[1] Περὶ δὲ τῆς ὕλης, ποία τέ ἐστιν ἑκάστη, καὶ πόθ' ὡραία τέμνεσθαι, καὶ πρὸς ποῖα τῶν ἔργων χρησίμη, καὶ ποία δύσεργος ἢ εὔεργος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης ἱστορίας ἔχεται, πειρατέον ὁμοίως εἰπεῖν.
Ὡραῖα δὴ τέμνεσθαι τῶν ξύλων τὰ μὲν οὖν στρογγύλα καὶ ὅσα πρὸς φλοϊσμὸν ὅταν βλαστάνῃ· τότε γὰρ εὐπεριαίρετος ὁ φλοιός, ὃ δὴ καλοῦσι λοπᾶν, διὰ τὴν ὑγρότητα τὴν ὑπογινομένην αὐτῇ. μετὰ δὲ ταῦτα δυσπεριαίρετος καὶ τὸ ξύλον μέλαν γίνεται καὶ δυσειδές. τὰ δὲ τετράγωνα μετὰ τὸν λοπητόν· ἀφαιρεῖται γὰρ ἡ πελέκησις τὴν δυσείδειαν. ὅλως πᾶν πρὸς ἰσχὺν ὡραιότατον οὐ μόνον πεπαυμένον τῆς βλαστήσεως ἀλλ' ἔτι μᾶλλον ἐκπεπᾶναν τὸν καρπόν. ἀλλὰ διὰ τὸν φλοϊσμὸν ἀώροις οὖσιν ὡραίοις συμβαίνει γίνεσθαι τοῖς στρογγύλοις, ὥστε ἐναντίαι αἱ ὧραι κατὰ συμβεβηκός. εὐχρούστερα δὲ τὰ ἐλάτινα γίνεται κατὰ τὸν πρῶτον λοπητόν.
[2] Ἐπεὶ δὲ μάλιστ' ἢ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ Ἀρκτοῦρον, οἷον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμφλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὰ ἐν τῷ δευτέρῳ, τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κἂν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυόμενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος, οἷς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμηθὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς ἁλιφλοίου καὶ τότε φαῦλον.
[3] Συμβαίνει δὲ καὶ τοῦτο ὑπεναντίον, ὅταν τε κατὰ τὴν βλάστησιν τέμνωνται καὶ ὅταν μετὰ τοὺς καρπούς. τότε μὲν γὰρ ἀναξηραίνεται τὰ στελέχη καὶ οὐ βλαστάνει τὰ δένδρα· μετὰ δὲ τοὺς καρποὺς παραβλαστάνει. δυστομώτερα δὲ διὰ τὴν σκληρότητα κατὰ ταύτην τὴν ὥραν. κελεύουσι δὲ καὶ δεδυκυίας τῆς σελήνης τέμνειν ὡς σκληροτέρων καὶ ἀσαπεστέρων γινομένων. ἐπεὶ δὲ αἱ πέψεις τῶν καρπῶν παραλλάττουσι, δῆλον ὅτι καὶ αἱ ἀκμαὶ πρὸς τὴν τομὴν παραλλάττουσιν· ἀεὶ γὰρ ὀψιαίτεραι αἱ τῶν ὀψικαρποτέρων.
[4] δι' ὃ καὶ πειρῶνταί τινες ὁρίζειν καθ' ἑκάστην· οἷον πεύκην μὲν καὶ ἐλάτην ὅταν ὑπολοπῶσιν· ἔτι δὲ ὀξύαν καὶ φίλυραν καὶ σφένδαμνον καὶ ζυγίαν τῆς ὀπώρας· δρῦν δέ, ὥσπερ εἴρηται, μετὰ τὸ φθινόπωρον. φασὶ δέ τινες πεύκην ὡραίαν εἶναι τοῦ ἦρος, ὅταν γε ἔχῃ τὴν καλουμένην κάχρυν, καὶ τὴν πίτυν ὅταν ὁ βότρυς αὐτῆς ἀνθῇ. ποῖα μὲν οὖν ὡραῖα καθ' ἕκαστον χρόνον οὕτω διαιροῦνται. πάντων δὲ δῆλον ὅτι βελτίω τὰ τῶν ἀκμαζόντων δένδρων ἢ τῶν νέων κομιδῆ καὶ γεγηρακότων· τὰ μὲν γὰρ ὑδατώδη, τὰ δὲ γεώδη.
[5] Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε καὶ ὀλιγόϊνος· ἡ δ' ἐλάτη καὶ πολύϊνος καὶ ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα μαλακὴν καὶ μανήν· δι' ὃ τὸ μὲν βάρυ τὸ δὲ κοῦφον· τὸ μὲν γὰρ ἔνδᾳδον τὸ δὲ ἄδᾳδον, ᾗ καὶ [6] λευκότερον. ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ δᾳδώδεις. ὅταν δὲ τμηθῆσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ [7] ἐκ τοιούτων ἡ ὅλη. δι' ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ' ἕνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθενής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ' ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι' ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας [8] ἐμφανεστάτας πάντων. αὐξάνεται δὲ πρῶτον εἰς μῆκος, ἄχρι οὗ δὴ ἐφίκηται τοῦ ἡλίου· καὶ οὔτε ὄζος οὐδεὶς οὔτε παραβλάστησις οὔτε πάχος γίνεται· μετὰ δὲ ταῦτα εἰς βάθος καὶ πάχος· οὕτως αἱ τῶν ὄζων ἐκφύσεις καὶ παραβλαστήσεις.
[9] Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ' ἑκάτερα τῆς ἐντεριώνης δύο κτηδόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ' ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέκησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέροντες, ὅταν ἐφ' ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνότατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὗται [10] φύουσιν. αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ' ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ' ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρέφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ' ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.
[11] Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ' ἃς γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς ποῖόν τί ἐστι· τῶν μὲν γὰρ εὐκτηδόνων καὶ ἀστραβῶν καὶ ὁ φλοιὸς λεῖος καὶ ὀρθός, τῶν δ' ἐναντίων τραχύς τε καὶ διεστραμμένος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ' ἔστι τετράξοα μὲν ὀλίγα μονόξοα δὲ πλείω τῶν ἄλλων. ἅπασα δὲ ἡ ὕλη μείζων καὶ ὀρθοτέρα καὶ ἀστραβεστέρα καὶ στιφροτέρα καὶ ὅλως καλλίων καὶ πλείων ἡ ἐν τοῖς προσβορείοις, ὥσπερ καὶ πρότερον ἐλέχθη· καὶ αὐτοῦ τοῦ δένδρου δὲ τὰ πρὸς βορρᾶν πυκνότερα καὶ νεανικώτερα. ὅσα δὲ ὑποπαράβορρα καὶ ἐν περίπνῳ, ταῦτα στρέφει καὶ παραλλάττει παρὰ μικρὸν ὁ βορέας, ὥστε εἶναι παρεστραμμένην αὐτῶν τὴν μήτραν καὶ [12] οὐ κατ' ὀρθόν. ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐδιεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευτικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἁπλῶς εἰπεῖν.
