4911 196 1 8 2 0 II-III d. C. Filosofia Sextus Empiricus V Mutschmann, H., Leipzig, Teubner, 2:1914; 3:1961 6

Sextus Empiricus - Adversus mathematicos V

ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ

   Περὶ ἀστρολογίας ἢ μαθηματικῆς πρόκειται ζητῆσαι οὔτε τῆς τελείου ἐξ ἀριθμητικῆς καὶ γεωμετρίας συνεστώσης (ἀντειρήκαμεν γὰρ πρὸς τοὺς ἀπὸ τούτων τῶν μαθημάτων) οὔτε τῆς παρὰ τοῖς περὶ Εὔδοξον καὶ Ἵππαρχον καὶ τοὺς ὁμοίους προρρητικῆς δυνάμεως, ἣν δὴ [2] καὶ ἀστρονομίαν τινὲς καλοῦσι (τήρησις γάρ ἐστιν ἐπὶ φαινομένοις ὡς γεωργία καὶ κυβερνητική, ἀφ' ἧς ἔστιν αὐχμούς τε καὶ ἐπομβρίας λοιμούς τε καὶ σεισμοὺς καὶ ἄλλας τοιουτώδεις τοῦ περιέχοντος μεταβολὰς προθεσπίζειν), ἀλλὰ πρὸς γενεθλιαλογίαν, ἣν σεμνοτέροις κοσμοῦντες ὀνόμασιν οἱ Χαλδαῖοι μαθηματικοὺς καὶ ἀστρολόγους σφᾶς αὐτοὺς ἀναγορεύουσιν, ποικίλως μὲν ἐπηρεάζοντες τῷ βίῳ, μεγάλην δ' ἡμῖν ἐπιτειχίζοντες δεισιδαιμονίαν, μηδὲν δὲ ἐπιτρέποντες κατὰ τὸν ὀρθὸν λόγον ἐνεργεῖν.

[3] καὶ τοῦτ' εἰσόμεθα μικρὸν ἄνωθεν προλαβόντες περὶ τῶν συντεινόντων πρὸς τὴν ἐπισκεπτικὴν αὐτῶν μέθοδον. ἔσται δὲ ἐπιδρομικώτερον καὶ ὁλοσχερέστερον τὸ τῆς ὑφηγήσεως· τοῖς γὰρ προηγουμένως μετιοῦσι τὸ μάθημα τοῦτο τὰ τῆς ἀκριβείας συγκεχωρήσθω, ἡμῖν δὲ αὔταρκές ἐστι τούτων ἐπιμνησθῆναι ὧν χωρὶς οὐ δυνατὸν ἐπιβάλλειν ταῖς πρὸς τοὺς Χαλδαίους ἀντιρρήσεσιν.

[4]    Ἐπὶ προϋποκειμένῳ τοίνυν τῷ συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις καὶ κατὰ τὰς ἐκείνων ἀπορροίας ἑκάστοτε ταῦτα νεοχμοῦσθαι

   (τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων

   οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε)

[5] οἱ περιεργότερον ἀναβλέψαντες εἰς τὸ περιέχον Χαλδαῖοι δραστικῶν μὲν αἰτιῶν λόγον ἐπέχειν φασὶν εἰς τὸ ἕκαστον τῶν κατὰ τὸν βίον συμβαινόντων ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας, συνεργεῖν δὲ τὰ τοῦ ζῳδιακοῦ μέρη. τὸν μὲν οὖν ζῳδιακὸν κύκλον, ὥσπερ κατηχήμεθα, διαιροῦσιν εἰς δεκαδύο ζῴδια, ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα (ἔστω γὰρ τοῦτο ἐπὶ τοῦ παρόντος σύμφωνον αὐτοῖς), ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι [6] τὰ ἐλάχιστα καὶ ἀμερῆ. τῶν δὲ ζῳδίων τὰ μέν τινα ἀρρενικὰ καλοῦσι τὰ δὲ θηλυκά, καὶ τὰ μὲν δίσωμα τὰ [7] δὲ οὔ, καὶ τινὰ μὲν τροπικά, τινὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν καὶ θηλυκὰ ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν ἢ θηλυγονίαν κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, ταῦρος δέ, φασί, θηλυκόν, δίδυμοι ἀρρενικόν, καὶ ἐναλλὰξ τὰ λοιπὰ κατὰ τὴν ὁμοίαν ἀναλογίαν, τὰ μὲν ἀρρενικὰ [8] τὰ δὲ θηλυκά. ἀφ' ὧν, οἶμαι, καὶ οἱ Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν, καὶ ἀναλόγως [πάλιν] τοὺς λοιποὺς τῶν τε ἀρτίων καὶ περιττῶν ἀριθμῶν.

[9] ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ κριοῦ τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ κριόν τε καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον ταῦρόν τε καὶ θῆλυ, τὸ δὲ τρίτον διδύμους τε καὶ ἄρρεν· καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν ὁ [10] αὐτὸς λόγος. δίσωμα δὲ λέγουσιν εἶναι ζῴδια διδύμους τε καὶ τὸν διαμετροῦντα τούτους τοξότην, παρθένον τε [11] καὶ ἰχθύας, οὐ δίσωμα δὲ τὰ λοιπά. καὶ τροπικὰ μὲν ἐν οἷς γινόμενος ὁ ἥλιος μεταλλάσσει καὶ ποιεῖ τοῦ περιέχοντος τροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε κριὸς καὶ τὸ τούτου διάμετρον, ὁ ζυγός, αἰγόκερώς τε καὶ καρκίνος· ἐν κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν αἰγοκέρῳ δὲ χειμερινή, ἐν καρκίνῳ δὲ θερινὴ καὶ ἐν ζυγῷ φθινοπωρινή. στερεὰ δὲ ὑπειλήφασι ταῦρόν τε καὶ τὸ διαμετροῦν, τουτέστι σκορπίον, λέοντά τε καὶ ὑδρηχόον.

[12]    Οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων τὰ ἐπὶ ἑκάστης γενέσεως κυριεύοντα ζῴδια πρὸς τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν, καὶ ἀφ' ὧν μάλιστα τὰς προαγορεύσεις ποιοῦνται, τέσσαρά φασιν εἶναι τὸν ἀριθμόν, ἅπερ κοινῷ μὲν ὀνόματι κέντρα καλοῦσιν, ἰδιαίτερον δὲ τὸν μὲν ὡροσκόπον τὸ δὲ μεσουράνημα τὸ δὲ δῦνον τὸ δὲ ὑπὸ γῆν καὶ [13] ἀντιμεσουράνημα, ὃ καὶ αὐτὸ μεσουράνημά ἐστιν. ὡροσκόπος μὲν οὖν ἐστιν ὅπερ ἔτυχεν ἀνίσχειν καθ' ὃν χρόνον ἡ γένεσις συνετελεῖτο, μεσουράνημα δὲ τὸ ἀπ' ἐκείνου τέταρτον ζῴδιον σὺν αὐτῷ ἐκείνῳ, δῦνον δὲ τὸ διαμετροῦν τὸν ὡροσκόπον, ὑπὸ γῆν δὲ καὶ ἀντιμεσουράνημα τὸ διαμετροῦν τὸ μεσουράνημα, οἷον (ἔσται γὰρ σαφὲς ἐπὶ παραδείγματος) καρκίνου ὡροσκοποῦντος μεσουρανεῖ μὲν κριός, δύνει δὲ αἰγόκερως, ὑπὸ γῆν δέ ἐστι ζυγός.

