2245 201 0 2 2 0 II-III d. C. Storiografia Cassius Dio LXIV Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 3

Cassius Dio - Historiae Romanae LXIV

   οὕτω μὲν οὖν ὁ Γάλβας αὐτοκράτωρ ἀπεδείχθη, ὥσπερ που προεῖπε μὲν αὐτῷ καὶ ὁ Τιβέριος, φήσας ὅτι καὶ αὐτὸς τῆς ἡγεμονίας [2] παραγεύσεται, προεῖπε δὲ καὶ σημεῖα ἐναργέστατα. τήν τε γὰρ Τύχην ἔδοξεν αὑτῷ λέγειν ὅτι χρόνον ἤδη συχνὸν αὐτῷ παραμένοι καὶ ὅτι οὐδεὶς αὐτὴν ἐς τὴν οἰκίαν αὐτοῦ ἐσδέχοιτο, καὶ δὴ ἐὰν ἐπὶ πλεῖον εἰρχθῇ, πρὸς ἕτερόν τινα μεταστήσεται· καὶ πλοῖα ὅπλων μεστὰ πρὸς Ἰβηρίαν ὑπ' αὐτὰς ἐκείνας τὰς ἡμέρας αὐτόματα, [3] μηδενὸς ἀνθρώπων ἄγοντος αὐτά, προσωρμίσθη. ἡμίονός τε ἔτεκεν, ὅπερ αὐτῷ σύμβολον τοῦ κράτους ἔσεσθαι ἐτεθέσπιστο. καὶ παῖς λιβανωτὸν αὐτῷ θύοντι προσφέρων πολιὰς ἐξαίφνης ἔφυσεν, καὶ οἱ μάντεις τὴν τοῦ νεωτέρου ἀρχὴν πρὸς τὸ γῆρας αὐτοῦ μεταστήσεσθαι ἔφησαν.

[2]

[1]    ταῦτα μὲν ἐς τὴν ἡγεμονίαν αὐτῷ φέροντα προεδείχθη· αὐτὸς δὲ τὰ μὲν ἄλλα μετρίως ἦρχε καὶ ἀνεπαχθὴς ἦν, νομίζων οὐκ εἰληφέναι τὴν ἀρχὴν ἀλλὰ δεδόσθαι αὐτᾷ (τοῦτο γὰρ συνεχῶς ἔλεγε), πλὴν ὅτι χρήματά τε ἀπλήστως, ἅτε καὶ πολλῶν δεόμενος, ἤθροιζε, καὶ ἀπ' αὐτῶν ἐλάχιστα ἀνήλισκεν, ὥστε μηδὲ δραχμὰς ἔστιν οἷς [2] ἀλλ' ὀβολοὺς χαρίζεσθαι, οἱ δὲ ἐξελεύθεροι αὐτοῦ πάμπολλα ἐπλημμέλουν, ὥστε καὶ ἐς ἐκεῖνον αὐτὰ ἀναφέρεσθαι. τοῖς μὲν γὰρ ἰδιώταις ἀπόχρη μηδὲν ἀδικεῖν, τοῖς δὲ δὴ τὰς ἡγεμονίας ἔχουσιν ἀνάγκη προνοεῖν ὅπως μηδ' ἄλλος κακουργῇ· οὐδὲ γὰρ διαφέρει τι τοῖς κακῶς πάσχουσιν ὑφ' ὅτου ἂν καὶ κακῶνται.