[2]
[1] Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παραγινομένης τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου, τετάρτην δὲ τὴν Αἰνιανικήν· χειρίστην δὲ τήν τε Παρνασιακὴν καὶ τὴν Εὐβοϊκήν· καὶ γὰρ ὀζώδεις καὶ τραχείας καὶ ταχὺ σήπεσθαι. περὶ δὲ τῆς Ἀρκαδικῆς σκεπτέον.
[2] Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἢ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐσθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφύσεως· εὐτροφοῦν γὰρ καὶ αὐξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δι' ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί.
[3] Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ᾖ συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περιεχομένη πλείοσιν οὔθ' ὥσπερ ὁ ὄζος ἁπλῶς οὔθ' ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δι' ὅλου γάρ πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι τὰ καλούμενα κέντρα. ὅτι δ' ἡ περίφυσις καταλαμβάνει τοὺς ὄζους φανερώτατον ἐξ αὐτῆς τῆς αἰσθήσεως, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ἄλλων [4] τῶν ὁμοίων· πολλάκις γὰρ αὐτοῦ τοῦ δένδρου μέρος τι συνελήφθη ὑπὸ θατέρου συμφυοὺς γενομένου· καὶ ἐάν τις ἐκγλύψας θῇ λίθον εἰς τὸ δένδρον ἢ καὶ ἄλλο τι τοιοῦτον, κατακρύπτεται περιληφθὲν ὑπὸ τῆς περιφύσεως· ὅπερ καὶ περὶ τὸν κότινον συνέβη τὸν ἐν Μεγάροις τὸν ἐν τῇ ἀγορᾷ· οὗ καὶ ἐκκοπέντος λόγιον ἦν ἁλῶναι καὶ διαρπασθῆναι τὴν πόλιν· ὅπερ ἐγένετο ... Δημήτριος. ἐν τούτῳ γὰρ διασχιζομένῳ κνημῖδες εὑρέθησαν καὶ ἄλλ' ἄττα τῆς Ἀττικῆς ἐργασίας κρεμαστά, τοῦ κοτίνου οὗ ἀνετέθη τὸ πρῶτον ἐγκοιλανθέντος. τούτου δ' ἔτι μικρὸν τὸ λοιπόν. πολλαχοῦ δὲ καὶ ἄλλοθι γίνεται πλείονα τοιαῦτα. καὶ ταῦτα μέν, ὥσπερ εἴρηται κοινὰ πλειόνων.
[3]
[1] Κατὰ δὲ τὰς ἰδίας ἑκάστου φύσεις αἱ τοιαῦταί εἰσι διαφοραί, οἷον πυκνότης μανότης βαρύτης κουφότης σκληρότης μαλακότης, ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη· κοιναὶ δὲ ὁμοίως αὗται καὶ τῶν ἡμέρων καὶ τῶν ἀγρίων, ὥστε περὶ πάντων λεκτέον.
Πυκνότατα μὲν οὖν δοκεῖ καὶ βαρύτατα πύξος εἶναι καὶ ἔβενος· οὐδὲ γὰρ οὐδ' ἐπὶ τοῦ ὕδατος ταῦτ' ἐπινεῖ. καὶ ἡ μὲν πύξος ὅλη, τῆς δὲ ἐβένου ἡ μήτρα, ἐν ᾗ καὶ ἡ τοῦ χρώματός ἐστι μελανία. τῶν δ' ἄλλων ὁ λωτός. πυκνὸν δὲ καὶ ἡ τῆς δρυὸς μήτρα, ἣν καλοῦσι μελάνδρυον· καὶ ἔτι μᾶλλον ἡ τοῦ κυτίσου· παρομοία γὰρ αὕτη δοκεῖ τῇ ἐβένῳ εἶναι.
[2] Μέλαν δὲ σφόδρα καὶ πυκνὸν τὸ τῆς τερμίνθου· περὶ γοῦν Συρίαν μελάντερόν φασιν εἶναι τῆς ἐβένου· καὶ ἐκ τούτου γὰρ καὶ τὰς λαβὰς τῶν ἐγχειριδίων ποιεῖσθαι, τορνεύεσθαι δὲ ἐξ αὐτῶν καὶ κύλικας Θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας· λαμβάνειν δὲ τὸ ἐγκάρδιον· δεῖν δὲ ἀλείφειν τὸ ξύλον· οὕτω γὰρ γίνεσθαι καὶ κάλλιον καὶ μελάντερον.
Εἶναι δὲ καὶ ἄλλο τι δένδρον, ὃ ἅμα τῇ μελανίᾳ καὶ ποικιλίαν τινὰ ἔχει ὑπέρυθρον, ὥστε εἶναι τὴν ὄψιν ὡσὰν ἐβένου ποικίλης· ποιεῖσθαι δ' ἐξ αὐτοῦ καὶ κλίνας καὶ δίφρους καὶ τὰ ἄλλα τὰ σπουδαζόμενα. τὸ ‹δὲ› δένδρον μέγα σφόδρα καὶ καλόφυλλον εἶναι ὅμοιον ταῖς ἀπίοις.
[3] Ταῦτα μὲν οὖν ἅμα τῇ μελανίᾳ καὶ πυκνότητα ἔχει. πυκνὸν δὲ καὶ ἡ σφένδαμνος καὶ ἡ ζυγία καὶ ὅλως πάντα τὰ οὖλα· καὶ ἡ ἐλάα δὲ καὶ ὁ κότινος, ἀλλὰ κραῦρα. μανὰ δὲ τῶν μὲν ἀγρίων καὶ ἐρεψίμων τὰ ἐλάτινα μάλιστα, τῶν δ' ἄλλων τὰ ἄκτινα καὶ τὰ σύκινα καὶ τὰ τῆς μηλέας καὶ τὰ τῆς δάφνης. σκληρότατα δὲ τὰ δρύϊνα καὶ τὰ ζύγινα καὶ τὰ τῆς ἀρίας· καὶ γὰρ ὑποβρέχουσι ταῦτα πρὸς τὴν τρύπησιν μαλάξεως χάριν. μαλακὰ δὲ καθ' ὅλου μὲν τὰ μανὰ καὶ χαῦνα· τῶν δὲ σαρκωδῶν μάλιστα φίλυρα. δοκεῖ δὲ καὶ θερμότατον εἶναι τοῦτο· σημεῖον δὲ ὅτι μάλιστα ἀμβλύνει τὰ σιδήρια· τὴν γὰρ βαφὴν ἀνίησι διὰ τὴν θερμότητα.
[4] Θερμὸν δὲ καὶ κιττὸς καὶ δάφνη καὶ ὅλως ἐξ ὧν τὰ πυρεῖα γίνεται· Μενέστωρ δέ φησι καὶ συκάμινον. ψυχρότατα δὲ τὰ ἔνυδρα καὶ ὑδατώδη. καὶ γλίσχρα δὲ τὰ ἰτέϊνα καὶ ἀμπέλινα, δι' ὃ καὶ τὰς ἀσπίδας ἐκ τούτων ποιοῦσι· συμμύει γὰρ πληγέντα· κουφότερον δὲ τὸ τῆς ἰτέας, μανότερον γάρ, δι' ὃ καὶ τούτῳ μᾶλλον χρῶνται. τὸ δὲ τῆς πλατάνου γλισχρότητα μὲν ἔχει, φύσει δὲ ὑγρότερον τοῦτο καὶ τὸ τῆς πτελέας. σημεῖον δέ ἐστιν, μετὰ τὴν τομὴν ὀρθὸν ὅταν σταθῇ, πολὺ ὕδωρ ἀφίησι. τὸ δὲ τῆς συκαμίνου πυκνὸν ἅμα καὶ γλίσχρον.
