3333 277 0 1 0 0 IV d. C. Retorica Libanius XLVI Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 79

Libanius - Declamatio XLVI

Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρὶ ἀπεδήμησεν. ἐγένετο ὑπὸ λῃσταῖς. ἔγραψε πρὸς τὸν πατέρα λυθῆναι δεόμενος. ὁ δὲ οὐχ ὑπήκουσεν. ἡ γυνὴ ἀποδομένη τὰ ὄντα αὑτῇ ἔπλευσεν ἐπὶ τῷ λύσασθαι. ναυαγίᾳ ἐχρήσατο. ἐξεβράσθη εἰς τὸν τόπον ἐν ᾧ ἦν ὁ ἀνήρ. ἰδὼν ἐκεῖνος τὸ σῶμα καὶ ἐπιγνοὺς ἐδάκρυσε. γνόντες οἱ λῃσταὶ τὴν αἰτίαν ἀφῆκαν αὐτόν. ἐπανελθὼν ἀναγκάζεται ὑπὸ τοῦ πατρὸς γαμεῖν καὶ μὴ βουλόμενος ἀποκηρύσσεται.

[1]

Ἡ προθεωρία.

[1]    Οἱ πρὸς τὸ τάχος συντιθέμενοι τῶν λόγων ἀρετῇ μὲν ἀπολείπονται τῶν σχολῇ γραφομένων, δεικνύτωσαν δὲ ὅμως τὸν χαρακτῆρα τοῦ ῥήτορος, ἐπεὶ καὶ Δημοσθένης οὐ πανταχοῦ μὲν ἴσος, πανταχοῦ δὲ γνωρίζεται.

[2] τουτὶ δὲ τὸ ζητημάτιον ὅτι μὲν ἐν πάθει κεῖται παντὸς ἰδεῖν, πολλὰ γὰρ δυσχερῆ συμπεσόντα χορηγεῖ τῷ πάθει, ἐκεῖνο δὲ ἴσως οὐ πρόχειρον ἰδεῖν, ὅτι δεῖ τὸ ὑφορμοῦν θεραπεῦσαι. ὑφορμεῖ δὲ τὸ δοκεῖν κατεγνωκότα τὸν πατέρα τοῦ παιδὸς οὐ βουληθῆναι λύσασθαι. εἰ γὰρ καὶ μὴ τὸ πλάσμα τὴν αἰτίαν δίδωσιν, ἀλλ' ὑποπτεύεταί γε.

[3] τοῦτο οὖν ἰασόμενος εἰ βούλοιτο καθάπτεσθαι τοῦ πατρός, εὐμεθόδως τοῦτο δράτω, ὥστε καὶ κερδαίνειν ἐκ τοῦ γιγνομένου καὶ μὴ τὸ ἦθος διαφθείρειν.

[4] τὰ δὲ κεφάλαια τὴν μὲν προσήκουσαν ἔχει τάξιν, τὴν δὲ τελευταίαν ἐξεργασίαν οὐκ ἔχει. τοῖς γὰρ τάχους ἐπιμελουμένοις ἔργον εὑρεῖν ὃ χρὴ παραλιπεῖν μᾶλλον ἢ ὅ τι χρὴ λέγειν.

[5] ἴσως δ' ἄν τις φαίη βαθύτερον θεωρῶν καὶ καιρὸν ἔχειν ἐνταῦθα τὸ μὴ μηκύνειν. οὐ γὰρ παθαινομένων μακρηγορεῖν. ἐκλύεται γὰρ τοῖς μήκεσι τὰ πάθη. γνώριμον δὲ χωρίον τῶν ἀρχαίων. Ἀριστείδης ἐν Καλλιξένῳ τοῦτο ποιεῖ λέγων οὑτωσί· οὐκ ἂν δυναίμην πέρα λέγειν, μόλις τοι καὶ ταῦτα ἐμαυτὸν βεβίασμαι.

[2][t]

Ἡ μελέτη.

[1]    Οὔπω κόρον ἔοικεν ὁ δαίμων, ὦ δικασταί, τῶν εἰς ἐμὲ κακῶν εἰληφέναι καὶ ταῦτα οὕτω συχνῶν καὶ μεγάλων γεγενημένων. ἐγὼ μὲν γὰρ ᾤμην πέρας εἶναί μοι τῶν δυσχερῶν τὴν ἐπάνοδον, εὑρίσκω δὲ τὴν Τύχην, ἄμεινον γὰρ ἐκείνην ἀντὶ τοῦ πατρὸς λέγειν, ἐπηρεάζουσαν ἔτι. τὸ γὰρ μετὰ τὸν πλοῦν τὸν ἐπάρατον ἐκεῖνον καὶ τοὺς λῃστὰς καὶ τὴν τῆς ἀθλίας γυναικὸς τελευτὴν ἔτι καὶ τῶν οἴκοι πειρᾶσθαι δυσκόλων οὐκ οἶδα εἴ τινι καταλείπει μείζω στενάξαι.

[2] ἀλλ' εἰ μὲν οἱ δυστυχοῦντες ἀδικεῖν νομίζονται καί τινες ἀνθρώπων οὕτως ἀτόπως ἔχουσιν, ἀνάγκη μοι σιωπῇ φέρειν τὴν ζημίαν, οὐδὲ γὰρ εἰπόντι πλέον οὐδέν· εἰ δὲ χωρὶς μὲν τὰ πονηρεύματα, καὶ τοὺς μὲν μισοῦμεν, τοὺς δὲ ἐλεεῖν εἰώθαμεν, οἶμαι σὺν θεοῖς εἰπὼν τόν τε πατέρα τῆς ὀργῆς παύσειν ὑμᾶς τε διδάξειν ὡς οὐκ ἄξιός εἰμι ταῦτα παθεῖν ἐφ' οἷς εἰσῆγμαι.