[14] οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τούτων τῶν κέντρων τὸ μὲν προάγον ζῴδιον ἀπόκλιμα καλοῦσι, τὸ δὲ ἑπόμενον ἐπαναφοράν.

[15] ἤδη δὲ τὸ μὲν προαναφερόμενον τοῦ ὡροσκοποῦντος ζῳδίου, ἐν τῷ φανερῷ ὄν, κακοῦ δαίμονός φασιν εἶναι, τὸ δὲ μετὰ τοῦτο, ἑπόμενον δὲ τῷ μεσουρανοῦντι, ἀγαθοῦ δαίμονος, τὸ δὲ προάγον τοῦ μεσουρανοῦντος κάτω μερίδα καὶ μονομοιρίαν καὶ θεόν, τὸ δὲ ἐρχόμενον [16] ἐπὶ τὴν δύσιν ἀργὸν ζῴδιον καὶ ἀρχὴν θανάτου, τὸ δὲ μετὰ τὴν δύσιν ἐν τῷ ἀφανεῖ ποινὴν καὶ κακὴν τύχην, ὅπερ καὶ διάμετρόν ἐστι τῷ κακῷ δαίμονι, τὸ δὲ ἐρχόμενον ὑπὸ γῆν ἀγαθὴν τύχην, διάμετρον τῷ ἀγαθῷ δαίμονι, [17] τὸ δὲ ἀποχωροῦν ἀπὸ τοῦ ἀντιμεσουρανήματος ὡς ἐπ' ἀνατολὴν θεάν, διάμετρον τῷ θεῷ, τὸ δὲ ἐπιφερόμενον τῷ ὡροσκόπῳ ἀργόν, ὃ πάλιν διάμετρόν ἐστι τῷ ἀργῷ.

[18] ἢ ἵνα συντομώτερον φῶμεν, τοῦ ὡροσκοποῦντος ζῳδίου τὸ μὲν ἀπόκλιμα καλεῖται κακὸς δαίμων, ἡ δ' ἐπαναφορὰ ἀργόν· ὡσαύτως τοῦ μεσουρανήματος τὸ μὲν ἀπόκλιμα [19] θεός, ἡ δ' ἐπαναφορὰ ἀγαθὸς δαίμων· κατὰ τὰ αὐτὰ δὲ καὶ τοῦ ἀντιμεσουρανήματος τὸ μὲν ἀπόκλιμα θεά, ἡ δὲ ἐπαναφορὰ ἀγαθὴ τύχη· ὁμοίως τοῦ δύνοντος τὸ μὲν [20] ἀπόκλιμα κακὴ τύχη, ἡ δὲ ἐπαναφορὰ ἀργόν. ταῦτα δ' οἴονται οὐ παρέργως ἐξετάζειν· οὐ γὰρ τὴν αὐτὴν δύναμιν ἔχειν ἡγοῦνται τοὺς ἀστέρας πρὸς τὸ κακοποιεῖν ἢ μὴ ἐπί τε τῶν κέντρων θεωρουμένους καὶ ἐπὶ ταῖς ἀναφοραῖς ἢ τοῖς ἀποκλίμασιν, ἀλλ' ὅπου μὲν ἐνεργεστέραν [21] ὅπου δὲ ἀπρακτοτέραν. ἦσαν δέ τινες τῶν Χαλδαίων οἱ καὶ ἕκαστον μέρος τοῦ ἀνθρωπείου σώματος ἑκάστῳ τῶν ζῳδίων ἀνατιθέντες ὡς συμπαθοῦν· κριὸν μὲν γὰρ κεφαλὴν ὀνομάζουσι, ταῦρον δὲ τράχηλον, διδύμους δὲ ὤμους, καρκίνον δὲ στέρνον, λέοντα δὲ πλευράς, παρθένον [22] δὲ γλουτούς, ζυγὸν δὲ λαγόνας, σκορπίον αἰδοῖον καὶ μήτραν, τοξότην μηρούς, αἰγόκερων γόνατα, ὑδρηχόον κνήμας, ἰχθύας δὲ πόδας. καὶ ταῦτα πάλιν οὐκ ἀσκόπως, ἀλλ' ἐπείπερ, ἐὰν ἔν τινι τούτων τῶν ζῳδίων γένηται τῶν κατὰ τὴν γένεσιν κακοποιῶν ἀστέρων τις, πήρωσιν τοῦ ὁμωνυμοῦντος ἀπεργάζεται μέρους.

   Ταῦτα μὲν οὖν περὶ τῆς φύσεως τῶν ἐν τῷ ζῳδιακῷ [23] κύκλῳ κεφαλαιωδέστερον ὑποδεδείχθω· οὐκ ἄτοπον δὲ ἑξῆς διελθεῖν καὶ περὶ τῆς διαιρέσεως αὐτῶν. ἐπιστάσεως γὰρ οὔσης ὡς τῶν ζῳδίων μὴ κατ' ἰδίαν περιγραφὴν θεωρουμένων ἀλλὰ ἑπτὰ ἀστέρων διεσπαρμένων παρατηρήσει, ἐπῆλθεν αὐτοῖς εἰς δώδεκα μοίρας τὸν ὅλον καταδιελεῖν [24] κύκλον. ὑποδεικνύντες γὰρ τὴν ἔφοδον, φασίν, ἕνα τινὰ τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ λαμπρὸν ἀστέρα παρατηρήσαντες ἀνατέλλοντα οἱ πάλαι, εἶτα ἀμφορέα τετρημένον πληρώσαντες ὕδατος εἴασαν ῥεῖν εἴς τι ἕτερον ὑποκείμενον ἀγγεῖον μέχρι τοῦ τὸν αὐτὸν αὖθις ἀνασχεῖν ἀστέρα, στοχασάμενοί τε ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον [25] γεγονέναι τὴν τοῦ κύκλου περιστροφὴν πάλιν ἐλάμβανον τὸ δωδέκατον τοῦ ῥυέντος, καὶ ἐσκέπτοντο ἐν πόσῳ τοῦτο ἔρρευσε χρόνῳ· ἐν τοσούτῳ γὰρ ἔλεγον καὶ τὸ δωδέκατον μέρος ἀνεληλυθέναι τοῦ κύκλου, καὶ τοῦτον ἔχειν τὸν λόγον τὸ ἀνενεχθὲν μέρος τοῦ κύκλου πρὸς τὸν ὅλον κύκλον, ὃν ἔχει τὸ ῥυὲν τοῦ ὕδατος μέρος πρὸς τὸ ὅλον [26] ὕδωρ. ἐκ ταύτης τῆς ἀναφορᾶς, φημὶ δὲ τοῦ δωδεκατημορίου, τὸ τελευταῖον πέρας ἐσημειοῦντο ἀπὸ ἀστέρος τινὸς ἐπιφανοῦς κατ' αὐτὸ θεωρουμένου ἢ ἀπό τινος τῶν συνανατελλόντων βορειοτέρων ἢ νοτιωτέρων. τὸ δὲ αὐτὸ ἐποίουν καὶ ἐπὶ τῶν ἄλλων δωδεκατημορίων.

