8316 494 0 1 0 IV-V d. C. Philosophia Synesius Dion Terzaghi, N., Rome, Polygraphica, 1944. 31

Synesius - Dion

ΔΙΩΝ Η ΠΕΡΙ ΤΗΣ ΚΑΤ' ΑΥΤΟΝ ΔΙΑΓΩΓΗΣ

[1]    Φιλόστρατος μὲν ὁ Λήμνιος ἀναγράφων τοὺς βίους τῶν μέχρις αὐτοῦ σοφιστῶν, ἐν ἀρχῇ τοῦ λόγου δύο μερίδας ποιεῖ, τῶν τε αὐτὸ τοῦτο σοφιστῶν, καὶ τῶν ὅσοι φιλοσοφήσαντες διὰ τὴν εὐστομίαν ὑπὸ τῆς φήμης ἐς τοὺς σοφιστὰς ἀπηνέχθησαν· καὶ τάττει τὸν Δίωνα μετὰ τούτων, ἐν οἷς Καρνεάδην τε καταλέγει τὸν Ἀθηναῖον καὶ Λέοντα τὸν Βυζάντιον καὶ συχνοὺς ἄλλους καταβιώσαντας μὲν ἐπὶ φιλοσόφου προαιρέσεως, λόγου δὲ ἰδέαν σοφιστικὴν ἡρμοσμένους, ἐν οἷς ἀριθμεῖ καὶ τὸν Κνίδιον Εὔδοξον, ἄνδρα τὰ πρῶτα τῶν Ἀριστοτέλους ὁμιλητῶν, ἀλλὰ καὶ ἀστρονομίας εὖ ἥκοντα, ὁπόσην ὁ τότε χρόνος ἐπρέσβευεν. ἡμῖν δὲ ὁ Δίων τῇ μὲν περιβολῇ τῆς γλώττης, ἣν χρυσῆν εἶχεν, ὥσπερ καὶ λέγεται, σοφιστὴς ἔστω διὰ πάντων τῶν ἑαυτοῦ, εἴ τις ἀξιοῖ τὴν ἐπιμέλειαν τῆς φωνῆς σοφιστικὸν ἀγώνισμα οἴεσθαι· καί τοι καὶ τοῦτο μετὰ μικρὸν ὁποῖόν ἐστιν ἐξετάσομεν· τὴν δὲ προαίρεσιν οὐχ εἷς ὁ Δίων, οὐδὲ μετὰ τούτων τακτέος, ἀλλὰ μετ' Ἀριστοκλέους, ἀπ' ἐναντίας μέντοι κἀκείνῳ. ἄμφω μέν γε μεταπεπτώκασιν· ἀλλ' ὁ μὲν ἐκ φιλοσόφου καὶ μάλα ἐμβριθοῦς καὶ πρόσω καθεικότος τὸ ἐπισκύνιον ἐτέλεσεν εἰς σοφιστάς, καὶ τρυφῆς ἁπάσης οὐχ ἥψατο μόνον, ἀλλὰ καὶ εἰς ἄκρον ἐλήλακεν· ἐννεάσας δὲ τῇ προστασίᾳ τῶν ἐκ τοῦ περιπάτου δογμάτων, καὶ συγγράμματα ἐξενηνοχὼς ἐς τοὺς Ἕλληνας ἄξια φιλοσόφου σπουδῆς, οὕτω τι ἥττων ἐγένετο δόξης σοφιστικῆς, ὡς μεταμέλειν μὲν αὐτῷ γηρῶντι τῆς ἐν ἡλικίᾳ σεμνότητος, κόψαι δὲ τὰ Ἰταλιωτικά τε καὶ Ἀσιανὰ θέατρα μελέταις ἐναγωνιζόμενον. ἀλλὰ καὶ κοττάβοις ἐδεδώκει, καὶ αὐλητρίδας ἐνόμιζεν, καὶ ἐπήγγελλεν ἐπὶ τούτοις συσσίτια· ὁ δὲ Δίων ἐξ ἀγνώμονος σοφιστοῦ φιλόσοφος ἀπετελέσθη· τύχῃ δὲ μᾶλλον ἢ γνώμῃ χρησάμενος, τὴν τύχην αὐτὸς διηγήσατο. ἦν δὲ δὴ καὶ τοῦ γράφοντος βίον διηγήσασθαι τὴν περὶ τὸν ἄνδρα διπλόην, ἀλλὰ μὴ ἁπλῶς οὕτω συγκαταριθμῆσαι τοῖς ἀμφὶ Καρνεάδην καὶ Εὔδοξον· ὧν ἥντινα ἂν λάβῃς ὑπόθεσιν, φιλόσοφός ἐστι μετακεχειρισμένη σοφιστικῶς, τοῦτ' ἔστι λαμυρῶς ἀπηγγελμένη καὶ δεξιῶς, καὶ πολλὴν τὴν ἀφροδίτην ἐπαγομένη. ταύτῃ καὶ παρὰ τῶν ἀνθρώπων, οὓς λέγοντες ἐκήλουν τῷ κάλλει τῶν ὀνομάτων, ἠξιοῦντο τῆς προσηγορίας τοῦ σοφιστοῦ· αὐτοὶ δ' ἂν ἀπαξιῶσαί μοι δοκοῦσι καὶ ὡς οὐ διδόμενον δέξασθαι, φιλοσοφίας ἐν ὀνείδει τὸ τοιοῦτο τιθείσης, ἄρτι τοῦ Πλάτωνος ἐπαναστάντος τῷ ὀνόματι. ὃ δὲ προὔστη τε λαμπρῶς τοῖν βίοιν ἑκατέρου χωρίς, καὶ ταῖς ὑποθέσεσι μάχεται ταῖς αὐτὸς ἑαυτοῦ, λόγους ἐξενεγκὼν ἀπὸ τῶν ἐναντίων ἐνστάσεων. χρὴ δήπου καὶ δι' αὐτὴν οὐχ ἥκιστα τὴν ἐν τοῖς λόγοις διαφορὰν μὴ σεσιγῆσθαι τὰ περὶ τὸν ἄνδρα. ὅπερ γὰρ ἐν τοῖς μετὰ ταῦτά φησιν ἀπολύων αὐτὸν αἰτίας συνθέντα ἔπαινον ἐπὶ ψιττακίῳ τῷ ὄρνιθι, σοφιστοῦ γὰρ εἶναι μηδὲ τούτων ὑπεριδεῖν· αὐτοῦ μὲν ἂν ἔλεγχος εἶναι δόξειεν, προειπόντος ὅτι τῶν συκοφαντουμένων ἐστὶν ὁ ἀνὴρ, ὅστις, φιλόσοφος ὤν, εἰς τὸν σοφιστὴν ἕλκεται. λέγει γὰρ οὕτω· "Σοφιστὰς δὲ οἱ παλαιοὶ ἐπωνόμαζον οὐ μόνον τῶν ῥητόρων τοὺς ὑπερφωνοῦντάς τε καὶ λαμπρούς, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς σὺν εὐροίᾳ ἑρμηνεύοντας. ὑπὲρ ὧν ἀνάγκη πρότερον εἰπεῖν, ἐπειδὴ οὐκ ὄντες σοφισταί, δόξαντες δέ, παρῆλθον εἰς τὴν ἐπωνυμίαν ταύτην". εἶτα σαφῶς φιλοσόφους ἄνδρας ἐξαριθμεῖται, μεθ' ὧν δὴ καὶ τὸν Δίωνα, καὶ μετὰ Δίωνα ἄλλους, ὧν περὶ τοῦ τελευταίου παυόμενος· "Τοσαῦτα" φησί "περὶ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι", ταὐτὸν ἑτέρως εἰπών, ὅτι, μὴ ὄντες σοφισταί, τοῦ ὀνόματος ἐπεβάτευσαν. καίτοι μεταξύ πού φησιν ἀπορεῖν οἷ χοροῦ τάξει τὸν ἄνδρα, περιδέξιον δή τινα ὄντα. τί οὖν προεῖπας; τί δὲ ἐπεῖπας, ὅτι τοῦτο μὲν ἐστίν, ἐκεῖνο δὲ φαίνεται; ἀλλ' ἔγωγε οὐ μικρολογοῦμαι πρὸς τὰς ἐναντιολογίας· συγχωρῶ δὲ τὸν Δίωνα φιλόσοφον ὄντα παῖξαι τὰ σοφιστῶν, εἰ μόνον πρᾶός ἐστι καὶ ἵλεως φιλοσοφίᾳ, καὶ μηδαμοῦ μηδὲν ἐπηρέακεν αὐτῇ, μηδὲ ἐπ' αὐτὴν ξυντέθεικε λόγους ἰταμούς τε καὶ κακοήθεις. ἀλλ' οὗτός γε πλεῖστα δὴ καὶ μάλιστα σοφιστῶν εἰς φιλοσόφους τε καὶ φιλοσοφίαν ἀπηναισχύντηκεν. ἅτε γάρ, οἶμαι, φύσεως λαχὼν ἐχούσης ἰσχύν, καὶ τὸ ῥητορεύειν αὐτὸ ἠλήθευεν, ἄμεινον ἀναπεπεισμένος εἶναι τοῦ ζῆν κατὰ φιλοσοφίαν τὸ ζῆν κατὰ τὰς κοινὰς ὑπολήψεις· ὅθεν ὅ τε κατὰ τῶν φιλοσόφων αὐτῷ λόγος ἐσπουδάσθη σφόδρα ἀπηγχωνισμένος καὶ οὐδὲν σχῆμα ὀκνήσας· καὶ ὁ πρὸς Μουσώνιον ἕτερος τοιοῦτος, οὐ προσγυμναζομένου τῷ τόπῳ τοῦ Δίωνος, ἀλλ' ἐκ διαθέσεως γράφοντος· ὡς ἐγὼ σφόδρα διισχυρίζομαι, πείσαιμι δ' ἂν καὶ ἄλλον, ὅστις εὔστοχος ἤθους εἰρωνείαν τε καὶ ἀλήθειαν ἐκ παντοδαποῦ λόγου φωρᾶσαι. ἐπειδή τε ἐφιλοσόφησεν, ἐνταῦθα δὴ καὶ μάλιστα ἡ ῥώμη τῆς φύσεως αὐτοῦ διεδείχθη. ὥσπερ γὰρ ἐπιγνούσης ὀψὲ τῆς φύσεως τὸ οἰκεῖον ἔργον, οὐ κατὰ μικρόν, ἀλλ' ὅλοις τοῖς ἱστίοις ἀπηνέχθη τῆς σοφιστικῆς προαιρέσεως, ὅς γε καὶ τὰς ῥητορικὰς τῶν ὑποθέσεων οὐκέτι ῥητορικῶς, ἀλλὰ πολιτικῶς μετεχειρίσατο. εἴ τις ἀγνοεῖ τὴν ἐν ταὐτῷ προβλήματι διαφορὰν τοῦ πολιτικοῦ καὶ τοῦ ῥήτορος, ἐπελθέτω μετὰ νοῦ τὸν Ἀσπασίας τε καὶ Περικλέους ἐπιτάφιον Θουκυδίδου καὶ Πλάτωνος, ὧν ἐκάτερος θατέρου παρὰ πολὺ καλλίων ἐστί, τοῖς οἰκείοις κανόσι κρινόμενος. ὁ δ' οὖν Δίων ἔοικε θεωρήμασι μὲν τεχνικοῖς ἐν φιλοσοφίᾳ μὴ προσταλαιπωρῆσαι, μηδὲ προσανασχεῖν φυσικοῖς δόγμασιν, ἅτε ὀψὲ τοῦ καιροῦ μετατεθειμένος· ὄνασθαι δὲ τῆς στοᾶς ὅσα ἐς ἦθος τείνει, καὶ ἠρρενῶσθαι παρ' ὁντινοῦν τῶν ἐφ' ἑαυτοῦ· ἐπιθέσθαι δὲ τῷ νουθετεῖν ἀνθρώπους, καὶ μονάρχους καὶ ἰδιώτας, καὶ καθ' ἕνα καὶ ἀθρόους, εἰς ὃ χρήσασθαι προαποκειμένῃ τῇ παρασκευῇ τῆς γλώττης. διό μοι δοκεῖ καλῶς ἔχειν ἐπιγράφειν ἅπασι τοῖς Δίωνος λόγοις, ὅτι πρὸ τῆς φυγῆς ἢ μετὰ τὴν φυγήν, οὐχ οἷς ἐμφαίνεται μόνοις ἡ φυγή, καθάπερ ἐπέγραψαν ἤδη τινές, ἀλλ' ἁπαξάπασιν. οὕτως γὰρ ἂν εἴημεν τούς τε φιλοσόφους καὶ τοὺς αὐτὸ τοῦτο σοφιστικοὺς λόγους διειληφότες ἑκατέρους χωρίς, ἀλλ' οὐχ ὥσπερ ἐν νυκτομαχίᾳ περιτευξόμεθα αὐτῷ, νῦν μὲν βάλλοντι Σωκράτη καὶ Ζήνωνα τοῖς ἐκ Διονυσίων σκώμμασι, καὶ τοὺς ἀπ' αὐτῶν ἀξιοῦντι πάσης ἐλαύνεσθαι γῆς καὶ θαλάττης, ὡς ὄντας κῆρας πόλεών τε καὶ πολιτείας· νῦν δὲ στεφανοῦντί τε αὐτοὺς καὶ παράδειγμα τιθεμένῳ γενναίου βίου καὶ σώφρονος.

