[1]
[1] Βίβλος λόγων Τωβιθ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ τοῦ Ραφαηλ τοῦ Ραγουηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ φυλῆς Νεφθαλιμ,
[2] ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θισβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ ἄνω Γαλιλαίᾳ ὑπεράνω Ασσηρ ὀπίσω ‹ὁδοῦ› δυσμῶν ἡλίου ἐξ ἀριστερῶν Φογωρ.
[3] Ἐγὼ Τωβιθ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ' ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευη.
[4] καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ισραηλ καὶ ὅτε ἤμην νέος, πᾶσα ἡ φυλὴ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυιδ τοῦ πατρός μου καὶ ἀπὸ Ιερουσαλημ πόλεως τῆς ‹ἐκλεγείσης› ἐκ πασῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ισραηλ· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
[5] πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου, ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ, ὃν ἐποίησεν Ιεροβεαμ ὁ βασιλεὺς Ισραηλ ἐν Δαν, ἐπὶ πάντων ὀρέων τῆς Γαλιλαίας.
[6] κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται ἐν παντὶ Ισραηλ ἐν προστάγματι αἰωνίῳ· τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρίας τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ιεροσόλυμα
[7] καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιερουσαλημ καθ' ἕκαστον ἐνιαυτόν.
[8] καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς, ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ τοῦ πατρὸς ἡμῶν, ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν.
[9] καὶ ὅτε ἐγενήθην ἀνήρ, ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβιαν.
[10] μετὰ τὸ αἰχμαλωτισθῆναί με εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην, εἰς Νινευη ἐπορευόμην· καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν,
[11] ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν.
[12] καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου,
[13] καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου, καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν·
[14] καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν. καὶ παρεθέμην Γαβαήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρι ἐν τῇ χώρᾳ τῆς Μηδίας, ἀργυρίου τάλαντα δέκα.
[15] Καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν, καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν.
[16] ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου·
[17] τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔθαπτον αὐτόν.
[18] καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ, ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἐν ἡμέραις τῆς κρίσεως, ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν, ὧν ἐβλασφήμησεν, ἔθαψα· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ, καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον· καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά.
[19] καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευη καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς, καὶ ἐκρύβην· καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν, ἐφοβήθην καὶ ἀπέδρασα.
[20] καὶ ἡρπάγη πάντα, ὅσα ὑπῆρχέν μοι, καὶ οὐ κατελείφθη μοι οὐδέν, ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν, πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβια τοῦ υἱοῦ μου.
[21] καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ' αὐτόν. καὶ ἔταξεν Αχιχαρον τὸν Αναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν.
[22] τότε ἠξίωσεν Αχιχαρος περὶ ἐμοῦ, καὶ κατῆλθον εἰς τὴν Νινευη. Αχιχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστὴς ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μου.
[2]
[1] Καὶ ἐπὶ Σαχερδονος βασιλέως κατῆλθον εἰς τὸν οἶκόν μου, καὶ ἀπεδόθη μοι ἡ γυνή μου Αννα καὶ Τωβιας ὁ υἱός μου. καὶ ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ ἡμῶν, ἥ ἐστιν ἁγία ‹ἑπτὰ› ἑβδομάδων, ἐγενήθη μοι ἄριστον καλόν, καὶ ἀνέπεσα τοῦ ἀριστῆσαι.
[2] καὶ παρετέθη μοι ἡ τράπεζα, καὶ παρετέθη μοι ὀψάρια πλείονα, καὶ εἶπα τῷ Τωβια τῷ υἱῷ μου Παιδίον, βάδιζε καὶ ὃν ἂν εὕρῃς πτωχὸν τῶν ἀδελφῶν ἡμῶν ἐκ Νινευητῶν αἰχμαλώτων, ὃς μέμνηται ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινῶς μετ' ἐμοῦ· καὶ ἰδὲ προσμενῶ σε, παιδίον, μέχρι τοῦ σε ἐλθεῖν.