   Ἀλλ' ἡ μὲν ἔφοδος καθ' ἣν εἰς τοσαύτας μοίρας τὸν [27] ζῳδιακὸν καταδιαιροῦσι κύκλον, ἐστὶ τοιαύτη· ἀνάλογος δ' ἔοικεν εἶναι καὶ καθ' ἣν τὸν ἐφ' ἑκάστης γενέσεως ὡροσκόπον ἀρχικῶς παρατετηρηκέναι λέγουσιν. νύκτωρ μὲν γὰρ ὁ Χαλδαῖος, φασίν, ἐφ' ὑψηλῆς τινος ἀκρωρείας ἐκαθέζετο ἀστεροσκοπῶν, ἕτερος δὲ παρήδρευε τῇ ὠδινούσῃ [28] μέχρις ἀποτέξαιτο, ἀποτεκούσης δὲ εὐθὺς δίσκῳ διεσήμαινε τῷ ἐπὶ τῆς ἀκρωρείας. ὁ δὲ ἀκούσας καὶ αὐτὸς παρεσημειοῦτο τὸ ἀνίσχον ζῴδιον ὡς ὡροσκοποῦν, μεθ' ἡμέραν δὲ τοῖς ὡροσκοπίοις προσεῖχε καὶ ταῖς τοῦ ἡλίου κινήσεσιν.

[29]    Ἀλλὰ ταῦτα μὲν περὶ ζῳδίων· τῶν δὲ ἀστέρων ἐνίους μὲν ἀγαθοποιοὺς εἶναι λέγουσιν ἐνίους δὲ κακοποιοὺς τινὰς δὲ καὶ κοινούς, οἷον ἀγαθοποιοὺς μὲν τὸν τοῦ Διὸς καὶ τὸν Ἀφροδίτης, κακοποιοὺς δὲ τὸν τοῦ Ἄρεως καὶ Κρόνου, ἐπίκοινον δὲ τὸν τοῦ Ἑρμοῦ, ἐπείπερ μετὰ μὲν ἀγαθοποιῶν ἀγαθοποιὸς μετὰ δὲ κακοποιῶν κακοποιός.

[30] ἄλλοι δὲ τοὺς αὐτοὺς ἀστέρας κατ' ἄλλην καὶ ἄλλην σχέσιν ὁτὲ μὲν ἀγαθοποιοὺς ὁτὲ δὲ κακοποιοὺς ὑπάρχειν νομίζουσιν. ἢ γὰρ πρὸς τὸ ζῴδιον ἢ πρὸς τοὺς τῶν ἄλλων ἀστέρων συσχηματισμοὺς οὔτε ὁ κακοποιὸς ἀστὴρ πάντως κακοποιός ἐστιν οὔτε ὁ ἀγαθοποιὸς πάντως ἀγαθοποιός [31] ἐστιν. πλὴν τῶν ἑπτὰ ἡγεῖσθαι μὲν τὸν ἥλιον καὶ τὴν σελήνην οἴονται, ἐλάττονα δὲ τούτων δύναμιν ἔχειν πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις τοὺς λοιποὺς πέντε· παρ' ἣν αἰτίαν οἱ Αἰγύπτιοι βασιλεῖ μὲν καὶ δεξιῷ ὀφθαλμῷ ἀπεικάζουσι τὸν ἥλιον, βασιλίσσῃ δὲ καὶ ἀριστερῷ ὀφθαλμῷ τὴν σελήνην, ῥαβδοφόροις δὲ τοὺς πέντε [32] ἀστέρας, τῷ δὲ λοιπῷ λαῷ τοὺς ἄλλους ἀπλανεῖς. καὶ τῶν πέντε ἡλίῳ μὲν συμφωνεῖν καὶ συνεπικουρεῖν φασι Κρόνον τε καὶ Δία καὶ Ἑρμῆν, οὓς καὶ ἡμερινοὺς καλεῖσθαι διὰ τὸ τὸν ἥλιον, ᾧ συνεργοῦσι, τῶν μεθ' ἡμέραν γεννωμένων ἐπικρατεῖν, ‹σελήνῃ δὲ Ἄρην τε καὶ Ἀφροδίτην›.

[33] τοὺς δὲ αὐτοὺς ἀστέρας μείζονα μᾶλλον ἴσχειν δύναμιν ἢ παρὰ τὸ ἐν ἰδίοις οἴκοις ὑπάρχειν ἢ ὑψώμασιν ἢ ὁρίοις, ἢ παρὰ τὸ δορυφορεῖσθαί τινας ὑπό τινων, ἢ παρὰ τὸ ἐπιβλέπειν ἀλλήλους καὶ συσχηματίζεσθαι ἀλλήλοις, [34] ἢ παρὰ τὸ ἐπὶ κέντροις εἶναι. οἶκος δέ ἐστι κατ' αὐτοὺς ἡλίου μὲν λέων, σελήνης δὲ καρκίνος, Κρόνου δὲ αἰγόκερως καὶ ὑδρηχόος, Διὸς τοξότης καὶ ἰχθύες, Ἄρεως κριὸς καὶ σκορπίος, Ἀφροδίτης ταῦρος καὶ ζυγός, Ἑρμοῦ [35] δίδυμοι καὶ παρθένος. ὑψώματα δὲ καλοῦσιν ἀστέρων, καὶ ταπεινώματα ὡσαύτως, τὰ ἐν οἷς χαίρουσιν ἢ ὀλίγην δύναμιν ἔχουσιν· χαίρουσι μὲν γὰρ ἐν τοῖς ὑψώμασιν, ὀλίγην [36] δὲ δύναμιν ἔχουσιν ἐν τοῖς ταπεινώμασιν. οἷον ἡλίου μὲν ὕψωμα κριός, καὶ πρὸς ἀκρίβειαν ἡ ἐννεακαιδεκάτη τούτου μοῖρα, ταπείνωμα δὲ τὸ διαμετροῦν ζῴδιον, σελήνης δὲ πάλιν ὕψωμα μὲν ταῦρος ταπείνωμα δὲ τὸ διαμετροῦν, Κρόνου ζυγός, Διὸς καρκίνος, Ἄρεως αἰγόκερως, Ἀφροδίτης ἰχθύες, Ἑρμοῦ παρθένος. καὶ ταπεινώματα [37] τούτων, ὡς ἔφην, τὰ διαμετροῦντα τῶν ὑψωμάτων. ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ ἐν οἷς ἕκαστος τῶν ἀστέρων ἀπὸ ποστῆς μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται· περὶ ὧν οὐχ ἡ τυχοῦσα παρ' αὐτοῖς [38] ἐστι καὶ κατὰ τοὺς πίνακας διαφωνία. δορυφορεῖσθαι δὲ ἀστέρας λέγουσιν, ὅταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ ζῳδίων· οἷον ἐὰν τοῦ αὐτοῦ ζῳδίου ὃς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας ὃς δὲ τὰς τελευταίας ὃς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν μέσῳ [39] ὑπὸ τῶν τὰς ἐπ' ἄκροις ἐπεχόντων μοίρας. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις ὡς οἱ κατὰ τρίγωνον ἢ τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους ἀστέρες οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάστημα, κατὰ [40] τετράγωνον δὲ οἱ δυοῖν. καὶ δοκεῖ κατὰ μὲν τρίγωνον ἀγαθοποιῷ κακοποιὸς συσχηματιζόμενος εὐεργετικὸς εἶναι καὶ πολὺ μᾶλλον ἀγαθοποιός, ἀγαθοποιῷ δὲ ἤπιος αὐτὸ μόνον, καὶ κακοποιὸς κακοποιῷ, κατὰ δὲ τὸ τετράγωνον ἀνάπαλιν. ἐπίκεντροι δὲ λέγονται οἱ ἐπί τινος τῶν κέντρων θεωρούμενοι, ἤτοι ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ δύσεως ἢ ἀντιμεσουρανήματος.