[2]    Φιλόστρατος δὲ καὶ τοῦτο ἀπεριμερίμνως τὸν ἔπαινον τοῦ ψιττακοῦ καὶ τὸν Εὐβοέα τῆς αὐτῆς προαιρέσεως οἴεται, καὶ ὑπὲρ ἀμφοῖν ὁμοίως εἰς ἀπολογίαν καθίσταται τὴν ὑπὲρ τοῦ Δίωνος, ὡς μὴ ἐπὶ τοῖς τυχοῦσιν ἐσπουδακέναι δοκεῖν. τοῦτο δ' ἤδη πλέον ἐστὶ ποιήσασθαι θάτερον. ὁ γὰρ ἀναγορεύσας αὐτὸν ἐν τοῖς δι' ὁλοκλήρου τοῦ βίου φιλοσοφήσασι, προιὼν οὐ μόνον ἐνδέδωκε πρὸς τὸ καὶ σοφιστικόν τι ἔργον εἰργάσθαι τὸν Δίωνα, ἀλλὰ προσαποστερεῖ τὸν ἄνδρα καὶ τῶν ὄντων ἐκ τῆς φιλοσόφου μερίδος, προσνέμων αὐτὰ τοῖς σοφιστικοῖς. εἰ γὰρ τὸν Εὐβοέα τις ἀφαιρήσεται τοῦ σπουδαῖον εἶναι, καὶ ὑπὲρ σπουδαίων συγκεῖσθαι, οὔ μοι δοκεῖ ῥᾷστ' ἂν ὁ τοιοῦτος ἐγκρῖναί τινα λόγον τῶν Δίωνος, ὥστε καὶ φιλόσοφον ὑπ' αὐτοῦ προσειρῆσθαι. ὡς οὗτός γε ὁ λόγος ὑποτύπωσίς ἐστιν εὐδαίμονος βίου, πένητι καὶ πλουσίῳ τοῦ παντὸς ἀνάγνωσμα ἀξιώτατον. ᾠδηκός τε γὰρ ἦθος ὑπὸ πλούτου καταστέλλει, τὸ εὔδαιμον ἑτέρωθι δείξας, καὶ τὸ καταπεπτωκὸς ὑπὸ πενίας ἐγείρει, καὶ ἀταπείνωτον εἶναι παρασκευάζει· τοῦτο μέν, τῷ καταμελιτοῦντι τὰς ἁπάντων ἀκοὰς διηγήματι, ὑφ' οὗ κἂν Ξέρξης ἀνεπείσθη, Ξέρξης ἐκεῖνος ὁ τὴν μεγάλην στρατείαν ἐλάσας ἐπὶ τοὺς Ἕλληνας, μακαριώτερον ἑαυτοῦ γεγονέναι κυνηγέτην ἄνδρα ἐν τῇ ὀρεινῇ τῆς Εὐβοίας κέγχρους ἐσθίοντα· τοῦτο δὲ ταῖς ἀρίσταις ὑποθήκαις, αἷς χρώμενος οὐδεὶς αἰσχύνεται πενίαν, εἰ μή γε καὶ φεύξεται. διὸ βελτίους οἱ τάττοντες αὐτὸν μετὰ τὸν ἔσχατον περὶ βασιλείας, ἐν ᾧ τέτταρας ὑποθέμενος βίους καὶ δαίμονας τὸν φιλοχρήματόν τε καὶ τὸν ἀπολαυστικόν, καὶ τρίτον τὸν φιλότιμον, τελευταῖον δὲ καὶ ἐπὶ πᾶσι τὸν εὔφρονα καὶ σπουδαῖον, ἐκείνους μὲν τοὺς κατὰ τὴν ἀλογίαν ἅπαντας γράφει τε καὶ σχηματίζει, παύεται δὲ τοῦ βιβλίου, τὸν λοιπὸν ἐπαγγειλάμενος αὐτίκα ἀποδώσειν, ὅτῳ ποτὲ πεπρωμένος ἐκ θεῶν ἐγένετο.

[3]    Χωρὶς οὖν τιθέντι τοὺς ἐν τοῖς συχνοῖς λόγοις Διογένας τε καὶ Σωκράτας, οἳ καὶ περιττοὶ τὴν φύσιν ἔδοξαν· καὶ οὐχ ἅπαντός ἐστιν ὁ τοῖν ἀνδροῖν τούτοιν ζῆλος, ἀλλ' ὅστις εὐθὺς αἵρεσίν τινα τῶν κατὰ φιλοσοφίαν ὑπέσχετο· τὸν δὲ κατὰ τὴν κοινὴν φύσιν ζητοῦντι, καὶ τὸν ἅπασιν ἐγχωροῦντα, δίκαιον, ὅσιον, αὐτουργόν, ἀπὸ τῶν ὄντων φιλάνθρωπον, οὐκ ἂν ἕτερος ἀντὶ τοῦ Εὐβοέως ἀποδεδομένος εἴη βίος εὐδαιμονικός. ἔτι καὶ τοὺς Ἐσσηνοὺς ἐπαινεῖ που, πόλιν ὅλην εὐδαίμονα τὴν παρὰ τὸ Νεκρὸν Ὕδωρ ἐν τῇ μεσογείᾳ τῆς Παλαιστίνης κειμένην παρ' αὐτά που τὰ Σόδομα. ὁ γὰρ ἀνὴρ ὅλως, ἐπειδὴ τοῦ φιλοσοφεῖν ἀπήρξατο, καὶ εἰς τὸ νουθετεῖν ἀνθρώπους ἀπέκλινεν, οὐδένα λόγον ἄκαρπον ἐξενήνοχεν. τῷ δὲ μὴ παρέργως ἐντυγχάνοντι δήλη καὶ ἡ τῆς ἑρμηνείας ἰδέα διαλλάττουσα, καὶ οὐκ οὖσα μία τῷ Δίωνι κατά τε τὰς σοφιστικὰς ὑποθέσεις καὶ κατὰ τὰς πολιτικάς. ἐν ἐκείναις μὲν γὰρ ὑπτιάζει καὶ ὡραΐζεται, καθάπερ ὁ ταὼς περιαθρῶν ἑαυτόν, καὶ οἷον γαννύμενος ἐπὶ ταῖς ἀγλαΐαις τοῦ λόγου, ἅτε πρὸς ἓν τοῦτο ὁρῶν καὶ τέλος τὴν εὐφωνίαν τιθέμενος. ἔστω παράδειγμα ἡ τῶν Τεμπῶν φράσις, καὶ ὁ Μέμνων· ἐν τούτῳ μέν γε καὶ ὑπότυφός ἐστιν ἡ ἑρμηνεία· τὰ δὲ τοῦ δευτέρου χρόνου βιβλία, ἥκιστ' ἂν ἐν αὐτοῖς ἴδοις χαῦνόν τι καὶ διαπεφορημένον. ἐξελαύνει γάρ τοι φιλοσοφία καὶ ἀπὸ τῆς γλώττης τρυφήν, τὸ ἐμβριθές τε καὶ κόσμιον κάλλος ἀγαπῶσα, ὁποῖόν ἐστι τὸ ἀρχαῖον κατὰ φύσιν ἔχον καὶ τοῖς ὑποκειμένοις οἰκεῖον, οὗ μετὰ τοὺς λίαν ἀρχαίους καὶ Δίων ἐπιτυγχάνει διὰ τῶν πραττομένων ἰών, κἂν λέγῃ, κἂν διαλέγηται. ἔστω παράδειγμα τῆς ἀσφαλῶς καὶ κυρίως ἐχούσης ἑρμηνείας ὁ ἐκκλησιαστικός τε καὶ ὁ βουλευτικός· εἰ δὲ βούλει, καὶ ὁντινοῦν τῶν πρὸς τὰς πόλεις εἰρημένων τε καὶ ἐγνωσμένων προκεχειρισμένος, ἴδοις ἂν ἑκατέραν ἰδέαν ἀρχαικήν, ἀλλ' οὐ τῆς νεωτέρας ἠχοῦς τῆς ἐπιποιούσης τῷ κάλλει τῆς φύσεως, ὁποῖαι διαλέξεις ὧν πρόσθεν ἐμνημονεύσαμεν, ὁ Μέμνων τε καὶ τὰ Τέμπη, λόγος δὲ οὗτος ὁ κατὰ τῶν φιλοσόφων. κἂν γὰρ ἀποπροσποιῆται, πάνυ τοῦ θεάτρου γίνεται καὶ τῆς χάριτος· καὶ οὐκ ἂν εὕροις ῥητορείαν ἐπαφροδιτοτέραν παρὰ τῷ Δίωνι· ὃ καὶ θαυμάσας ἔχω τὴν τύχην φιλοσοφίας, εἰ μήτε κωμῳδία τῶν νεφελῶν μᾶλλον εὐδοκιμεῖ· οὐδὲ γάρ ἐστιν ἥντινα μετὰ τῆς ἴσης δυνάμεως Ἀριστοφάνης ἀπήγγελται. τεκμήριον ποιοῦ τοῦ στρογγύλως καὶ σὺν εὐροίᾳ προενηνέχθαι·

   κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβών,

   ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,

   κᾆτα ψυγείσῃ περιέφυσαν Περσικαί.

   ταύτας ὑπολύσας, ἀνεμέτρει τὸ χωρίον. Ἀριστείδην τε ὁ πρὸς Πλάτωνα λόγος ὑπὲρ τῶν τεσσάρων πολὺν ἐκήρυξεν ἐν τοῖς Ἕλλησιν. οὗτος μὲν καὶ τέχνης ἁπάσης ἀμοιρῶν, ὅν γε οὐδ' ἂν ἐπαγάγοις εἴδει ῥητορικῆς, οὔκουν ἐκ τοῦ δικαίου γε καὶ τῶν νόμων τῆς τέχνης· συγκείμενος δ' οὖν ἀπορρήτῳ κάλλει καὶ θαυμαστῇ τινι χάριτι, εἰκῇ πως ἐπιτερπούσῃ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν. οὗτός τε ὁ Δίων ἤκμασε μάλιστα ἐν τῷ κατὰ τῶν φιλοσόφων, ἥντινα καὶ καλοῦσιν ἀκμὴν οἱ νεώτεροι· τοῦτ' ἔστιν ἡρμόσατο πανηγυρικώτερον ἀνδρὸς ἀσφαλοῦς· καὶ μέντοι γε εἰς τὴν τοιαύτην ἰδέαν αὐτὸς αὑτοῦ ταύτῃ κράτιστος ἔδοξεν. οὐ μέντοι τοσοῦτον ὁ Δίων ἐξωρχήσατο τὴν ἀρχαίαν ῥητορικήν, ἐν οἷς καὶ δοκεῖ σαφῶς ἀναχωρεῖν τῶν οἰκείων ἠθῶν, ὡς ἂν καὶ λαθεῖν ὅτι Δίων ἐστί, παρακινήσας ἐς τὸ νεώτερον· ἀλλ' εὐλαβῶς ἅπτεται τῆς παρανομίας, καὶ αἰσχυνομένῳ γε ἔοικεν, ὅταν τι παρακεκινδυνευμένον καὶ νεανικὸν προενέγκηται· ὥστε κἂν αἰτίαν φύγοι δειλίας, εἰ πρὸς τὴν ὕστερον ἐπιπολάσασαν τῶν ῥητόρων τόλμαν αὐτὸν ἐξετάζοιμεν· τοῖς πλείστοις δὲ τῶν ἑαυτοῦ, καὶ παρὰ βραχὺ τοῖς ἅπασι μετ' ἐκείνων ταττέσθω τῶν ἀρχαίων τε καὶ στασίμων ῥητόρων, παρ' ὅντιν' οὖν καὶ δήμῳ διαλεχθῆναι καὶ ἰδιώτῃ τοῦ παντὸς ἄξιος. οἵ τε γὰρ ῥυθμοὶ τοῦ λόγου κεκολασμένοι καὶ τὸ βάθος τοῦ ἤθους, οἷον σωφρονιστῇ τινι καὶ παιδαγωγῷ πρέπον πόλεως ὅλης ἀνοήτως διακειμένης. ὥσπερ δὲ τὴν ἑρμηνείαν οὔτε μίαν ἔφαμεν πάντως οὐδὲ ἀνεπίγνωστον ὅτι Δίωνός ἐστιν ἑκατέρα, νῦν μὲν ῥήτορος ἀνδρός, νῦν δὲ πολιτικοῦ· οὕτω καὶ τὰς διανοίας, ὅστις οὐκ αὐτὸς δίχα διανοίας ἐπιβάλλει τὰς ὄψεις ὅτῳ δὴ τῶν βιβλίων αὐτοῦ, ἐπιγνώσεται Δίωνος οὔσας ἐν ταῖν δυεῖν ἰδέαιν τῶν ὑποθέσεων· κἂν τὸ φαυλότατον προχειρίσῃ, τὸν Δίωνα ὄψει τὸν ποριμώτατον τῇ ῥητορείᾳ παντὸς ἐξευρεῖν λόγους· μακρῷ γὰρ δὴ σοφιστῶν κατὰ τὸ ἐπιχειρῆσαι διήνεγκεν. εἰ δέ τις καὶ ἕτερος σοφιστὴς εὔπορος, ἀλλὰ πολλοῦ γε καὶ δεῖ παραβάλλεσθαι πρὸς τὴν τοῦδε πυκνότητα· ἅμα δὲ καὶ θαυμαστή τις ἰδιότης χαρακτηρίζει τὰς Δίωνος ἐπινοίας. δηλούτω σοι τὸν ἄνδρα ὁ Ῥοδιακός τε καὶ ὁ Τρωικός, εἰ δὲ βούλει, καὶ ὁ τοῦ κώνωπος ἔπαινος. ἐσπουδάσθη γὰρ τῷ Δίωνι καὶ τὰ παίγνια, πανταχοῦ τῇ φύσει χρωμένῳ· καὶ οὐκ ἂν ἀπιστήσαις αὐτὰ τῆς αὐτῆς εἶναι παρασκευῆς τε καὶ δυνάμεως.