[3] ὥστ' εἰ καὶ ἔξω τοῦ τι δεινὸν ποιεῖν ὁ Γάλβας ἦν, ἀλλ' ὅτι ἐκείνοις ἀδικεῖν ἐπέτρεπεν ἢ ὅτι ἠγνόει τὰ γινόμενα, οὐ καλῶς ἤκουε. Νυμφίδιος δέ τις καὶ Καπίτων οὕτως ἐξεφρόνησαν ὑπ' αὐτοῦ ὥστε ὁ Καπίτων, ἐφέντος τινὸς ἀπ' αὐτοῦ ποτε δικάζοντος, μετεπήδησε τε ἐπὶ δίφρον ὑψηλὸν καὶ ἔφη "λέγε τὴν δίκην παρὰ τῷ Καίσαρι," διαγνούς τε ἀπέκτεινεν αὐτόν. τούτοις μὲν δὴ διὰ ταῦτα ὁ Γάλβας [3] [1] ἐπεξῆλθεν· ὡς δ' ἐπλησίασε τῇ πόλει, ἀπήντησαν αὐτῷ οἱ δορυφόροι τοῦ Νέρωνος, καὶ ἠξίουν ἐν τῇ αὐτῇ στρατείᾳ φυλαχθῆναι. καὶ ὃς τὰ μὲν πρῶτα ἀνεβάλετο ὡς καὶ σκεψόμενος περὶ τούτου, [2] ὡς δ' οὐκ ἐπείθοντο ἀλλ' ἐθορύβουν, ἐφῆκέ σφισι τὸ στράτευμα, καὶ οἱ μὲν παραχρῆμα ἐς ἑπτακισχιλίους ἀπέθανον, οἱ δὲ καὶ μετὰ τοῦτο δεκατευθέντες. οὕτως, εἰ καὶ τῇ ἡλικίᾳ τῇ τε νόσῳ ἐκεκμήκει, ἀλλὰ τῇ διανοίᾳ ἤκμαζεν, οὐδ' ἠξίου τὸν αὐτοκράτορα ἀναγκαζόμενόν [3] τι ποιεῖν. ἀμελεῖ καὶ τοῖς δορυφόροις ἀπαιτοῦσι τὰ χρήματα ἃ ὑπέσχετο ὁ Νυμφίδιος, οὐκ ἔδωκε, καὶ ἔφη γε ὅτι "καταλέγειν στρατιώτας ἀλλ' οὐκ ἀγοράζειν εἴωθα." τῷ δὲ δήμῳ σφόδρα ἀξιοῦντι τόν τε Τιγελλῖνον καὶ ἄλλους τινὰς τῶν πρότερον ὑβρισάντων ἀποθανεῖν οὐχ ὑπεῖξε, τάχα ἂν ἀποκτείνας αὐτοὺς εἰ μὴ [3] ἐκεῖνοι τοῦτ' ᾐτήκεσαν. τὸν μέντοι Ἥλιον καὶ τὸν Νάρκισσον τόν τε Πατρόβιον καὶ τὴν Λουκοῦσταν τὴν φαρμακίδα καὶ ἄλλους τινὰς τῶν ἐπὶ τοῦ Νέρωνος ἐπιπολασάντων κατά τε τὴν πόλιν πᾶσαν δεδεμένους περιαχθῆναι καὶ μετὰ τοῦτο κολασθῆναι ἐκέλευσε. Xiph. 186, 17187, 31 R. St., et (p. 101, 18102, 2) Petr. Patr. exc. Vat. 80 (p. 216 Mai. 6 p. 198, 810 Dind.)

[4a]    (τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδομαρτυρήσαντας ἐκόλασε, cf. 14 44`1) καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. Zon. 11, 14 p. 482, 1013 B. (p. 43, 1519 D.)

[4b]    ὅτι τινὲς τῶν ἰδίων δούλων κατεφρόνησαν βουλόμενοι κακῶν δούλων ἀπαλλαγῆναι. Petr. Patr. exc. Vat. 81 (p. 216 Mai. 6 p. 198, 11. 12 Dind.)

[4c]    καὶ τὰ χρήματα δὲ καὶ τὰ κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπ' ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν. Zon. 11, 14 p. 482, 1318 B. (p. 43, 1925 D.)

[5]    καὶ ἐπὶ μὲν τούτοις ἐπῃνεῖτο, ὅτι δὲ ξίφος μέγα διὰ πάσης τῆς ὁδοῦ ἐξηρτᾶτο καὶ γέρων καὶ ἀσθενὴς τὰ νεῦρα ὤν, καὶ πάνυ πολὺν γέλωτα ὠφλίσκανε.

