[1] Τῶν πρὸς ἡμᾶς ἡκόντων, ὦ Φίρμε, πυθόμενος ὡς τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον ἀναδεδράμηκας πάλιν βοράν, κατ' ἀρχὰς μὲν ἠπίστουν τῆς τε σῆς σωφροσύνης στοχαζόμενος καὶ τῆς εὐλαβείας ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ καὶ θεοφόβους ἄνδρας πεποιήμεθα· ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς πρώτοις μηνύοντες τὴν ἀγγελίαν ἐβεβαίουν, τὸ μὲν ἐπιπλήττειν σοι, οὔτε κατὰ τὴν παροιμίαν φυγῇ κακοῦ τὸ ἄμεινον εὑρόντι, οὔτε κατὰ τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀποδυσαμένῳ βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν τ' εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς εὑρισκομένης· τὸ δ' αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν ἁμαρτημάτων ἐκκαλύπτειν ἀφ' οἵων τε εἰς οἷα καταβέβηκας μηνύειν τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντάξιον καὶ τῶν πρὸς ἀλήθειαν τὸν αὑτῶν βίον συνταξαμένων [2] εἶναι ἐδικαίουν. καὶ γάρ μοι κατ' ἐμαυτὸν λογιζομένῳ τὴν τῆς μεταθέσεως αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης, ὡς ἂν ὁ πολὺς καὶ ἰδιώτης φαίη ὄχλος, οὐκ ἂν μεταβαλέσθαι ‹σε› φήσαιμι· τοὐναντίον γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι' ἀπάτην οὖν ἢ τῷ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρόνησιν τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, ἢ δι' ἄλλην ἴσως αἰτίαν ἣν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα, ἐπὶ τὰ πρόσθεν ἀναδραμεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ δι' ἀκρασίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρονῆσαι τῶν πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδ' ἐλάττω τὴν φύσιν τῶν παρά τισιν ἰδιωτῶν εἶναι, οἳ νόμους ἐναντίους οἷς ἔζων πρότερον καταδεξάμενοι τομάς τε μορίων ὑπομένουσιν, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον [3] ἢ κρεῶν ἀνθρωπείων. ἐπεὶ δέ τινες τῶν ἀφικομένων καὶ λόγων ἀπεμνημόνευον οὓς κατὰ τῶν ἀπεχομένων ἐποιοῦ, οὐ σχετλιάζειν μόνον, ἀλλὰ καὶ νεμεσᾶν παρῆν, εἰ ψυχροῖς καὶ ἄγαν ἑώλοις σοφισματίοις πεισθέντες αὑτούς τε ἀπατᾶν καὶ παλαιὸν δόγμα καὶ θεοῖς φίλον ἀνατρέπειν ὑπεμείνατε. ὅθεν μοι ἐδόκει μὴ μόνον τὸ οἰκεῖον ὑποδεικνύναι ὡς ἔχει, ἀλλὰ καὶ τὰ τῶν ἐναντίων πολλῷ ἰσχυρότερα τῶν ὑφ' ὑμῶν λεγομένων ὄντα καὶ πλήθει καὶ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς συναγαγεῖν τε καὶ λῦσαι, οὐδ' ὑπὸ τῶν ἐμβριθῶν δοκούντων εἶναι, οὐχ ὅτι τῶν ἑώλων καὶ ἐπιπολαίων σοφισμάτων τὸ ἀληθὲς ἡττημένον δεικνύντα. ἴσως γὰρ ἀγνοεῖς ὅτι τῇ ἀποχῇ τῶν ἐμψύχων οὐκ ὀλίγοι ἀντειρήκασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων οἵ τ' ἀπὸ τοῦ περιπάτου καὶ τῆς στοᾶς καὶ τοῦ Ἐπικούρου τὸ πλεῖστον τῆς ἀντιλογίας πρὸς τὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους ἀποτεινόμενοι φιλοσοφίαν, ἧς ζηλωτὴς εἶναι ἐσπούδακας· τῶν τε φιλολόγων συχνοὶ καὶ Κλώδιός τις Νεαπολίτης πρὸς τοὺς ἀπεχομένους τῶν σαρκῶν βιβλίον κατεβάλετο. ὧν τὰς πραγματικὰς καὶ κοινὰς πρὸς τὸ δόγμα ζητήσεις παραθήσομαι, τὰς ἰδίως πρὸς τὰ τοῦ Ἐμπεδοκλέους φερομένας ἀνασκευὰς παραιτησάμενος.
[4] εὐθὺς τοίνυν φασὶν οἱ ἀντιλέγοντες τὴν δικαιοσύνην συγχεῖσθαι καὶ τὰ ἀκίνητα κινεῖσθαι, ἐὰν τὸ δίκαιον μὴ πρὸς τὸ λογικὸν μόνον τείνωμεν, ἀλλὰ καὶ πρὸς τὸ ἄλογον· οὐ μόνον τοὺς ἀνθρώπους καὶ τοὺς θεοὺς πρὸς ἡμᾶς ἡγούμενοι, οἰκείως δὲ καὶ πρὸς τὰ ἄλογα θηρία τὰ μηδὲν ἡμῖν προσήκοντα ἔχοντες, καὶ οὐχὶ τοῖς μὲν πρὸς ἔργον χρώμενοι, τοῖς δὲ πρὸς ἐδωδήν, ἔκφυλα καὶ ἄτιμα τῆς κοινωνίας καθάπερ πολιτείας νομίζοντες. ὁ γὰρ καθάπερ ἀνθρώποις καὶ τούτοις χρώμενος φειδόμενός τε καὶ μὴ βλάπτων, προσάπτων τῇ δικαιοσύνῃ ὃ μὴ δύναται φέρειν, καὶ τὸ δυνατὸν αὐτῆς ἀπόλλυσι καὶ διαφθείρει τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένοις τὸ ζῆν ἀδύνατον καὶ ἄπορον, καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα [5] τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας, ἄλλο δὲ οὐδὲν ἴσασιν· ἀλλὰ καὶ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσιν ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐναργὴς τέχνη, τίς κόσμος διαίτης, ἂν ὡς πρὸς ὁμόφυλα τὰ ζῷα διακεώμεθα ἀβλαβῶς καὶ μετ' εὐλαβείας αὐτοῖς προσφερώμεθα; εἰπεῖν γὰρ ἔργον οὐδέν. οὐδὲ φάρμακον οὐδὲ ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἀπορίας ἢ τὴν δικαιοσύνην ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον νόμον καὶ ὅρον φυλάττωμεν, ᾧ καθ' Ἡσίοδον ὁ Ζεὺς τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ' αὐτῶν,
ἀνθρώποισι δ' ἔδωκε δίκην
[6]πρὸς ἀλλήλους. οἷς δὲ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς, οὐδὲ ἡμῖν πρὸς ἐκεῖνα γίνεται τὸ ἀδικεῖν. ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτε εὐρεῖαν ἄλλην οὔτε λεπτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασιν. ὃ γὰρ ἤδη εἰρήκαμεν, τὴν φύσιν αὐτάρκη μὲν οὐκ οὖσαν, ἀλλ' ἐνδεῆ πολλῶν, εἰργομένην δὲ τῆς ἀπὸ τῶν ζῴων βοηθείας ἄρδην ἀναιρεῖν καὶ κατακλείειν εἰς τὸν ἄπορον καὶ ἀνόργανον καὶ ἀκτήμονα τῶν ἀναγκαίων βίον. φασὶ δὲ οὐκ εὐτυχῶς διαβιῶναι τοὺς πρώτους γενομένους· οὐδὲ γὰρ ἐπὶ τῶν ζῴων ἵστασθαι τὴν δεισιδαιμονίαν, ἀλλὰ καὶ ἐπὶ τὰ φυτὰ βιάζεσθαι. τί γὰρ μᾶλλον ὁ βοῦν ἀποσφάττων καὶ πρόβατον ἀδικεῖ τοῦ κόπτοντος ἐλάτην ἢ δρῦν; εἴ γε καὶ τούτοις ἐμφύεται ψυχὴ κατὰ τὴν μεταμόρφωσιν. τῶν μὲν οὖν ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου τὰ κυριώτατα ταῦτα.
[7] οἱ δὲ ἀπὸ τοῦ Ἐπικούρου ὥσπερ γενεαλογίαν μακρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπιδόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν τὴν ἀνθρώπου σφαγὴν καὶ ζημίας οὐ τὰς τυχούσας προσῆψαν, τάχα μὲν καὶ φυσικῆς τινὸς οἰκειώσεως ὑπαρχούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώπους διὰ τὴν ὁμοιότητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προχείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι τῶν συγκεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰτίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφημισθῆναι τὸ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου σύστασιν ὑπολαβεῖν. ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς οἱ μὲν παρακολουθήσαντες τῷ συμφέροντι τοῦ διορίσματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειργούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης, οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου, τὸ μέγεθος τῆς ζημίας δεδιότες ἀπείχοντο τοῦ κτείνειν προχείρως ἀλλήλους. ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖνον. καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπ' αὐτῆς μένουσιν, οἱ δὲ μὴ δεκτικοὶ τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων, ἃς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμένων αὐτὰς τῶν πλειόνων.
