10267 422 0 22 11 0 II-III d. C. Storiografia Cassius Dio XXXVII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XXXVII

τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἑβδόμῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς ὁ Πομπήιος πρὸς Ἴβηρας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπολέμησεν.

β. Ὡς Πομπήιος τὸν Πόντον τῇ Βιθυνίᾳ προσένειμεν.

γ. Ὡς Πομπήιος τήν τε Συρίαν καὶ τὴν Φοινίκην ὑπηγάγετο.

δ. Ὡς Μιθριδάτης ἀπέθανε.

ε. Περὶ τῶν Ἰουδαίων.

Ϛ. Ὡς Πομπήιος καταστησάμενος τὰ ἐν τῇ Ἀσίᾳ εἰς Ῥώμην ἐπανῆλθε.

ζ. Περὶ Κικέρωνος καὶ Κατιλίνου καὶ τῶν ὑπ' αὐτῶν πραχθέντων.

η. Περὶ Καίσαρος καὶ Πομπήιου καὶ Κράσσου καὶ τῆς συνωμοσίας αὐτῶν.

Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Λ. Αὐρήλιος Μ. υἱ. Κόττας ὑπ. Λ. Μάλλιος Λ. υἱ. ‹Τορκουᾶτος Λ. Ἰούλιος Λ. υἱ.› Καῖσαρ ὑπ. Γ. Μάρκιος Γ. υἱ. Φίγουλος Μ. Τούλλιος Μ. υἱ. Κικέρων ὑπ. Γ. Ἀντώνιος Μ. υἱ. Δέκιμος Ἰούνιος Μ. υἱ. Σιλανός ὑπ. Λ. Λικίννιος Λ. υἱ. Μουρήνας Μ. Πούπιος Μ. υἱ. Πίσων ὑπ. Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Νιγρός ‹Λ.› Ἀφράνιος Αὔλ. υἱ. ὑπ. Κ. Καικίλιος Κ. υἱ. Μέτελλος Κέλερ

[1]   Τότε μὲν δὴ ταῦτ' ἔπραξε, τῷ δ' ἐπιγιγνομένῳ ἔτει, τοῦ τε Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου ‹τοῦ› Λουκίου ὑπατευόντων, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις καὶ παρὰ γνώμην ἠναγκάσθη συνενεχθῆναι· [2] Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπ' ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φοβηθεὶς μὴ καὶ ἐφ' ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ [3] διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται. προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐτὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατασχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην [4] προχωρήσας, πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην ὅτι παρείη. ἦν δὲ ἐπ' αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν ................... τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντάξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυραν κατέπρησε, καὶ [5] οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν αὐτοῦ [αὐτοῦ], καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρουράν τε ἐπ' αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν [2] [1] ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο. μέλλοντος δ' αὖ καὶ τὸν Κύρνον διαβήσεσθαι, πέμπει πρὸς αὐτὸν ὁ Ἀρτώκης εἰρήνην τε αἰτῶν, καὶ γέφυραν τά τε ἐπιτήδεια ἑκών οἱ παρέξειν ὑπισχνούμενος.

[2] καὶ ἐποίησε μὲν ἑκάτερον ὡς καὶ συμβησόμενος, δείσας δέ, ἐπειδὴ εἶδεν αὐτὸν διαβεβηκότα, πρὸς τὸν Πέλωρον, ἐν τῇ ἀρχῇ καὶ ἐκεῖνον τῇ αὐτοῦ ῥέοντα, ἀπέφυγεν· ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι διαβῆναι, [3] τοῦτον ἐπισπασάμενος ἀπεδίδρασκεν. ἰδὼν οὖν τοῦθ' ὁ Πομπήιος ἐπεδίωξέ τε αὐτὸν καὶ καταλαβὼν ἐνίκησε· δρόμῳ γάρ, καὶ πρὶν τοὺς τοξότας αὐτοῦ τῇ σφετέρᾳ τέχνῃ χρήσασθαι, ὁμόσε [4] σφίσιν ἐχώρησε καὶ δι' ἐλαχίστου αὐτοὺς ἐτρέψατο. γενομένου δὲ τούτου Ἀρτώκης μὲν τόν τε Πέλωρον διαβὰς καὶ τὴν γέφυραν καὶ τὴν ἐκείνου καύσας ἔφυγε, τῶν δ' ἄλλων οἱ μὲν ἐν χερσὶν οἱ δὲ καὶ [5] τὸν ποταμὸν πεζῇ περαιούμενοι ἀπέθανον· συχνοὶ δὲ καὶ κατὰ τὰς ὕλας σκεδασθέντες ἡμέρας μέν τινας ἀπὸ τῶν δένδρων ὑπερυψήλων ὄντων ἀποτοξεύοντες διεγένοντο, ἔπειτα δὲ καὶ αὐτοὶ ὑποτμηθέντων τῶν δένδρων ἐφθάρησαν. καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο [6] μὲν αὖθις τῷ Πομπηίῳ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δ' εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς [τε] παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον [7] τινὰ ἐπέσχε, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.

[3]

[1]    κἀκ τούτου μαθὼν ὁ Πομπήιος οὐ πόρρω τὸν Φᾶσιν ὄντα, καὶ νομίσας ἔς τε τὴν Κολχίδα παρ' αὐτὸν καταβήσεσθαι καὶ ἐκεῖθεν ἐπὶ τὸν Μιθριδάτην ἐς τὸν Βόσπορον πορεύσεσθαι, προῄει [2] μὲν ᾗ διενοεῖτο, καὶ τούς τε Κόλχους καὶ τοὺς προσχώρους σφίσι, τὰ μὲν πείθων τὰ δὲ καὶ ἐκφοβῶν, διῆλθε· αἰσθόμενος δὲ ἐνταῦθα ὅτι ἥ τε ἐπὶ τῆς ἠπείρου κομιδὴ διὰ πολλῶν καὶ ἀγνώστων καὶ πολεμικῶν ἐθνῶν καὶ ἡ διὰ τῆς θαλάσσης χαλεπωτέρα διά τε [3] τὸ ἀλίμενον τῆς χώρας καὶ διὰ τοὺς ἐνοικοῦντας αὐτὴν εἴη, τῷ μὲν Μιθριδάτῃ τὸ ναυτικὸν ἐφορμεῖν ἐκέλευσεν ὥστε ἐκεῖνόν τε τηρεῖσθαι μηδαμόσε ἐκπλεῦσαι καὶ τὴν ἐπαγωγὴν αὐτοῦ τῶν ἐπιτηδείων ἀφελέσθαι, αὐτὸς δὲ ἐπὶ τοὺς Ἀλβανοὺς οὐ τὴν συντομωτάτην, ὅπως σφᾶς καὶ ὑπὸ τούτου πρὸς ταῖς σπονδαῖς ἀνελπίστους [4] καταλάβῃ, ἀλλ' ἐς τὴν Ἀρμενίαν ἐπανελθὼν ἐτράπετο. καὶ τόν τε Κύρνον, ᾗ πορεύσιμος ὑπὸ τοῦ θέρους ἐγεγόνει, πεζῇ διέβη, τήν τε ἵππον κατὰ τὸν ῥοῦν καὶ τὰ σκευοφόρα ἑξῆς, εἶτα τοὺς πεζοὺς διιέναι κελεύσας, ἵν' οἵ τε ἵπποι τὸ σφοδρὸν αὐτοῦ τοῖς σώμασί σφων διαχέωσι, καὶ ἐκ τῶν σκευοφόρων εἴ πού τι καὶ ὣς περιτραπείη, ἔς τε τοὺς ἐπὶ θάτερα παρακολουθοῦντας ἐμπίπτῃ καὶ μὴ [5] περαιτέρω καταφέρηται· κἀντεῦθεν πρὸς τὸν Καμβύσην πορευόμενος ὑπὸ μὲν τῶν πολεμίων οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ καύματος καὶ διὰ τοῦτο καὶ τοῦ δίψους ἰσχυρῶς μετὰ παντὸς τοῦ στρατοῦ, καίτοι νυκτὸς τὸ πολὺ τῆς ὁδοῦ διελθών, ἐταλαιπώρησεν· οἱ γὰρ ἀγωγοί σφων, ἐκ τῶν αἰχμαλώτων ὄντες, οὐ τὴν ἐπιτηδειοτάτην [6] αὐτοὺς ἤγαγον. οὐ μὴν οὐδ' ὁ ποταμὸς ἐν δέοντί σφισιν ἐγένετο· ψυχρότατόν τε γὰρ τὸ ὕδωρ ὄν, καὶ ἀθρόον ὑπ' αὐτῶν ποθέν, συχνοῖς ἐλυμήνατο. ὡς δ' οὖν οὐδὲ ἐνταῦθα ἀντίπαλόν τι αὐτοῖς ὤφθη, πρὸς τὸν Ἄβαντα προσεχώρησαν, ὕδωρ μόνον ἐπιφερόμενοι· τὰ γὰρ ἄλλα παρ' ἑκόντων τῶν ἐπιχωρίων ἐλάμβανον, καὶ διὰ τοῦτο οὐδ' [4] [1] ἐκακούργουν οὐδέν. καί σφισι διαβεβηκόσιν ἤδη τὸν ποταμὸν ὁ Ὀροίσης προσιὼν ἠγγέλθη. ὁ οὖν Πομπήιος βουληθεὶς αὐτόν, πρὶν τὸ τῶν Ῥωμαίων πλῆθος γνῶναι, πρὸς μάχην ὑπαγαγέσθαι, μὴ [2] καὶ αἰσθόμενος αὐτοῦ ἀναχωρήσῃ, τούς τε ἱππέας προέταξε, προειπών σφισιν ἃ ποιήσουσι, καὶ τοὺς λοιποὺς ὄπισθεν αὐτῶν ἔς τε τὰ γόνατα κεκλιμένους καὶ ταῖς ἀσπίσι συγκεκαλυμμένους ἔχων ἀτρεμεῖν ἐποίησεν, ὥστε τὸν Ὀροίσην μὴ πρότερον μαθεῖν αὐτοὺς [3] παρόντας πρὶν ἐν χερσὶ γενέσθαι. κἀκ τούτου ἐκεῖνός τε τῶν ἱππέων ὡς καὶ μόνων ὄντων καταφρονήσας συνέμιξέ σφισι, καὶ δι' ὀλίγου τραπέντας ἐξεπίτηδες ἀνὰ κράτος ἐπεδίωξε· καὶ οἱ πεζοὶ ἀναστάντες ἐξαίφνης καὶ διαστάντες τοῖς μὲν σφετέροις ἀσφαλῆ τὴν φυγὴν διὰ μέσου σφῶν παρέσχον, τοὺς δὲ πολεμίους ἀπερισκέπτως τῇ διώξει χρωμένους ἐσδεξάμενοι συχνοὺς ἐκυκλώσαντο.

[4] καὶ οὗτοί τε τοὺς ἔνδον ἔκοπτον, καὶ οἱ ἱππῆς, οἱ μὲν ἐπὶ δεξιὰ οἱ δὲ ἐπὶ θάτερα αὐτῶν περιελθόντες, κατὰ νώτου τοῖς ἔξω τῆς κυκλώσεως προσέπεσον. καὶ ἐκεῖ τε πολλοὺς ἐφόνευσαν ἑκάτεροι, καὶ ἑτέρους ἐς τὰς ὕλας καταφυγόντας κατέπρησαν, "ἰὼ Κρόνια Κρόνια" πρὸς τὴν ἐπίθεσίν σφων τὴν τότε γενομένην ἐπιλέγοντες.

[5]

[1]    πράξας δὲ ταῦθ' ὁ Πομπήιος, καὶ τὴν χώραν ἐπιδραμών, τοῖς τε Ἀλβανοῖς εἰρήνην ἔδωκε, καὶ ἄλλοις τισὶ τῶν παρὰ τὸν Καύκασον μέχρι τῆς Κασπίας θαλάσσης, ἐς ἣν ἀπὸ τοῦ Πόντου τὸ ὄρος ἀρξάμενον τελευτᾷ, κατοικούντων ἐπικηρυκευσαμένοις ἐσπείσατο.

[2] Φραάτης δὲ ἔπεμψε μὲν πρὸς αὐτὸν ἀνανεώσασθαι τὰς συνθήκας ἐθέλων· ὡς γὰρ ἐκεῖνόν τε οὕτω φερόμενον ἑώρα, καὶ τῆς Ἀρμενίας τοῦ τε Πόντου ‹τοῦ› ταύτῃ οἱ ὑποστράτηγοι αὐτοῦ τὰ λοιπὰ προσκατεστρέφοντο, ὅ τε Γαβίνιος καὶ ὑπὲρ τὸν Εὐφράτην μέχρι τοῦ Τίγριδος προεχώρησεν, ἐφοβήθη τε αὐτοὺς καὶ τὴν σύμβασιν βεβαιώσασθαι ἐπεθύμησεν· οὐ μέντοι καὶ διεπράξατό τι.

[3] ὁ γὰρ Πομπήιος πρός τε τὰ παρόντα καὶ πρὸς τὰς ἐξ αὐτῶν ἐλπίδας κατεφρόνησεν αὐτοῦ, καὶ τά τε ἄλλα ὑπερφρόνως τοῖς πρέσβεσιν ἐλάλησε, καὶ τὴν χώραν τὴν Κορδουηνήν, ὑπὲρ ἧς πρὸς [4] τὸν Τιγράνην διεφέρετο, ἀπῄτησεν. ἐπειδή τε ἐκεῖνοι μηδέν, ἅτε μηδὲ ἐπεσταλμένοι τι περὶ αὐτῆς, ἀπεκρίναντο, ἔγραψε μέν τινα τῷ Φραάτῃ, οὐκ ἀνέμεινε δὲ ἀντιπεμφθῆναί τι, ἀλλ' ἐς τὴν χώραν τὸν Ἀφράνιον παραχρῆμα ἔστειλε, καὶ κατασχὼν αὐτὴν ἀμαχεὶ τῷ [5] Τιγράνῃ ἔδωκε. καὶ ὁ μὲν Ἀφράνιος διὰ τῆς Μεσοποταμίας ἐς τὴν Συρίαν παρὰ τὰ συγκείμενα πρὸς τὸν Πάρθον κομιζόμενος ἐπλανήθη, καὶ πολλὰ ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῆς σπάνεως τῶν τροφῶν ἐκακώθη· κἂν ἀπώλοντο, εἰ μὴ Καρραῖοι, Μακεδόνων τε ἄποικοι ὄντες καὶ ἐνταῦθά που οἰκοῦντες, ὑπέλαβόν τε αὐτὸν [6] [1] καὶ παρέπεμψαν. ταῦτά τε πρὸς τὸν Φραάτην ἀπὸ τῆς παρούσης οἱ δυνάμεως ἔπραξε, σαφέστατα τοῖς πλεονεκτεῖν βουλομένοις ἐπιδείξας ὅτι πάντα ἐκ τῶν ὅπλων ἤρτηται καὶ ὁ ἐν αὐτοῖς κρατῶν νομοθέτης ὧν βούλεται ἀναγκαῖος γίγνεται, καὶ προσέτι καὶ πρὸς τὴν ἐπίκλησιν αὐτοῦ ὕβρισεν, ᾗπερ πρός τε τοὺς ἄλλους πάντας ἠγάλλετο καὶ πρὸς αὐτοὺς τοὺς Ῥωμαίους, οὗτοί τε αὖ [2] πρὸς ἐκεῖνον ἀεί ποτε ἐκέχρηντο. βασιλέως γὰρ αὐτοῦ βασιλέων καλουμένου, τό τε τῶν βασιλέων ὄνομα περιέκοψε καὶ βασιλεῖ αὐτῷ μόνον ἐπιστέλλων ἔγραψε, καίτοι τῷ Τιγράνῃ τῷ αἰχμαλώτῳ καὶ τοῦτο παρὰ τὸ νομιζόμενον αὐτοῖς δούς, ὅτε τὰ ἐπινίκια αὐτοῦ ἐν [3] τῇ Ῥώμῃ ἔπεμψεν. ὁ οὖν Φραάτης καίπερ δεδιώς τε αὐτὸν καὶ θεραπεύων, ἠγανάκτησεν ἐπὶ τούτῳ ὡς καὶ τῆς βασιλείας ἐστερημένος, καὶ πέμψας πρέσβεις πάντα τε ὅσα ἠδίκητο ἐπεκάλει οἱ, καὶ [4] τὸν Εὐφράτην ἀπηγόρευε μὴ διαβαίνειν. ἐπειδή τε οὐδὲν μέτριον ἀπεκρίνατο, εὐθὺς ἐπὶ τὸν Τιγράνην μετὰ τοῦ υἱέος αὐτοῦ, ᾧ τὴν θυγατέρα ἐδεδώκει, ἐστράτευσεν, ἐν τῷ ἦρι ἐν ᾧ Λούκιός τε Καῖσαρ καὶ Γάιος Φίγουλος ὑπάτευον· καὶ νικηθεὶς μάχῃ ἔπειθ' ὕστερον [5] ἀντεπεκράτησε. τοῦ τε Τιγράνου τὸν Πομπήιον ἐν Συρίᾳ ὄντα ἐπικαλεσαμένου, πρέσβεις τε αὖθις πρὸς αὐτὸν ἀπέστειλε, καὶ πολλὰ μὲν ἐκείνου κατηγόρησε, πολλὰ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ὑπεσήμηνεν, ὥστε τὸν Πομπήιον καὶ αἰσχυνθῆναι καὶ καταπλαγῆναι.