[4]    Ταῦτά μοι περὶ Δίωνος εἰπεῖν ἐπῆλθε πρὸς τὸν ὕστερόν ποτε παῖδα ἐσόμενον, ἐπεί μοι καὶ διεξιόντι τοὺς παντοδαποὺς αὐτοῦ λόγους μεταξὺ τὸ μάντευμα γέγονε. πατρικὸν δὴ πέπονθα, καὶ ἤδη συνεῖναι τῷ παιδὶ βούλομαι καὶ διδάσκειν ἅττα μοι φρονεῖν ἔπεισι περὶ ἑκάστου συγγραφέως τε καὶ συγγράμματος, συνιστὰς αὐτῷ φίλους ἄνδρας μετὰ τῆς προσηκούσης ἕκαστον κρίσεως· ἐν οἷς ἔστω καὶ Δίων ὁ Προυσαεύς, περιττὸς ἀνὴρ εἰπεῖν τε καὶ γνῶναι. καὶ τοῦτον οὖν ἐπαινέσας αὐτῷ παραδίδωμι, ἵνα μοι μετὰ τοὺς τῆς γενναίας φιλοσοφίας προστάτας ἀπάρχοιτό ποτε καὶ τοῖς πολιτικοῖς τοῦ Δίωνος γράμμασι, μεθόριον αὐτὰ ἡγούμενος τῶν προπαιδευμάτων τε καὶ τῆς ἀληθινωτάτης παιδείας. καὶ καλόν γε, ὦ παῖ, θεωρήμασιν ἐπιστημονικοῖς προσταλαιπωρήσαντα καὶ καταπεπυκνωμένον τὴν γνώμην, ἢ δόγμασι βάρος ἔχουσιν ἐστοιβασμένης τῆς διανοίας, εἶτα ἀποκλῖναι δεῆσαν, μὴ εὐθὺς ἐπὶ κωμῳδίαν ἢ ψιλήν τινα ῥητορείαν ἀίξαι· τοῦτο γάρ ἐστιν οὐκ ἐν τάξει, καὶ ταχὺ πρόσω τοῦ μετρίου ῥᾳστωνεύσασθαι· ἀλλὰ κατὰ μικρὸν ἐκλυτέος ὁ τόνος, μέχρις ἄν, εἰ δοκεῖ, δόξειε δὲ κἂν εἰς τὸ ἀντικείμενον ἥκῃς, ἐπεξιὼν ἅπασιν, ὅσα Μουσῶν ἑταίροις ἀνδράσιν ἐρραθύμηταί τε καὶ πέπαικται, πάλιν δὲ τὴν σπουδὴν ἐπιτείνων, ἀναβασμῷ χρήσῃ, τοῖσδέ τε καὶ ἀδελφοῖς τισι τούτων ἀναγνώσμασιν· οὕτως ἂν ἄριστα δρῴης, διατρέχων τὸν κάλλιστον δίαυλον, παρὰ μέρος ἐν βιβλίοις ἀεὶ παίζων τε καὶ σπουδάζων. ἀξιῶ γὰρ ἐγὼ τὸν φιλόσοφον μηδ' ἄλλο τι κακὸν μηδ' ἄγροικον εἶναι, ἀλλὰ καὶ τὰ ἐκ Χαρίτων μυεῖσθαι, καὶ ἀκριβῶς Ἕλληνα εἶναι, τοῦτ' ἔστι δύνασθαι τοῖς ἀνθρώποις ἐξομιλῆσαι, τῷ μηδενὸς ἀπείρως ἔχειν ἐλλογίμου συγγράμματος. ἔοικε γὰρ οὐδ' ἄλλο τι γεγονέναι προοίμιον φιλοσοφίας ἢ πολυπραγμοσύνη γνώσεως· καὶ ἐν παισὶν ἡ φιλόμυθος φύσις ὑπόσχεσίς ἐστι φιλοσόφου τέλους. καὶ δῆτα τίνος ἂν εἴη τέχνη καὶ ἐπιστήμη τέχνης ἢ ἐπιστήμης, ἧς ἐν τῷ λόγῳ τοῦ εἶναι τὸ πάσαις ἐποχεῖσθαι παραλαμβάνεται, εἰ μὴ φιλοκρινοίη τε αὐτάς, καὶ τὴν μὲν ἐκ περιωπῆς ἀποσκοποῖτο, τὴν δὲ καὶ πρόσω προιοῦσα περιεργάζοιτο, δορυφοροῖτο δ' ὑφ' ἁπασῶν, ὥσπερ ἔοικε τῇ βασιλίδι; τὰς δὲ Μούσας οὐχ ὁμοῦ τε οὔσας ἐμφαίνει τὸ ὄνομα, θεῶν καλεσάντων, ἢ ἀνθρώπων γε θεῶν φήμῃ χρωμένων; χορός τέ εἰσι δι' αὐτὴν δήπου τὴν σύνοδον· μία δὲ αὐτῶν οὐδεμιᾶς χωρίς, οὔτε ἐν συμποσίῳ θεῶν ἐπιδείκνυται τὸ οἰκεῖον ἔργον, οὔτε τυγχάνει παρὰ ἀνθρώποις βωμοῦ καὶ νεώ. καίτοι τινὲς ἤδη φύσεως ἐνδείᾳ κατακερματίζουσιν αὐτῶν τὸ χωρίζεσθαι μὴ δυνάμενον, καὶ ἕτερος ἑτέρας ἐπήβολος γέγονεν· ἀλλὰ φιλοσοφία τὸ ἐπὶ πάσαις ἐστί. καίτοι τοῦτο αἰνίττεται τὸ τῇ συμφωνίᾳ τῶν Μουσῶν εὐθὺς τὸν Ἀπόλλω παρεῖναι.

[5]    Ὁ δὲ λόγος οὗτος τεχνίτην μὲν καὶ ἐπιστήμονα καλεῖ τὸν ἀποτεμνόμενον ἡντινοῦν εἴδησιν, ἄλλον ἄλλῃ προσήκοντα δαίμονι· φιλόσοφον δὲ τὸν ἡρμοσμένον ἐκ τῆς ἁπασῶν συμφωνίας καὶ ἓν τὸ πλῆθος ποιήσαντα· ἢ τοῦτον μὲν οὔπω, προσεῖναι δὲ δεῖ τὸ καὶ ἔχειν αὐτὸν ἴδιον ἔργον ὑπερκείμενον τοῦ χοροῦ· ὥσπερ τὸν Ἀπόλλω λόγος ἔχει νῦν μὲν ταῖς Μούσαις συνᾴδειν αὐτὸν ἐξάρχοντα καὶ ἐνδιδόντα ῥυθμὸν τῷ συστήματι, νῦν δὲ αὐτὸν κατὰ μόνας ᾄδειν· ἐκεῖνο δ' ἂν εἴη τὸ μέλος τὸ ἱερὸν καὶ ἀπόρρητον. καὶ ὁ καθ' ἡμᾶς φιλόσοφος συνέσται μὲν ἑαυτῷ τε καὶ τῷ θεῷ διὰ φιλοσοφίας, συνέσται δὲ τοῖς ἀνθρώποις διὰ τῶν ὑφειμένων τοῦ λόγου δυνάμεων· ἐπιστήσεται μὲν οὖν ὡς φιλόλογος, κρινεῖ δὲ ὡς φιλόσοφος ἕκαστόν τε καὶ πάντα. οἱ δὲ ἀστεμφεῖς οὗτοι καὶ ὑπερόπται ῥητορικῆς καὶ ποιήσεως οὔ μοι δοκοῦσιν οὐδὲ ἑκόντες εἶναι τοιοῦτοι, πενίᾳ δὲ φύσεως μηδὲ τὰ σμικρὰ ἱκανοί, ὧν θᾶττον ἂν ἴδοις τὴν καρδίαν, ἢ τὰ ἐν τῇ καρδίᾳ, ἀδυνατούσης τῆς γλώττης ἐξερμηνεῦσαι τὴν γνώμην. ἐγὼ μὲν οὖν καὶ ἀπιστεῖν αὐτοῖς βούλομαι, καὶ οὐδ' ἂν φαίην ἀπόρρητόν τι κρύπτειν αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ, πρῶτον μὲν ὅτι μηδὲ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον· ἔπειτα ὥσπερ ὁ θεὸς τῶν ἀφανῶν ἑαυτοῦ δυνάμεων εἰκόνας ἐμφανεῖς ὑπεστήσατο τῶν ἰδεῶν τὰ σώματα, οὕτως ἔχουσα κάλλος ψυχὴ καὶ γόνιμος οὖσα τῶν ἀρίστων, διαδόσιμον ἔχει μέχρι τῶν ἔξω τὴν δύναμιν· οὐδὲν γὰρ ἐθέλει τῶν θείων ἔσχατον εἶναι. εἰ δὲ καὶ κρύπτειν ἐπιτηδειότερος τὰ ἀβέβηλα ὁ παντοδαπῶς ἔχων τοῦ λόγου, καὶ περιβαλλόμενος δύναμιν τοῦ διατίθεσθαι τὰς συνουσίας ᾗ βούλεται, καὶ οὕτω μειονεκτεῖν ἀνάγκη τὸν ἄνδρα ἐκεῖνον, ὃς οὐ προετελέσθη τῷ κύκλῳ, καὶ τὰ Μουσῶν οὐκ ὠργίακε. δυεῖν γὰρ αὐτὸν καταλαμβάνει τὸ ἕτερον, ἤτοι σιγᾶν, ἢ λέγειν ὅσα νόμος σιγᾶσθαι· ἢ γὰρ δὴ τὰς τῶν ἐν ἄστει τύχας διαλέξεων ὑποθέσεις ποιήσεται, καὶ φορτικῶς τοῖς ἀνθρώποις συνέσται, ὃ μηδεὶς ἂν ἐλεύθερος ἀξιώσειεν, ἢ βιώσει ἐν σχολῇ γε ὁ τὴν σοφίαν κορυφαῖος εἶναι ποιούμενος. τυχὸν μὲν γὰρ οὐδ' ἂν εἰ βούλοιτο, δύναιτο· πάντως δὲ οὐδ' ἄν, εἰ δύναιτο, βούλοιτο. ἄγαμαι δὲ ἐγὼ καὶ τὸν Πρωτέα τὸν Φάριον, εἰ σοφὸς ὢν τὰ μεγάλα, σοφιστικήν τινα θαυματολογίαν προὐβέβλητο, καὶ παντοδαπῶς τοῖς ἐντυγχάνουσι συνεγίγνετο· ᾤχοντο γὰρ ἂν τὴν περὶ αὐτὸν τραγῳδίαν τεθαυμακότες, ὡς μὴ ἐπιζητῆσαι τὴν ἀλήθειαν περὶ ὧν πραγματεύοιτο. ἔστω δέ τι τοῦ νεὼ προτεμένισμα τοῖς ἀτελέστοις· ὁ δὲ καθάπαξ ἀποσεμνυνόμενος, οὐ κρύπτει μᾶλλον ἢ ἐρεθίζει καὶ ἀναρριπίζει τὴν ἐν τῇ φύσει λιχνείαν, ὑφ' ἧς ἕκαστός ἐστι πολυπράγμων τοῦ ἀπορρήτου. εἰ δὲ μὴ ὁ Ἰξίων ἀντὶ τῆς Ἥρας τὴν νεφέλην ᾑρήκει, καὶ ἠγαπήκει συνὼν τῷ εἰδώλῳ, οὐκ ἄν ποτε ἑκὼν εἶναι μεθεῖτο τῆς ἀτόπου διώξεως.

[6]    Παρασκευαστέον οὖν ἀντὶ λόγου λόγον, ἀντὶ τοῦ μείζονος τὸν ἐλάττω· καλὸν μέντοι τινὰ καὶ τοῦτον, ᾧ προεντυχόντες, ὁ μὲν πολὺς ἐνσχεθήσεται, καὶ τοῦτον ἀσπάσεται, καὶ οὐδ' εἶναι πρεσβύτερον ἄλλον οἰήσεται· ὁ δὲ λαχὼν φύσεως θείας ἐντεῦθεν ἀρθεὶς περινοήσει κἀκεῖνον. ὃν δὲ ὁ θεὸς κινεῖ, τούτῳ καὶ παρ' ἡμῶν ἀνεῴξεται τὰ ἀνάκτορα· οὐδὲ ὁ Μενέλεως ἠγνόησε τὸν ὄντως Πρωτέα· Ἕλλην γὰρ ἀνὴρ ἦν, καὶ τοῦ Διὸς κηδεστὴς ἄξιος, ᾧ μηδὲ τὴν πρώτην ἐπὶ φαύλοις συνῆν. τὸ γὰρ πῦρ καὶ τὸ δένδρον καὶ τὸ θηρίον λόγοι τινὲς ἦσαν περὶ ζῴων τε καὶ φυτῶν, ἀλλὰ καὶ περὶ τῶν πρώτων στοιχείων, ὧν σύγκειται τὰ γινόμενα. ὁ δὲ οὐδὲ ταῦτα ἠγάπησεν, ἀλλ' ἐνδοτέρω φύσεως ἠξίου χωρεῖν. θεῖον οὖν ἀτεχνῶς τὸ πᾶσιν ἀρκεῖν, ὡς ἕκαστος ἀπολαύειν αὐτοῦ δύναται· ὁ δὲ γενόμενος τῶν ἄκρων ἐπιτυχής, μεμνήσθω καὶ ἄνθρωπος ὤν, καὶ δυνάσθω συνεῖναι πρὸς μέτρον ἑκάστῳ. τί οὖν ἄν τις ἀποκηρύττοι τὰς Μούσας, δι' ὧν ἔστι καὶ τοὺς ἀνθρώπους ἐξαρέσκεσθαι καὶ τὰ θεῖα τηρεῖν ἀκηλίδωτα, χρωμένους ἐπικαλύμματι; εἰ δὲ καὶ ποικίλον ἡ φύσις ἡμῶν, καμεῖται δήπου πρὸς τὴν ἐν θεωρίᾳ ζωήν· ὥστε ὑφήσει τοῦ μεγέθους καὶ καταβήσεται· οὐ γάρ ἐσμεν ὁ ἀκήρατος νοῦς, ἀλλὰ νοῦς ἐν ζῴου ψυχῇ. καὶ ἡμῶν οὖν αὐτῶν ἕνεκα μετιτέον τοὺς ἀνθρωπινωτέρους τῶν λόγων, ὑποδοχήν τινα μηχανωμένους κατιούσῃ τῇ φύσει· ἀγαπητὸν γὰρ ἔχοντά που πλησίον ἀπονεῦσαι καὶ ἀφοσιώσασθαι τῇ ψυχικῇ συστάσει δεομένῃ γλυκυθυμίας, μὴ πόρρω πεσεῖν, μηδὲ κατὰ πᾶσαν ζῆσαι τὴν ποικιλίαν τῆς φύσεως· ὁ γὰρ θεὸς τὴν ἡδονὴν περόνην ἐποίησε τῇ ψυχῇ, δι' ἧς ἀνέχεται τὴν προσεδρείαν τοῦ σώματος. τοιοῦτον οὖν τὸ ἐν λόγοις κάλλος· οὐ βαθύνεται πρὸς ὕλην, οὐδὲ ἐμβαπτίζει τὸν νοῦν ταῖς ἐσχάταις δυνάμεσιν, ἀλλὰ δίδωσιν ἀνανεῦσαι δι' ἐλαχίστου, καὶ εἰς οὐσίαν ἀναδραμεῖν· ἄνω γάρ ἐστι καὶ τὸ κάτω τῆς τοιαύτης ζωῆς. ᾧ δὲ μὴ ἔστιν ἡσθῆναι καθαρὰν ἡδονήν· δεῖ δὲ τοῦ μειλιχίου τῇ φύσει· τί καὶ ποιήσει; ποῦ καὶ τρέψεται; ἆρα οὐ πρὸς ἃ μηδὲ εἰπεῖν ἄξιον; οὐ γὰρ δὴ τὴν φύσιν ὑπερφρονήσουσι, καὶ πρὸς θεωρίαν ἀτρύτως ἔχειν ἐροῦσιν, ἀπαθεῖς εἶναι ποιούμενοι, θεοὶ σαρκία περικείμενοι· εἰ δὲ λέγοιεν, ἴστων ἀντὶ θεῶν ἢ σοφῶν τε καὶ θείων ἀνδρῶν χαῦνοι καὶ ἀλαζόνες πόρρω γενόμενοι· ἀμείνους δ' ἂν ἦσαν διαστέλλοντες εὖ τὸ προσῆκον ἑκατέρῳ τῷ γένει. ἀπάθεια μὲν γὰρ ἐν θεῷ φύσει· ἀρετῇ δὲ ἄνθρωποι κακίαν ἀμειβόμενοι μετριοπαθεῖς γίνονται· καὶ τὸ φυγεῖν τὴν ἀμετρίαν, αὐτὸ τοῦτ' ἂν εἴη τοῦ σοφοῦ τὸ ἀγώνισμα.