[8] οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γραφῆς οὔτε ἄνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ διαδίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ [καὶ] τῶν χρησομένων. φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διήνεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαντες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολλάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπιτιμίων καταπλήξαντες. οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ὑπὸ τοῦ νόμου ζημίας. αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώπων καὶ κωλύει τοῦ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσιτελὲς πράττειν. εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλ' αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο [τῶν ἀπειρημένων], τὰ δὲ ἔπραττον [τῶν προστεταγμένων]. ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν· ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσιτελοῦν. ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ [9] συναναγκάζει τὸ δέον ποιεῖν. ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρουμένοις, ἀλλ' ὅπως μὴ ἀφύλακτον ᾖ μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμβαίνειν. οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας δι' ἃς καὶ τὸ καθ' ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀνθρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύτης ἁμαρτίας. οἶμαι δ' ἔγωγε καὶ τοὺς συγκεχωρημένους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβάνειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρ' οὐδεμίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅτι πλεῖστον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. πανταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράττειν τὸ μὴ συμφέρον οἱ τυχόντες. ὅθεν οὐ μόνον ζημίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνιδόντες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφημίσαντες εἶναι τοὺς ὅπως οὖν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. τὸ γὰρ ἀνόητον τῆς ψυχῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶσαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλήθη διοικησάντων· ὧν ἔστιν καὶ τὸ μὴ κτείνειν ἀλλήλους [10] ἀκρίτως. τῶν δὲ λοιπῶν ζῴων εἰκότως οὐδὲν διεκώλυσαν φθείρειν οἱ πρῶτοι διορίσαντες ἅ τε δεῖ ποιεῖν ἡμᾶς καὶ ἃ μή· τὸ γὰρ συμφέρον ἐπὶ τούτων ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. οὐ γὰρ δυνατὸν ἦν σῴζεσθαι μὴ πειρωμένους ἀμύνεσθαι τοῦτο συντρεφομένους μετ' ἀλλήλων. διαμνημονεύοντες δέ τινες τῶν τότε χαριεστάτων, ὡς αὐτοῦ τε ἀπέσχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν, τοῖς τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν ταῖς μετ' ἀλλήλων συντροφίαις, ὅπως ἀπεχόμενοι τοῦ συγγενοῦς, διαφυλάττωσι τὴν κοινωνίαν, ἣ συνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. οὐ μόνον δὲ χρήσιμον ἦν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν μηδὲν τῶν ἐπὶ τὸν αὐτὸν τόπον συνειλεγμένων πρὸς τὸν τῶν ἀλλοφύλων ἐξορισμὸν ζῴων, ἀλλὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. μέχρι μὲν οὖν τινὸς διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδιζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρημένων· ἐλθόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς δι' ἀλλήλων γενέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάσεως, ἐπιλογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς [11] ἀλλήλων τροφαῖς, οὐ μόνον ἄλογον μνήμην. ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλλήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευάζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. πειρώμενοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πόλεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολουθήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλλον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετ' ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τούτου φθορὰν διατηρούμενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθ' ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. οὐδὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτ' ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγκαίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχον τῆς καθεστώσης λυμαίνοιτ' ἂν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετέχον, τὸ δὲ μόνον τὴν ἀνεθεῖσαν ἡμῖν ἐκ τῆς γῆς τροφὴν καταναλίσκον. διὸ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἁπλῶς τῶν ἀγρίων προσαγορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἵππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθείρομεν, τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.
[12] διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ τὴν ἐδωδὴν διορισθῆναι τῶν ἐμψύχων νομιστέον ὑπὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφορον· ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δίκαιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενομοθετημένων, ἠλιβάτου τινὸς γέμειν εὐηθείας. οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλ' ὅνπερ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν, ἀλλὰ διαμαρτάνουσιν ἐν πολλοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλ' οἳ μὲν τῶν ἀδιαφόρων δοξάζοντες εἶναι παραλείπουσιν, οἳ δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινὲς οἴονται συμφέρειν. ὅθεν διὰ τὴν αἰτίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὑτοὺς λυσιτελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν· ὧν ἔστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. εἰ μὲν οὖν ἠδύναντο ποιήσασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μηδὲ πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. ἐπειδὴ δὲ τῶν ἀμηχάνων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλόν περ ἢ τῶν ἀψύχων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν εἰς τὸ κτείνειν αὐτά, μόνως ἔστι τὴν ἐνδεχομένην ἔχειν ἀσφάλειαν. τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπικουρείων.
[13] λοιπὸν δὲ ὁ πολὺς καὶ δημώδης ἄνθρωπος ἃ λέγειν εἴωθεν παραθετέον. τοὺς γὰρ παλαιοὺς φασὶν τῶν ἐμψύχων ἀποσχέσθαι οὐ δι' εὐσέβειαν, διὰ δὲ τὸ μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δ' ἔμαθον, τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοιπὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφαγεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν δι' ἑψήσεως, προσεμένους τὰ κρέα. δι' ἃ 'ὠμοφάγοι' μὲν οἱ 'θῶες' καὶ ἐν ὀνείδει τὸ 'ὠμὸν βεβρώθοις Πρίαμον' καὶ 'ὤμ' ἀποτεμνόμενον κρέα ἔδμεναι', ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν ‹κρεῶν ὠμοφαγίας› ..... 'κρεῶν πίνακας παρέθηκεν ἀείρας παντοίων'. τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεῖν, τοῖς πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφάγον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἳ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἳ δὲ καὶ ἐν ἄμμῳ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν [14] ἐστιν ἔθος. ὁ δὲ κελεύων μὴ ἐσθίειν καὶ ἄδικον ἡγούμενος, οὐδὲ κτείνειν δίκαιον ἐρεῖ οὐδὲ ψυχὰς ἀφαιρεῖσθαι. ἀλλὰ μὴν πρός γε τὰ θηρία πόλεμος ἡμῖν ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτίθεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δ' οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτ' αὐτὸς δηχθείη μήτ' ἄλλος ἁπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δ' ὄντος τοῦ πρὸς τὰ θηρία πολέμου πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφαγοῦσιν οὔθ' ἵππους ἐσθίουσιν οὔτ' ὄνους ‹ὗς› μέντοι ἐσθίουσιν ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰουδαῖοι ἀπέσχοντο, ὅτι οὐδ' ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἑλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρ' ὅσον οὐδ' ἤνεγκεν ἡ Ἑλλὰς ταῦτα τὰ ζῷα, οὕτως οὐδ' ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσήχθη τὸ ζῷον τοῦτο, παρ' ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοῖς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δ' ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδ' ἂν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.
[15] διὰ τί δ' ἄν τις καὶ ἀπόσχοιτο τῶν ἐμψύχων; ἆρά γε τὴν ψυχὴν χείρω ποιεῖ ἢ τὸ σῶμα; δῆλον δ' ἐστὶν ὡς οὐδέτερον. τὰ γὰρ σαρκοφαγοῦντα ζῷα συνετώτερα τῶν ἄλλων. θηρευτικὰ γοῦν ἐστὶ καὶ τέχνην ἔχει ταύτην, ἀφ' ἧς περιποιεῖται τὸν βίον, ἰσχύν τε καὶ ἀλκὴν κέκτηται, ὥσπερ λέοντες καὶ λύκοι· ὥσθ' ἡ κρεοφαγία οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα λυμαίνεται. δῆλον δ' ἐστὶ κἀκ τοῦ τοὺς ἀθλητὰς τὰ σώματα κρείσσω τῇ κρεοφαγίᾳ παρέχειν, κἀκ τῶν ἰατρῶν, οἳ τὰ ἐκ τῆς ἀρρωστίας σώματα ἀναλαμβάνουσι ταῖς κρεοφαγίαις. τοῦ δὲ μὴ ὑγιῶς δοξάσαι τὸν Πυθαγόραν σημεῖον οὐ μικρόν· τῶν γὰρ σοφῶν ἀνδρῶν οὐδεὶς ἐπείσθη, οὔτε τῶν ἑπτὰ οὔτε τῶν ὕστερον γενομένων φυσικῶν, ἀλλ' οὐδ' ὁ σοφώτατος Σωκράτης οὐδ' οἱ ἀπὸ Σωκράτους.