[7]

[1] οὔκουν οὔτε τῷ Τιγράνῃ ἐπεκούρησεν οὔτε πρὸς τὸν Φραάτην πολέμιόν τι ἔτ' ἔπραξε, πρόφασιν ποιησάμενος τὸ μήτε ἐκείνην οἱ τὴν στρατείαν προστετάχθαι καὶ τὸν Μιθριδάτην ἐν ὅπλοις ἔτ' εἶναι. ἀρκεῖσθαί τε τοῖς κατειργασμένοις ἔφασκε, καὶ οὐκ ἐβούλετο ......., μὴ πλειόνων ὀρεγόμενος καὶ περὶ ἐκείνοις, ὥσπερ [2] που καὶ ὁ Λούκουλλος, πταίσῃ. τοιαῦτα γὰρ ἐφιλοσόφει, καὶ τό τε πλεονεκτεῖν δεινὸν καὶ τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι ἄδικον εἶναι τότε ἔλεγεν ὅτ' οὐκέτ' αὐτοῖς χρῆσθαι ἐδύνατο. τάς τε γὰρ τοῦ Πάρθου δυνάμεις δείσας, καὶ τὸ ἀστάθμητον τῶν πραγμάτων φοβηθείς, οὔτε τὸν πόλεμον καίτοι πολλῶν ἐναγόντων ἀνείλετο, καὶ [3] τὰ ἐγκλήματα τοῦ βαρβάρου ἐφαύλισεν, ἀντειπὼν μὲν οὐδέν, φήσας δὲ ὑπὲρ ὁρίων τινῶν τὴν διαφορὰν αὐτῷ πρὸς τὸν Τιγράνην εἶναι, περὶ ὧν δικάσειν σφίσιν ἄνδρας τρεῖς. οὓς καὶ ἔπεμψεν· καὶ αὐτοὺς ὡς ἀληθῶς ἐκεῖνοι διαιτητὰς ἐπιγραψάμενοι πάντα τὰ πρὸς ἀλλήλους ἐγκλήματα διελύσαντο, ὀργιζόμενος μὲν ὁ Τιγράνης ὅτι [4] τῆς ἐπικουρίας οὐκ ἔτυχε, βουλόμενος δὲ ὁ Φραάτης περιεῖναι τὸν Ἀρμένιον, ὅπως καὶ συμμάχῳ ποτὲ αὐτῷ, εἰ δεηθείη, κατὰ τῶν Ῥωμαίων χρήσαιτο. καὶ γὰρ εὖ ἠπίσταντο ἀμφότεροι ὅτι, ὁπότερος ἂν αὐτῶν τοῦ ἑτέρου κρατήσῃ, τῶν τε πραγμάτων τοῖς Ῥωμαίοις προκόψει καὶ αὐτὸς εὐχειρωτότερός σφισι γενήσεται.

[5]    ἐκεῖνοι μὲν δὴ διὰ ταῦτα κατηλλάγησαν, Πομπήιος δὲ ἔν τε τῇ Ἀσπίδι καὶ τότε ἐχείμασε, καὶ τά τε ἄλλα ‹τὰ› ἔτ' ἀνθιστάμενα προσηγάγετο, καὶ Συμφόριον τεῖχος Στρατονίκης οἱ προδούσης ἔλαβεν. αὕτη δὲ γυνή τε τοῦ Μιθριδάτου οὖσα, καὶ ὀργὴν αὐτῷ ὅτι ἐγκατελείφθη ἔχουσα, τούς τε φρουροὺς ἐς παρασκευὴν δὴ τροφῆς ἐξέπεμψε καὶ τοὺς Ῥωμαίους ἐδέξατο, καίτοι παιδὸς αὐτῆς παρὰ ....

[7]   ὑποστρέψας δὲ ἐξ Ἀρμενίας, καὶ τοῖς βασιλεῦσι καὶ τοῖς δυνάσταις τοῖς προσιοῦσιν αὐτῷ διαιτήσας καὶ χρηματίσας, καὶ τοῖς μὲν τὰς βασιλείας βεβαιώσας τοῖς δὲ τὰς δυναστείας ἐπαυξήσας, τῶν δὲ καὶ τὰς ὑπεροχὰς κολούσας καὶ ταπεινώσας, τήν τε κοίλην Συρίαν καὶ τὴν Φοινίκην ἄρτι τε βασιλέων ἀπηλλαγμένας καὶ ὑπό τε τῶν Ἀραβίων καὶ ὑπὸ τοῦ Τιγράνου κεκακωμένας συνεστήσατο. ἐτόλμησε μὲν γὰρ ὁ Ἀντίοχος ἀπαιτῆσαι αὐτάς, οὐκ ἀπέλαβε δέ, ἀλλ' ἔς τε ἀρχὴν μίαν συνετάχθησαν καὶ νόμους ἔλαβον ὥστε τὸν τῶν Ῥωμαίων τρόπον πολιτεύεσθαι. Xiphil. p. 7, 1927 R. St. 6 p. 6, 267, 5 Dind.

[8].... τοῦτο μόνον ἐν τῇ ἀγορανομίᾳ ἐπῃνέθη, ἀλλ' ὅτι καὶ τὰ Ῥωμαῖα καὶ τὰ Μεγαλήσια πολυτελέστατα ἐποίησεν, ἔτι δὲ καὶ μονομάχων ἀγῶνας ἐπὶ τῷ πατρὶ μεγαλοφρονέστατα διέθηκεν. ἐγένετο μὲν γὰρ τῶν δαπανηθέντων ἐς αὐτὰ τὰ μὲν κοινῇ αὐτῷ πρὸς τὸν [6] συνάρχοντα Μᾶρκον Βίβουλον τὰ δὲ καὶ ἰδίᾳ· τοσοῦτον δὲ δὴ ἐν τούτοις ὑπερῆρεν ὥστε καὶ τὴν ἐπ' ἐκείνοις δόξαν σφετερίσασθαι καὶ δοκεῖν ἅπαντα αὐτὸς ἀνηλωκέναι. ὁ οὖν Βίβουλος αὐτὸς ἐπισκώπτων ἔλεγεν ὅτι τὸ αὐτὸ τῷ Πολυδεύκει πεπονθὼς εἴη· τοῦ γάρ τοι ναοῦ κοινοῦ οἱ πρὸς τὸν ἀδελφὸν τὸν Κάστορα ὄντος, ἐπ' ἐκείνου μόνου ἡ ἐπωνυμία αὐτοῦ γίγνεται.

[9]

[1]    ἐπὶ μὲν οὖν τούτοις ἔχαιρον οἱ Ῥωμαῖοι, τὰ δὲ δὴ τέρατα καὶ πάνυ αὐτοὺς ἐθορύβει. ἐν γὰρ τῷ Καπιτωλίῳ ἀνδριάντες τε πολλοὶ ὑπὸ κεραυνῶν συνεχωνεύθησαν καὶ ἀγάλματα ἄλλα τε καὶ Διὸς ἐπὶ κίονος ἱδρυμένον, εἰκών τέ τις λυκαίνης σύν τε τῷ Ῥώμῳ [2] καὶ σὺν τῷ Ῥωμύλῳ ἱδρυμένη ἔπεσε, τά τε γράμματα τῶν στηλῶν ἐς ἃς οἱ νόμοι ἐσεγράφοντο συνεχύθη καὶ ἀμυδρὰ ἐγένετο. τά τε οὖν ἄλλα ἐξεθύοντο τοῖς μάντεσι πειθόμενοι, καὶ τῷ Διὶ ἄγαλμα μεῖζον, πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον, ὅπως αἱ συνωμοσίαι ὑφ' ὧν ἐταράττοντο ἐκφανεῖεν, ἱδρυθῆναι ἐψηφίσαντο.

[3]   ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει συνέβη, καὶ οἱ τιμηταὶ περὶ τῶν ὑπὲρ τὸν Ἠριδανὸν οἰκούντων διενεχθέντες (τῷ μὲν γὰρ ἐς τὴν πολιτείαν αὐτοὺς ἐσάγειν ἐδόκει, τῷ δὲ οὔ) οὐδὲν οὐδὲ τῶν ἄλλων [4] ἔπραξαν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀπεῖπον. καὶ διὰ τοῦτο καὶ οἱ διάδοχοι αὐτῶν ἐν τῷ ὑστέρῳ ἔτει ‹οὐδὲν› ἐποίησαν, ἐμποδισάντων σφᾶς τῶν δημάρχων πρὸς τὸν τῆς βουλῆς κατάλογον δέει τοῦ μὴ [5] τῆς γερουσίας αὐτοὺς ἐκπεσεῖν. κἀν τούτῳ πάντες οἱ ἐν τῇ Ῥώμῃ διατρίβοντες, πλὴν τῶν τὴν νῦν Ἰταλίαν οἰκούντων, ἐξέπεσον Γαΐου τινὸς Παπίου δημάρχου γνώμῃ, ἐπειδὴ ἐπεπόλαζον καὶ οὐκ ἐδόκουν ἐπιτήδειοί σφισιν εἶναι συνοικεῖν.

[10]

[1]    τῷ δὲ ἐχομένῳ ἔτει, τοῦ τε Φιγούλου καὶ τοῦ Καίσαρος τοῦ Λουκίου ἀρχόντων, βραχέα μὲν μνήμης δ' οὖν ἄξια πρὸς τοὺς τῶν [2] ἀνθρωπείων πραγμάτων παραλόγους συνηνέχθη. ὅ τε γὰρ τὸν Λουκρήτιον ἐκ τῆς τοῦ Σύλλου προστάξεως ἀποκτείνας, καὶ ἕτερός τις συχνοὺς τῶν ἐπικηρυχθέντων ὑπ' αὐτοῦ φονεύσας, καὶ κατηγορήθησαν ἐπὶ ταῖς σφαγαῖς καὶ ἐκολάσθησαν, τοῦ Καίσαρος τοῦ [3] Ἰουλίου τοῦθ' ὅτι μάλιστα παρασκευάσαντος. οὕτω καὶ τοὺς πάνυ ποτὲ δυνηθέντας ἀσθενεστάτους αἱ μεταβολαὶ τῶν πραγμάτων πολλάκις ποιοῦσι. τοῦτό τε οὖν παρὰ δόξαν τοῖς πολλοῖς ἐχώρησε, καὶ ὅτι καὶ ὁ Κατιλίνας ἐπὶ τοῖς αὐτοῖς ἐκείνοις αἰτίαν (πολλοὺς γὰρ καὶ αὐτὸς τῶν ὁμοίων ἀπεκτόνει) λαβὼν ἀπελύθη. καὶ δὴ καὶ [4] ἐκ τούτου χείρων τε πολὺ ἐγένετο, καὶ διὰ τοῦτο καὶ ἀπώλετο· τοῦ γὰρ δὴ Κικέρωνος τοῦ Μάρκου μετὰ Γαΐου Ἀντωνίου ὑπατεύσαντος, ὅτε Μιθριδάτης οὐδὲν ἔτι δεινὸν τοὺς Ῥωμαίους εἰργάσατο ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν διέφθειρεν, ἐπεχείρησεν ἐκεῖνος τήν τε πολιτείαν νεωτερίζειν καὶ τοὺς συμμάχους ἐπ' αὐτῇ συνιστὰς ἐς φόβον σφᾶς οὐ σμικροῦ πολέμου ἐνέβαλεν. ἐπράχθη δὲ ὧδε ἑκάτερον.

[11]

[1]    ὁ Μιθριδάτης αὐτὸς μὲν οὐχ ὑπεῖκε ταῖς συμφοραῖς, ἀλλὰ τῇ βουλήσει πλέον ἢ τῇ δυνάμει νέμων ἐνενόει, ἄλλως τε καὶ ἐπειδὴ ὁ Πομπήιος ἐν τῇ Συρίᾳ διέτριβε, πρός τε τὸν Ἴστρον διὰ τῶν [2] Σκυθῶν ἐλθεῖν, κἀντεῦθεν ἐς τὴν Ἰταλίαν ἐσβαλεῖν· φύσει τε γὰρ μεγαλοπράγμων ὤν, καὶ πολλῶν μὲν πταισμάτων πολλῶν δὲ καὶ εὐτυχημάτων πεπειραμένος, οὐδὲν οὔτε ἀτόλμητον οὔτε ἀνέλπιστόν οἱ εἶναι ἐνόμιζεν. εἰ δὲ δὴ καὶ σφαλείη, συναπολέσθαι τῇ βασιλείᾳ μετὰ ἀκεραίου τοῦ φρονήματος μᾶλλον ἢ στερηθεὶς αὐτῆς ἔν τε [3] ταπεινότητι καὶ ἐν ἀδοξίᾳ ζῆν ἤθελεν. αὐτὸς μὲν οὖν ἐπὶ τούτοις ἔρρωτο· ὅσῳ γὰρ τῇ τοῦ σώματος ἀσθενείᾳ ἀπεμαραίνετο, τοσούτῳ τῇ τῆς γνώμης ῥώμῃ ἰσχυρίζετο, ὥστε καὶ τὴν ἐκείνου ἀρρωστίαν τοῖς ταύτης λογισμοῖς ἀναλαμβάνειν· οἱ δ' ἄλλοι οἱ συνόντες αὐτῷ, [4] ὡς τά τε τῶν Ῥωμαίων ἰσχυρότερα καὶ τὰ τοῦ Μιθριδάτου ἀσθενέστερα ἀεὶ ἐγίγνετο (τά τε γὰρ ἄλλα καὶ ὁ σεισμὸς μέγιστος δὴ τῶν πώποτε συνενεχθεὶς αὐτοῖς πολλὰς τῶν πόλεων ἔφθειρεν), ἠλλοιοῦντο, καὶ τά τε στρατιωτικὰ ἐκινεῖτο, καὶ παῖδάς τινας αὐτοῦ [12] [1] συναρπάσαντές τινες πρὸς τὸν Πομπήιον ἐκόμισαν. ἐπ' οὖν τούτοις τοὺς μὲν ἐφώρα καὶ ἐκόλαζε, τοὺς δὲ καὶ ἐξ ὑποψίας ὀργῇ προκατελάμβανε, καὶ ἦν πρὸς οὐδένα ἔτι πιστός, ἀλλὰ καὶ τῶν λοιπῶν τέκνων ὑποτοπήσας τινὰ ἀπέσφαξεν. ἰδὼν οὖν ταῦτα υἱός τις αὐτοῦ Φαρνάκης, καὶ ἐκεῖνόν τε ἅμα φοβηθεὶς καὶ παρὰ τῶν Ῥωμαίων τὴν βασιλείαν (καὶ γὰρ ἀνὴρ ἤδη ἦν) λήψεσθαι προσδοκήσας, [2] ἐπεβούλευσεν αὐτῷ. φωραθεὶς δέ (πολλοὶ γὰρ καὶ φανερῶς καὶ λάθρᾳ πάντα τὰ πραττόμενα ὑπ' αὐτοῦ ἐπολυπραγμόνουν) εὐθὺς ἄν, εἴπερ τι καὶ τὸ βραχύτατον εὐνοίας οἱ δορυφόροι τῷ γέροντι εἶχον, ἐδικαιώθη· νῦν δὲ καίτοι σοφώτατος ὁ Μιθριδάτης ἐς πάντα τὰ βασιλικὰ γενόμενος οὐκ ἔγνω ὅτι οὐδὲν οὐδενὶ οὔτε τὰ ὅπλα οὔτε τὰ πλήθη τῶν ὑπηκόων ἄνευ τῆς παρ' αὐτῶν φιλίας ἰσχύει, ἀλλὰ καὶ ὅσῳ τις ἂν πλείω, μὴ μέντοι καὶ πιστὰ αὐτὰ ἔχῃ, [3] χαλεπώτερα αὐτῷ γίγνεται. ὁ γοῦν Φαρνάκης μετά τε τῶν προπαρεσκευασμένων καὶ μετὰ τῶν ὑπὸ τοῦ πατρὸς πρὸς τὴν σύλληψιν αὐτοῦ πεμφθέντων (ῥᾷστα γὰρ αὐτοὺς ᾠκειώσατο) καὶ ἐπ' αὐτὸν ἄντικρυς τὸν πατέρα ἠπείχθη. πυθόμενος δὲ τοῦτο ὁ γέρων (ἦν δὲ ἐν Παντικαπαίῳ) στρατιώτας τινὰς ἐπὶ τὸν υἱόν, ὡς καὶ αὐτὸς [4] ἐφεψόμενός σφισι, προέπεμψε. καὶ τούτους τε ἐκεῖνος διὰ βραχέος, ἅτε μηδ' αὐτοὺς φιλοῦντας τὸν Μιθριδάτην, ἀπετρέψατο, καὶ τὴν πόλιν ἑκουσίαν ἔλαβε, τόν τε πατέρα ἐς τὸ βασίλειον καταφυγόντα [13] [1] ἀπέκτεινεν. ἐπεχείρησε μὲν γὰρ ἑαυτὸν διαχρήσασθαι, καὶ τάς τε γυναῖκας καὶ τοὺς παῖδας τοὺς λοιποὺς φαρμάκῳ προαπαλλάξας τὸ λοιπὸν ἐξέπιεν, οὐ μέντοι οὔτε δι' ἐκείνου οὔτε διὰ ξίφους αὐτοχειρίᾳ [2] ἀποφθαρῆναι ἠδυνήθη. τό τε γὰρ φάρμακον, καίτοι θανάσιμον ὄν, οὐ συνεῖλεν αὐτόν, ἐπειδὴ πολλῇ καθ' ἑκάστην ἡμέραν προφυλακῇ ἀλεξιφαρμάκων ἐκεκράτυντο· καὶ ἡ τοῦ ξίφους πληγὴ διά τε τὴν τῆς χειρὸς αὐτοῦ ἀπό τε τῆς ἡλικίας καὶ ἀπὸ τῶν περιεστηκότων ἀσθένειαν καὶ διὰ τὴν φαρμάκου ὁποιουδηποτοῦν λῆψιν [3] ἀπημβλύνθη. ὡς οὖν οὔτε δι' ἑαυτοῦ ἀνηλίσκετο καὶ πέρα τοῦ καιροῦ χρονίζειν ἐδόκει, προσέπεσόν τε αὐτῷ ἐκεῖνοι οὓς ἐπὶ τὸν υἱὸν ἐπεπόμφει, καὶ συνετάχυναν τοῖς ξίφεσι καὶ ταῖς λόγχαις τὸν [4] ὄλεθρον. Μιθριδάτης μὲν δὴ ποικιλωτάτῃ ἀεὶ καὶ μεγίστῃ τῇ τύχῃ χρησάμενος οὐδὲ τὴν τελευτὴν τοῦ βίου ἁπλῆν ἔσχεν· ἐπεθύμησέ τε γὰρ ἀποθανεῖν μὴ βουλόμενος, καὶ αὐτὸς ἑαυτὸν ἀποκτεῖναι σπουδάσας οὐκ ἠδυνήθη, ἀλλὰ τοῦτο μὲν φαρμάκῳ τοῦτο δὲ καὶ ξίφει αὐθέντης τε ἅμα ἐγένετο καὶ ὑπὸ τῶν ἐχθρῶν ἀπεσφάγη· [14] [1] Φαρνάκης δὲ τό τε σῶμα αὐτοῦ τῷ Πομπηίῳ ταριχεύσας, ἔλεγχον τοῦ πεπραγμένου, ἔπεμψε, καὶ ἑαυτὸν τήν τε ἀρχὴν παρέδωκε. καὶ ὃς τῷ μὲν Μιθριδάτῃ οὐδὲν ἐλυμήνατο, ἀλλὰ καὶ ἐν τοῖς πατρῴοις ἠρίοις ταφῆναι αὐτὸν ἐκέλευσε· τὸ γὰρ πολέμιον αὐτοῦ συναποσβηκέναι τῇ ψυχῇ νομίζων οὐδὲν ἔτι τῷ νεκρῷ μάτην ὠργίζετο· [2] τὴν μέντοι βασιλείαν τοῦ Βοσπόρου μισθὸν τῷ Φαρνάκῃ τῆς μιαιφονίας ἐχαρίσατο, καὶ ἔς γε τοὺς φίλους τούς τε συμμάχους αὐτὸν ἀνέγραψεν.

