3641 241 0 5 2 0 II-III d. C. Storiografia Cassius Dio LXXIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 4

Cassius Dio - Historiae Romanae LXXIII

   Περτίναξ δὲ ἦν μὲν τῶν καλῶν κἀγαθῶν, ἦρξε δὲ πάνυ βραχύν τινα χρόνον, εἶτα πρὸς τῶν στρατιωτῶν ἀνῃρέθη. λανθάνοντος γὰρ ἔτι τοῦ γεγενημένου περὶ τὸν Κόμμοδον ἦλθον πρὸς αὐτὸν οἱ περὶ τὸν Ἔκλεκτον καὶ Λαῖτον, καὶ τὸ πραχθὲν ἐμήνυσαν· διὰ τὴν ἀρετὴν [2] γὰρ καὶ τὸ ἀξίωμα αὐτοῦ ἡδέως αὐτὸν ἐπελέξαντο. ἰδὼν δὲ αὐτοὺς ἐκεῖνος, καὶ ἀκούσας ὧν ἔλεγον, ἔπεμψε τὸν πιστότατον τῶν ἑταίρων τὸ σῶμα τὸ τοῦ Κομμόδου ὀψόμενον. ὡς δὲ τὸ πραχθὲν ἐβεβαιώσατο, οὕτω δὴ ἐς τὸ στρατόπεδον κρύφα ἐσεκομίσθη, καὶ ἔκπληξιν μὲν τοῖς στρατιώταις παρέσχε, τῇ δὲ δὴ παρουσίᾳ τῶν περὶ τὸν Λαῖτον, καὶ ἐξ ὧν ὑπέσχετο (τρισχιλίας γὰρ αὐτοῖς δραχμὰς κατ' ἄνδρα δώσειν ἐπηγγείλατο), προσεποιήσατο αὐτούς.

[3] κἂν πάντως ἡσύχασαν, εἰ μὴ τελευτῶν τὸν λόγον ὧδέ πως εἶπε, "πολλὰ μέν, ὦ ἄνδρες συστρατιῶται, καὶ δυσχερῆ τῶν παρόντων ἐστίν, ἀλλὰ τὰ μὲν ἄλλα αὖθις σὺν ὑμῖν ἐπανορθώσεται·" ἀκούσαντες γὰρ τοῦτο ὑπετόπησαν πάντα τὰ ἑαυτοῖς ὑπὸ τοῦ Κομμόδου παρὰ τὸ καθεστηκὸς δεδομένα καταλυθήσεσθαι, καὶ ἐδυσκόλαναν [4] μέν, ἡσύχασαν δὲ ὅμως ἐπικρύπτοντες τὴν ὀργήν. ἐξελθὼν δὲ ἐκ τοῦ τείχους πρὸς τὸ συνέδριον νυκτὸς ἔτι οὔσης ἀφίκετο, καὶ ἀσπασάμενος ἡμᾶς ὅπως τις, οἷα ἐν ὁμίλῳ καὶ ἐν ὠθισμῷ τοσούτῳ, προσελθεῖν αὐτῷ ἠδυνήθη, ἔπειτα ἐκ τοῦ αὐτοσχεδίου εἶπεν ὅτι "ὠνόμασμαι μὲν ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ, οὐδὲν μέντοι τῆς ἀρχῆς δέομαι, ἀλλ' ἐξίσταμαι ἤδη καὶ τήμερον αὐτῆς διά τε τὴν ἐμαυτοῦ ἡλικίαν καὶ ἀρρωστίαν καὶ διὰ τὴν τῶν πραγμάτων [5] δυσχέρειαν". λεχθέντων δὲ καὶ ἐπῃνοῦμεν αὐτὸν ἀπὸ γνώμης καὶ ὡς ἀληθῶς ᾑρούμεθα· τήν τε γὰρ ψυχὴν ἄριστος ἦν καὶ τῷ σώματι ἔρρωτο, πλὴν καθ' ὅσον βραχύ τι ὑπὸ τῶν ποδῶν ἐνεποδίζετο.

[2]

[1] καὶ οὕτως ὅ τε Περτίναξ αὐτοκράτωρ καὶ ὁ Κόμμοδος πολέμιος ἀπεδείχθη, πολλά γε ἐς αὐτὸν καὶ δεινὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου συμβοησάντων. ἠθέλησαν μὲν γὰρ καὶ τὸ σῶμα αὐτοῦ σῦραι καὶ διασπάσαι ὥσπερ καὶ τὰς εἰκόνας, εἰπόντος δὲ τοῦ Περτίνακος τῇ γῇ ἤδη τὸν νεκρὸν κεκρύφθαι, τοῦ μὲν σώματος ἀπέσχοντο, [2] τῶν δ' ἄλλων ἐνεφοροῦντο, οὐδὲν ὅ τι οὐκ ἐπιλέγοντες· Κόμμοδον μὲν γὰρ οὐδεὶς οὐδ' αὐτοκράτορα αὐτὸν ὠνόμαζεν, ἀλιτήριον δέ τινα καὶ τύραννον ἀποκαλοῦντες προσετίθεσαν ἐπισκώπτοντες τὸν [3] μονομάχον, τὸν ἁρματηλάτην, τὸν ἀριστερόν, τὸν κηλήτην. τοῖς τε βουλευταῖς, ὅσοις καὶ μάλιστα ἐκ τοῦ Κομμόδου φόβος ἐπήρτητο, ὁ ὄχλος ἐπέλεγεν "εὖγε εὖγε, ἐσώθης, ἐνίκησας". ὅσα τε εἰώθεσαν ἐν τοῖς θεάτροις ἐπὶ τῇ τοῦ Κομμόδου θεραπείᾳ εὐρύθμως πως ἐκβοᾶν, ταῦτα τότε μετασχηματίζοντες ἐς τὸ γελοιότατον ἐξῇδον.

[4] τοῦ μὲν γὰρ ἀπηλλαγμένοι, τὸν δὲ οὐδέπω φοβούμενοι, τό τε διὰ μέσου αὐτῶν ὡς ἐλεύθεροι ἐκαρποῦντο, καὶ ἀξίωμα παρρησίας ἐν τῷ ἀδεεῖ αὐτοῦ ἐλάμβανον· οὐ γὰρ ἐξήρκει σφίσι τὸ μηκέτι φοβεῖσθαι, ἀλλ' ἐν τῷ θαρσοῦντι καὶ ἐξυβρίζειν ἤθελον. Xiph. 282, 15-283, R. St.