[3]

   Τὸ μὲν οὖν προσῆκον ἦν, ὦ δικασταί, πενθεῖν

με νῦν ἐγκεκαλυμμένον καὶ θρηνεῖν συνεχῶς τὸ γύναιον καὶ τὸν πατέρα τουτονὶ τὸν χρηστόν, εἰ μὲν ἐβούλετο, κοινωνεῖν μοι τῶν δακρύων, εἰ δὲ μὴ τοῦτο, συγχωρεῖν ἐπ' ἐμαυτοῦ με τὰς ἐμαυτοῦ συμφορὰς ὀδύρεσθαι· ἐπεὶ δ', οὐκ οἶδα τί γνούς, μελανειμονοῦντά με ἕλκει πρὸς τὸ δικαστήριον, τὸν δὲ τῶν θρήνων καιρὸν ἀγῶνος ποιεῖται, δέομαι ὑμῶν, ὦ δικασταί, καὶ ἱκετεύω μὴ συνδραμεῖν τῷ πάθει τῶν ἀδίκως ἀγανακτούντων, ἀλλ' εἰς ὅσον ἔξεστιν ἐπανορθώσασθαι καὶ μὴ περιιδεῖν τοῦτον μὲν ἔρημον γιγνόμενον, ἐμὲ δὲ ἐξελαυνόμενον ἐπὶ τῷ δοκεῖν ἀδικεῖν, ὃ καὶ μάλιστα δέδοικα. ὡς τὸ μὲν παθεῖν τι δεινὸν μέτριον ἔμοιγε καὶ καινὸν οὐδέν, τὸ δὲ προσεῖναί τινα φαυλότητος αἰτίαν, τοῦτ' ἂν εἴη τοῖς σωφρονοῦσιν ἀφόρητον.

[4]    Πλεονεκτεῖ μὲν οὖν ὁ διώκων αὐτῷ τούτῳ πρώτῳ τῷ πατὴρ εἶναι, καὶ πᾶν ὅ τι ἂν φθέγξηται τῇ τῆς προσηγορίας προσθήκῃ δίκαιον φαίνεται· παῖς δὲ φεύγων καὶ κρινόμενος, ἂν μὲν ὑποστείληται καὶ τὸν ἐφεστηκότα κατήγορον αἰδεσθεὶς ὑπερβῇ τι τῶν ἰσχυρῶν, ἑάλωκεν· ἂν δ' οἴηται δεῖν ἑαυτῷ βοηθεῖν αὐτῷ τῷ τὰ δίκαια λέγειν, θρασύνεσθαι δοκεῖ.

[5] ἓν μὲν οὖν, ὦ δικασταί, τοῦτο τοσοῦτον ἐλαττοῦμαι, ἕτερον δ' οὐ μικρόν. ἀνάγκη γὰρ τῇ μνήμῃ τῶν γεγενημένων καὶ μάλιστα δὴ τῆς γυναικὸς εἰς ταραχὴν ἐμπίπτοντα τῶν λογισμῶν ἐκκρούεσθαι. ἂν οὖν τι τοιοῦτον συμβαίνῃ, βοηθεῖτε τῷ κινδυνεύοντι καὶ παρ' ὑμῶν αὐτῶν πληροῦτε τὰ ἐλλείμματα. τὸ γὰρ τὰ εὔορκα ψηφίζεσθαι τοῦτο ἔστι τὸ τοῖς πανταχόθεν φαινομένοις ἀκολουθεῖν, κἂν ὁ λέγων ἀδυνάτως ἔχῃ σώζειν ἑαυτόν.

[6]    Ἐγὼ μὲν οὖν ἐβουλόμην, ὦ πάτερ, ἐν ἡμῖν αὐτοῖς ἑστάναι τὰ συμβεβηκότα μηδὲ ἀνάγκην προσεῖναι τοῦ ταῦτα φέρειν εἰς μέσον. διὰ τί; οὐ πάντες ἡμῖν ἔχουσιν οἱ κατὰ τὴν πόλιν ἐπιτηδείως, ἀλλ' εἰσὶν οἳ καὶ μισοῦσιν. οὐδὲ γὰρ ἔνεστιν ἀνθρώπους ὄντας μὴ καὶ δυσχεραίνεσθαι.

[7] τί οὖν τούτους εὐφραίνομεν τοῖς ἡμετέροις κακοῖς; τί τοῖς διαφόροις χαρίζῃ τὰ τιμιώτατα τῶν σαυτοῦ περιελαύνων; πέπρακταί τινα χαλεπά. σιωπάσθω ταῦτα. κέρδος λαθεῖν τοὺς πολλοὺς συμφορὰς γεγενημένας. ἐπεὶ δὲ οὐ συγχωρεῖς ἡσυχάζειν ἐθέλοντι, ἀλλ' ἐν δικαστηρίῳ δεῖ με τραγῳδῆσαι τὰ πάθη τῆς οἰκίας, λέξω καὶ διηγήσομαι ἄκων μέν, ἄκων, νὴ τοὺς θεούς, ἐρῶ δ' οὖν ὡς ἂν οἷός τε ὦ.

[8]    Ἐγενόμην, ὦ δικασταί, τούτῳ παῖς δυστυχὴς μὲν ἄγαν, πονηρὸς δ' οὐδαμῶς. τεκμήριον δέ, οὐ γὰρ ἀπεκήρυξε πρότερον οὐδ' ἐπήνεγκεν αἰτίας, οὐ μικράς, οὐ μείζους, ἀλλ' ἔστεργεν, ἐπαίδευεν, ἐπῄνει. πολλάκις ηὔξατο τοῖς θεοῖς φυλάττειν αὑτῷ τὸν τοῦ κλήρου διάδοχον.

[9] ἐπεὶ δὲ ἐδόκει καιρὸς εἶναι γάμου, πρὸς ἐμὲ μνημονεύει. καὶ διηγεῖτο τὸ γένος τῆς κόρης, τὴν σωφροσύνην τῶν τρόπων, τοῦ σώματος τὴν ὥραν, πάντα οἷς ἄν τις ἐπισπασθείη νοῦν ἔχων, καὶ τελευτῶν προσέθηκεν ὡς, εἰ μὴ τὸ παρὸν ἁρπάσαιμι, μηκέτι ζητήσει παραπλήσιον γάμον. ἐπείσθην. τί γὰρ οὐκ ἔμελλον τοσαῦτα ἀγαθὰ προσίεσθαι; καί, νὴ Δία γε, τὸν πατέρα τῆς προνοίας ἐθαύμασα. τί δεῖ καθ' ἕκαστον λέγειν ὅσα παρ' ἡμέραν ἐξέφερε γυναικείας ἀρετῆς ἐπιδείγματα; ἓν γὰρ τὸ εἰς ἐμὴν μετὰ χρημάτων ἀποπλεῦσαι ἐλευθερίαν, ὃ πᾶσιν ἐπέθηκε, γνώρισμα τῶν ὅλων γίγνεται.