[3]    ὡς οὖν ἐκεῖνός τε ἀπωλώλει καὶ τὰ τῆς ἀρχῆς αὐτοῦ πάντα πλὴν ὀλίγων κατέστραπτο (τείχη γάρ τινα φρουροὶ ἔξω τοῦ Βοσπόρου ἔτι καὶ τότε ἔχοντες οὐκ εὐθὺς ὡμολόγησαν, οὐχ ὅτι καὶ ἀνθίστασθαί οἱ διενοοῦντο, ἀλλ' ὅτι ἐφοβοῦντο μὴ τὰ χρήματα, ἃ ἐφύλασσον, προδιαρπάσαντές τινες ἐκείνοις τὴν αἰτίαν προσθῶσι, καὶ διὰ τοῦτο ἀνέμενον, αὐτῷ βουλόμενοι τῷ Πομπηίῳ πάντα ἐπιδεῖξαι), [15] [1] ὡς οὖν τά τε ἐνταῦθα κατείργαστο καὶ ὁ Φραάτης ἡσυχίαν ἦγεν, ἥ τε Συρία καὶ ἡ Φοινίκη καθειστήκει, τρέπεται πρὸς Ἀρέταν. οὗτος δὲ Ἀραβίων μὲν τῶν νῦν τοῖς Ῥωμαίοις δουλευόντων μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης ἐβασίλευε, πλεῖστα δὲ δὴ τὴν Συρίαν πρότερον λυπήσας, καὶ διὰ τοῦτο μάχῃ πρὸς τῶν Ῥωμαίων [2] ἀμυνόντων αὐτῇ νικηθείς, ὅμως καὶ τότε ἔτ' ἐπολέμει. ἐπ' οὖν τοῦτον τούς τε πλησιοχώρους αὐτῷ ὁ Πομπήιος ἐλάσας ἀκονιτί τε αὐτοὺς προσηγάγετο καὶ φρουρᾷ παρέδωκε. κἀντεῦθεν ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην, ὡς καὶ τὴν Φοινίκην κακώσαντας, ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκανός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφετέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν, ἱερωσύνης (οὕτω γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζον) αὐτοί τε διαφερόμενοι [3] καὶ τὰς πόλεις στασιάζοντες. ὁ οὖν Πομπήιος Ὑρκανὸν μὲν οὐδεμίαν ἀξιόχρεων ἰσχὺν ἔχοντα ἀμαχεὶ εὐθὺς προσέθετο, Ἀριστόβουλον δὲ ἐς χωρίον τι κατακλείσας ὁμολογῆσαί οἱ ἠνάγκασε, καὶ ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον παρεδίδου, ἔδησεν αὐτόν. κἀκ τούτου τοὺς μὲν ἄλλους ῥᾷον προσεποιήσατο, τὰ δὲ [16] [1] Ἱεροσόλυμα πολιορκῶν πράγματα ἔσχε. τὴν μὲν γὰρ ἄλλην πόλιν, ἐσδεξαμένων αὐτὸν τῶν τὰ τοῦ Ὑρκανοῦ φρονούντων, ἀπραγμόνως ἔλαβεν, αὐτὸ δὲ τὸ ἱερὸν προκατασχόντων τῶν ἑτέρων οὐκ ἀπόνως [2] εἷλεν· ἐπί τε γὰρ μετεώρου ἦν καὶ περιβόλῳ ἰδίῳ ὠχύρωτο. καὶ εἴ γε ἐν πάσαις ταῖς ἡμέραις ὁμοίως ἠμύνοντο, οὐκ ἂν αὐτὸ ἐχειρώσατο· νῦν δὲ τὰς τοῦ Κρόνου δὴ ὠνομασμένας διαλείποντες, καὶ οὐδὲν τὸ παράπαν ἐν αὐταῖς δρῶντες, παρέδωκαν τοῖς Ῥωμαίοις [3] καιρὸν ἐν τῷ διακένῳ τούτῳ τὸ τεῖχος διασεῖσαι. μαθόντες γὰρ τὴν πτόησιν αὐτῶν ταύτην τὸν μὲν ἄλλον χρόνον οὐδὲν σπουδῇ ἔπραττον, ταῖς δὲ δὴ ἡμέραις ἐκείναις, ὁπότε ἐκ τῆς περιτροπῆς [4] ἐπέλθοιεν, ἐντονώτατά οἱ προσέβαλλον. καὶ οὕτως ἑάλωσάν τε ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ μηδ' ἀμυνόμενοι, καὶ πάντα τὰ χρήματα διηρπάσθη. ἥ τε βασιλεία τῷ Ὑρκανῷ ἐδόθη, καὶ ὁ Ἀριστόβουλος ἀνηνέχθη.

[5]    ταῦτα μὲν τότε ἐν τῇ Παλαιστίνῃ ἐγένετο· οὕτω γὰρ τὸ σύμπαν ἔθνος, ὅσον ἀπὸ τῆς Φοινίκης μέχρι τῆς Αἰγύπτου παρὰ τὴν θάλασσαν τὴν ἔσω παρήκει, ἀπὸ παλαιοῦ κέκληται. ἔχουσι δὲ καὶ ἕτερον ὄνομα ἐπίκτητον· ἥ τε γὰρ χώρα Ἰουδαία καὶ αὐτοὶ Ἰουδαῖοι [17] [1] ὠνομάδαται· ἡ δὲ ἐπίκλησις αὕτη ἐκείνοις μὲν οὐκ οἶδ' ὅθεν ἤρξατο γενέσθαι, φέρει δὲ καὶ ἐπὶ τοὺς ἄλλους ἀνθρώπους ὅσοι τὰ νόμιμα αὐτῶν, καίπερ ἀλλοεθνεῖς ὄντες, ζηλοῦσι. καὶ ἔστι καὶ παρὰ τοῖς Ῥωμαίοις τὸ γένος τοῦτο, κολουσθὲν ‹μὲν› πολλάκις, αὐξηθὲν δὲ ἐπὶ πλεῖστον, ὥστε καὶ ἐς παρρησίαν τῆς νομίσεως ἐκνικῆσαι.

[2] κεχωρίδαται δὲ ἀπὸ τῶν λοιπῶν ἀνθρώπων ἔς τε τἆλλα τὰ περὶ τὴν δίαιταν πάνθ' ὡς εἰπεῖν, καὶ μάλισθ' ὅτι τῶν μὲν ἄλλων θεῶν οὐδένα τιμῶσιν, ἕνα δέ τινα ἰσχυρῶς σέβουσιν. οὐδ' ἄγαλμα οὐδὲν ‹οὐδ'› ἐν αὐτοῖς ποτε τοῖς Ἱεροσολύμοις ἔσχον, ἄρρητον δὲ δὴ καὶ ἀειδῆ αὐτὸν νομίζοντες εἶναι περισσότατα ἀνθρώπων [3] θρησκεύουσι. καὶ αὐτῷ νεών τε μέγιστον καὶ περικαλλέστατον, πλὴν καθ' ὅσον ἀχανής τε καὶ ἀνώροφος ἦν, ἐξεποίησαν, καὶ τὴν ἡμέραν τὴν τοῦ Κρόνου καλουμένην ἀνέθεσαν, καὶ ἄλλα τε ἐν αὐτῇ ἰδιαίτατα πολλὰ [ἃ] ποιοῦσι, καὶ ἔργου οὐδενὸς σπουδαίου προσάπτονται.

[4]   καὶ τὰ μὲν κατ' ἐκεῖνον, τίς τε ἔστι καὶ ὅθεν οὕτως ἐτιμήθη, ὅπως τε περὶ αὐτὸν ἐπτόηνται, πολλοῖς τε εἴρηται καὶ οὐδὲν τῇδε [18] [1] τῇ ἱστορίᾳ προσήκει· τὸ δὲ δὴ ἐς τοὺς ἀστέρας τοὺς ἑπτὰ τοὺς πλάνητας ὠνομασμένους τὰς ἡμέρας ἀνακεῖσθαι κατέστη μὲν ὑπ' Αἰγυπτίων, πάρεστι δὲ καὶ ἐπὶ πάντας ἀνθρώπους, οὐ πάλαι ποτὲ ὡς λόγῳ εἰπεῖν ἀρξάμενον· οἱ γοῦν ἀρχαῖοι Ἕλληνες οὐδαμῇ αὐτό, [2] ὅσα γε ἐμὲ εἰδέναι, ἠπίσταντο. ἀλλ' ἐπειδὴ καὶ πάνυ νῦν τοῖς τε ἄλλοις ἅπασι καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπιχωριάζει, καὶ ἤδη καὶ τοῦτό σφισι πάτριον τρόπον τινά ἐστι, βραχύ τι περὶ αὐτοῦ διαλεχθῆναι βούλομαι, πῶς τε καὶ τίνα τρόπον οὕτω τέτακται. ἤκουσα δὲ δύο λόγους, ἄλλως μὲν οὐ χαλεποὺς γνωσθῆναι, θεωρίας ‹δέ› τινος [3] ἐχομένους. εἰ γάρ τις τὴν ἁρμονίαν τὴν διὰ τεσσάρων καλουμένην, ἥπερ που καὶ τὸ κῦρος τῆς μουσικῆς συνέχειν πεπίστευται, καὶ ἐπὶ τοὺς ἀστέρας τούτους, ὑφ' ὧν ὁ πᾶς τοῦ οὐρανοῦ κόσμος διείληπται, κατὰ τὴν τάξιν καθ' ἣν ἕκαστος αὐτῶν περιπορεύεται ἐπαγάγοι, καὶ ἀρξάμενος ἀπὸ τῆς ἔξω περιφορᾶς τῆς τῷ Κρόνῳ [4] δεδομένης, ἔπειτα διαλιπὼν δύο τὰς ἐχομένας τὸν τῆς τετάρτης δεσπότην ὀνομάσειε, καὶ μετ' αὐτὸν δύο αὖ ἑτέρας ὑπερβὰς ἐπὶ τὴν ἑβδόμην ἀφίκοιτο, κἀν τῷ αὐτῷ τούτῳ τρόπῳ αὐτάς τε ἐπιὼν καὶ τοὺς ἐφόρους σφῶν θεοὺς ἀνακυκλῶν ἐπιλέγοι ταῖς ἡμέραις, εὑρήσει πάσας αὐτὰς μουσικῶς πως τῇ τοῦ οὐρανοῦ διακοσμήσει [19] [1] προσηκούσας. εἷς μὲν δὴ οὗτος λέγεται λόγος, ἕτερος δὲ ὅδε. τὰς ὥρας τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπὸ τῆς πρώτης ἀρξάμενος ἀριθμεῖν, καὶ ἐκείνην μὲν τῷ Κρόνῳ διδούς, τὴν δὲ ἔπειτα τῷ Διὶ καὶ τρίτην Ἄρει, τετάρτην ἡλίῳ, πέμπτην Ἀφροδίτῃ, ἕκτην Ἑρμῇ [2] καὶ ἑβδόμην σελήνῃ, κατὰ τὴν τάξιν τῶν κύκλων καθ' ἣν οἱ Αἰγύπτιοι αὐτὴν νομίζουσι, καὶ τοῦτο καὶ αὖθις ποιήσας, πάσας τε οὕτω τὰς τέσσαρας καὶ εἴκοσιν ὥρας περιελθών, εὑρήσεις τὴν [3] πρώτην τῆς ἐπιούσης ἡμέρας ὥραν ἐς τὸν ἥλιον ἀφικνουμένην. καὶ τοῦτο καὶ ἐπ' ἐκείνων τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν κατὰ τὸν αὐτὸν τοῖς πρόσθε λόγον πράξας, τῇ σελήνῃ τὴν πρώτην τῆς τρίτης ἡμέρας ὥραν ἀναθήσεις, κἂν οὕτω καὶ διὰ τῶν λοιπῶν πορεύῃ, τὸν προσήκοντα ἑαυτῇ θεὸν ἑκάστη ἡμέρα λήψεται.

[20]

[1]    ταῦτα μὲν οὕτω παραδέδοται· Πομπήιος δὲ ἐπειδὴ καὶ ἐκεῖνα κατέπραξεν, πρός τε τὸν Πόντον αὖθις ἦλθε, καὶ παραλαβὼν τὰ τείχη ἔς τε τὴν Ἀσίαν κἀντεῦθεν ἐς τὴν Ἑλλάδα τήν τε Ἰταλίαν [2] ἐκομίσθη. πολλὰς μὲν δὴ οὖν μάχας ἐνίκησε, πολλοὺς δὲ καὶ δυνάστας καὶ βασιλέας τοὺς μὲν προσεπολεμώσατο τοὺς δὲ καὶ ὁμολογίᾳ προσεποιήσατο, πόλεις τε ὀκτὼ ἀπῴκισε, καὶ χώρας προσόδους τε συχνὰς τοῖς Ῥωμαίοις ἀπέδειξε, τά τε πλείω ἔθνη τῶν ἐν τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τότε αὐτοῖς ὄντων νόμοις τε ἰδίοις καὶ πολιτείαις κατεστήσατο καὶ διεκόσμησεν, ὥστε καὶ δεῦρο αὐτοὺς τοῖς [3] ὑπ' ἐκείνου νομισθεῖσι χρῆσθαι. ἀλλὰ ταῦτα μέν, καίπερ μεγάλα τε ὄντα καὶ μηδενὶ τῶν πρόσθε Ῥωμαίων πραχθέντα, καὶ τῇ τύχῃ καὶ τοῖς συστρατευσαμένοις οἱ ἀναθείη ἄν τις· ὃ δὲ δὴ μάλιστα αὐτοῦ τε τοῦ Πομπηίου ἔργον ἐγένετο καὶ θαυμάσαι διὰ πάντων [4] ἄξιόν ἐστι, τοῦτο νῦν ἤδη φράσω. πλείστην μὲν γὰρ ἰσχὺν καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ ἔχων, πλεῖστα δὲ χρήματα ἐκ τῶν αἰχμαλώτων πεπορισμένος, δυνάσταις τε καὶ βασιλεῦσι συχνοῖς ᾠκειωμένος, τούς τε δήμους ὧν ἦρξε πάντας ὡς εἰπεῖν δι' εὐνοίας εὐεργεσίαις κεκτημένος, [5] δυνηθείς τ' ἂν δι' αὐτῶν τήν τε Ἰταλίαν κατασχεῖν καὶ τὸ τῶν Ῥωμαίων κράτος πᾶν περιποιήσασθαι, τῶν μὲν πλείστων ἐθελοντὶ ἂν αὐτὸν δεξαμένων, εἰ δὲ καὶ ἀντέστησάν τινες, ἀλλ' ὑπ' ἀσθενείας γε πάντως ἂν ὁμολογησάντων, οὐκ ἠβουλήθη τοῦτο ποιῆσαι, [6] ἀλλ' εὐθύς, ἐπειδὴ τάχιστα ἐς [τε] τὸ Βρεντέσιον ἐπεραιώθη, τὰς δυνάμεις πάσας αὐτεπάγγελτος, μήτε τῆς βουλῆς μήτε τοῦ δήμου ψηφισαμένου τι περὶ αὐτῶν, ἀφῆκεν, οὐδὲν οὐδὲ τοῦ ἐς τὰ νικητήρια αὐταῖς χρήσασθαι φροντίσας. ἐπειδὴ ‹γὰρ› τά τε τοῦ Μαρίου καὶ τὰ τοῦ Σύλλου ἐν μίσει τοῖς ἀνθρώποις ἠπίστατο ὄντα, οὐκ ἠθέλησε φόβον τινὰ αὐτοῖς οὐδ' ἐπ' ὀλίγας ἡμέρας, ὅτι ‹τι› [21] [1] τῶν ὁμοίων πείσονται, παρασχεῖν. οὔκουν οὐδ' ὄνομα οὐδέν, καίτοι πολλὰ ἀπὸ τῶν κατειργασμένων λαβεῖν ἂν δυνηθείς, προσεκτήσατο. τὰ μὲν γὰρ ἐπινίκια, λέγω δὴ τὰ μείζω νομιζόμενα, καίπερ οὐχ ὅσιον ὂν ἔκ γε τῶν πάνυ πατρίων ἄνευ τῶν συννικησάντων τινὶ [2] πεμφθῆναι, ὅμως ψηφισθέντα ἐδέξατο. καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ' ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον [3] ὅτι τῆς οἰκουμένης ἐστίν. οὐ μέντοι καὶ ἐπωνυμίαν τινὰ προσεπέθετο, ἀλλὰ καὶ μόνῃ τῇ τοῦ Μάγνου, ἥνπερ που καὶ πρὸ ἐκείνων τῶν ἔργων ἐκέκτητο, ἠρκέσθη. οὐ μὴν οὐδ' ἄλλην τινὰ τιμὴν ὑπέρογκον λαβεῖν διεπράξατο, ἢ τοῖς γε ψηφισθεῖσιν ἀπόντι οἱ πλὴν [4] ἅπαξ ἐχρήσατο. ἦν δὲ ταῦτα δαφνηφορεῖν τε αὐτὸν κατὰ πάσας ἀεὶ τὰς πανηγύρεις, καὶ τὴν στολὴν τὴν μὲν ἀρχικὴν ἐν πάσαις αὐταῖς, τὴν δὲ ἐπινίκιον ἐν τοῖς τῶν ἵππων ἀγῶσιν ἐνδύνειν. ταῦτα γὰρ αὐτῷ, συμπράσσοντος ἐς αὐτὰ τὰ μάλιστα τοῦ Καίσαρος, καὶ [22] [1] παρὰ τὴν τοῦ Κάτωνος τοῦ Μάρκου γνώμην ἐδόθη. καὶ περὶ μὲν ἐκείνου, ὅστις τε ἦν καὶ ὅτι τοὺς πολλοὺς ἐθεράπευε, τόν τε Πομπήιον ἄλλως μὲν καθῄρει, δι' ὧν δὲ δὴ τῷ τε ὁμίλῳ χαριεῖσθαι καὶ αὐτὸς ἰσχύσειν ἔμελλε προσεποιεῖτο, προείρηται· ὁ δὲ δὴ Κάτων οὗτος ἦν ἐκ τοῦ τῶν Πορκίων γένους καὶ τὸν Κάτωνα τὸν πάνυ [2] ἐζήλου, πλὴν καθ' ὅσον παιδείᾳ Ἑλληνικῇ μᾶλλον αὐτοῦ ἐκέχρητο. ἤσκει δὲ τὰ τοῦ πλήθους ἀκριβῶς, καὶ ἕνα μὲν ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν [3] ἐλέῳ τῆς ἀσθενείας ἐφίλει. καὶ δήμου ἐραστής τε ὡς οὐδεὶς ἄλλος ἐγίγνετο, καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. καὶ ταῦτα μέντοι πάντα οὔτε πρὸς ἰσχὺν οὔτε πρὸς δόξαν ἢ τιμήν τινα, ἀλλ' αὐτῆς ἕνεκα τῆς τε αὐτονόμου καὶ τῆς ἀτυραννεύτου [4] διαίτης ἔπραττε. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὸ κοινὸν τότε πρῶτον παρῆλθε καὶ πρὸς τὰ ψηφιζόμενα, καίπερ μηδεμίαν τῷ Πομπηίῳ ἔχθραν ἔχων, ἀλλ' ὅτι γε ἔξω τῶν πατρίων ἦν, ἀντεῖπεν.