[3]

[1]    ἦν δὲ ὁ Περτίναξ Λίγυς ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, γράμματα ὅσον ἀποζῆν ἐξ αὐτῶν ἠσκημένος. καὶ κατὰ τοῦτο καὶ τῷ Πομπηιανῷ τῷ Κλαυδίῳ συνεγεγόνει, καὶ δι' αὐτὸν ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας ἐς τοῦτο προεχώρησεν ὥστε καὶ ἐκείνου [2] αὐτοῦ αὐταρχῆσαι. καὶ ἔγωγε τότε ἐπὶ τοῦ Περτίνακος καὶ πρῶτον καὶ ἔσχατον ἐν τῷ βουλευτηρίῳ τὸν Πομπηιανὸν εἶδον· ἐν γὰρ τοῖς ἀγροῖς τὰ πλεῖστα διὰ τὸν Κόμμοδον διῆγε, καὶ ἐς τὸ ἄστυ ἐλάχιστα κατέβαινε, τό τε γῆρας καὶ τὸ τῶν ὀφθαλμῶν νόσημα προβαλλόμενος, οὐδὲ ἔστιν ὅτε πρότερον ἐμοῦ παρόντος ἐς [3] τὴν γερουσίαν ἐσῆλθε. καὶ μέντοι καὶ μετὰ τὸν Περτίνακα πάλιν ἐνόσει· ἐπὶ γὰρ ἐκείνου καὶ ἔβλεπε καὶ ἑώρα καὶ ἐβούλευε, καὶ αὐτὸν ὁ Περτίναξ τά τε ἄλλα ἰσχυρῶς ἐτίμα καὶ ἐπὶ τοῦ βάθρου ἐν τῷ συνεδρίῳ παρεκάθιζεν. καὶ τοῦτο καὶ τὸν Γλαβρίωνα τὸν Ἀκίλιον [4] ἐποίει· καὶ γὰρ ἐκεῖνος τότε καὶ ἤκουεν καὶ ἔβλεπε. τούτους μὲν οὖν ἐς ὑπερβολὴν ἐτίμα, ἐχρῆτο δὲ καὶ ἡμῖν δημοτικώτατα· καὶ γὰρ εὐπροσήγορος ἦν, ἤκουέ τε ἑτοίμως ὅ τι τις ἀξιοίη, καὶ ἀπεκρίνετο ἀνθρωπίνως ὅσα αὐτῷ δοκοίη. εἱστία τε ἡμᾶς σωφρόνως· καὶ ὁπότε μὴ τοῦτο ποιοίη, διέπεμπεν ἄλλοις ἄλλα καὶ τὰ εὐτελέστατα. καὶ αὐτὸν ἐπὶ τούτῳ οἱ μὲν πλούσιοι καὶ μεγάλαυχοι διεγέλων, οἱ δὲ ἄλλοι, οἷς ἀρετὴ ἀσελγείας προτιμοτέρα ἦν, ἐπῃνοῦμεν. Xiph. 283, 29-284, 12 R. St., et (inde a 14 2) Exc. Val. 327 (p. 729).

[2]

[5]    ὅτι τοσοῦτον τὸ διάφορον τῆς περὶ Περτίνακος δόξης πρὸς τὸν Κόμμοδον πάντες εἶχον, ὥστε τοὺς ἀκούοντας τὰ γεγονότα ὑποπτεύειν ὑπὸ τοῦ Κομμόδου τὸν λόγον τοῦτον ἐπὶ πείρᾳ καθεῖσθαι, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τοῖς ἔθνεσιν ἀρχόντων τοὺς [6] ἀγγείλαντάς σφισιν αὐτὰ καταδῆσαι, οὐχ ὅτι οὐκ ἤθελον ἀληθῆ εἶναι, ἀλλ' ὅτι μᾶλλον ἐφοβοῦντο δόξαι τὸν Κόμμοδον ἀπολωλέναι ἢ τῷ Περτίνακι ‹μὴ› προστίθεσθαι, διότι τὸν μὲν καὶ ἁμαρτών τι τοιοῦτο πᾶς ἐθάρσει, τὸν δὲ οὐδεὶς οὐδ' ἀναμάρτητος ὤν. Exc. Val. 328 (p. 729).

[4]   ἔτι δὲ ὄντος αὐτοῦ ἐν Βρεττανίᾳ μετὰ τὴν μεγάλην ἐκείνην στάσιν ἣν ἔπαυσε, καὶ ἐπαίνων παρὰ πᾶσιν ἀξιουμένου, ἵππος τις ὄνομα Περτίναξ ἐνίκησεν ἐν τῇ Ῥώμῃ· ἦν δὲ τῶν πρασίων καὶ [7] ὑπὸ τοῦ Κομμόδου ἐσπουδάζετο. τῶν οὖν στασιωτῶν αὐτοῦ μέγα ἀναβοησάντων, καὶ εἰπόντων αὐτὸ τοῦτο, "Περτίναξ ἐστίν", οἱ ἕτεροι οἱ ἀντιστασιωταί σφων, οἷά που ἀχθόμενοι τῷ Κομμόδῳ, προσεπεύξαντο, εἰπόντες οὐ πρὸς τὸν ἵππον ἀλλὰ πρὸς τὸν ἄνδρα "εἰ γὰρ [8] ὤφειλεν εἶναι". ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμμοδος, καὶ ἐσήγαγεν ἐς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ νῶτα δέρματι ἐπιχρύσῳ κοσμήσας· καὶ αὐτὸν οἱ ἄνθρωποι ἐξαπίνης ἰδόντες ἀνεβόησαν αὖθις "Περτίναξ ἐστί".

[9] καὶ ἦν μέν που μαντικὸν αὐτὸ καθ' ἑαυτὸ τὸ λεχθέν, ἐπειδὴ τῇ ἐσχάτῃ ἐν τῷ ἔτει ἐκείνῳ ἱπποδρομίᾳ ἐγένετο, καὶ εὐθὺς ἐπ' αὐτῇ τὸ κράτος ἐς τὸν Περτίνακα περιῆλθεν· ἐλογοποιήθη δὲ καὶ ἐπὶ [4] τοῦ ῥοπάλου τὰ ὅμοια, ἐπειδὴ τῷ Περτίνακι αὐτὸ ὁ Κόμμοδος μονομαχήσειν τῇ τελευταίᾳ ἡμέρᾳ μέλλων ἔδωκεν.

