν κἀκ τῶν κοινῶν ἔστι συνιδεῖν. (ἐκ γοῦν τῶν εἰρημένων διαφορῶν ἐν ταῖς συλλαβαῖς διαφοραὶ συνίστανται τῶν λεγομένων κοινῶν ἢ μέσων ἐν τοῖς ποσί.) μέσαι μὲν οὖν εἴρηνται καὶ κοιναὶ διὰ τὸ ποτὲ μὲν βραχείας, ποτὲ δὲ μακρᾶς ἐκπληροῦν χρείαν. τούτων δὲ αἱ μὲν ἀπὸ τῶν φύσει μακρῶν λαμβάνονται, ὅταν εἰς φωνῆεν μακρὸν λήγῃ συλλαβή, τῆς ἑξῆς ἀπὸ φωνήεντος ἀρχομένης (τῷ γὰρ οὐκ ἔχειν μεταξὺ σύμφωνον τὸ συνάπτον αὐτὰς κεχηνότας ἀπεργαζόμεναι τοὺς ἤχους τὴν τῆς φωνῆς διαλύουσιν εὐτονίαν, ἥ τε ἡμετέρα σπουδὴ τοῦ τὴν δευτέραν ἐπιλαβεῖν συλλαβὴν διὰ τὴν τῆς φωνῆς συνέχειαν πρὶν ἐντελῆ προενέγκασθαι τὴν προτέραν τῆς τοῦ καθηγουμένου τόνου μακρότητος ἀποτέμνεται), αἱ δ' ἀπὸ τῶν φύσει βραχειῶν, ὅταν εἰς μέρος λόγου συλλαβὴ λήγῃ (ἡ γὰρ μεταξὺ διάστασις τῆς τε τοῦ προτέρου τελευτῆς καὶ τῆς ἀρχῆς τοῦ δευτέρου μῆκος τῇ συλλαβῇ παρέχεται), αἱ δὲ ἀπὸ τῶν θέσει μακρῶν, ὅτε δυεῖν ἐπιφερομένοιν συμφώνοιν τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ ὑγρόν· ὑπὸ γὰρ τοῦ καθηγουμένου τῆς συμπλοκῆς στοιχείου παχυφωνοτέρου τυγχάνοντος ὁ ‹ἦχος ὁ› τοῦ δευτέρου λεπτότερος ὢν ἐκθλίβεταί τε καὶ πιέζεται. πάλιν τούτων τινὲς ἀπὸ μὲν τῶν φύσει μακρῶν ἧττον κοιναὶ γίνονται, ὅταν ἡ φωνηέντων πάσχουσα συλλαβὴ σύγκρουσιν εἰς μέρος λόγου τε λήγῃ καὶ διφθόγγων γίνηται τῶν κατὰ συμπλοκήν (λέγω δὲ τῶν διὰ τοῦ συντιθεμένων· εὐτονωτέρους γὰρ αὗται ποιοῦνται τοὺς ἤχους, ἀμφότερα φανερῶς ἐκβοῶσαι τὰ φωνήεντα), ἀπὸ δὲ τῶν βραχειῶν, ὅταν μὲν εἰς μέρος λόγου λήγουσα συλλαβὴ φωνηέντων πάσχῃ σύγκρουσιν λίαν ἀσθενής, μῆκος δὲ προσλαμβάνουσα πλέον ἢ κατὰ κοινήν, εἰ τὸ ἀρκτικὸν τῆς μετ' αὐτὴν συλλαβῆς στοιχεῖον συμβαίη δασύνεσθαι· αἱ δ' ἀπὸ τῶν θέσει μακρῶν, ὅτε καθηγησαμένου κατ' ἐπιφορὰν ἀφώνου τὸ μ τῶν ἀμεταβόλων συμπλέκεται· τῶν γὰρ λοιπῶν ὑγρῶν κατὰ πρόεσιν πνεύματος ἐκφωνουμένων τοῦτο μόνον ἐμφράττοντες ἡμῶν τοὺς πόρους ἐκφωνεῖν βιαζόμεθα· κατὰ δὴ τὸν αὐτὸν καιρὸν ἐναντιοπαθοῦν τὸ φωνητικὸν ὄργανον οὐκ ἀπεικότως κολούει τὴν τῆς φωνῆς ὁμαλότητα. τοιγαροῦν κἂν ἀμετάβολον