[401] Χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵν' εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵν' ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει καταχρῶνται, [402] πῶς ἐπαινεῖσθαί γ' ἀξιοῦσι; χωρὶς γὰρ ἔπαινός τε καὶ συγγνώμη, καὶ ὅτε μηδ' αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινοῦσι, σχολῇ γ' ἂν παρὰ τοῖς ἄλλοις εἰκότως ἐπαινοῖντο. εἰ δ' αὖ μηδέν ἐστι τοῦ τρόπου δυσχερὲς, ἀλλ' ὀρθῶς ἔχει, τί δεῖ τοὺς πολλοὺς αἰτιᾶσθαι καὶ καταφεύγειν ἐπὶ ταύτην τὴν παραίτησιν, ἀλλ' οὐ τὸν τρόπον ὡς ὀρθῶς ἔχει δεικνύναι; ἀλλ' οἶμαι, κομψοί τινές εἰσι καὶ διπλᾶ κρούουσιν, ἵν' ἐὰν μὲν ἕλωσι, ταύτῃ κεκρατηκότες ὦσιν, ἂν δὲ φωράσῃ τις, ἔχωσιν ἀναχώρησιν καὶ λέγωσιν ὡς οὐδ' αὐτοὶ τὸ βέλτιον ἠγνόουν, ἀλλ' ἑτέρων ἕνεχ' ἡμάρτανον. ἔστι δὲ τοῦτο ἡ πρώτη καὶ μεγίστη ψῆφος, ἣν αὐτοὶ καθ' αὑτῶν δι' ὑπερβολὴν σοφίας φέρουσιν. ἐγὼ γὰρ εὐξαίμην ἂν μάλιστα μὲν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν, τὴν δ' οὖν ἀρχὴν ἀφ' ἑστίας εἶναί μοι καὶ πείθειν ἐμαυτὸν πρῶτον, καὶ μὴ τὸ τῆς κυνὸς τῆς ἐν τῷ μύθῳ παθεῖν, μηδ' ἐν ὅσῳ τὴν ἔξωθεν συλλέγω δόξαν, ἣν αὐτῷ μοι περὶ ἐμαυτοῦ προσῆκεν ἔχειν διαφθεῖραι, μηδὲ φθάσαι τὴν τοῦ φαῦλος εἶναι πίστιν κατ' ἐμαυτοῦ λαβὼν, πρὶν τὴν τοῦ σπουδαῖος παρὰ τοῖς ἄλλοις βεβαιώσασθαι. τοσοῦτον δ' ἔμοιγε ἀπολογίας ἀπέχειν δοκοῦσιν, ὅταν ταῦτα λέγωσιν, ὥστε δύ' ἀνθ' ἑνὸς ποιεῖν τὰ ἐγκλήμαθ' ἑαυτοῖς, ἓν μὲν εἰ τοιαῦτ' ἀσελγαίνουσι περὶ τοὺς λόγους, ἕτερον δὲ εἰ τούτου χάριν, ὡς ταύτῃ βελτίους κριθήσεσθαι μέλλοντες. καὶ μὴν ὅταν γε ὡς ἡμᾶς εὐθέως πιστεύσοντας οἷς πλάττονται καὶ τἀληθὲς οὐχὶ συνήσοντας παράγειν ζητῶσιν, ἄλλην αὖ τρίτην ταύτην ἀμαθίαν ἐμφανίζουσιν, εἰ μὴ νομίζουσι φωρᾶσθαι. τὸ δ', οἶμαι, τοιοῦτόν ἐστιν. οὐδεὶς ἑκὼν μεθίησι τὸ βέλτιστον· ἀλλὰ Πλάτων καὶ Πίνδαρος πολλαχῆ μὲν καὶ ἄλλῃ σοφοὶ, καὶ δὴ καὶ κατὰ τόνδε τὸν λόγον οὐχ ἥκιστα, ὁ μὲν οὑτωσὶ λέγων Οὔτις ἑκὼν κακὸν εὕρετο καὶ πάλιν [403] ὁρμηθεὶς ἐκ τῶν περὶ τῆς Ἐριφύλης λόγων Ὦ πόποι φησὶν οἷ' ἀπατᾶται φροντὶς ἐπαμερίων οὐκ εἰδυῖα· ὁ δ' ἄνω καὶ κάτω δή που διορίζεται καὶ δείκνυσι τὰ ἁμαρτήματα ὡς ἀκούσια καὶ ὅτι οὐδεὶς ἑκὼν φαῦλος. μηδ' ἡμεῖς ὑπὸ τούτων πειθώμεθα, ὡς ἄρ' ἔχοντές τι βέλτιον παρ' ἑαυτοῖς, εἶθ' ἑκόντες τοῦτ' ἀφέντες τὸ χεῖρον ἀλλάττονται. οὔκουν χρυσόν γ' ἂν ἔχοντες ἠλλάττοντο μόλιβδον ἀντ' αὐτοῦ, οὐδ' εἰ πάντες ἄνθρωποι κροτήσειν ἔμελλον· οὐδὲ μελίνην ἀντὶ πυρῶν, οὐδ' ἀντ' οἴνου τρύγα καὶ ταύτην σαπρὰν, οἶμαι δὲ οὐδὲ ψίαθον ἀντὶ ξυστίδος, οὐδ' αὖ βύρσης ὄζειν, μύρων ἐξόν. ἀλλὰ ταῦτ' ἐστὶν ἀνθρώπων ὑποκοριζομένων τὴν αὑτῶν φαυλότητα