[4]

[1]    λέξω δὲ καὶ ὅπως αὐτῷ τὸ τέλος συνέβη. οἱ ἐν ταῖς Γερμανίαις στρατιῶται, οὓς εἶχε Ῥοῦφος, μηδεμίαν εὐεργεσίαν ὑπὸ τοῦ Γάλβα εὑρόμενοι ἐπὶ πλεῖον ἐφλέγμηναν. τοῦ δὲ δὴ τέλους τῆς ἐπιθυμίας σφῶν ἁμαρτόντες ἐπὶ τοῦ Ῥούφου, ἐζήτουν αὐτὴν ἐφ' [2] ἑτέρου τινὸς ἀποπληρῶσαι, καὶ ἐποίησαν τοῦτο· προστησάμενοι γὰρ Αὖλον Οὐιτέλλιον τῆς κάτω Γερμανίας ἄρχοντα ἐπανέστησαν, πρὸς μόνην τὴν εὐγένειαν αὐτοῦ ἀπιδόντες, ἐπεὶ ὅτι γε παιδικὰ τοῦ Τιβερίου ἐγεγόνει καὶ ὅτι ἀκολούθως τῇ ἀσελγείᾳ ταύτῃ ἔζη οὐκ ἐνενόησαν, ἢ καὶ μᾶλλον δι' αὐτὸ τοῦτο ἁρμόζειν σφίσιν [3] αὐτὸν ἐνόμισαν. ἀμέλει οὕτως οὐδ' αὐτὸς λόγου τινὸς ἄξιον ἑαυτὸν ἔκρινεν εἶναι ὥστε διασκώπτων τοὺς ἀστρολόγους τεκμηρίῳ κατ' αὐτῶν ἐχρῆτο, λέγων ὅτι "οὐδὲν ἐπίστανται οἵ γε καὶ ἐμὲ αὐτοκράτορά φασι γενήσεσθαι". καὶ αὐτὸ καὶ ὁ Νέρων ἀκούσας ἐγέλασε καὶ κατεφρόνησεν αὐτοῦ, ὥστε μηδὲν δεινὸν αὐτὸν [5] [1] ἐργάσασθαι. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν αὐτοῦ πυθόμενος Λούκιον Πίσωνα, νεανίσκον εὐγενῆ ἐπιεικῆ φρόνιμον, ἐποιήσατο καὶ Καίσαρα ἀπέδειξεν.

[2] ὁ δὲ δὴ Ὄθων ‹ὁ› Μᾶρκος ὁ Σάλουιος, ἀγανακτήσας ‹ὅτι› μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβα ἐπεποίητο, ἀρχὴν αὖθις μυρίων τοῖς Ῥωμαίοις κακῶν παρέσχε. καὶ οὕτως ὑπ' αὐτοῦ ἐτιμᾶτο ὥστε καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ ἀπέθανε, θυομένῳ τι αὐτῷ μόνος τῶν [3] βουλευτῶν παρέστη· ὑφ' οὗπερ καὶ τὰ μάλιστα συνετύγχανεν. ἐπεὶ γὰρ ὁ ἱερόπτης ἐπιβουλευθήσεσθαι αὐτὸν ἔφη, καὶ διὰ τοῦτ' αὐτὸν μηδαμῇ μηδαμῶς προελθεῖν παρῄνεσεν, ἀκούσας τοῦτ' ἐκεῖνος κατέδραμέ τε εὐθὺς ὡς καὶ ἐπ' ἄλλο τι, καὶ ὑπό τινων στρατιωτῶν ὀλίγων, οἳ συνωμωμόκεσαν αὐτῷ, ἐς τὸ τεῖχος ἐσήχθη, κἀνταῦθα καὶ τοὺς ἄλλους ἅτε καὶ ἀχθομένους τῷ Γάλβᾳ προσαναπείσας, μᾶλλον δὲ ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρά τε ἐκείνων τὴν [6] [1] ἀρχὴν παραχρῆμα ἔλαβε καὶ μετὰ τοῦτο καὶ παρὰ τῶν ἄλλων.