[5]

[1]    οὕτω μὲν ἐς τὴν ἀρχὴν ὁ Περτίναξ κατέστη, καὶ ἔλαβε τάς τε ἄλλας ἐπικλήσεις τὰς προσηκούσας καὶ ἑτέραν ἐπὶ τῷ δημοτικὸς εἶναι βούλεσθαι· πρόκριτος γὰρ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. καὶ εὐθὺς ἐς κόσμον, ὅσα πρὶν πλημμελῶς εἶχε καὶ ἀτάκτως, [2] καθίστατο· φιλανθρωπία τε γὰρ καὶ χρηστότης καὶ οἰκονομία βελτίστη καὶ πρόνοια τοῦ κοινοῦ ἐπιμελεστάτη περὶ τὸν αὐτοκράτορα διεδείκνυτο. τά τε γὰρ ἄλλα, ὅσα ἂν ἀγαθὸς αὐτοκράτωρ, ἔπραττεν ὁ Περτίναξ, καὶ τὴν ἀτιμίαν ἀφεῖλε τῶν ἀδίκως πεφονευμένων, καὶ προσέτι καὶ ἐπώμοσε μηδέποτε τοιαύτην δίκην προσδέξεσθαι.

[3] καὶ αὐτίκα οἱ μὲν τοὺς συγγενεῖς οἱ δὲ τοὺς φίλους ἀνεκάλουν μετὰ δακρύων ὁμοῦ καὶ χαρᾶς· οὐδὲ γὰρ οὐδὲ τοῦτο πρὶν ἐξῆν ποιεῖν· καὶ μετὰ ταῦτα ἀνορύττοντες τὰ σώματα, οἱ μὲν ὁλόκληρα οἱ δὲ μέρη, ὥς που ἕκαστον αὐτῶν ἢ τοῦ ὀλέθρου ἢ τοῦ χρόνου εἶχεν, εὐθέτουν καὶ ἐς τὰ προγονικὰ μνημεῖα ἀπετίθεντο.

[4] τοσαύτη δ' ἄρα τότε τὸ βασίλειον εἶχεν ἀχρηματία ὥστε πέντε καὶ εἴκοσι μυριάδες δραχμῶν μόναι εὑρέθησαν. χαλεπῶς δ' οὖν ὁ Περτίναξ ἔκ τε τῶν εἰκόνων καὶ τῶν ὅπλων τῶν τε ἵππων καὶ ἐπίπλων καὶ τῶν παιδικῶν τῶν τοῦ Κομμόδου ἀγείρας ἀργύριον, τοῖς τε δορυφόροις ἔδωκεν ὅσα ὑπέσχητο, καὶ τῷ δήμῳ καθ' ἑκατὸν [5] δραχμάς. σύμπαντα γὰρ ὅσα ὁ Κόμμοδος ἐπί τε τῇ τρυφῇ καὶ ἐς ὁπλομαχίαν ἢ καὶ ἐς ἁρματηλασίαν ἐκέκτητο, ἐς τὸ πωλητήριον ἐξετέθη, τὸ μὲν πλεῖστον πράσεως ἕνεκα, ἤδη δὲ καὶ ἐς ἐπίδειξιν τῶν τε ἔργων αὐτοῦ καὶ τῶν διαιτημάτων, καὶ προσέτι καὶ ἐς ἔλεγχον τῶν ὠνησομένων αὐτά. Xiph. 284, 12-285, 19 R. St.

[6]

[1]    ὁ δὲ Λαῖτος τὸν Περτίνακα δι' εὐφημίας ἦγε καὶ τὸν Κόμμοδον ὕβριζε.

   βαρβάρους γοῦν τινας χρυσίον παρ' αὐτοῦ πολὺ ἐπ' εἰρήνῃ εἰληφότας μεταπεμψάμενος (ἔτι γὰρ ἐν ὁδῷ ἦσαν) ἀπῄτησεν αὐτό, εἰπὼν αὐτοῖς ὅτι "λέγετε τοῖς οἴκοι Περτίνακα ἄρχειν·" ᾔδεσαν γὰρ καὶ πάνυ τὸ ὄνομα αὐτοῦ ἐξ ὧν ἐπεπόνθεσαν ὅτε μετὰ τοῦ Μάρκου [2] ἐστρατεύετο. καὶ ἕτερον δέ τι τοιόνδε ἐπὶ τῇ τοῦ Κομμόδου διαβολῇ ὁμοίως ἔπραξε. κοπρίας τινὰς καὶ γελωτοποιοὺς αἴσχιστα μὲν τὰ εἴδη αἰσχίω δὲ τά τε ὀνόματα καὶ τὰ ἐπιτηδεύματα ἔχοντας καὶ διὰ τὴν ὕβριν τήν τε ἀσέλγειαν ὑπὸ τοῦ Κομμόδου ὑπερπλουτοῦντας εὑρών, ἐδημοσίευσε τάς τε προσηγορίας αὐτῶν καὶ τὸ πλῆθος ὧν ἐκέκτηντο, καὶ ἦν ἐπὶ μὲν τοῖς γέλως, ἐπὶ δὲ τοῖς ὀργή τε καὶ λύπη· τοσαῦτα γάρ τινες αὐτῶν ἔχοντες ἦσαν ἐφ' ὅσοις ἐκεῖνος [3] πολλοὺς καὶ τῶν βουλευτῶν ἐσφάκει. οὐ μέντοι γε καὶ δι' ὅλου ὁ Λαῖτος πιστὸς ἔμεινε τῷ Περτίνακι, μᾶλλον δὲ οὐδ' ἐν ἀκαρεῖ· ὧν γὰρ ἤθελε μὴ τυγχάνων προσπαρώξυνε τοὺς στρατιώτας, ὡς λελέξεται, κατ' αὐτοῦ. Xiph. 285, 19-286, 3 R. St., et (14 1) Exc. Val. 329 (p. 730) et (14 2) Exc. Val. 330.

[7]

[1]    τὸν μὲν οὖν πενθερὸν αὑτοῦ ὁ Περτίναξ τὸν Σουλπικιανὸν τὸν Φλάουιον πολιαρχεῖν ἔταξε, καὶ ἄλλως ἄξιον ὄντα τούτου τυχεῖν· οὔτε δὲ τὴν γυναῖκα Αὔγουσταν οὔτε τὸν υἱὸν Καίσαρα, καίπερ ψηφισαμένων ἡμῶν, ποιῆσαι ἠθέλησεν, ἀλλ' ἑκάτερον ἰσχυρῶς διεκρούσατο, [2] εἴτ' οὖν ὅτι μηδέπω τὴν ἀρχὴν ἐρριζώκει, εἴτε καὶ ὅτι ἐκείνην τε ἀκολασταίνουσαν οὐκ ἠβουλήθη τὸ τῆς Αὐγούστης ὄνομα μιᾶναι, καὶ τὸν υἱὸν παιδίον ἔτι ὄντα οὐκ ἠθέλησε, πρὶν παιδευθῆναι, τῷ τε ὄγκῳ καὶ τῇ ἐλπίδι τῇ ἐκ τοῦ ὀνόματος διαφθαρῆναι.