καὶ δυστυχίαν, οἳ τὸ μὲν δίκαιον, οἶμαι, καὶ ἀληθὲς οὐκ ἐθέλουσι λέγειν, ὅτι τὴν ὀρθὴν οὔτ' ἴσασιν οὔτε δύνανται πορεύεσθαι, φασὶ δὲ τοῖς ἀκροαταῖς χαριζόμενοι ταῦτα ποιεῖν, ὥσπερ ἂν εἰ τῶν ὑποκριτῶν οἱ ἐκπίπτοντες καὶ μὴ δυνάμενοι τὸ δρᾶμα περαίνειν κατὰ φύσιν τοῖς θεαταῖς φάσκοιεν χαριζόμενοι ταῦτα ποιεῖν. καὶ συρίττεσθαί γε καὶ κλώζεσθαι ὑπ' αὐτῶν τῶν θεατῶν ἀντὶ ταύτης τῆς χάριτος φαίη τις ἄν. οὐκοῦν καὶ ὑμεῖς ὑπὸ τῶν ἀκροατῶν.
Ἀλλὰ μή πω ταῦτα. ἀλλὰ τί κωλύει καὶ τοὺς πτωχοὺς τοὺς τὰ ῥάκια ἀμπεχομένους οἴκοι μὲν αὑτοῖς ἕτερ' εἶναι φάσκειν πάνυ γενναῖα ἱμάτια, πρὸς δὲ τοὺς ἔξω σχηματίζεσθαι; οὐκοῦν ὅ γ' αὐτὸς ποιητὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἔφη τὰ καλὰ τρέπειν ἔξω τοὺς ἀγαθούς. ὥστ' εἰ μὲν ὡς περὶ καλλιόνων τῶν λόγων διαλέγονται, τί δεῖ τοῖς πολλοῖς ἐγκαλεῖν, εἰ τούτων ἐρῶσιν; εἰ δ' ὁμολογοῦσιν ἡμαρτῆσθαι, τοὐναντίον ἢ προσῆκε πράττουσι. πολὺ γὰρ μᾶλλον εἰκὸς ἦν αὐτοὺς ὅπως τι βέλτιον ἐροῦσι σκέψασθαι τῶν ἀκουσομένων καὶ συνησομένων ἕνεκα ἢ τὰ ὑπάρχοντα ἀγαθὰ ἀφανίζοντας τὰ χείρω δεικνύναι, καὶ ταῦτ' ἐξεπίτηδες ποριζομένους. οὔκουν εἴς γε τὰς πομπὰς τὰ χείριστα ἔχοντες βαδίζομεν, ἀλλὰ κἂν [404] εἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵν' ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτουπερ ἂν ἡ πομπὴ δέηται. ὥσθ' ὅταν φῶσιν ἐπείσακτα ταῦθ' ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος. εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν; ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες προΐενται τὸ βέλτιον, ὅ γε μήτ' ἐκτήσαντο μήτε εἶδον πώποτε. οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό γ' ἐστὶν, ἀλλ' ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτ' ἐκωλύθησαν. ἡδέως δ' ἂν πυθοίμην παρ' αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς ἢ τὰς χεῖρας ἢ καὶ ἄλλ' ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν· ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δ' ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται. ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτ' ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθ' ἥκουσι τύχης, ἀλλ' ἑκόντες τὼ σκέλη προήκαντο, ἵν' ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο. ἀλλ' ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δ', εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν; ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται; ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντ' εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντάπασι πᾶς τις ὀκνήσειεν ἄν. ἢ πολλῆς γ' ἂν