αὐτῷ συμπλέξωμεν ἀμφότερά τε τρανῶς ἐθέλωμεν ἐκφωνεῖν, οὐκέτι κοινήν, θέσει δὲ μακρὰν τὴν συλλαβὴν ποιησόμεθα. ἀμέλει καὶ τῶν ἀρχαίων τινές, βουληθέντες τὴν προκειμένην τούτων βραχεῖαν πολλαχοῦ ποιεῖν, τὸν μὲν τοῦ μ παρατρέχουσι φθόγγον, τὸν δὲ τοῦ ν μόνον ἐξάκουστον ἀποστέλλουσιν. χρὴ δὲ κἀκεῖνο θεωρεῖν ὡς, εἰ μὲν μόνην τὴν συλλαβὴν ἐθέλοιμεν κρίνειν, ἐκ τῶν ἑαυτῆς στοιχείων τὸ μέγεθος αὐτῆς ἡμῖν ἐπιγνωστέον· εἰ δὲ ἐν ποδικῷ σχήματι, καὶ τὴν ἑξῆς προσληπτέον πρὸς ἐντελῆ γνῶσιν τῆς τοῦ ποδὸς ἐπισκέψεως. αὐτίκα παντὸς μέτρου τὴν τελευταίαν ἀδιάφορον ἀποφαινόμεθα μηδεμιᾶς αὐτῇ συλλαβῆς ἐπιφερομένης δι' ἧς ἀφωρισμένως ἑνὸς μεγέθους αὐτὴν ἂν εἰπεῖν προσήκοι.

[22]    Τούτων δὴ συντιθεμένων ἀλλήλαις γίνονται πόδες, παρ' ὃ καὶ συστήματα συλλαβῶν εἴρηται. δύο μὲν οὖν συντεθεισῶν γίνονται τέσσαρες (ἢ γὰρ ἄμφω βραχείας ἔχων γίνεται πυρρίχιος, ὁ καὶ παρίαμβος, ἢ μακρὰς σπονδεῖος, ἢ βραχεῖαν καθηγουμένην, ἑπομένην δὲ μακρὰν ἴαμβος, ἢ ἐναντίως τροχαῖος), τριῶν δὲ συγκειμένων ὀκτώ (ἢ γὰρ τὰς τρεῖς βραχείας ἔχει καὶ ποιεῖ χορεῖον, ἢ τὰς τρεῖς μακρὰς καὶ ποιεῖ μολοσσόν, ἀπὸ ἔθνους οὕτω προσαγορευόμενον, ἢ μίαν μακράν, τὰς δὲ λοιπὰς βραχείας κατὰ τὰς τρεῖς χώρας καὶ ποιεῖ δάκτυλον ἀμφίβραχυν ἀνάπαιστον, ἢ μίαν βραχεῖαν καὶ δύο μακρὰς ἀμοιβαδὶς καὶ γίνεται βακχεῖος ἀμφίμακρος παλιμβάκχειος). τεσσάρων δὲ συλλαβῶν ἐκτεθεισῶν γίνονται πόδες δεκαέξ, οὓς δυνατὸν διὰ τῶν ὁμοίων θεωρεῖν μεθόδων· ἢ γὰρ τέσσαρας ἔχων βραχείας καλεῖται προκελευσματικός, ἢ τέσσαρας μακρὰς δισπόνδειος, ἢ δύο βραχείας ἡγουμένας ἔχων, δύο δὲ μακρὰς ἑπομένας ἰωνικὸς ἀπ' ἐλάσσονος, ἢ ἐναντίως ἐσχηματισμένος ἀπὸ μείζονος, ἢ περιεχούσας ἔχων τὰς μακράς, ἐν μέσῳ δὲ τὰς βραχείας χορίαμβος, ἢ ἐναντίως ἔχων ἀντίσπαστος, ἢ τὰς μὲν μακρὰς ἐν περιτταῖς ἔχων χώραις, τὰς δὲ βραχείας ἐν ταῖς ἀρτίοις διτρόχαιος, ἢ ἐναντίως ἔχων διίαμβος ‑ ἢ μίαν μὲν μακρὰν ἔχων, τὰς δὲ λοιπὰς βραχείας παίωνας ποιεῖ τέσσαρας, ἀπὸ τοῦ τόπου τῆς μακρᾶς τὴν ὀνομασίαν λαμβάνοντας, τὸν μὲν πρώτην ἔχοντα