[3] καὶ ἐπορεύθη Τωβιας ζητῆσαί τινα πτωχὸν τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐπιστρέψας λέγει Πάτερ. καὶ εἶπα αὐτῷ Ἰδοὺ ἐγώ, παιδίον. καὶ ἀποκριθεὶς εἶπεν Πάτερ, ἰδοὺ εἷς ἐκ τοῦ ἔθνους ἡμῶν πεφόνευται καὶ ἔρριπται ἐν τῇ ἀγορᾷ καὶ αὐτόθι νῦν ἐστραγγάληται.
[4] καὶ ἀναπηδήσας ἀφῆκα τὸ ἄριστον πρὶν ἢ γεύσασθαί με αὐτοῦ καὶ ἀναιροῦμαι αὐτὸν ἐκ τῆς πλατείας καὶ εἰς ἓν τῶν οἰκιδίων ἔθηκα μέχρι τοῦ τὸν ἥλιον δύειν καὶ θάψω αὐτόν.
[5] ἐπιστρέψας οὖν ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μετὰ πένθους·
[6] καὶ ἐμνήσθην τοῦ ῥήματος τοῦ προφήτου, ὅσα ἐλάλησεν Αμως ἐπὶ Βαιθηλ λέγων
Στραφήσονται ὑμῶν αἱ ἑορταὶ εἰς πένθος
καὶ πᾶσαι αἱ ᾠδαὶ ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα.
[7] καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.
[8] καὶ οἱ πλησίον μου κατεγέλων λέγοντες Οὐ φοβεῖται οὐκέτι· ἤδη γὰρ ἐπεζητήθη τοῦ φονευθῆναι περὶ τοῦ πράγματος τούτου καὶ ἀπέδρα, καὶ πάλιν ἰδοὺ θάπτει τοὺς νεκρούς.
[9] καὶ αὐτῇ τῇ νυκτὶ ἐλουσάμην καὶ εἰσῆλθον εἰς τὴν αὐλήν μου καὶ ἐκοιμήθην παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀνακεκαλυμμένον διὰ τὸ καῦμα·
[10] καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν, καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα. καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι, καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα, τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι· καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα. καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ, καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαΐδα.
[11] Καὶ ἐν τῷ χρόνῳ ἐκείνῳ Αννα ἡ γυνή μου ἠριθεύετο ἐν τοῖς ἔργοις τοῖς γυναικείοις·
[12] καὶ ἀπέστελλε τοῖς κυρίοις αὐτῶν, καὶ ἀπεδίδουν αὐτῇ τὸν μισθόν. καὶ ἐν τῇ ἑβδόμῃ τοῦ Δύστρου ἐξέτεμε τὸν ἱστὸν καὶ ἀπέστειλεν αὐτὸν τοῖς κυρίοις, καὶ ἔδωκαν αὐτῇ τὸν μισθὸν πάντα καὶ ἔδωκαν αὐτῇ ἐφ' ἑστίᾳ ἔριφον ἐξ αἰγῶν.
[13] καὶ ὅτε εἰσῆλθεν πρός με, ὁ ἔριφος ἤρξατο κράζειν· καὶ ἐκάλεσα αὐτὴν καὶ εἶπα Πόθεν τὸ ἐρίφιον τοῦτο; μήποτε κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις αὐτοῦ· οὐ γὰρ ἐξουσίαν ἔχομεν ἡμεῖς φαγεῖν οὐδὲν κλεψιμαῖον.
[14] καὶ λέγει μοι αὐτή Δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν· εἶτα ἀποκριθεῖσα λέγει μοι Καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου; ποῦ εἰσιν αἱ δικαιοσύναι σου; ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν. ‑
[3]
[1] καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν
[2] Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου δίκαια, καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια· σὺ κρίνεις τὸν αἰῶνα.
[3] καὶ νῦν σύ, κύριε, μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, οἷς ἥμαρτον ἐναντίον σου
[4] καὶ παρήκουσα τῶν ἐντολῶν σου. καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἡμᾶς διεσκόρπισας.
[5] καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου.
[6] καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ' ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ, ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη πολλὴ μετ' ἐμοῦ. κύριε, ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης, ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, κύριε, ἀπ' ἐμοῦ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς.
[7] Ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς,
[8] διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτῆς, καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν. καὶ εἶπεν αὐτῇ ἡ παιδίσκη Σὺ εἶ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου· ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης.
[9] τί ἡμᾶς μαστιγοῖς περὶ τῶν ἀνδρῶν σου, ὅτι ἀπέθανον; βάδιζε μετ' αὐτῶν, καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰῶνα.