εἴη τῆς ἀλογίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύλους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τι [405] ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστ' ἀφαιρεῖσθαι. οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμ' ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς. πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν. ἔπειτ' αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ. εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δ', ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν; ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτ' εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους. ἢ κομιδῆ γ' ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν. ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθ' ὑπέστησαν· οὗτοι δὲ τί καὶ φήσουσι; πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους; ἀλλ' αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής. ἀλλ' ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι; περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται.
Πάλιν δὲ ἀναλάβωμεν. οὐκ ἔσθ' ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ. οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν, [406] τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν; εἰ δ' ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δ' οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχ' ἡμάρτανον; ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτ' ἀληθῆ λέγουσιν οὔτ' ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δ' αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι; ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθ' ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τιν' ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων [407] οἷς ἂν τὰ τῆς αἰχμῆς ἀνακοπῇ, οὐκ ἐθέλουσιν ἵστασθαι, πολὺ δὲ ἔτι μᾶλλον, ἐπειδὰν ὅλως κατάξωσι τὰ δόρατα· ἀλλ' ἀπέρχονται καταλιπόντες τὴν μάχην, οἰσόμενοι στερεώτερα. πάλιν αὐτὴν, εἰ βούλει, τὴν μάχην ποτέρως ἄμεινον ποιοῦνται, τὴν τάξιν φυλάττοντες καὶ συνεστηκότες καὶ ἀλλήλους τε ὡς δυνατὸν μάλιστα αἰδούμενοι καὶ τοῖς παραγγέλμασιν ἐμμένοντες, ἢ τούτων μὲν ἁπάντων ὑπεριδόντες, τοῦ δ' ἐν τῷ παραχρῆμα δοκοῦντος γλυκέος εἶναι ἡττηθέντες, τὰς δὲ ἀσπίδας ὁμοῦ τῇ πρώτῃ σάλπιγγι ῥίψαντες, νόμον δὲ καὶ τάξιν καὶ κόσμον ὥσπερ ὕθλον τινὰ καὶ φλυαρίαν κρίναντες. Ὅμηρος μὲν γὰρ οὐδὲ λέγειν ἐᾷ τῶν αἰσχρῶν οὐδὲν τοὺς ὀρθῶς προσέχοντας μάχῃ. ὃ καὶ θαυμάζω, εἰ πολεμοῦσι μὲν αἰσχύνη λέγειν ἃ μὴ καλὸν, λέγουσι δ' ἅ γ' αἰσχύνη λέγειν οὐ χεῖρον.
Φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθ' ἡδονὴν τοῖς θεωροῦσιν ἆρ' οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θ' ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γ' εἰκότως. δεῖ γὰρ, [408] οἶμαι, κάλλει μὲν χάριν εἶναι, χάριτος δὲ ἔρωτα ἐξηρτῆσθαι. ὅτῳ γὰρ ἄν τις χαίρῃ, τοῦτ' ἀνάγκη ποθεῖν. διὸ τῶν μὲν αἰσχρῶν οὔ φασιν ἔρωτα εἶναι, τῶν δὲ καλῶν κἀν θεοῖς εἶναι ποιηταὶ λέγουσιν. οὕτω τοίνυν καὶ τὸ τῶν λόγων κάλλος μετὰ τῆς ἁπάσης φύσεως καὶ τοῦτ' ἔχει, κηλεῖν τοὺς ἀκούοντας. ὥστ' οὐχ ὑπὲρ τοῦ πείθειν τὰ χείρω δεῖ λέγειν, ἀλλὰ πειρατέον ὡς κάλλιστα λέγειν, ἵν' ὡς πλείστους ἄγοιμεν. ὥσπερ γὰρ τῶν ἐπῳδῶν αἱ κράτισται μάλιστα ἄγειν πεφύκασιν, οὕτως οἱ κράτιστοι τῶν λόγων μάλιστα πείθειν πεφύκασι. τὸ δὲ ταῖς διαφθοραῖς ταύταις νομίζειν ἐνεῖναί τι χρηστὸν ἢ κεχαρισμένον παραπλήσιόν ἐστιν ὥσπερ ἂν εἰ κἀν τοῖς σώμασι τοὺς μὲν φθόῃ κάμνοντας καὶ τοὺς ὑδεριῶντας καὶ τοὺς ἀλφοῖς ἢ λέπρᾳ ποικίλους, τούτους μὲν ὡς ἥδιστα κατεσκευάσθαι φάσκοιμεν καὶ πολλοὺς ἐπιθυμητὰς ἔχειν, οἷς οὐδ' ἀπαντῆσαι πρῶτον οὐδ' ἂν εἷς δέξαιτο, τοὺς δ' ὁμοῦ τῷ τῆς ὑγιείας ἀγαθῷ καὶ πρὸς ἔσχατα κάλλους τετιμημένους ἔλαττον ἔχειν τούτων πειθοίμεθα. ἄνω μέντἂν ποταμῶν οὕτω γε πηγαὶ ῥέοιεν. μὴ τοίνυν ὅτι ἐν τοῖς σώμασιν, ἀλλ' ἐν τοῖς πλάσμασι καὶ τοῖς ἀγάλμασι ποῖ' ἄττα μάλιστα χειροῦνται τοὺς ἐντυγχάνοντας; ἆρ' οὐ τὰ κάλλιστα καὶ μεγαλοπρεπέστατα καὶ πρὸς τοὔσχατον ἥκοντα τῆς εἰς ταῦτ' ἀκριβείας; ὁ Ζεὺς οὑλύμπιος, ἡ Ἀθήνησιν Ἀθηνᾶ, λέγω τοῦτο μὲν τὴν ἐλεφαντίνην, τοῦτο δ', εἰ βούλει, τὴν χαλκῆν καὶ νὴ Δία γ', εἰ βούλει, τὴν Λημνίαν, ἅπαντα ταῦτα ὑπερβολὴν μὲν ἀρετῆς τῷ δημιουργῷ, τοῖς δὲ θεαταῖς ἡδονῆς ἔχει. ταυτὸν δὲ τοῦτο καὶ περὶ τῶν Ἀπελλοῦ φαίης ὂν, οἶμαι, γραμμάτων, κἂν εἴ τιν' ἄλλον ἐθέλοις θαυμάζειν, ἡ γραμμὴ σωθεῖσα τὸ πᾶν ἔσωσεν. εἶεν. νεὼς δ' αὖ τοὺς ποίους καὶ τίνας μάλιστα ὁρῶντές τε χαίρομεν καὶ ἐκπληττόμεθα καὶ ἀπαλλαττόμεθα [409] ὡς ἀηδέστατα πάντων; ἆρ' οὐχ οἵτινες μέγιστοι καὶ σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν; εἶτ' ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δ' αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν;
Καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δ' ἐστὶν εὔδηλον ὡς ἐφ' ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδ' ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστ' οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλ' ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους οὐδ' ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδ' ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθ' ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλ' ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δ' ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθ' ὑμᾶς, φησὶν
Ὦ κοῦραι, τίς δ' ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,
[410] ὑμεῖς δ' εὖ μάλα πᾶσαι ἀποκρίνασθ' εὐφήμως,
τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ.
πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος εἰπεῖν τοῖς κριταῖς νικῶντες; οἶμαι μὲν, οἱ βέλτιστοι Σοφοκλῆς, Αἰσχύλος, Εὐριπίδης. μὴ γάρ τις τούτων μάλιστα, ἀλλ' ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους. ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς; ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους. πάντες ὧν μέγιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι. νὴ Δί', εἴποι τις ἂν, ἀλλ' ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγκόντων. οὐ διαφέρομαι. ἀλλ' οὖν τοῦτό γ' εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα. ἔτι δ' εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφ' ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν; ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολλοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν; ἐκείνως μὲν γὰρ ὑπ' ἀμφοτέρων κριθησόμεθα καὶ θαυμασθησόμεθα, οὕτω δὲ ὑπ' οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν. ἀλλ' ἐγὼ τί φημί; καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθ' αὑτοὺς εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν. καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ δι' ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δ' ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δ' ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτηνται. οὐδεὶς ὅστις οὐ φήσει ταῦθ' οὕτως ἔχειν. καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν· [411] ὅτε δ' ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ δι' ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.
Μάρτυρας δὲ καὶ τούτων ἔχομεν ποιητὰς, οἳ τοὺς ἀρίστους καὶ ἀσφαλεστάτους τῶν ῥητόρων μάλιστα ζηλοῦσθαί φασι καὶ μακαρίζεσθαι παρὰ τοῖς πλήθεσι. καὶ τί δεῖ τοὺς παλαιοὺς καταλέγειν ἢ ποιητὰς ἢ ῥήτορας; ἀλλ' ἡμῶν τουτωνὶ, θεὸς δ' εὐμενὴς παραπέμποι τὸν λόγον, τίνες πω μείζους θορύβους ἐν συλλόγοις ἐκίνησαν; ἢ τίς μᾶλλον σὺν θεοῖς εἰπεῖν, τουτὶ γὰρ ἔμοιγε ἡγείσθω πάσης παρρησίας, ἀμφοτέρων ἥψατο τῶν ἐθνῶν, λέγω καὶ τῶν δεξιῶν καὶ τῶν οὓς πολλοὺς ὀνομάζομεν, οἵ γε καὶ μηδενὸς αὐτοὺς ἐπαναγκάζοντος νόμου διώμοτοι τὴν ψῆφον φέρουσιν. ἐῶ τἄλλα. ἀλλ' ἃ νυνὶ φθέγγεσθε ἐπὶ τούτοις ὁρᾶτε δήπουθεν. ἔστιν οὖν ὅ τι πώποτε πρὸς χάριν ἡμεῖς εἴπομεν τῶν ἀκροατῶν; οὐδὲ γρῦ. καίτοι πολλὰ καὶ παντοῖα. μόνοι γὰρ τῶν πώποτε ἁψαμένων λόγων εὐχόμεθα, ὅπερ μετριώτατον εἰπεῖν, ὁπόσα ἐστὶ καὶ νομίζεται περὶ λόγους ἀγαθὰ εἰς μίαν δύναμιν κατακλείσαντες δεικνύναι μεθ' ὑπερβολῆς. οὕτως ἐγώ. καὶ οὐδ' ὁτιοῦν φαίην ἂν χαρίζεσθαι καὶ οὐδὲν ὅ τι οὐ χαρίζεσθαι, ἀνθ' ὧν εἰκότως τὰ προσήκοντα χαρίζομαι. εἶτ' ἐγὼ τετηρηκὼς ἐπὶ τῶν πραγμάτων καὶ τῶν αὐτὸς ἐμαυτοῦ λόγων ὡς οὐκ ἀμισθὶ τὸ τὰ βέλτιστα λέγειν περιγίγνεται, συγχωρῶ τοῖς φληνάφοις τούτοις καταψεύδεσθαι τῶν πολλῶν, ὅτι τούτων ἕνεκα ἀμαθαίνουσιν; οὐχ ἕως γ' ἂν ἐμαυτὸν ὑπάρχω γιγνώσκων. εἰ δέ τινες φάσκοντες αὖ βέλτιον ἢ κατὰ τούτους προῃρῆσθαι μὴ τυγχάνουσι τῶν πολλῶν, ἀλλ' ἀποσβέννυνται πρίν τινα ἰδεῖν τὴν φλόγα, οὐδὲν τοῦτό γ' ἐστὶ κατὰ τῶν σεμνοτέρων λόγων ἢ ὅλως κρειττόνων. ἐνδείᾳ γὰρ τῶν μεγίστων αὐτὸ πάσχουσιν, οὔτε γνώμην ἱκανὴν οὔτε κόσμον παρασχόμενοι περὶ τοὺς λόγους. εἰ δ' ἦσαν τέλεοι τὴν μουσικὴν, ὃ τῷ Ὀρφεῖ λέγεται προσεῖναι [412] κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δ' ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος δι' ὑπερβολῆς, οἱ δ' ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν. ἀλλ' ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν, πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδ' εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλ' ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν. οὐδ' ἀφ' ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτ' ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δ' ἐπεφθέγγετο ἐφ' ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δ' ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθ' ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστ' ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφ' οἷς ἐπτόητο.
Τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις. ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλ' οὔτ' ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθ' ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δ' ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας διπλασίαν [413] τὴν ζημίαν ἐκτίνειν κελεύουσι τῶν ἀκόντων βλαψάντων. ἀρχὴν δὲ οὐδὲ συμβαλεῖν μοι δοκῶ δύνασθαι τί ποτ' ἔσθ' ὃ λέγουσι. καὶ γὰρ ὡς οὐκ ἄκοντες ὑφίενται δοκοῦσί μοι λέγειν, καὶ πάλιν ὡς οὐχ ἑκόντες, ἀλλ' ἄκοντες ὑφίενται. ὅταν μὲν γὰρ εἰς τοὺς ἀκροατὰς ἀναφέρωσι καὶ παρὰ τούτοις εἶναι φῶσι τὴν αἰτίαν, ὥσπερ ἄκοντες ἁμαρτάνειν λέγειν μοι δοκοῦσιν, ὅταν δ' εἰδέναι μὲν ὡς οὐδὲν χρηστόν ἐσθ' ὧν λέγουσιν, αἱρεῖσθαι δὲ λέγειν ὑπὲρ τοῦ ψυχαγωγεῖν, ἑκόντες ἁμαρτάνειν ὁμολογεῖν μοι δοκοῦσιν, ὥσπερ οἱ ἐν ταῖς τραγῳδίαις εἰδέναι μὲν φάσκοντες ἃ δράσουσι κατὰ, αὑτῶν δὲ κρατεῖν οὐ δύνασθαι. τοιαῦτ' ἐστὶ τὰ τούτων αἰνίγματα. καίτοι φησὶ μὲν δή που Κρατίνος τῶν αἰσχρῶν εἶναι φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι· οὗτοι δ' εἰ μὲν φίλοις αὐτοῖς χρῶνται, παραπλησίως αὐτοῖς ἔχουσιν· ὥστ' εἰ τοῖς αὐτοῖς χαίρουσιν, αὑτοῖς ἄρ' οὐχ ἧττον ἢ τούτοις χαρίζονται· εἰ δ' αὖ μὴ νομίζουσι φίλους, ἀντὶ τοῦ χαρίζονται; εἴτε γὰρ ὡς ἐρασταῖς εἴθ' ὡς ἐρασταὶ, τό γε τῆς αἰσχύνης ἄφυκτον. αἰνίττονται δὲ κἀνταῦθα. φασὶ μὲν γὰρ τοὺς πολλοὺς ἐρᾶν αὑτῶν, φαίνονται δ' αὐτοὶ τούτων ἐρῶντες, εἴ γ' ἵνα τούτους ἀρέσωσιν ἀκολασταίνουσι. καὶ μὴν εἰ μὲν οὐδὲν φροντίζουσιν αὐτῶν, τί μαθόντες φήσουσι χαρίζεσθαι; εἰ δὲ φροντίζουσι, πότερον βελτίους ἂν ἦσαν παιδεύοντες καὶ τὴν οὖσαν ὁδὸν τῶν λόγων δεικνύντες, ἢ τῆς τούτων μοχθηρίας αὐτοὶ κληρονομοῦντες; ὥσπερ ἂν εἴ τις ἰατρὸς φάσκων εἶναι καὶ δέον αὐτὸν τοῖς κάμνουσι τὰ βέλτιστα συμβουλεύειν, τοῖς ἐκείνων αὐτὸς ὑπηρετοίη βουλήμασι καὶ τὴν τέχνην ὁρίζοιτο τῷ χαρίζεσθαι. οὐκοῦν ἀπολεῖς μὲν ἐκείνους, ἀπολεῖ δ' αὐτὸς ἐν εὖ φρονοῦσι δικασταῖς, ἐπεὶ καὶ ἡ φύσις οὕτως ἔταξε τὸν στρατηγὸν ἡγεῖσθαι τῶν στρατιωτῶν, οὐ τοῖς στρατιώταις ἀκολουθεῖν, [414] τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων. εἶτ' ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν ἀποφαίνειν προαιρεῖσθε. καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δ' ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν. ὥστ' εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμφότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δ' ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς; ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι; καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς. ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δ', εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει; ὅπου γὰρ οὐδ' ἐλευθέρᾳ γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδ' ἔτι μᾶλλον ταὐτά γ' ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν. ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί;
Σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστ' ἄν τις αὐτοὺς φήσειεν ἡττῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται. τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς εἶναι; ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι; ἀλλ' ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες [415] δ' εὐθὺς καταγελῶσι, μᾶλλον δὲ καὶ παρ' αὐτὴν τὴν θέαν οὕτω χαίρουσιν ὡς ἄν τινες παίζοντες. ἀλλ' οὐδέν γ', οἶμαι, γελοῖον τιμιώτερον τῶν σπουδαίων, οὕτω πολλοῦ δεῖ τά γε δὴ καταγέλαστα ἔμπροσθεν ἄν ποτε τῶν σπουδαίων γενέσθαι. ἀλλὰ μὴν ὅπου καὶ αὐτὸ τὸ εὐδοξεῖν περὶ πολλοῦ ποιούμεθα ὑπὲρ τῆς εἰς ὕστερον μνήμης, ὧν γ' ἐφ' ἡμέρᾳ καὶ παραχρῆμα τέθνηκεν ἡ δόξα, ποῦ τις ἂν τούτους τιθείη; νὴ Δί' ἀλλὰ καὶ Ἡρακλῆς ἐν Λυδοῖς ὠρχήσατο. οἱ δέ γ' αὐτοὶ κἀκεῖνο μυθολογοῦσι περὶ Ἡρακλέους, ὅτι τὴν γυναῖκα τὴν αὑτοῦ καὶ τοὺς υἱεῖς ἀπέκτεινεν, οὐχ ὡς θέμις εἰπεῖν διατεθείς· ἃ τίς ἂν πείθοιτο εὖ φρονῶν; σὺ δ' οὖν εἰ τὰ μάλιστα πιστεύεις, ἀπόκριναί μοι πρὸς αὐτοῦ τοῦ Ἡρακλέους, εἰ καὶ αὐτὸς τούτου χάριν ἡδέως ἂν τὰ σαυτοῦ διαφθείραις. ἀλλ' οὐκ ἐρεῖς. ἐγὼ δ' εἰ μὲν ὠρχήσατο ἐν Λυδοῖς Ἡρακλῆς οὐκ ἔχω λέγειν, εἰ δ' ἄρα, ἀλλὰ μιᾷ γε ἡμέρᾳ καὶ τῆς παιδιᾶς ἕνεκα καὶ ἅμα σκώπτων ἴσως τοὺς Λυδοὺς, καὶ τέταρτον εἴποιμ' ἂν ὅτι