[7]    Ἤδη δὲ ἐγὼ κατενόησα καὶ βαρβάρους ἀνθρώπους ἐξ ἀμφοῖν τῶν ἀρίστων γενῶν, θεωρίαν μὲν ὑπεσχημένους, καὶ κατὰ τοῦτο ἀπολιτεύτους τε καὶ ἀκοινωνήτους ἀνθρώποις, ἅτε ἀΐξαντας ἑαυτοὺς ἐκλῦσαι τῆς φύσεως· καὶ ἦσαν αὐτοῖς σεμναί τε ᾠδαὶ καὶ ἱερὰ σύμβολα καὶ τακταί τινες πρόσοδοι πρὸς τὸ θεῖον· πάντα ταῦτα ἀποκόπτει κατὰ τῆς ἐπιστροφῆς τῆς εἰς ὕλην· καὶ βιοτεύουσι χωρὶς ἀπ' ἀλλήλων, τοῦ μή τι χάριεν ἰδεῖν ἢ ἀκοῦσαι,

   οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον·

καὶ περὶ τούτων ἄν τις εἰπὼν οὐ πόρρω βάλλοι τἀληθοῦς· ἀλλ' οὐδὲ οὗτοι μέντοι λαμπρῶς οὕτως ἐπαναστάντες τῇ φύσει, καί, ὡς ἂν ἡμεῖς φαῖμεν, δικαιότατοι τυχεῖν ὄντες τῆς ἀρίστης ζωῆς, ἀκμῆτες αὐτῆς ἀπολαύουσιν. ἀλλ' ἐπανάγει καὶ τούτους ἡ ἐπίκηρος φύσις, μικρὸν ἱδρυθέντας ἐν τῷ μακαρίῳ τῆς οὐσίας αὐτῶν· καὶ οὐ δήπου πάντα ἑξῆς τὸν χρόνον ἐπιπολῆς ἔχουσι τὸν νοῦν, καὶ ἐμφοροῦνται τοῦ νοητοῦ κάλλους οἷς ποτε καὶ γέγονε προστυχές. ἀκούω γὰρ ἐγὼ μηδὲ τούτοις ἅπασι παραγίνεσθαι τὸ τοιοῦτον, ἀλλ' οὐδὲ τοῖς πλείοσιν, ἀλλὰ καὶ τῶν ὀλίγων ἐλάττοσιν, οἷς ἡ πρώτη τε ὁρμὴ γέγονεν ἔνθεος, καὶ μένουσιν ἐπ' αὐτῆς, ὅσον ἀνθρώπου φύσις χωρεῖ, πρὸς οὐδεμίαν ἀνθολκὴν τῆς φύσεως μειλισσόμενοι. πολλοὶ μὲν ‑ γὰρ ‑ ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι· οὐδ' οὗτοι μέντοι διαρκῶς ἀνέχονται τῆς βακχείας, ἀλλὰ νῦν μὲν ἐν τῷ θεῷ κεῖνται, νῦν δὲ ἐν τῷ κόσμῳ καὶ ἐν τοῖς σώμασι, καὶ ἴσασιν ὄντες ἄνθρωποι, μικραὶ μερίδες τοῦ κόσμου, καὶ ἔχοντες ἀποκειμένας ζωὰς ἐλάττους, ἃς ὑποπτεύουσι καὶ προκαταλαμβάνουσιν, ὡς μὴ κινοῖντό τε καὶ κατεξανίσταιντο. ἢ τί αὐτοῖς οἱ κάλαθοι βούλονται; καὶ τὸ πλεγμάτια ἄττα μεταχειρίζεσθαι, εἰ μὴ πρῶτον μὲν ἐν τῷ τότε ἦσαν ἄνθρωποι, τοῦτ' ἔστιν ἐπιστροφὴν πρὸς τὰ τῇδε πεποιημένοι; οὐ γὰρ δὴ θεωροῦσί τε ἅμα καὶ σοφίζονται περὶ τὰ πλέγματα· ἔπειτα τὴν σχολὴν ὑφεωρῶντο, ἧς ἡ φύσις ἡμῶν οὐκ ἀνέχεται, πολλὰς ἀρχὰς ἐνδιδοῦσα κινήσεων. ἵν' οὖν μὴ ἄλλο τι δρῷεν, ἀμφὶ ταῦτα ἔχειν νόμον ἐν σφίσι πεποίηνται, καὶ ταύτῃ τὴν φύσιν προτρέπονται· καὶ γὰρ δὴ καὶ ἥδονται τελεσιουργοῦντες, καὶ μᾶλλον ὅσῳ πλείω τε καὶ καλλίω. δεῖ γὰρ ἡμῶν εἶναί τι καὶ περὶ τὰ τῇδε· μὴ μέντοι τοῦτό γε ἰσχυρόν, ἵνα μὴ πλέον καθέλκῃ, καὶ λίαν ἀντιλαμβάνηται. καίτοι τοῦ γε Ἑλληνικοῦ τὸ βάρβαρον ἔνστασιν τηρῆσαι ῥωμαλεώτερον· ᾗ γὰρ ἂν ὁρμήσῃ, σφοδρόν τέ ἐστι καὶ ἀνένδοτον· τὸ δὲ ἀστείως τε ἔχει καὶ ἡμερώτερον κέκραται· ὥστε κἂν θᾶττον ἐκλύοιτο.

[8]    Ἐγὼ δὲ βουλοίμην μὲν ἂν εἶναι τῆς φύσεως ἡμῶν, ἀεὶ πρὸς θεωρίαν ἀνατετάσθαι· ἀμηχάνου δὲ ὄντος τε καὶ πεφηνότος, βουλοίμην ἂν ἐν τῷ μέρει μὲν ἔχεσθαι τῶν ἀρίστων, ἐν τῷ μέρει δὲ κατιὼν εἰς τὴν φύσιν, ἅπτεσθαί τινος εὐφροσύνης καὶ ἐπαλείφειν εὐθυμίᾳ τὸν βίον· ἐπίσταμαι γὰρ ἄνθρωπος ὤν, καὶ οὔτε θεός, ἵνα δὴ καὶ ἀκλινὴς εἴην πρὸς ἅπασαν ἡδονήν, οὔτε θηρίον, ἵνα τὰς σώματος ἡδοίμην ἡδονάς. λείπεται δή τι τῶν ἐν μέσῳ ζητεῖν. τί δ' ἂν εἴη πρὸ τῆς ἐν λόγοις τε καὶ περὶ λόγους διατριβῆς; τίς ἡδονὴ καθαρωτέρα; τίς ἀπαθεστέρα προσπάθεια; τίς ἧττον ἐν ὕλῃ; τίς μᾶλλον ἀμόλυντος; ταύτῃ δὴ πάλιν τὸν Ἕλληνα τοῦ βαρβάρου πρῶτον ἄγω, καὶ σοφώτερον τίθημι, ὅτι κατιέναι δεῆσαν, ὁ μὲν ἐν γειτόνων ἔστη τὴν πρώτην· εἰς ἐπιστήμην γὰρ ἔστη. ἐπιστήμη δὲ νοῦ διέξοδος· κᾆτα εἰς λόγον ἦλθεν ἄλλον ἀπ' ἄλλου, δι' ὧν καὶ προῆλθε. τί δ' ἂν εἴη λόγου νῷ συγγενέστερον; τί δὲ πορθμεῖον ἐπὶ νοῦν οἰκειότερον; ὡς ὅπου λόγος, ἐκεῖ που καὶ νοῦς· εἰ δὲ μή, πάντως τις εἴδησις, ἐν ὑστέροις νόησις οὖσα. καὶ γὰρ ἐνθάδε καλοῦνταί τινες θεωρίαι καὶ θεωρήματα ἔργα ἐλάττονος νοῦ, ῥητορικά τε καὶ ποιητικά, καὶ ἐν φύσει καὶ ἐν μαθήμασιν· ἀλλά τοι πάντα ταῦτα κοσμεῖ τὸ ὄμμα ἐκεῖνο, καὶ ἀφαιρεῖ τὴν λήμην, καὶ διεγείρει κατὰ βραχὺ προσεθίζοντα τοῖς ὁράμασιν, ὥστε θαρσῆσαί ποτε καὶ πρεσβύτερον θέαμα, καὶ μὴ ταχὺ σκαρδαμύξαι πρὸς ἥλιον ἀτενίσαντα. οὕτω μὲν ἀνὴρ Ἕλλην καὶ οἷς τρυφᾷ τὴν ἐπιβολὴν γυμνάζει, καὶ ἀπὸ τῆς παιδιᾶς εἰς τὴν πρώτην ὑπόθεσιν ὄφελος ἄρνυται. καὶ γὰρ τὸ κρῖναι καὶ συνθεῖναι λόγον ἢ ποίησιν, οὐκ ἔξω νοῦ· καὶ τὸ λέξιν καθῆραί τε καὶ ἀποσμιλεῦσαι, καὶ τὸ κεφάλαιον ἐξευρεῖν τε καὶ τάξαι, καὶ ἑτέρου τάξαντος αὐτὸν ἐπιγνῶναι, πῶς ταῦτα καὶ ἀσπούδαστα παίγνια; οἱ δὲ τὴν ἑτέραν ὁδὸν τὴν ἀξιουμένην ἀδαμαντίνην εἶναι βαδίσαντες· ὑποκείσθω δέ, ὅπερ ἐστίν, ἐνίους αὐτῶν τυγχάνειν τοῦ τέλους· ἀλλ' ἔμοιγε οὐδὲ ὁδὸν δοκοῦσι βεβαδικέναι. πῶς γάρ, ἐν ᾗ μηδεμία φαίνεται κατὰ βραχὺ πρόοδος, μηδὲ πρῶτον καὶ δεύτερον, μηδὲ τάξις; ἀλλ' ἔοικε γὰρ τὸ κατ' αὐτοὺς πρᾶγμα βακχείᾳ καὶ ἅλματι μανικῷ δή τινι καὶ θεοφορήτῳ, καὶ τὸ μὴ δραμόντας εἰς τὸν ἔσχατον ἥκειν, καὶ μὴ κατὰ λόγον ἐνεργήσαντας εἰς τὸ ἐπέκεινα λόγου γενέσθαι. οὐδὲ γάρ ἐστιν οἷον ἐπιστασία τῆς γνώσεως, ἢ διέξοδος νοῦ, τὸ χρῆμα ἱερόν, οὐδὲ οἷον ἄλλο ἐν ἄλλῳ· ἀλλ', ὡς μικρῷ μεῖζον εἰκάσαι, καθάπερ Ἀριστοτέλης ἀξιοῖ τοὺς τελουμένους οὐ μαθεῖν τί δεῖν, ἀλλὰ παθεῖν καὶ διατεθῆναι, δηλονότι γενομένους ἐπιτηδείους· καὶ ἡ ἐπιτηδειότης δὲ ἄλογος· εἰ δὲ μηδὲ λόγος αὐτὴν παρασκευάζοι, πολὺ μᾶλλον. τούτοις οὖν καὶ ἡ κάθοδος εὐθὺς ἐπὶ σμικράν τινα πρᾶξιν, ἄμεσος αὕτη καὶ πολὺ πόρρω, καὶ ἔοικε πτώματι, καθάπερ τὴν ἀναδρομὴν εἰκάζομεν ἅλματι· οὓς γὰρ οὐ προὔπεμψε λόγος, τούτους οὐδὲ ἐπανιόντας ἐδέξατο. πῶς οὖν ταῦτα ἀλλήλοις ἂν πρέψειε, νῦν μὲν ἐπαφὴν ἔχειν τοῦ πρώτου, νῦν δὲ ἐπὶ ῥῶπας καὶ λόγους ἐστράφθαι; ἀλλ' ὅγε ἄνθρωπος κατὰ τὴν μέσην καὶ ἐπιστατικὴν δύναμιν λογικός ἐστί τε καὶ προσαγορεύεται, ἣν οὐδέποτε γεγυμνάκασιν, οὔκουν ὅσα γε φαίνονται. τὸ μὲν οὖν τέλος, καὶ οὗ δεῖ γενέσθαι, κοινὸν ἀμφοῖν, καὶ τυχόντες οὐδὲν ἀλλήλων ἂν διαφέροιμεν.