[2] μαθὼν δὲ ὁ Γάλβας τὰ πρασσόμενα ἔπεμψέ τινας ἐς τὸ στρατόπεδον ὡς καὶ μεταπεῖσαί σφας δυνησόμενος. κἀν τούτῳ στατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, καὶ ἔφη "θάρσει, αὐτοκράτορ· Ὄθωνα γὰρ ἀπέκτεινα, καὶ ἔστι σοι δεινὸν ἔτι οὐδέν." πιστεύσας οὖν ὁ Γάλβας πρὸς μὲν [3] ἐκεῖνον εἶπε "καὶ τίς σοι τοῦτο ποιῆσαι ἐκέλευσεν;" αὐτὸς δὲ ἐς τὸ Καπιτώλιον ὡς καὶ θύσων ὥρμησε. καὶ αὐτῷ ἐν μέσῃ τῇ Ῥωμαίων ἀγορᾷ ἀπαντήσαντες ἱππεῖς καὶ πεζοὶ ἐνταῦθα τὸν γέροντα τὸν ὕπατον τὸν ἀρχιερέα τὸν Καίσαρα τὸν αὐτοκράτορα, πολλῶν μὲν βουλευτῶν παμπόλλων δὲ δημοτῶν παρόντων, κατέκοψαν, καὶ [4] τά τε ἄλλα τῷ σώματι αὐτοῦ ἐλυμήναντο, καὶ τὴν κεφαλὴν ἀποκόψαντες περὶ κοντὸν ἀνέπειραν. καὶ ὁ μὲν οὕτως, ἀκοντισθεὶς ἐς αὐτὸν τὸν δίφρον ἐν ᾧ ἐφέρετο καὶ προκύψας ἐξ αὐτοῦ, ἐτρώθη τοῦτο μόνον εἰπών, "καὶ τί κακὸν ἐποίησα;" καὶ αὐτῷ Σεμπρώνιος Δῆνσος ἑκατόνταρχος ἐπαμύνας ἐς ὅσον ἠδυνήθη, τέλος, ὡς [4] οὐδὲν ἤνυσεν, ἐπεσφάγη. καὶ διὰ τοῦτό γε καὶ τὸ ὄνομα αὐτοῦ ἐνέγραψα, ὅτι ἀξιώτατός ἐστι μνημονεύεσθαι· ἀπέθανε μὲν γὰρ καὶ ὁ Πίσων καὶ ἄλλοι συχνοί, οὐ μέντοι καὶ ἐπικουροῦντες τῷ αὐτοκράτορι. Xiph. 187, 31–189, 14 R. St., Zon. 11, 14 p. 483, 1–484, 3 B. (p. 43, 26–44, 26 D.)

[8]   ἡ μέντοι βουλὴ πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ἐψηφίσατο· βεβιάσθαι μὲν γὰρ καὶ ἐς τὸ τεῖχος ἄκων ἐσῆχθαι κἀνταῦθα ἀντιλέγων κεκινδυνευκέναι ἔλεγε, καὶ τά τε ἄλλα ἐπιεικῶς ἐφθέγγετο, καὶ τῇ ὑποκρίσει τοῦ σχήματος ἐμετρίαζε, φιλήματά τε ὡς ἑκάστοις διὰ τῶν δακτύλων ἔπεμπε, καὶ ὑπισχνεῖτο [4] πολλά. οὐκ ἐλάνθανε δὲ

   ὡς καὶ ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε· τὸ γοῦν ὄνομα αὐτοῦ αὑτῷ εὐθὺς ἐπέθετο. Xiph. 190, 2531 R. St.

[6]   ἔζησε δὲ Γάλβας ἔτη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἀφ' ὧν ἦρξε μῆνας ἐννέα καὶ ἡμέρας δεκατρεῖς. καὶ αὐτῷ καὶ ὁ Πίσων προσαπώλετο, τιμωρίαν ὑποσχὼν ὅτι Καῖσαρ ἀπεδείχθη. Xiph. 189, 1417 R. St., Zon. 11, 14 p. 484, 1012 B. (p. 45, 35 D.)