[10] ὄντων οὖν ἡμῶν ἐν ἅπασι χρηστοῖς καὶ κουφιζόντων τὰ λυπηρὰ καὶ συναυξόντων τὰ βελτίω δαίμων πονηρὸς τῇ συζυγίᾳ φθονεῖ καὶ περιίστησι τοσαύτην ἀποδημίας ἀνάγκην ὅσην οὐκ ἦν διώσασθαι. καὶ γάρ τοι περὶ πολλοῦ μὲν ἐφαίνετο τὸ τῆς γυναικὸς ἀπολαύειν, ἔμπροσθεν δ' ἐγίγνετο τῆς ἐπιθυμίας ἡ χρεία. καὶ τούτοις οὐκ ἀντερεῖς, ὦ πάτερ. εἰ γὰρ ἄλλως περιειργαζόμην, ἐξῆν κωλύειν.

[11] οὔσης τοίνυν ἀνάγκης ἀπαίρειν ἐμβὰς εἰς ὁλκάδα καὶ παρὰ τοῦ Ποσειδῶνος αἰτήσας ἰδεῖν ποθ' ὕστερον τὸν πατέρα καὶ τὸ γύναιον ἀνηγόμην. ὡς δὲ γῆν ἀποκρύψαντες τὸ πέλαγος διεβάλλομεν, ὁρῶ πλοῖον ἐπιφερόμενον λῃστρικόν, οἱ δὲ καὶ δὴ πλησίον ἦσαν καὶ παραχρῆμα μεστὸν τὸ κατάστρωμα τοξοτῶν, ὁπλιτῶν, ἀνδρῶν ἐκ κοίλης νηὸς ἀνιόντων, ὥστε μικρὸν ἦν αὐτοῖς ἔργον τὸ κρατεῖν.

[12] αἱ μὲν οὖν προσδοκίαι θάνατον ἠπείλουν, οἱ λῃσταὶ δὲ κρείττους τῆς προσηγορίας ἐγένοντο, ἐφ' οἷς τότε μὲν αὐτῶν ἠγάμην, νῦν δὲ κατηγορεῖν προῆγμαι. τί γάρ, ὦ κακῶς φιλανθρωπευσάμενοι, πρᾳότεροι τοῦ σχήματος ἐπεδείχθητε; τί με τοσαύταις ὑπέθεσθε συμφοραῖς, θρήνῳ γυναικός, πατρὸς ὀργῇ, ψήφῳ δικαστῶν;

[13]

ἐπειδὴ τοίνυν ἁλοὺς ἤλγουν μὲν τοῖς συμβᾶσι, δρασμὸν δ' οὐκ ἐβούλευον οὐδὲ παρεῖχον ὑποπτεύειν οὐδὲ καθ' ἕνα τρόπον, ἀλλ' ἐφύλαττον καὶ παρὰ τὴν δυστυχίαν τὴν γνώμην, ἐπικάμπτω πρὸς ἔλεον τοὺς λῃστὰς λαμπρότερον καὶ τά τε ἄλλα πάντα φιλανθρώπως ἐκέχρηντό μοι καί ποτε ἤροντο εἰ πατὴρ ἔστι μοι.

[14] ἔστιν, ἔφην, καὶ χρηστὸς καὶ βέλτιστος καὶ πάντα ἐλάττω τοῦ παιδὸς ἡγούμενος καὶ νῦν ἀγνοεῖν ἔοικε τὴν συμφοράν. εἰ δ' ἐπιστάμενος ἐτύγχανε, πάλαι ἂν ὑμᾶς ἱκέτευεν. ἀλλὰ παρέστω, φασί, λύτρα φέρων καὶ πρὸς τοὺς οἰκείους ἀποσώζου. ἐκεῖνοι μὲν ταῦτα, τὰ δ' ἐφεξῆς εἴπω καὶ διηγήσωμαι; καὶ οὐκ ὀργιῇ; δεῖξον, ὦ πάτερ, τοῖς δικασταῖς τὴν ἐπιστολήν. εἰπέ, τίς ἐκείνην ἔπεμψε; καὶ πόθεν; καὶ τοῦ δεόμενος;

[15]    Καὶ ταῦτα διῆλθον οὐ διαβάλλειν βουλόμενος, μήποτε οὕτω μανείην, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐνταῦθα ἐμπεπτωκώς, ἐπεὶ ὅτι γε κακοήθειαν οὐδεμίαν προσάγω τοῖς πεπραγμένοις δῆλον ἐγγύθεν· αὐτὸς ἀπολογοῦμαι περὶ τῶν ἐλλελειμμένων. μηδεὶς λεγέτω τὸν πατέρα κακῶς. οὐκ ἀπερρᾳθύμησεν, οὐκ ὠλιγώρησε τοῦ παιδός, οὐ περιεῖδε τὴν φύσιν, ἀλλ' οὐκ εὐπόρησεν ἴσως τρόπον τινὰ ἀργυρίου, οὐκ εὐπόρησεν ἐρανιστῶν, οὐκ ἦν ὅθεν ποιήσαιτο δάνεισμα. ταῦτα αὐτὸς ἐμαυτὸν πέπεικα, ταῦτα καὶ τοὺς ἄλλους φρονεῖν ἀξιῶ.

[16]    Καὶ τὸν μὲν οὐ κακίζω, τὴν γυναῖκα δὲ ἐπαινῶ. πάντως δὲ καὶ τοῦτο σόν, ὦ πάτερ, γίνεται, δι' ὃν ἐκείνῃ συνῴκηκα. πῶς οὖν τὸ γύναιον; τοῦτ' ἐκεῖνο τὸ πάθος με καταλαμβάνει καὶ συγχεῖ τὸν λογισμόν. πειρατέον δ' οὖν διελθεῖν οὕτως ὅπως ἂν ἐξῇ.