[16] φέρε δὲ καὶ πεισθῆναι πάντας ἀνθρώπους τῷ δόγματι. τίνα τοίνυν ἡ ἐπιγονὴ τῶν ζῴων ἕξει μοῖραν; ὗς μὲν γὰρ ὅσα τίκτει καὶ λαγὼς οὐδένα λανθάνει· πρόσθες δὲ καὶ τἄλλα ζῷα πάνθ' ἁπλῶς. πόθεν οὖν τούτοις ἡ νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρομένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνουσιν ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τά τε θνῄσκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λοιμοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν γὰρ καὶ ποταμοὶ καὶ λίμναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ [πλήρης] ἑρπετῶν παντοίων.
[17] πόσοι δὲ πρὸς θεραπείαν ἐμποδισθήσονται ἀπεχόμενοι τῶν ζῴων; τοὺς γοῦν τῶν ὄψεων ἀποτυφλουμένους ἔστιν ἰδεῖν ἔχεως βρώσει τηρήσαντας ὅρασιν. Κρατεροῦ τοῦ ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμάκοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευασθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγκολληθείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενεχθέντα καὶ τῶν ζῴων ἓν ἕκαστον μέρος. ἃ δὴ πάντα [18] παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα. εἰ δέ, ὡς φασί, καὶ τὰ φυτὰ ψυχὴν ἔχει, ποῖος ἂν εἴη ὁ βίος μήτε ζῴων μήτε φυτῶν ἡμῶν ἀποτεμνόντων; εἴπερ δὲ μὴ ἀσεβεῖ ὁ τὰ φυτὰ κατακόπτων, οὐδ' ὁ τὰ ζῷα.
[19] ἀλλ' οὐ χρῆναι φήσει τις κτείνειν τὸ ὁμόφυλον, εἴ γε ὁμοούσιοι αἱ τῶν ζῴων ψυχαὶ ταῖς ἡμετέραις. ἀλλ' εἰ μὲν ἑκούσας τις εἰσκρίνεσθαι τὰς ψυχὰς δίδωσιν, νεότητος ἐρώσας ἄν τις φαίη εἰσκρίνεσθαι [ἐν γὰρ ταύτῃ πάντων ἀπόλαυσις]. διὰ τί οὖν οὐκ εἰς ἀνθρώπου πάλιν εἰσεδύοντο φύσιν; εἰ δὲ ἑκούσας μὲν καὶ νεότητος ἔρωτι, διὰ δὲ παντὸς εἴδους ζῴων, κεχαρισμένον ἂν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἂν ἀπηλλαγμέναις αὐτῶν, ἔρως δ' ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέσθαι, ὥσθ' ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώπινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἄνθρωπον ἐπάνοδος, ὃς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώπων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἄλογα ζῷα [ἐφ' ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους]. εἰ δ' εἰσὶν αἱ μὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλόγων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπίνης φύσεως [20] τοῦτο δρῶμεν. [εἰ δ' ἀμύνομεν, οὐκ ἀδικοῦμεν, ἀλλ' ἀδικοῦντα μετερχόμεθα.] ὥστ' εἰ μὲν ἀθάνατοι αἱ ψυχαί, κτείνοντες ὠφελοῦμεν· εἰ δὲ αἱ τῶν ἀλόγων θνηταί, κτείνοντες οὐδὲν ἀσεβὲς πράττομεν. εἰ δὲ καὶ ἀμύνομεν, πῶς οὐκ ἐν δίκῃ πράττομεν; ὄφιν μὲν οὖν καὶ σκορπίον, κἂν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδ' ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ [21] ἂν δικαίως κτείνοιμεν; εἰ δ' ἅπαξ ἀδικίαν τις ταύτην ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτ' ἐρίῳ μήτε ᾠοῖς μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τροφὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατεσκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα, ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθ' ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβάτων, [22] ὃ ἡμῖν κόσμος καὶ ἀλέα. αὐτοῖς δὲ τοῖς θεοῖς εἰς εὐσέβειαν συντελοῦντες ζῷα θύομεν· καὶ αὐτῶν ὁ μὲν Ἀπόλλων λυκοκτόνος, ἡ δὲ Ἄρτεμις θηροκτόνος· ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύχων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ [23] τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν. τὸ δὲ λέγειν ὅτι πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν [πάντες ἄνθρωποι] ἀλλήλους ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ. διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλληλοφαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δ' ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθεσις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ [24] συμβιώσαντας. τοὐναντίον δὲ συμβήσεσθαι ὧν οὗτος ἐστοχάζετο. εἰ γὰρ ἀποστησόμεθα τῶν ἐμψύχων, οὐ μόνον πλούτου τοῦ τοιούτου καὶ ἡδονῆς ἀπολειψόμεθα, ἀλλὰ καὶ τὰς ἀρούρας ἀπολοῦμεν φθειρομένας ὑπὸ τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ καὶ τῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν γιγνομένης ἀνάγκη πικρὰ καταλήψεται ἐπ' ἀλλήλους [25] τραπέσθαι. καὶ μὴν καὶ οἱ θεοὶ συντάξεις τε πολλοῖς θεραπείας ἕνεκα δεδώκασιν τὰς ἐκ θηρίων, καὶ πλήρης γε ἡ ἱστορία ὡς αὐτοὶ προσέταξάν τισι καὶ θύειν αὐτοῖς καὶ προσφέρεσθαι τῶν τυθέντων. ἐν δὲ τῇ καθόδῳ τῶν Ἡρακλειδῶν οἱ ἐπὶ τὴν Λακεδαίμονα στρατεύοντες μετ' Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἀνέδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Λιβύην ἐνέπεσε νέφος ἀκρίδων. ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχεν. Βόγος ἦν βασιλεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπ' Ἀγρίππα· οὗτος ἐπεχείρησεν τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βωμὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀνθρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλειπον τὰ ἱερεῖα. ὁ δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε. ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτ' ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτ' ἰδὼν ἅμ' ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέπει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις, ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δ' ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θ' αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δ' ἐστὶν ἐνδοξότερον τὸ γεγονὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδάτου ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δ' ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντικρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δ' ὥρας αἰτούσης ἡ βοῦς ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν τὴν πύλην οἱ φύλακες, ἣ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖστα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.
[26] ποία δὲ ἄν τις γένοιτο πόλις, εἰ πάντες οἱ πολῖται ταύτην ἔχοιεν τὴν γνώμην; πῶς γὰρ ἂν ἀμύναιντο πολεμίους ἐπὶ σφᾶς ἰόντας, τὴν μεγίστην ποιούμενοι φυλακὴν μή τινα αὐτῶν ἀποκτείνωσιν; παραχρῆμα τοίνυν ἀνάστατοι γίγνοιντ' ἄν· ἄλλα δ' ὅσα δυσχερῆ συμβαίνειν ἀνάγκη, μακρὸν ἂν [ἔργον] εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βεβρεγμένους, τῶν δὲ μετ' ἐκείνους ταύτην μὲν ἀποδοκιμασάντων τὴν δίαιταν, διὰ ‹δὲ› τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένων τοῖς ἀθληταῖς, πρῶτον περιελόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς.
τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. μέλλοντες δὲ πρός τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἂν προλέγοιμεν ταῦτα.