[7]

[1]    Γάλβᾳ μὲν δὴ τοῦτο τὸ τέλος ἐγένετο, ἔμελλε δὲ ἄρα καὶ τὸν Ὄθωνα ἡ δίκη οὐκ ἐς μακρὰν μεθήξειν, ὥς που παραχρῆμα ἔμαθε. θύοντί τε γὰρ αὐτῷ τὴν θυσίαν τὴν πρώτην τὰ ἱερὰ πονηρὰ ὤφθη, ὥστ' αὐτὸν μεταγνόντα ἐπὶ τοῖς πεπραγμένοις εἰπεῖν "τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;" ἔστι δὲ τοῦτο δημῶδες, ἐς παροιμίαν φέρον, ἐπὶ τῶν ἔξω τι τοῦ προσφόρου σφίσι ποιούντων.

[2] καὶ μετὰ τοῦτο τῆς νυκτὸς οὕτω δή τι ἐν τοῖς ὕπνοις ἐταράχθη ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐκπεσεῖν τούς τε προκοιτοῦντας ἐκπλῆξαι· ἐσπηδήσαντες οὖν εὗρον αὐτὸν χαμαὶ κείμενον. ἀλλ' οὐ γὰρ εἶχεν [3] ἅπαξ ἐς τὴν ἀρχὴν ἐσελθὼν ἀναδῦναι, καὶ ἐνέμεινεν ἐν αὐτῇ καὶ δίκην ἔδωκε, καίτοι πολλὰ καὶ μέτρια πρὸς θεραπείαν τῶν ἀνθρώπων ποιήσας, οὐχ ὅτι οὕτως ἐπεφύκει, ἀλλ' ὅτι οἰδούντων αὐτῷ διὰ τὸν Οὐιτέλλιον τῶν πραγμάτων οὐκ ἤθελε καὶ τοὺς ἄλλους ἐκπολεμῶσαι. Xiph. 190, 825 R. St.

[8]

[1]   πλὴν τότε καὶ τῶν βουλευτῶν συχνοῖς τοῖς μὲν καταδίκας ἀνίει τοῖς δὲ ἄλλ' ἄττα ἐχαρίζετο, καὶ ἐς τὰ θέατρα συνεχῶς ἐσεφοίτα θωπεύων τὸ πλῆθος, τοῖς τε ξένοις πολιτείαν ἐδίδου καὶ ἄλλα πολλὰ ἐπηγγέλλετο. Xiph. 190, 31191, 2 R. St.