πρῶτον, τὸν δὲ δευτέραν δεύτερον καὶ τοὺς ἑξῆς ἀνάλογον· εἰ δὲ μίαν μὲν ἔχοι βραχεῖαν, τὰς δὲ λοιπὰς μακράς, τοὺς ἐπιτρίτους ἀποτελεῖ, ἀπὸ τῆς χώρας ἐν ᾗ τίθεμεν τὴν βραχεῖαν κατὰ ταὐτὰ τοῖς παίωσι τὴν ὀνομασίαν λαμβάνοντας. (ἐπίτριτον δὲ καλεῖται τὸ σχῆμα, ἐπεὶ συνέστηκεν ἐκ ποδῶν λόγον ἐχόντων ἐπίτριτον ὃν ἔχει τέσσαρα πρὸς τρία· ὁ μὲν γὰρ τῶν δισυλλάβων ἐν αὐτῷ τρίσημος, ὁ δὲ τετράσημος). τούτων πάλιν συντιθεμένων γίνονται πόδες δισυλλάβων μὲν καὶ τρισυλλάβων πεντασύλλαβοι λβ, τῶν δὲ τρισυλλάβων ἀλλήλοις παρατιθεμένων ἑξασύλλαβοι ξδ, οὓς καὶ μετρικὰς προσαγορεύουσι συζυγίας· μέχρι γὰρ ἑξάδος ηὐξήθη συλλαβή τε καὶ ποὺς καὶ μέτρον διὰ τὴν τοῦ ἀριθμοῦ τελειότητα καὶ τὸ περιέχεσθαι πάντας ἐν αὐτῷ τοὺς τῆς συμφωνίας λόγους.

[23]    Ἐκ δὴ τῶν ποδῶν συνίστανται τὰ μέτρα. μέτρον μὲν οὖν ἐστι σύστημα ποδῶν ἐξ ἀνομοίων συλλαβῶν συγκειμένων ἐπὶ μῆκος σύμμετρον· διαφέρειν δὲ τοῦ ῥυθμοῦ φασιν οἱ μὲν ὡς μέρος ὅλου (τομὴν γὰρ ῥυθμοῦ φασιν αὐτό, παρ' ὃ καὶ μέτρον εἰρῆσθαι διὰ τὸ μείρειν, ὃ σημαίνει μερίζειν), οἱ δὲ κατὰ τὴν ὕλην· τῶν γὰρ γινομένων ἐκ δυεῖν ἀνομοίων τοὐλάχιστον γεννωμένων τὸν μὲν ῥυθμὸν ἐν ἄρσει καὶ θέσει τὴν οὐσίαν ἔχειν, τὸ δὲ μέτρον ἐν συλλαβαῖς καὶ τῇ τούτων ἀνομοιότητι· ταύτῃ τοι ῥυθμὸν μὲν συνίστασθαι καὶ διὰ τῶν ὁμοίων συλλαβῶν καὶ διὰ τῶν ἀντιθέτων ποδῶν, μέτρον δὲ διὰ μὲν τῶν πάσας ὁμοίας ἐχόντων μηδεπώποτε, διὰ δὲ τῶν ἀντιθέτων ὀλιγάκις.

   Τῶν δὴ μέτρων πρωτότυπα μέν ἐστι καὶ ἁπλᾶ τὸν ἀριθμὸν ἐννέα· δακτυλικὸν ἀναπαιστικὸν ἰαμβικὸν τροχαϊκὸν χοριαμβικὸν ἀντισπαστικὸν ἰωνικὰ δύο παιωνικόν. τούτων τὰ μὲν ἄλλα μέχρι τεσσάρων ποδῶν εὐπρεπῶς ηὔξηται, τὸ δὲ δακτυλικόν, ὅτε καταληκτικὸν γίνεται, μέχρις ἕξ· τὸ μὲν γὰρ καθ' ἕνα βαίνεται πόδα καὶ προχωρεῖ σύνεγγυς εἰκοσιτεσσάρων χρόνων, ἰσαρίθμων ταῖς ἐν τῷ διὰ πασῶν διέσεσι, τὰ δὲ κατὰ διποδίαν ἢ συζυγίαν καὶ ‹μέχρι τριάκοντα› προχωρεῖ χρόνων ἢ ὀλίγῳ πλειόνων, ὅθεν τινὲς τὰ ὑπερβαίνοντα τὸ προειρημένον τῶν χρόνων πλῆθος διαιροῦντες εἰς δύο σύνθετα προσηγόρευσαν.