[10] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι. καὶ πάλιν ἐλογίσατο καὶ λέγει Μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ Μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν· καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου· χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι, ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου.
[11] ἐν αὐτῷ τῷ καιρῷ διαπετάσασα τὰς χεῖρας πρὸς τὴν θυρίδα ἐδεήθη καὶ εἶπεν Εὐλογητὸς εἶ, θεὲ ἐλεήμων, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογησάτωσάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
[12] καὶ νῦν ἐπὶ σὲ τὸ πρόσωπόν μου καὶ τοὺς ὀφθαλμούς μου ἀνέβλεψα·
[13] εἰπὸν ἀπολυθῆναί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκούειν με μηκέτι ὀνειδισμούς.
[14] σὺ γινώσκεις, δέσποτα, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἀκαθαρσίας ἀνδρὸς
[15] καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον, ἵνα κληρονομήσῃ αὐτόν, οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά, καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν; καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με, κύριε, νῦν εἰσάκουσον ὀνειδισμόν μου.
[16] Ἐν αὐτῷ τῷ καιρῷ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ θεοῦ,
[17] καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο, Τωβιν ἀπολῦσαι τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, ἵνα ἴδῃ τοῖς ὀφθαλμοῖς τὸ φῶς τοῦ θεοῦ, καὶ Σαρραν τὴν Ραγουηλ δοῦναι αὐτὴν Τωβια τῷ υἱῷ Τωβιθ γυναῖκα καὶ λῦσαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ' αὐτῆς, διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβεῖν αὐτήν. ἐν ἐκείνῳ τῷ καιρῷ ἐπέστρεψεν Τωβιθ ἀπὸ τῆς αὐλῆς εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ τοῦ ὑπερῴου.
[4]
[1] Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου, ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς Μηδίας,
[2] καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον· τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν με; [3] καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν· καὶ εἶπεν αὐτῷ Θάψον με καλῶς· καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι.
[4] μνήσθητι αὐτῆς, παιδίον, ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρ' ἐμοὶ ἐν ἑνὶ τάφῳ.
[5] καὶ πάσας τὰς ἡμέρας σου, παιδίον, τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας·
[6] διότι οἱ ποιοῦντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοῖς ἔργοις αὐτῶν.
[7] καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην [19] δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν· καὶ ὃν ἂν θέλῃ κύριος, ταπεινοῖ ἕως ᾅδου κατωτάτω. καὶ νῦν, παιδίον, μνημόνευε τὰς ἐντολὰς ταύτας, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
[20] καὶ νῦν, παιδίον, ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας.
[21] καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ ἀγαθά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου.
[5]
[1] Τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ Πάντα, ὅσα ἐντέταλσαί μοι, ποιήσω, πάτερ·
[2] πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ' αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν; τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον; καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ.
[3] τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ Χειρόγραφον αὐτοῦ ἔδωκέν μοι, καὶ χειρόγραφον ἔδωκα αὐτῷ· καὶ διεῖλον εἰς δύο, καὶ ἐλάβομεν ἑκάτερος ἕν, καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου· καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ' οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ. καὶ νῦν, παιδίον, ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν, ὃς πορεύσεται μετὰ σοῦ, καὶ δώσομεν αὐτῷ μισθόν, ἕως ὅτου ἔλθῃς· καὶ λαβὲ παρ' αὐτοῦ τὸ ἀργύριον τοῦτο.
[4] ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον, ὃς πορεύσεται μετ' αὐτοῦ εἰς Μηδίαν, ὃς ἐμπειρεῖ τῆς ὁδοῦ, καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν·
[5] καὶ εἶπεν αὐτῷ Πόθεν εἶ, νεανίσκε; καὶ εἶπεν αὐτῷ Ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι. καὶ εἶπεν αὐτῷ Ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν; [6] καὶ εἶπεν αὐτῷ Ναί, πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας· πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας, καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα· κεῖνται γὰρ ἐν τῷ ὄρει.
[7] καὶ εἶπεν αὐτῷ Μεῖνόν με, νεανίσκε, μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου· χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ' ἐμοῦ, καὶ δώσω σοι τὸν μισθόν σου.