[9]    Τἀν μέσῳ δὲ ὁ ἡμεδαπὸς φιλόσοφος ἄμεινον ἔσκεπται· ὁδὸν γὰρ παρεσκευάσατο καὶ κλιμακηδὸν ἄνεισιν, ὥστε καὶ παρ' ἑαυτόν τι ποιῆσαι· προιόντα γὰρ εἰκὸς ἐντυχεῖν ποι τῷ ἐραστῷ· καὶ μὴ τυχὼν δὲ πρὸ ὁδοῦ γέγονε, καὶ οὐδὲ τοῦτο μέντοι σμικρόν· ἀλλὰ διαφέροι ἂν τῶν πολλῶν ἀνθρώπων πλέον ἢ ὅσον ἐκεῖνοι τῶν βοσκημάτων. ταύτῃ καὶ πλείους ἂν εἶεν οἱ παρ' ἡμῶν ἀφικνούμενοι, κατὰ φύσιν ἐχούσης τῆς ἐπιχειρήσεως· ἐκείνῃ δ', εἰ μή τις εὐγένεια τύχοι ψυχῆς ἄνωθεν ἕλκουσα τὴν πρώτην καταβολήν, καὶ νοῦ χρῆμα ἐξαίσιον, οἷον αὔταρκες εἶναι καὶ παρ' ἑαυτοῦ κινηθῆναι. ὁποῖος Ἀμοῦς ὁ Αἰγύπτιος οὐκ ἐξεῦρεν, ἀλλ' ἔκρινε χρείαν γραμμάτων· τοσοῦτον αὐτῷ τοῦ νοῦ περιῆν. ὁ δὲ δὴ τοιοῦτος καὶ περὶ τῆς φιλοσόφου μεθόδου θᾶττον ἀναλύσειεν· ὁ γάρ τοι φυσικὸς ἀρκεῖ. πολὺ δήπου μᾶλλον, εἰ καί τις αὐτὸν παραθήξειέ τε καὶ ἐκκαλέσαιτο· τὸ γὰρ ἔνδοθεν σπέρμα δεινὸς αὐξῆσαι, καὶ σμικρὸν σπινθῆρα λόγου παραλαβών, πυρκαιὰν ὅλην ἀνάψαι. τούτοις μὲν οὖν οὐδὲν παρὰ τοῦτο μεῖον, εἰ μή γε καὶ προὔργου ποιήσει τὰ τῆς Ἑλληνικῆς διαγωγῆς, καὶ τοὺς ἧττον ἁδροὺς προάγει τε καὶ ἀναρριπίζει, καὶ τὸ ἐν αὐτοῖς θεῖον ἐκθάλπει· ἐκεῖ δὲ μόνοις τοῖς οἴκοθεν μακαρίοις τὸ τέλος ἐπιτυγχάνεται. σπανιώτερον δὲ δήπου τὸ γένος τῶν τοιούτων ψυχῶν ἢ τὸ τοῦ φοίνικος, ᾧ τὰς περιόδους μετροῦσιν Αἰγύπτιοι. οἱ δὲ πολλοὶ μάτην ἂν πονοῖεν καὶ ἀποτρύχοιντο, δίχα νοῦ τὴν νοητὴν οὐσίαν θηρώμενοι, καὶ μάλιστα οὓς οὐχ ἡ πρώτη φύσις ἐπὶ τόνδε τὸν βίον ἐξώρμησεν. οὗτοι γὰρ ἂν ὄναιντο τῆς ὁρμῆς· μᾶλλον δὲ αὐτὴν ἐγὼ τὴν ὁρμὴν νοῦ κινουμένου γνώρισμα ποιοῦμαι· οἱ δὲ πλείους οὐδὲ οἴκοθεν ἐκινήθησαν, ἀλλ' οὐδέ, τὸν δεύτερον λεγόμενον πλοῦν, ὑπὸ τῆς σχολῆς εἰς νοῦν διεγείρονται· ὥσπερ δὲ ἄλλο τι τῶν εὐδοκιμούντων, τὴν γενναίαν αἵρεσιν ἐζηλώκασι, παντοδαποί τε ὄντες τὰ γένη καὶ κατὰ χρείας ἕκαστοι συνιστάμενοι. περὶ τούτων δὴ καὶ σαφῶς διατείνομαι, ὅτι μάτην ἂν οὗτοι πονοῖεν καὶ ἀποτρύχοιντο, οἷς οὔτε αὐτοφυής ἐστι νοῦς οὔτε ἐπίκτητος. κινδυνεύει γὰρ οὐδ' εἶναι θεμιτὸν ἄλλῳ τῳ τῶν ἐν ἡμῖν οἴεσθαι τὸν θεὸν ἐνδημήσειν ἀντὶ τοῦ νοῦ· νεὼς γὰρ οὗτος οἰκεῖος θεῷ. ταῦτ' ἄρα καὶ τὰς καθαρτικὰς ἀρετὰς σπουδάζεσθαι παραδεδώκασιν Ἕλληνες σοφοὶ καὶ βάρβαροι, ἀποτειχίζοντες ἅπασαν τὴν πραγματείαν τῆς φύσεως, ἵνα μηδὲν ἐμπόδιον παρέχοιτο ταῖς νοήσεσιν. αὕτη μὲν ἡ διάνοια τῶν πρώτων καταστησαμένων ἑκατέραν φιλοσοφίαν· οἱ δὲ καὶ τὰς ἀρετὰς ἔθεσι μᾶλλον ἢ λόγῳ κρατύνουσι, καὶ τρεῖς αὐτὰς ἥγηνται· φρόνησιν γὰρ οὐ προσίενται, οἵ γε καὶ σωφροσύνην, εἴ γε δὴ σωφροσύνην εἶναι τὸ κατ' αὐτοὺς συγχωρήσομεν. ὡς οὐκ ἔστι γε μὴ οὐκ εἰσιέναι τε καὶ συναιρεῖσθαι τὰς ἀρετὰς διὰ τὴν ἀναγκαίαν ἀντακολούθησιν. ἀλλ' οἴονταί γε δεῖν σωφρονεῖν, οὐ διότι σωφρονητέον εἰδότες, ἀλλ' ἐπίταγμα λαβόντες, ὥσπερ νόμον ἀναίτιον, ὃν ὁ μὲν θεὶς οἶδεν ὅτι τοῦτο δι' ἄλλο, διὰ τὰς νοήσεις, καὶ ὅτι προὔργου πρὸς ἄνοδον, τὸ πρὸς μηδὲν τῶν ἐν ὕλῃ παθαίνεσθαι· οἱ δὲ ἀπέχονται μίξεων, αὐτὸ δι' αὑτὸ τεθαυμακότες, καὶ μέγιστον ἄγοντες τὸ σμικρότατον, τὴν παρασκευὴν τέλος ἡγούμενοι. ἡμεῖς δὲ τὰς ἀρετὰς ὥσπερ στοιχεῖα τῆς ὅλης φιλοσοφίας σπουδάζομεν. τὸ μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ, Πλάτωνος ἀπεδεξάμεθα. ἀρεταὶ δὲ καθαίρουσι τὸ ἀλλότριον ῥιπτοῦσαι. ἀλλ' εἰ μὲν ἦν ἡ ψυχὴ τἀγαθόν, ἤρκει καθήρασθαι, καὶ ἦν ἀγαθὸν ἤδη τῷ μόνη γενέσθαι· νῦν δὲ οὐ γάρ ἐστιν ἀγαθόν· οὐ γὰρ ἂν ἐγένετό ποτε ἐν κακῷ· ἀλλ' ἀγαθοειδής ἐστι καὶ μέση τὴν φύσιν. ῥέψασαν οὖν εἰς τὸ χεῖρον ἐπανήγαγεν ἡ ἀρετὴ καὶ τῆς κηλῖδος ἀπέλυσε, καὶ πάλιν μέσην ἐποίησε. δεῖ δὴ καὶ προελθεῖν ἐπὶ τἀγαθόν· τοῦτο δὲ ἤδη διὰ λόγου. νοῦς γάρ ἐστι τὸ σύζυγον ὄμμα τῶν νοητῶν. οἷον εἰ τέλος εἴη τὸ πρὸς οὐρανὸν ἰδεῖν, οὐκ ἀπόχρη μὴ κεκυφέναι πρὸς τοὔδαφος, ἀλλὰ δεῖ μετὰ τὴν ἐν μέσῳ στάσιν τῆς ὄψεως ἐπὶ τὰ ἄνω νεῦσαι. καὶ δῆτα τῶν ἀρετῶν ὄναιτο ἄν τις τὸ ἀπηλλάχθαι τῆς ὑλικῆς προσπαθείας· δεῖ δὲ καὶ ἀναγωγῆς· οὐ γὰρ ἀπόχρη μὴ κακὸν εἶναι, ἀλλὰ δεῖ καὶ θεὸν εἶναι. καὶ ἔοικεν εἶναι τὸ μὲν οἷον ἀπεστράφθαι τὸ σῶμα καὶ ὅσα τοῦ σώματος, τὸ δὲ οἷον ἐπεστράφθαι διὰ νοῦ πρὸς θεόν.

[10]    Ἡμεῖς οὖν, τιμῶντες τὰς ἀρετάς, ἴσμεν ἥντιν' ἔχουσι τάξιν, ἣν αἱ τῶν στοιχείων γραμμαὶ πρὸς ἐπιστήμην βιβλίου· πρῶται γάρ εἰσιν ἀνιόντων ἐπὶ τὸν νοῦν· ἀλλ' οὐ τὸ πᾶν ἔχομεν ἔχοντες τὰς ἀρετάς, ἀλλ' ἀφῃρήκαμεν τὸ ἐμπόδιον, καὶ ὧν χωρὶς οὐδὲ ὅσιόν ἐστιν ἐλπίσαι τυχεῖν τοῦ τέλους, τοῦτο τέως παρεσκευάκαμεν. ταύτῃ δὲ οὐκ ἀπογινώσκοντες, ἤδη μέτιμεν αὐτὸ διὰ νοῦ σὺν τάξει παλαιοῖς τε καὶ μακαρίοις ἀνδράσιν ἐξευρημένῃ· καὶ ζητοῦντες οὐκ οἶδα εἴ ποτε ἕλοιμεν· σχολῇ γε ἂν περιτύχοι τῷ μήτε ἐρασθέντι, μήτ' εἰ ζητητέον εἰδότι. καίτοι κάλλιστα ἀπαλλάττουσιν αὐτῶν οἱ μένοντες ἐπὶ τούτου, καὶ μηδὲν προσπεριεργαζόμενοι· εἶεν γὰρ ἂν οὐ κακοὶ καθηράμενοι. οἷς δὲ ἐπῆλθε διενέγκαι τοῦ πλήθους κατὰ τύχην μαθοῦσιν ὅτι λόγος ἐστὶ τὸ ἀνθρώπου καλόν, εἶτα παιδείαν μὲν ἅπασαν ἠτιμάκασιν, ὑφ' ἧς ὁ νοῦς ἀναχώννυται, κινοῦνται δὲ παρ' ἑαυτῶν ἀτόπους κινήσεις, καὶ ἀποσεμνύνονται μὲν πρὸς φιλοσοφίαν, ὅ τι δ' ἂν εἰς αὐτοὺς ἐμπέσῃ παράκουσμα, τοῦτο ταῖς παρ' αὐτῶν προσθήκαις πονηρὸν ἀπέδωκαν καὶ κακόηθες, τυφλὰ γεννήματα, νοῦ μὲν οὐκ ἄξιον εἰπεῖν, ἀλλ' οὐδὲ διανοίας, δόξης δὲ ἀτόπου καὶ φαντασίας ἡμαρτημένης ἐκφέροντες· τούτους ἂν ἴδοις γελοίως διακειμένους, μᾶλλον δὲ λίαν ἐλεεινῶς. ἄξιον γὰρ ἀνθρώπους ὄντας ἐπ' ἀνθρώπων συμφοραῖς μὴ γελᾶν, ἀλλ' ὀλοφύρεσθαι. φεῦ τῶν λόγων, φεῦ τῶν δογμάτων. εἰ γὰρ ἐπέλθοι φιλοσοφεῖν τοῖς κριοῖς, οὐκ οἶδα ἅττ' ἂν ἀντὶ τούτων πρεσβεύσειαν. ἀλλ' ἡμεῖς αὐτοῖς εἴπωμεν· ἄξιον γάρ· ὦ τολμηρότατοι πάντων, εἰ μὲν ἠπιστάμεθα ὑμᾶς εὐμοιρήσαντας ἐκείνην τῆς ψυχῆς τὴν ἀξίαν, ἣν Ἀμοῦς, ἣν Ζωροάστρης, ἣν Ἑρμῆς, ἣν Ἀντώνιος, οὐκ ἂν ἠξιοῦμεν φρενοῦν, οὐδὲ διὰ μαθήσεως ἄγειν, νοῦ μέγεθος ἔχοντας, ᾧ προτάσεις εἰσὶ καὶ τὰ συμπεράσματα· ἀλλὰ κἂν ἐντυχεῖν ποτε τῷ τοιούτῳ γένοιτο, σεβοίμεθά τε ἂν αὐτὸν καὶ ἁζοίμεθα· ὑμᾶς δὲ ὁρῶμεν τῆς κοινῆς φύσεως ὄντας ἥττονας, καὶ μᾶλλον ἀγχίνους ἢ παχεῖς. ὑμᾶς οὖν ἀξιοῦμεν καὶ νουθετεῖν, ἐν κοινῷ τιθέντες ὅ τι ἂν ἄριστον ὑμῖν ἐξευρίσκωμεν. ἢ τοίνυν ἐπὶ τῶν πρώτων ὑποθέσεων μένετε· παρέδοσαν γὰρ αὐτὰς ἄνδρες ἀγχίσποροι τοῦ θεοῦ· καὶ οὕτως ἂν εἴητε κατὰ Πλάτωνα μέσως ἔχοντες, οὐκέτι μὲν ἀμαθεῖς, οὔπω δέ γε σοφοί, δόξαν ὀρθὴν πρεσβεύοντες δίχα λόγου καὶ ἀποδείξεως. τό τε γὰρ ἀληθὲς οὐχ ὅσιον ἀμαθὲς οἴεσθαι, καὶ τὸ ἄλογον εἶναι σοφὸν οὐδεὶς ἐπιτρέψει λόγος. ταύτην ἀγαπῶντες τὴν τάξιν μετρίως ἂν εἴητε πεπραγότες, καὶ ἀναίτιοι μὲν παρὰ θεῶν, ἀναίτιοι δὲ καὶ παρὰ ἀνθρώπων, ἀλλὰ κἂν ἐπαίνου δικαίου τυγχάνοιτε· δήμου γὰρ ἀνδρὶ καὶ τὸ ὅτι αὔταρκες. εἰ δὲ μὴ κατὰ χώραν μένετε, ἀλλ' ἔτι ὀρέξεσθε τοῦ πρόσω, καὶ τὸ διότι πολυπραγμονήσετε, καλῶς μὲν ἂν ποιοῖτε σοφίας ἐρῶντες, ἱεροῦ χρήματος, ἀλλὰ μὴ ἐφ' ἑαυτῶν ποιεῖσθε τὴν θήραν· ἀγύμναστοι γάρ ἐστε, καὶ κίνδυνος εἰς ἄβυσσόν τινα φλυαρίας ἐμπεσοῦσι διαφθαρῆναι, ὃ καὶ Σωκράτης ἐφοβήθη παθεῖν, καὶ τὸ πάθος οὐκ ἀπεκρύψατο φίλους ἄνδρας, Παρμενίδην καὶ Ζήνωνα. καίτοι Σωκράτης ἐκεῖνος ἦν· ὑμεῖς δέ, οἵπερ ἐστέ, δεινὴ δὲ ὅμως ἡ τόλμα, δόγμασιν ἀπορρήτοις ἀξιούντων ἐνάλλεσθαι, καὶ ταῦτα ἐν λέξεσι τριοδίτισιν. ὁ μὲν οὖν Κάδμου σπόρος αὐθημερὸν ὁπλίτας, φησίν, ἀνεδίδου σπαρτούς· σπαρτοὺς δὲ θεολόγους οὐδείς πω μῦθος ἐτερατεύσατο. οὐ γάρ ἐστιν ἡ ἀλήθεια πρᾶγμα ἐκκείμενον, οὐδὲ καταβεβλημένον, οὐδὲ θήρᾳ ληπτέον. τί οὖν; ἐνταῦθα καλείσθω φιλοσοφία σύμμαχος, καὶ παρασκευαζέσθωσαν ἀνεξόμενοι πάσης ἐκείνης τῆς διεξόδου, μῆκος ἐχούσης μυρίον, παιδευόμενοι καὶ προπαιδευόμενοι. δεῖ γάρ τοι πρῶτον ἀποδῦναι τὴν ἀγροικίαν, καὶ τὰ μικρὰ ἐποπτεῦσαι πρὸς τῶν μειζόνων, καὶ χορεῦσαι πρὶν δᾳδουχῆσαι, καὶ δᾳδουχῆσαι πρὶν ἱεροφαντῆσαι. οὔκουν ἐθελήσετε πόνων ἐπὶ πόνοις ἀνέχεσθαι; ἀλλ' οὐδὲ τὰ μεγάλα ἀκονιτὶ παραγίνεται. καίτοιγε εἰ σὺν ὥρᾳ τοῦ πράγματος ἥψασθε, καὶ ἡδονῆς ἄν τι τῷ ἔργῳ προσῆν, ἧς οἱ προελθόντες ἀντιλαμβάνονται. ὑμεῖς δὲ ὀψιμαθίαν αἰσχύνεσθε· ἀλλ' οὔτοι τοῦτο αἰσχρόν· ἡ δὲ ἀμαθία, καὶ τοῦτο μεῖζον, τοῦτο αἰσχρόν· ἐν ᾗ κείμενοι, τῆς μὲν ἁπλῆς οὐκ ἀνέχεσθε· πάλιν γὰρ ἂν εἴητε μετρίως διακείμενοι, οὔτε εἰδότες, οὔτε εἰδέναι προσποιούμενοι, τουτέστιν ἐξ ἡμισείας εἰδότες· αὐτὸ γὰρ ἂν τοῦτο ἠπίστασθε, τὸ μηδενὸς ὑμῖν ἐπιστήμην παρεῖναι· τὴν δὲ διπλῆν ἄγνοιαν ἐφ' ἑαυτοὺς μεγαλοπρεπῶς ἕλκετε· φρονήματος γὰρ ἀντὶ φρονήσεως ὑποπλησθέντες, καὶ πρὶν μαθεῖν διδάσκειν ἐπιβαλλόμενοι, πάλιν ἐρῶ· φεῦ τῶν λόγων, φεῦ τῶν δογμάτων, οἷα καὶ τίκτεται παρ' ὑμῶν τέρατα ἀτεχνῶς διεσπασμένα καὶ πολυκέφαλα, οἷά φασιν ἐπαναστῆναί ποτε τοῖς θεοῖς. καὶ ταῦτα τί ἂν εἴποι τις, ἢ σπαράττειν τὸ θεῖον ἅπαν ταῖς ἀτόποις ὑπονοίαις περὶ αὐτοῦ; οὐκ ἄν, εἴ γε τὸν ἰδιώτην καλῶς ἐτηρήσατε, ἀλλ' ἦν ἐκεῖ τὸ κατορθοῦν ἐν τῷ μέτρῳ. ὁ Ἴκαρος, ἐπειδὴ τοῖν ποδοῖν ἀπηξίου κεχρῆσθαι, ταχὺ μάλα καὶ ἀέρος καὶ γῆς ἀπετύγχανεν, ὧν τῆς μὲν ὑπερεῖδε, τοῦ δὲ οὐκ ἐφίκετο.