   Τῶν δὲ μέτρων τὰ μὲν ἀκατάληκτα καλεῖται, ὅσα ταῖς ἐνούσαις συλλαβαῖς συναπαρτίζει τοὺς πόδας, ἃ δὲ καταληκτικά, ὅσα συλλαβὴν ἀφαιρεῖ τοῦ τελευταίου ποδὸς σεμνότητος ἕνεκεν τῆς μακροτέρας καταλήξεως, τὰ δὲ βραχυκατάληκτα, οἷς ποὺς δισύλλαβος ἐλλείπει, τὰ δ' ὑπερκατάληκτα, ἐν οἷς μία συλλαβὴ περιττεύει· εἰ γὰρ ποὺς πλεονάζει, ταὐτὸν γίνεται τῷ βραχυκαταλήκτῳ.

   Καὶ μὴν ἃ μὲν αὐτῶν ἐστι δίμετρα, ἃ δὲ τρίμετρα, ἃ δὲ τετράμετρα, ἕως ἕξ. ἔτι τὰ μὲν διὰ μόνων τῶν ἰσοχρόνων γίνεται ποδῶν, τὰ δὲ καὶ διὰ πλεοναζόντων τοῖς χρόνοις· καὶ τὰ μὲν δέχεται τοὺς ἰσοχρονοῦντας, εἰ δύναιτο τὴν αὑτῶν διατηρεῖν φύσιν, τὰ δ' οὐχί, ὅσα διὰ ταύτην τὴν αἰτίαν εἰς ἑτέρου μέτρου φαντασίαν περιίσταται. πάλιν τὰ μὲν αὐτῶν ἐξ ὁλοκλήρων ἄρχεται τῶν ποδῶν ὧν τὰς ἐπωνυμίας ἔχει, τὰ δὲ ἐξ ἐλαττόνων, ὡς τὰ λογαοιδικά· καὶ τὰ μὲν ποιεῖται συνεκφωνήσεις συλλαβῶν χρείας ἕνεκεν μέτρου, τὰ δὲ οὐχί. συνεκφώνησις δέ ἐστιν, ὅτε διὰ τὴν τοῦ ποδὸς συμμετρίαν δύο συλλαβὰς σύμφωνον οὐκ ἐχούσας μεταξύ, ἤτοι δύο βραχείας ἀντὶ μιᾶς βραχείας ἢ βραχεῖαν καὶ κοινὴν ἀντὶ κοινῆς (ὅπερ γίνεται σπανίως), πάλιν δύο βραχείας ἢ βραχεῖαν καὶ μακρὰν ἢ κοινὴν καὶ μακρὰν ἀντὶ μακρᾶς παραλαμβάνομεν.

[24]    Εἴπωμεν δὴ βραχέα περὶ ἑκάστου ποιησάμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ δακτυλικοῦ· σεμνότερον γὰρ ἁπάντων διὰ τὸ τὴν μακρὰν ἀεί ποτε καθηγουμένην ἔχειν. τὸ δὴ δακτυλικὸν ἐπιδέχεται δάκτυλον, σπονδεῖον ὡς ἰσόχρονον, προκελευσματικὸν δὲ οὐδαμῶς (ἀπρεπὲς γὰρ διὰ τὸ τῶν βραχειῶν πλῆθος). ἄρχεται δὲ ἀπὸ διμέτρου καὶ πρόεισιν ἕως ἑξαμέτρου, ὁτὲ μὲν ἀκατάληκτον, ὁτὲ δὲ καταληκτικόν, ἡνίκα καὶ τοῦ τροχαίου κατὰ τέλος δεκτικὸν γινόμενον ἰδίως ἡρῶον καλεῖται. μόνον δὲ τὸ ἑξάμετρον ταύτης τυγχάνει τῆς προσηγορίας· σεμνότερον γὰρ γίνεται διά τε τὸ μέγεθος καὶ διὰ τὸ συλλαβὴν μὲν κατάρχειν αὐτοῦ μακράν, λήγειν δὲ εἰς κατάληξιν εὐμεγέθους διαστήματος. τομαὶ δὲ εὐπρεπεῖς αὐτοῦ· πρώτη μὲν ἡ μετὰ δύο πόδας εἰς συλλαβήν, ἣ καὶ διπλασιαζομένη ποιεῖ τὸ ἐλεγεῖον, οὗ πέφυκεν ἀρετὴ τὸ τὴν μὲν τῆς προτέρας συζυγίας συλλαβὴν περιττὴν ἐξ ἀνάγκης μακρὰν ἔχειν, τὴν δὲ δευτέραν συζυγίαν ἀναμφιλόγως ἐξ ἀμφοῖν συγκεῖσθαι