[3]    οὐ μὴν καὶ οἰκειώσασθαι οὐδένα πλὴν ὀλίγων τινῶν ἠδυνήθη ὁμοίων αὐτῷ. τό τε γὰρ τὰς τῶν ἐπαιτίων εἰκόνας ἀποκαταστῆσαι, καὶ ὁ βίος αὐτοῦ καὶ ἡ δίαιτα, τό τε τῷ Σπόρῳ συνεῖναι καὶ τὸ [9] [1] τοῖς λοιποῖς τοῖς Νερωνείοις χρῆσθαι πάνυ πάντας ἐξεφόβει. μάλιστα δὲ αὐτοῦ ἐμίσουν ὅτι τήν τε ἀρχὴν ὤνιόν [τε] ἀπεδεδείχει καὶ τὴν πόλιν ἐπὶ τοῖς θρασυτάτοις ἐπεποιήκει, καὶ τὴν μὲν [2] βουλὴν καὶ τὸν δῆμον παρ' οὐδὲν ἦγε, τοὺς δὲ δὴ στρατιώτας ἐπεπείκει καὶ τοῦθ', ὅτι καὶ ἀποκτεῖναι Καίσαρα καὶ ποιῆσαι δύνανται. τοὺς μέντοι στρατιώτας ἐς τοσοῦτον τόλμης καὶ παρανομίας προήγαγεν ἔκ τε ὧν ἐδίδου καὶ ὧν καθ' ὑπερβολὴν ἐκολάκευεν, ὥστε καὶ ἐς τὸ παλάτιόν ποτε, ὥσπερ εἶχον, ἐσεβιάσαντο, ἐπειδὴ συχνοὶ τῶν βουλευτῶν ἐνταῦθα τῷ Ὄθωνι συνεδείπνουν, καὶ τέλος καὶ ἐς αὐτὸ τὸ συμπόσιον, προαποκτείναντες τοὺς εἴργοντάς σφας, ἐσεπήδησαν· [3] καὶ πάντας ἂν τοὺς ἔνδον ὄντας ἐφόνευσαν εἰ μὴ φθάσαντες ἐξανέστησαν καὶ κατεκρύφθησαν. καὶ οἱ μὲν καὶ ἐπὶ τούτῳ χρήματα, ὡς καὶ δι' εὔνοιαν αὐτὸ τοῦ Ὄθωνος πεποιηκότες, ἔλαβον· ἑάλω δέ τις καὶ Νέρων εἶναι πλασάμενος κατὰ τόνδε τὸν καιρόν, οὗ τὸ ὄνομα τῷ Δίωνι ἠγνόηται, καὶ τὸ τέλος καὶ δίκην ἔδωκεν. Xiph. 191, 3-15 R. St., et p. 107, 11-18 exc. Val. 260 (p. 697).

[10]

[1]    ὁ δὲ Ὄθων ἐπειδὴ καὶ μὴ ἔπειθε τὸν Οὐιτέλλιον, ἐς κοινωνίαν αὐτὸν τῆς ἀρχῆς πολλάκις παρακαλῶν, ἐς πόλεμον λοιπὸν φανερὸν καθίστατο καὶ στρατιώτας ἔπεμπεν, ἡγεμόσιν αὐτοὺς πλείοσι παραδούς· ὃ δὴ καὶ αἰτιώτατον τῶν σφαλμάτων αὐτῷ ἐγένετο.

[1a] Xiph. 191, 15-19 R. St.

[15]

[3]    ὅτι ὁ Οὐάλης οὕτω περὶ τὰ χρήματα ἐσπούδαζεν καὶ οὕτως ἐξ ἅπαντος τρόπου ἤθροιζεν ὥστε καὶ τὸν δέκαρχον τὸν κατακρύψαντά τε αὐτὸν καὶ διασώσαντα ἀποσφάξαι διὰ χιλίας δραχμάς, ἃς ἐκ τῶν σκευῶν αὐτοῦ ὑφῃρῆσθαι ἔδοξεν. Exc. Val. 261 (p. 697).

[10]

[2] ὅτι ὁ Ὄθων ἀνεχώρησεν ἐκ τῆς μάχης, λέγων μὴ δύνασθαι μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν, ὥσπερ ἐκ δικαίας τινὸς πράξεως αὐταρχήσας, ἀλλ' οὐ τούς τε ὑπάτους καὶ τὸν Καίσαρα τόν τε αὐτοκράτορα ἐν αὐτῇ τῇ Ῥώμῃ [2a] φονεύσας. Exc. Val. 262 (p. 697).

[3]    ἔπεσον δὲ τέσσαρες μυριάδες ἀνδρῶν ἑκατέρωθεν ἐν ταῖς μάχαις ταῖς πρὸς τῇ Κρεμῶνι γενομέναις· ὅπου γέ φασι πρὸ τῆς μάχης ἄλλα τε φανῆναι σημεῖα, καί τινα ὄρνιν ἐξαίσιον, ὁποῖον οὐπώποτε ἑωράκεσαν, ἐπὶ πολλὰς ἡμέρας ὀφθῆναι. Xiph. 191, 19-23 R. St.