[3] ἀλλ' οὐδ' ἐν τῷ παλατίῳ αὐτὸν ἔτρεφεν, ἀλλὰ καὶ πάντα τὰ ὑπάρχοντα αὑτῷ πρότερον ἐν τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ ἀποθέμενος, ταῦτά τε τοῖς τέκνοις διένειμε (καὶ γὰρ καὶ θυγατέρα εἶχε) καὶ παρὰ τῷ πάππῳ διαιτᾶσθαι αὐτὰ ἐκέλευσεν, ὀλίγα ἄττα αὐτοῖς, ὡς πατὴρ καὶ οὐχ ὡς αὐτοκράτωρ, συγγινόμενος. Xiph. 286, 315 R. St.

[8]

[1]    ἐπεὶ οὖν οὔτε τοῖς στρατιώταις ἁρπάζειν οὔτε τοῖς Καισαρείοις ἀσελγαίνειν ἔτι ἐξῆν, δεινῶς οὗτοι ἐμίσουν αὐτόν. ἀλλ' οἱ μὲν Καισάρειοι οὐδέν, ἅτε καὶ ἄοπλοι ὄντες, ἐνεωτέρισαν, οἱ δὲ δὴ στρατιῶται [2] οἱ δορυφόροι καὶ ὁ Λαῖτος ἐπεβούλευσαν αὐτῷ. καὶ πρῶτα μὲν τὸν ὕπατον Φάλκωνα, ὅτι καὶ γένει καὶ χρήμασιν ἤκμαζεν, [εἰς] αὐτοκράτορα ἐπιλέγονται, καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἐσάξειν, τοῦ Περτίνακος ἐπὶ τῇ θαλάσσῃ τὴν τοῦ σίτου παρασκευὴν [3] ἐξετάζοντος, ἤμελλον. μαθὼν δὲ τοῦτ' ἐκεῖνος σπουδῇ ἐς τὴν πόλιν ἦλθε, καὶ παρελθὼν ἐς τὴν γερουσίαν ἔφη "οὐ χρὴ ὑμᾶς ἀγνοεῖν, ὦ πατέρες, ὅτι πέντε που καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρὼν τοσοῦτον τοῖς στρατιώταις διένειμα ὅσον Μᾶρκός τε καὶ Λούκιος, οἷς ἑξακισμύριαι καὶ ἑπτακισχίλιαι καὶ πεντακόσιαι μυριάδες [4] κατελείφθησαν. ἀλλ' αἴτιοι τῆς ἀχρηματίας ταύτης οἱ θαυμαστοὶ Καισάρειοι γεγόνασι". καὶ ἐψεύσατο μὲν ὁ Περτίναξ ὅτι ἐπ' ἴσης τῷ Λουκίῳ καὶ τῷ Μάρκῳ τοῖς στρατιώταις ἐδωρήσατο (οἱ μὲν γὰρ ἐς πεντακισχιλίας ὁ δὲ ἐς τρισχιλίας αὐτοῖς ἐδεδώκει), οἱ δὲ δὴ στρατιῶται καὶ οἱ Καισάρειοι παρόντες ἐν τῷ συνεδρίῳ (πάμπολλοι δὲ ἦσαν) δεινῶς ἠγανάκτησαν καὶ φοβερόν [5] τι διετονθόρυσαν. μελλόντων δὲ ἡμῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος, καὶ ἤδη γε αὐτὸν πολέμιον ὀνομαζόντων, ἀναστὰς ὁ Περτίναξ καὶ ἀνακραγών "μὴ γένοιτο" ἔφη "μηδένα βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι". καὶ ὁ μὲν οὕτως ἐσώθη, ‹καὶ› εὐλαβηθεὶς καὶ αἰδεσθεὶς τὸν λειπόμενον χρόνον ἐν ἀγρῷ διῆγεν, [9] [1] ὁ δὲ Λαῖτος παραλαβὼν τὴν κατὰ τὸν Φάλκωνα ἀφορμήν, πολλοὺς τῶν στρατιωτῶν ὡς καὶ ἐκείνου κελεύοντος διέφθειρεν. οἱ δὲ λοιποὶ τοῦτο αἰσθόμενοι, καὶ φοβηθέντες μὴ καὶ αὐτοὶ προσαπόλωνται, [2] ἐθορύβησαν. διακόσιοι δὲ οἱ τῶν ἄλλων θρασύτεροι καὶ ἐς τὸ παλάτιον τὰ ξίφη ἀνατετακότες ὥρμησαν. οὐδὲ ἔγνω πρότερον προσιόντας ὁ Περτίναξ αὐτοὺς πρὶν ἄνω γενέσθαι· τότε [3] δὲ ἡ γυνὴ αὐτοῦ ἐσδραμοῦσα ἐμήνυσεν αὐτῷ τὸ γενόμενον. μαθὼν οὖν ταῦτ' ἐκεῖνος πρᾶγμα εἴτ' οὖν γενναῖον εἴτε ἀνόητον, εἴθ' ὅπως τις αὐτὸ ὀνομάσαι ἐθέλει, ἔπραξε. δυνηθεὶς γὰρ ἂν μάλιστα μὲν ἀποκτεῖναι τοὺς ἐπελθόντας (τῇ τε γὰρ νυκτερινῇ φυλακῇ καὶ τοῖς ἱππεῦσιν ὥπλιστο, καὶ ἦσαν καὶ ἄλλοι ἐν τῷ παλατίῳ τότε ἄνθρωποι πολλοί), εἰ δὲ μή, κατακρυφθῆναί γε καὶ [4] διαφυγεῖν ποι τάς τε πύλας τοῦ παλατίου καὶ τὰς ἄλλας τὰς διὰ μέσου θύρας κλείσας, τούτων μὲν οὐδέτερον ἐποίησεν, ἐλπίσας δὲ καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν ἀκουσθεὶς ἀπήντησε τοῖς προσιοῦσιν ἐν τῇ οἰκίᾳ ἤδη οὖσιν· οὔτε γὰρ τῶν συστρατιωτῶν τις αὐτοὺς εἶρξε, καὶ οἱ πυλωροὶ οἵ τε ἄλλοι Καισάρειοι οὐχ ὅτι τι συνέκλεισαν, ἀλλὰ καὶ πάντα ἁπλῶς προσανέῳξαν.