[27] πρῶτον μὲν τοίνυν ἰστέον ὡς οὐ παντὶ τῷ βίῳ τῶν ἀνθρώπων ὁ λόγος μου τὴν παραίνεσιν οἴσει· οὔτε γὰρ τοῖς τὰς βαναύσους τέχνας μετερχομένοις, οὔτ' ἀθληταῖς σωμάτων, οὐ στρατιώταις, οὐ ναύταις, οὐ ῥήτορσιν, οὐ τοῖς τὸν πραγματικὸν βίον ἐπανελομένοις· ἀνθρώπῳ δὲ λελογισμένῳ, τίς τέ ἐστιν καὶ πόθεν ἐλήλυθεν ποῖ τε σπεύδειν ὀφείλει, τά τε περὶ τροφὴν κἀν τοῖς ἄλλοις καθήκουσιν ἐξηλλαγμένα τῶν κατὰ τοὺς ἄλλους βίους ὑποτιθεμένῳ. οὐδὲν ἄρα πρὸς τοὺς ἄλλους ἢ τοιούτους γρύξαιμεν ἄν· οὐδὲ γὰρ ἐν τῷ κοινῷ τούτῳ βίῳ ἡ αὐτὴ δήπου παραίνεσις τῷ τε καθεύδοντι καὶ εἰ τύχοι τοῦτο διὰ βίου σπουδάζοντι τά τε ὑπνωτικὰ πανταχόθεν παρασκευασαμένῳ, καὶ τῷ προθυμουμένῳ μὲν τὸν ὕπνον ἀποκρούειν, πᾶν ‹δὲ› τὸ περὶ αὑτὸν πρὸς ἀγρυπνίαν συντάξαντι. ἀλλὰ τῷ μὲν ἀνάγκη καὶ μέθην καὶ κραιπάλην καὶ πλησμονὴν ὑποτίθεσθαι, σκοτεινόν τε οἶκον καὶ στρωμνὴν μαλακὴν εὐρεῖάν τε καὶ πίειραν, ὡς φασὶν οἱ ποιηταί, παραινεῖν ἐκλέγεσθαι, καὶ πᾶν καρωτικὸν ἀργίας τε καὶ λήθης ποιητικόν, εἴτε ὀσφραντὸν εἴτ' ἐπίχριστον εἴτε ποτὸν ἢ βρωτὸν προσάγειν φάρμακον· τῷ δὲ νηφάλιον μὲν καὶ ἄοινον τὸ ποτόν, λεπτὸν δὲ τὸ σιτίον καὶ ἐγγὺς τεῖνον ἀποσιτίας, φωτεινὸν δὲ τὸν οἶκον καὶ ἀέρος λεπτοῦ καὶ πνεύματος μέτοχον, φροντίδων ‹δὲ› καὶ μερίμνης ἀνακίνησιν σύντονον ποιεῖσθαι, καὶ τὴν κοίτην λιτήν τε καὶ σκληρὰν παρασκευάζειν. εἰ μὲν γὰρ πρὸς τοῦτο πεφύκαμεν, λέγω δὲ τὸ διαγρυπνεῖν, ὡς ἔνι μάλιστα ὀλίγον τι διδόντες τῷ ὕπνῳ, καθ' ὅσον οὐκ ἐν χώρῳ ἐσμὲν τῷ τῶν δι' αἰῶνος ἀγρύπνων, ἢ οὔ, πρὸς δὲ τὸ καθεύδειν συνέστημεν, ἄλλος ἂν εἴη [28] λόγος καὶ μακρῶν δεόμενος ἀποδείξεων. τῷ δὲ ἅπαξ τὸ γοήτευμα τῆς ἐνταῦθ' ἡμῶν διατριβῆς καὶ τοῦ οἴκου, ἐν ᾧ διάγομεν, ὑποπτεύσαντι τό τε αὑτοῦ ἄγρυπνον φύσει κατιδόντι καὶ τὸ ὑπνοποιὸν τοῦ χώρου, ἐν ᾧ διατρίβει, φωράσαντι, τούτῳ διαλεγόμενοι τὴν ἀκόλουθον τῇ τε ὑποψίᾳ τοῦ χώρου καὶ τῇ αὐτοῦ γνώσει τροφὴν παραδίδομεν, τοὺς καθεύδοντας ἐᾶν παρειμένους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλαβούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλμιῶντας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμωμένοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγμοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρίβομεν, ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις καὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχωρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμενον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντ' ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ὡς τὰ ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώματος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώκοντα; [29] ἔχει γὰρ οὕτως. οὐκ ἔστιν ἡ εὐδαιμονικὴ ἡμῖν θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδ' ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ οὐδὲν ἂν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι εὐδαίμονας. νῦν δ' οὐχ ὅπως πᾶν μάθημα συμπληροῖ τὴν θεωρίαν, ἀλλ' οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ' αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν γάρ, φασίν, ὡς καθ' ἕκαστον σκοπὸν τελῶν ὄντων, ἡμῖν τὸ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ εἰς ἄλλο, ἀλλ' εἰς τὸν ὄντως ἑαυτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν ‹ἡ› σύμφυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τόπον ἡμῶν, οὐ συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λόγων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν τ' ἦν ὀλιγωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέντας, φέρε ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς [30] καθίστησι σκεψώμεθα. ἆρ' οὖν οὐ τὰ μὲν χωρίζοντα ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατ' αὐτὰ παθῶν, ἀνάγοντα δὲ πρὸς νοερὸν καὶ ἀφάνταστον ἀπαθῆ τε ζωὴν καθ' ὅσον οἷόν τε, ταῦτα ἂν εἴη· τὰ δ' ἐναντία ἀλλότρια καὶ ἀποβολῆς ἄξια, καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστησιν, πρὸς ὃ δὲ κατασπᾷ; οἶμαι ἀκόλουθον εἶναι συγχωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον ἔθνος ἥκουσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν τε καὶ ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθεσθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνήσκει δ' ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παραδεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως οἰκεῖα μέλλομεν ἐπανιέναι, ἃ μὲν ἐκ τῆς θνητῆς προσειλήφαμεν φύσεως, ἀποθέσθαι πάντα μετὰ τῆς πρὸς αὐτὰ προσπαθείας, δι' ἧς ἡ κατάβασις γέγονεν, ἀναμνησθῆναι δὲ τῆς μακαρίας καὶ αἰωνίου οὐσίας καὶ πρὸς τὸ ἀχρώματον καὶ ἄποιον σπεύδοντας ἐπανελθεῖν, δύο μελέτας ποιησαμένους· μίαν μὲν καθ' ἣν πᾶν τὸ ὑλικὸν καὶ θνητὸν ἀποθησόμεθα, ἑτέραν δὲ ὅπως ἐπανέλθωμεν καὶ περιγενώμεθα, ἐναντίως ἐπ' αὐτὰ ἀναβαίνοντες ἢ ἐνταῦθα κατήλθομεν. νοεραὶ γὰρ ἦμεν καὶ ἐσμὲν ἔτι οὐσίαι, πάσης αἰσθήσεως καὶ ἀλογίας καθαρεύοντες· συνεπλάκημεν δὲ τῷ αἰσθητῷ δι' ἀδυναμίας μὲν τῆς πρὸς τὸ νοητὸν ἡμῶν αἰωνίου συνουσίας, δυνάμεως δὲ ὡς πρὸς τὰ τῇδε λεγομένης. πᾶσαι γὰρ αἱ μετ' αἰσθήσεως καὶ μετὰ σώματος ἐνεργοῦσαι δυνάμεις, μὴ μενούσης ἐν νοητῷ τῆς ψυχῆς, ἐβλάστησαν [ἐοικυῖαι κακώσει γῆς, ἣ πυροῦ πολλάκις τὸ σπέρμα δεξαμένη αἴρας ἐγέννησεν] διά τινα μοχθηρίαν τῆς ψυχῆς, οὐ φθειρούσης μὲν τὴν αὑτῆς οὐσίαν τῇ τῆς ἀλογίας γεννήσει, διὰ δὲ ταύτης πρὸς τὸ θνητὸν συναπτομένης καὶ πρὸς τὸ ἀλλότριον ἐκ τοῦ οἰκείου [31] καθελκομένης. ὥστε καὶ μελετητέον, εἴπερ ἀναστρέφειν πρὸς τὰ ἐξ ἀρχῆς ἐσπουδάκαμεν, καθ' ὅσον δύναμις, αἰσθήσεως μὲν ἀφίστασθαι καὶ φαντασίας τῆς τε ταύταις ἑπομένης ἀλογίας καὶ τῶν κατ' αὐτὴν παθῶν [καθ' ὅσον μὴ ἐπείγῃ ἡ ἀνάγκη τῆς γενέσεως]· διαρθρωτέον δὲ τὰ κατὰ τὸν νοῦν, εἰρήνην αὐτῷ καὶ ἡσυχίαν ἐκ τοῦ ‹πρὸς› τὴν ἀλογίαν πολέμου παρασκευάζοντας· ἵνα μὴ μόνον ἀκούωμεν περὶ νοῦ καὶ τῶν νοητῶν, ἀλλὰ καί, ὅση δύναμις, ὦμεν ἀπολαύοντές τε αὐτοῦ τῆς θεωρίας καὶ εἰς τὴν ἀσωματίαν καθιστάμενοι καὶ ζῶντες μετ' ἀληθείας δι' ἐκεῖνον, ἀλλ' οὐ ψευδῶς μετὰ τῶν τοῖς σώμασι συμφύλων. ἀποδυτέον ἄρα τοὺς πολλοὺς ἡμῖν χιτῶνας, τόν τε ὁρατὸν τοῦτον καὶ σάρκινον καὶ οὓς ἔσωθεν ἠμφιέσμεθα προσεχεῖς ὄντας τοῖς δερματίνοις, γυμνοὶ δὲ καὶ ἀχίτωνες ἐπὶ τὸ στάδιον ἀναβαίνωμεν τὰ τῆς ψυχῆς Ὀλύμπια ἀγωνισόμενοι. ἀρχὴ δὲ τὸ ἀποδύσασθαι [καὶ] οὗ οὐκ ἄνευ τὸ ἀγωνίζεσθαι γένοιτο. ἐπεὶ δὲ τὰ μὲν ἦν ἔξωθεν τῶν ἐνδυμάτων, τὰ δὲ ἔσωθεν, καὶ ἀπόδυσις ἣ μὲν διὰ τῶν φανερῶν, ἣ δὲ διὰ τῶν ἀφανεστέρων. τὸ μὲν γὰρ μὴ φαγεῖν φέρε ἢ μὴ λαβεῖν διδόμενα χρήματα τῶν φανερῶν ἦν καὶ ἐκκειμένων, τὸ δὲ μηδὲ ἐπιθυμεῖν τῶν ἀφανεστέρων. ὥστε μετὰ τῶν ἔργων ἀποστατέον καὶ τῆς πρὸς αὐτὰ προσπαθείας καὶ τοῦ πάθους. τί γὰρ καὶ ὄφελος τῶν ἔργων ἀφιστάμενον ταῖς αἰτίαις, [32] ἀφ' ὧν καὶ τὰ ἔργα, προσηλῶσθαι; ἡ δ' ἀπόστασις γένοιτο μὲν ἂν καὶ μετὰ βίας, γένοιτο δ' ἂν καὶ πειθοῖ καὶ κατὰ λόγον διὰ μαράνσεως καί, ὡς ἄν τις εἴποι, λήθης αὐτῶν καὶ θανάτου, ἣ δὴ καὶ ἀρίστη [ἐτύγχανεν] οὖσα ἀπόστασις οὐχ ἧπται οὗ ἀπεσπάσθη. φέρει γοῦν τι κἀν τοῖς αἰσθητοῖς τὸ ἀποσπασθὲν βίᾳ ἢ μέρος ἢ ἴχνος τῆς ἀποσπάσεως· εἰσῆλθεν δὲ κατὰ τὸ συνεχῶς ἀμελέτητον. τὴν δ' ἀμελετησίαν παρέχει ἡ μετὰ τῆς πρὸς τὰ νοητὰ διαρκοῦς φροντίδος ἀποχὴ τῶν τὰ πάθη ἐγειρόντων αἰσθημάτων, ἐν οἷς καὶ τὰ [33] ἐκ τῶν τροφῶν ἐγκρίνεται. ἀφεκτέον ἄρα οὐχ ἧττον τῶν ἄλλων καὶ τροφῶν τινῶν, ὅσαι τὸ παθητικὸν ἡμῶν τῆς ψυχῆς ἐγείρειν ἐπεφύκεσαν. σκεπτέον δ' ἔτι καὶ τῇδε.