[17] ἦν αὐτῇ κόσμος, ὦ δικασταί, ἱμάτια καὶ χρυσία, ἑλικτῆρες καὶ ἀμφιδέραια καὶ τοιαῦτά τινα.

[18] ταῦτα ἀποδομένη καὶ τῶν λύτρων ἀγείρασα τὸ μέτρον λαθοῦσα μὲν τὸν κηδεστήν, μεμψαμένη δὲ οὐδὲν ἐπιβαίνει νεὼς αὑτῇ προσήκειν ἡγησαμένη τὴν λύσιν. καὶ πάλιν ἡ Τύχη βουλεύει χαλεπώτερα. σκηπτοὶ γὰρ ἐξ οὐρανοῦ καὶ ζάλη θαλάττης, καὶ τὸ κλυδώνιον ὑπερέσχε καὶ τὸ σκάφος εὐθὺς ὑποβρύχιον.

[19] ἔδει δὲ ἄρα καὶ τελευτῆσαν τὸ γύναιον λύσασθαί μέ τινα τρόπον. πνεῦμα καὶ ῥοῦς ἐπιγενόμενος ἐκφέρει τὸ σῶμα πρὸς τὴν ἠϊόνα καὶ τὸν χῶρον ἐκεῖνον οὗ δουλεύων ἐτύγχανον. ὡς δὲ κατεῖδον νεκρὸν ὑπὸ θαλάττης ἐκβεβλημένον, προσιὼν κατὰ μικρὸν γνωρίζω μὲν τῆς μορφῆς τὸν τύπον, ἐνθυμοῦμαι δὲ τῆς συμφορᾶς τὴν αἰτίαν. ἔξω δ' ἐμαυτοῦ γενόμενος ὑπὸ τοῦ κακοῦ περιχυθεὶς ἐκείμην καὶ τὸ κῦμα ἐπεξιὸν ἀμφοτέρους ἔκλυζεν.

[20] ἐκεῖνο τὸ πάθος καὶ λῃστῶν ἐδάκρυσε φατρία καὶ κατηνέχθησαν εἰς οἰμωγὰς πρὸς τὴν ὄψιν τοῦ δράματος. καὶ τὸν οἶκτον ἔδειξαν ἔργοις αὐτοῖς. ἃ γὰρ περιοῦσαν ἐκείνην εὕρισκον βουλομένην, ταῦτα ἔδωκαν καὶ κειμένῃ. καὶ πρὸς ἐμὲ ἀνίστω, φασίν, ὦ κακόδαιμον. ἐπείγου παρὰ τοὺς οἰκείους. οὐδέν σοι δεῖ χρημάτων. λύεταί σε τῆς γυναικὸς ἡ τύχη.

[21] τοιούτων ῥηθέντων λόγων ὥρμησα μὲν ἐμαυτὸν ἐπικατασφάξαι τῷ σώματι καὶ τὴν ἀμοιβὴν ἀποδοῦναι πρέπουσαν, ἐννοήσας δὲ τὸν πατέρα καὶ τὴν ἡλικίαν ἥκω τοῦτον μὲν γηροτροφήσων, αὐτὸς δὲ βιωσόμενος ἐν δάκρυσιν. ὁ δὲ ἀντὶ τούτων οὐκ ἐσκέψατο παραμυθίαν, οὐκ ἐν τῷ τὸ γύναιον συνεπαινέσαι τῆς λύπης ἀφεῖλεν, ἀλλ' ἄρτι καταπεπλευκὼς σπαράττομαι καὶ φανεὶς ἀπροσδόκητος κρίνομαι. καὶ διεδέξατο δουλείαν καὶ στέρησιν γυναικὸς δικαστηρίου φόβος.

[22]    Ναί φησι, νόμος γὰρ ἔστι μοι διδοὺς τὴν ἀποκήρυξιν. ἐγὼ δὲ οὐκ ἐρῶ τὸ προχειρότατον, ὡς ὁ νόμος οὗτος ἀπειλὴν μὲν ἔχει ψιλήν, τὸ δὲ ἔργον οὐ προστίθησιν οὐδ' ὡς ὁ θεὶς αὐτὸν ἀνασείει μὲν τοῖς νέοις τὴν τιμωρίαν προαναστέλλων τὴν θρασύτητα τῷ δέει, τὴν δὲ φύσιν οὐκ ἀνέχεται πρὸς αὑτὴν ἐκπολεμοῦν. τοῦτο γὰρ ἂν ἦν οὐκ ἀνδρὸς ὁμονοίᾳ τὴν πόλιν συνέχοντος, ἀλλ' ἐχθροῦ κοινοῦ διασπᾶν τὰ γένη πειρωμένου.

[23]

ἀλλ' ἔστω, δεδόσθω, τοῖς γράμμασι προσέχωμεν μόνοις, μηδὲν ἐξεταζέσθω πλέον. τί οὖν; ἐν τῷ δοῦναι τὴν τῆς ἀποκηρύξεως ἐξουσίαν καὶ πάντας εὐθὺς ἀποκηρύττειν δέδωκεν; οὐκ ἔστιν. ἀλλ' ὧν μὲν κατέγνωκε, τούτους μισεῖ, οἷς δὲ οὐδὲν ἐγκαλεῖ, τούτοις οὐδὲ διείλεκται, ἐπεὶ καὶ τὸν ἀνδροφόνον κρίνειν ἔξεστιν, ἀλλ' οὐ τόν γε τὴν χεῖρα καθαρὸν ἄξιον.

[24] οὕτω δὴ καὶ περὶ τούτων. οὐχ ἡ τῆς ἀποκηρύξεως ἐξουσία βλάπτει τοὺς ἐπιεικεῖς τῶν νέων, ἀλλ' οἱ μοχθηροὶ τῶν παίδων ὑπὸ τὸν νόμον ἔρχονται. εἰπὲ δὴ τὰ πλημμελήματα παρελθών. μεθύοντα λαβὼν ἀγανακτεῖς; ἐκπεφορηκότα τι τῶν ἔνδον; κυβεύοντα; πόρνην ἔχοντα; ἀλλ' εἰς σαυτόν τι πεπαρῴνηκα; κακῶς εἶπον; ἀναιδὲς ὑπέβλεψα; πληγὰς ἠπείλησα; ᾐτιασάμην πρὸς τὸν πλησίον; σκαιὸν ἀπεκάλεσα καὶ τραχύν; ἀρρωστοῦντος κατημέλησα; ταῦτα ἐπίδειξον καὶ μικρὰν ἡγοῦμαι δίκην τὴν ἀποκήρυξιν. ἀλλὰ τούτων μὲν οὐδέν, ὠμότητα δὲ προήνεγκα τὰ περὶ τὴν ἐπιστολὴν διηγούμενος, ὡς ἐγὼ μὲν ἠντιβόλουν, σὺ δὲ διέπτυες; καὶ τίς τῶν πάντων ἀκήκοεν; οὐδὲ πρὸς τοὺς λῃστὰς ἐγὼ τοῦτό γε ἐξελάλησα.