[5] Ἔστι δὲ καὶ ἀστραβέστατον τὸ τῆς πτελέας, δι' ὃ καὶ τοὺς στροφεῖς τῶν θυρῶν ποιοῦσι πτελεΐνους· ἐὰν γὰρ οὗτοι μένωσι, καὶ αἱ θύραι μένουσιν ἀστραβεῖς, εἰ δὲ μή, διαστρέφονται. ποιοῦσι δ' αὐτοὺς ἔμπαλιν τιθέντες τὰ ξύλα τό τε ἀπὸ τῆς ῥίζης καὶ τὸ ἀπὸ τοῦ φύλλου· καλοῦσι δὲ οἱ τέκτονες τὸ ἀπὸ τοῦ φύλλου τὸ ἄνω· ἐναρμοσθέντα γὰρ ἀλλήλοις ἑκάτερον κωλύει πρὸς τὴν ὁρμὴν ἐναντίως ἔχον. εἰ δὲ ἔκειτο κατὰ φύσιν, οὗπερ ἡ ῥοπὴ ἐνταῦθα πάντων ἂν ἦν ἡ φορά.
Τὰς δὲ θύρας οὐκ εὐθὺς συντελοῦσιν, ἀλλὰ πήξαντες ἐφιστᾶσι, κἄπειτα ὑστέρῳ οἱ δὲ τῷ τρίτῳ ἔτει συνετέλεσαν ἐὰν μᾶλλον σπουδάζωσι· τοῦ μὲν γὰρ θέρους ἀναξηραινομένων διΐστανται, τοῦ δὲ χειμῶνος συμμύουσιν. αἴτιον δ' ὅτι τῆς ἐλάτης τὰ μανὰ καὶ σαρκώδη ἕλκει τὸν ἀέρα ἔνικμον ὄντα.
[6] Ὁ δὲ φοῖνιξ κοῦφος καὶ εὔεργος καὶ μαλακός, ὥσπερ ὁ φελλός, βελτίων δὲ τοῦ φελλοῦ ὅτι γλίσχρος· ἐκεῖνο δὲ θραυστόν. διὰ τοῦτο τὰ εἴδωλα νῦν ἐκ τοῦ τῶν φοινίκων ποιοῦσι, τὸν δὲ φελλὸν παρήκασι. τὰς ἶνας δὲ οὐ δι' ὅλου ἔχει οὐδ' ἐπὶ πολὺ καὶ μακρὰς οὐδ' ὡσαύτως τῇ θέσει ἐγκειμένας πάσας ἀλλὰ παντοδαπῶς. ἀναξηραίνεται δὲ καὶ λεαινόμενον καὶ πριόμενον τὸ ξύλον.
[7] Τὸ δὲ θύον, οἱ δὲ θύαν καλοῦσι, παρ' Ἄμμωνι τε γίνεται καὶ ἐν τῇ Κυρηναίᾳ, τὴν μὲν μορφὴν ὅμοιον κυπαρίττῳ καὶ τοῖς κλάδοις καὶ τοῖς φύλλοις καὶ τῷ στελέχει καὶ τῷ καρπῷ, μᾶλλον δ' ὥσπερ κυπάριττος ἀγρία· πολὺ μὲν καὶ ὅπου νῦν ἡ πόλις ἐστί, καὶ ἔτι διαμνημονεύουσιν ὀροφάς τινας τῶν ἀρχαίων οὔσας. ἀσαπὲς γὰρ ὅλως τὸ ξύλον οὐλότατον δὲ τὴν ῥίζαν ἐστί· καὶ ἐκ ταύτης τὰ σπουδαιότατα ποιεῖται τῶν ἔργων. τὰ δὲ ἀγάλματα γλύφουσιν ἐκ τῶνδε, κέδρων κυπαρίττου λωτοῦ πύξου· τὰ δ' ἐλάττω καὶ ἐκ τῶν ἐλαΐνων ῥιζῶν· ἀρραγεῖς γὰρ αὗται καὶ ὁμαλῶς πως σαρκώδεις. ταῦτα μὲν οὖν ἰδιότητά τινα τόπων καὶ φύσεως καὶ χρείας ἀποδηλοῖ.
[4]
[1] Βαρέα δὲ καὶ κοῦφα δῆλον ὡς τῇ πυκνότητι καὶ μανότητι καὶ ὑγρότητι καὶ ξηρότητι καὶ τῷ γλοιώδει καὶ σκληρότητι καὶ μαλακότητι ληπτέον. ἔνια μὲν οὖν ἅμα σκληρὰ καὶ βαρέα, καθάπερ πύξος καὶ δρῦς· ὅσα δὲ κραῦρα καὶ τῇ ξηρότητι σκληρότατα, ταῦτ' οὐκ ἔχει βάρος. ἅπαντα δὲ τὰ ἄγρια τῶν ἡμέρων καὶ τὰ ἄρρενα τῶν θηλειῶν πυκνότερά τε καὶ σκληρότερα καὶ βαρύτερα καὶ τὸ ὅλον ἰσχυρότερα, καθάπερ καὶ πρότερον εἴπομεν. ὡς δ' ἐπὶ τὸ πᾶν καὶ τὰ ἀκαρπότερα τῶν καρπίμων καὶ τὰ χείρω τῶν καλλικαρποτέρων· εἰ μή που καρπιμώτερον τὸ ἄρρεν, ὥσπερ ἄλλα τέ φασι καὶ τὴν κυπάριττον καὶ τὴν κράνειαν. ἀλλὰ τῶν γε ἀμπέλων φανερῶς αἱ ὀλιγοκαρπότεραι καὶ πυκνοφθαλμότεραι καὶ στερεώτεραι· καὶ μηλεῶν δὲ καὶ τῶν ἄλλων ἡμέρων.
[2] Ἀσαπῆ δὲ φύσει κυπάριττος κέδρος ἔβενος λωτὸς πύξος ἐλάα κότινος πεύκη ἔνδᾳδος ἀρία δρῦς καρύα Εὐβοϊκή. τούτων δὲ χρονιώτατα δοκεῖ τὰ κυπαρίττινα εἶναι· τὰ γοῦν ἐν Ἐφέσῳ, ἐξ ὧν αἱ θύραι τοῦ νεωστὶ νεώ, τεθησαυρισμένα τέτταρας ἔκειτο γενεάς. μόνα δὲ καὶ στιλβηδόνα δέχεται, δι' ὃ καὶ τὰ σπουδαζόμενα τῶν ἔργων ἐκ τούτων ποιοῦσι. τῶν δὲ ἄλλων ἀσαπέστατον μετὰ τὰ κυπαρίττινα καὶ τὰ θυώδη τὴν συκάμινον εἶναί φασι, καὶ ἰσχυρὸν ἅμα καὶ εὔεργον τὸ ξύλον· γίνεται δὲ τὸ ξύλον [καὶ] παλαιούμενον μέλαν, ὥσπερ λωτός.