δακτύλων· δευτέρα ἡ μετὰ δύο πόδας ‹εἰς τροχαῖον›· τρίτη δὲ ἡ μετὰ τρεῖς εἰς συλλαβήν· τετάρτη κατ' ἐνίους τέσσαρες δάκτυλοι ἤ, ὅπερ ἄμεινον, τέταρτος τροχαῖος· ἡ γὰρ εἰς ὅμοια μέρη διαίρεσις μᾶλλον ἢ τομὴ καλεῖται. τομὴ δέ ἐστι μόριον μέτρου τὸ πρῶτον ἐν αὑτῷ λόγον ἀπαρτίζον ὑπὲρ δύο πόδας, εἰς ἀνόμοια μέρη διαιροῦν τὸ μέτρον. τοῦ δὲ γενικοῦ δακτυλικοῦ πεποιήκασιν οἱ μὲν ταῦτα εἴδη· δίμετρον τρίμετρον τετράμετρον πεντάμετρον· βαίνουσι δέ τινες αὐτὸ καὶ κατὰ συζυγίαν ποιοῦντες τετράμετρα καταληκτικά· τινὲς δὲ κἀν ταῖς πρώταις χώραις μόναις ἀμείβοντες τὸν δάκτυλον καὶ τοὺς ἀνισοχρόνους αὐτῷ τῶν δισυλλάβων τιθέντες ποιοῦσι τὰ καλούμενα λογαοιδικά.

   Τὸ δ' ἀντίστροφον τούτῳ τὸ ἀναπαιστικὸν δέχεται πόδας δάκτυλον (σεμνότερον γὰρ ὑπ' αὐτοῦ γίνεται) καὶ τὸν ἰσόχρονον σπονδεῖον καὶ τὸν προκελευσματικόν· καὶ ἄρχεται μὲν ἀπὸ διμέτρου καὶ προχωρεῖ μέχρι τετραμέτρου· καὶ ὅτε μέν ἐστιν ἁπλοῦν, καθ' ἕνα πόδα γίνεται, ὅτε δὲ σύνθετον, δι' ἣν προείπομεν αἰτίαν, κατὰ συζυγίαν ἢ διποδίαν (διποδία δέ ἐστι ποὺς τετρασύλλαβος· τί δ' ἡ συζυγία, προειρήκαμεν)· καὶ τὰ εἴδη δὲ τῶν καταλήξεων ἐπιδέχεται πασῶν καὶ τὴν τῶν λογαοιδικῶν μέθοδόν τε καὶ χρῆσιν, οὐ κατὰ τὰς πρώτας χώρας μόνον πόδας δισυλλάβους βραχυσημοτέρους παραλαμβάνον, ἀλλὰ καὶ κατὰ τὰς τελευταίας τὸν βακχεῖον.

[25]    Τὸ δὲ ἰαμβικὸν δέχεται δάκτυλον τρίβραχυν ἀνάπαιστον, τροχαῖον δὲ οὐδ' ὅλως· εἰς ἕτερον γὰρ τραπήσεται μέτρον. σπονδεῖον δὲ δέχεται μὲν ἐν ταῖς περιτταῖς, ἐν δὲ ταῖς ἀρτίοις οὐδαμῶς· ὁ γὰρ χωρίσας αὐτὸ τῆς πρὸς τὸ δακτυλικὸν ὁμοιότητος ὁ κατὰ τὴν ἄρτιον χώραν ἴαμβός ἐστι· διὸ καὶ τοὺς ἰσοχρόνους τῷ σπονδείῳ λίαν σπανίως καὶ κατὰ τὰς περιττὰς παραλαμβάνει. δέχεται δὲ ἐπὶ τελευτῆς ἐν τοῖς ἀκαταλήκτοις καὶ πυρρίχιον, σπονδεῖον δέ, ὅτε τὸ καλούμενον χωλὸν γίνεται, ἐν δὲ τοῖς καταληκτικοῖς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον. ἀρξάμενον δὲ ἀπὸ διμέτρου προχωρεῖ μέχρι τετραμέτρου καὶ βαίνεται κατὰ διποδίαν. ἐπιδέχεται δὲ καὶ τὰ τῶν καταλήξεων εἴδη πάντα καὶ τομὰς εὐπρεπεῖς τήν τε μετὰ δύο πόδας εἰς συλλαβήν, ἣ πενθημιμερὴς καλεῖται, καὶ τὴν μετὰ τρεῖς, ἥτις ἑφθημιμερὴς ὠνόμασται.