[23]

[1]    ἀπόντι μὲν δὴ οὖν αὐτῷ ταῦτ' ἔδοσαν, ἐλθόντι δὲ οὐδέν, πάντως ἄν που καὶ ἕτερα προσθέντες, εἴπερ ἠθελήκει· ἄλλοις γοῦν τισιν ἐν ἐλάττονι αὐτοῦ κράτει γενομένοις πολλὰ καὶ ὑπέρογκα πολλάκις ἔνειμαν. καὶ ὅτι γε καὶ ἐκεῖνα ἄκοντες ἔπραξαν, δῆλόν ἐστιν.

[2] ὁ οὖν Πομπήιος εὖ εἰδὼς ὅτι πάνθ' ὅσα ἐν ταῖς δυναστείαις τοῖς ἰσχύουσί τι παρὰ τῶν πολλῶν γίγνεται, τήν τε ὑπόνοιαν, κἂν τὰ μάλιστα ἐθελούσιοί τι ψηφίσωνται, ὡς καὶ κατὰ βίαν ἐκ τῆς τῶν κρατούντων παρασκευῆς διδόμενα ἔχει, καὶ δόξαν οὐδεμίαν τοῖς λαβοῦσιν αὐτά, ὡς καὶ μὴ παρ' ἑκόντων ἀλλὰ ἀναγκασθέντων, μηδ' ἀπ' εὐνοίας ἀλλ' ἐκ κολακείας ὑπάρξαντά σφισι φέρει, οὐκ ἐπέτρεψεν [3] ἀρχὴν οὐδενὶ οὐδὲν ἐσηγήσασθαι. καὶ πολύ γε τοῦτο βέλτιον εἶναι ἔλεγεν ἢ ψηφισθέντα μὴ προσίεσθαι· ἐν μὲν γὰρ τῷ μῖσός τε ἐπὶ τῇ δυναστείᾳ ὑφ' ἧς ἐγιγνώσκετο, καὶ ὑπερηφανίαν καὶ ὕβριν τῷ μὴ δέχεσθαι τὰ διδόμενα παρὰ τῶν κρειττόνων δῆθεν ἢ πάντως γε τῶν ὁμοίων ἐνεῖναι, ἐν δὲ τῷ ἑτέρῳ τὸ δημοτικὸν ὄντως καὶ ὄνομα καὶ ἔργον οὐκ ἀπ' ἐνδείξεως ἀλλ' ἐξ ἀληθείας [4] ὑπάρχειν. τὰς γάρ τοι ἀρχὰς καὶ τὰς ἡγεμονίας ἔξω τῶν πατρίων ὀλίγου πάσας λαβών, τὰ γοῦν ἄλλα τοιαῦτα, ἐξ ὧν μήτε ὠφελῶν τινα μήτε ὠφελούμενος φθόνον ἄλλως καὶ μῖσος καὶ πρὸς αὐτῶν τῶν διδόντων αὐτὰ σχήσειν ἔμελλεν, οὐκ ἐδέχετο.

[24]

[1]    καὶ ταῦτα μὲν ἀνὰ χρόνον ἐγένετο, τότε δὲ οἱ Ῥωμαῖοι πολέμων ἀνάπαυσιν τὸν λοιπὸν τοῦ ἔτους χρόνον ἔσχον, ὥστε καὶ τὸ οἰώνισμα τὸ τῆς ὑγιείας ὠνομασμένον διὰ πάνυ πολλοῦ ποιῆσαι. τοῦτο δὲ δὴ μαντείας τις τρόπος ἐστί, πύστιν τινὰ ἔχων εἰ ἐπιτρέπει σφίσιν ὁ θεὸς ὑγίειαν τῷ δήμῳ αἰτῆσαι, ὡς οὐχ ὅσιον ‹ὂν› οὐδὲ [2] αἴτησιν αὐτῆς, πρὶν συγχωρηθῆναι, γενέσθαι. καὶ ἐτελεῖτο κατ' ἔτος ἡμέρᾳ, ἐν ᾗ μηδὲν στρατόπεδον μήτε ἐπὶ πόλεμον ἐξῄει μήτ' ἀντιπαρετάττετό τισι μήτε ἐμάχετο. καὶ διὰ τοῦτο ἐν τοῖς συνεχέσι κινδύνοις, καὶ μάλιστα τοῖς ἐμφυλίοις, οὐκ ἐποιεῖτο· ἄλλως τε γὰρ παγχάλεπόν σφισιν ἦν καθαρὰν ἀπὸ πάντων αὐτῶν ἡμέραν ἀκριβῶς [3] τηρῆσαι, καὶ προσέτι καὶ ἀτοπώτατον, κακὰ αὐτοὺς ἐν ταῖς στάσεσιν ἑκουσίους ἀμύθητα ἀλλήλοις παρέχοντας, καὶ μέλλοντας, ἄν τε ἡττηθῶσιν ἄν τε καὶ νικήσωσι, κακοῦσθαι, ἔπειτα σωτηρίαν [25] [1] παρὰ τοῦ θείου προσαιτεῖν. ἀμέλει καὶ τότε ἠδυνήθη μέν πως τὸ οἰώνισμα ἐκεῖνο ποιηθῆναι, οὐ μέντοι καὶ καθαρὸν ἐγένετο. ἔξεδροι γάρ τινες ὄρνιθες ἐπέπταντο, καὶ διὰ τοῦτ' ἀνεμαντεύσαντο. καὶ [2] ἄλλα τε αὐτοῖς σημεῖα οὐκ αἴσια συνηνέχθη· κεραυνοί τε γὰρ ἐν αἰθρίᾳ πολλοὶ ἔπεσον, καὶ ἡ γῆ ἰσχυρῶς ἐσείσθη, εἴδωλά τε πολλαχόθι ἀνθρώπων ἐφαντάσθη, καὶ λαμπάδες ἀνεκὰς ἐς τὸν οὐρανὸν ἀπὸ τῶν δυσμῶν ἀνέδραμον, ὥστε πάντα τινὰ καὶ ἰδιώτην τὰ [3] σημαινόμενα ἀπ' αὐτῶν προγνῶναι. οἱ γὰρ δήμαρχοι τὸν Ἀντώνιον τὸν ὕπατον ὁμοιοτροπώτατόν σφισιν ὄντα προσλαβόντες, ὁ μέν τις τοὺς παῖδας τῶν ὑπὸ τοῦ Σύλλου ἐκπεσόντων πρὸς τὰς ἀρχὰς ἦγεν, ὁ δὲ τῷ τε Παίτῳ τῷ Πουπλίῳ καὶ τῷ Σύλλᾳ τῷ Κορνηλίῳ τῷ μετ' αὐτοῦ ἁλόντι τό τε βουλεύειν καὶ τὸ ἄρχειν ἐξεῖναι [4] ἐδίδου. ἄλλος χρεῶν ἀποκοπάς, ἄλλος κληρουχίας καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἐν τῷ ὑπηκόῳ γενέσθαι ἐσηγεῖτο.

   καὶ ταῦτα μὲν πρός τε τοῦ Κικέρωνος καὶ πρὸς τῶν ἄλλων τῶν ὁμογνωμονούντων οἱ προκαταληφθέντα, πρὶν ἔργον τι ἀπ' αὐτῶν [26] [1] συμβῆναι, ἐπαύθη· Τίτος δὲ δὴ Λαβιῆνος Γάιον Ῥαβίριον ἐπὶ τῷ τοῦ Σατουρνίνου φόνῳ γραψάμενος πλεῖστόν σφισι τάραχον παρέσχεν. ὅ τε γὰρ Σατουρνῖνος πρὸ ἕξ που καὶ τριάκοντα ἐτῶν ἐτεθνήκει, καὶ τὰ κατὰ τὸν πόλεμον τὸν πρὸς αὐτὸν οἱ ὕπατοι τότε παρὰ τῆς βουλῆς προσετετάχατο, ὥστε ἡ γερουσία ἄκυρος ἐκ τοῦ [2] δικαστηρίου ἐκείνου τῶν ψηφισμάτων ἐγίγνετο. κἀκ τούτου πᾶς ὁ κόσμος τῆς πολιτείας ἐταράττετο. ὁ μὲν γὰρ Ῥαβίριος οὐδ' ὡμολόγει τὸν φόνον, ἀλλ' ἄπαρνος ἦν· οἱ δὲ δήμαρχοι τήν τε ἰσχὺν καὶ τὴν ἀξίωσιν τῆς βουλῆς καταλῦσαι παντελῶς ἐσπούδαζον, καὶ ἐξουσίαν ἑαυτοῖς τοῦ πάνθ' ὅσα βούλοιντο ποιεῖν προπαρεσκεύαζον· [3] διὰ γὰρ δὴ τοῦ τά τε τῷ συνεδρίῳ δόξαντα καὶ τὰ πρὸ τοσούτων ἐτῶν πραχθέντα εὐθύνεσθαι τοῖς τέ τι τῶν ὁμοίων ἐπιχειροῦσι ἄδεια ἐδίδοτο καὶ αἱ τιμωρίαι αὐτῶν ἐκολούοντο. ἡ οὖν γερουσία δεινὸν μὲν καὶ ἄλλως ἐνόμιζεν εἶναι [καὶ] ἄνδρα βουλευτὴν μήτ' ἀδικοῦντά τι καὶ ἐς γῆρας ἤδη προεληλυθότα ἀπολεῖσθαι, πολλῷ δὲ δὴ μᾶλλον ἠγανάκτει ὅτι τό τε πρόσχημα τῆς πολιτείας διεβάλλετο [27] [1] καὶ τὰ πράγματα τοῖς φαυλοτάτοις ἐπετρέπετο. σπουδαί τε οὖν ταραχώδεις καὶ φιλονεικίαι ἀφ' ἑκατέρων περί τε τοῦ δικαστηρίου, τῶν μὲν ὅπως μὴ συναχθῇ, τῶν δὲ ἵνα καθιζήσῃ δικαιούντων, καὶ ἐπειδὴ τοῦτο διά τε τὸν Καίσαρα καὶ δι' ἄλλους τινὰς ἐνίκησε, [2] περί γε τῆς κρίσεως αὖθις συνέβησαν. καὶ ἦν γὰρ αὐτὸς ἐκεῖνος καὶ μετὰ τοῦ Καίσαρος τοῦ Λουκίου δικάζων (οὐ γὰρ ἁπλῶς, ἀλλὰ τὸ δὴ λεγόμενον περδουελλίωνος ὁ Ῥαβίριος ἐκρίθη), κατεψηφίσαντο αὐτοῦ, καίτοι μὴ πρὸς τοῦ δήμου κατὰ τὰ πάτρια, ἀλλὰ [3] πρὸς αὐτοῦ τοῦ στρατηγοῦ οὐκ ἐξὸν αἱρεθέντες. καὶ ἐφῆκε μὲν ὁ Ῥαβίριος, πάντως δ' ἂν καὶ παρὰ τῷ δήμῳ ἑάλω, εἰ μὴ ὁ Μέτελλος ὁ Κέλερ οἰωνιστής τε ὢν καὶ στρατηγῶν ἐνεπόδισεν· ἐπειδὴ γὰρ οὔτε ἄλλως ἐπείθοντό οἱ, οὔθ' ὅτι παρὰ τὰ νενομισμένα ἡ κρίσις ἐγεγόνει ἐνεθυμοῦντο, ἀνέδραμεν ἐς τὸ Ἰανίκουλον πρὶν καὶ ὁτιοῦν σφας ψηφίσασθαι, καὶ τὸ σημεῖον τὸ στρατιωτικὸν κατέσπασεν, ὥστε μηδὲν ἔτ' αὐτοῖς ἐξεῖναι διαγνῶναι.

[28]

[1]    τοῦτο δέ, τὸ κατὰ τὸ σημεῖον, τοιόνδε τί ἐστι. πολλῶν τὸ ἀρχαῖον πολεμίων τῇ πόλει προσοικούντων, φοβούμενοι μή ποτε ἐκκλησιαζόντων σφῶν κατὰ τοὺς λόχους ἐπίθωνταί τινες τῇ πόλει τὸ Ἰανίκουλον καταλαβόντες, ἐνόμισαν μὴ πάντες ἅμα ψηφίζεσθαι, ἀλλά τινας ἀεὶ ἐνόπλους τὸ χωρίον ἐκεῖνο ἐκ διαδοχῆς φυλάττειν.

[2] καὶ αὐτό, ἕως μὲν ἡ ἐκκλησία ἦν, ἐφρούρουν, ὁπότε δὲ διαλυθήσεσθαι ἔμελλε, τό τε σημεῖον καθῃρεῖτο καὶ οἱ φύλακες ἀπηλλάσσοντο· οὐ γὰρ ἐξῆν μὴ φρουρουμένου τοῦ χωρίου ἐκείνου οὐδὲν ἔτι [3] χρηματισθῆναι. τοῦτο δὲ ἐν μόναις ταῖς κατὰ τοὺς λόχους ἀθροιζομέναις ἐκκλησίαις ἐγίγνετο, ὅτι τε ἔξω τοῦ τείχους, καὶ ὅτι πάντες οἱ τὰ ὅπλα ἔχοντες ἀνάγκην εἶχον ἐς αὐτὰς συνιέναι· καὶ ἔτι [τε] καὶ νῦν ὁσίας ἕνεκα ποιεῖται.