[41]    Ἀλλὰ γὰρ τούτων οὕτως ἡμῖν ὡς ἐν τύπῳ καὶ ὁλοσχερῶς ἐκκειμένων προληπτέον ὡς ἀπ' αὐτῶν ὁρμηθέντες οἱ Χαλδαῖοι τὰς προαγορεύσεις ποιοῦνται τῶν ἀποτελεσμάτων. διαφορὰ δὲ ἔστιν αὐτῶν, ἐπεὶ τὰ μὲν ἁπλούστερα καθειστήκει τὰ δὲ ἀκριβέστερα, καὶ ἁπλούστερα μὲν τὰ κατὰ ζῴδιον ἢ ἁπλῆν ἀστέρος δύναμιν γινόμενα, οἷον ὅτι ὅδε ὁ ἀστὴρ ἐν τῷδε τῷ ζῳδίῳ γενόμενος τοιούτους [42] ποιεῖ, ἀκριβέστερα δὲ τὰ κατὰ συνδρομὴν καὶ, ὡς αὐτοὶ λέγουσι, τὰ κατὰ σύγκρασιν πλειόνων, οἷον 'ἐὰν ὅδε μὲν ὡροσκοπῇ ὅδε δὲ μεσουρανῇ ὅδε δὲ ἀντιμεσουρανῇ οἱ δὲ ἄλλοι οὕτως ἔχωσι, συμβήσεται τάδε'.

[43]    Ὁ μὲν οὖν χαρακτὴρ τῆς Χαλδαϊκῆς μεθόδου τοιοῦτος ἔοικεν εἶναι· ῥᾴδιον δ' ἐστὶ λοιπὸν ἐπὶ παραδοθέντι τούτῳ συμπεριφέρεσθαι ταῖς κομιζομέναις ἀντιρρήσεσιν. καὶ δὴ ἔνιοι μὲν ἀγροικότερον πειρῶνται διδάσκειν ὡς οὐ πάντως [44] συμπάσχει τοῖς οὐρανίοις τὰ ἐπίγεια· οὐδὲ γὰρ οὕτως ἥνωται τὸ περιέχον ὡς τὸ ἀνθρώπινον σῶμα, ἵνα ὃν τρόπον τῇ κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπάσχει καὶ τοῖς ὑποκειμένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ἀλλά τις ἔστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια [45] ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν. ἄλλοι δὲ καὶ τὸν περὶ εἱμαρμένης κινοῦσι λόγον· εἰ γὰρ μὴ πάντα γίνεται κατὰ εἱμαρμένην, οὐκ ἔστι Χαλδαϊκὴ ἡ τοῦτο ἀξιοῦσα [κατὰ εἱμαρμένην εἶναι]. οὐκ ὀλίγοι δὲ [46] ἦσαν οἱ κἀκεῖνο συνερωτῶντες· ἐπεὶ τῶν γινομένων τὰ μὲν κατ' ἀνάγκην γίνεται τὰ δὲ κατὰ τύχην τὰ δὲ παρ' ἡμᾶς, πάντως οἱ Χαλδαῖοι, εἰ δυνατῆς ἐφίενται προρρήσεως, ἤτοι ἐν τοῖς κατ' ἀνάγκην ποιήσονται τὰς προαγορεύσεις ἢ ἐν τοῖς κατὰ τύχην ἐκβαίνουσιν ἢ ἐν τοῖς παρ' [47] ἡμᾶς. καὶ εἰ μὲν ἐν τοῖς κατ' ἀνάγκην, ἀνωφελεῖς εἰσιν ἐν τῷ βίῳ· τὸ γὰρ κατ' ἀνάγκην συμβαῖνον οὐκ ἔστιν ἐκκλῖναι, ἀλλ' ἐάν τε θέλωμεν ἐάν τε μὴ θέλωμεν, ἐκβῆναι δεῖ τὸ τοιοῦτο. τότε δ' ἂν χρειώδης ἐτύγχανεν ἡ πρόρρησις, εἰ πρὸς τὴν ἔκκλισιν αὐτοῦ τὴν ἀναφορὰν ἐλάμβανεν. εἰ δ' ἐν τοῖς τυχηροῖς, ἀδύνατόν τι ἐπαγγέλλονται· ἄστατα γὰρ τὰ τυχηρῶς γινόμενα, τῶν δὲ ἀστάτων καὶ ἄλλοτε ἄλλως ἐκβαινόντων οὐκ ἔστιν ἑστῶσαν [48] ποιεῖσθαι τὴν προαγόρευσιν. λείπεται οὖν ἐν τοῖς παρ' ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὃ πάλιν ἀμήχανον· τὸ γὰρ ἐπ' ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρρήσεως οἱ Χαλδαῖοι.

[49]    Οἱ μὲν οὖν πλείους διὰ τοιούτων τινῶν ἀκροβολισμῶν πειρῶνται τὴν Χαλδαϊκὴν μέθοδον ἀναιρεῖν· ἡμεῖς δὲ κατὰ τὸν ὅμοιον τῆς ἐπιχειρήσεως τρόπον τὰς ἀρχὰς καὶ ὥσπερ στοιχεῖα ταύτης κινήσαντες ἕξομεν ‹σὺν› αὐταῖς καὶ τὴν τῶν λοιπῶν θεωρημάτων σύστασιν ἠθετημένην.

[50]    Ἀρχὴ τοίνυν καὶ ὥσπερ θεμέλιος τῆς Χαλδαϊκῆς ἐστι τὸ στῆναι τὸν ὡροσκόπον· ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τά τε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατ' αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ [51] προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ' ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν ἐστιν ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν γνώριμον· τούτων δὲ ἀκαταληπτουμένων συναφανίζεται [52] πᾶσα ἡ Χαλδαϊκὴ μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔνεστι διδάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου [53] πρὸς ἀκρίβειαν συνῶφθαι. ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ' οὐρανὸν ἀνίσχοντος ζωδίου τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρησαμένων τῶν Χαλδαίων· ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχηματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ [54] ἐπὶ τῷ διαθέματι αἱ προαγορεύσεις. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσομεν, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. τοίνυν ἀσύστατός ἐστιν ἡ τῶν [55] Χαλδαίων μέθοδος. λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον.

   Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τῆς ἐκτέξεως. ἀλλ' ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἂν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης [56] χρόνος. καὶ εἰκότως· οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ θέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ [57] (τοῦτο γὰρ εὐθὺς κολλᾶται), δύναται δὲ καὶ μετὰ χρόνον, ἐπείπερ καὶ τὰ εἰς τὴν γῆν καταβαλλόμενα τῶν σπερμάτων οὐκ εὐθὺς ῥιζοβολοῦντα συμπλέκεται ταῖς ὑποκειμέναις βώλοις. καὶ διαστήματος δὲ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατρῶν παῖδες, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη [58] τοῦ σπέρματος φύσις. οἱ δὲ τούτου ἀγνοοῦντες τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς, Χαλδαῖοι τὴν σύλληψιν οὐδέποτε καταλήψονται. τοῦ ‹γὰρ› σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτοντος ὑφ' ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ' αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ δυνάμεως εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν ἀγνώστων ὑπάρχει τὸ πότε γίγνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος [59] χρόνος καὶ πόσος ὁ εἰς ταύτην. ἀγνοουμένων δὲ τούτων οἴχεται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις. εἴπερ τε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, αὐτόθεν οὐκ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς [60] χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν. καὶ μὴν ὥσπερ κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐν ταῖς τῶν μερῶν ἐνεργείαις διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες, οὕτως εἰκὸς αὐτὰς καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν διαφέρειν, τὰς μὲν θᾶττον συλλαμβανούσας τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅτε καὶ ‹αὐταὶ› ἑαυταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται νυνὶ δὲ οὐδα[61]μῶς. τούτου δὲ οὕτως ἔχοντος τῶν ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν τὸ πότε συνέσχηται τὸ καταβληθὲν σπέρμα, ἵνα καὶ ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι [62] τὸν τῆς γενέσεως ὡροσκόπον. καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ [63] τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι. πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας· εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν σύλληψιν δηλοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις [64] κειμένην διαστήμασιν. χρείαν δ' ἔχουσιν οἱ Χαλδαῖοι πρὸς διάγνωσιν τῶν διαφερόντων βίων οὐ τοῦ ὁλοσχεροῦς καὶ ἐν πλάτει χρόνου τῆς συλλήψεως, τοῦ δὲ πρὸς ἀκρίβειαν.

   Ἀλλὰ γὰρ ἐκ τούτων πρόδηλον ὅτι οὐχ οἷόν τέ ἐστιν [65] ἀπὸ συλλήψεως τὸν ὡροσκόπον ἑστάναι. καὶ μὴν οὐδ' ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστι τὸ πότε ῥητέον ἀπότεξιν εἶναι, ἆρά γε ὁπόταν ἄρχηται προκύπτειν εἰς τὸν ψυχρὸν ἀέρα τὸ ἀποτικτόμενον, ἢ ὅταν ὅλον ἐξίσχῃ, [66] ἢ ὅταν εἰς τὴν γῆν κατενεχθῇ. εἶτα οὐδὲ ἐφ' ἑκάστου τούτων δυνατόν ἐστι τὸν ἀκριβῆ τῆς ἀποτέξεως χρόνον ὁρίζειν· καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ δι' ἐπιτηδειότητα σώματος καὶ προδιάθεσιν τῶν τόπων καὶ δι' ἐμπειρίαν μαίας καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθ' ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆν καταφέρεται, [67] ἀλλ' ἄλλος ἐπ' ἄλλων. ὃν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντως τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν.

   Ὅτι μὲν οὖν τὸ ὅσον ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις ἐπαγγέλλονται μὲν τὸν ὡροσκόπον γινώσκειν Χαλδαῖοι, [68] οὐκ ἴσασι δέ, ἐκ τούτων συμφανές· ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανές ἐστιν αὐτοῖς, πάρεστι κατὰ τὸν ὅμοιον ἐπιλογίζεσθαι τρόπον. ὅταν γὰρ λέγωσιν ὅτι ὁ παρεδρεύων τῇ ὠδινούσῃ τὴν ἀπότεξιν δίσκῳ σημαίνει τῷ ἐπὶ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων ἐπισημειοῦται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ὑποδείξομεν αὐτοῖς, ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικρῷ πρόσθεν παρεστήσαμεν, [69] οὐδὲ τὸ δίσκῳ διασημαίνειν ταύτην εὔκολον. εἶτα ἔστω καὶ καταληπτὴν τυγχάνειν τὴν ἀπότεξιν, ἀλλ' οὔ γε πρὸς ἀκριβῆ χρόνον ταύτην παρεπισημειοῦσθαι δυνατόν ἐστιν. τὸν γὰρ τοῦ δίσκου ψόφον ἐν πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυναμένῳ μερίζεσθαι κινεῖσθαι συμβέβηκεν ἐπὶ τὴν ἀκρώρειαν. τεκμήριον δὲ τὸ ἐπὶ τῶν ἐν τῇ ὀρεινῇ δενδροτομούντων θεωρούμενον· μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούεται ἡ τῆς πληγῆς φωνὴ ὡς ἂν ἐν πλείονι χρόνῳ φθάνουσα [70] ἐπὶ τὸν ἀκούοντα. καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζωδίου καὶ κατ' ἀκρίβειαν ὡροσκοποῦντος λαμβάνειν. καὶ μὴν οὐ μόνον φθάνει πλείων διελθεῖν χρόνος μετὰ τὴν ἀπότεξιν, ἐν ᾧ γίνεται ὁ ἦχος ἀπὸ τοῦ ταῖς τῆς τικτούσης ὠδῖσι παρεδρεύοντος ὡς ἐπὶ τὸν ἀστεροσκοποῦντα· ἀλλὰ καὶ ἐν ᾧ οὗτος ἀναβλέπει καὶ περισκοπῶν ἐξετάζει τὸ ἐν τίνι τῶν ζῳδίων ἐστὶν ἡ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἕκαστος, φθάνει ἀλλοῖον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ κόσμου κινήσεως ἀλήκτῳ τάχει περιφερομένης, πρὶν τηρητικῶς παραπλάσασθαι τῇ τοῦ γεννηθέντος [71] ὥρᾳ τὰ κατ' οὐρανὸν βλεπόμενα. ἄλλως τε ἡ τοιαύτη παρατήρησις νύκτωρ ἴσως δύναται προκόπτειν τοῖς Χαλδαίοις, ὅτε τά τε ἐν τῷ ζῳδιακῷ βλέπεται κύκλῳ καὶ οἱ σχηματισμοὶ τῶν ἀστέρων εἰσὶν ἐμφανεῖς. ἐπεὶ οὖν τινὲς καὶ μεθ' ἡμέραν γεννῶνται, ὅτε οὐδὲν τῶν προειρημένων δυνατόν ἐστι παρασημειοῦσθαι, μόνας δέ, εἰ καὶ ἄρα, τὰς τοῦ ἡλίου κινήσεις, ῥητέον ἐπὶ τινῶν μὲν δυνατὴν εἶναι τὴν τῶν Χαλδαίων μέθοδον ἐπὶ τινῶν δὲ [72] ἀδύνατον. ὅρα δὲ μή ποτε καὶ νύκτωρ οὐκ ἰσχύουσιν ἀπλανεῖς διὰ παντὸς ποιεῖσθαι τὰς τῶν οὐρανίων παρατηρήσεις· πολλάκις γὰρ συννεφεῖς εἰσιν αἱ νύκτες καὶ ἀχλυώδεις, ἀγαπητὸν δὲ ἦν πάσης ἀναιρουμένης τοιαύτης προφάσεως τὸ βέβαιον εὑρεῖν ἐν τῷ μαθήματι, μή τοί γε καὶ κωλύματός τινος ὄντος πρὸς τὴν ἀκριβῆ τῶν οὐρανίων κατάληψιν.