   Τὸ δ' ἀντικείμενον τούτῳ τροχαϊκὸν δέχεται τρίβραχυν δάκτυλον ἀνάπαιστον, σπονδεῖον δὲ ἐν ταῖς ἀρτίοις μόναις διά τε τὰς ἐπὶ τοῦ ἰάμβου προρρηθείσας ἡμῖν αἰτίας καὶ ὅτι ἐφεξῆς πολλῶν κειμένων μακρῶν ἡ τῆς φωνῆς συνέχεια τοῖς ἐπαλλήλοις μεγέθεσι τῶν συλλαβῶν διακόπτεται· εἰ δὲ εἴη καταληκτικόν, καὶ ἀμφίμακρον ἢ δάκτυλον. καὶ ἄρχεται μὲν ἀπὸ διμέτρου, πρόεισι δ' ἄχρι τετραμέτρου. γίνεται δὲ καὶ χωλόν, ὅταν τις ἐν τῇ τελευταίᾳ τῶν περιττῶν χώρᾳ σπονδεῖος ἐμπέσῃ. χαριεστέρα δ' αὐτοῦ τομὴ ‹ἡ› εἰς τρεῖς τροχαίους· ἐπιδέχεται δὲ καὶ τὰς ἄλλας.

[26]    Τὰ δ' ἐκ τούτων συγκείμενα χοριαμβικόν τέ ἐστι καὶ ἀντισπαστικόν. τὸ μὲν οὖν χοριαμβικὸν ἐπιδέχεται διποδίαν ἰαμβικὴν καθαρὰν καὶ τὴν ἑπτάσημον, σπανίως ‹δὲ› καὶ συζυγίαν [καὶ] τὴν ἰσόχρονον αὐτῷ· ἄρχεται δ' ἀπὸ διμέτρου καὶ πρόεισιν ἕως τετραμέτρου, ὅτε ἐστὶν ἁπλοῦν· ἔτι δὲ καὶ τῶν καταλήξεων τὰς διαφορὰς ἐπιδέχεται. τὸ δὲ ἀντισπαστικὸν μετρεῖται μὲν τῷ ὁμωνύμῳ ποδί, πολλάκις δὲ τὸν πρότερον δισύλλαβον καὶ εἰς τοὺς ἄλλους δισυλλάβους μεταβάλλει (εὐπρεπέστερον μὲν ἡνίκα εἰς σπονδεῖον, σπανίως δὲ εἰς τοὺς λοιπούς)· καὶ ἀρξάμενον ἀπὸ διμέτρου πρόεισιν ἄχρι τετραμέτρου. τὰς ‹δὲ› εἰρημένας χρήσεις τοῦ κατ' ἀρχὴν ποδὸς ἐν πάσῃ χώρᾳ παραλαμβάνον τὴν κατάληξιν εὐπρεπείας ἕνεκεν εἰς ἰαμβικὴν καθαρὰν ποιεῖται· ὅτε δὲ καταληκτικὸν γίνεται, δέχεται καὶ τὸν ἀμφίβραχυν ἢ τὸν βακχεῖον· καὶ ὁτὲ μὲν ‹ἐν› ταῖς περιτταῖς προκειμένης ἀντισπαστικῆς ἐπιφέρει τὴν ἰαμβικήν, ὁτὲ δὲ τοὐναντίον ποιεῖ, ὁμοίως καὶ τῆς ἰαμβικῆς τὸν πρότερον πόδα τρέπον εἰς τοὺς λοιποὺς δισυλλάβους, ἐνίοτε δὲ εἰς τρίβραχυν ἢ ἀνάπαιστον διὰ τὴν πρὸς τὸν ἴαμβον συγγένειαν.