[4]    οὕτω μὲν δὴ τότε ἥ τε ἐκκλησία καθαιρεθέντος τοῦ σημείου διελύθη καὶ ὁ Ῥαβίριος ἐσώθη· ἐξῆν μὲν γὰρ τῷ Λαβιήνῳ καὶ [29] [1] αὖθις δικάσασθαι, οὐ μέντοι καὶ ἐποίησεν αὐτό· ὁ δὲ δὴ Κατιλίνας ὧδέ τε καὶ διὰ τάδε ἀπώλετο. ἔδοξε τῇ βουλῇ, τήν τε ὑπατείαν καὶ τότε αἰτήσαντος ‹αὐτοῦ›, καὶ πᾶν ὁτιδήποτε ἐνεδέχετο ὅπως ἀποδειχθῇ μηχανωμένου, δέκα ἐτῶν φυγήν, τοῦ Κικέρωνος ἐς τὰ μάλιστα ἐνάγοντος, τοῖς ἐπιτιμίοις τοῖς ἐπὶ τῷ δεκασμῷ τεταγμένοις [2] προσνομοθετῆσαι. τοῦτ' οὖν καὶ ἐκεῖνος δι' ἑαυτόν, ὅπερ που καὶ ἀληθὲς ἦν, ἐγνῶσθαι νομίσας ἐπεχείρησε μέν, χεῖρά τινα παρασκευάσας, τὸν Κικέρωνα καὶ ἄλλους τινὰς τῶν πρώτων ἐν αὐταῖς ταῖς ἀρχαιρεσίαις, ἵν' ὕπατος εὐθὺς χειροτονηθῇ, φονεῦσαι, οὐκ ἠδυνήθη [3] δέ. ὁ γὰρ Κικέρων προμαθὼν τὸ ἐπιβούλευμα τῇ τε γερουσίᾳ ἐμήνυσεν αὐτὸ καὶ κατηγορίαν αὐτοῦ πολλὴν ἐποιήσατο· ἐπειδή τε οὐκ ἔπεισέ σφας ψηφίσασθαί τι ὧν ἠξίου (οὔτε γὰρ πιθανὰ ἐξηγγελκέναι καὶ διὰ τὴν ἑαυτοῦ ἔχθραν καταψεύδεσθαι τῶν ἀνδρῶν ὑπωπτεύθη), ἐφοβήθη ἅτε καὶ προσπαρωξυγκὼς τὸν Κατιλίναν, [4] καὶ οὐκ ἐτόλμησεν ἁπλῶς ἐς τὴν ἐκκλησίαν ἐσελθεῖν ὥσπερ εἰώθει, ἀλλὰ τούς τε ἐπιτηδείους συνεπηγάγετο παρεσκευασμένους ἀμῦναί οἱ εἴ τι δεινὸν γένοιτο, καὶ θώρακα τῆς τε ἑαυτοῦ ἀσφαλείας καὶ τῆς ἐκείνων διαβολῆς ἕνεκα, ὑπὸ μὲν τὴν ἐσθῆτα, παραφαίνων [5] δ' αὐτὸν ἐξεπίτηδες, ἐνεδύσατο. ἔκ τε οὖν τούτου, καὶ ὅτι καὶ ἄλλως φήμη τις ἐγένετο ὅτι ἐπιβουλεύεται, ὅ τε δῆμος δεινῶς ἠγανάκτησε καὶ οἱ συνομωμοκότες τῷ Κατιλίνᾳ φοβηθέντες αὐτὸν [30] [1] ἡσύχασαν. καὶ οὕτως ὕπατοί τε ἕτεροι ᾑρέθησαν, καὶ ἐκεῖνος οὐκέτι λάθρᾳ, οὐδὲ ἐπὶ τὸν Κικέρωνα τούς τε σὺν αὐτῷ μόνους, ἀλλὰ [2] καὶ ἐπὶ πᾶν τὸ κοινὸν τὴν ἐπιβουλὴν συνίστη. ἐκ γὰρ τῆς Ῥώμης αὐτῆς τούς τε κακίστους καὶ καινῶν ἀεί ποτε πραγμάτων ἐπιθυμητάς, κἀκ τῶν συμμάχων ὡς ὅτι πλείστους, χρεῶν τε [καὶ] ἀποκοπὰς καὶ γῆς ἀναδασμούς, ἄλλα τε ἐξ ὧν μάλιστα δελεάσειν αὐτοὺς [3] ἤμελλεν, ὑπισχνούμενός σφισι συνῆγε. καὶ τούς γε πρώτους αὐτῶν ‹καὶ› δυνατωτάτους (ἦσαν δὲ ἄλλοι τε καὶ Ἀντώνιος ὁ ὕπατος) καὶ ἐς ἀθεμίτων ὁρκωμοσιῶν ἀνάγκην προήγαγε· παῖδα γάρ τινα καταθύσας, καὶ ἐπὶ τῶν σπλάγχνων αὐτοῦ τὰ ὅρκια ποιήσας, [4] ἔπειτ' ἐσπλάγχνευσεν αὐτὰ μετὰ τῶν ἄλλων. συνέπραττον δὲ αὐτῷ τὰ μάλιστα τὰ μὲν ἐν τῇ Ῥώμῃ ὅ τε ὕπατος καὶ ὁ Λέντουλος ὁ Πούπλιος ὁ μετὰ τὴν ὑπατείαν ἐκ τῆς γερουσίας ἐκπεσών (ἐστρατήγει γὰρ ὅπως τὴν βουλείαν ἀναλάβῃ), τὰ δὲ ἐν ταῖς Φαισούλαις, [5] ἐς ἃς οἱ στασιῶται αὐτοῦ συνελέγοντο, Γάιός τις Μάλλιος, τῶν τε πολεμικῶν ἐμπειρότατος (μετὰ γὰρ τῶν τοῦ Σύλλου λοχαγῶν ἐστράτευτο) καὶ πολυδαπανώτατος ὤν· σύμπαντα γοῦν ὅσα τότε ἐκτήσατο, καίπερ πάμπολλα ὄντα, κακῶς καταναλώσας ἑτέρων ἔργων ὁμοίων ἐπεθύμει.

[31]

[1]    παρασκευαζομένων οὖν ταῦτα αὐτῶν, μηνύεται τῷ Κικέρωνι πρότερα μὲν τὰ ἐν τῷ ἄστει γιγνόμενα διὰ γραμμάτων τινῶν, ἃ τὸν μὲν γράψαντα οὐκ ἐδήλου, τῷ δὲ δὴ Κράσσῳ καὶ ἄλλοις τισὶ τῶν δυνατῶν ἐδόθη, καὶ ἐπ' αὐτοῖς δόγμα ἐκυρώθη, ταραχήν τε [2] εἶναι καὶ ζήτησιν τῶν αἰτίων αὐτῆς γενέσθαι· δεύτερα δὲ τὰ ἀπὸ τῆς Τυρσηνίδος, καὶ προσεψηφίσαντο τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς τε πόλεως καὶ τῶν ὅλων αὐτῆς πραγμάτων, καθάπερ εἰώθεσαν· καὶ γὰρ τούτῳ τῷ δόγματι προσεγράφη τὸ διὰ φροντίδος αὐτοὺς σχεῖν ἀφορμήσαντος, τήν τε χώραν αὖθις κατέδραμε καὶ τὸ τεῖχος παρ' καὶ φρουρᾶς πολλαχόθι καταστάσης τὰ μὲν ἐν τῷ ἄστει οὐκέτ' ἐνεωτερίσθη, ὥστε καὶ ἐπὶ συκοφαντίᾳ τὸν Κικέρωνα διαβληθῆναι, τὰ δὲ ἐκ τῶν Τυρσηνῶν ἀγγελλόμενα τήν τε αἰτίαν ἐπιστώσατο [32] καὶ βίας ἐπ' αὐτοῖς γραφὴν τῷ Κατιλίνᾳ παρεσκεύασε. καὶ ὃς τὰ μὲν πρῶτα καὶ πάνυ αὐτὴν ἑτοίμως, ὡς καὶ ἀπὸ χρηστοῦ τοῦ συνειδότος, ἐδέξατο, καὶ πρός τε τὴν δίκην δῆθεν ἡτοιμάζετο, καὶ τῷ Κικέρωνι αὐτῷ τηρεῖν ἑαυτόν, ὅπως δὴ μὴ φύγῃ που, παρεδίδου.

[3] μὴ προσδεξαμένου δὲ ἐκείνου τὴν φρουρὰν αὐτοῦ, παρὰ τῷ Μετέλλῳ τῷ στρατηγῷ τὴν δίαιταν ἑκούσιος ἐποιεῖτο, ἵν' ὡς ἥκιστα ὑποπτευθῇ νεωτερίζειν τι, μέχρις ἂν καὶ ἐκ τῶν αὐτόθε συνωμοτῶν [4] ἰσχυρόν τι προσλάβῃ. ὡς δ' οὐδέν οἱ προεχώρει (ὅ τε γὰρ Ἀντώνιος φοβηθεὶς ὑπεστέλλετο καὶ ὁ Λέντουλος ἥκιστα δραστήριος ἦν), προεῖπεν αὐτοῖς νυκτὸς ἐς οἰκίαν τινὰ συλλεγῆναι, καὶ λαθὼν τὸν Μέτελλον ἦλθέ τε πρὸς αὐτοὺς καὶ ἐπετίμησέ σφισιν ἐπί τε [5] τῇ ἀτολμίᾳ καὶ ἐπὶ τῇ μαλακίᾳ. κἀκ τούτου διεξελθὼν ὅσα τε πείσοιντο φωραθέντες καὶ ὅσων τεύξοιντο κατορθώσαντες, οὕτως αὐτοὺς καὶ ἐπέρρωσε καὶ παρώξυνεν ὥσθ' ὑποσχέσθαι δύο τινὰς ἔς τε τὴν τοῦ Κικέρωνος οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἐσᾴξειν κἀνταῦθα [33] [1] αὐτὸν φονεύσειν. ὡς δὲ καὶ τοῦτο προεμηνύθη (ὁ γὰρ Κικέρων πολὺ δυνάμενος, συχνούς τε ἐκ τῶν συνηγορημάτων τοὺς μὲν οἰκειούμενος τοὺς δὲ ἐκφοβῶν, πολλοὺς τοὺς διαγγέλλοντάς οἱ τὰ τοιαῦτα [2] ἔσχε), μεταστῆναι ἡ γερουσία τὸν Κατιλίναν ἐψηφίσατο. καὶ ὃς ἀσμένως τε ἐπὶ τῇ προφάσει ταύτῃ ἐξεχώρησε, καὶ πρὸς τὰς Φαισούλας ἐλθὼν τόν τε πόλεμον ἄντικρυς ἀνείλετο, καὶ τὸ ὄνομα καὶ τὴν σκευὴν τῶν ὑπάτων λαβὼν καὶ τοὺς προσυνειλεγμένους ὑπὸ τοῦ Μαλλίου συνεκρότει, κἀν τούτῳ καὶ ἄλλους τινάς, πρῶτον μὲν ἐκ [3] τῶν ἐλευθέρων ἔπειτα δὲ καὶ ἐκ τῶν δούλων, προσεποιεῖτο. ὅθενπερ καὶ οἱ Ῥωμαῖοι τήν τε βίαν αὐτοῦ κατεψηφίσαντο, καὶ τὸν Ἀντώνιον ἐς τὸν πόλεμον, ἀγνοοῦντές που τὴν συνωμοσίαν σφῶν, ἔστειλαν, αὐτοί τε τὴν ἐσθῆτα μετέβαλον. καὶ διὰ ταῦτα καὶ ὁ [4] Κικέρων κατὰ χώραν ἔμεινεν· εἰλήχει γὰρ τῆς Μακεδονίας ἄρξαι, οὔτε δὲ ἐς ἐκείνην (τῷ γὰρ συνάρχοντι αὐτῆς διὰ τὴν περὶ τὰς δίκας σπουδὴν ἐξέστη) οὔτε ἐς τὴν Γαλατίαν τὴν πλησίον, ἣν ἀντέλαβε, διὰ τὰ παρόντα ἐξήλασεν, ἀλλ' αὐτὸς μὲν τὴν πόλιν διὰ φυλακῆς ἐποιήσατο, ἐς δὲ τὴν Γαλατίαν τὸν Μέτελλον, ὅπως μὴ καὶ ὁ Κατιλίνας αὐτὴν σφετερίσηται, ἔπεμψε.

[34]

[1]    καὶ ἐν καιρῷ γε ἐς τὰ μάλιστα τοῖς Ῥωμαίοις κατέμεινε. παρασκευαζομένου γὰρ τοῦ Λεντούλου καταπρῆσαί τέ τινας καὶ σφαγὰς ἐργάσασθαι μετά τε τῶν ἄλλων τῶν συνομωμοκότων καὶ μετὰ Ἀλλοβρίγων, οὓς κατὰ πρεσβείαν παρόντας ἀνέπεισε συμφρονῆσαί [2] τε αὐτῷ ... καὶ συλλαβὼν τοὺς ἐπ' αὐτὴν σταλέντας ἔς τε τὸ βουλευτήριον μετὰ τῶν γραμμάτων ἐσήγαγε, καὶ ἄδειαν αὐτοῖς δοὺς πᾶσαν οὕτω τὴν συνωμοσίαν ἤλεγξε. κἀκ τούτου ὁ Λέντουλος ἀπειπεῖν τὴν στρατηγίαν ὑπὸ τῆς γερουσίας ἀναγκασθεὶς ἐν φρουρᾷ μετὰ τῶν ἄλλων τῶν συλληφθέντων ἐγένετο, καὶ οἱ λοιποὶ ἀνεζητοῦντο.

[3] καὶ ταῦτα καὶ τῷ δήμῳ ὁμοίως ἤρεσε, καὶ μάλιστ' ἐπειδή, τοῦ Κικέρωνος δημηγοροῦντός τι περὶ αὐτῶν, τὸ ἄγαλμα τὸ τοῦ Διὸς ἔς τε τὸ Καπιτώλιον παρ' αὐτὸν τὸν καιρὸν τῆς ἐκκλησίας ἀνιδρύθη, καὶ κατὰ τὴν ὑφήγησιν τῶν μάντεων πρός τε τὰς ἀνατολὰς [4] καὶ πρὸς τὴν ἀγορὰν βλέπον ἀνετέθη. ἐπειδὴ γὰρ ἐκεῖνοί τε συνωμοσίαν τινὰ ἐξελεγχθήσεσθαι ἐκ τῆς τοῦ ἀγάλματος στάσεως εἰρήκεσαν, καὶ ἡ ἀνάθεσις αὐτοῦ τοῖς φωραθεῖσι συνέβαινε, τό τε θεῖον ἐμεγάλυνον καὶ τοὺς τὴν αἰτίαν λαβόντας δι' ὀργῆς μᾶλλον ἐποιοῦντο.

[35]

[1]    διῆλθε μὲν οὖν λόγος ὅτι καὶ ὁ Κράσσος ἐν αὐτοῖς εἴη, καὶ τοῦτο καὶ τῶν συλληφθέντων τις ἐμήνυσεν, οὐ μέντοι πολλοὶ ἐπίστευσαν· οἱ μὲν γὰρ ἀρχὴν οὐδ' ἠξίουν τοιοῦτό τι ἐς αὐτὸν ὑποπτεύειν, [2] οἱ δὲ καὶ ἐκ τῶν ὑπαιτίων ὑπετόπουν αὐτό, ὅπως βοηθείας τινὸς διὰ τοῦτο παρ' αὐτοῦ, ὅτι πλεῖστον ἐδύνατο, τύχωσι, λογοποιεῖσθαι. εἰ δ' οὖν τισι καὶ πιστὸν ἐδόκει εἶναι, ἀλλ' οὔτι γε ἐδικαίουν ἄνδρα τε ἐν τοῖς πρώτοις σφῶν ὄντα ἀπολέσαι καὶ [3] τὴν πόλιν ἐπὶ πλεῖον ἐκταράξαι. ὥστε τοῦτο μὲν παντελῶς διέπεσε· παρασκευαζομένων δὲ δὴ πολλῶν καὶ δούλων καὶ ἐλευθέρων, τῶν μὲν ὑπὸ δέους τῶν δὲ καὶ οἴκτῳ τοῦ τε Λεντούλου καὶ τῶν ἄλλων, ἐξαρπάσαι πάντας αὐτοὺς ὅπως μὴ ἀποθάνωσι, προπυθόμενος τοῦθ' ὁ Κικέρων τό τε Καπιτώλιον καὶ τὴν ἀγορὰν τῆς νυκτὸς [4] φρουρᾷ προκατέσχε, καί τινα παρὰ τοῦ δαιμονίου χρηστὴν ἐλπίδα ἅμα τῇ ἕῳ λαβών, ὅτι ἱερῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ ὑπὸ τῶν ἀειπαρθένων ὑπὲρ τοῦ δήμου ποιηθέντων τὸ πῦρ ἐπὶ μακρότατον παρὰ τὸ εἰκὸς ἤρθη, τὸν μὲν δῆμον τοῖς στρατηγοῖς ὁρκῶσαι ἐς τὸν κατάλογον, εἰ δή τις χρεία στρατιωτῶν γένοιτο, ἐκέλευσεν, αὐτὸς δὲ ἐν τούτῳ τὴν βουλὴν ἤθροισε, καί σφας συνταράξας τε καὶ ἐκφοβήσας [36] [1] ἔπεισε θάνατον τῶν συνειλημμένων καταγνῶναι. ἐγένοντο μὲν γὰρ ἀμφίβολοι, καὶ παρ' ὀλίγον αὐτοὺς ἀπέλυσαν. ὁ γὰρ Καῖσαρ, πάντων τῶν πρὸ αὐτοῦ ψηφισαμένων ἀποθανεῖν σφας, γνώμην ἔδωκε δῆσαί τε αὐτοὺς καὶ ἐς πόλεις ἄλλους ἄλλῃ καταθέσθαι, [2] τῶν οὐσιῶν ἐστερημένους, ἐπὶ τῷ μήτε περὶ ἀδείας ἔτι αὐτῶν χρηματισθῆναί τί ποτε, κἂν διαδρᾷ τις, ἐν πολεμίων μοίρᾳ τὴν πόλιν ἐξ ἧς ἂν φύγῃ εἶναι· καὶ τοῦτο πάντες οἱ μετὰ ταῦτα ἀποφηνάμενοι μέχρι τοῦ Κάτωνος ἐψηφίσαντο, ὥστε καὶ τῶν προτέρων [3] τινὰς μεταγνῶναι. ἐπεὶ δὲ οὗτος αὐτός τε τὸν θάνατον αὐτῶν κατεδίκασε καὶ τοὺς λοιποὺς πάντας ὁμοψήφους ἐποιήσατο, οὕτω δὴ ἐκεῖνοί τε ἐκ τῆς νικώσης ἐκολάσθησαν, καὶ ἐπ' αὐτοῖς καὶ θυσία καὶ ἱερομηνία ἐψηφίσθη, ὃ μηπώποτε ἐπὶ τοιούτῳ τινὶ ἐγεγόνει· καὶ οἱ ἄλλοι οἱ μηνυθέντες ἐζητοῦντο, καί τινες καὶ ἐπὶ τῷ μελλῆσαι [4] συμφρονήσειν αὐτοῖς ὑποπτευθέντες εὐθύνοντο. καὶ τὰ μὲν ἄλλα οἱ ὕπατοι διῴκουν, Αὖλον δὲ Φούλουιον ἄνδρα βουλευτὴν αὐτὸς ὁ πατὴρ ἀπέσφαξεν, οὔτι γε καὶ μόνος, ὥς γέ τισι δοκεῖ, τοῦτ' ἐν ἰδιωτείᾳ ποιήσας· συχνοὶ γὰρ δὴ καὶ ἄλλοι, οὐχ ὅτι ὕπατοι ἀλλὰ καὶ ἰδιῶται, παῖδάς σφων ἀπέκτειναν.