[3] Ἔτι δὲ ἄλλο πρὸς ἄλλο καὶ ἐν ἄλλῳ ἀσαπές, οἷον πτελέα μὲν ἐν τῷ ἀέρι, δρῦς δὲ κατορυττομένη καὶ ἐν τῷ ὕδατι καταβρεχομένη· δοκεῖ γὰρ ὅλως ἀσαπὲς εἶναι· δι' ὃ καὶ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς λίμνας ἐκ τούτων ναυπηγοῦσιν· ἐν δὲ τῇ θαλάττῃ σήπεται. τὰ δὲ ἄλλα διαμένει μᾶλλον, ὅπερ καὶ εὔλογον, ταριχευόμενα τῇ ἅλμῃ.
[4] Δοκεῖ δὲ καὶ ἡ ὀξύη πρὸς τὸ ὕδωρ ἀσαπὴς εἶναι καὶ βελτίων γίνεσθαι βρεχομένη. καὶ ἡ καρύα δὲ ἡ Εὐβοϊκὴ ἀσαπής. φασὶ δὲ καὶ τὴν πεύκην ἐλάτης μᾶλλον ὑπὸ τερηδόνος ἐσθίεσθαι· τὴν μὲν γὰρ εἶναι ξηράν, τὴν δὲ πεύκην ἔχειν γλυκύτητα, καὶ ὅσῳ ἐνδᾳδωτέρα, μᾶλλον· πάντα δ' ἐσθίεσθαι τερηδόνι πλὴν κοτίνου καὶ ἐλάας· τὰ δὲ οὔ, διὰ τὴν πικρότητα. ἐσθίεται δὲ τὰ μὲν ἐν τῇ θαλάττῃ σηπόμενα ὑπὸ τερηδόνος, τὰ δ' ἐν τῇ γῇ ὑπὸ σκωλήκων καὶ ὑπὸ θριπῶν· οὐ γὰρ γίνεται τερηδὼν ἀλλ' ἢ ἐν τῇ θαλάττῃ. ἔστι δὲ ἡ τερηδὼν τῷ μὲν μεγέθει μικρόν, κεφαλὴν δ' ἔχει [5] μεγάλην καὶ ὀδόντας· οἱ δὲ θρίπες ὅμοιοι τοῖς σκώληξιν, ὑφ' ὧν τιτραίνεται κατὰ μικρὸν τὰ ξύλα. καὶ ἔστι ταῦτα εὐΐατα· πιττοκοπηθέντα γὰρ ὅταν εἰς τὴν θάλατταν ἑλκυσθῇ στέγει· τὰ δὲ ὑπὸ τῶν τερηδόνων ἀνίατα. τῶν δὲ σκωλήκων τῶν ἐν τοῖς ξύλοις οἱ μέν εἰσιν ἐκ τῆς οἰκείας σήψεως, οἱ δ' ἐντικτόντων ἑτέρων· ἐντίκτει γάρ, ὥσπερ καὶ τοῖς δένδροις, ὁ κεράστης καλούμενος, ὅταν τιτράνῃ καὶ κοιλάνῃ περιστραφεὶς ὡσπερεὶ μυοδόχον. φεύγει δὲ τά τε ὀσμώδη καὶ πικρὰ καὶ σκληρὰ διὰ τὸ μὴ δύνασθαι τιτρᾶναι, καθάπερ [6] τὴν πύξον. φασὶ δὲ καὶ τὴν ἐλάτην φλοϊσθεῖσαν ὑπὸ τὴν βλάστησιν ἀσαπῆ διαμένειν ἐν τῷ ὕδατι· φανερὸν δὲ γενέσθαι ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὅτε αὐτοῖς ἐλιμνώθη τὸ πεδίον φραχθέντος τοῦ βερέθρου· τότε γὰρ τὰς γεφύρας ποιοῦντες ἐλατίνας καί, ὅταν ἐπαναβαίνῃ τὸ ὕδωρ, ἄλλην καὶ ἄλλην ἐφιστάντες, ὡς ἐρράγη καὶ ἀπῆλθε, πάντα εὑρεθῆναι τὰ ξύλα ἀσαπῆ. τοῦτο μὲν οὖν ἐκ συμπτώματος.
[7] Ἐν Τύλῳ δὲ τῇ νήσῳ τῇ περὶ τὴν Ἀραβίαν εἶναί τί φασι ξύλον ἐξ οὗ τὰ πλοῖα ναυπηγοῦνται· τοῦτο δὲ ἐν μὲν τῇ θαλάττῃ σχεδὸν ἄσηπτον εἶναι· διαμένει γὰρ ἔτη πλείω ἢ διακόσια καταβυθιζόμενον· ἐὰν δὲ ἔξω, χρόνιον μὲν θᾶττον δὲ σήπεται. (θαυμαστὸν δὲ καὶ ἕτερον λέγουσι, οὐδὲν δὲ πρὸς τὴν σῆψιν. εἶναι γάρ τι δένδρον ἐξ οὗ τὰς βακτηρίας τέμνεσθαι, καὶ γίνεσθαι καλὰς σφόδρα ποικιλίαν τινὰ ἐχούσας ὁμοίαν τῷ τοῦ τίγριος δέρματι· βαρὺ δὲ σφόδρα τὸ ξύλον τοῦτο· ὅταν δέ τις ῥίψῃ πρὸς στερεώτερον τόπον, κατάγνυσθαι καθάπερ τὰ κεράμια.)
[8] Καὶ τὸ τῆς μυρίκης δὲ ξύλον οὐχ ὥσπερ ἐνταῦθα ἀσθενές, ἀλλ' ἰσχυρὸν ὥσπερ πρίνινον ἢ καὶ ἄλλο τι τῶν ἰσχυρῶν. τοῦτο μὲν οὖν ἅμα μηνύει χώρας τε καὶ ἀέρος διαφορὰς καὶ δυνάμεις. τῶν δὲ ὁμογενῶν ξύλων, οἷον δρυΐνων πευκίνων, ὅταν ταριχεύωνται ‑ ταριχεύουσι γὰρ οὐκ ἐν ἴσῳ βάθει πάντα δύοντες τῆς θαλάττης, ἀλλὰ τὰ μὲν πρὸς αὐτῇ τῇ γῇ, τὰ δὲ μικρὸν ἀνωτέρω, τὰ δ' ἐν πλείονι βάθει· πάντων δὲ τὰ πρὸς τὴν ῥίζαν θᾶττον δύεται καθ' ὕδατος, κἂν ἐπινῇ μᾶλλον ῥέπει κάτω.
[5]
[1] Ἔστι δὲ τὰ μὲν εὔεργα τῶν ξύλων, τὰ δὲ δύσεργα· εὔεργα μὲν τὰ μαλακά, καὶ πάντων μάλιστα φίλυρα· δύσεργα δὲ καὶ τὰ σκληρὰ καὶ τὰ ὀζώδη καὶ οὔλας ἔχοντα συστροφάς· δυσεργότατα δὲ ἀρία καὶ δρῦς, ὡς δὲ κατὰ μέρος ὁ τῆς πεύκης ὄζος καὶ τῆς ἐλάτης. ἀεὶ δὲ τῶν ὁμογενῶν τὸ μαλακώτερον τοῦ σκληροτέρου κρεῖττον· σαρκωδέστερον γάρ· καὶ εὐθὺ σκοποῦνται τὰς σανίδας οἱ τέκτονες οὕτως. τὰ δὲ μοχθηρὰ σιδήρια δύναται τέμνειν τὰ σκληρὰ μᾶλλον τῶν μαλακῶν· ἀνίησι γὰρ ἐν τοῖς μαλακοῖς, ὥσπερ ἐλέχθη περὶ τῆς φιλύρας, παρακονᾷ δὲ μάλιστα τὰ σκληρά· δι' ὃ καὶ οἱ σκυτοτόμοι ποιοῦνται τοὺς πίνακας ἀχράδος.