[11]    Ταῦτα οὐ πρὸς τοὺς ἐκ τῆς ἑτέρας ἀγωγῆς μᾶλλον ἢ καὶ πρὸς τοὺς παρ' ἡμῖν σὺν ἀλογίᾳ μεγαλοφώνους, οἳ καὶ παρέσχον ἀφορμὴν τῷ λόγῳ βοηθῆσαι τοῖς προπαιδεύμασιν· ὧν τί ἄν τις καὶ δοίη ἀνθρώπων ἀλαζόνων καὶ ἀνοήτων; πολλοῦ μέντ' ἂν εἶεν τρεῖς τοὐβολοῦ. ἐγὼ δὲ χάριν οἶδα καὶ ποιηταῖς δεξιοῖς καὶ ῥήτορσιν ἀγαθοῖς, καὶ ὅστις ἱστορίαν τινὰ κατεβάλετο λόγου ἀξίως· καὶ ἁπαξαπλῶς οὐδένα τῶν συνεισενεγκόντων εἰς κοινὸν τοῖς Ἕλλησιν, ὅ τις καὶ εἶχεν ἀγαθόν, ἀγέραστον εἶναι βούλομαι, ὅτι παῖδάς τε παραλαβόντες ἡμᾶς ἐτιθηνήσαντο, καὶ ἀσθενεῖς ὄντας ἔτι τὴν γνώμην ἐνοσοκόμησαν, τοῖς ὠφελίμοις ἐγκαταμιγνύντες ἡδύσματα. ἄκρατα γὰρ οὐδεὶς ἂν ταῦτα παρεδέξατο διά τε στυφότητα καὶ τὴν τότε τῶν αἰσθήσεων ἁπαλότητα· κᾆθ' οὕτω ῥώσαντες, καὶ παραπέμψαντες ἄλλος δι' ἄλλου, ταῖς ἐπιστήμαις παρέδοσαν· αἱ δὲ παρεσκεύασαν οἵους εἶναι τῶν ἄκρων ἐπορέξασθαι· ἐκεῖ τε γενομένων ὅταν αἴσθωνται τὰς ψυχὰς ῥαινομένας ἱδρῶτι καὶ τὴν φύσιν ἡμῶν ἀπαγορεύουσαν, αὖθις ἀνεκαλέσαντο πραέως, καὶ ἡ Καλλιόπη παραλαβοῦσα ἥκοντας αὐχμοῦ πλέως, ἀνέπαυσέ τε εἰς ἀνθεινοὺς ἀγαγοῦσα λειμῶνας, ὡς μὴ διακναισθῆναι τῷ πόνῳ, καὶ πανδαισίαν παρέθηκεν Ἀττικῶν καταγλωττισμάτων, καὶ καρυκείας ποιητικῆς, ὑφ' ὧν τὴν μὲν πρώτην διέχεεν, ἔπειτα ἐμυώπισε λαθοῦσα, καὶ κατὰ μικρόν πως ἐπέστρεψε· τελευτῶσα δὲ ἐπὶ τὸν αὖθις ἀγῶνα ἐγύμνασε. καὶ ὅστις δὲ οὐ προτέλειον ἡγεῖται τὰς Μούσας, ἀλλὰ τὸ κράτος αὐτῷ τῆς σοφίας ἐν ταύταις ἐστί, καὶ οὐδ' εἴ τι περιττὸν αἰνίττονταί ποτε καὶ παραδηλοῦσι, συνιέναι βούλεται, τὸ δὲ ἐκκείμενον αὐτῶν κάλλος ἠγάσθη, καὶ εἰς αὐτὸ κέχηνε, καὶ ὑπὸ τούτου κατέχεται· οὐδὲ οὗτος μέντοι δεινὸν οὐδὲν εἴργασται, ἀλλὰ καὶ πολλὰ ἀγαθά γε αὐτῷ γένοιτο, μουσικῷ τε ἀνδρὶ καὶ χαρίεντι. καὶ γὰρ εἰ μὴ τεθήπαμεν τοὺς κύκνους, ὥσπερ τοὺς ἀετοὺς αἰρομένους ὑψοῦ καὶ ὑπὲρ πᾶν τὸ ὁρώμενον, ἀλλὰ γανύμεθά γε καὶ ὁρῶντες αὐτοὺς καὶ ἀκούοντες τῆς ᾠδῆς· καὶ ἐμοῦ γε ἕνεκα, μηδείς ποτε κύκνων τὸ ἔσχατον ᾄσειεν. εἰ δὲ βασίλειοί τέ εἰσιν ἐκεῖνοι, καὶ διαιτῶνται παρὰ τὰ Διὸς σκῆπτρα, καὶ τούτους εἴληχέ τις θεῶν ἐκ Διὸς γεγονώς, καὶ οὐκ ἀπαξιοῦνται τοῦ τρίποδος. ἀετὸν δὲ ἅμα καὶ κύκνον γενέσθαι, καὶ τὰ ἀμφοῖν ἔχειν πλεονεκτήματα, ὄρνισι μὲν ἡ φύσις οὐ ξυνεχώρησεν· ἀνθρώπῳ δὲ ἔδωκεν ὁ θεός, ὅτῳ καὶ ἔδωκε γλώττης τε εὖ ἥκειν καὶ φιλοσοφίας ἐπήβολον εἶναι.

[12]    Ἠγώνισταί γε πρὸς τοὺς ἀμούσους ὑπὲρ Μουσῶν, οἳ κακοήθως ἀποδιδράσκουσι τὸν ἔλεγχον τῆς ἀμαθίας, τῷ καταφεύγειν ἐπὶ τὴν λοιδορίαν ὧν ἠγνοήκασιν. εἰ δή τι καὶ σπουδαιότερον εἴρηται παρὰ τὴν πρώτην ὑπόσχεσιν, τὶ μὲν ἂν γένοιτο καὶ σπουδαῖον παιζόντων· οὐ μὴν ἔστι τι ποιεῖν μὴ ἀπὸ πάσης τῆς ἕξεως, ἀλλ' εἰ τῷ πλέονι παίζομεν, οὐ τοῦ παντὸς ἁμαρτάνομεν. παιδιᾷ γὰρ παρεμβαλλόμεθα, ἐνδοθείσῃ μὲν ἀπὸ τοῦ δεῖν εὑρέσθαι τινὰ παρ' ἐμοῦ μαρτυρίαν τὸν Δίωνα, ἵνα μοι γένοιτο καὶ τῆς φιλίας αὐτοῦ κληρονόμος ὁ παῖς ὁ μοιρίδιος, δραμούσῃ δὲ ἐπὶ πολλὰ καὶ δρόμους παντοίους· ἀόριστοι γὰρ αἱ τῶν παιζόντων ὁρμαί. τοιοῦτόν ἐστιν ἀγρὸς καὶ ἐλευθερία, καὶ τὸ μὴ πρὸς ὕδωρ εἰρησομένους γράφειν τοὺς λόγους. ὡς εἶδον ἐγὼ δικαστὴν ἐφέτην μετροῦντα τὸν χρόνον τοῖς ἀγορεύουσιν· αὐτὸς μέντοι τοῦ προσμεμετρημένου τὸ μέν τι κατεδάρθανε, τὸ δὲ μάτην ἐγρηγόρει, καὶ ἀπῆν ὡς πορρωτάτω τοῦ πράγματος· ἀλλ' οὐδὲν ἧττον ὁ ῥήτωρ ἠγόρευεν, ὡς ὑπ' ἀνάγκης σιωπησόμενος αὐτίκα· ἐμὲ δὲ ἀφίησι καὶ οὐ στενοχωρεῖ προθεσμία τῷ μήτε πρὸς οὕτως ἄτοπον παρασκευάζεσθαι δικαστήν, ἀλλὰ μηδὲ μέλλειν εἰς δικαστήριον ἀγνωμονέστερον εἰσιέναι τὸ θέατρον, θυροκοπήσαντα καὶ ἐπαγγείλαντα τοῖς ἐν ἄστει μειρακίοις ἀκρόαμα ἐπιδέξιον· ὡς σχέτλιά γε τῶν δεικνύντων ἐν τοῖς θεάτροις τοὺς λόγους. ὃν γὰρ δεῖ τοσούτοις ἀρέσκειν ἀνομοίως διακειμένοις, πῶς οὐκ ἀνεφίκτων ἐρᾷ; οὗτος οὖν ἐστιν ὁ δημολόγος ἀτεχνῶς, ὁ δοῦλος ὁ δημόσιος, ὁ πᾶσιν ἐκκείμενος, ὃν ἔξεστι τῷ βουλομένῳ διαθεῖναι κακῶς. κἂν γελάσῃ τις, ὁ σοφιστὴς τέθνηκεν· καὶ τὸν σκυθρωπὸν ὑποπτεύει· σοφιστὴς γάρ ἐστι κἂν ὁτιοῦν γένος λόγων προστήσηται, δόξαν ἀντ' ἀληθείας ἐρανιζόμενος. λυπεῖ δὲ αὐτὸν καὶ ὁ πάνυ προσέχων τὸν νοῦν, ὡς λαβὴν θηρώμενος, ἀλλ' οὐδὲν ἧττον ὁ περιδινῶν ἁπανταχόσε τὴν κεφαλήν, ὡς οὐκ ἀξιῶν ἀκοῆς τὰ δεικνύμενα. καίτοιγε οὐκ ἐν δίκῃ πικρῶν τυγχάνει τῶν δεσποτῶν, ὅστις πολλὰς μὲν νύκτας ἀύπνους ἀνέτλη, πολλὰς δὲ ἡμέρας παρετάθη, καὶ μικροῦ δεῖν ἀπεστάλαξε τὴν ψυχὴν ὑπό τε λιμοῦ καὶ φροντίδων, ἵν' ἀγαθόν τι συλλέξηται· καὶ ἥκει φέρων ἄκουσμα χάριέν τε καὶ ἡδὺ τοῖς ἀγερώχοις αὑτοῦ παιδικοῖς, δι' οὓς ἔχει μὲν πονήρως, σκήπτεται δὲ ὑγιαίνειν. ὁ δὲ καὶ ἐλούσατο πρὸ τῆς κυρίας, καὶ εἰς αὐτὴν ἀπήντησεν, ἐσθῆτι καὶ σχήματι σοβαρός, ἵνα καὶ θέαμα καλὸν ᾖ, καὶ προσγελᾷ τῷ θεάτρῳ, καὶ χαίρει δῆθεν, ἡ δὲ ψυχὴ κατατείνεται, ἐπεὶ καὶ τραγακάνθης ἐδήδοκεν, ἵνα τορόν τε καὶ εὔηχες φθέγξηται. τοῦτο μὲν οὖν οὐδ' ἂν ὁ σεμνότατος αὐτῶν προσποιήσαιτο, μὴ οὐ πάνυ μέλειν αὐτῷ, καὶ πεπραγματεῦσθαι τὰ περὶ τὴν φωνήν, ὅς γε καὶ μεταξὺ τῆς ἐπιδείξεως ἐστράφη, καὶ τὸ ληκύθιον ᾔτησε, καὶ ὁ μὲν ἀκόλουθος ὤρεξεν· ἐκ πολλοῦ γὰρ καὶ παρεσκεύασεν· ὁ δέ, ἀπορροφεῖ τε καὶ ἀνακογχυλίζει, τοῦ νεαρῶς ἐπιτίθεσθαι τοῖς μέλεσι· τυγχάνει δὲ οὐδ' ὣς ἀκροατῶν ἵλεων ὁ δύστηνος ἄνθρωπος, ἀλλὰ βούλοιντο μὲν ἂν αὐτὸν ἐξᾷσαι· γελῷεν γὰρ ἄν· βούλοιντο δ' ἂν καὶ διάραντα μόνον, ὥσπερ ἀνδριάντα, τὸ στόμα καὶ τὴν χεῖρα, ἔπειτα ἀφωνότερον ἀνδριάντος γενέσθαι· ἀπαλλαγεῖεν γὰρ ἂν πάλαι δεόμενοι. ἐγὼ δὲ ἐπ' ἐμαυτοῦ γὰρ ᾄδω, καὶ ταῖσδε ταῖς κυπαρίττοις προσᾴδω, ὕδωρ δὲ τουτὶ θεῖ διᾴττον δρόμον οὐ μεμετρημένον, οὐδὲ πρὸς κλεψύδραν ταμιευόμενον, ὅ τις ἂν καὶ ὑπηρέτης μειαγωγήσῃ δημόσιος. ἀλλ' ἐγὼ μὲν εἰ μήπω παύομαι, ἀλλ' αὐτίκα πεπαύσομαι· εἰ δὲ μή, καὶ μετὰ πλεῖστον· οὐ μὲν δὴ καὶ εἰς νύκτα γε ᾄσομαι. τὸ δὲ καὶ πεπαυμένου ῥεῖ, καὶ ῥυήσεται καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, καὶ εἰς νέωτα, καὶ ἀεί. τί οὖν με δεῖ προθεσμίᾳ δουλεύειν, ἐξὸν ἐμφορεῖσθαι τῆς αὐτονομίας, καὶ περιάγειν τοὺς λόγους, ᾗ μοι δοκοῦσιν ἀκτέοι, οὐ κρινομένῳ πρὸς ὀλιγωρίαν ἀκροατῶν, ἀλλ' ἐμαυτὸν ἔχοντι μέτρον; ἐμοὶ γὰρ δὴ ταύτην ἔδωκε τὴν μοῖραν ὁ θεός, ἀδέσποτον εἶναι καὶ ἄφετον, ὃς οὐδὲ τρεῖς οὐδὲ δύο περιεποιησάμην ἐμαυτοῦ μαθητὰς εἶναι, δι' οὓς ἂν ἐδέησεν εἰς ἀποδεδειγμένον χωρίον φοιτᾶν, καὶ περὶ συγκειμένων πρὸς αὐτοὺς διαλέγεσθαι· ἠπιστάμην γὰρ πολὺ τῆς ἐλευθερίας ὑποτεμούμενος, εἰ πρῶτον μὲν ἀνάγκην ἕξω βιβλίον ἐξονυχίζειν, ὑφ' οὗ γίνεται τὸ κατὰ μνήμην ἐνεργεῖν, τὴν δὲ ἐπιβολὴν ἀγύμναστον εἶναι καὶ ἄγονον, ἣν δεῖ κριτὴν εἶναι βιβλίων, ἐπειδὴ κατὰ τοῦτο ὁ φιλόσοφος μᾶλλον· ἐκεῖνο δὲ ἀποδεδόσθω γραμματικοῖς.