[37]

[1]    τότε μὲν δὴ τόδε ἐγένετο, καὶ τὰς αἱρέσεις τῶν ἱερέων, γράψαντος μὲν τοῦ Λαβιήνου σπουδάσαντος δὲ τοῦ Καίσαρος, ἐς τὸν δῆμον αὖθις ὁ ὅμιλος παρὰ τὸν τοῦ Σύλλου νόμον ἐπανήγαγεν, ἀνανεωσάμενος τὸν τοῦ Δομιτίου. ὁ γὰρ Καῖσαρ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς τελευτήσαντος τῆς τε ἱερωσύνης αὐτοῦ, καίτοι καὶ [2] νέος καὶ μηδέπω ἐστρατηγηκώς, ἐπεθύμησε. καὶ ἐν τῷ πλήθει τὴν ἐλπίδα αὐτῆς, διά τε τἆλλα καὶ ὅτι τῷ τε Λαβιήνῳ κατὰ τοῦ Ῥαβιρίου συνηγώνιστο καὶ τὸν Λέντουλον ἀποθανεῖν οὐκ ἐψήφιστο, λαβὼν τοῦτό τε ἔπραξε, καὶ ἀρχιέρεως τῶν ποντιφίκων, καίπερ ἄλλων τε τῆς τιμῆς πολλῶν καὶ τοῦ Κατούλου μάλιστα ἀντιποιουμένων, [3] ἀπεδείχθη. καὶ γὰρ θεραπεῦσαι καὶ κολακεῦσαι πάντα τινὰ καὶ τῶν τυχόντων ἑτοιμότατος ἐγένετο, καὶ οὔτε λόγου οὔτε ἔργου οὐδενὸς ἐς τὸ κατατυχεῖν ὧν ἐσπούδαζεν ἐξίστατο· οὐδὲ ἔμελέν οἱ τῆς αὐτίκα ταπεινότητος πρὸς τὴν ἐκ τοῦ ἔπειτα ἰσχύν, ἀλλ' ὧν ἐπεχείρει πρωτεῦσαι, τούτους ὡς καὶ κρείττονας ὑπήρχετο.

[38]

[1]    τῷ μὲν οὖν Καίσαρι διὰ ταῦθ' οἱ πολλοὶ προσφιλεῖς ἦσαν, τὸν δὲ δὴ Κικέρωνα ἐν ὀργῇ ἐπὶ τῷ τῶν πολιτῶν θανάτῳ ποιούμενοι τά τε ἄλλα ἤχθαιρον, καὶ τέλος ἀπολογεῖσθαί τε καὶ καταλέξαι πάνθ' ὅσα ἐν τῇ ὑπατείᾳ ἐπεποιήκει τῇ τελευταίᾳ τῆς ἀρχῆς [2] ἡμέρᾳ ἐθελήσαντα (πάνυ γάρ που ἡδέως οὐχ ὅπως ὑφ' ἑτέρων ἐπῃνεῖτο, ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν ἐνεκωμίαζεν) ἐσίγασαν, οὐδὲ ἐπέτρεψαν αὐτῷ ἔξω τι τοῦ ὅρκου φθέγξασθαι, συναγωνιστῇ Μετέλλῳ Νέπωτι δημαρχοῦντι χρησάμενοι, πλὴν καθ' ὅσον ἀντιφιλονεικήσας προσεπώμοσεν ὅτι σεσωκὼς τὴν πόλιν εἴη.

[39]

[1]    καὶ ὁ μὲν καὶ ἐκ τούτου πολὺ μᾶλλον ἐμισήθη, Κατιλίνας δὲ ἐν ἀρχῇ εὐθὺς τοῦ ἔτους ἐν ᾧ Ἰούνιός τε Σιλανὸς καὶ Λούκιος Λικίννιος ἦρξαν ἀπεφθάρη. τέως μὲν γὰρ καίπερ δύναμιν οὐκ ὀλίγην ἔχων ἐκαραδόκει τὰ τοῦ Λεντούλου καὶ διέμελλεν ἐλπίζων, ἂν φθάσωσιν ὅ τε Κικέρων καὶ οἱ σὺν αὐτῷ σφαγέντες, ῥᾳδίως [2] τὰ λοιπὰ προσκατεργάσεσθαι· ἐπεὶ δὲ ἐκεῖνόν τε ἀπολωλότα ἐπύθετο καὶ τῶν συνόντων οἱ συχνοὺς μεθισταμένους διὰ τοῦτ' ᾔσθετο, ὅ τε Ἀντώνιος καὶ ὁ Μέτελλος ὁ Κέλερ πρὸς ταῖς Φαισούλαις προσεδρεύοντες οὐδαμῇ προελθεῖν αὐτῷ ἐπέτρεπον, ἀποκινδυνεῦσαι ἠναγκάσθη, καὶ (ἦσαν γὰρ δίχα ἐστρατοπεδευμένοι) πρὸς τὸν Ἀντώνιον ἐτράπετο, καίπερ τῷ ἀξιώματι προέχοντα τοῦ Μετέλλου [3] καὶ δύναμιν πλείω περιβεβλημένον. αἴτιον δὲ ὅτι ἐλπίδα αὐτοῦ κατὰ τὸ συνώμοτον ἐθελοκακήσειν ἔσχεν. ὑποπτεύσας οὖν τοῦτ' ἐκεῖνος, καὶ μήτε δι' εὐνοίας ἔτ' αὐτῷ ἅτε ἀσθενεῖ ὄντι ὤν (πρός τε γὰρ τὰς δυνάμεις τινῶν καὶ πρὸς τὰ ἑαυτῶν συμφέροντα καὶ [4] τὰς ἔχθρας τάς τε φιλίας οἱ πολλοὶ ποιοῦνται), καὶ προσκαταδείσας μή πως προθύμως σφᾶς ἀγωνιζομένους ἰδὼν ἐξονειδίσῃ τι καὶ προενέγκῃ οἱ τῶν ἀπορρήτων, αὐτὸς μὲν νοσεῖν προεφασίσατο, [40] [1] Μάρκῳ δὲ Πετρεΐῳ τὴν μάχην ἐπέτρεψε. συμβαλὼν οὖν οὗτός σφισι τὸν Κατιλίναν καὶ ἄλλους τρισχιλίους προθυμότατα ἀγωνιζομένους οὐκ ἀναιμωτὶ κατέκοψεν· οὔτε γὰρ ἔφυγεν αὐτῶν οὐδείς, καὶ ἐν χώρᾳ πάντες ἔπεσον, ὥστε καὶ αὐτοὺς τοὺς κρατήσαντας πολὺ τῶν κοινῶν ὀδύρασθαι, ὅτι καὶ τοιούτους καὶ τοσούτους, εἰ καὶ δικαίως, ἀλλὰ καὶ πολίτας τε καὶ συμμάχους ἀπωλωλέκεσαν.

[2] ὁ δ' οὖν Ἀντώνιος τήν τε κεφαλὴν αὐτοῦ ἐς τὸ ἄστυ, ὅπως πιστεύσαντες αὐτὸν τετελευτηκέναι μηδὲν ἔτι δεδίωσιν, ἔπεμψε, καὶ αὐτοκράτωρ ἐπὶ τῇ νίκῃ, καίτοι τοῦ ἀριθμοῦ τῶν [τε] πεφονευμένων ἐλάττονος παρὰ τὸ νενομισμένον ὄντος, ἐπεκλήθη. βουθυτηθῆναί τε ἐψηφίσθη, καὶ τὴν ἐσθῆτα ὡς καὶ πάντων τῶν δεινῶν ἀπηλλαγμένοι μετέβαλον.

[41]

[1]    οὐ μὴν οἵ γε σύμμαχοι οἱ μετασχόντες τῷ Κατιλίνᾳ τῶν πραγμάτων καὶ τότε ἔτι περιόντες ἡσύχαζον, ἀλλὰ καὶ δέει τῆς τιμωρίας ἐταράττοντο. καὶ ἐκείνους μὲν στρατηγοὶ καθ' ἑκάστους πεμφθέντες προκατέλαβον τρόπον τινὰ ἐσκεδασμένους καὶ ἐτιμωρήσαντο· [2] ἕτεροι δὲ τῶν λανθανόντων μηνύσει Λουκίου Οὐεττίου ἀνδρὸς ἱππέως, συγκοινωνήσαντος μέν σφισι τῆς συνωμοσίας, τότε δὲ ἐπ' ἀδείᾳ αὐτοὺς ἐκφαίνοντος, ἐλεγχόμενοι ἐδικαιοῦντο, μέχρις οὗ ἐσαγγείλας τινὰς τά τε ὀνόματα αὐτῶν ἐς δελτίον συγγράψας [3] ὕστερον καὶ ἄλλους συχνοὺς προσεγγράψαι ἠθέλησεν. ὑποπτεύσαντες γὰρ αὐτὸν οἱ βουλευταὶ μηδὲν ὑγιὲς πράττειν, τὸ μὲν γραμματεῖον οὐκέτ' αὐτῷ ἔδωκαν, μὴ καὶ ἀπαλείψῃ τινάς, εἰπεῖν δὲ ἀπὸ γλώσσης ἐκέλευσαν ὅσους παραλελοιπέναι ἔφασκε. καὶ οὕτως αἰδεσθεὶς [4] καὶ φοβηθεὶς οὐκέτι πολλοὺς ἐνέδειξε. θορύβου δ' οὖν ‹καὶ› ὣς ἔν τε τῇ πόλει καὶ παρὰ τοῖς συμμάχοις ἀγνοίᾳ τῶν ὠνομασμένων ὄντος, καὶ τῶν μὲν περὶ σφίσιν αὐτοῖς μάτην θορυβουμένων, τῶν δὲ καὶ ἐς ἑτέρους οὐκ ὀρθῶς ὑποπτευόντων, ἔδοξε τῇ γερουσίᾳ τὰ ὀνόματα αὐτῶν ἐκτεθῆναι. κἀκ τούτου οἵ τε ἀναίτιοι κατέστησαν καὶ τοῖς ὑπευθύνοις δίκαι ἐγένοντο. καὶ αὐτῶν οἱ μὲν παρόντες, οἱ δὲ καὶ ἐρήμην ὦφλον.

[42]

[1]    Κατιλίνας μὲν ταῦτ' ἐποίησε καὶ οὕτω κατελύθη, καὶ ἐπὶ πλεῖόν γε τῆς τῶν πραχθέντων ἀξίας ὄνομα πρὸς τὴν τοῦ Κικέρωνος δόξαν καὶ πρὸς τοὺς λόγους τοὺς κατ' αὐτοῦ λεχθέντας ἔσχε· Κικέρων δὲ ὀλίγου μὲν καὶ παραχρῆμα ἐπὶ τῇ τοῦ Λεντούλου τῶν [2] τε ἄλλων τῶν δεθέντων σφαγῇ ἐκρίθη. τὸ δὲ ἔγκλημα τοῦτο λόγῳ μὲν ἐκείνῳ ἐπεφέρετο, ἔργῳ δὲ ἐπὶ τῇ βουλῇ κατεσκευάζετο· ὡς γὰρ οὐκ ἐξόν σφισιν ἄνευ τοῦ δήμου θάνατον πολίτου τινὸς καταψηφίσασθαι, πολλὴν καταβοὴν ἐν τῷ ὁμίλῳ πρὸς τοῦ Μετέλλου [3] τοῦ Νέπωτος ὅτι μάλιστα εἶχον. οὐ μὴν καὶ ὦφλε τότε οὐδέν· τῆς γὰρ γερουσίας ἄδειαν πᾶσι τοῖς διαχειρίσασι τὰ τότε πραχθέντα δούσης, καὶ προσέτι καὶ προειπούσης ὅτι, κἂν αὖθίς τις εὐθῦναί τινα αὐτῶν τολμήσῃ, ἔν τε ἐχθροῦ καὶ ἐν πολεμίου μοίρᾳ ἔσται, ἐφοβήθη τε ὁ Νέπως καὶ οὐδὲν ἔτ' ἐκίνησεν.

[43]

[1]    ἔν τε οὖν τούτῳ ἡ βουλὴ ἐπεκράτησε, καὶ ἐν ἐκείνῳ ὅτι τὸν Πομπήιον τοῦ Νέπωτος μεταπεμφθῆναι σὺν τῷ στρατεύματι (ἐν γὰρ τῇ Ἀσίᾳ ἔτ' ἦν) προφάσει μὲν τοῦ τὰ παρόντα κατασταθῆναι, ἐλπίδι δὲ τοῦ δι' αὐτοῦ, ἅτε τὰ τοῦ πλήθους φρονοῦντος, ἰσχύσειν ἐν οἷς ἐτάρασσεν, ἐσηγησαμένου διεκώλυσαν αὐτὸ κυρωθῆναι.

[2] τὰ μὲν γὰρ πρῶτα ὅ τε Κάτων καὶ Κύιντος Μινούκιος δημαρχοῦντες ἀντέλεγον τοῖς γραφεῖσι, καὶ τόν ‹τε› γραμματέα τὸν ἀναγιγνώσκοντα τὴν [τε] γνώμην ἐπέσχον, καὶ τοῦ Νέπωτος τὸ γραμματεῖον, ὅπως αὐτὸς ἀναλέξῃ, λαβόντος ἐξήρπασαν, ἐπειδή τε καὶ ὣς ἀπὸ γλώσσης τινὰ εἰπεῖν ἐπεχείρησε, τὸ στόμα αὐτοῦ ἐπέλαβον.

[3] μάχης δὲ ἐκ τούτου καὶ ἐκείνων καὶ ἄλλων τινῶν ἑκατέροις βοηθησάντων ξύλοις καὶ λίθοις, ἔτι δὲ καὶ ξίφεσι γενομένης, οἱ βουλευταὶ συνῆλθον αὐθημερὸν ἐς τὸ συνέδριον, καὶ τά τε ἱμάτια ἠλλάξαντο καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως, ὥστε μηδὲν ἀπ' αὐτῆς [4] ἀποτριβῆναι, ἐπέτρεψαν. φοβηθεὶς οὖν καὶ τότε ὁ Νέπως ἔκ τε τοῦ μέσου εὐθὺς ἐξεχώρησε, καὶ μετὰ τοῦτο γραφήν τινα κατὰ τῆς βουλῆς ἐκθεὶς πρὸς τὸν Πομπήιον ἀφώρμησε, καίτοι μηδεμίαν αὐτῷ νύκτα ἀπολιπῆναι ἐκ τῆς πόλεως ἐξόν.

[44]

[1]    γενομένου δὲ τούτου οὐδ' ὁ Καῖσαρ (ἐστρατήγει δέ) οὐδὲν ἔτ' ἐνεωτέρισεν. ἔπραττε μὲν γὰρ ὅπως τὸ μὲν τοῦ Κατούλου ὄνομα ἀπὸ τοῦ ναοῦ τοῦ Διὸς τοῦ Καπιτωλίου ἀφαιρεθείη (κλοπῆς τε γὰρ αὐτὸν ηὔθυνε, καὶ τὸν λογισμὸν τῶν ἀνηλωμένων χρημάτων ἀπῄτει), τῷ δὲ δὴ Πομπηίῳ τὰ λοιπὰ προσεξεργάσασθαι ἐπιτραπείη.

[2] ἦν γάρ τινα, ὡς ἐν τηλικούτῳ καὶ τοιούτῳ ἔργῳ, ἡμιτέλεστα· ἢ ἐκεῖνός γε ἐπλάττετο εἶναι, ὅπως ὁ Πομπήιος τήν τε δόξαν τῆς ἐκποιήσεως αὐτοῦ λάβῃ καὶ τὸ αὑτοῦ ὄνομα ἀντεπιγράψῃ. οὐ μὴν οὕτω γε χαρίζεσθαι αὐτῷ ἤθελεν ὥστε καὶ ἐφ' ἑαυτῷ διὰ τοῦτο ψηφισθῆναί τι τοιοῦτον, οἷον ἐπὶ τῷ Νέπωτι ἐδέδοκτο, ὑπομεῖναι. οὐδὲ γὰρ οὐδὲ ἐκείνου ἕνεκα ταῦτ' ἐποίει, ἀλλ' ἵνα αὐτὸς καὶ διὰ [3] τούτων τὸ πλῆθος σφετερίσηται· καίπερ οὕτω πάντες τὸν Πομπήιον ἐδέδισαν (οὐδέπω γὰρ τὰ στρατεύματα ἀφήσων δῆλος ἦν) ὥστε, ἐπειδὴ Μᾶρκον Πίσωνα ὑποστράτηγον πρὸς αἴτησιν ὑπατείας προύπεμψε, τάς τε ἀρχαιρεσίας, ὅπως ἀπαντήσῃ ἐς αὐτάς, ἀναβαλέσθαι, καὶ παρόντα αὐτὸν ὁμοθυμαδὸν ἀποδεῖξαι. καὶ γὰρ ἐκεῖνος οὐχ ὅτι τοῖς φίλοις ἀλλὰ καὶ τοῖς ἐχθροῖς συνέστησεν αὐτόν.