[10]

[1] ἰδόντες δ' οὖν οἱ στρατιῶται τὸ μὲν πρῶτον ᾐδέσθησαν, πλὴν ἑνός, καὶ τούς τε ὀφθαλμοὺς ἐς τὸ δάπεδον ἤρεισαν καὶ τὰ ξίφη ἐς τοὺς κουλεοὺς ἐναπέθεντο· ἐπεὶ δὲ ἐκεῖνος προπηδήσας εἶπέ τε ὅτι "τοῦτό σοι τὸ ξίφος οἱ στρατιῶται πεπόμφασι", καὶ προσπεσὼν εὐθὺς ἔπληξεν αὐτόν, οὐκ ἐπέσχον ἀλλὰ τόν τε αὐτοκράτορά [2] σφων κατέκοψαν καὶ τὸν Ἔκλεκτον. μόνος γὰρ δὴ οὗτος οὔτ' ἐγκατέλιπεν αὐτὸν καὶ ἐπήμυνεν αὐτῷ ὅσον ἠδυνήθη, ὥστε καὶ τρῶσαί τινας· ὅθεν ἐγὼ καὶ πρὸ τοῦ ἄνδρα αὐτὸν ἀγαθὸν γεγονέναι νομίζων, τότε δὴ καὶ πάνυ ἐθαύμασα. ἀποτεμόντες δὲ οἱ στρατιῶται τὴν κεφαλὴν τοῦ Περτίνακος περί τε δόρυ περιέπειραν, [3] τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. οὕτω μὲν ὁ Περτίναξ ἐπιχειρήσας ἐν ὀλίγῳ πάντα ἀνακαλέσασθαι ἐτελεύτησεν, οὐδὲ ἔγνω, καίπερ ἐμπειρότατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόα τινὰ ἀσφαλῶς ἐπανορθοῦσθαι, ἀλλ' εἴπερ τι ἄλλο, καὶ πολιτικὴ κατάστασις καὶ χρόνου καὶ σοφίας χρῄζει. ἐβίω δὲ ἔτη ἑπτὰ καὶ ἑξήκοντα τεσσάρων μηνῶν καὶ τριῶν ἡμερῶν δέοντα, ἦρξε δὲ ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. Xiph. 286, 15-288, 4 R. St., et (c. 8, 5) Exc. Val. 331 et Exc. Vat. 126.

[11]

[1]    διαγγελλομένου δὲ τοῦ κατὰ τὸν Περτίνακα πάθους οἱ μὲν ἐς τὰς οἰκίας ἔτρεχον οἱ δὲ ἐς τὰς τῶν στρατιωτῶν, καὶ τῆς ἑαυτῶν ἀσφαλείας πρόνοιαν ἐποιοῦντο. Σουλπικιανὸς δέ (ἔτυχε γὰρ παρὰ τοῦ Περτίνακος ἀποσταλεὶς ἐς τὸ στρατόπεδον, ἵνα τὰ ἐκεῖ καταστήσηται) ἔμεινέ τε ἐν αὐτῷ, καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ.

[2] κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε ἄπληστος καὶ ἀναλωτὴς ἀσελγής, νεωτέρων τε ἀεὶ πραγμάτων ἐπιθυμῶν, διὸ καὶ πρὸς τοῦ Κομμόδου ἐς τὴν ἑαυτοῦ πατρίδα τὸ Μεδιόλανον ἐξελήλατο ‑ οὗτος οὖν ἀκούσας τὸν θάνατον τοῦ Περτίνακος σπουδῇ ἐς τὸ στρατόπεδον παρεγένετο, καὶ πρὸς ταῖς πύλαις τοῦ τείχους ἑστὼς παρεκάλει τοὺς στρατιώτας ὑπὲρ τῆς τῶν [3] Ῥωμαίων ἡγεμονίας. ὅτε δὴ καὶ πρᾶγμα αἴσχιστόν τε καὶ ἀνάξιον τῆς Ῥώμης ἐγένετο· ὥσπερ γὰρ ἐν ἀγορᾷ καὶ ἐν πωλητηρίῳ τινὶ καὶ αὐτὴ καὶ ἡ ἀρχὴ αὐτῆς πᾶσα ἀπεκηρύχθη. καὶ αὐτὰς ἐπίπρασκον μὲν οἱ τὸν αὐτοκράτορά σφων ἀπεκτονότες, ὠνητίων δὲ ὅ τε Σουλπικιανὸς καὶ ὁ Ἰουλιανὸς ὑπερβάλλοντες ἀλλήλους, ὁ μὲν ἔνδοθεν ὁ δὲ [4] ἔξωθεν. καὶ μέχρι γε πεντακισχιλίων δραχμῶν κατ' ἄνδρα κατὰ βραχὺ προστιθέντες προῆλθον, διαγγελλόντων τινῶν καὶ λεγόντων τῷ τε Ἰουλιανῷ ὅτι "Σουλπικιανὸς τοσοῦτον δίδωσι· τί οὖν σὺ προστίθης;" καὶ τῷ Σουλπικιανῷ ὅτι "Ἰουλιανὸς τοσοῦτον ἐπαγγέλλεται· [5] τί οὖν σὺ προσυπισχνῇ;" κἂν ἐπεκράτησεν ὁ Σουλπικιανὸς ἔνδον τε ὢν καὶ πολιαρχῶν, τάς τε πεντακισχιλίας πρότερος ὀνομάσας, εἰ μὴ ὁ Ἰουλιανὸς οὐκέτι κατ' ὀλίγον ἀλλὰ χιλίαις καὶ διακοσίαις καὶ πεντήκοντα ἅμα δραχμαῖς ὑπερέβαλε, καὶ τῇ φωνῇ μέγα βοῶν καὶ [6] ταῖς χερσὶν ἐνδεικνύμενος. τῇ τε γὰρ ὑπερβολῇ αὐτοῦ δουλωθέντες, καὶ ἅμα καὶ τὸν Σουλπικιανὸν ὡς καὶ τιμωρήσοντα τῷ Περτίνακι φοβηθέντες, ὅπερ ὁ Ἰουλιανὸς αὐτοῖς ὑπέτεινεν, ἐσεδέξαντό τε αὐτὸν καὶ αὐτοκράτορα ἀπέδειξαν. Xiph. 288, 13-289, 12 R. St., et (14 2) Exc. Val. 332 (p. 730).