[11]

[1]    ἐπεὶ δὲ οἱ τοῦ Ὄθωνος ἐκρατήθησαν, ἤγγειλε μὲν ἱππεύς τις τὸ πάθος τῷ Ὄθωνι· καὶ ἐπειδή γε ἠπιστεῖτο πρὸς τῶν παρόντων (ἔτυχον γὰρ πολλοὶ κατὰ τύχην ἠθροισμένοι) καὶ οἱ μὲν δραπέτην οἱ δὲ καὶ πολέμιον αὐτὸν ἀπεκάλουν, "εἴθε γάρ" ἔφη "ψευδῆ ταῦτα, [2] Καῖσαρ, ἦν· ἥδιστα γὰρ ἂν νικῶντός σου ἐτελεύτησα. νῦν δὲ ἐγὼ μὲν πάντως οἰχήσομαι, ἵνα μή μέ τις ἐπὶ σωτηρίᾳ καταπεφευγέναι δόξῃ, σὺ δὲ βουλεύου, ὡς τῶν πολεμίων οὐκ ἐς μακρὰν ἡξόντων, ὅ τι χρὴ πρᾶξαι". καὶ ὁ μὲν ταῦτ' εἰπὼν ἑαυτὸν διεχρήσατο· [12] [1] πιστευσάντων δ' αὐτῷ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι (αὐτοί τε γὰρ συχνοὶ ἦσαν καὶ ἕτεροι οὐκ ὀλίγοι ἐκ Παννονίας παρῆσαν· ὅ τε μέγιστον ἐν τοῖς τοιούτοις ἐστίν, ἐφίλουν τε τὸν Ὄθωνα καὶ πᾶσαν αὐτῷ εὔνοιαν οὐκ ἀπὸ τῆς γλώττης μόνον ἀλλὰ καὶ ἀπὸ τῆς ψυχῆς εἶχον), καὶ ἱκετευόντων αὐτὸν μήθ' ἑαυτὸν μήτε σφᾶς προδοῦναι, ἐπέσχε μέχρις οὗ καὶ οἱ λοιποὶ πρὸς τὴν ἀγγελίαν συνέδραμον, καί τι πρὸς ἑαυτὸν διαλαλήσας ἔπειτα πρὸς τοὺς στρατιώτας ἐδημηγόρησεν ἄλλα τε πολλὰ καὶ ταῦτα· [13] "ἀρκεῖ τὰ γεγονότα, ἀρκεῖ. μισῶ πόλεμον ἐμφύλιον, κἂν κρατῶ· φιλῶ πάντας Ῥωμαίους, κἂν μὴ ὁμολογῶσί μοι. νικάτω Οὐιτέλλιος, ἐπεὶ τοῦτο τοῖς θεοῖς ἔδοξε· σωζέσθωσαν καὶ οἱ ἐκείνου [2] στρατιῶται, ἐπεὶ τοῦτ' ἐμοὶ δοκεῖ. πολὺ γάρ που καὶ κρεῖττον καὶ δικαιότερόν ἐστιν ἕνα ὑπὲρ πάντων ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι, καὶ μὴ βούλεσθαι δι' ἕνα ἄνδρα τὸν δῆμον τῶν Ῥωμαίων στασιάζειν καὶ τοσοῦτον ὄχλον ἀνθρώπων φθείρεσθαι. καὶ γὰρ ἐγὼ Μούκιος καὶ Δέκιος καὶ Κούρτιος καὶ Ῥήγουλος μᾶλλον ἂν ἑλοίμην ἢ Μάριος καὶ Κίννας καὶ Σύλλας, ἵνα μὴ καὶ τοὺς ἄλλους εἴπω, [3] γενέσθαι. μήτ' οὖν βιάσησθέ με ἕνα τούτων ὧν μισῶ γενέσθαι, μήτε φθονήσητέ μοι ἕνα ἐκείνων ὧν ἐπαινῶ μιμήσασθαι· ἀλλ' ὑμεῖς μὲν ἐπὶ τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον θεραπεύετε, ἐγὼ δ' αὐτὸς ἐμαυτὸν ἐλευθερώσω, ὅπως καὶ τῷ ἔργῳ ἅπαντες ἄνθρωποι μάθωσιν ὅτι τοιοῦτον αὐτοκράτορα εἵλεσθε ὅστις οὐχ ὑμᾶς ὑπὲρ ἑαυτοῦ ἀλλ' ἑαυτὸν ὑπὲρ ὑμῶν δέδωκε". Xiph. 191, 23-192, 18 R. St., Zon. 11, 15 p. 485, 13–22 B. (p. 46, 1–12 D.)