[45]

[1]    κἀν τούτῳ ὁ Καῖσαρ, τοῦ Κλωδίου τοῦ Πουπλίου τὴν γυναῖκα αὐτοῦ ἔν τε τῇ οἰκίᾳ καὶ παρὰ τὴν ποίησιν τῶν ἱερῶν, ἅπερ αἱ ἀειπαρθένοι παρά τε τοῖς ὑπάτοις καὶ παρὰ τοῖς στρατηγοῖς ἄγνωστα ἐκ τῶν πατρίων ἐς πᾶν τὸ ἄρρεν ἐπετέλουν, αἰσχύναντος, ἐκείνῳ μὲν οὐδὲν ἐνεκάλεσεν (καὶ γὰρ εὖ ἠπίστατο ὅτι οὐχ ἁλώσεται διὰ [2] τὴν ἑταιρείαν), τὴν δὲ δὴ γυναῖκα ἀπεπέμψατο, εἰπὼν ἄλλως μὲν μὴ πιστεύειν τῷ λεγομένῳ, μὴ μέντοι καὶ συνοικῆσαι ἔτ' αὐτῇ δύνασθαι, διότι καὶ ὑπωπτεύθη ἀρχὴν μεμοιχεῦσθαι· τὴν γὰρ σώφρονα χρῆναι μὴ μόνον μηδὲν ἁμαρτάνειν, ἀλλὰ μηδ' ἐς ὑποψίαν αἰσχρὰν ἀφικνεῖσθαι.

[3]    τότε μὲν ταῦτά τε ἐγένετο, καὶ ἡ γέφυρα ἡ λιθίνη ‹ἡ› ἐς τὸ νησίδιον τὸ ἐν τῷ Τιβέριδι ὂν φέρουσα κατεσκευάσθη, Φαβρικία [46] [1] κληθεῖσα· τῷ δὲ ἑξῆς ‹ἔτει› ἐπί τε Πίσωνος καὶ ἐπὶ Μάρκου Μεσσάλου ὑπάτων μισοῦντές τε ἄλλως οἱ δυνατοὶ τὸν Κλώδιον, καὶ ἅμα καὶ τὸ μίασμα αὐτοῦ ἀποδιοπομπούμενοι, ἐπειδὴ οἱ ποντίφικες ἀνατυθῆναι τὰ ἱερὰ ὡς οὐχ ὁσίως διὰ τοῦτο τελεσθέντα ἔγνωσαν, [2] δικαστηρίῳ αὐτὸν παρέδωκαν, καὶ κατηγορήθη μὲν τῆς τε μοιχείας, καίπερ τοῦ Καίσαρος σιωπῶντος, καὶ τῆς μεταστάσεως τῆς περὶ Νίσιβιν, καὶ προσέτι καὶ ὅτι τῇ ἀδελφῇ συγγίγνοιτο, ἀφείθη δέ, καίτοι τῶν δικαστῶν φρουρὰν παρὰ τῆς βουλῆς, ὅπως μηδὲν κακὸν ὑπ' αὐτοῦ [3] πάθωσι, καὶ αἰτησάντων καὶ λαβόντων. ἐφ' ᾧπερ καὶ ὁ Κάτουλος ἐπισκώπτων ἔλεγεν ὅτι τὴν φυλακὴν ᾔτησαν οὐχ ἵνα ἀσφαλῶς τοῦ Κλωδίου καταψηφίσωνται, ἀλλ' ἵνα αὐτοὶ τὰ χρήματα ἃ ἐδεδωροδοκήκεσαν διασώσωνται. καὶ ὁ μὲν διαφανέστατα τῶν πώποτε τὸ δημόσιον ἀεὶ πρὸ παντὸς προτιμήσας ἐτελεύτησεν οὐ πολλῷ [4] ὕστερον· ἐν δὲ δὴ τῷ ἔτει ἐκείνῳ οἵ τε τιμηταὶ πάντας τοὺς ἐν ταῖς ἀρχαῖς γενομένους ἐς τὸ βουλευτικὸν καὶ ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψαν, καὶ ὁ δῆμος ἀπαυστὶ μέχρι τότε τὰς ὁπλομαχίας θεώμενος ἐξανέστη τε μεταξὺ τοῦ ἔργου καὶ ἄριστον εἵλετο. καὶ τοῦτ' ἐκεῖθεν ἀρξάμενον καὶ νῦν, ὁσάκις ἂν ὁ τὸ κράτος ἔχων ἀγωνοθετῇ, γίγνεται.

[47]

[1]    ἐν μὲν οὖν τῇ πόλει ταῦθ' οὕτως ἐπράχθη, τῶν δὲ Ἀλλοβρίγων τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα πορθούντων Γάιος Πομπτῖνος ὁ ἄρχων αὐτῆς τοὺς μὲν ὑποστρατήγους ἐπὶ τοὺς πολεμίους ἔπεμψεν, αὐτὸς δὲ ἐν ἐπιτηδείῳ ἱδρυθεὶς ἐπετήρει τὰ γιγνόμενα, ὅπως κατὰ καιρὸν πρὸς τὸ ἀεὶ χρήσιμον καὶ γνώμην σφίσι διδόναι [2] καὶ ἐπαμύνειν δύνηται. καὶ Μάλλιος μὲν Λεντῖνος ἐπὶ Οὐεντίαν πόλιν στρατεύσας οὕτως αὐτοὺς κατέπληξεν ὥστε τοὺς πλείους ἐκδρᾶναι καὶ τοὺς λοιποὺς ὑπὲρ εἰρήνης πρεσβεύσασθαι. κἀν τούτῳ συμβοηθησάντων τῶν ἐν τοῖς ἀγροῖς ὄντων καὶ προσπεσόντων αἰφνιδίως τοῦ μὲν τείχους ἀπεώσθη, τὴν δὲ δὴ χώραν ἀδεῶς ἐλεηλάτει, [3] μέχρις οὗ ὅ τε Κατούγνατος ὁ τοῦ παντὸς αὐτῶν ἔθνους στρατηγὸς καί τινες καὶ ἄλλοι τῶν παρὰ τὸν Ἴσαρα οἰκούντων ἐπεκούρησάν σφισι. τότε γὰρ οὐκ ἐτόλμησε μὲν αὐτοὺς ὑπὸ τοῦ πλήθους τῶν πλοίων περαιωθῆναι κωλῦσαι, μὴ καὶ συστραφῶσιν [4] ἰδόντες σφᾶς ἀντιπαρατεταγμένους, ὑλώδους δὲ τοῦ χωρίου μετὰ τὸν ποταμὸν εὐθὺς ὄντος ἐνέδρας ἐν αὐτῷ ἐποιήσατο, καὶ τοὺς ἀεὶ διαβαίνοντας ὑπολαμβάνων ἔφθειρε. φεύγουσί τέ τισιν ἐπισπόμενος περιέπεσεν αὐτῷ Κατουγνάτῳ· κἂν πασσυδὶ διώλετο, εἰ μὴ χειμὼν σφοδρὸς ἐξαίφνης ἐπιγενόμενος ἐπέσχε τοὺς βαρβάρους τῆς [48] [1] διώξεως. καὶ ὁ μὲν μετὰ τοῦτο, τοῦ Κατουγνάτου πόρρω ποι ἀφορμήσαντος, τήν τε χώραν αὖθις κατέδραμε καὶ τὸ τεῖχος παρ' ᾧ ἐδυστύχησεν ἐξεῖλε· Λούκιος δὲ δὴ Μάριος καὶ Σέρουιος Γάλβας τόν τε Ῥοδανὸν ἐπεραιώθησαν, καὶ τὰ τῶν Ἀλλοβρίγων λυμηνάμενοι [2] τέλος πρὸς Σολώνιον πόλιν ἦλθον, καὶ χωρίον μέν τι ὑπὲρ αὐτῆς ἰσχυρὸν κατέλαβον, μάχῃ τε τοὺς ἀντιστάντας σφίσιν ἐνίκησαν, καί τινα καὶ τοῦ πολίσματος ξυλίνου πῃ ὄντος ἐνέπρησαν, οὐ μέντοι καὶ εἷλον αὐτό· ὁ γὰρ Κατούγνατος ἐπελθὼν ἐκώλυσε. μαθὼν οὖν τοῦτο ὁ Πομπτῖνος ἐπεστράτευσέ τε ἐπ' αὐτὸ παντὶ τῷ στρατῷ, καὶ πολιορκήσας σφᾶς ἐχειρώσατο πλὴν τοῦ Κατουγνάτου.

[49]

[1]    καὶ ὁ μὲν καὶ τὰ λοιπὰ ῥᾷον ἐκ τούτου προσκατεστρέψατο, Πομπήιος δὲ ἦλθε μὲν ἐς τὴν Ἰταλίαν ἐν τῷ χρόνῳ τούτῳ, καὶ τόν τε Ἀφράνιον τὸν Λούκιον καὶ τὸν Μέτελλον τὸν Κέλερα ὑπάτους ἀποδειχθῆναι ἐποίησεν, ἐλπίσας δι' αὐτῶν μάτην πάνθ' ὅσα ἐβούλετο [2] καταπράξειν. ἤθελε μὲν γὰρ ἄλλα τε καὶ ἐν τοῖς μάλιστα χώραν τέ τινα τοῖς συνεστρατευμένοις οἱ δοθῆναι καὶ τὰ πεπραγμένα αὐτῷ πάντ' ἐπικυρωθῆναι, διήμαρτε δέ σφων τότε. οἵ τε γὰρ δυνατοί, μηδὲ ἐκ τοῦ πρὶν αὐτῷ ἀρεσκόμενοι, διεκώλυσαν αὐτὰ [3] ψηφισθῆναι· καὶ αὐτῶν τῶν ὑπάτων Ἀφράνιος μέν (ὀρχεῖσθαι γὰρ βέλτιον ἤ τι διαπράσσειν ἠπίστατο) πρὸς οὐδὲν αὐτῷ συνήρατο, Μέτελλος δὲ ὀργῇ, ὅτι τὴν ἀδελφὴν αὐτοῦ, καίτοι παῖδας ἐξ αὐτῆς [4] ἔχων, ἀπεπέπεμπτο, καὶ πάνυ πρὸς πάντα ἀντέπραξεν. ὅ τε Λούκουλλος ὁ Λούκιος, ᾧ ποτε ἐν τῇ Γαλατίᾳ ὁ Πομπήιος ἐντυχὼν ὑπερφρόνως ἐκέχρητο, πολύς τε αὐτῷ ἐνέκειτο, καὶ ἐκέλευσεν αὐτὸν ἰδίᾳ καὶ καθ' ἕκαστον ὧν ἔπραξεν ἐπεξελθεῖν καὶ μὴ πᾶσιν ἅμα [5] αὐτοῖς τὴν κύρωσιν αἰτεῖν. ἄλλως τε γὰρ δίκαιον εἶναι ἔλεγε μὴ πάντα ἁπλῶς ὅσα ἐπεποιήκει, καὶ ἃ μηδείς σφων ἠπίστατο ὁποῖα ἦν, βεβαιωθῆναι ὥσπερ ὑπὸ δεσπότου τινὸς γεγενημένα· καὶ ἐπειδὴ καὶ τῶν ἑαυτοῦ ἔργων κατελελύκει τινά, ἠξίου ἐξετασμὸν ἑκατέρων ἐν τῇ βουλῇ γενέσθαι, ἵν' ὁπότερ' ‹ἂν› αὐτοῖς ἀρέσῃ κυρώσωσι.

[50]

[1] καὶ αὐτῷ καὶ ὁ Κάτων ὅ τε Μέτελλος οἵ τε ἄλλοι οἱ τὰ αὐτά σφισι βουλόμενοι ἰσχυρῶς συνεμάχουν. τοῦ γοῦν δημάρχου τοῦ τὴν γῆν τοῖς τῷ Πομπηίῳ συνεξητασμένοις κατανεῖμαι ἐσηγουμένου προσγράψαντος τῇ γνώμῃ τὸ καὶ πᾶσι τοῖς πολίταις, ὅπως τοῦτό τε αὐτὸ ῥᾷον ψηφίσωνται καὶ τὰ πραχθέντα αὐτῷ βεβαιώσωσι, κλήρους τινὰς δοθῆναι, ἐπὶ πᾶν ὁ Μέτελλος ἀνθιστάμενος ἐπεξῆλθεν, ὥστε καὶ ἐς τὸ οἴκημα ὑπ' αὐτοῦ ἐμβληθῆναι καὶ τὴν [2] γερουσίαν ἐνταῦθα ἀθροῖσαι ἐθελῆσαι. ἐπεί τε ἐκεῖνος (Λούκιος δὲ δὴ Φλάουιος ὠνομάζετο) τό τε βάθρον τὸ δημαρχικὸν ἐν αὐτῇ τῇ ἐσόδῳ αὐτοῦ ἔθηκε, καὶ ἐπ' αὐτῷ καθεζόμενος ἐμποδὼν ὥστε μηδένα ἐσιέναι ἐγίγνετο, τόν τε τοῖχον τοῦ δεσμωτηρίου διακοπῆναι ἐκέλευσεν ὅπως δι' αὐτοῦ ἡ βουλὴ ἐσέλθῃ, καὶ ὡς νυκτερεύσων [3] κατὰ χώραν παρεσκευάζετο. μαθὼν οὖν τοῦθ' ὁ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ ὁ δῆμος ἀγανακτήσῃ, προσέταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτ' ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο· τὸ γὰρ φρόνημα αὐτοῦ κατάδηλον [4] πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδ' αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ὃ ἐπεκεκλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆσαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ [5] ἄσμενος ἐν τῇ πόλει κατέμεινεν. ὁ οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπ' αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβηθεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ὄφλῃ, κατέβαλε [6] τὴν ἀξίωσιν. καὶ ὁ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως ἴσχυεν, ἀλλὰ τὸ μὲν ὄνομα καὶ τὸν φθόνον ἐφ' οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπ' αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατόπεδα [51] [1] προαφῆκε καὶ ἑαυτὸν τοῖς ἐχθροῖς ἐξέδωκε· Κλώδιος δὲ ἐπεθύμησε μὲν διὰ ...... τοὺς δυνατοὺς ἐπὶ τῇ δίκῃ δημαρχῆσαι, καί τινας τῶν δημαρχούντων προκαθῆκεν ἐσηγήσασθαι τὸ καὶ τοῖς εὐπατρίδαις τῆς ἀρχῆς μεταδίδοσθαι, ὡς δ' οὐκ ἔπεισε, τήν τε εὐγένειαν ἐξωμόσατο καὶ πρὸς τὰ τοῦ πλήθους δικαιώματα, ἐς αὐτόν [2] σφων τὸν σύλλογον ἐσελθών, μετέστη. καὶ ᾔτησε μὲν εὐθὺς τὴν δημαρχίαν, οὐκ ἀπεδείχθη δὲ ἐναντιωθέντος οἱ τοῦ Μετέλλου· ἐν γένει τε γὰρ αὐτῷ ἦν, καὶ τοῖς πραττομένοις ὑπ' αὐτοῦ οὐκ ἠρέσκετο. πρόφασιν δὲ ἐποιήσατο ὅτι μὴ κατὰ τὰ πάτρια ἡ ἐκποίησις αὐτοῦ ἐγεγόνει· ἐν γὰρ τῇ ἐσφορᾷ τοῦ φρατριατικοῦ νόμου μόνως ἐξῆν τοῦτο γίγνεσθαι.

[3]    ταῦτά τε οὖν οὕτως ἐπράχθη, καὶ ἐπειδὴ τὰ τέλη δεινῶς τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν ἐλύπει, ὁ μὲν νόμος ὁ καταλύσας αὐτὰ πᾶσιν ἀρεστὸς ἐγένετο, τῷ δὲ στρατηγῷ τῷ ἐσενεγκόντι αὐτὸν ἀχθόμενοι οἱ βουλευταί (ὁ γὰρ Μέτελλος ὁ Νέπως ἦν) ἠθέλησαν τό τε ὄνομα αὐτοῦ ἀπαλεῖψαι ἀπὸ τοῦ νόμου καὶ [4] ἕτερον ἀντεγγράψαι. καὶ οὐκ ἐπράχθη μὲν τοῦτο, καταφανὲς μέντοι πᾶσιν ἐγένετο ὅτι μηδὲ τὰς εὐεργεσίας παρὰ τῶν φαύλων ἀνδρῶν ἡδέως ἐδέχοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Φαῦστος ὁ τοῦ Σύλλου παῖς ἀγῶνά τε μονομαχίας ἐπὶ τῷ πατρὶ ἐποίησε, καὶ τὸν δῆμον λαμπρῶς εἱστίασε, τά τε λουτρὰ καὶ ‹τὸ› ἔλαιον προῖκα αὐτοῖς παρέσχεν.