[25] εἶεν. ἀλλ' ἔναγχος καταθάψας γυναῖκα χρηστὴν ἀναξίως ἀπολωλυῖαν ἐπείγομαι πρὸς δεύτερον γάμον καὶ τοῦτο ἐγκαλῶν ἀπελαύνεις; μὴ σύ γε, μὴ μόνον ἀπέλαυνε. δημίου δεῖται τὸ πονήρευμα. ταῦτα οἴου παρὰ τοῦ νόμου νῦν ἀπαιτεῖσθαι. τί πέπρακται; τί τετόλμηται; εἰ μὲν ἠδίκησα, λάμβανε δίκην· εἰ δὲ οὐδὲν πέπονθας, παῦσαι φιλονεικῶν.

[26]    Διὰ τοῦτο γάρ φησι καθίζω δικαστήριον ὑφορώμενος τὴν τῶν πατέρων ὀργὴν ἔξω πολλάκις τοῦ δικαίου φερομένην. ἐπειδὴ τοίνυν τιμωρία τὸ γινόμενόν ἐστι, δειχθήτω πρὸ τῆς ζημίας τὰ κακουργήματα. οὐ γὰρ ἐθέλεις, φησί, γαμεῖν. καὶ τίς τοῦτο νόμος εὐθύνει; τίς οὐ γαμῶν ἀδικεῖ; τίς εἰσήχθη πώποτε; τίς ἔδωκε δίκην τοῦ τοιούτου βίου ἢ νῦν ἢ πρότερον ἢ παρ' ἡμῖν ἢ παρὰ τοῖς προσχώροις ἢ τὸ κοινὸν δὴ τοῦτο παρ' Ἕλλησιν;

[27] ἐγὼ μόνος, εἰπέ μοι, ταύτην ᾕρημαι τὴν ὁδόν, παραδείγματα δὲ οὐκ ἂν ἔχοιμι λέγειν καὶ παλαιὰ καὶ νέα; πῶς οὖν οὐκ ἄτοπον τὰ μὲν αὐτὰ πολλοὺς ἐπιτηδεύειν, μόνον δὲ ἐξ ἁπάντων ἐμὲ κινδυνεύειν καὶ τῶν ἔργων ἔχοντα κοινωνοὺς τῆς ὀργῆς παρὰ τοῖς ἄλλοις κληρονομεῖν; [28] ἀλλ' οὔτ' ἐκείνοις οὐδεὶς ἂν ἐγκαλέσειεν ὑγιαίνων, οἶμαι, ἐγώ τε τοῖς αὐτοῖς δικαίοις ἀφεῖμαι. ἀμφοτέρων γὰρ δήπου κύριοι καθεστήκαμεν, καὶ τοῦ γαμεῖν, ὁπότε κρεῖττον, καὶ τοῦ μὴ τοῦτο ποιεῖν, ὁπότε ἄμεινον. ὥσπερ οὖν τοῖς ἐκεῖνο τιμῶσιν οὐκ ἔχει κίνδυνον ἡ προαίρεσις, οὕτω καὶ τοῖς τοῦτο προαιρουμένοις ἀθῷον εἶναι δεῖ τὴν γνώμην. ὅλως δὲ τά τε ἀδικήματα καὶ τὰ μὴ τῷ τὰ μὲν κεκωλύσθαι, τὰ δὲ μὴ δοκιμάζεται.

[29] πρὸς ἐκεῖνο τοίνυν ἀναφέροντες κρίνωμεν. οὐ γὰρ νομοθετήσοντες εἰσήλθομεν, ὦ πάτερ, τήμερον, ἀλλὰ τοῖς κειμένοις ἑψόμενοι. ἀπόκριναι δή μοι· διὰ τί τὸ κλέπτειν ἀδικεῖν νομίζομεν; ὅτι, φαίης ἄν, γέγραπται μὴ δεῖν ὑφαιρεῖσθαι. καὶ περὶ τῶν προδοτῶν τοίνυν ὁ αὐτὸς λόγος καὶ τῶν ὑβριστῶν καὶ τῶν ἀνδροφόνων καὶ τῶν μοιχῶν καὶ τῶν ἐπὶ καταλύσει τοῦ δήμου συνιόντων.

[30] πάλιν τοίνυν ἐρήσομαι· διὰ τί τὸ γεωργεῖν οὐκ ἀδίκημα οὐδέ γε τὸ ναυτίλλεσθαι καὶ φιλοσοφεῖν καὶ πολιτεύεσθαι; πᾶς ἂν εἴποι δήπουθεν, ὅτι μηδὲν τούτων ἐν τοῖς κυρίοις ἀπείρηται νόμοις. ὃ τοίνυν ἐκείνων ἕκαστον ἠλευθέρωσεν αἰτίας, τούτῳ καὶ τὸ τὸν γάμον ἀποφεύγειν ἀνεύθυνον γίνεται. εἰ γὰρ τοὺς μὲν νόμους παραβαίνοντες δι' αὐτὸ τοῦτο δίκην ὑφέξομεν, ἃ δ' ἔξεστι δρῶντες μηδὲν ἧττον κολασθησόμεθα, ταχέως τὴν πόλιν ἐκ δικαστηρίων κενώσομεν.