δύο πηγαὶ ἀνεῖνται πρὸς δεσμὸν τῆς ψυχῆς ἐνταῦθα, ἐξ ὧν ὥσπερ θανασίμων πωμάτων ἐμπιμπλαμένη ἐν λήθῃ τῶν οἰκείων γίγνεται θεαμάτων, ἡδονή τε καὶ λύπη· ὧν παρασκευαστικὴ μὲν ἡ αἴσθησις καὶ ἡ κατὰ τὴν αἴσθησιν ἀντίληψις αἵ τε συνομαρτοῦσαι ταῖς αἰσθήσεσι φαντασίαι τε καὶ δόξαι καὶ μνῆμαι, ἐκ δὲ τούτων ἐγειρόμενα τὰ πάθη καὶ πᾶσα ἡ ἀλογία παχυνομένη κατάγει τὴν ψυχὴν καὶ τοῦ οἰκείου περὶ τὸ ὂν ἀποστρέφει ἔρωτος. ἀποστατέον ἄρα εἰς δύναμιν τούτων. αἱ δὲ ἀποστάσεις διὰ τῶν ἐκκλίσεων τῶν κατὰ τὰς αἰσθήσεις παθῶν καὶ τῶν κατὰ τὰς ἀλογίας, αἱ δὲ αἰσθήσεις ἢ διὰ τῶν ὁρατῶν ἢ τῶν ἀκουστῶν ἢ γευστῶν ἢ ὀσφραντῶν ἢ ἁπτῶν. οἷον γὰρ μητρόπολις ἡ αἴσθησις ἦν τῆς ἐν ἡμῖν ἐκφύλου τῶν παθῶν ἀποικίας. φέρε γὰρ ἴδε καθ' ἑκάστην ὅσον τὸ ὑπέκκαυμα εἰσρεῖ τῶν παθῶν εἰς ἡμᾶς, τοῦτο μὲν ἐκ τῆς κατὰ τὰς θέας ἵππων τε ἁμίλλης καὶ ἀθλητῶν ἢ τῶν ἐκλελυγισμένων ὀρχήσεων, τοῦτο δὲ ἐκ τῆς ἐπιβλέψεως τῆς πρὸς τὸ θῆλυ, αἳ δέλεαρ τοῦ ἀλογίστου παντοίαις [34] ἐπιθέτοις παγίσι χειροῦνται τὸ ἄλογον. κατὰ γὰρ πάντα τὰ τοιαῦτα ἐκβακχευομένη ὑπὸ τῆς ἀλογίας ἀναπηδᾶν τε ποιεῖ καὶ ἐκβοᾶν καὶ κεκραγέναι, τῆς ἔξω ταραχῆς ἀπὸ τῆς ἔνδον ἐκκαομένης, ἣν ἀνῆψεν ἡ αἴσθησις. αἱ δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινήσεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, [ὡς] τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμένους, τοὺς δ' αὖ θηλυνομένους παντοίας στροφὰς ἑλίττεσθαι. θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς αὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λελήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαίνουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι παθημάτων, διπλοῦ μάλιστ' ἐνταῦθα τοῦ δεσμοῦ συμπλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαίνει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν ἀλλοτρίων σωμάτων βαρύν τε καὶ δυνατὸν ἐργαζόμεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευαστὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθ' ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατασκευάζεται. αἱ δὲ ἁφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυχὴν καὶ εἰς ἀνάρθρους ψόφους, οἷα δὴ σῶμα, πολλάκις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαντασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρουσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλτρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.
[35] διὸ πολὺς μὲν ὁ ἀγὼν τούτων καθαρεῦσαι, πολὺς δὲ ὁ πόνος ἀπαλλαγῆναι αὐτῶν τῆς μελέτης, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῆς κατὰ τὴν αἴσθησιν ἀναγκαίας συμπλοκῆς ἡμῖν παρούσης. ὅθεν ὅση δύναμις ἀποστατέον τῶν τοιούτων χωρίων, ἐν οἷς καὶ μὴ βουλόμενόν ἐστιν περιπίπτειν τῷ πάθει· καὶ εὐλαβητέον τὴν ἐκ τῆς πείρας μάχην καὶ εἰ βούλει καὶ νίκην καὶ [36] τὴν ἐκ τῆς ἀπειρίας ἀγυμναστίαν. οὕτως γὰρ καὶ τῶν πρόσθεν ἀκούομεν κλέα ἀνδρῶν, Πυθαγορείων τε καὶ σοφῶν· ὧν οἳ μὲν τὰ ἐρημότατα χωρία κατῴκουν, οἳ δὲ καὶ τῶν πόλεων τὰ ἱερὰ καὶ τὰ ἄλση, ἐξ ὧν ἡ πᾶσα ἀπελήλαται τύρβη. Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπερισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις τῶν κατ' αὐτὰς παθῶν αὐτὸς μενεῖν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ ‹τῇ› ὑπὸ τοῦ πλήθους οὐκ ἀλλοτριώσει. οὐ γὰρ δὴ μάτην οὐδὲ τῆς φύσεως καταψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· 'οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιρειῶν ἐπ' ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα, πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐδὲν [37] ἑαυτὴν συγκαθιεῖσα.' διὰ γὰρ τούτων ὁ Πλάτων οὐ καθιέντα εἰς τὰ εἰρημένα φησὶν ἐξ αὐτῶν μένειν ἀπαθῆ, ἀλλ' ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι. διὸ οὔτε τὴν ὁδὸν οἶδεν ὅπου τὸ δικαστήριον ἢ βουλευτήριον, οὔτ' ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπ' αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδ' ὅτι οὐκ οἶδεν εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν ‹ἂν› ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμενος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγησάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, μεγάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγμάτων ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ᾧ ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς ἐμφορούμενον; [38] ὡς ἕως ἄν τις περὶ βρωτῶν διαφέρηται καὶ συνηγορῇ ὡς καὶ τόδε βρωτέον, ἀλλ' οὐκ, εἰ οἷόν τε ἦν, ἁπάσης τροφῆς ὅτι ἀφεκτέον διανοῆται, τοῖς πάθεσι συναγορεύων δοξοκοπεῖ, ὡς μηδὲν διαφερόμενος περὶ ὧν διαφέρεται. βίᾳ μὲν τοίνυν ἑαυτὸν ὁ φιλοσοφῶν οὐκ ἐξάξει· βιαζόμενος γὰρ οὐδὲν ἧττον ἐκεῖ μενεῖ, ὅθεν ἀπελθεῖν βιάζεται· οὐ μὴν τὸν δεσμὸν