[52]

[1]    ἐν μὲν δὴ τῇ πόλει ταῦτ' ἐγίγνετο, ὁ δὲ δὴ Καῖσαρ τῆς τε Λυσιτανίας μετὰ τὴν στρατηγίαν ἦρξε, καὶ δυνηθεὶς ἂν τὰ λῃστικά, ἅπερ που ἀεὶ παρ' αὐτοῖς ἦν, ἄνευ μεγάλου τινὸς πόνου καθήρας ἡσυχίαν ἔχειν, οὐκ ἠθέλησε· δόξης τε γὰρ ἐπιθυμῶν, καὶ τὸν Πομπήιον τούς τε ἄλλους τοὺς πρὸ αὐτοῦ μέγα ποτὲ δυνηθέντας ζηλῶν, [2] οὐδὲν ὀλίγον ἐφρόνει, ἀλλ' ἤλπιζεν, ἄν τι τότε κατεργάσηται, ὕπατός τε εὐθὺς αἱρεθήσεσθαι καὶ ὑπερφυᾶ ἔργα ἀποδείξεσθαι, διά τε τἆλλα καὶ ὅτι ἐν τοῖς Γαδείροις, ὅτε ἐταμίευε, τῇ μητρὶ συγγίγνεσθαι ὄναρ ἔδοξε, καὶ παρὰ τῶν μάντεων ἔμαθεν ὅτι ἐν μεγάλῃ δυνάμει ἔσται. ὅθενπερ καὶ εἰκόνα Ἀλεξάνδρου ἐνταῦθα ἐν τῷ Ἡρακλέους ἀνακειμένην ἰδὼν ἀνεστέναξε, καὶ κατωδύρατο ὅτι μηδέν [3] πω μέγα ἔργον ἐπεποιήκει. ἀπ' οὖν τούτων, ἐξὸν αὐτῷ εἰρηνεῖν, ὥσπερ εἶπον, πρὸς τὸ ὄρος τὸ Ἑρμίνιον ἐτράπετο καὶ ἐκέλευσε τοὺς οἰκήτορας αὐτοῦ ἐς τὰ πεδινὰ μεταστῆναι, πρόφασιν μὲν ὅπως μὴ ἀπὸ τῶν ἐρυμνῶν ὁρμώμενοι λῃστεύωσιν, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι οὐκ ἄν ποτε αὐτὸ ποιήσειαν, κἀκ τούτου πολέμου τινὰ ἀφορμὴν [4] λήψεται. ὃ καὶ ἐγένετο. τούτους τε οὖν ἐς ὅπλα ἐλθόντας ὑπηγάγετο· καὶ ἐπειδὴ τῶν πλησιοχώρων τινές, δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, τούς τε παῖδας καὶ τὰς γυναῖκας τά τε ἄλλα τὰ τιμιώτατα ὑπὲρ τὸν Δώριον ὑπεξέθεντο, τὰς πόλεις σφῶν ἐν ᾧ τοῦτ' [5] ἔπραττον προκατέσχε, καὶ μετὰ ταῦτα καὶ ἐκείνοις προσέμιξε. προβαλλομένων τε τὰς ἀγέλας αὐτῶν, ὅπως σκεδασθεῖσι τοῖς Ῥωμαίοις πρὸς τὴν τῶν βοσκημάτων ἁρπαγὴν ἐπίθωνται, τὰ τετράποδα παρῆκε [53] [1] καὶ αὐτοὺς ὑπολαβὼν ἐνίκησε. κἀν τούτῳ μαθὼν τοὺς τὸ Ἑρμίνιον οἰκοῦντας ἀφεστηκέναι τε καὶ ἐπανιόντα αὐτὸν ἐνεδρεύειν μέλλειν, τότε μὲν ἑτέραν ἀνεχώρησεν, αὖθις δὲ ἐπεστράτευσέ σφισιν, καὶ κρατήσας πρὸς τὸν ὠκεανὸν φεύγοντας αὐτοὺς κατεδίωξεν. [2] ἐπειδή τε τὴν ἤπειρον ἐκλιπόντες ἐς νῆσόν τινα ἐπεραιώθησαν, αὐτὸς μὲν (‹οὐ› γάρ που πλοίων εὐπόρει) κατὰ χώραν ἔμεινε, σχεδίας δὲ συμπήξας μέρος τι τοῦ στρατοῦ δι' αὐτῶν ἔπεμψε, καὶ συχνοὺς ἀπέβαλε· χηλῇ γάρ τινι πρὸς τῇ νήσῳ οὔσῃ προσσχὼν ὁ τὴν ἡγεμονίαν σφῶν ἔχων, καὶ ἅτε ὡς καὶ πεζῇ διαβαδίσοντας αὐτοὺς ἐκβιβάσας, ἔπειτα αὐτός τε ὑπὸ τῆς ἀναρροίας ἐκβιασθεὶς ἐξανήχθη [3] καὶ ἐκείνους ἐγκατέλιπε, καὶ αὐτῶν οἱ μὲν ἄλλοι γενναίως ἀμυνόμενοι ἔπεσον, Πούπλιος δὲ δὴ Σκαίουιος μόνος τε περιλειφθεὶς καὶ τῆς ἀσπίδος στερηθεὶς πολλά τε τραυματισθεὶς ἔς τε τὸ ὕδωρ [4] ἐσεπήδησε καὶ διενήξατο. τότε μὲν δὴ ταῦτ' ἐγένετο· ὕστερον δὲ ὁ Καῖσαρ πλοῖα ἀπὸ Γαδείρων μεταπεμψάμενος ἐς τὴν νῆσον παντὶ τῷ στρατῷ ἐπεραιώθη, καὶ ἀκονιτὶ αὐτούς, κακῶς ὑπὸ σιτοδείας ἔχοντας, παρεστήσατο. κἀντεῦθεν ἐς Βριγάντιον πόλιν Καλλαικίας παραπλεύσας τῷ τε ῥοθίῳ σφᾶς τοῦ πρόσπλου, οὐπώποτε ναυτικὸν ἑορακότας, ἐξεφόβησε καὶ κατεστρέψατο.

[54]

[1]    πράξας δὲ ταῦτα καὶ νομίσας ἱκανὴν ἀπ' αὐτῶν ἐπιβασίαν πρὸς τὴν ὑπατείαν εἰληφέναι σπουδῇ πρὸς τὰς ἀρχαιρεσίας, καὶ πρὶν τὸν διάδοχον ἐλθεῖν, ὥρμησε, καὶ ἠξίου καὶ πρὸ τοῦ πέμψαι τὰ ἐπινίκια, ἐπειδὴ μὴ οἷά τε προδιεορτασθῆναι ἦν, αἰτῆσαι αὐτήν.

[2] μὴ τυχὼν δέ, τοῦ Κάτωνος ὅτι μάλιστα ἐναντιωθέντος, ἐκεῖνα μὲν εἴασε· καὶ γὰρ ἤλπιζε πολὺ πλείω καὶ μείζω ὕπατος ἀποδειχθεὶς καὶ ἔργα πράξειν καὶ ἐπινίκια πέμψειν. πρὸς γὰρ τοῖς εἰρημένοις, ἐφ' οἷς μέγα ἀεί ποτε ἐφρόνει, ἵππος τις αὐτῷ διαφυὰς ἐν ταῖς τῶν προσθίων ποδῶν ὁπλαῖς ἔχων ἐγεννήθη, καὶ ἐκεῖνον μὲν γαυρούμενος [3] ἔφερεν, ἄλλον δὲ ἀναβάτην οὐδένα ἀνεδέχετο. ὥστε καὶ ἐκ τούτου μικρὸν οὐδὲν προσδοκῶν τὰ μὲν νικητήρια ἑκὼν ἀφῆκεν, ἐς δὲ τὴν πόλιν ἐσελθὼν καὶ ἐπαγγειλάμενος τὴν ἀρχὴν οὕτω τούς τε ἄλλους καὶ τὸν Πομπήιον τόν τε Κράσσον ἐξεθεράπευσεν, ὥστε δι' ἔχθρας ἀλλήλοις ἔτι καὶ τότε αὐτοὺς ὄντας καὶ τὰς ἑταιρείας ἔχοντας, καὶ πρὸς πάνθ' ὅσα ὁ ἕτερος τὸν ἕτερον ἐθέλοντα αἴσθοιτο ἀντιστασιάζοντας, προσποιήσασθαι, καὶ ὑπὸ πάντων αὐτῶν ὁμοθυμαδὸν [4] ἀποδειχθῆναι. καίτοι τοῦτο τὴν σοφίαν ἐς τὰ μάλιστα αὐτοῦ τεκμηριοῖ, ὅτι τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς θεραπείας αὐτῶν καὶ ἔγνω καὶ διέθετο οὕτως ὥστ' ἀμφοτέρους ἅμα καίπερ ἀντιπράττοντάς σφισι προσθέσθαι.

[55]

[1]    καὶ οὐδὲ τοῦτ' αὐτῷ ἀπέχρησεν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους συνήλλαξεν, οὐχ ὅτι συνενεχθῆναί σφας ἤθελεν, ἀλλ' ὅτι δυνατωτάτους τε ἑώρα ὄντας, καὶ εὖ ἠπίστατο ὅτι οὔτε χωρὶς τῆς παρ' ἐκείνων ἀμφοτέρων ἢ καὶ θατέρου βοηθείας μέγα τι ἰσχύσει, κἂν τὸν ἕτερον ὁποτερονοῦν αὐτῶν προσεταιρίσηται, ἀνταγωνιστήν τε διὰ τοῦτο τὸν ἕτερον ἕξει καὶ πλέον ὑπ' αὐτοῦ σφαλήσεται ἢ ὑπὸ τοῦ [2] συναιρομένου οἱ κατεργάσεται. τοῦτο μὲν γὰρ προθυμότερον ἐδόκουν αὐτῷ πάντες ἄνθρωποι τοῖς ἐχθροῖς ἀντιπράττειν ἢ συναγωνίζεσθαι τοῖς ἐπιτηδείοις, οὐ κατ' ἐκεῖνο μόνον ὅτι ἥ τε ὀργὴ καὶ τὸ μῖσος σφοδροτέρας τὰς σπουδὰς πάσης φιλίας ποιεῖ, ἀλλὰ καὶ ὅτι ὁ μὲν ὑπὲρ ἑαυτοῦ ὁ δὲ ὑπὲρ ἑτέρου πράττων τήν τε ἡδονὴν [3] κατορθώσας καὶ τὴν λύπην σφαλεὶς οὐχ ὁμοίας ἔχουσιν· τοῦτο δὲ προχειρότερον ἐμποδίζειν τέ τινας καὶ κωλύειν μηδεμίαν αὔξησιν λαβεῖν ἢ ἐπὶ μέγα προάγειν ἐθέλειν, διά τε τἆλλα καὶ μάλισθ' ὅτι ὁ μὲν οὐκ ἐῶν τινα αὐξηθῆναι τοῖς τε ἄλλοις ἅμα καὶ ἑαυτῷ χαρίζεται, ὁ δὲ ἐξαίρων τινὰ ἐπαχθῆ αὐτὸν ἀμφοτέροις σφίσι ποιεῖ.

[56]

[1]    τούτων δὴ οὖν ἕνεκα καὶ ὁ Καῖσαρ τότε ‹τε› αὐτοὺς ὑπῆλθε καὶ μετὰ τοῦτο ἀλλήλοις κατήλλαξεν. οὔτε γὰρ δίχα τούτων δυνήσεσθαί τι ἀεὶ καὶ οὐκ ἂν θατέρῳ ποτὲ αὐτῶν προσκροῦσαι ἐνόμιζεν, οὔτ' αὖ ἐφοβήθη μὴ καὶ συμφρονήσαντες κρείττους αὐτοῦ γένωνται· πάνυ γὰρ εὖ ἠπίστατο ὅτι τῶν μὲν ἄλλων εὐθὺς διὰ τῆς ἐκείνων φιλίας, αὐτῶν δ' οὐ πολλῷ ὕστερον δι' ἀλλήλων κρατήσοι.

[2] καὶ ἔσχεν οὕτως. [τούτων μὲν οὖν ἕνεκα καὶ συνεβίβασεν αὐτοὺς καὶ προσεποιήσατο.] καὶ γὰρ ὁ Πομπήιος ὅ τε Κράσσος ὡς ἀπ' οἰκείας καὶ αὐτοὶ αἰτίας πρός τε ἀλλήλους, ἐπειδὴ τάχιστα ὥρμησαν, κατελύσαντο καὶ ἐκεῖνον ἐς τὴν κοινωνίαν τῶν πραγμάτων [3] προσέλαβον. [ὁ] Πομπήιος μὲν γὰρ οὔτ' αὐτὸς ὅσον ἤλπισεν ἰσχύων, καὶ τὸν Κράσσον ἐν δυνάμει ὄντα τόν τε Καίσαρα αὐξανόμενον ὁρῶν, καὶ ἔδεισε μὴ παντάπασιν ὑπ' αὐτῶν καταλυθῇ, καὶ ἐπήλπισε, προσκοινωνήσας σφίσι τῶν παρόντων, τὴν ἀρχαίαν δι' αὐτῶν [4] ἐξουσίαν ἀναλήψεσθαι· Κράσσος δὲ ἠξίου τε πάντων ἀπό τε τοῦ γένους καὶ ἀπὸ τοῦ πλούτου περιεῖναι, καὶ ἐπειδὴ τοῦ τε Πομπηίου παρὰ πολὺ ἠλαττοῦτο καὶ τὸν Καίσαρα ἐπὶ μέγα ἀρθήσεσθαι ἐνόμιζεν, ἐς ἀντίπαλον αὐτοὺς ἀλλήλοις καταστῆσαι ἠθέλησεν, ὅπως μηδέτερός σφων ὑπέρσχῃ, προσδοκήσας ἐκείνους τε ἀνταγωνιστὰς ἰσοκρατεῖς ἔσεσθαι, καὶ αὐτὸς ἐν τούτῳ τήν τε ἑκατέρου φιλίαν [5] ἐκκαρπώσεσθαι καὶ ὑπὲρ ἀμφοτέρους τιμηθήσεσθαι. ἀκριβῶς μὲν γὰρ οὔτε τὰ τοῦ πλήθους οὔτε τὰ τῆς βουλῆς ἐπολίτευεν, τῆς δὲ ἰδίας αὐτοῦ δυναστείας ἕνεκα πάντ' ἔπραττε, καὶ διὰ τοῦθ' ὑπήρχετό τε ἀμφοτέρους σφᾶς ὁμοίως καὶ τὴν πρὸς ἑκατέρους ἔχθραν ἐξέκλινεν, ἐπὶ τοσοῦτον ἐν τῷ μέρει κεχαρισμένα ἀμφοῖν σπουδάζων ἐφ' ὅσον ἤμελλε τοῦ μὲν καταθυμίου παντὸς ἑκατέροις αἰτιαθήσεσθαι, τῶν δὲ δυσχερεστέρων μὴ μεταλήψεσθαι.

[57]

[1]    οὕτω μὲν δὴ καὶ διὰ ταῦτα οἱ τρεῖς τήν τε φιλίαν συνέθεντο, καὶ ὅρκοις αὐτὴν πιστωσάμενοι τά τε κοινὰ δι' ἑαυτῶν ἐποιήσαντο, κἀκ τούτου καὶ ἀντεδίδοσάν σφισι καὶ ἀντελάμβανον παρ' ἀλλήλων ὅσα ἔν τε ἐπιθυμίᾳ εἶχον καὶ πρὸς τὰ παρόντα ἥρμοττεν αὐτοῖς [2] πράττεσθαι. συμφρονησάντων δὲ ἐκείνων καὶ τὰ ἑταιρικά σφων ὡμολόγησαν, καὶ ἐποίουν καὶ οὗτοι μετὰ ἀδείας ὅσα ἤθελον, ἡγεμόσι πρὸς πάντα αὐτοῖς χρώμενοι, ὥστε τὸ σωφρονοῦν ὀλίγον ἔν τε τῷ Κάτωνι, καὶ εἰ δή τις ἄλλος τὰ αὐτὰ αὐτῷ φρονεῖν δοκεῖν [3] ἐβούλετο, καταλειφθῆναι. καθαρῶς μὲν γὰρ καὶ ἄνευ τινὸς ἰδίας πλεονεξίας οὐδεὶς τῶν τότε τὰ κοινὰ πλὴν τοῦ Κάτωνος ἔπραττεν· αἰσχυνόμενοι δέ τινες τοῖς δρωμένοις, καὶ ἕτεροι καὶ ζηλοῦν αὐτὸν ἐφιέμενοι, προσήπτοντο μέν πῃ τῶν πραγμάτων καί τι τῶν ὁμοίων οἱ διεδείκνυντο, οὐ μὴν καὶ διαρκεῖς, ἅτε ἐξ ἐπιτηδεύσεως ἀλλ' οὐκ ἀπ' ἀρετῆς ἐμφύτου ὁρμώμενοι, ἦσαν.

[58]

[1]    ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα οἱ ἄνδρες ἐκεῖνοι προήγαγον, ἐπὶ πλεῖστον ὅσον τὴν συνωμοσίαν σφῶν ἀποκρυψάμενοι. ἐποίουν μὲν γὰρ ὅσα ἐδέδοκτό σφισιν, ἐσχηματίζοντο δὲ καὶ προεβάλλοντο τὰ ἐναντιώτατα, ὅπως ἔτ' ἐπὶ μακρότατον [2] διαλάθωσι, μέχρις ἂν ἱκανῶς παρασκευάσωνται. οὐ μέντοι καὶ τὸ δαιμόνιον τὰ πραττόμενα ὑπ' αὐτῶν ἠγνόει, ἀλλὰ καὶ πάνυ τοῖς τι συνεῖναι τῶν τοιούτων δυναμένοις εὐθὺς τότε πάντα τὰ ἔπειτα ἀπ' αὐτῶν ἐσόμενα ἐξέφηνε· χειμών τε γὰρ τοιοῦτος ἐξαίφνης τήν τε [3] πόλιν ὅλην καὶ τὴν χώραν ἅπασαν κατέσχεν ὥστε πάμπολλα μὲν δένδρα πρόρριζα ἀνατραπῆναι, πολλὰς δὲ οἰκίας καταρραγῆναι, τά τε πλοῖα τὰ ἐν τῷ Τιβέριδι καὶ πρὸς τὸ ἄστυ καὶ πρὸς τὰς ἐκβολὰς αὐτοῦ ναυλοχοῦντα βαπτισθῆναι, καὶ τὴν γέφυραν τὴν ξυλίνην [4] διαφθαρῆναι, καί τι καὶ θέατρον πρὸς πανήγυρίν τινα ἐκ θυρῶν ᾠκοδομημένον ἀνετράπη, καὶ ἄνθρωποι παρὰ πάντα ταῦτα παμπληθεῖς ἀπώλοντο.

   ἐκεῖνα μὲν δὴ οὖν καθάπερ εἰκὼν τῶν μελλόντων σφίσι καὶ ἐν τῇ γῇ καὶ ἐν τῷ ὕδατι συμβήσεσθαι προεδείχθη.