[31] ἀλλ' οὔτε ἐγένετο τοῦτό πω πρότερον νῦν τε οὐκ ἂν εἰκότως ἀρχὴν λάβοι. ἀλλ' οὗτος κανὼν κρίσεως ἄριστος· ὁ μὲν ὑπερβὰς νόμον ζημιούσθω, ὁ δὲ μηδένα κεκινηκὼς ἀποφευγέτω. τίς τοίνυν ὑπ' ἐμοῦ μὴ βουλομένου γαμεῖν τῶν νόμων ὑπερπεπήδηται; οὐδείς. ἑκάστῳ γάρ, οἶμαι, τῶν πολιτῶν ἐν τοῖς τοιούτοις νόμος γίνεται τὸ βούλημα.

[32] ἐγάμουν πρότερον, ὦ πάτερ, ἐβουλόμην γάρ. νῦν οὐκ ἐθέλω. καὶ τοῦτο ἔξεστιν. ὥσπερ γάρ, οἶμαι, καὶ τρὶς καὶ πολλάκις ἐφεῖται γαμεῖν καὶ περιττὸς ὁ διαβάλλων ἐνταῦθα τὸ πλῆθος, οὕτω καὶ τὴν ἀρχὴν μὴ γαμεῖν καὶ τοῖς πρώτοις ἀρκεῖσθαι πάλιν δέδοται καλῶς καὶ προσηκόντως. ἐπειδὴ γὰρ τοῖς μὲν συνήνεγκεν ἡ τοῦ πράγματος φύσις, τοῖς δὲ οὐκ ἐλυσιτέλησεν, ἡ πεῖρα τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐφέλκεται.

[33] μὴ τοίνυν ὁριστὴς ὁ δεῖνα γιγνέσθω περὶ τούτων ἐν οἷς καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον ἑτέρῳ κινδυνεύεται. εἰ τοίνυν καὶ τὴν ἀρχὴν ἀπεστρεφόμην τὸν γάμον, οὐκ ἂν ἠπόρησα λόγων οἳ πείθουσιν οὕτω φρονεῖν. διῆλθον ἂν τὰς μοιχείας, διῆλθον ἂν παίδων ἀποβολάς, μέθην γυναικῶν, ἀκρασίαν, λαλιάν, ἀλαζονείαν, πολλὰς τραγῳδίας ἐκ γάμων γεγενημένας.

[34]    Ἀλλὰ νῦν οὐ λέγω τούτων οὐδέν, οὐ ταῦτά μοι δοξάζειν περὶ τοῦ πράγματος ἔδωκεν ἡ δυστυχής, ἀλλὰ τί φημι; λόγον ἁπλοῦν καὶ δίκαιον. σὺ δὲ πρᾴως ἄκουσον. μὴ καταναγκάσῃς ἄδικόν με γενέσθαι περὶ τὴν κειμένην, ὦ πάτερ, μηδὲ τὴν ἐκείνης μεγαλοψυχίαν ἀγνωμοσύνῃ τρόπων ἀμείψασθαι μηδὲ τὸν σαυτοῦ παῖδα χείρω γυναικὸς εἰς ἀρετὴν ἀποφήνῃς.

[35] οὐ τοὺς μὴ βουλομένους γαμεῖν οἱ νόμοι μισοῦσιν, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας εὐεργέταις εἰδέναι χάριν. εὐεργεσίαν παρ' ἐκείνης εἰλήφαμεν ἧς ἓν τοῦτο ἴσως ἄτοπον, ὅτι κρείττων ἐστὶν ἀμοιβῆς. ἐξετάσωμεν γάρ, εἰ δοκεῖ. ἀπήγγειλέ τις ἡμᾶς, ὡς ἀκούω, τὰ πρῶτα τεθνάναι λῃσταῖς περιπεπτωκότας. ἡ δὲ ἠπίστησεν, ὃ γὰρ οὐκ ἐβούλετο, τοῦτο οὐκ ᾤετο. αὐτὸς ἐπέστελλον μετὰ ταῦτα τὴν δουλείαν μηνύων. ἡ δὲ οὐ διελέχθη πρὸς αὑτὴν ὑπὲρ ἀνδρὸς δευτέρου. καίτοι πολλὰς ἴσμεν ἀπὸ τῶν πρώτων προφάσεων μεταπηδᾶν ὡς ἑτέρους εἰθισμένας.

[36] ἔμελλεν ὁ πατήρ μοι βοηθήσειν, ἡ δὲ ἔφθη τὴν τούτου προθυμίαν. ἀπέδοτο τὸν κόσμον, οὗ μάλιστα γυναῖκες ἐρῶσιν, ἐπέβη σκάφους ἀκούουσα μεστὴν εἶναι καταποντιστῶν τὴν θάλασσαν, ἤνεγκε πνευμάτων καταιγίδας, ἤνεγκε κυμάτων προσβολάς, ἐπεῖδε βαπτιζομένην τὴν ναῦν, ἐπέδωκε τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἐξηνέχθη πρὸς τὴν γῆν ἐν οἰκτρῷ τῷ σχήματι, ἤρκεσεν ἡμῖν καὶ μετὰ τελευτὴν πρὸς λύσιν, ἐξεῖλε τὴν τῶν μύθων ἀπιστίαν βεβαιωσαμένη τοῖς παρ' αὑτῆς τὰ πάλαι θρυλλούμενα.

[37] ἐπὶ τούτοις γάμου φροντίσαι με κελεύεις; ζῶν γὰρ ἔτι καὶ περιὼν καὶ βλέπων τοῦτον τὸν ἥλιον οὐκ ‹ἂν› ἀδικεῖν σοι δοκῶ; καὶ τίς ἡμῖν διαλέξεται; τίς συμβαλεῖ; τίς κοινωνήσει πραγμάτων; τίς δημότης, τίς φυλέτης, τίς μέτοικος, εἰ σὺ μὲν ἐπιτάττοις, ἐγὼ δὲ τοιαῦτα πειθοίμην; καλάς γε ὁ δῆμος ἐν ἡμῖν προσδοκίας σχήσει καὶ δώσει τιμὰς ὁρῶν οὕτω περὶ τοὺς ἀναγκαίους διατεθέντας. ὁ γὰρ πρὸς τοὺς οἰκείους πονηρὸς οὐκ ἄν ποτε γένοιτο περὶ τὰ κοινὰ βελτίων. τίς δ' ἡμῖν ὅλως, ὦ πάτερ, ἵνα καὶ τοῦτο εἴπω, κηδεῦσαι βουλήσεται; τίς δώσει θυγάτριον εἰς οὕτω προφανεῖς φάραγγας; οὐκ οἶσθα ὅτι πρὸς τὰ πρεσβύτερα βλέποντες τὰ δεύτερα κρίνουσιν ἄνθρωποι καὶ διδαχὴ γίνεται τῶν μελλόντων τὰ φθάσαντα;