[13]    Εἶεν δ' ἂν καὶ φιλοσόφων βιβλίων γραμματικοί τινες ἀποδεδειγμένοι, τὰς συλλαβὰς εὖ μάλα συγκρίνοντές τε καὶ διακρίνοντες, οἰκεῖον δὲ οὐδὲν οὐδέποτε μαιευσόμενοι· ὅ τι δὲ καὶ τέκοιεν, ὑπὸ θράσους τυφλὸν καὶ ἀνεμιαῖον· οὐ γὰρ ἐκθάλπει τὸν εἴσω λόγον, ὅτῳ καθ' ἡμέραν ἐμεῖν ἀνάγκη· τό τε σπουδῇ σχεδιάζειν, ἐν μὴ δέοντι τῇ σπουδῇ χρώμενον, ἐξίτηλον αὐτὴν ἀποφαίνει. φύονται μὲν γὰρ ἐπὶ λόγοις ὠδῖνες ψυχῶν, ὥσπερ ἐπὶ τόκοις σωμάτων· ὅστις δὲ ἀώροις αὐταῖς συνεθίζεται, καὶ τὰ λοιπὰ πέπονθε παραπλήσια τοῖς ἐπὶ τῶν σωμάτων συμβαίνουσιν· ὀλισθοῦσα δὲ ἕξις εἰς τὸ ἀμβλίσκειν, οὐδὲν ἂν ὠδινήσειεν ἀρτιμελὲς καὶ βιώσιμον. ἐντεῦθεν ὁ πρόχειρος εἰς δῆμον εἰπεῖν, ἀδύνατος ἐπιστῆσαι, καὶ σκέμμα παραλαβών, ὥσπερ ἀνδριάντα ξέσας, ἐς τὸ ἀκριβὲς ἀπεργάζεσθαι. ἅμα δὲ οὐδὲ μακάριον ᾤμην εὐθύνας ὑπέχειν, καὶ αὐτοῖς τοῖς ἀκροαταῖς καὶ ὑπὲρ αὐτῶν τῶν ἀκροατῶν, ὑπὲρ μὲν αὐτῶν τοῖς προσήκουσιν, ὑπὲρ δὲ τῶν ὁσημέραι λόγων αὐτοῖς· βούλοιτο γὰρ ἂν ὁ διδάσκαλος ἀνὴρ εὐδοκιμεῖν ἐν τοῖς μαθηταῖς, καὶ θορυβεῖν ἐπὶ τοῖς λόγοις αὐτοῦ τὰ παιδάρια. οὐκοῦν ἄλλο τοῦτο θέατρον παρὰ πολὺ δυστυχέστερον. νυνὶ δὲ ὁπόσοις τε βούλομαι, καὶ ὁπόσα, καὶ περὶ ὧν, καὶ ὁπηνίκα, καὶ ὅπου, τοσαῦτα καὶ οὕτως σύνειμι· καὶ ὁ μέν τις ὤνησε συγγενόμενος, ὁ δὲ αὐτὸς ὤνατο. βουλοίμην δ' ἂν ἐγὼ τῶν ἀγαθόν τι λεγόντων ἀκούειν μᾶλλον ἢ λέγειν αὐτός· τῷ παντὶ γὰρ εὐτυχέστερον ἀμείνοσιν ἐντυγχάνειν ἢ χείροσιν.

[14]    Ἀλλ' ὅ γε τοῦ διδασκάλου βίος. λόγου δὲ ἐξῃρήσθων, εἴ τις εἷς ἢ δύο φύσει τῶν ἐν τῷ πράγματι χαλεπῶν γεγόνασι διαφέροντες. γένοιτο γὰρ ἂν κἀκεῖνο καὶ καθ' ἕκαστον ἐπιτήδευμα φανῆναί τινας ἀμείνους ἢ ὡς ἁλῶναι τοῖς προσπεφυκόσιν αὐτῷ καὶ παραβλαστάνουσι πάθεσιν· ἐπεὶ ὅγε διδάσκαλος, ἐπειδὰν ἐξαρτήσηται τοὺς θαυμασομένους, οὐδενὸς οὐδὲν ἀποδέξεται λέγοντος. ἢ κίνδυνος καταφρονηθῆναι καὶ περιιδεῖν ἀφιπτάμενα τὰ μειράκια. εἰ γὰρ οὐ διοίσεται, τὴν ὑπόθεσιν ἔφθειρε· δεῖ δὲ αὐτὸν τηρεῖσθαι διδάσκαλον. εἱμαρμένη τοίνυν ἀνδρὸς διδασκάλου καὶ φθονερὸν αὐτὸν εἶναι, τὸ μέγιστόν τε καὶ ὑλικώτατον τῶν παθῶν· καὶ ἀπεύξεται μὲν μηδένα γενέσθαι σοφὸν ἐν πόλει· γενομένου δὲ λυμανεῖται τὴν δόξαν, ἵνα μόνος ἀποβλέποιτο. καθεδεῖται δὲ ὥσπερ κεράμιον ἐπιχειλὲς τῆς σοφίας, καὶ οὐκ ἂν ἔτι χωρῆσον. οὔκουν ἀγαθόν γέ τι χωρεῖ, τελχὶς καὶ βάσκανος ὤν. πῶς οὖν ἄν τις κάκιον ἀπαλλάξειεν ἀνδρός, ὅτῳ μὴ ἔξεστι γενέσθαι βελτίονι; Σωκράτης δὲ καὶ Προδίκῳ παρεῖχεν ἑαυτὸν ὠφελεῖν εἴ τι δύναιτο, καὶ Ἱππίᾳ ξυνεχώρει τι λέγειν, καὶ ὡς Πρωταγόραν ἐβάδιζεν, καὶ συνίστη τοὺς πλουσιωτάτους τῶν νέων τῷ τοιῷδε φύλῳ τῶν σοφιστῶν· οὐ γὰρ ἐποιεῖτο σοφὸς εἶναι Σωκράτης· ἦν γὰρ σοφός· καὶ τοῖς μειρακίοις ἐξῆν, εἰ προσεῖχον τὸν νοῦν, μὴ ἀγνοεῖν, ὅστις μὲν ὁ διδάσκων Πρωταγόρας, ὅστις δὲ ὁ μανθάνων Σωκράτης. ἀλλὰ καὶ Γλαύκων, ἀλλὰ καὶ Κριτίας ἐκ τῆς ὁμοίας αὐτῷ διελέγοντο· καὶ οὐδὲ Σίμων ὁ σκυτεὺς πάνυ τι συγχωρεῖν ἠξίου Σωκράτει, ἀλλ' ἐπράττετο λόγον ἑκάστου λόγου. Κλειτοφῶν δὲ καὶ ἐλοιδόρησεν αὐτὸν ἐν Λυσίου τοῦ σοφιστοῦ, καὶ τὴν Θρασυμάχου συνουσίαν προὐτίμησε· Σωκράτης δὲ οὐδὲ πρὸς τοῦτο παρώξυντο, ἀλλὰ καὶ τοῦτο Κλειτοφῶν κακῶς οἴεται. ἤρκει δὲ αὐτῷ καὶ Φαῖδρος περιτυχών, καὶ εἵπετο Φαίδρῳ Σωκράτης πρὸ ἄστεος ἡγουμένῳ, καὶ ἠνέσχετο φορτικοῦ λόγου, καὶ ἀντεξήγαγεν αὐτῷ λόγον ἕτερον, ἵνα Φαίδρῳ χαρίσηται. οὕτως εὔκολος ἦν, καὶ οὐκ ἀπεσεμνύνετο πρὸς τοὺς ἀνθρώπους. αὐτὴ μὲν γὰρ ἡ Ξανθίππη, φεῦ τῆς ὀλιγωρίας, ὡς ἐχρῆτο Σωκράτει· ἀλλ' οὐδὲν ἐκώλυσε Σωκράτην εὐθυμεῖσθαι καὶ καταφρονούμενον. οὐδ' ἐμὲ τοίνυν, οὐδ' ἄλλον οὐδένα ἄνθρωπον, ὅστις οὐχ ὑπέθηκεν ἑαυτὸν τῷ παντοδαπῷ θηρίῳ, τῇ δόξῃ, ἀλλ' ἑαυτῷ ἀρέσκει καὶ τῷ θεῷ, τοῖς δὲ ἀνθρώποις ἀνθρωπίνως συνεῖναι καὶ βούλεται καὶ ἐπίσταται. ἐπεί τοι Σωκράτης καὶ τὸν ἀτοπώτερον τῶν λόγων διατιθέμενος, τὸν ἐπὶ διαβολῇ τῶν ἐρωτικῶν, δύναται μεθαρμόσασθαι τὴν ἀληθεστέραν, καὶ αὐτίκα γε μεθαρμόσεται, καὶ τὸ Διὸς ἅρμα ὑμνήσει, καὶ τὰς ἱερὰς διφρείας τῶν ἕνδεκα θεῶν· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη· ὑμνεῖ δὲ καὶ ψυχὰς ὀπαδοὺς θεῶν, καὶ τὸν ἀγῶνα ὃν ἔχουσιν ὑπερκύψαι τῶν οὐρανοῦ νώτων. ἐκεῖ που καὶ τὸν παρακεκινδυνευμένον λόγον ‹πρὸς› τὸ παιδίον ἐξηγεῖσθαι τολμᾷ τὸ ἐπέκεινα ταύτῃ, παρὰ τὴν αὐτὴν πλάτανον, παρ' ἣν ἐρρητόρευσε καὶ τῷ σοφιστῇ Λυσίᾳ προσεγυμνάσατο· καὶ πρὸς τὸν αὐτὸν μέντοι παῖδα· οὔτοι λέγω τὸν Φαῖδρον· νεανίας γὰρ οὗτος καὶ ἀνὴρ ἤδη· ἀλλ' ὑπόκειται μειράκιον αὐτῷ καλὸν καὶ ἐν ὥρᾳ· καὶ τοῦτο πείθει καὶ μεταπείθει τὰ περὶ ἔρωτος· καὶ πρὸς αὐτὸ παίζει τε καὶ σπουδάζει.

[15]    Τί οὖν εἰ κἀγὼ πρὸς τὸν ἐμαυτοῦ παῖδα, ὃν ὑπέσχετο μὲν εἰς νέωτα ὁ θεός· ἐμοὶ δὲ πάρεστιν ὁ παῖς ἤδη· πρὸς τοῦτον οὖν ἀξιῶ παίζειν τε καὶ σπουδάζειν; ἐπεί τοι καὶ αὐτὸν ἀμφότερα ἀγαθὸν γενέσθαι βούλομαι,

   μύθων τε ῥητῆρ' ἔμεναι, γνωστῆρά τε ὄντων, καὶ μὴ καταφρονεῖν τοῦ Σωκράτους, ὃς οὐκ ἀπηξίου καὶ τοὺς δημοσίᾳ θαπτομένους δύνασθαι λόγῳ κοσμεῖν, καίτοι καὶ τοῦτο μεῖζον ἢ καθ' ἑαυτὸν ᾤετο· προσένεμε γὰρ Ἀσπασίᾳ τὴν δύναμιν ταύτην, ᾗ προσεφοίτα κατὰ χάριν τοῦ τὰ ἐρωτικὰ παιδευθῆναι. εἰ δέ τινα τὰ κατὰ Ἀσπασίαν τε καὶ Σωκράτην ἐρωτικὰ ἐννενόηκας, οὐκ ἀπιστήσεις ὅτι φιλοσοφία τὰς τελεωτάτας ἐποπτεύσασα τελετάς, ἁπανταχοῦ τὸ καλὸν ἐπιγνώσεται καὶ ἀσπάσεται, καὶ ῥητορικὴν ἐπαινέσεται, καὶ ἀσπασίως καὶ ποιητικῆς ἀνθέξεται· ταύτην μὲν γὰρ ἄντικρυς εἰργάσατο καὶ Σωκράτης, οὐχ ὁ παῖς οὐδ' ὁ νέος Σωκράτης, ἀλλ' ὁ μετὰ τὴν ἡλιαίαν ἤδη δίαιταν ἔχων ἐν τῷ δεσμωτηρίῳ, ὁπηνίκα παίζειν ἥκιστα καιρὸς ἦν τηλικῷδε ὄντι καὶ ἐν τοιούτοις, οὔπω λέγω, δεινοῖς· τί γὰρ ἂν καὶ δεινὸν Σωκράτει; ἀλλ' οὐδὲ μέντοι παίζειν ἀξίοις· ὁ δὲ τῷ θεῷ φησι πείθεσθαι. καὶ μὴ ἀπιστῶμεν· ᾠκειοῦτο γὰρ αὐτὸν τῇ κοινωνίᾳ τοῦ ἔργου. ἢ οὐ ποιητής ἐστιν ὁ τὸ χρηστήριον ἔχων τὸ Πυθοῖ, καὶ νὴ Δία τὸ ἐν Βραγχίδαις; οὗτος μέντοι μετεποιήθη καὶ τῆς Ὁμήρου ποιήσεως ὡς αὐτῷ προσηκούσης,

   ἤειδον μὲν ἐγών, ὁ δ' ἀπέγραφε θεῖος Ὅμηρος. λελήθασιν οὖν ὑπὸ σοφίας οἱ στασιῶται τῆς ἀγλωττίας οὗτοι καὶ τὸν Ἀπόλλω δεύτερον ἄγοντες ἑαυτῶν, μετ' Ἀσπασίας τε καὶ Σωκράτους. ἡμεῖς δὲ ἐπὶ πάντας λόγους παρακαλῶμεν τὸν παῖδα, καὶ συνευξώμεθα αὐτῷ, μή, πρὶν ἀμωσγέπως ἐμφορηθῆναι ῥητορικῆς καὶ ποιήσεως, καὶ δύνασθαι νοῦν τε ἔχειν, καὶ δι' αὐτῶν ἀμύνειν αὐταῖς, ἐντυχεῖν ἀνδρὶ θράσος ἔχοντι καὶ ἐπανισταμένῳ ταῖς μούσαις. τί γὰρ ἂν καὶ χρήσαιο τοῖς κτήμασι τοῖς πατρῴοις; τοὺς μὲν γὰρ ἀγροὺς ἐλάττους ἐποίησα, καὶ συχνοί μοι τῶν οἰκετῶν ἰσοπολῖται γεγόνασι, χρυσίον δὲ οὔτε ἐν φαλάροις ἔχω γυναικῶν, οὔτε ἐν νομίσμασιν· ὅ τι γὰρ καὶ ἦν, ἅπαν αὐτό, ὥσπερ Περικλῆς, εἰς τὸ δέον ἀνάλωσα· τὰ βιβλία δὲ πολλαπλάσια τῶν ἀπολειφθέντων ἀπέδειξα· τούτοις οὖν ἅπασι δέον σε δύνασθαι χρῆσθαι.