[73]    Ἀθετήσαντες δὴ καὶ τὸ κατὰ τοὺς Χαλδαίους ὡροσκόπιον, συντόμως τε παραστήσαντες τὸν κατὰ τὴν γένεσιν χρόνον ἄληπτον αὐτοῖς εἶναι, ἐπὶ τὸ λειπόμενον τῆς ὑποσχέσεως μέρος χωρῶμεν. ἐλείπετο δὲ καὶ περὶ τῆς ἀναφορᾶς τῆς ἐν τῷ ζῳδιακῷ κύκλῳ διελθεῖν, ἀποστάντας [74] τῶν ἔμπροσθεν ἐκκειμένων ἡμῖν ἐλέγχων. φαμὲν τοίνυν ὅτι δυσδιόριστοί εἰσιν ἀπ' ἀλλήλων, μᾶλλον δὲ ἀδυνάτως ἔχουσι κατὰ τὸ ἀκριβὲς ὁρισθῆναι αἱ τῶν ζῳδίων μοῖραι, ἀλλ' εἰκός ἐστιν ἤδη ἀνεσχηκὸς ζῴδιον δοκεῖν μήπω ἀνατεταλκέναι, καὶ ἀνάπαλιν μήπω ἀνατεταλκὸς [75] δοκεῖν ἤδη ἀνεσχηκέναι. οὐδὲ γὰρ ἡ προειρημένη τῶν ὑδριῶν ἔφοδος δύναταί τι τοῖς Χαλδαίοις παρεπικουρεῖν, ἐπείπερ καὶ παρὰ τὸ ῥέον ὕδωρ καὶ παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν ἀνώμαλα τὰ τῆς ῥύσεως καὶ τῶν ἀντιπαρηκόντων τῇ ῥύσει χρόνων. τὴν μὲν γὰρ τοῦ ὕδατος φορὰν εἰκός ἐστιν ἀνόμοιον γίνεσθαι κατ' ἀρχάς, ὅτε καθαρόν ἐστι τὸ ῥέον, καὶ ἐξ ὑστέρου, ὅτε ἰλυῶδες καὶ [76] δυσρευστότερον· τὴν δὲ τοῦ ἀέρος κρᾶσιν πιθανὸν ἀχλυώδους μὲν καὶ παχυτέρου ὄντος ἀντιπίπτειν τῇ ἐκρύσει, τρόπον τινὰ ἐμφράττουσαν αὐτήν, διαυγοῦς δὲ καὶ λεπτομεροῦς [77] καθεστῶτος συνεργεῖν μᾶλλον. καὶ αὐτὸς δὲ ὁ ἀμφορεὺς οὐχ ὡσαύτως ῥυήσεται πλήρης καθεστώς, ὡσαύτως δὲ ἡμίκενος ἢ πρὸς τῷ κενοῦσθαι τυγχάνων, ἀλλ' ὁτὲ μὲν ὀξύτερον ὁτὲ δὲ βραδύτερον ὁτὲ δὲ μέσως, τῆς [78] οὐρανίου φορᾶς ἰσοταχῶς διὰ παντὸς ἐλαυνομένης. τὸ δὲ πάντων κυριώτατον, ἕκαστον τῶν ζῳδίων οὐ συνεχές ἐστι σῶμα, οὐδ' ὥσπερ ἡρμολογημένον τῷ πρὸ ἑαυτοῦ καὶ τῷ μεθ' αὑτὸ συνῆπται μηδεμιᾶς μεταξὺ πιπτούσης διαστάσεως, ἀλλ' ἐκ διεσπαρμένων ἀστέρων συνέστηκε καὶ μεταξύτητάς τινας ἐχόντων καὶ διαλείμματα, τοῦτο [79] μὲν κατὰ τὴν μεσότητα τοῦτο δὲ πρὸς τοῖς πέρασιν. ὅθεν πάντως, ἀριθμητοῖς μορίοις τῶν ἐν τῷ κύκλῳ ζῳδίων περιγραφομένων, πλάνην ἀναγκαῖόν ἐστι γίγνεσθαι τοῖς ἀπὸ τῆς γῆς παρατηροῦσι, λανθάνοντος αὐτοὺς τοῦ προσπίπτοντος διαλείμματος, εἴτε τοῦ προηγουμένου ζῳδίου [80] πέρας ἐστὶν εἴτε τοῦ ἐπανιόντος ἀρχή. οἱ δὲ λόφοι ἐφ' ὧν αἱ ἀστεροσκοπίαι γίνονται, οὐχ οἱ αὐτοὶ πάντοτε διαμένουσιν, ἀλλὰ κατὰ μοῖραν ἑτεροιουμένου καὶ μεταβάλλοντος τοῦ κόσμου ἤτοι κατακλυσμοῖς ἐξ ὄμβρων ἢ σεισμοῖς γῆς ἢ ἄλλοις τισὶ τοιούτοις καθήμασιν ἐνοχλοῦνται, ὥστε καὶ παρὰ τὴν τούτων ἐξαλλαγὴν μὴ τὰς αὐτὰς τῶν ἀστέρων γίνεσθαι παρατηρήσεις, ἀλλ' ἑτέραν μὲν τοῖς ἀφ' ὕψους συμβαίνειν παρατήρησιν, διαφέρουσαν δὲ τοῖς ἀπὸ χθαμαλοῦ βλέπουσι, καὶ τὸ ἐκείνοις ὀφθὲν μὴ πάντως [81] καὶ τοῖς ἄλλοις τεθεωρῆσθαι. συμπαραλάβοι δ' ἄν τις ἐνταῦθα καὶ τὴν τῶν αἰσθήσεων παραλλαγήν· ἄλλοι γὰρ ἄλλων εἰσὶν ὀξυωπέστεροι, καὶ ὃν τρόπον τὸ μηδέπω βλεπόμενον ἡμῖν διὰ ποσὴν ἀπόστασιν, τοῦτο ὡς μέγιστον κατειλήφασιν ἀετοί τε καὶ ἱέρακες δι' ὑπερβολὴν ὀξυωπίας, οὕτω τὸ ἀνίσχον ἤδη καὶ ὡροσκοποῦν ζῴδιον ἐκ μακροῦ διαστήματος τῷ μὴ ὀξυωποῦντι Χαλδαίῳ πιθανόν ἐστιν ὡς μηδέπω ἀνατεταλκὸς δοξάζεσθαι †καὶ [82] κατὰ σύγκρισιν ἀμβλυωποῦντι . προσθετέον δὲ τούτοις ὡς ἐναργέστατον τῆς Χαλδαϊκῆς ἔλεγχον καὶ τὴν περὶ τῷ ὁρίζοντι τοῦ ἀέρος διαφοράν· εἰκὸς γὰρ παχυμεροῦς αὐτοῦ καθεστῶτος κατὰ ἀνάκλασιν τῆς ὄψεως τὸ ὑπὸ γῆν ἔτι καθεστὼς ζῴδιον δοκεῖν ἤδη ὑπὲρ γῆν τυγχάνειν, ὁποῖόν τι καὶ ἐπὶ τῆς ἐφ' ὕδατος ἀντανακλωμένης ἡλιακῆς ἀκτῖνος γίνεται· μὴ βλέποντες γὰρ τὸν ἥλιον αὐτὸν [83] ‹ταύτην› πολλάκις ὡς ἥλιον δοξάζομεν. τὸ δὲ πάντων συνεκτικώτατον, εἰ μὲν πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην τὰ οὐράνια παρατηροῦσιν ἕκαστον τοῦ ζῳδιακοῦ δωδεκατημόριον ἰσοχρόνως ἐφαίνετο καὶ κατὰ τὴν αὐτὴν εὐθεῖαν ἐθεωρεῖτο, τάχ' ἴσως ἂν ἐδύναντο Χαλδαίων παῖδες παγίως λαβεῖν τὸ περὶ τὸν ὁρίζοντα ἀνίσχον ζῴδιον.