[8] καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγὼ προσκαρτερῶ, μόνον μὴ χρονίσῃς.
[9] καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον.
[10] καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ Νεανίσκε, ὁ πατὴρ καλεῖ σε. καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος. καὶ εἶπεν αὐτῷ Χαίρειν σοι πολλὰ γένοιτο. καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ Τί μοι ἔτι ὑπάρχει χαίρειν; καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ, ἀλλ' ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς· ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι, φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω. καὶ εἶπεν αὐτῷ Θάρσει, ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε, θάρσει. καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν· εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν; καὶ δώσω σοι τὸν μισθόν σου, ἄδελφε. καὶ εἶπεν αὐτῷ Δυνήσομαι πορευθῆναι μετ' αὐτοῦ, καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας, καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς, καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω.
[11] καὶ εἶπεν αὐτῷ Ἄδελφε, ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς; ὑπόδειξόν μοι, ἄδελφε.
[12] καὶ εἶπεν Τί χρείαν ἔχεις φυλῆς; καὶ εἶπεν αὐτῷ Βούλομαι γνῶναι τὰ κατ' ἀλήθειαν τίνος εἶ, ἄδελφε, καὶ τί τὸ ὄνομά σου.
[13] καὶ εἶπεν αὐτῷ Ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.
[14] καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος, ἄδελφε· καὶ μή μοι πικρανθῇς, ἄδελφε, ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου. καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν, καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ· ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμε[λ]ιου τοῦ μεγάλου, καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ' ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν. οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί· ἐκ ῥίζης ἀγαθῆς εἶ σύ, καὶ χαίρων ἔλθοις.
[15] καὶ εἶπεν αὐτῷ Ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου·
[16] καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου, καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ.
[17] καὶ εἶπεν αὐτῷ ὅτι Πορεύσομαι μετ' αὐτοῦ· καὶ μὴ φοβηθῇς, ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ, διότι ἡ ὁδὸς ἀσφαλής. καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, ἄδελφε. καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου, καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας, καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας, παιδίον. καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ εἶπεν αὐτῷ Τωβιθ Πορεύου ὑγιαίνων. ‑
[18] καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ Τί ὅτι ἀπέστειλας τὸ παιδίον μου; οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν;
[19] ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο.
[20] ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν.
[21] καὶ εἶπεν αὐτῇ Μὴ λόγον ἔχε· ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς, καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων·
[22] μὴ λόγον ἔχε, μὴ φοβοῦ περὶ αὐτῶν, ἀδελφή· ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.
[23] καὶ ἐσίγησεν κλαίουσα.
[6]
[1] Καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ' αὐτοῦ, καὶ ὁ κύων ἐξῆλθεν μετ' αὐτοῦ καὶ ἐπορεύθη μετ' αὐτῶν· καὶ ἐπορεύθησαν ἀμφότεροι, καὶ ἔτυχεν αὐτοῖς νὺξ μία, καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ.
[2] καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν, καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου, καὶ ἔκραξεν.
[3] καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν Ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ. καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν.
[4] καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ καὶ τὰ ἔγκατα ἔκβαλε· ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ.
[5] καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον. ‑
[6] καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς, ἕως ἤγγισαν εἰς Μηδίαν.
[7] καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Αζαρια ἄδελφε, τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ;
[8] καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος, κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός, ᾧ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηροῦ, καὶ φεύξεται ἀπ' αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ' αὐτοῦ εἰς τὸν αἰῶνα·
[9] καὶ ἡ χολή, ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς, οὗ λευκώματα ἀνέβησαν ἐπ' αὐτῶν, ἐμφυσῆσαι ἐπ' αὐτοὺς ἐπὶ τῶν λευκωμάτων, καὶ ὑγιαίνουσιν.
[10] Καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα, [11] λέγει Ραφαηλ τῷ παιδαρίῳ Τωβια ἄδελφε. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ. καὶ εἶπεν αὐτῷ Ἐν τοῖς Ραγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι, καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ, ᾗ ὄνομα Σαρρα·
[12] καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σαρρας μόνης, καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν, καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι· καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν, καὶ ὁ πατὴρ αὐτῆς καλός.