[27]    Τῶν δὲ ἰωνικῶν τὸ μὲν ἀπὸ μείζονος σύγκειται διὰ σπονδείου καὶ πυρριχίου· τρέπει δὲ πολλάκις ἐν τῇ πρώτῃ διποδίᾳ τὸν σπονδεῖον εἰς ἴαμβον κατὰ πᾶν μέγεθος μέτρου. πρόεισι δ' ἀπὸ διμέτρου μέχρι τετραμέτρου καὶ τὰ τῶν καταλήξεων εἴδη δέχεται· τροχαϊκὴν δὲ δέχεται διποδίαν κατὰ μὲν τὴν περιττὴν χώραν καθαράν, κατὰ δὲ τὴν ἄρτιον καὶ ἑπτάσημον· πολλάκις δὲ καὶ τὸν μολοσσὸν παραλαμβάνει συνάγον τὰς βραχείας εἰς μακράν, ἢ συζυγίαν ἰαμβικὴν πεντασύλλαβόν τε καὶ ἑξασύλλαβον, λύον τὰς μακρὰς εἰς βραχείας. τὸ δ' ἀπ' ἐλάσσονος μετρεῖ μὲν ὁ ποὺς ὁ ὁμώνυμος, πολλάκις δὲ καὶ ὁ διτρόχαιος· ὃν ὅταν παραλαμβάνωμεν, τὴν προκειμένην διποδίαν τρίτον παίωνα ποιοῦμεν, ἵνα μὴ τριῶν ἐφεξῆς μακρῶν κειμένων σκληρὸν γίνηται τὸ ποίημα· δέχεται δὲ καὶ τὰ τῆς καταλήξεως εἴδη καὶ ποικίλλεται τάς τε βραχείας εἰς μακρὰς συνάγον καὶ λύον τὰς μακρὰς εἰς βραχείας.

   Τὸ δὲ παιωνικὸν καλεῖται μὲν καὶ κρητικὸν διὰ τὸ ποτὲ μὲν τοῖς παίωσι καθαροῖς, ποτὲ δὲ τοῖς κρητικοῖς μετρεῖσθαι· αὔξεται δὲ μέχρι τετραμέτρου· τινὲς δὲ καὶ πεντάμετρα πεποιήκασιν. γίνεται δὲ ταῦτα καὶ διὰ τοῦ τετάρτου παίωνος καθαροῦ, οὗ πολλάκις ἤτοι τὰς δύο μέσας βραχείας συνάγοντες εἰς μακρὰν διὰ βακχείου καθαροῦ ποιοῦσι βακχειακὸν ἢ τὴν τελευταίαν μακρὰν εἰς δύο βραχείας λύοντες δι' ὅλων βραχειῶν ταὐτοποιοῦσι τὴν κατακλεῖδα μόνην τέταρτον παίωνα τηροῦντες διὰ τὸ τῆς μακρᾶς εἰς ἀνάπαυσιν εὐπρεπές. τὰ μὲν οὖν ἁπλᾶ μέτρα καὶ πρωτότυπα ταῦτά ἐστιν.

[28]    Γίνεται δὲ ἐκ τούτων τῶν αὐτῶν μὲν διπλασιαζομένων μέτρων σύνθετα, τῶν δ' ἀνομοίων ἀσυνάρτητα· τούτων δὲ τὰ μὲν ἐκ δυεῖν μέτρων ἓν ἀποτελεῖ κῶλον, τὰ δὲ ἐκ μέτρου καὶ τομῆς ἢ μέτρου καὶ τομῶν ἢ ἐκ πασῶν τομῶν, ἢ ἀνάπαλιν τομῆς καὶ μέτρου ‹ἢ τομῶν› καὶ μέτρου· ὧν ποικίλη μὲν ἥ τε χρῆσις καὶ ἡ ἐπ' ἀκριβὲς τεχνολογία, εὐχερὴς δὲ τοῖς ἐπιστήμοσιν εἰς κατανόησιν. γίνεται δὲ καὶ κατ' ἀντιπάθειαν μέτρα δύο· ὧν τὸ μὲν ἐπιωνικὸν καλεῖται, ὅτε διποδίας ἰαμβικῆς προκειμένης ἰωνικὴν ἐπιφέρεσθαι συμβαίνει, ἥτις οἰκειότητα πρὸς τροχαϊκόν, ὡς ἐπεδείξαμεν, ἔχουσα δεόντως ἂν ἀντιπάσχειν τῇ ἰαμβικῇ λέγοιτο, τὸ δὲ ἐπιχοριαμβικόν, ὅτε τροχαϊκῆς προκειμένης διποδίας ἐπιφέρεται χοριαμβική, οἰκειότητα πρὸς τὴν ἐναντίαν τοῦ τροχαϊκοῦ τὴν ἰαμβικήν, ὡς