[2] Μήτραν δὲ πάντα μὲν ἔχειν φασὶν οἱ τέκτονες φανερὰν δ' εἶναι μάλιστα ἐν τῇ ἐλάτῃ· φαίνεσθαι γὰρ οἷον φλοιώδη τινὰ τὴν σύνθεσιν αὐτῆς τῶν κύκλων. ἐν ἐλάᾳ δὲ καὶ πύξῳ καὶ τοῖς τοιούτοις οὐχ ὁμοίως· δι' ὃ καὶ οὔ φασί τινες ἔχειν τῇ δυνάμει πύξον καὶ ἐλάαν· ἥκιστα γὰρ ἕλκεσθαι ταῦτα τῶν ξύλων. ἔστι δὲ τὸ ἕλκεσθαι τὸ συμπεριΐστασθαι κινουμένης τῆς μήτρας. ζῇ γὰρ ὡς ἔοικεν ἐπὶ χρόνον πολύν· δι' ὃ πανταχόθεν μὲν ἅμα μάλιστα δ' ἐκ τῶν θυρωμάτων ἐξαιροῦσιν, ὅπως ἀστραβῆ ᾖ· καὶ διὰ τοῦτο σχίζουσιν.
[3] Ἄτοπον δ' ἂν δόξειεν ὅτι ἐν μὲν τοῖς ξύλοις τοῖς στρογγύλοις ἄλυπος ἡ μήτρα καὶ ἀκίνητος, ἐν δὲ τοῖς παρακινηθεῖσιν, ἐὰν μὴ ὅλως ἐξαιρεθῇ, κινεῖ καὶ παραστρέφει· μᾶλλον γὰρ εἰκὸς γυμνωθεῖσαν ἀποθνήσκειν. ὅμως δὲ οἵ γε ἱστοὶ καὶ αἱ κεραῖαι ἐξαιρεθείσης ἀχρεῖοι. τοῦτο δὲ κατὰ συμβεβηκός, ὅτι χιτῶνας ἔχει πλείους, ἰσχυρότατον δὲ καὶ λεπτότατον δὲ τὸν ἔσχατον, ξηρότατον γάρ, καὶ τοὺς ἄλλους ἀνὰ λόγον. ὅταν οὖν [4] σχισθῇ, περιαιρεῖται τὰ ξηρότατα. εἰ δ' ἡ μήτρα διὰ τὸ ξηρὸν σκεπτέον. διαστρέφει δὲ ἑλκομένη τὰ ξύλα καὶ ἐν τοῖς σχιστοῖς καὶ πριστοῖς, ὅταν μὴ ὡς δεῖ πρίωσι· δεῖ γὰρ ὀρθὴν τὴν πρίσιν εἶναι καὶ μὴ πλαγίαν. οἷον οὔσης τῆς μήτρας ἐφ' ἣν τὸ α, μὴ παρὰ τὴν βγ τέμνειν, ἀλλὰ παρὰ τὴν βδ. φθείρεσθαι γὰρ οὕτω φασίν, ἐκείνως δὲ ζῆν. ὅτι δὲ πᾶν ξύλον ἔχει μήτραν ἐκ τούτων οἴονται· φανερὸν γάρ ἐστι καὶ τὰ μὴ δοκοῦντα πάντ' ἔχειν, οἷον πύξον λωτὸν πρῖνον. σημεῖον δέ· τοὺς γὰρ στρόφιγγας τῶν θυρῶν τῶν πολυτελῶν ποιοῦσι μὲν ἐκ τούτων, συγγράφονται δὲ οἱ ἀρχιτέκτονες οὕτως ‹μὴ› ἐκ μήτρας. ταὐτὸ δὲ τοῦτο σημεῖον καὶ ὅτι πᾶσα μήτρα ἕλκεται, καὶ αἱ τῶν σκληροτάτων, [5] ἃς δή τινες καρδίας καλοῦσι. παντὸς δὲ ὡς εἰπεῖν ξύλου σκληροτάτη καὶ μανοτάτη ἡ μήτρα, καὶ αὐτῆς τῆς ἐλάτης· μανοτάτη μὲν οὖν, ὅτι τὰς ἶνας ἔχει καὶ διὰ πολλοῦ καὶ τὸ σαρκῶδες τὸ ἀνὰ μέσον πολύ· σκληροτάτη δέ, ὅτι καὶ αἱ ἶνες σκληρόταται καὶ τὸ σαρκῶδες· δι' ὃ καὶ οἱ ἀρχιτέκτονες συγγράφονται παραιρεῖν τὰ πρὸς τὴν μήτραν, ὅπως λάβωσι τοῦ ξύλου τὸ πυκνότατον καὶ μαλακώτατον.
[6] Τῶν δὲ ξύλων τὰ μὲν σχιστὰ τὰ δὲ πελεκητὰ τὰ δὲ στρογγύλα· σχιστὰ μέν, ὅσα διαιροῦντες κατὰ τὸ μέσον πρίζουσι· πελεκητὰ δέ, ὅσων ἀποπελεκῶσι τὰ ἔξω· στρογγύλα δὲ δῆλον ὅτι τὰ ὅλως ἄψαυστα. τούτων δὲ τὰ σχιστὰ μὲν ὅλως ἀρραγῆ διὰ τὸ γυμνωθεῖσαν τὴν μήτραν ξηραίνεσθαι καὶ ἀποθνήσκειν· τὰ δὲ πελεκητὰ καὶ τὰ στρογγύλα ῥήγνυται· μᾶλλον δὲ πολὺ τὰ στρογγύλα διὰ τὸ ἐναπειλῆφθαι τὴν μήτραν· οὐδὲν γὰρ ὅτι τῶν ἁπάντων οὐ ῥήγνυται. τοῖς δὲ λωτίνοις καὶ τοῖς ἄλλοις οἷς εἰς τοὺς στρόφιγγας χρῶνται πρὸς τὸ μὴ ῥήγνυσθαι βόλβιτον περιπλάττουσιν, ὅπως ἀναξηρανθῇ καὶ διαπνευσθῇ κατὰ μικρὸν ἡ ἐκ τῆς μήτρας ὑγρότης. ἡ μὲν οὖν μήτρα τοιαύτην ἔχει δύναμιν.