[13] καὶ εἶπεν Δεδικαίωταί σοι λαβεῖν αὐτήν· καὶ ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην, ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, ποιήσομεν τὸν γάμον αὐτῆς. καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ, ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον. καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν· καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων, λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ' ἡμῶν εἰς τὸν οἶκόν σου.
[14] τότε ἀποκριθεὶς Τωβιας εἶπεν τῷ Ραφαηλ Αζαρια ἄδελφε, ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν, καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα, ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν, καὶ ἀπέθνῃσκον. καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς.
[15] καὶ νῦν φοβοῦμαι ἐγώ ‑ ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ' ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν· μονογενής εἰμι τῷ πατρί μου ‑ μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ' ὀδύνης ἐπ' ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ἵνα θάψῃ αὐτούς.
[16] καὶ λέγει αὐτῷ Οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου, ὅτι ἐνετείλατό σοι λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λαβέ· καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή.
[17] καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λαβὲ ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἡ ὀσμὴ πορεύσεται, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα.
[18] καὶ ὅταν μέλλῃς γίνεσθαι μετ' αὐτῆς, ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ, ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ' ὑμᾶς· καὶ μὴ φοβοῦ, σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ μετὰ σοῦ πορεύσεται, καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί, μὴ λόγον ἔχε.
[19] καὶ ὅτε ἤκουσεν Τωβιας τῶν λόγων Ραφαηλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, λίαν ἠγάπησεν αὐτήν, καὶ ἡ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν.
[7]
[1] Καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα, λέγει αὐτῷ Αζαρια ἄδελφε, ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν. καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου, καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι, καὶ εἶπεν αὐτοῖς Χαίρετε πολλά, ἀδελφοί, καὶ καλῶς ἤλθατε ὑγιαίνοντες. καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ.
[2] καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου.
[3] καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῇ Ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη.
[4] καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν; καὶ εἶπαν αὐτῇ Γινώσκομεν ἡμεῖς αὐτόν.
[5] καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει; καὶ εἶπαν αὐτῇ Ὑγιαίνει καὶ ζῇ· καὶ εἶπεν Τωβιας Ὁ πατήρ μού ἐστιν.
[6] καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, παιδίον, ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός· ὦ ταλαιπώρων κακῶν, ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν.
[7] καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν, καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή.
[8] καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως.
[9] Καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι, εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου.
[10] καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί Φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην· οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ, ἄδελφε, ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ, ὅτι σὺ ἔγγιστά μου· καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω, παιδίον.
[11] ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν, καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν. καὶ νῦν, παιδίον, φάγε καὶ πίε, καὶ κύριος ποιήσει ἐν ὑμῖν.
[12] καὶ εἶπεν Τωβιας Οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω, ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ. καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι Ποιῶ, καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως, καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι· κομίζου τὴν ἀδελφήν σου. ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου· δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα· καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς, παιδίον, τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ' ὑμᾶς ἔλεος καὶ εἰρήνην.
[13] καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν, καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν Κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα, ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων· καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην.
[14] καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς· καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου. ἀπ' ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν.
[15] καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ.
[16] καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον, ὡς εἶπεν αὐτῇ, καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ
[17] Θάρσει, θύγατερ, ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου· θάρσει, θύγατερ. καὶ ἐξῆλθεν.
[8]
[1] Καὶ ὅτε συνετέλεσαν τὸ φαγεῖν καὶ πιεῖν, ἠθέλησαν κοιμηθῆναι. καὶ ἀπήγαγον τὸν νεανίσκον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸ ταμίειον.
[2] καὶ ἐμνήσθη Τωβιας τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὸ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν καρδίαν ἐκ τοῦ βαλλαντίου, οὗ εἶχεν, καὶ ἐπέθηκεν ἐπὶ τὴν τέφραν τοῦ θυμιάματος.
[3] καὶ ἡ ὀσμὴ τοῦ ἰχθύος ἐκώλυσεν, καὶ ἀπέδραμεν τὸ δαιμόνιον ἄνω εἰς τὰ μέρη Αἰγύπτου, καὶ βαδίσας Ραφαηλ συνεπόδισεν αὐτὸν ἐκεῖ καὶ ἐπέδησεν παραχρῆμα.