[14]

[1]    τοιαῦτα μὲν Ὄθων εἶπεν· οἱ δὲ δὴ στρατιῶται, ἐξ ὧν ἤκουον, καὶ ἐθαύμαζον ἅμα καὶ ἠλέουν εἴ τι πείσοιτο, καὶ δάκρυσί τε ἔκλαιον καὶ ἐθρήνουν, πατέρα τε ἀνακαλοῦντες καὶ παίδων καὶ γονέων φίλτερον ὀνομάζοντες. "ἐν σοί" τε "καὶ ἡμεῖς σωζόμεθα"

[2] ἔλεγον, "καὶ ὑπὲρ σοῦ πάντες ἀποθανούμεθα". καὶ ταῦτα μὲν οὕτως ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐλέχθη, τοῦ τε Ὄθωνος τελευτῆσαι δεομένου καὶ ἐκείνων μὴ ἐφιέντων αὐτῷ τοῦτο ποιῆσαι, πρὶν δὴ σιγάσας αὐτοὺς ἔφη "ἐγὼ μὲν οὐκ ἔστιν ὅπως χείρων τοῦ στρατιώτου τούτου γενήσομαι, ὃν αὐτοὶ ἑωράκατε ὅπως ἑαυτὸν διὰ τοῦτο μόνον ἀπέσφαξεν, ὅτι τὴν ἧτταν τῷ ἑαυτοῦ αὐτοκράτορι ἤγγειλεν· [3] ἀλλ' ἀκολουθήσω πάντως αὐτῷ, ἵνα μηδὲν ἔτι τοιοῦτον μήτε ἴδω μήτε ἀκούσω. ὑμεῖς δέ, εἴπερ ὄντως φιλεῖτέ με, ἐάσατέ με ἀποθανεῖν ὡς βούλομαι, καὶ μή με ζῆσαι ἄκοντα ἀναγκάσητε, ἀλλὰ πρός τε τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον κολακεύετε". Xiph. 192, 18-30 R. St., et (v. 15) Exc. Val. 263 (p. 698).

[15]

[1,1-1a] ταῦτ' εἰπὼν ἔς τε τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα ὅσα τινὲς αὐτῷ κατ' ἐκείνου ἐγεγράφεσαν ἔκαυσεν, ὥστε μηδένα ἐξ αὐτῶν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ἕνα ἕκαστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς ἄλλους ἀλλαχοῦ πέμψαι. καὶ [1] οὕτως ἐπεὶ μηδὲν ἔτι ταραχῶδες ἐγίνετο, τι ξιφίδιον λαβὼν ἑαυτὸν διεχρήσατο. καὶ αὐτοῦ τὸ σῶμα οἱ στρατιῶται ἀνείλοντο [1] πενθοῦντες καὶ ἔθαψαν, καί τινες ἑαυτοὺς ἐπέσφαξαν αὐτῷ. τοῦτο τὸ τέλος τῷ Ὄθωνι ἐγένετο ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἕνδεκα ἡμερῶν δέοντα, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα.

[2a] ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε. [1] κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανε, καὶ κακουργότατα τὴν ἀρχὴν ἁρπάσας ἄριστα αὐτῆς ἀπηλλάγη.

[2b]    οἱ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν καὶ ὑπ' ἀλλήλων πολλοὶ ἀνῃρέθησαν, ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν. Xiph. 192, 30-193, 5, Zon. 11, 15 p. 485, 22-486, 16 B. (p. 46, 12-32 D.)