[6]
[1] Βάρος δὲ ἐνεγκεῖν ἰσχυρὰ καὶ ἡ ἐλάτη καὶ ἡ πεύκη πλάγιαι τιθέμεναι· οὐδὲν γὰρ ἐνδιδόασιν, ὥσπερ ἡ δρῦς καὶ τὰ γεώδη, ἀλλ' ἀντωθοῦσι· σημεῖον δὲ ὅτι οὐδέποτε ῥήγνυνται, καθάπερ ἐλάα καὶ δρῦς, ἀλλὰ πρότερον σήπονται καὶ ἄλλως ἀπαυδῶσιν. ἰσχυρὸν δὲ καὶ ὁ φοῖνιξ· ἀνάπαλιν γὰρ ἡ κάμψις ἢ τοῖς ἄλλοις γίνεται· τὰ μὲν γὰρ εἰς τὰ κάτω κάμπτεται, ὁ δὲ φοῖνιξ εἰς τὰ ἄνω. φασὶ δὲ καὶ τὴν πεύκην καὶ τὴν ἐλάτην ἀντωθεῖν. τὸ δὲ τῆς Εὐβοϊκῆς καρύας, γίνεται γὰρ μέγα καὶ χρῶνται πρὸς τὴν ἔρεψιν, ὅταν μέλλῃ ῥήγνυσθαι ψοφεῖν ὥστε προαισθάνεσθαι πρότερον· ὅπερ καὶ ἐν Ἀντάνδρῳ συνέπεσεν ἐν τῷ βαλανείῳ καὶ πάντες ἐξεπήδησαν. ἰσχυρὸν δὲ καὶ τὸ τῆς συκῆς πλὴν εἰς ὀρθόν.
[2] Ἡ δὲ ἐλάτη μάλιστα ὡς εἰπεῖν ἰσχυρόν. πρὸς δὲ τὰς τῶν τεκτόνων χρείας ἐχέκολλον μὲν μάλιστα ἡ πεύκη διά τε τὴν μανότητα καὶ τὴν εὐθυπορίαν· οὐδὲ γὰρ ὅλως οὐδὲ ῥήγνυσθαί φασιν ἐὰν κολληθῇ. εὐτορνότατον δὲ φιλύκη, καὶ ἡ λευκότης ὥσπερ ἡ τοῦ κηλάστρου. τῶν δὲ ἄλλων ἡ φίλυρα· τὸ γὰρ ὅλον εὔεργον, ὥσπερ ἐλέχθη, διὰ μαλακότητα. εὔκαμπτα δὲ ὡς μὲν ἁπλῶς εἰπεῖν ὅσα γλίσχρα. διαφέρειν δὲ δοκεῖ συκάμινος καὶ ἐρινεός, δι' ὃ καὶ τὰ ἴκρια καὶ τὰς στεφάνας καὶ ὅλως ὅσα περὶ τὸν κόσμον ἐκ τούτων ποιοῦσι.
[3] Εὔπριστα δὲ καὶ εὔσχιστα τὰ ἐνικμότερα τῶν πάμπαν ξηρῶν· τὰ μὲν γὰρ παύονται, τὰ δὲ ἵστανται· τὰ δὲ χλωρὰ λίαν συμμύει καὶ ἐνέχεται ἐν τοῖς ὀδοῦσι τὰ πρίσματα καὶ ἐμπλάττει, δι' ὃ καὶ παραλλάττουσιν ἀλλήλων τοὺς ὀδόντας ἵνα ἐξάγηται. ἔστι δὲ καὶ δυστρυπητότερα τὰ λίαν χλωρά· βραδέως γὰρ ἀναφέρεται τὰ ἐκτρυπήματα διὰ τὸ βαρέα εἶναι· τῶν δὲ ξηρῶν ταχέως καὶ εὐθὺς ὁ ἀὴρ ἀναθερμαινόμενος ἀναδίδωσι· πάλιν δὲ τὰ λίαν ξηρὰ διὰ τὴν σκληρότητα δύσπριστα· καθάπερ γὰρ ὄστρακον συμβαίνει πρίειν, δι' ὃ καὶ τρυπῶντες ἐπιβρέχουσιν.
[4] Εὐπελεκητότερα δὲ καὶ εὐτορνότερα καὶ εὐξοώτερα τὰ χλωρά· προσκάθηταί τε γὰρ τὸ τορνευτήριον μᾶλλον καὶ οὐκ ἀποπηδᾷ. καὶ ἡ πελέκησις τῶν μαλακωτέρων ῥᾴων, καὶ ἡ ξέσις δὲ ὁμοίως καὶ ἔτι λειοτέρα. ἰσχυρότατον δὲ καὶ ἡ κράνεια, τῶν δὲ ἄλλων οὐχ ἥκιστα ἡ πτελέα, δι' ὃ καὶ τοὺς στροφέας, ὥσπερ ἐλέχθη, ταῖς θύραις πτελεΐνους ποιοῦσιν. ὑγρότατον δὲ μελία καὶ ὀξύη· καὶ γὰρ τὰ κλινάρια τὰ ἐνδιδόντα ἐκ τούτων.
[7]
[1] Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ' ἕκαστον τὸ χρήσιμον.
Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς εἰπεῖν ναυπηγήσιμα· τὰς μὲν γὰρ τριήρεις καὶ τὰ μακρὰ πλοῖα ἐλάτινα ποιοῦσι διὰ κουφότητα, τὰ δὲ στρογγύλα πεύκινα διὰ τὸ ἀσαπές· ἔνιοι δὲ καὶ τὰς τριήρεις διὰ τὸ μὴ εὐπορεῖν ἐλάτης. οἱ δὲ κατὰ Συρίαν καὶ Φοινίκην ἐκ κέδρου· σπανίζουσι γὰρ καὶ πεύκης. οἱ δ' ἐν Κύπρῳ πίτυος· ταύτην γὰρ ἡ νῆσος ἔχει καὶ δοκεῖ κρείττων εἶναι τῆς [2] πεύκης. καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυΐνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ' ἔτι καὶ δρυΐνην ἐπὰν νεωλκῶσι, ταῖς δ' ἐλάττοσιν ὀξυΐνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα.
Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύϊνον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ' οὔ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμφύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον.
[3] Ἡ δὲ τορνεία τοῖς μὲν πλοίοις γίνεται συκαμίνου μελίας πτελέας πλατάνου· γλισχρότητα γὰρ ἔχειν δεῖ καὶ ἰσχύν. χειρίστη δὲ ἡ τῆς πλατάνου· ταχὺ γὰρ σήπεται. ταῖς δὲ τριήρεσιν ἔνιοι καὶ πιτυΐνας ποιοῦσι διὰ τὸ ἐλαφρόν. τὸ δὲ στερέωμα, πρὸς ᾧ τὸ χέλυσμα, καὶ τὰς ἐπωτίδας, μελίας καὶ συκαμίνου καὶ πτελέας· ἰσχυρὰ γὰρ δεῖ ταῦτ' εἶναι. ναυπηγήσιμος μὲν οὖν ὕλη σχεδὸν αὕτη.
[4] Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρκευθος· ὡς δ' ἁπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, καθάπερ οὐδ' ἐπὶ τῆς ναυπηγίας. αἱ δ' ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἷον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλλησιν ἢ οὐχ ὁμοίως.