[16]    Εἰ δὲ ὅτι σοὶ μὴ διώρθωσα τὰ Δίωνος γράμματα, δι' ὃν καὶ προῆλθεν ἐπὶ τοσόνδε ὁ λόγος, διὰ τοῦτο δυσχεραίνεις τὸν πατέρα, ἀλλ' οὐδὲ ἄλλο τί σοι διώρθωται τῶν τῆς ὁμοίας ἕξεως· Δίωνι γὰρ οὐκ ἀπολογίας πρὸς τοῦτο δεήσει· πάλιν οὖν δεήσει ῥητορικῆς. ἀλλ' ἐγὼ νόμον ἐκ φιλοσοφίας παρέξομαι. Πυθαγόρας Μνησάρχου Σάμιος ἐπιγέγραπται τῷ νόμῳ, ὅστις ὁ νόμος οὐκ ἐᾷ τοῖς βιβλίοις ἐπιποιεῖν, ἀλλὰ βούλεται μένειν αὐτὰ ἐπὶ τῆς πρώτης χειρός, ὅπως ποτὲ ἔσχε τύχης ἢ τέχνης. ἔστι μὲν οὖν ἐν ταῖς ῥητορείαις ὁ νόμος τὸ ἀρρητόρευτον· ἐν γὰρ ταῖς ἀλόγοις ἠρίθμηται πίστεσιν ὅ τι μὴ παρὰ τὴν πειθὼ τοῦ λέγοντος ἀλλὰ παρὰ τὴν πολιτείαν ἰσχύει. καίτοι τινὲς ἐφ' ἡμῶν ἀξιοῦσιν ἀπὸ τοῦ τοιούτου ῥήτορες εἶναι, γραμματεῖς ἀτεχνῶς ὄντες. οἱ δέ, κἂν μάρτυρας ἀναβιβάσωνται, τοῦ πράγματος ἐπὶ τούτοις ὄντος, παρ' ἑαυτοὺς οἰήσονται πεπράχθαι τὴν δίκην· οὕτως εἰσὶ κομψοί τε καὶ νεανίαι. ἐπεὶ δὲ ἡμεῖς οὐκ ἐκ τῶν Ῥωμαϊκῶν ἀξόνων τὸν νόμον ἀνέγνωμεν, ἵνα καὶ ἀκόντων ἂν ἰσχύῃ, ἀλλ' ἀνδρός ἐστι φιλοσόφου καὶ παλαιοῦ, πειθώ τινα δεῖ προσεῖναι, καὶ γενέσθαι νόμον τὸν λόγον. ἀλλ' ὅπως μὴ λάθωμεν αὖθις περὶ τῶν μικρῶν τι μεῖζον εἰπόντες· ὡς οὐκ οἶδ' ὅπως ἀπὸ τῶν φαυλοτάτων εἰς σεμνὰ ἄττα ἀποφερόμεθα. φυλαξόμεθα οὖν ὅση δύναμις· εἰ δὲ πάντως δέοιτο, τῶν εἰρημένων τι παραληψόμεθα. κἂν τοῦτο ἀρκῇ, τῷ παντὶ ἂν ἔχοι καλῶς μηδὲν προσπεριεργάσασθαι.

[17]    Ἐρεῖ τοίνυν ὁ Πυθαγόρας, ἢ ὅστις ὁ Πυθαγόρου θιασώτης τε καὶ συνήγορος, ἐπειδὴ νόμους ἐκεῖνος φθέγγεται· ἄριστον μὲν εἶναι φῦναι τὸν νοῦν αὐτάρκη πρὸς ὁτιοῦν ἐπιτήδευμα, τοῦτ' ἔστιν ἤδη νοῦν ἐνεργείᾳ τοῦτο ὄντα ῥητορικὸν ἢ ποιητικόν, εἰ μή γε καὶ πρὸς ἅπαν ἀκροφυέστατον· καὶ ἤδη τινὲς ἧκον ἐνθάδε τοιοίδε μέγεθος ἔχοντες, ἢ πρὸς ἐπιστήμην οἰκείωσιν, οἷς μαθήσεως οὐκ ἐδέησεν, ἀλλ' αὐτοὶ τέχνης ἐγένοντο παραδείγματα. οἱ δὲ πολλοὶ τῆς μὲν εὐμοιρίας ταύτης οὐχ οὕτως εἰλήχασιν· ἐνίοις δὲ αὐτῶν πολλοῦ γε καὶ δεῖ· δυνάμει δὲ ὄντες νοῖ. καὶ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον, ἀγχοῦ καὶ πόρρω τοῦ τέλους ὑπὸ τῶν ἐνεργείᾳ νῶν, τῶν ἀποτελεσμάτων τῆς ἐνεργείας αὐτῶν, εἰς τοῦτο προάγονται. καὶ ἡ πᾶσα τῶν βιβλίων πραγματεία πρὸς ἓν τοῦτο τείνει· ἐκκαλεῖται τὴν δύναμιν ἡμῶν εἰς ἐνέργειαν. ἀρχομένη μὲν οὖν, ἁπανταχοῦ δείσθω τῶν γραμμάτων ποδηγετούντων, καὶ πρὸς τὴν αἴσθησιν ἀπερειδέσθω· προιοῦσα δὲ ἀποπειράσθω τῆς ἰδίας ἰσχύος, καὶ μὴ πάντα ἐκκρεμαννύσθω τῶν συλλαβῶν. ὥσπερ γὰρ ἄλλο τι πρόβλημα ἀγαπᾶται, τὸ πόριμον ἡμῶν γυμναζούσης τῆς ἀπορίας, οὕτω καὶ τὸ ἐνδεὲς εἰς τὴν ἀκολουθίαν τῆς ἀναγνώσεως ὁ νοῦς προσυφαίνειν ἀναγκαζόμενος, καὶ μὴ πάντα ἐπὶ τοῖς ὀφθαλμοῖς κείμενος, μελέτην ποιεῖται τοῦ καὶ κατὰ μόνας ἔργον τι θαρρῆσαι παραπλήσιον· ἅμα δὲ καὶ προσεθίζεται μὴ πρὸς ἄλλοις, ἀλλὰ ἐντὸς εἶναι· τὰ γὰρ διημαρτημένα ταῦτα βιβλία τὸν νοῦν ἐπιζητεῖν ἔοικεν ἐπιστατοῦντα ταῖς ὄψεσι. τοῦτο καὶ τοῖς κομιδῇ μειρακίοις ἐπέταττεν ἡ Πυθαγόρου διδαχή, ἅμα μὲν ἀποπειρωμένη τῆς φύσεως τῆς ἑκάστου, ἅμα δὲ καὶ προγύμνασμα αὐτὸ ἡγουμένη, παιδικώτερον ἔτι τῶν ἐπιπέδων ἐν γεωμετρίᾳ λημμάτων· οὐ γὰρ μέγα τὸ ἔργον στοιχεῖον ἢ συλλαβήν, ἔστω δὲ καὶ λέξιν, εἰ δὲ βούλει καὶ μίαν ὅλην περίοδον λόγου ἁρμόσαντα, πάλιν ἑτοίμως χρῆσθαι τοῖς ἀπὸ τοῦ βιβλίου. πάνυ δὲ ὅμοιον τοῦτο τῷ συμβαίνοντι κατὰ τοὺς τῶν ἀετῶν νεοττούς· τοὺς ἀετιδεῖς οἱ πατέρες ἄρτι γενομένους ἐκπετησίμους ἄραντες ὑψοῦ μεθιᾶσιν, οἷον ἐπιτρέποντες αὐτοὺς τοῖς οἰκείοις χρῆσθαι πτεροῖς· κᾆτα αὖθις ἀναλαμβάνουσι προλαμβάνοντες τῆς ἡλικίας αὐτῶν τὴν ἀσθένειαν· καὶ τοῦτο πολλάκις, ἕως ἂν τὴν πτῆσιν ἐκμελετήσωσιν.

[18]    Ἐγὼ τοίνυν πρὸς μὲν γὰρ ἄλλον οὐδένα νεανιεύσομαι, πρὸς σὲ δὲ τάγε ἀληθῆ· πολλάκις οὐδὲ περιμένειν ἀξιῶ τοῦ βιβλίου τὴν συμφοράν, ἵν' ἀγαθόν τί μοι γένηται, ἀλλ' αὐτὸς ἀνέχω τοὺς ὀφθαλμούς, καὶ τῷ συγγραφεῖ προσγυμνάζομαι, μηδ' ἀκαρῆ διαλιπών, ἀλλ' ἐφιεὶς τῷ καιρῷ, καὶ εἴρων ὥσπερ ἑξῆς ἀναγινώσκων ἀπὸ τῆς διανοίας, ὅ τί μοι δοκεῖ τὸ ἀκόλουθον εἶναι, κᾆτα ἐξετάζω πρὸς τὰ γεγραμμένα τὰ λελεγμένα· καὶ πολλάκις μὲν οἶδα τυχὼν τοῦ αὐτοῦ μὲν νοῦ, τῆς αὐτῆς δὲ καὶ λέξεως· ἤδη δέ ποτε τοῦ μὲν ἐνθυμήματος εὔστοχος γέγονα, ὅ τι δὲ καὶ παραλλάττοι τῆς λέξεως, ἀλλ' ὅ τι μάλιστα εἴκαστο πρὸς τὴν ἁρμονίαν τοῦ συγγράμματος. εἰ δὲ καὶ ὁ νοῦς ἕτερος, ἀλλὰ πρέπον γε ἐκείνῳ τἀνδρὶ τῷ τὸ βιβλίον ποιήσαντι, καὶ ὃν οὐκ ἀπηξίωσεν, εἰ ἐνεθυμήθη· ἤδη δέ ποτε οἶδα, περικαθημένων ἀνθρώπων ἐτύγχανον μὲν τῶν εὐγενῶν καὶ στασίμων τι συγγραμμάτων ἔχων ἐν ταῖν χεροῖν, δεομένων δὲ ἀναγινώσκειν εἰς κοινὴν ἀκοὴν ἐποίουν οὕτως· εἰ δέ ποτε παρείκοι, προσεξεῦρον ἄν τι καὶ προσηρμήνευσα· οὐ μὰ τὸν λόγιον, οὐκ ἐπιτηδεύσας, ἀλλ' ἐπελθὸν οὕτως συνεχώρησα τῇ γνώμῃ τε καὶ τῇ γλώττῃ. καὶ δῆτα θόρυβος ἤρθη πολύς, καὶ σκότος ἐρράγη τὸν ἄνδρα ἐπαινούντων ἐκεῖνον, ὅτου τὸ σύγγραμμα ἦν, ἐπ' αὐταῖς οὐχ ἥκιστα ταῖς προσθήκαις. οὕτω μοι τὴν ψυχὴν ὁ θεὸς ἁπαλὸν ἐκμαγεῖον ἐποίησε τῶν ἐν λέξεσί τε καὶ ἤθεσι χαρακτήρων· εἰ δὲ καὶ τῷ τοῖς ἀδιορθώτοις τῶν βιβλίων ἐγγεγυμνάσθαι τὴν προσοχὴν ἐπέτεινον, εἰς τοῦτο ἂν τὴν ἕξιν προσήγαγεν ἡ φύσις πειρωμένῳ. τοὺς ἐξηυλημένους τὰ ὦτα παραπέμπει τις ἠχὼ καὶ πεπαυμένου τοῦ μέλους, καὶ μένουσι χρόνον ὑπόσυχνον τοῖς αὐλήμασι κατακώχιμοι. ἐγὼ δὴ θαμὰ καὶ τραγῳδίαις ἐπετραγῴδησα, καὶ κωμῳδίαις ἐπιστωμύλλομαι πρὸς τὸν πόνον ἑκάστου τοῦ γράψαντος. εἴποις ἂν ἡλικιώτην εἶναι νῦν μὲν Κρατίνου καὶ Κράτητος, νῦν δὲ Διφίλου τε καὶ Φιλήμονος, καὶ οὐδ' ἔστιν ἰδέα φιλομετρίας τινὸς ἣ ποιήσεως, πρὸς ἥντινα οὐ διαίρομαι καὶ ἐπεξάγω τὴν πεῖραν, καὶ ὅλα συγγράμματα πρὸς ὅλα ποιῶν, καὶ τεμαχίοις παραβαλλόμενος· παντοδαπῶν τε ὄντων τῶν λεκτικῶν χαρακτήρων καὶ πλεῖστον διαφερόντων, ἐν ἑκάστῃ τῶν μιμήσεων προσηχεῖν ἀνάγκη καὶ τοὐμὸν ἴδιον, ὥσπερ ἡ ὑπάτη χορδὴ τὸν ῥυθμὸν αὐτὴ μένουσα παραβομβεῖ κινουμένῳ τῷ μέλει.