[38] ἐγὼ δὲ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τοῦ πατρός, εἴ μέ τις λογισμὸς εἰσῄει γάμου· ὦ παῖ, τῆς ἀνθρωπείας ἀπηυτομόληκας φύσεως; τὴν τῶν θηρίων ἐζήλωκας ἀγριότητα; ταχέως ἐπελάθου τῆς ναυαγίας ἐκείνης. γαμεῖν ἐθέλεις; οὐ γὰρ ὀκνεῖς γάμου καὶ τοὔνομα; καὶ τίσιν ὀφθαλμοῖς ὄψει τοὺς συγγενεῖς τῆς προτέρας; ἢ τοὺς μὲν ἀξιοῖς θρηνεῖν, αὐτὸς δὲ κωμάζειν καὶ τὴν μὲν ὑπὲρ σοῦ τὰ πάντα τολμᾶν, αὐτὸς δὲ μηδ' ὅσον σωφρονεῖν ἐθέλειν ἐκείνῃ χαρίζεσθαι; ἤδη τις γενναῖον ἵππον ἀποβαλὼν οὐκ ἐπρίατο δεύτερον τῇ περὶ τὸν ἔμπροσθεν λύπῃ, σὺ δὲ τῷ τῆς γυναικὸς θανάτῳ περιφανῶς σεσωσμένος κατ' ἐκείνης κέχρησαι τῇ σωτηρίᾳ;

[39]    Οὗτοι πρέποντες οἱ λόγοι πρεσβύτῃ νουθετοῦντι νέον. ὁ δὲ πατὴρ σωφρονοῦσιν, ὡς ἔοικεν, ἄχθεται. παῖδας γάρ φησιν ἐκ σοῦ γενέσθαι βούλομαι καὶ διαδόχους εἶναι τοῦ γένους. εἰπέ μοι, πάτερ, ἕπεται γὰρ εὐθὺς ἡ παιδοποιία τῷ γάμῳ; πόσους ἐπιδείξω σοι τῶν πολιτῶν γυναῖκας μὲν αὑτῶν ἔχοντας εἰπεῖν, πατέρας δὲ οὐ κεκλημένους, ἀνθρώπους εἰς ἔσχατον ἤδη γήρως ἥκοντας καὶ τὴν ἐλπίδα τοῦ πράγματος προσαφῃρημένους;

[40] ἂν οὖν ἐγὼ μέν σοι ταῦτα πείθωμαι, γύναιον δὲ ἔνδον ᾖ, παῖδες δὲ μηδαμῆ φαίνωνται, ἆρ' οὐκ ἀνάγκη πονηρὸν μὲν εἶναι, πατέρα δὲ μὴ γεγενῆσθαι, καὶ τὴν μὲν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι, τοὺς δὲ διαδόχους οὐκ ἔχειν; εἰκὸς δὲ δήπου καὶ τὸ δαιμόνιον ἐνταῦθα νεμεσήσειν καὶ δίκην τῆς μοχθηρίας ἐπιθήσειν τὴν ἀπαιδίαν.

[41] καὶ δὴ δῶμεν εὐθὺς ἔσεσθαι παῖδας· τίς οὖν ἐγγυᾶται θεῶν ὡς εἰς ἀκμὴν προβήσονται; βούλει σοι πάλιν ἐξαριθμήσω τοὺς ἐκ πολυπαιδίας εἰς ἐρημίαν λήξαντας καὶ τὰ μνήματα δεικνύντας ἀντὶ τῶν υἱέων; ἂν οὖν ἡμεῖς νῦν μὲν θῶμεν γενέσθαι, μικρὸν δὲ ὕστερον θάπτωμεν, οὐκ οἴει μείζω τὴν ἀνίαν κατὰ τοῦτο γενήσεσθαι; λυπεῖ γὰρ οὐχ οὕτω τὸ μὴ γεύσασθαι τῶν χρηστῶν, ὡς ἡ μετὰ τὴν πεῖραν στέρησις.

[42]    Ἀλλ' ἔσονται καὶ βιώσονται. καὶ τοῦτο οἱ μάντεις ὑπισχνοῦνται; καλῶς. τίς οὖν ἐγγυητὴς τοῦ τρόπου; οὐχ ὁρᾷς τοὺς μὲν οἴνῳ, τοὺς δὲ ἑταίραις προσκειμένους, τοὺς δὲ τοίχους διορύττοντας, τοὺς δὲ τοῖς ἀπαντῶσι πληγὰς ἐντείνοντας, τοὺς δὲ μισθὸν τῆς ὥρας λαμβάνοντας; τούτους οὖν πότερον εἶναι βέλτιον ἢ τεθνάναι; καὶ πότερον εὐφραίνουσι ζῶντες ἢ καταισχύνουσιν; ἐγὼ μὲν γὰρ οἶδα πολλοὺς πατέρας οἳ περιόντων μὲν τῶν παίδων καταδύονται, τετελευτηκότων δὲ ἀνακύπτουσι.

[43]

χωρὶς δὲ τούτων ἄπαιδα μὲν διαμεῖναι δυστυχίας ἂν εἴη, θῶμεν γάρ, ἀτιμάσαι δὲ τοὺς εὔνους πονηρίας. ὅσῳ δὴ μετριώτερον δυστυχῆ μᾶλλον εἶναι δοκεῖν ἢ φαῦλον, τοσούτῳ κρεῖττον θαυμάσαι τὴν ἀπελθοῦσαν ἢ συνοικῆσαι δευτέρᾳ.