[5] Δεῖ δὲ καὶ καθ' ἕκαστον λαμβάνειν εἰς ποῖα χρήσιμός ἐστιν. ἐλάτη μὲν οὖν καὶ πεύκη, καθάπερ εἴρηται, καὶ πρὸς ναυπηγίαν καὶ πρὸς οἰκοδομίαν καὶ ἔτι πρὸς ἄλλα τῶν ἔργων, εἰς πλείω δὲ ἡ ἐλάτη. πίτυϊ δὲ χρῶνται μὲν εἰς ἄμφω καὶ οὐχ ἧττον εἰς ναυπηγίαν, οὐ μὴν ἀλλὰ ταχὺ διασήπεται. δρῦς δὲ πρὸς οἰκοδομίαν καὶ πρὸς ναυπηγίαν ἔτι τε πρὸς τὰ κατὰ γῆς κατορυττόμενα. φίλυρα δὲ πρὸς τὰ σανιδώματα τῶν μακρῶν πλοίων καὶ πρὸς κιβώτια καὶ πρὸς τὴν τῶν μέτρων κατασκευήν. ἔχει δὲ καὶ τὸν φλοιὸν χρήσιμον πρός τε τὰ σχοινία καὶ πρὸς τὰς κίστας· ποιοῦσι γὰρ ἐξ αὐτῆς.
[6] Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἁμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.
[7] ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ' ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται πλὴν τῷ καρπῷ καὶ τῇ ῥητίνῃ. οὐδὲ φιλύκῃ πλὴν τοῖς προβάτοις· ἀεὶ γάρ ἐστι δασεῖα. τῇ δὲ ἀφάρκῃ εἰς χάρακάς τε καὶ τὸ καίειν. κηλάστρῳ δὲ καὶ σημύδᾳ πρὸς βακτηρίας. ἔνιοι δὲ καὶ δάφνῃ· τὰς γὰρ γεροντικὰς καὶ κούφας ταύτης ποιοῦσιν. ἰτέᾳ δὲ πρός τε τὰς ἀσπίδας καὶ τὰς κίστας καὶ τὰ κανᾶ καὶ τἆλλα. προσαναλαβεῖν δέ ἐστι καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως.
[8] Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἷον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελεΐνοις καὶ μελεΐνοις· τὰς δὲ μεγάλας σφύρας πιτυΐνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.
[8]
[1] Ἑκάστη δὲ τῆς ὕλης, ὥσπερ καὶ πρότερον ἐλέχθη, διαφέρει κατὰ τοὺς τόπους· ἔνθα μὲν γὰρ λωτὸς ἔνθα δὲ κέδρος γίνεται θαυμαστή, καθάπερ καὶ περὶ Συρίαν· ἐν Συρίᾳ γὰρ ἔν τε τοῖς ὄρεσι διαφέροντα γίνεται τὰ δένδρα τῆς κέδρου καὶ τῷ ὕψει καὶ τῷ πάχει· τηλικαῦτα γάρ ἐστιν ὥστ' ἔνια μὲν μὴ δύνασθαι τρεῖς ἄνδρας περιλαμβάνειν· ἔν τε τοῖς παραδείσοις ἔτι μείζω καὶ καλλίω. φαίνεται δὲ καὶ ἐάν τις ἐᾷ καὶ μὴ τέμνῃ τόπον οἰκεῖον ἕκαστον ἔχον γίνεσθαι θαυμαστὸν τῷ μήκει καὶ πάχει. ἐν Κύπρῳ γοῦν οὐκ ἔτεμνον οἱ βασιλεῖς, ἅμα μὲν τηροῦντες καὶ ταμιευόμενοι, ἅμα δὲ καὶ διὰ τὸ δυσκόμιστον εἶναι. μῆκος μὲν ἦν τῶν εἰς τὴν ἑνδεκήρη τὴν Δημητρίου τμηθέντων τρισκαιδεκαόργυιον, αὐτὰ δὲ τὰ ξύλα τῷ μήκει θαυμαστὰ καὶ ἄοζα καὶ λεῖα. μέγιστα δὲ καὶ παρὰ πολὺ τὰ ἐν τῇ Κύρνῳ φασὶν εἶναι· τῶν γὰρ ἐν τῇ Λατίνῃ καλῶν γινομένων ὑπερβολῇ καὶ τῶν ἐλατίνων καὶ τῶν πευκίνων ‑ μείζω γὰρ ταῦτα καὶ καλλίω τῶν Ἰταλικῶν ‑ οὐδὲν εἶναι [2] πρὸς τὰ ἐν τῇ Κύρνῳ. πλεῦσαι γάρ ποτε τοὺς Ῥωμαίους βουλομένους κατασκευάσασθαι πόλιν ἐν τῇ νήσῳ πέντε καὶ εἴκοσι ναυσί, καὶ τηλικοῦτον εἶναι τὸ μέγεθος τῶν δένδρων ὥστε εἰσπλέοντας εἰς κόλπους τινὰς καὶ λιμένας διασχισθεῖσι τοῖς ἱστοῖς ἐπικινδυνεῦσαι. καὶ ὅλως δὲ πᾶσαν τὴν νῆσον δασεῖαν καὶ ὥσπερ ἠγριωμένην τῇ ὕλῃ· δι' ὃ καὶ ἀποστῆναι τὴν πόλιν οἰκίζειν· διαβάντας δέ τινας ἀποτεμέσθαι πάμπολυ πλῆθος ἐκ τόπου βραχέος, ὥστε τηλικαύτην ποιῆσαι σχεδίαν ἣ ἐχρήσατο πεντήκοντα ἱστίοις· οὐ μὴν ἀλλὰ διαπεσεῖν αὐτὴν ἐν τῷ πελάγει. Κύρνος μὲν οὖν εἴτε διὰ τὴν ἄνεσιν εἴτε καὶ τὸ ἔδαφος καὶ τὸν ἀέρα πολὺ διαφέρει τῶν ἄλλων.
[3] Ἡ δὲ τῶν Λατίνων ἔφυδρος πᾶσα· καὶ ἡ μὲν πεδεινὴ δάφνην ἔχει καὶ μυρρίνους καὶ ὀξύην θαυμαστήν· τηλικαῦτα γὰρ τὰ μήκη τέμνουσι ὥστ' εἶναι διανεκῶς τῶν Τυρρηνίδων ὑπὸ τὴν τρόπιν· ἡ δὲ ὀρεινὴ πεύκην καὶ ἐλάτην. τὸ δὲ Κιρκαῖον καλούμενον εἶναι μὲν ἄκραν ὑψηλήν, δασεῖαν δὲ σφόδρα καὶ ἔχειν δρῦν καὶ δάφνην πολλὴν καὶ μυρρίνους. λέγειν δὲ τοὺς ἐγχωρίους ὡς ἐνταῦθα ἡ Κίρκη κατῴκει καὶ δεικνύναι τὸν τοῦ Ἐλπήνορος τάφον, ἐξ οὗ φύονται μυρρίναι καθάπερ αἱ στεφανώτιδες τῶν ἄλλων ὄντων μεγάλων μυρρίνων. τὸν δὲ τόπον εἶναι καὶ τοῦτον νέαν πρόσθεσιν, καὶ πρότερον μὲν οὖν νῆσον εἶναι τὸ Κιρκαῖον, νῦν δὲ ὑπὸ ποταμῶν τινων προσκεχῶσθαι καὶ εἶναι ἠϊόνα. τῆς δὲ νήσου τὸ μέγεθος περὶ ὀγδοήκοντα σταδίους. καὶ τὰ μὲν τῶν τόπων ἴδια πολλὴν ἔχει διαφοράν, ὥσπερ εἴρηται πολλάκις.
