Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. Περὶ τῆς τῶν πολεμίων ἀσκήσεως καὶ σωφροσύνης. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο. Δειλῶν διάκρισις. Φίλων δοκιμασία. Περὶ κατασκόπων. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν. Περὶ ἀπιστίας εὐκαίρου. Περὶ χάρακος. Περὶ μονομαχιῶν. Κατάπληξις πολεμίων. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην. Φαντασία πλήθους. Φαντασία ὀλιγότητος. Τακτικά. Περὶ τῆς παρατάξεως. Πῶς δεῖ κυκλῶσαι πολεμίους. Περὶ συνθημάτων. Περὶ πυρσῶν. Ἐκ πυρὸς βοήθεια. Ἐξ ἀνέμων βοήθεια. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν. Κώλυσις ὁρμῆς ἀλογίστου. Πανικοῦ φόβου λύσις. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι. Περὶ αἰφνιδίων ἐπιθέσεων. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι. Προσποίησις φυγῆς. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά. Προφυλακὴ ἐνέδρας. Ἐνέδραι διάφοροι καὶ ποικίλαι. Ὅσα κατὰ ἱππέων. Περὶ τόπου. Περὶ ὅρκων καὶ συνθηκῶν. Περὶ προδοτῶν. Περὶ ψευδοπροδοτῶν. Περὶ αἰχμαλώτων. Περὶ ὁμήρων. Περὶ αὐτομόλων. Περὶ διώξεων. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας. Φυγὴ ἐκ τόπων ἐπικινδύνων. Ποταμῶν διαβάσεις. Ὀρῶν ἀποτόμων ἀναβάσεις. Περὶ ἀποσκευῆς. Ἅλωσις ἑνὸς ἀνδρός. Φυγὴ ἑνὸς καὶ μιᾶς. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν. Πόλεων ἁλώσεις. Πέτρας ἀποτόμου ἅλωσις. Ἀσφάλεια πόλεων. Ναυμαχικά. Κατάληψις παραλίων τόπων καὶ πόλεων. [1]
[1] Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀνδρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρατέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλίσαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆσαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφανίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὑτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προκινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλ' ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλλοντά τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολεμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μεταβολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέγεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδάτιον μὴ θελήσαντα πιεῖν, ἀλλ' ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενωμένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμιλίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας ἐκπλήσσῃ ὡς πολυμνήμων.