[44] ἔπειτα τί καὶ δέδοικας; σὺ μὲν γὰρ ἔχεις τὸν θεραπεύσοντα καὶ κουφιοῦντα τὸ γῆρας τουτονὶ τὸν τῆς ἀποκηρύξεως ἄξιον, τὸ δὲ ἡμέτερον ἄφες. ἐμοὶ μεῖζον παίδων εἰς παραμυθίαν τὸ μηδὲν ἐμαυτῷ δυσσεβὲς συνειδέναι. πολλῶν εὐπορήσομεν βοηθῶν ἀπὸ τῆς παρούσης γνώμης, τοὺς δ' ἴσως καὶ παῖδας θησόμεθα. γάμου δὲ καὶ τὴν μνήμην, ὦ πάτερ, ἄνελε. οὐ γὰρ ἐν ὑμεναίοις ἐμοὶ τὰ πράγματα, πολλῶν εἰμι συμφορῶν ἀνάμεστος. ἔα με ταύτας ὀδύρεσθαι.

[45]

   Ὦ ψυχὴ γυναικὸς γενναίας, σύ μοι τῆς ἀποκηρύξεως αἰτία. τί γὰρ οὐκ ἔμενες κατὰ χώραν; τί δὲ οὐκ ἐμιμοῦ τὸν πατέρα; τί δὲ παρῄεις τοῖς ἔργοις τὴν φύσιν; ὦ θαλάττιοι δαίμονες, ἀντὶ ποίων ἀδικημάτων κατεδύσατε τὸ σκάφος; τίνα καταγνόντες τῆς ἀναγωγῆς ἀηδεστέραν αἰτίαν;

[46] ἤκουσεν ἡ δυστυχὴς τὴν ἐμὴν δουλείαν, ἐπλήγη πρὸς τὴν ἀκοήν, ἐμηχανήσατο πόρον, ἐξέπλευσεν ἀπαλλάξουσα τῶν δεινῶν. ὑμεῖς δὲ ἀντὶ τοῦ σῶσαι καὶ στορέσαι τὸ κλυδώνιον καὶ παραπέμψαι πρὸς λιμένας ἀνετρέψατε καὶ διεφθείρατε καὶ διενείματε τὴν ἡμετέραν συζυγίαν λῃσταῖς καὶ ναυαγίοις.

[47]

τί οὖν, εἴπερ ἀναγκαῖον ἦν, οὐ μετηλλάξατε τὰς τύχας; ὤφελον ἐγὼ κεῖσθαι νῦν, ἡ δὲ ἐφ' ἡμῖν δακρύειν. ἐπεὶ δὲ τοῦτο οὐχ ὑπῆρξε, δὸς ἡμῖν, ὦ πάτερ, χάριν μετρίαν· ἐπίτρεψον μέχρι τῆς τελευτῆς θρηνεῖν. μηδὲ στεφανώσῃς μηδὲ προσείπῃς αὖθις νυμφίον. αἰσχύνομαι τοὺς λῃστάς, εἰ πύθοιντο γάμους δευτέρους.

[48] ὅλως δέ, εἰ καὶ σφόδρα βουλοίμην ὑπακούειν, οὐχ ὁρῶ πῶς ἂν δυναίμην. φαιδρὸν εἶναι δεῖ τὸν νυμφίον, ἐγὼ δὲ κατηφής, ἀνειμένον, ἐγὼ δὲ συνεσταλμένος, ἐρωτικόν, ἐγὼ δὲ ἀπ' ἐκείνης τῆς ἡμέρας ἀνέραστος. φοβοῦμαι μὴ τοῖς ὑμεναίοις ἀναμίξω τὰ δάκρυα, φοβοῦμαι μὴ ταῖς εὐχαῖς τὰς οἰμωγάς. κατείλημμαι τὴν ψυχὴν ἀκριβῶς ἐξ ἐκείνης. ὁμολογῶ βλέπειν τὸν τύπον, ἀκούειν μοι δοκῶ τῆς φωνῆς ἐκείνης. δέδοικα μὴ τῇ δευτέρᾳ συγκατακείμενος ἐκείνην ἀνακαλέσωμαι.

[49]

καὶ μὴν τοῖς γε ποιηταῖς σύνηθες ᾄδειν ἐπὶ θύραις νυμφίων μέλη. ταῦτα δ' ἐστὶν εὐφημία τῶν μιγνυμένων ἐπ' ἄλλοις τε πολλοῖς καί, τὸ μέγιστον, τῷ δεξιῷ τῆς τύχης. τί βούλει δρᾶσαι τὸν ποιητὴν εἰς τὸ μέρος τοὐμόν; εἰπεῖν ὡς εὐδαίμων; ἀλλὰ ψεύσεται. ἀλλ' ὡς ἄθλιος; ἀληθὴς μὲν ὁ λόγος, ἀλλ' οὐ συνᾴδων τοῖς γιγνομένοις.

[50]    Ἄνδρες δικασταί, ἐγὼ πάντα πλὴν ἑνὸς τούτου πείθομαι τῷ πατρί· μαστιγούτω, στρεβλούτω, τὰ τῶν οἰκοτρίβων ὑπουργεῖν ἐπιταττέτω, θαυμάσεται τὴν ἐν τοῖς ἄλλοις ἑτοιμότητα. τουτὶ δὲ μόνον σιωπάτω, τὸν γάμον. δεινῶς μου στρέφει τοὔνομα τὴν ψυχήν. εἰ δὲ δεῖ δυοῖν θάτερον, ἢ γαμεῖν ἢ μεθεστάναι, ὅ τι μὲν ἀπολογήσεσθε ταῖς ὑμετέραις αὐτῶν γυναιξὶ ταύτην θέμενοι τὴν ψῆφον, οὐκ οἶδα, ἐγὼ δὲ ὑποχωρήσω μέν, οὐκ ἐπινεύσω δὲ ὅμως τὴν γνώμην κρείττω δεῖξαι τοῦ σχήματος.

[51]    Τίς οὖν ἐστι παραμυθία; κρότος ὁ παρὰ τῶν σωφρόνων, ἔπαινος ὁ τῶν ἐπιεικεστέρων, ῥήματα τὰ πολλῆς οὐσίας λαμπρότερα. πολλοὶ φιλονεικήσουσιν ὑπὲρ τῆς εἰς ἐμὲ προνοίας. εἰ δ' οὖν πανταχόθεν ἐξειργοίμην, ἀρκεῖ μοι τοῦτο πρὸς ἡδονήν· θρηνῶν τὴν γυναῖκα τεθνήξομαι.