[416] Οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφ' ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δ' ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει. σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας· ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ καιρὸς [417] οὕτω συνῆγε. θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον. καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δ' αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους. καὶ ταῦτα μὲν δὴ ταῦτα. μέτειμι δὲ ἐφ' ἕτερον προοίμιον κατὰ Στησίχορον. σκιαμαχεῖν μὲν οὖν πως οἶδ' ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν. ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δ' εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται. αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλ' ἡ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία. σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν. ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον· εἶναι γὰρ ἂν πάντα ἐπ' ἐμοί τε καὶ ὑπ' ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτ' ἐστὶ τὸ ἔγκλημα. εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκ' ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δ' ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι. πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθε ‑ λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας ‑ ἀλλ' ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται. διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχ' ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος· εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵν' εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδ' ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς [418] ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δ' εἰσὶν οἷς λόγων ὀλίγον μέλει.
Πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτ' εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν. ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθ' ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερ' αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι. ἀλλ' οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους. ὡς δ' εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε. ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δ' οὐκέτι πρὸς τούτους, ἀλλ' εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων. ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο· ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται· ὅταν δ' ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δ' ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλ' οἱ μὴ χρώμενοι. τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν; παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην· χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον. ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δί' ὁ κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντ' ἂν εἴη τὰ πράγματα. μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλ' ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλ' οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων· γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου. κουρέα δὲ ἤδη πώποτ' εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν παράσχες [419] μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέσαι, ταῦτα γὰρ ἔσθ' ἡ 'μὴ τέχνη; ἀλλ' οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρ' ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ.
Καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν; σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν. εἶθ' οἳ μὲν οὐδ' αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δ' οὐδ' ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, δι' ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ καλλίω καὶ θάτερα, οὗτοι δ' οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δ' ἢ τούτοις ἢ ἑαυτοῖς χρῆσθαι, τοῦτο δ' ἑτέρων ἔργον ἡγήσονται; καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφ' ᾧ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθ' οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται; οὒκ, ἀλλ' οὕτω καὶ μάλισθ', ὥς γ' ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ. καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστ' ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθ' αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ. σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα καταιτιᾶσθαι [420] καὶ λέγειν ὡς ἄρ' οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἔστ' εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δ' ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν. ἀλλ' αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δ' ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γ' αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.
Φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δ' ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δ' οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δ' εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δ' οὐδαμῶς· εἰ ταῦθ' οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπ' ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερ' αὐτῶν ἁμαρτήματα καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτ' ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρ' ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι. ἀρξάμενος [421] δ' ἐξ ἐκείνου δεῦρ' ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως. ἀλλ' ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδ' ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλ' ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι. μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλ' αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων. ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δ' εἰς πλῆθος πιεῖν, τοὺς δ' ἵπποι καὶ κύνες ἐξέπληξαν. καὶ νὴ Δί' οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δ' ἕτερ' ἄττα σπουδάζοντες. ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι. καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους. καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ. ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερ' εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν. ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παντάπασι βλὰξ εἴην τις· πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλ' εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.
Παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλ' ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε. τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ; καὶ [422] ταῦτα οὐκ ἐνδείᾳ δόξης. σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλ' ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι. καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι. εἶεν. τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια. σκέψασθε δὲ καὶ τὰ ὑμέτερ' αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ ‑ οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε ‑ ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δ' ὡς τὰ πολλὰ τρυφῶσι· καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δ' ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι. ἀλλ' ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι· τὸ δ' ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδ' ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερ' αὐτῶν ἀνατίθετ' ἐμοὶ καὶ βλασφημεῖτε μετ' εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖ' ἄττ' ἂν εἴπῃ τοιαῦτ' ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δ' εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.
Ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατ' αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμ' ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς. εἴπω τίνας; τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα περικομίζοντας, [423] οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπ' ἐμαυτοῦ γενόμενον, ἀλλ' ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρ' ἄγ' ἰὼν νῆα κατάστησον, καὶ τοῖς καταίρουσι τοιαῦτ' ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν. ὅταν οὖν ἑτέρωθεν μὲν ὁ ῥήτωρ ἀγωνιούμενος εἰσίῃ, ἑτέρωθεν δὲ ὁ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν. ταῦτ' ἐστὶν ἃ τοὺς λέγοντας ὑποσκελίζει, ταῦθ' ὥσπερ νέφος ἢ σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς. πρὸς δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλητος γενέσθαι. πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυμηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδ' αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυτοῦ, ὡς ὁ τούτων λόγος, ἀλλ' οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπ' ὀνήσει καμνόντων σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν. τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγωρίαν ἐμπεποιηκὸς ἡ ἀδιήγητός ἐστιν αὕτη φθορά. πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπίζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δ' ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλλως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ. τὸ δ', οἶμαι, πᾶν τοὐναντίον ἦν· ἐπειδὴ τοιαῦτ' ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ [424] κάλλιστα, ἕως ἔξεστιν, ἵν' εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ, κέρδος γ' ᾖ πᾶν ὅ τί τις προὔλαβεν. ἢ πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ; καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δ' εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, ὦ χρηστοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐτούς; ἀλλ' ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν. ἐγὼ μὲν γὰρ οὐδ' οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς ᾖ, ὑμεῖς δὲ ἀγνοήσετε ἀεί. ταῦτ' οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ δὲ βούλεσθε, ἐπιτίμησιν ἀπ' εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμφότερα εἰρήσεται, ἀλλ' οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται. ἢ οὖν παυστέον, φησὶ Δημοσθένης, τούτων τῶν ἐθῶν, ἢ τοῦ γ' Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.