παχύνων ἀδιάφορόν τι πράττειν ἡγήσεται. ὥστε τὸ ἀναγκαῖον μόνον διδοὺς τῇ φύσει καὶ τοῦτο κοῦφον καὶ διὰ κουφοτέρων τροφῶν, πᾶν τὸ πέρα τούτου ὡς εἰς ἡδονὴν συντεῖνον παραιτήσεται. πέπεισται γὰρ κατὰ τὸν εἰπόντα, ὡς ἧλος ψυχῆς πρὸς τὰ σώματα ἐτύγχανεν ἡ αἴσθησις, αὐτῇ τῇ ῥώσει τοῦ πάθους ἑαυτῆς συγκολλῶσα καὶ οἷον καθηλοῦσα τὴν ψυχὴν πρὸς τὴν διὰ τοῦ σώματος ἀπόλαυσιν. εἰ γὰρ μὴ ἐνεπόδιζεν τὰ αἰσθήματα τῇ τῆς ψυχῆς καθαρᾷ ἐνεργείᾳ, τί δεινὸν ἦν ἐν σώματι εἶναι ἀπαθῆ μένοντα [39] τῶν διὰ σώματος κινημάτων; πῶς δ' ἂν ἐπέκρινας καὶ εἶπας ὃ πέπονθας, μὴ πάσχων μηδὲ παρὼν οἷς ἔπαθες; νοῦς μὲν γάρ ἐστι πρὸς αὑτῷ, κἂν ἡμεῖς μὴ ὦμεν πρὸς αὐτῷ. νοῦ δὲ ὁ παρεκβὰς ἐκεῖ ἐστὶν ὅπου καὶ παρεξῆλθεν, καὶ διαθέων γε ἄνω καὶ κάτω τῇ τῆς ἀντιλήψεως προσοχῇ ἐκεῖ πάρεστιν ὅπου ἡ ἀντίληψις. ἄλλο δὲ ἦν μὴ προσέχειν τοῖς αἰσθητοῖς τῷ πρὸς ἄλλοις εἶναι, ἄλλο δὲ τὸ ἀφιστάντα νομίζειν ἑαυτὸν μὴ παρεῖναι. οὐ δὴ δείξει τις τοῦτο συγχωροῦντα τὸν Πλάτωνα, εἴ γε μὴ ἑαυτὸν ἀπατῶντα τοῦτόν τις ἐπιδείξειεν. ὁ δὴ καθιεὶς εἰς βρωτῶν παραδοχὰς καὶ εἰς θέας ἑκὼν τὰς δι' ὄψεως ὁμιλίας τε καὶ γέλωτας αὐτῇ τῇ καθέσει ἐκεῖ ἐστὶν ὅπου καὶ τὸ πάθος· ὁ δὲ πρὸς ἄλλοις ὢν καὶ ἀποστάς, οὗτός ἐστιν ὁ διὰ τὴν ἀπειρίαν γέλωτα παρέχων οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, καὶ ὅταν καθῇ, εἰς πᾶσαν ἀπορίαν ἐμπίπτων, ἀλλ' οὐκ ἀναισθητῶν, οὐδὲ ἐξακριβῶν μέν, τῷ δὲ ἀλόγῳ μόνον ἐνεργῶν (οὐ γὰρ τοῦτο εἰπεῖν ἐτόλμησε Πλάτων), ἀλλ' ὡς ἔν τε ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενός, ἐκ τοῦ μὴ μεμελετηκέναι, φησίν· ἀπορῶν οὖν γελοῖος φαίνεται, ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιητῶς, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης [40] δοκεῖ εἶναι. ὥστε διὰ τὴν ἀπειρίαν καὶ ἀποχὴν οὐκ οἶδεν οὐχ ὅτι εἰς πεῖραν καθιεὶς καὶ διὰ τοῦ ἀλόγου ἐνεργῶν, οἷός τέ ἐστιν θεωρεῖν τὰ κατὰ τὸν νοῦν ἀκραιφνῶς· οὐδὲ τῶν δύο ψυχὰς ἡμᾶς ἔχειν λεγόντων, δύο προσοχὰς ἡμῖν δεδωκότων. δύο γὰρ ἂν οὕτω ζῴων συνέρξεις ἐποίουν, ἃ ἐνεδέχετο, ἄλλου πρὸς ἄλλοις ὄντος, τὸ ἕτερον τοῦ ἑτέρου μὴ προσποιεῖσθαι [41] τὰ ἔργα. τί δὲ ἔδει καὶ μαραίνειν τὰ πάθη καὶ ἀποθνῄσκειν ἀπ' αὐτῶν καὶ τοῦτο μελετᾶν καθ' ἡμέραν, εἰ οἷόν τ' ἦν ἐνεργεῖν ἡμᾶς κατὰ νοῦν πρὸς τὰ θνητὰ συναπτομένους ἄνευ τῆς τοῦ νοῦ ἐπιβλέψεως, ‹ὥς› τινες ἀπεφαίνοντο; [νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει.] εἰ δ' ἐσθίων πολυτελῆ καὶ πίνων οἶνον τὸν ἥδιστον οἷός τε εἶ πρὸς τοῖς ἀύλοις εἶναι, διὰ τί οὐχὶ καὶ παλλακίσι συνὼν καὶ δρῶν ἃ μηδὲ λέγειν καλόν; πανταχοῦ γὰρ τοῦ ἐν ἡμῖν παιδὸς ἦν ταῦτα τὰ πάθη, καὶ ὅσῳ αἰσχρά, οὐ πρὸς αὐτὰ φήσεις κατασπᾶσθαι. τίς γὰρ ἡ διακλήρωσις τούτου τὰ μὲν μὴ οἷόν τε εἶναι πάσχειν μὴ ὄντα πρὸς αὐτοῖς, τὰ δὲ ἕτερα συγχωρεῖν ἀποτελεῖν πρὸς τοῖς νοητοῖς ὄντα; οὐ γὰρ ὅτι τὰ μὲν ὑπείληπται εἶναι αἰσχρὰ παρὰ τοῖς πολλοῖς, τὰ δὲ οὔ· αἰσχρὰ γὰρ πάντα ὡς πρός γε τὴν κατὰ νοῦν ζωήν, καὶ πάντων ἀφεκτέον [καθάπερ τῶν ἀφροδισίων. ὀλίγον δὲ τῇ φύσει τροφῶν συγχωρητέον διὰ τὴν τῆς γενέσεως ἀνάγκην]. ὅπου γὰρ αἴσθησις καὶ ταύτης ἀντίληψις, ἐκεῖ τοῦ νοητοῦ ἡ ἀπόστασις· καὶ ὅσῳ τῆς ἀλογίας ἀνακίνησις, τόσῳ τοῦ νοεῖν ἀπόστασις. οὐ γὰρ ἐνδέχεται τῇδε κἀκεῖσε φερόμενον, ἐνταῦθα ὄντα, εἶναι ἐκεῖ· οὐ γὰρ μέρει ἡμῶν, ἀλλ' [42] ὅλοι τὰς προσοχὰς ποιούμεθα. τὸ δὲ οἴεσθαι κατὰ τὴν αἴσθησιν παθαινόμενον πρὸς τοῖς νοητοῖς ἐνεργεῖν πολλοὺς καὶ τῶν βαρβάρων ἐξετραχήλισεν, οἳ ἐπὶ πᾶν εἶδος ἡδονῆς προῆλθον ἐκ καταφρονήσεως, λέγοντες καὶ τῶν δύνασθαι πρὸς ἄλλοις ὄντα, τῇ ἀλογίᾳ χρῆσθαι τούτοις ἐπιτρέπειν. ἤδη γάρ τινων ἀκήκοα τῇ σφῶν δυστυχίᾳ συναγορευόντων τοῦτον τὸν τρόπον. οὐ γὰρ ἡμᾶς μολύνει, φασί, τὰ βρώματα, ὥσπερ οὐδὲ τὴν θάλατταν τὰ ῥυπαρὰ τῶν ῥευμάτων· κυριεύομεν γὰρ βρωτῶν ἁπάντων, καθάπερ ἡ θάλασσα τῶν ὑγρῶν πάντων. εἰ δὲ ἡ θάλασσα κλείσειε τὸ ἑαυτῆς στόμα ὥστε μὴ δέξασθαι τὰ ῥέοντα, ἐγένετο καθ' ἑαυτὴν μὲν μεγάλη, κατὰ δὲ τὸν κόσμον μικρά, ὡς μὴ δυναμένη στέξαι τὰ ῥυπαρά· εὐλαβηθεῖσα δὲ μολυνθῆναι οὐκ ἂν δέξαιτο. ἀλλὰ διὰ τοῦτο δὴ πάντα δέχεται, γιγνώσκουσα τὸ ἑαυτῆς μέγεθος, καὶ οὐκ ἀποστρέφεται τὰ εἰς ἑαυτὴν ἐρχόμενα. καὶ ἡμεῖς οὖν, φασίν, ἐὰν εὐλαβηθῶμεν βρῶσιν, ἐδουλώθημεν τῷ τοῦ φόβου παθήματι. δεῖ δὲ πάνθ' ἡμῖν ὑποτετάχθαι. ὕδωρ μὲν γὰρ ὀλίγον συνακτὸν ἐάν τι δέξηται ῥυπαρόν, εὐθέως μιαίνεται καὶ θολοῦται ὑπὸ τῆς ῥυπαρίας· βυθὸς δὲ οὐ μιαίνεται. οὕτω δὴ καὶ βρώσεις τῶν ὀλίγων περιγίγνονται· ὅπου δὲ βυθὸς ἐξουσίας, πάντα δέχονται καὶ ὑπ' οὐδενὸς μιαίνονται. τοιούτοις δ' ἑαυτοὺς ἀπατῶντες ἀκόλουθα μὲν οἷς ἠπάτηντο ἔδρων, ἀντὶ δ' ἐλευθερίας εἰς τὸν τῆς κακοδαιμονίας βυθὸν αὑτοὺς φέροντες ἔπνιξαν. τοῦτο καὶ τῶν κυνικῶν τινὰς παντορέκτας ἐποίησεν, προσπλακέντας τῷ αἰτίῳ τῶν ἁμαρτημάτων αὐτοῖς, ὃ δὴ καλεῖν εἰώθασιν ἀδιάφορον.