προειρήκαμεν, ἔχουσα. ἐπιφέρεται δ' αὐτῇ πολλάκις καὶ ἰωνική, ἣ συμπέπονθε τῇ τροχαϊκῇ· ἐπιφέρεται δὲ καὶ τῇ πρὸς αὐτὴν ἀντικειμένῃ, λέγω δὲ τῇ ἀντισπαστικῇ. αὔξεται δὲ καὶ ταῦτα μέχρι τετραμέτρων, καὶ τὰ μὲν αὐτῶν ἀκατάληκτα, τὰ δὲ καταληκτικὰ γίνεται. μέσα δὲ καλεῖται μέτρα, ὅτε δύο ποδῶν ἀντιθέτων εἷς μεταξὺ πίπτων, οἰκειότητα πρὸς ἀμφοτέρους ἔχων, δυσδιάκριτον ποιεῖ τὴν βάσιν· οἷον ‹εἰ› ἐκκειμένου μὲν ἑνὸς δακτύλου, διμέτρου δὲ ἀναπαιστικοῦ κατὰ μέσον πέσοι σπονδεῖος, ἄδηλον πότερα δύο φήσομεν εἶναι μέτρα, τὸ μὲν δακτυλικόν, τὸ δ' ἀναπαιστικόν, ἄμφω δίμετρα, ἢ τὸ σύμπαν τετράμετρον ἀναπαιστικόν· καὶ ἐπ' ἄλλων δὲ μέτρων ταὐτὸν θεωρεῖται. συγκεχυμένα δ' ἐστὶ τὰ διὰ τῶν συνθέτων γινόμενα ποδῶν, ὅταν τῶν μὲν μακρῶν λυομένων, τῶν δὲ βραχειῶν συναγομένων ἐν αὐτῇ ‹τῇ› διποδίᾳ δυσχερὲς ᾖ ποτέραν ἀποφαντέον· οἷον εἴ τις διαλύσειε μὲν τὴν πρώτην μακρὰν τοῦ ἀπὸ μείζονος ἰωνικοῦ, συναγάγοι δὲ τὰς βραχείας, ἄδηλον πότερον ὁ μείζων πέφυκεν ἰωνικὸς ἢ ὁ ἐλάττων. τὰ μὲν οὖν τοιαῦτα τῶν μέτρων ἤτοι ἐκ τῶν καθαρῶν διποδιῶν αἷς παρατίθεται καταλαμβάνεται ἢ ἐκ τῶν ἑπομένων κώλων ἢ ἐκ τῶν ταῖς ἀντιστρόφοις ἀποδιδομένων· καλεῖται δέ τινα καὶ ἀπεμφαίνοντα, ὅταν ἐν τοῖς συνθέτοις ποσίν, ὅπου χρεία βραχείας, μακρὰ παραληφθῇ, ᾧ τινες καὶ τῶν ἀρχαίων κέχρηνται διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην.

[29]    Τὸ δ' ἐκ τῶν μέτρων εὐπρεπὲς σύστημα καλεῖται ποίημα. τούτων δὲ τὰ μὲν γίνεται κατὰ στίχον, ὡς τὰ Ὁμήρου, τὰ δὲ ἐκ δύο μέτρων, ὡς τὰ ἐλεγεῖα, τὰ δὲ ἐκ τριῶν, ὡς ὅταν ἐλεγείῳ προστιθῇ τις ἰαμβεῖον ἢ ἄλλο τι, τὰ δ' ἐκ πλειόνων· καὶ τούτων τὰ μὲν ἀπολελυμένα, τὰ δὲ κατὰ σχέσιν, ἀπολελυμένα μὲν ὡς παρὰ τοῖς κωμικοῖς αἱ παραβάσεις, κατὰ σχέσιν δὲ ὡς τὰ ἀντιστρέφοντα· καὶ πάλιν τούτων ἃ μὲν διμερῆ, ἃ δὲ τριμερῆ, ὡς τὰ καὶ τὴν ἐπῳδὸν προσλαμβάνοντα· καὶ τὰ μὲν ὁμοίως τῇ τάξει, τὰ δὲ ἐναντίως ἔχει, ὁμοίως μὲν ὡς ὅταν τὸ πρῶτον τῆς ἀντιστρόφου τῷ τῆς στροφῆς ἀποδοθῇ πρώτῳ, τὸ δὲ δεύτερον τῷ δευτέρῳ καὶ τὰ ἑξῆς ὁμοίως, ἐναντίως δὲ ὡς ὅταν τὸ πρῶτον τῷ τελευταίῳ, τὸ δὲ δεύτερον τῷ παρατελεύτῳ, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον. ἀρκεῖ καὶ ταῦτα περί τε μέτρων καὶ ποιήματος· ἱκανῶς γὰρ ἡμῖν ὁ τεχνικὸς τῆς μουσικῆς πεπέρανται λόγος.