[84] νυνὶ δὲ ἐπεὶ οὐ παρὰ πᾶσιν ἰσοχρόνως ἀναφαίνεται ἀλλὰ τοῖς μὲν θᾶττον τοῖς δὲ βράδιον καὶ τισὶ μὲν πλάγιον τισὶ δὲ ὀρθόν, ἐπακολουθεῖ τὸ μὴ πᾶσι τὸ αὐτὸ δοκεῖν ὡροσκοπεῖν ζῴδιον, ἀλλὰ τὸ τούτοις ἤδη δοκοῦν ἀνατεταλκέναι, τοῦτ' ἄλλοις ἀκμὴν ὑπόγειον ὑπάρχειν, καὶ τὸ ἑτέροις φαινόμενον ἐν ἀποκλίματι τοῦ ὡροσκοποῦντος ζῳδίου, [85] τοῦτο ἑτέροις θεωρεῖσθαι ὡροσκοποῦν. καὶ ὅτι ταῦθ' οὕτως ἔχει, πρόδηλον ἐκ τοῦ καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καθάπερ ἀρκτοῦρον καὶ κύνα, μὴ κατὰ τὸν αὐτὸν χρόνον τοῖς ἐν παντὶ κλίματι κατοικοῦσι φαίνεσθαι ἀλλ' ἄλλοις κατ' ἄλλον.

   Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται κατ' ἀκρίβειαν τὸ ὡροσκοποῦν ζῴδιον λαβεῖν, διὰ δὲ τοῦτο οὐδὲ τῶν ἄλλων τι κέντρων, ἀφ' ὧν αἱ προαγορεύσεις γίνονται τοῖς Χαλδαίοις, [86] αὐτάρκως παρεστήσαμεν. ἐκ περιουσίας δὲ λεκτέον ὅτι κἂν καταληπτὸς ᾖ ὁ ἀκριβὴς τῆς τούτων ἐπαναφορᾶς χρόνος, ἐκεῖνο μὲν συμφανὲς ὅτι οὐθεὶς τῶν παραγινομένων πρὸς τοὺς Χαλδαίους ἰδιωτῶν τετηρηκὼς ἐφ' ἑαυτοῦ τὸν ἀκριβῆ χρόνον παραγίνεται· πολλῆς γὰρ ἦν τεχνιτείας τὸ πρᾶγμα, ὡς πρότερον ἐδείκνυμεν, [87] καὶ πλέον ἢ κατ' ἰδιώτην ὁ λόγος ὑπέφαινεν. ἐπεὶ οὖν ὁ Χαλδαῖος οὐκ ἐτήρησε τὸν ἀκριβῆ τῆς γενέσεως χρόνον ἐπὶ τοῦδε τοῦ ἰδιώτου ἀλλὰ παρ' αὐτοῦ τοῦτον ἀκούει, οὑτοσὶ δὲ ὁ ἰδιώτης τὰ μὲν δι' ἀπειρίαν τὰ δὲ καὶ διὰ τὸ μὴ πάνυ τι ἐσπουδακέναι περὶ τὸ πρᾶγμα πάλιν οὐκ οἶδε τὸν ἀκριβῆ χρόνον, καταλείπεται ἄρα πρόρρησιν μὲν μηδ' ἡντινοῦν βεβαίαν, πλάνην δὲ καὶ φενακισμὸν ἀπὸ Χαλδαϊκῆς τοῖς ἀνθρώποις περιγίνεσθαι.

[88]    Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει, ὑπ' αὐτῶν σχεδὸν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων· οἱ γὰρ ἐν τῷ αὐτῷ καθ' ὁλοσχέρειαν χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ' οἱ μὲν λόγου χάριν ἐβασίλευσαν [89] οἱ δὲ ἐν πέδαις κατεγήρασαν. οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην συναποτεχθέντων αὐτῷ, οὐδὲ Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε εἰ τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλδαῖος ἐπισκέπτεται, οὐ δυνήσεται παγίως λέγειν ὅτι ὁ κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει, πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον τούτῳ γεννηθέντες ἐδυστύχησαν, καὶ ἀνάπαλιν ὅτι ὅδε τις ἀπορήσει· οὐκ ὀλίγοι γὰρ τῶν τὸ αὐτὸ διάθεμα ἐσχηκότων εὐπορώτατοι κατεγήρασαν.

[90] καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν φαίνεται τοὺς Χαλδαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχείρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπίπτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διάφοροι [91] γίνονται. ὅπερ ἐστὶ ψεῦδος· ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ ἐν συμπτώσεσιν οἰκιῶν ἀποληφθέντας ἢ ναυαγίοις καταποντισθέντας· οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προειρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπορεῖν.

[92] εἰ γὰρ ὁ μὲν ἐν τῇ ἀκίδι τοῦ τοξότου γεννηθεὶς κατὰ τὸν μαθηματικὸν σφαγήσεται λόγον, πῶς αἱ τοσαῦται μυριάδες τῶν βαρβάρων ἀνταγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ὑφ' ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων ὁ αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν ‹εἰ› ὁ ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεννηθεὶς ναυαγήσει, πῶς οἱ ἀπὸ Τροίας ἀνακομιζόμενοι τῶν Ἑλλήνων περὶ τὰ [93] κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀμήχανον γὰρ πάντας μακρῷ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεγεννῆσθαι. καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὅτι δι' ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάντες οἱ ἐν τῇ νηὶ συναπόλλυνται· διὰ τί γὰρ ἡ τούτου εἱμαρμένη τὰς πάντων νικᾷ, ἀλλ' οὐχὶ διὰ τὸν ἕνα ᾧ [94] εἵμαρται ἐπὶ γῆς θανεῖν πάντες περισῴζονται; ἄλλος δέ τις ἀπορήσει καὶ περὶ τῶν ἀλόγων ζῴων. εἰ γὰρ παρὰ τοὺς συσχηματισμοὺς τῶν ἀστέρων τὰ κατὰ τὸν βίον ἀποτελέσματα πέφυκεν ἐκβαίνειν, ἐχρῆν ἐν τῷ αὐτῷ τούτῳ τοῦ ζῳδίου μορίῳ κάνθωνος ἅμα καὶ ἀνθρώπου γεννηθέντων τὴν αὐτὴν ἐν ἀμφοτέροις ἀκολουθεῖν τῶν βίων ἔκβασιν, καὶ μὴ τὸν μὲν ἄνθρωπον πολλάκις ἐπιφανῶς πολιτευσάμενον περισπούδαστον εἶναι τοῖς δήμοις, τὸν δὲ κάνθωνα διὰ παντὸς ἀχθοφορεῖν ἢ εἰς μύλωνας [95] ἀπάγεσθαι. τοίνυν οὔκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀστέρων κινήσεις διοικεῖσθαι τὸν βίον· ἢ εἴπερ ἐστὶν εὔλογον, ἡμῖν πάντως ἀκατάληπτον.

   Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δὲ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις [96] αἰδήμων. ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλλον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μὲν γάρ, εἰ ὅτι ἄλκιμον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεννώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα [97] τούτῳ θῆλυ νομίζουσι ζῷον; εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς· εἰκὸς γὰρ τοὺς παλαιοὺς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δὲ οὐδὲ κατ' αὐτὴν ἀλλ' εὐσήμου χάριν [98] διδασκαλίας. τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ οἱ ἑπτὰ ἀστέρες, ‹τοσοῦτον› διεστῶτες ἀπ' ἀλλήλων; ἢ δράκοντος κεφαλῇ οἱ πέντε, ἐφ' ὧν φησιν ὁ Ἄρατος

   ἀλλὰ δύο κροτάφους, δύο δ' ὄμματα, εἷς δ' ὑπένερθεν

   ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

[99] οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδίῳ γεννωμένων οὔθ' αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς εἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύνατον· ἐδείξαμεν γὰρ τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀποτέξεως [100] καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον. δυοῖν τε θάτερον· ἢ γὰρ ὅτι λέων λέγεται τὸ ζῴδιον, καὶ ὁ γεννηθεὶς ἀνδρεῖος γίνεται, ἢ ὅτι τραπέντος τοῦ ἀέρος ὑπὸ τοῦ κατ' οὐρανὸν λέοντος τοιαῦται συμβαίνουσι καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον διαθέσεις. ἀλλὰ διὰ μὲν τὸ λέοντα καλεῖσθαι τὸ ὡροσκοποῦν ζώδιον οὐ πιθανὸν ἀνδρεῖον γίνεσθαι· τούτῳ γὰρ τῷ λόγῳ ἐχρῆν καὶ τοὺς τῷ ἐπιγείῳ λέοντι συναποτεχθέντας ἢ συνανατραφέντας ἀνδρείους ὑπάρχειν παρόσον λέων λέγεται τὸ ᾧ [101] συνανετράφησαν ζῷον. εἰ δὲ διὰ τὴν τοῦ ἀέρος τροπήν, τί τοῦτο πρὸς τὴν τοῦ βίου διαφοράν; εἰς μὲν γὰρ τὸ ἰσχυρὸν τῷ σώματι γίνεσθαι τὸ γεννώμενον καὶ θηριῶδες τοῖς ἤθεσιν τάχα συμβάλλεται ἡ ποιὰ τοῦ ἀέρος κρᾶσις, εἰς δὲ τὸ δανείοις κατάχρεων γενέσθαι τὸ γεννώμενον ἢ βασιλεύειν ἢ δεσμευθῆναι ἢ σπανότεκνον ἢ σπανάδελφον ὑπάρχειν οὐδ' ὁτιοῦν φαίνεται συνεργεῖν ὁ [102] ἀήρ. καὶ πάλιν εἰ ὁ παρθένου ὡροσκοπούσης τετανόθριξ χαροπὸς λευκόχρως, δεήσει μηδένα τῶν Αἰθιόπων παρθένον ἔχειν ὡροσκοποῦσαν, ἐπεὶ δώσουσιν Αἰθίοπα ‹μηδαμῶς› λευκὸν εἶναι καὶ χαροπὸν καὶ τετανότριχα· ὃ πάντων ἐστὶν [103] ἀτοπώτατον. καθόλου δέ, ἐπεὶ οὐδ' ἐνδείκνυσθαι λέγουσιν αὐτοῖς τοὺς ἀστέρας τὰς τῶν ἀνθρωπίνων βίων διαφοράς, ἀλλ' αὐτοὶ ταύτας συμπαρατετηρηκέναι ταῖς τῶν ἀστέρων σχέσεσι, φημὶ ὅτι εἰ μελλήσει βέβαιος πρόρρησις γίνεσθαι, δεῖ τὴν αὐτὴν τῶν ἀστέρων σχέσιν μὴ ἅπαξ συμπαρατετηρηκέναι τῷ ἑνὸς τινὸς βίῳ ἀλλὰ καὶ δεύτερον δευτέρου καὶ τρίτον τρίτου, ἵνα ἐκ τοῦ διομαλίζειν ἐπὶ πάντων τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις μάθωμεν, ὅτι τῶν ἀστέρων τοιοῦτον ἀναδεξαμένων τὸν σχηματισμὸν [104] τόδε πάντως ἔσται τὸ ἀποβησόμενον· καὶ ὃν τρόπον ἐν τῇ ἰατρικῇ ἐτηρήσαμεν ὅτι ἡ τῆς καρδίας περίψυξίς ἐστι θάνατος, οὐ τὴν Δίωνος μόνον τελευτὴν αὐτῇ συμπαρατηρήσαντες ἀλλὰ καὶ Θέωνος καὶ Σωκράτους καὶ ἄλλων πολλῶν, οὕτω καὶ ἐν μαθηματικῇ εἰ πιστόν ἐστιν ὅτι ὅδε ὁ σχηματισμὸς τῶν ἀστέρων τοιούτου βίου μηνυτικὸς καθέστηκεν, πάντως οὐχ ἅπαξ ἐφ' ἑνὸς ἀλλὰ [105] πολλάκις ἂν ἐπὶ πολλῶν παρετηρήθη. ἐπεὶ οὖν ὁ αὐτὸς τῶν ἀστέρων σχηματισμὸς διὰ μακρῶν, ὥς φασι, χρόνων θεωρεῖται, ἀποκαταστάσεως γινομένης τοῦ μεγάλου ἐνιαυτοῦ δι' ἐννεακισχιλίων ἐννακοσίων καὶ ἑβδομήκοντα καὶ ἑπτὰ ἐτῶν, οὐ φθάσει ἀνθρωπίνη τήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως, καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις, ἤτοι τοῦ κόσμου φθορᾶς, εἰρήκασιν ὥς τινες, μεσολαβούσης αὐτήν, ἢ πάντως γε τῆς κατὰ μέρος μεταβολῆς ἐξαφανιζούσης τὸ συνεχὲς τῆς ἱστορικῆς παραδόσεως.

[106]    Τοσαῦτα μὲν οὖν ἐστι καὶ τὰ πραγματικῶς δυνάμενα λέγεσθαι πρὸς τοὺς Χαλδαίους. μεθ' ἃ πάλιν ἀπ' ἄλλης ἀρχῆς σύντομον οὖσαν καὶ τὴν πρὸς τοὺς μουσικοὺς ἀντίρρησιν ἀποδώσομεν.