[12]

[1]    καὶ ὁ μὲν οὕτω πρὸς ἑσπέραν ἔς τε τὴν ἀγορὰν καὶ πρὸς τὸ βουλευτήριον ἠπείχθη, παμπληθεῖς δορυφόρους μετὰ σημείων συχνῶν ὥσπερ ἐς παράταξίν τινα ἄγων, ἵνα καὶ ἡμᾶς καὶ τὸν δῆμον προκαταπλήξας πρόσθηται· καὶ αὐτὸν οἱ στρατιῶται τά τε ἄλλα [2] ἐμεγάλυνον καὶ Κόμμοδον ἐπωνόμαζον. ἡμεῖς δὲ πυνθανόμενοι ταῦτα, ὥς που ἑκάστῳ διηγγέλλετο, ἐφοβούμεθα μὲν τὸν Ἰουλιανὸν καὶ τοὺς στρατιώτας, καὶ μάλιστα ὅσοι τι ἢ πρὸς τὸν Περτίνακα ἐπιτήδειον ... (καὶ γὰρ ἐγὼ εἷς ἐξ αὐτῶν ἦν, ἐπειδὴ ὑπό τε τοῦ Περτίνακος τά τε ἄλλα ἐτετιμήμην καὶ στρατηγὸς ἀπεδεδείγμην, καὶ ἐκεῖνον πολλὰ πολλάκις ἐν δίκαις συναγορεύων τισὶν ἀδικοῦντα [3] ἐπεδεδείχειν)· ὅμως δ' οὖν καὶ διὰ ταῦτα (οὐ γὰρ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι οἴκοι, μὴ καὶ ἐξ αὐτοῦ τούτου ὑποπτευθῶμεν, καταμεῖναι) προήλθομεν, οὐχ ὅτι λελουμένοι ἀλλὰ καὶ δεδειπνηκότες, καὶ ὠσάμενοι διὰ τῶν στρατιωτῶν ἐς τὸ βουλευτήριον ἐσήλθομεν, [4] καὶ ἠκούσαμεν αὐτοῦ τά τε ἄλλα ἀξίως ἑαυτοῦ λέγοντος, καὶ ὅτι "ὑμᾶς τε ὁρῶ ἄρχοντος δεομένους, καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ὑμῶν ἡγεμονεῦσαι. καὶ εἶπον ἂν πάντα τὰ προσόντα μοι ἀγαθά, εἰ μὴ καὶ ᾔδειτε καὶ πεπειραμένοι μου ἦτε. διὸ οὐδὲ ἐδεήθην πολλοὺς στρατιώτας ἐπάγεσθαι, ἀλλ' αὐτὸς μόνος πρὸς ὑμᾶς [5] ἀφῖγμαι, ἵνα μοι τὰ ὑπ' ἐκείνων δοθέντα ἐπικυρώσητε". "μόνος" τε "γὰρ ἥκω" ἔλεγε, πᾶν μὲν ἔξωθεν τὸ βουλευτήριον ὁπλίταις περιεστοιχισμένος, πολλοὺς δὲ καὶ ἐν αὐτῷ τῷ συνεδρίῳ στρατιώτας ἔχων, καὶ τοῦ συνειδότος ἡμᾶς τοῦ περὶ αὐτὸν ἀνεμίμνησκεν, ἐξ οὗ καὶ ἐμισοῦμεν αὐτὸν καὶ ἐφοβούμεθα.

[13]

[1]    καὶ ὁ μὲν οὕτω τὴν αὐταρχίαν καὶ ἐκ τῶν τῆς βουλῆς δογμάτων βεβαιωσάμενος ἀνῆλθεν ἐς τὸ παλάτιον, καὶ εὑρὼν τὸ δεῖπνον τὸ τῷ Περτίνακι παρεσκευασμένον πολλά τε αὐτοῦ κατεγέλασε, καὶ μεταπεμψάμενος ὅθεν τι καὶ ὁπωσοῦν εὑρεθῆναι τότε ἠδυνήθη πολυτίμητον, διεπίμπλατο ἔνδον ἔτι τοῦ νεκροῦ κειμένου, καὶ ἐκύβευεν, [2] ἄλλους τε καὶ Πυλάδην τὸν ὀρχηστὴν παραλαβών. τῇ δὲ δὴ ὑστεραίᾳ ἡμεῖς μὲν ἀνῄειμεν ὡς αὐτόν, πλαττόμενοι τρόπον τινὰ καὶ σχηματιζόμενοι ὅπως μὴ κατάφωροι ἐπὶ τῇ λύπῃ γενώμεθα· ὁ δὲ δῆμος ἐσκυθρώπαζε φανερῶς, καὶ διελάλουν ὅσα ἤθελον, καὶ [3] παρεσκευάζοντο πρᾶξαι ὅσα ἐδύναντο. καὶ τέλος, ἐπειδὴ πρὸς τὸ συνέδριον ἦλθε καὶ τῷ Ἰανῷ τῷ πρὸ τῶν θυρῶν αὐτοῦ θύσειν ἔμελλεν, ἐξέκραγον πάντες ὥσπερ ἐκ συγκειμένου τινός, τῆς τε ἀρχῆς ἅρπαγα αὐτὸν καὶ πατροφόνον ὀνομάζοντες. ὡς δὲ προσποιησάμενος μὴ χαλεπαίνειν ἀργύριόν τι αὐτοῖς ὑπέσχετο, ἀγανακτήσαντες ὡς καὶ δεκαζόμενοι ἀνεβόησαν ἅμα πάντες "οὐ θέλομεν, οὐ [4] λαμβάνομεν". καὶ αὐτοῖς καὶ τὰ πέριξ οἰκοδομήματα φρικῶδές τι συνεπήχησεν. ἀκούσας δὲ ταῦτα ὁ Ἰουλιανὸς οὐκέτ' ἐκαρτέρησεν, ἀλλὰ τοὺς ἐγγὺς προσεστηκότας κτείνεσθαι προσέταξε. καὶ ὁ δῆμος ἔτι καὶ μᾶλλον ἐπιπαρωξύνθη, καὶ οὐκ ἐπαύσατο οὔτε τὸν Περτίνακα ποθῶν οὔτε τὸν Ἰουλιανὸν λοιδορῶν οὔτε τοὺς θεοὺς ἐπιβοώμενος οὔτε τοῖς στρατιώταις ἐπαρώμενος, ἀλλὰ καίτοι πολλοὶ [καὶ] πολλαχοῦ τῆς πόλεως καὶ τιτρωσκόμενοι καὶ φονευόμενοι ἀντεῖχον.

[5] καὶ τέλος ὅπλα ἁρπάσαντες συνέδραμον ἐς τὸν ἱππόδρομον, κἀνταῦθα διετέλεσαν τὴν νύκτα καὶ τὴν μετ' αὐτὴν ἡμέραν ἄσιτοι καὶ ἄποτοι βοῶντες, τούς τε λοιποὺς στρατιώτας καὶ μάλιστα τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ' αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας ἐπαμῦναί σφισι δεόμενοι. καὶ μετὰ τοῦτο τῇ τε κραυγῇ καὶ τῷ λιμῷ τῇ τε ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσυχίαν ἦγον, τὰς ἔξωθεν ἐλπίδας ἀναμένοντες. Xiph. 289, 12-290, 32 R. St.

[5a]    "οὐ βοηθῶ τῷ δήμῳ· οὐ γάρ με ἐπεβοήσατο". Bekk. Anecd. p. 142, 14.