οὐδέν γε χείρων ἐν οἷς ὠρχεῖτο ἐγίγνετο, ἀλλ' ἦν ὅστις ἦν. οἶδα δὲ καὶ Λακωνικάς τινας ὀρχήσεις καὶ τραγικάς γ' ἑτέρας, ἐμμελείας, οἶμαι, καλουμένας ‑ οὐ γὰρ ἡ ὄρχησις αἰσχρὸν, ἀλλὰ τὸ αἰσχρὸν φευκτὸν πανταχοῦ ‑ ἀλλ' ὑμεῖς οὐκ ἐν Λυδοῖς, οὐδ' εἰσάπαξ, οὐδὲ σκώπτοντες, οὐδ' ὑγιαίνοντες τἄνδοθεν, ἀλλ' ἐν ἅπασιν ἀνθρώποις ἁπάσας τὰς ἡμέρας ἐξορχεῖσθε, ἃ μὴ ὅτι τοῦ Ἡρακλέους, ἀλλ' οὐδὲ τῆς Ὀμφάλης ἐπαινεῖν ἦν. τίσι δὲ καὶ προσήκων ὁ χαρακτήρ; πότερον τοῖς περὶ τοὺς πολιτικοὺς καὶ ἀγωνιστικοὺς τῶν λόγων; τἀναντία μέντἂν πάθοιεν τῷ Καινεῖ τῷ Θετταλῷ γυναῖκες ἐξ ἀνδρῶν γενόμενοι. ἀλλὰ τοῖς περὶ τὴν διαλεκτικήν; χαρίεις γ' ἂν οὖν εἴης, ὦ μάσθλης, ἐπὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ καρτερίαν ἐν τούτῳ τῷ μέλει παρακαλῶν, οὐ καρτερῶν αὐτὸς μένειν ἐν τῇ τάξει τῶν λόγων, ὡσπερεὶ Σαρδανάπαλλος τῇ κερκίδι τὴν κρόκην ὠθῶν ᾖδε τοὺς εἰς τὴν μάχην παρακλητικούς. ἀλλ' ἡγεμόσι δὴ πρέπων ὁ τρόπος; ἀλλὰ τοῖς βασιλεῦσιν; [416] ἀλλ' ὅλως ἄρχουσιν; οὐδ' ἡλικίᾳ γε τῶν ἁπασῶν οὐδεμιᾷ. πότερον γὰρ τοῖς νεωτέροις; ἀλλ' ἑταιρεῖν δόξουσιν, ἐὰν ταῦτα ἀσπάζωνται. ἀλλὰ τοῖς ἀνδράσιν; ἀλλ' οὐ δόξουσι βεβαιοῦν τὴν ἐπωνυμίαν. ἀλλὰ τοῖς πρεσβυτέροις; ἀλλ' ἀωρία πολλὴ τῆς αἰσχύνης. λείπειται δὴ γυναιξὶ, καὶ ταύταις ταῖς ἀσελγεστάταις, πρὸς ἃς τούτους ἄξιον κρίνειν. καίτοι ζηλοῦσι μὲν αὐτὰς, λείπονται δὲ συχνῷ τινι. θαυμάζω δ' εἰ τοῖς μὲν τὸ νόμισμα διαφθείρουσιν, ἔφη Δημοσθένης, θάνατος ἡ ζημία κεῖται, τοῖς δὲ τοὺς λόγους κιβδήλους καὶ παρασήμους ἀπεργαζομένοις παρρησιάζεσθαι δώσομεν, ἢ τοῦτο πρῶτον λέγειν ἐξεῖναι· κἂν μὲν ῥήματι πταίσῃ τις, ἀμαθὴς εὐθέως, ἂν δ' ὅλῃ τῇ προαιρέσει διαφθείρῃ τὰ τεταγμένα, οὐκ ἄρα πόρρω πασῶν πανηγύρεων στήσεται. καὶ μὴν οὐχ ὑπὲρ λόγων ἡ βουλὴ μόνον, ἀλλ' ὑπὲρ ἁπάσης εὐσχημοσύνης καὶ εὐταξίας καὶ τοῦ πότερον δεῖ τοῖς νόμοις ἐμμένειν, ἢ ποιεῖν ὅ τί τις βούλεται τῆς ἐφ' ἡμέρᾳ χάριν ἡδονῆς. ὧν μὲν γὰρ ἐγὼ λέγω νικώντων, νικᾷ νόμος καὶ κόσμος, ὑφ' ὧν οὐ μόνον αἱ πόλεις, ἀλλὰ καὶ γῆ πᾶσα καὶ οὐρανὸς αὐτὸς συνέστηκέ τε καὶ σώζεται, ἃ δ' οὗτοι παραποιοῦσιν ἅπασι καὶ θείοις καὶ ἀνθρωπείοις πράγμασιν ἐχθρῶς ἔχει.