[9]
[1] Τὸ δὲ καὶ πρὸς τὴν πύρωσιν πῶς ἑκάστη τῆς ὕλης ἔχει λεκτέον ὁμοίως καὶ πειρατέον λαβεῖν. ἄνθρακες μὲν οὖν ἄριστοι γίνονται τῶν πυκνοτάτων, οἷον ἀρίας δρυὸς κομάρου· στερεώτατοι γάρ, ὥστε πλεῖστον χρόνον ἀντέχουσι καὶ μάλιστα ἰσχύουσι· δι' ὃ καὶ ἐν τοῖς ἀργυρείοις τούτοις χρῶνται πρὸς τὴν πρώτην τούτων ἕψησιν. χείριστοι δὲ τούτων οἱ δρύϊνοι· γεωδέστατοι γάρ· χείρους δὲ καὶ οἱ τῶν πρεσβυτέρων τῶν νέων, καὶ μάλιστα οἱ τῶν γερανδρύων διὰ ταὐτό· ξηρότατοι γάρ, δι' ὃ καὶ πηδῶσι καιόμενοι· δεῖ δὲ ἔνικμον εἶναι.
[2] Βέλτιστοι δὲ οἱ τῶν ἐν ἀκμῇ καὶ μάλιστα οἱ τῶν κολοβῶν· συμμέτρως γὰρ ἔχουσι τῷ πυκνῷ καὶ γεώδει καὶ τῷ ὑγρῷ· βελτίους δὲ καὶ ἐκ τῶν εὐείλων καὶ ξηρῶν καὶ προσβόρρων ἢ ἐκ τῶν παλισκίων καὶ ὑγρῶν καὶ πρὸς νότον· καὶ εἰ ἐνικμοτέρας ὕλης, πυκνῆς· ὑγροτέρα γὰρ ἡ πυκνή. καὶ ὅλως, ὅσα ἢ φύσει ἢ διὰ [τὸν] τόπον ξηρότερον πυκνότερα, ἐξ ἁπάντων βελτίω διὰ τὴν αὐτὴν αἰτίαν. χρεία δὲ ἄλλων ἄλλη· πρὸς ἔνια γὰρ ζητοῦσι τοὺς μαλακούς, οἷον ἐν τοῖς σιδηρείοις τοὺς τῆς καρύας τῆς Εὐβοϊκῆς, ὅταν ἤδη κεκαυμένος ᾖ, καὶ ἐν τοῖς ἀργυρείοις τοὺς πιτυΐνους.
[3] χρῶνται δὲ καὶ αἱ τέχναι τούτοις. ζητοῦσι δὲ καὶ οἱ χαλκεῖς τοὺς πευκίνους μᾶλλον ἢ δρυΐνους· καίτοι ἀσθενέστεροι ἀλλ' εἰς τὴν φύσησιν ἀμείνους ὡς ἧσσον καταμαραινόμενοι· ἔστι δὲ ἡ φλὸξ ὀξυτέρα τούτων. τὸ δὲ ὅλον ὀξυτέρα φλὸξ καὶ ἡ τούτων καὶ ἡ τῶν ξύλων τῶν μανῶν καὶ κούφων καὶ ἡ τῶν αὔων· ἡ δ' ἐκ τῶν πυκνῶν καὶ χλωρῶν νωθεστέρα καὶ παχυτέρα· πασῶν δὲ ὀξυτάτη ἡ ἐκ τῶν ὑλημάτων· ἄνθρακες δὲ ὅλως οὐ γίνονται διὰ τὸ μὴ ἔχειν τὸ σωματῶδες.
[4] Τέμνουσι δὲ καὶ ζητοῦσι εἰς τὰς ἀνθρακιὰς τὰ εὐθέα καὶ τὰ λεῖα· δεῖ γὰρ ὡς πυκνότατα συνθεῖναι πρὸς τὴν κατάπνιξιν. ὅταν δὲ περιαλείψωσι τὴν κάμινον, ἐξάπτουσι παρὰ μέρος παρακεντοῦντες ὀβελίσκοις. εἰς μὲν τὴν ἀνθρακιὰν τὰ τοιαῦτα ζητοῦσι.
Δύσκαπνα δὲ τῷ γένει μὲν ὅλως τὰ ὑγρά· καὶ τὰ χλωρὰ διὰ τοῦτο δύσκαπνα. λέγω δὲ τὰ ὑγρὰ τὰ ἕλεια, οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον· ἐπεὶ καὶ ἡ ἄμπελος ὅτε ὑγρὰ δύσκαπνος. ἐκ δὲ τῆς ἰδίας φύσεως ὁ φοῖνιξ, ὃν δὴ καὶ μάλιστά τινες ὑπειλήφασι δύσκαπνον· ὅθεν καὶ Χαιρήμων ἐποίησε "τοῦ τε δυσκαπνοτάτου φοίνικος ἐκ γῆς [5] ῥιζοφοιτήτους φλέβας." δριμύτατος δὲ ὁ καπνὸς συκῆς καὶ ἐρινεοῦ καὶ εἴ τι ἄλλο ὀπῶδες· αἰτία δὲ ἡ ὑγρότης· φλοϊσθέντα δὲ καὶ ἀποβρεχθέντα ἐν ὕδατι ἐπιρρύτῳ καὶ μετὰ ταῦτα ξηρανθέντα πάντων ἀκαπνότατα καὶ φλόγα μαλακωτάτην ἀνίησιν, ἅτε καὶ τῆς οἰκείας ὑγρότητος ἐξῃρημένης. δριμεῖα δὲ καὶ ἡ τέφρα καὶ ἡ κονία ἡ ἀπ' αὐτῶν. μάλιστα δέ φασι τὴν ἀπὸ τῆς ἀμυγδαλῆς.
[6] Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν.
Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ, ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ' ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῇ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει [7] πρὸς τὰ δένδρα. δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ' ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν, οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν' ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· δι' ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργάζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ τοῖς κοίλοις ἧττον.
[8] Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν ἐλαιώδης ἡ ὑγρότης· δι' ὃ καὶ τὰ ἀγάλματά φασιν ἰδίειν ἐνίοτε· ποιοῦσι γὰρ ἐκ τούτων. ὃ δὲ καλοῦσιν οἱ μάντεις Εἰλειθυίας ἄφεδρον, ὑπὲρ οὗ καὶ ἐκθύονται, πρὸς τοῖς ἐλατίνοις γίνεται συνισταμένης τινὸς ὑγρότητος, τῷ σχήματι μὲν στρογγύλον μέγεθος δὲ ἡλίκον ἄπιον ἢ καὶ μικρῷ μεῖζον ἢ ἔλαττον. ἐκβλαστάνει δὲ μάλιστα τὰ ἐλάϊνα καὶ ἀργὰ κείμενα καὶ εἰργασμένα πολλάκις, ἐὰν ἰκμάδα λαμβάνῃ καὶ ἔχῃ τόπον νοτερόν· ὥσπερ ἤδη τις στροφεὺς τῆς θύρας ἐβλάστησε, καὶ εἰς κυλίκιον πλίνθινον τεθεῖσα κώπη ἐν πήλῳ.