[43] ἀνὴρ δὲ εὐλαβὴς καὶ ὕποπτος πρὸς τὰ γοητεύματα τῆς φύσεως, τήν τε τοῦ σώματος φύσιν κατασκεψάμενος [καὶ] ὡς ἥρμοσται ὀργάνου δίκην πρὸς τὰς δυνάμεις τῆς ψυχῆς [γνούς], οἶδεν ὡς ἕτοιμον φθέγξασθαι τὸ πάθος, ἄν τε βουλώμεθα ἄν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομένου. ἡ γὰρ ἀντίληψις ἐτύγχανεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δ' οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπιστατικὸν ὄμμα πρὸς τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς ἀλογίας τὸ ἄχρι τίνος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὓς ἐπικρίνειν οὐκ ἐχούσης, καθ' ἑαυτὴν δὲ ἀνεπισκέπτου ὑπαρχούσης, ᾗ ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμήχανόν ἐστιν ἢ διοικεῖν τι καθηκόντως πρὸς τὰ ἔξω ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμίζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθ' ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι κατὰ τὴν οἰκείαν φύσιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ θυμῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποιήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν [44] ταῖς τοῦ ἀλόγου ἐνεργείαις. καίτοι ταύτῃ διενηνοχέναι φαίνεται ὁ σπουδαῖος τοῦ φαύλου, ὅτι ὃ μὲν πανταχοῦ τὸν λογισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὃ δὲ πολλὰ πράττει παριεὶς τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἃ πράττει. διὸ καὶ ὃ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὃ δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλογίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπουδαίοις, ὅτι οἳ μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθ' ἑαυτὸν ἃ βούλεται, οἳ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθ' ἑαυτοὺς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ ἀπολαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμμετρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσεξιν ἔχει παρ' ἑαυτῷ, οὐδ' ἐπιτρέπει τῇ ἀλογίᾳ παθαίνεσθαι οὐδ' ὅλως τι ἐνεργεῖν· εἰ δ' ἀφῆκε ταύτην πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρωπον [45] συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλόγου. ὅθεν τοῖς σπουδαίοις ἡ ἀποχὴ μᾶλλον οἰκειοτέρα καὶ βρωτῶν καὶ τῶν διὰ σώματος ἀπολαύσεων καὶ πράξεων τῆς ἐφάψεως, τῷ δεῖν ἐφαπτόμενον τῶν σωματικῶν καταβαίνειν ἀπὸ τῶν οἰκείων ἠθῶν εἰς παιδαγωγίαν τοῦ ἐν ἡμῖν ἀλογίστου· ἐν δὲ ταῖς τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐτῶν ἐπιλογιστικὸν τὸ ἄλογον· φύσει γὰρ ἀνεπίγνωμον τοῦ ἀπόντος τὸ ἄλογον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπ' αὐτῶν φαντασίας), μέτριον ἂν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς θνητῆς φύσεως ἐπ' ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀναδόσεως καὶ τῆς πρὸς τούτοις συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὃς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτ' ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυμίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν δι' ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ [46] εἰς τὴν κατάποσιν ἀντιλαμβανόμεθα. οὐκ ἀπεικότως ἄρα τὸ πολὺ καὶ περιττὸν ὁ λόγος ἀποκρίνας εἰς ὀλίγον περιγράφει τὸ ἀναγκαῖον, εἰ μέλλει μήτε πορίζων ἕξειν πράγματα διὰ τὸ δεῖσθαι πλειόνων, μήτε εὐτρεπῆ ποιῶν πλειόνων τῶν ὑπηρετησομένων δεήσεσθαι, μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψεσθαι, μήτε πληρούμενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον μὲν τὸν δεσμόν, αὑτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶ ἀσθενέστερον. δειξάτω τοίνυν ἡμῖν τις ἀνήρ, σπεύδων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερίσπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπορωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ ἐκ λαχάνων ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρασκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομένης, [ἀνήδονος δὲ καθ' ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον,] κουφοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀναδόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον [47] συμβαλλομένη τῆς ἀψύχου διαίτης. εἰ δὲ τοῦτο οὔτε ἰατρῶν τις οὔτε φιλοσόφων, οὐ γυμναστής, οὐκ ἰδιώτης εἰπεῖν ἐτόλμησεν, τί οὐκ ἀφιστάμεθα ἑκόντες τοῦ σωματικοῦ φορτίου; τί οὐκ ἐλευθεροῦμεν αὑτοὺς ἅμα τῇ ἀποστάσει ἐκ πολλῶν; οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὑτὸν ἀρκεῖσθαι, ἀπηλλάχθαι, χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπηρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως, ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δεσμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κακῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπόριστος ἀφαιρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ' ἐκ τῶν κρεοφάγων οἱ συκοφάνται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθείσης αἰτίας καὶ τοῦ πλήθους τῶν εἰσαγομένων εἰς τὸ σῶμα περιαιρεθέντος τοῦ τε βάρους τῶν ἀναδιδομένων κουφισθέντος, ἐλεύθερον τὸ ὄμμα καπνοῦ τε καὶ κύματος τοῦ σωματικοῦ [48] ἐκτὸς καθωρμισμένον γίγνεται. καὶ τοῦτο οὔτε ὑπομνήσεως οὔτε ἀποδείξεως διὰ τὴν αὐτόθεν προσοῦσαν ἐνάργειαν χρῄζει. ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατ' αὐτὸν βίον ἐνστησάμενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχήν, ἀλλὰ καὶ πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτ' ἂν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ ὃ παράδοξον τοῖς πολλοῖς δόξειεν ‹ἂν› εἶναι, τοῦτο λέγοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπ' αὐτοῦ τοῦ κορυφαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμενοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον [49] ἰώμενον παριστάντες. ὥρισται γάρ, φησίν, ὁ τῆς φύσεως πλοῦτος καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε ἦν καὶ δυσπόριστος. τὸ γὰρ κατ' ἔνδειαν ἐνοχλοῦν τὴν σάρκα ἐξαιρεῖται καλῶς καὶ αὐτάρκως τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέλειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρεξιν οὐδ' ἀπ' ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογμάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδ' εἰς τὸ διαλύον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν ἀναγκαίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὸν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπόριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς [50] παρασκευῆς. δεῖ δέ, φασίν, οὐχ ἑτοιμασάμενον τὰ ἀναγκαῖα προσθήκῃ τῇ φιλοσοφίᾳ χρῆσθαι, ἀλλὰ παρασκευασάμενον τὸ θαρρεῖν τῇ ψυχῇ γνησίως, οὕτως ἀντέχεσθαι τῶν καθ' ἡμέραν. κακῷ γὰρ φροντιστῇ τὰ καθ' ἑαυτοὺς ἐπιτρέψομεν, ἄνευ φιλοσοφίας τὸ ἀναγκαῖον συμμετρούμενοι τῆς φύσεως καὶ παρασκευάζοντες. διὸ φιλοσοφοῦντα δεῖ καὶ τούτων προνοεῖν καὶ ἐφ' ὅσον ἂν ἡ παρ' ἐκείνοις ἔντονος ἐπιμέλεια παραδιδῷ. ἐφ' ὅσον δὲ ἐκεῖθέν τι ἀφαιρεῖται, ὃ μὴ κυριεύσει τῆς τελείας ἐκθαρρήσεως, μὴ προσίεσθαι πρὸς τὴν χρημάτων τε καὶ τροφῶν παρασκευήν. σὺν φιλοσοφίᾳ τοίνυν ἁπτέον τούτων, καὶ εὐθὺς προσπεσεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστόν τε καὶ λιτὸν καὶ κοῦφον· ἐλάχιστον γὰρ [51] καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου. ὧν δ' ἂν συνεφελκύσηται ἡ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζομένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθούσας ὀχλήσεις. δεῖ μέντοι τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου· ταύτην δὲ τὰ μὲν εὐπόριστα ἱκανῶς διασῴζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσέλπιστον. οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν. ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταραχῆς λύσιν οὐθὲν ἰσχύειν πέφυκεν οὐδ' ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κεκτημένα, ὑπολείποντά τε καὶ τὰ τοσαῦτα οὐ ταράττει τὸν ἀποθνῄσκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ δι' ἐνδείας πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετέχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἥ τε ποικιλία τῶν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλ' οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συνεπαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγηδόνος ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὔτ' ἔλυέν τι ὀχληρὸν τῆς φύσεως οὔθ' ὃ μὴ συντελούμενον ἐπ' ἀλγηδόνα ἠνύετο· τὴν δὲ χάριν βιαίαν εἶχεν καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν, πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλλετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χωρὶς οὐκ ἂν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθερίας ἡσυχίας τε καὶ [52] πολλῆς ῥᾳστώνης πορίζεσθαι. ἔτι δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. δι' ὧν γὰρ ὑγεία ἀνακτᾶται, διὰ τούτων καὶ διαμένει· ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυμαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεῖν τὴν κρεοφαγίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύσεις οἴεσθαι ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δ' οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμφέροντος οὔτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποιεῖσθαι δυνάμενος. πρός τε τούτοις· πολὺ τὸ ἀσελγὲς καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διὸ οὐδὲ φοβητέον [53] μή ποτε οὐκ ὦσιν οἱ βρωσόμενοι τὰ ζῷα. πάντων μὲν γὰρ φρονησάντων τὰ ἄριστα οὐδεμία χρεία ὀρνιθευτικῆς, ἰξευτῶν, ἁλιέων, συβωτῶν. αὐτὰ δὲ αὑτὰ διοικοῦντα τὰ ζῷα καὶ μὴ ἔχοντα τὸν ἐπιμελόμενον καὶ ἐφεστῶτα ταχέως φθείρεται καὶ δαπανᾶται πρὸς τῶν ἐπιτιθεμένων καὶ τὸ πλῆθος ἀναλισκόντων, ὥσπερ ἐπὶ μυρίων ὧν οὐ γεύονται ἄνθρωποι ζῴων συμβέβηκεν· μενούσης δὲ τῆς κατὰ ἀνθρώπους ποικίλης καὶ παντοίας ἀφροσύνης ἔσονται μύριοι καὶ οἱ ταῦτα λαιμαργήσοντες. τηρεῖν τε χρὴ τὴν ὑγείαν οὐ φόβῳ θανάτου, ἀλλ' ἕνεκα τοῦ μὴ ἐμποδίζεσθαι πρὸς τὰ ἀγαθὰ τὰ ἐκ τῆς θεωρίας. διατηρητικὸν δὲ αὐτῆς μάλιστα μὲν ἡ τῆς ψυχῆς ἀτάραχος κατάστασις καὶ ἡ πρὸς τὸ ὄντως ὂν διάθεσις τῆς διανοίας. πολὺ γὰρ τὸ ἄχρι σώματος ἐντεῦθεν ἀφικνούμενον, ὡς πείρᾳ διέδειξαν ἡμῶν ἑταῖροι, καὶ ἀρθρῖτιν νόσον περί τε πόδας καὶ χεῖρας τοσαύτην οὖσαν, ὡς ὅλων ὀκτὼ ἐτῶν φέρεσθαι βασταζομένους, ἀποκροῦσαι ἅμα τῇ ἐκστάσει τῶν χρημάτων καὶ πρὸς τὸ θεῖον ἐπιβλέψει· συναπέθεντο γοῦν ἅμα τοῖς χρήμασι καὶ ταῖς φροντίσιν καὶ τὴν νόσον τοῦ σώματος, ὥστε πολὺ πρὸς ὑγίειαν καὶ τὸ πᾶν ἐκ τῆς ποιᾶς ψυχῆς καταστάσεως εἰς τὸ σῶμα κάτεισιν. συμβάλλεται δὲ ὡς ἐπὶ πλεῖστον καὶ ἡ τῆς τροφῆς ἐλάττωσις. καθόλου δὲ ὀρθῶς ὁ Ἐπίκουρος ἔφασκεν εὐλαβητέον εἶναι τροφήν, ἣν ἀποῦσαν μὲν ποθοῦμεν καὶ διώκομεν, συντελεσθεῖσαν δ' ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πάσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ πλησμονῇ [54] ἢ ἀσχολίαις περιπίπτοντες. διὸ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήσμιον, καὶ πανταχοῦ σκεπτέον τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίγνεται καὶ πηλίκον ἔχει μέγεθος καὶ τίνος ὀχληροῦ λυτικὸν σαρκὸς ἢ ψυχῆς, μὴ διὰ ‹κενὴν› χάριν ἡ περὶ ἑκάστου .... ἔντασις γίγνεται, ὥσπερ ὁτω.... βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλ' ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζεσθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ δι' ἡδονὴν ἅπτεται κρεοφαγίας, τὸν θάνατον φοβεῖται. εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορίστου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρημάτων καὶ δόξης τοῦ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φοβεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς δι' αὐταρκείας τῷ πεπειραμένῳ γιγνομένης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν ὅσων αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης ‹δὲ› τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τῆς ἔξω φιλοτιμίας, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρησιμεύσοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπληρῶσθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πεῖναν πλησμονῆς, καὶ γεύεσθαι, ἵνα .... διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον, μὴ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέσται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ· οὕτως οὐδ' αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν· οὕτως δ' αὖ ἀληθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς· οὕτως οὐκ ἐπ' ἐλπίδι κρεμήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσῃ τοῦ γενέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλ' ἐν αὐταρκείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεῖ, οὐδὲ ἀγωνιάσει [55] μὴ τὸν πλείονα χρόνον παραμένειν. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον πρὸς Διός, τὸν μὲν κακοπαθοῦντα ἢ ἐν περιστάσει ὄντα ἰσχυρᾷ τῶν ἔξωθεν ἢ ἐν δεσμοῖς εἰλημμένον οὐδ' ἔννοιαν ἔχειν τροφῆς, οὐδὲ πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ [παρατιθεμένης] παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως δεσμώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν, δι' ὧν τὸν δεσμὸν παχυνεῖ; καὶ πῶς ταῦτα ἀνδρῶν ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντίστροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυτῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχαριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόντος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δείπνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας ἀνθρώπων ἡκόντων, ἀλλ' ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθ' οἳ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἳ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ [56] ἀχαριστεῖν τῷ παρόντι. ἑκατέρως δὲ ὁ θεωρητικὸς τοῦ λιτοῦ τῆς διαίτης ἀνθέξεται· καὶ γὰρ οἶδεν ἐν οἷς ἐστιν δεσμοῖς· ὥστε πολυτελείας ὀρέγεσθαι οὐ δύναται, καὶ τὸ λιτὸν ἀγαπῶν οὐ ζητήσει ἐμψύχων βρώσεις ὡς οὐκ ἀρκούμενος τῇ τῶν ἀψύχων.
εἰ δὲ καὶ μὴ τοιαύτη ἦν ἡ τοῦ σώματος φύσις ἐπὶ τοῦ φιλοσόφου καὶ οὕτως εὐάγωγος καὶ διὰ τῶν τυχόντων εὐίατος, ἔδει δὲ καὶ ἀλγηδόνας ὑπομένειν ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρ' οὐκ ἂν ὑπεμείναμεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ ὅπου σπουδάζοντες πάνθ' ὑπομένομεν, τεμνόμενοι, φοινισσόμενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρόμενοι διὰ γαστρός, δι' ἐμέτων, διὰ ῥινῶν, μισθούς τε προσαναλίσκοντες τοῖς ταῦθ' ἡμᾶς διατιθεῖσιν, οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος [ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν] πάνθ' ὑπομενοῦμεν εὐλόγως, εἰ καὶ μετ' ἀλγηδόνων ποιεῖσθαι τὰς ὑπομονὰς ἐχρῆν; [καὶ οὐ δήπου τοῖς νόμοις τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμένοις τοῖς τοῦ νοῦ νόμοις καὶ ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν.] ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπομονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγκαίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναισχυντεῖν [57] πρὸς τὴν αὑτῶν ἀκρασίαν βουλομένοις; εἰ γὰρ δεῖ μηδὲν ὑποστειλάμενον [μετὰ παρρησίας] εἰπεῖν, οὐκ ἔστιν ἄλλως τυχεῖν τοῦ τέλους ἢ προσηλωθέντα μέν, εἰ χρὴ φάναι, τῷ θεῷ, ἀφηλωθέντα δὲ τοῦ σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπαθειῶν [δι' ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ δι' ἀκροάσεως λόγων ψιλῆς γινομένης]. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἁπλῶς μεθ' ὁποίας οὖν διαίτης καὶ ὅλως σαρκοφαγίας ἐνῆν οἰκειοῦσθαι, ἀλλ' ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθ' ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλικῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθ' ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλ' ἴσως πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δ' ἂν πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχήν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχαρισμένην. διὸ μακροῦ δεομένων λόγου πρὸς τὴν τούτων διάλυσιν, ἀπ' ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυσιῶν διαληπτέον.