[14]

[a]    Ἰουλιανὸς δὲ οὕτω τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως τοῖς πράγμασιν ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους καὶ τὰ μὲν ἐπαγγελλόμενος τὰ δὲ χαριζόμενος, προσεγέλα τε καὶ προσέπαιζε πρὸς τοὺς τυχόντας, ἔς τε τὰ θέατρα συνεχῶς ἐσεφοίτα, καὶ [b] συμπόσια πολλὰ συνεκρότει, τό τε σύμπαν οὐδὲν ὅ τι οὐκ ἐπὶ θεραπείᾳ ἡμῶν ἐποίει. οὐ μέντοι καὶ πιθανὸς ἦν, ἀλλ' ὡς ἀκράτῳ τῇ θωπείᾳ χρώμενος ὑπωπτεύετο· πᾶν γὰρ τὸ ἔξωθεν τοῦ εἰκότος, κἂν χαρίζεσθαί τισι δοκῇ, δολερὸν τοῖς νοῦν ἔχουσι νομίζεται. Xiph. 290, 32-291, 8 R. St.

[2a]    (ὅτι Ἰουλιανὸς ὁ μετὰ Περτίνακα τὴν ἀρχὴν ἁρπάσας πάντας ἐκολάκευεν. c. 14, 1.) ψηφισαμένης δὲ τῆς βουλῆς χρυσοῦν ἀνδριάντα αὐτοῦ οὐ προσεδέξατο, εἰπὼν ὅτι "χαλκοῦν μοι δότε ἵνα καὶ μείνῃ· καὶ γὰρ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων τοὺς μὲν χρυσοῦς καὶ ἀργυροῦς ὁρῶ καθαιρεθέντας, τοὺς δὲ χαλκοῦς μένοντας", οὐκ ὀρθῶς τοῦτο εἰπών· ἀρετὴ γὰρ ἡ διαφυλάττουσα τὴν μνήμην τῶν κρατούντων· ὁ γὰρ δοθεὶς αὐτῷ χαλκοῦς ἀναιρεθέντος αὐτοῦ καθῃρέθη. Petr. Patr. exc. Vat. 128 (p. 226 Mai. 6 p. 209, 2432 Dind.)

[3]    ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα ἐγένετο, περὶ δὲ τῶν ἔξω ταύτης γενομένων καὶ νεωτερισθέντων ἤδη ἐρῶ. τρεῖς γὰρ δὴ τότε ἄνδρες, τριῶν ἕκαστος πολιτικῶν στρατοπέδων καὶ ἄλλων ξενικῶν συχνῶν ἄρχοντες, ἀντελάβοντο τῶν πραγμάτων, ὅ τε Σεουῆρος καὶ ὁ Νίγρος καὶ ὁ Ἀλβῖνος, οὗτος μὲν τῆς Βρεττανίας ἄρχων, [4] Σεουῆρος δὲ τῆς Παννονίας, Νίγρος δὲ τῆς Συρίας. καὶ τούτους ἄρα οἱ ἀστέρες οἱ τρεῖς οἱ ἐξαίφνης φανέντες καὶ τὸν ἥλιον περισχόντες, ὅτε τὰ ἐσιτήρια πρὸ τοῦ βουλευτηρίου ἔθυεν ὁ Ἰουλιανὸς παρόντων ἡμῶν, ὑπῃνίττοντο. οὕτω γὰρ ἐκφανέστατοι ἦσαν ὥστε καὶ τοὺς στρατιώτας συνεχῶς τε αὐτοὺς ὁρᾶν καὶ ἀλλήλοις ἀντεπιδεικνύειν, καὶ προσέτι καὶ διαθροεῖν ὅτι δεινὸν αὐτῷ [5] συμβήσεται. ἡμεῖς γὰρ εἰ καὶ τὰ μάλιστα καὶ ηὐχόμεθα ταῦθ' οὕτω γενέσθαι καὶ ἠλπίζομεν, ἀλλ' ὑπό γε τοῦ παρόντος δέους οὐδ' ἀναβλέπειν ἐς αὐτούς, εἰ μὴ παρορῶντές πως, ἐτολμῶμεν.

[15]

[1] καὶ τοιοῦτο μὲν τοῦτο οἶδα γενόμενον· τῶν δὲ δὴ τριῶν ἡγεμόνων ὧν εἴρηκα δεινότατος ὁ Σεουῆρος ὤν, καὶ προγνοὺς ὅτι μετὰ τὸ καταλῦσαι τὸν Ἰουλιανὸν καὶ σφίσιν αὐτοῖς οἱ τρεῖς συναράξουσι καὶ ἀντιπολεμήσουσιν ὑπὲρ τῆς ἀρχῆς, ἐγνώκει τὸν ἕνα τὸν ἐγγύτερον αὐτῷ προσποιήσασθαι, καὶ γράμματά τινι τῶν πιστῶν δοὺς τῷ Ἀλβίνῳ ἐπεπόμφει, Καίσαρα αὐτὸν ποιῶν· [2] τὸν γὰρ δὴ Νίγρον φρόνημα ἔχοντα ἐκ τοῦ ἐπίκλητον ὑπὸ τοῦ δήμου γεγονέναι ἀπέγνω. καὶ ὁ ‹μὲν› Ἀλβῖνος ὡς καὶ κοινωνὸς τῆς ἀρχῆς τῷ Σεουήρῳ ἐσόμενος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Σεουῆρος τὰ ἐν τῇ Εὐρώπῃ πάντα πλὴν τοῦ Βυζαντίου προσποιησάμενος [3] ἐπὶ τὴν Ῥώμην ἠπείγετο, οὐδέποτε ἔξω τῶν ὅπλων γινόμενος, ἀλλ' ἑξακοσίους τοὺς ἀρίστους ἐπιλεξάμενος ἐν μέσοις αὐτοῖς μεθ' ἡμέραν καὶ νύκτωρ διῆγεν· οὐδὲ ἀπεδύσαντό ποτε ἐκεῖνοι τοὺς θώρακας πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι. Xiph. 291, 82-92, 2 R. St.

[4]    ὅτι οὗτος ἐπὶ πονηρίᾳ καὶ ἀπληστίᾳ ἀσελγείᾳ τε ὑπὸ τοῦ Περτίνακος, ὅτε τῆς Ἀφρικῆς ἦρχε, κατεδεδίκαστο, τότε δὲ ἐν τοῖς πρώτοις ὑπ' αὐτοῦ ἐκείνου τῇ τοῦ Σεουήρου χάριτι ἀπεδέδεικτο. Exc. Val. 334 (p. 730).

[16]

[1]    καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε τὸν Σεουῆρον διὰ τῆς βουλῆς ἐποιήσατο, καὶ παρεσκευάζετο κατ' αὐτοῦ· ‹καὶ γὰρ› τάφρευμα ἐν τῷ προαστείῳ διετάφρευσε καὶ πύλας ἐπ' αὐτῷ ἐπέστησεν [2] ὡς καὶ ἐνταῦθα ἐκστρατεύσων καὶ ἐκεῖθεν πολεμήσων. καὶ ἐγένετο ἡ πόλις ἐν ταῖς ἡμέραις ταύταις οὐδὲν ἄλλο ἢ στρατόπεδον, ὥσπερ ἐν πολεμίᾳ. πολλὴ μὲν γὰρ ταραχὴ καὶ αὐλιζομένων καὶ γυμναζομένων ὡς ἑκάστων, ἀνδρῶν ἵππων ἐλεφάντων, πολὺς δὲ καὶ φόβος ἐς τοὺς λοιποὺς ἐκ τῶν ὡπλισμένων, ἅτε καὶ μισούντων [3] σφᾶς, ἐγίγνετο. ἔστι δὲ ὅτε καὶ γέλως ἡμᾶς ἐλάμβανεν· οὔτε γὰρ οἱ δορυφόροι ἄξιόν τι τοῦ τε ὀνόματος καὶ τῆς ἐπαγγελίας σφῶν, ἅτε καὶ ἁβρῶς διαιτᾶσθαι μεμαθηκότες, ἐποίουν, καὶ οἱ ἐκ τοῦ ναυτικοῦ τοῦ ἐν τῷ Μισηνῷ ναυλοχοῦντος μεταπεμφθέντες οὐδ' ὅπως γυμνάσωνται ᾔδεσαν, οἵ τε ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ' αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον, ἀλλὰ καὶ ἐκείνους κατέβαλλον.

[4] μάλιστα δὲ ἐγελῶμεν ὅτι τὸ παλάτιον κιγκλίσι τε καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ἐπεὶ γὰρ τὸν Περτίνακα οὐκ ἄν ποτε οἱ στρατιῶται ῥᾳδίως οὕτως, εἴπερ συνεκέκλειτο, πεφονευκέναι ἐδόκουν, ἐπίστευεν ὅτι δυνήσεται κατακλεισθεὶς ἐς αὐτό, ἂν ἡττηθῇ, περιγενέσθαι. Xiph. 292, 217 R. St., Exc. Val. 335 (p. 730 sq.), inde Suid. s. v. ἐπιστάτις.

[5]    ἔσφαξε μὲν οὖν καὶ τὸν Λαῖτον καὶ τὴν Μαρκίαν, ὥστε σύμπαντας τοὺς ἐπιβουλεύσαντας τῷ Κομμόδῳ φθαρῆναι (καὶ ‹γὰρ› τὸν Νάρκισσον ὕστερον ὁ Σεουῆρος θηρίοις ἔδωκεν, αὐτὸ τοῦτο κηρύξας ὅτι οὗτός ἐστιν ὁ Κόμμοδον ἀποπνίξας), ἔκτεινε δὲ καὶ παῖδας συχνοὺς ἐπὶ μαγγανεύμασιν, ὡς καὶ ἀποστρέψαι τι τῶν μελλόντων, εἰ προμάθοι αὐτά, δυνησόμενος. ἐπί τε τὸν Σεουῆρον [17] [1] ἀεί τινας ὡς δολοφονήσοντας αὐτὸν ἀπέστειλεν. ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἰταλίαν ἀφίκετο καὶ τὴν Ῥάβενναν ἀκονιτὶ παρέλαβε, καὶ οὓς ἐκεῖνος ἐπ' αὐτὸν ἔπεμπεν ἢ πείσοντας ὑποστρέψαι ἢ εἴρξοντας [2] τῶν παρόδων, προσεχώρουν αὐτῷ, οἵ τε δορυφόροι, οἷς μάλιστα ὁ Ἰουλιανὸς ἐθάρρει, τῇ τε συνεχείᾳ τῶν πόνων ἀπεκναίοντο καὶ πρὸς τὴν φήμην τῆς τοῦ Σεουήρου παρουσίας δεινῶς ἐξεπλήττοντο, συγκαλέσας ἡμᾶς ὁ Ἰουλιανὸς [3] κοινωνὸν αὑτῷ τῆς ἀρχῆς ἐκέλευε τὸν Σεουῆρον ψηφίσασθαι. οἱ δὲ δὴ στρατιῶται ἐκ γραμμάτων τοῦ Σεουήρου πεισθέντες ὅτι οὐδὲν κακόν, ἂν τοὺς σφαγέας τοῦ Περτίνακος ἐκδῶσι καὶ αὐτοὶ τὴν ἡσυχίαν ἄγωσι, πείσονται, τούς τε ἀποκτείναντας τὸν Περτίνακα συνέλαβον, καὶ αὐτὸ τοῦτο Σιλίῳ Μεσσάλᾳ τῷ ὑπατεύοντι [4] τότε ἐμήνυσαν. καὶ ὃς συναγαγὼν ἡμᾶς ἐς τὸ Ἀθήναιον καλούμενον ἀπὸ τῆς ἐν αὐτῷ τῶν παιδευομένων ἀσκήσεως, τὰ παρὰ τῶν στρατιωτῶν ἐδήλωσε· καὶ τοῦ τε Ἰουλιανοῦ θάνατον κατεψηφισάμεθα καὶ τὸν Σεουῆρον αὐτοκράτορα ὠνομάσαμεν, τῷ τε [5] Περτίνακι ἡρωικὰς τιμὰς ἀπεδώκαμεν. ὁ μὲν οὖν Ἰουλιανὸς οὕτως ἐν αὐτῷ τῷ παλατίῳ κατακείμενος ἐφονεύθη, τοσοῦτον μόνον εἰπών, "καὶ τί δεινὸν ἐποίησα; τίνα ἀπέκτεινα"; ἔζησε δὲ ἑξήκοντά τε ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἴσας, ἀφ' ὧν ἓξ καὶ ἑξήκοντα ἦρξεν ἡμέρας. Xiph. 292, 17-293, 10 R. St.

[6]    Δίων οδ΄ βιβλίῳ· "ἀνδρῶν γάρ ἐστι φρονίμων μήτ' ἄρχειν πολέμου μήτ' ἐπιφερόμενον αὐτὸν ἀναδύεσθαι, ἀλλὰ τῷ μὲν ἐθελοντὶ σωφρονήσαντι συγγνώμην, κἂν προαμάρτῃ τι, ποιεῖσθαι" ..... Bekk. Anecd. 168, 7 sqq.