[4] καὶ ἐξῆλθον καὶ ἀπέκλεισαν τὴν θύραν τοῦ ταμιείου. καὶ ἠγέρθη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἀνάστηθι, προσευξώμεθα καὶ δεηθῶμεν τοῦ κυρίου ἡμῶν, ὅπως ποιήσῃ ἐφ' ἡμᾶς ἔλεος καὶ σωτηρίαν.
[5] καὶ ἀνέστη, καὶ ἤρξαντο προσεύχεσθαι καὶ δεηθῆναι ὅπως γένηται αὐτοῖς σωτηρία, καὶ ἤρξατο λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς πάντας τοὺς αἰῶνας τῆς γενεᾶς· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσα ἡ κτίσις σου εἰς πάντας τοὺς αἰῶνας.
[6] σὺ ἐποίησας τὸν Αδαμ καὶ ἐποίησας αὐτῷ βοηθὸν στήριγμα Ευαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξ ἀμφοτέρων ἐγενήθη τὸ σπέρμα τῶν ἀνθρώπων· καὶ σὺ εἶπας ὅτι Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
[7] καὶ νῦν οὐχὶ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ' ἐπ' ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτὴν καὶ συγκαταγηρᾶσαι κοινῶς.
[8] καὶ εἶπαν μεθ' ἑαυτῶν Αμην αμην.
[9] καὶ ἐκοιμήθησαν τὴν νύκτα.
[10] Καὶ ἀναστὰς Ραγουηλ ἐκάλεσεν τοὺς οἰκέτας μεθ' ἑαυτοῦ, καὶ ᾤχοντο καὶ ὤρυξαν τάφον· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ γενώμεθα κατάγελως καὶ ὀνειδισμός.
[11] καὶ ὅτε συνετέλεσαν ὀρύσσοντες τὸν τάφον, ἦλθεν Ραγουηλ εἰς τὸν οἶκον καὶ ἐκάλεσεν τὴν γυναῖκα αὐτοῦ
[12] καὶ εἶπεν Ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ εἰσελθοῦσα ἰδέτω εἰ ζῇ· καὶ εἰ τέθνηκεν, ὅπως ἂν θάψωμεν αὐτόν, ὅπως μηδεὶς γνῷ.
[13] καὶ ἀπέστειλαν τὴν παιδίσκην καὶ ἧψαν τὸν λύχνον καὶ ἤνοιξαν τὴν θύραν, καὶ εἰσῆλθεν καὶ εὗρεν αὐτοὺς καθεύδοντας καὶ ὑπνοῦντας κοινῶς.
[14] καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν.
[15] καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν Εὐλογητὸς εἶ, θεέ, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ· εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας.
[16] καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με, καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ' ἡμῶν.
[17] καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ' εὐφροσύνης καὶ ἐλέου.
[18] τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι.
[19] Καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς· καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς, καὶ ἤρξαντο παρασκευάζειν.
[20] καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ Δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν, ἀλλ' αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ' ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην·
[21] καὶ ὅσα μοι ὑπάρχει, λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου· καὶ τὸ ἄλλο ἥμισυ, ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου, ὑμέτερόν ἐστιν. θάρσει, παιδίον, ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου, καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα· θάρσει, παιδίον.
[9]
[1] Τότε ἐκάλεσεν Τωβιας Ραφαηλ καὶ εἶπεν αὐτῷ
[2] Αζαρια ἄδελφε, παράλαβε μετὰ σεαυτοῦ τέσσαρας οἰκέτας καὶ καμήλους δύο καὶ πορεύθητι εἰς Ῥάγας καὶ ἧκε παρὰ Γαβαήλῳ καὶ δὸς αὐτῷ τὸ χειρόγραφον καὶ κόμισαι τὸ ἀργύριον καὶ παράλαβε αὐτὸν μετὰ σοῦ εἰς τοὺς γάμους·
[2] σὺ γὰρ γινώσκεις ὅτι ἔσται ἀριθμῶν ὁ πατὴρ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω ἡμέραν μίαν, λυπήσω αὐτὸν λίαν· καὶ θεωρεῖς τί ὤμοσεν Ραγουηλ, καὶ οὐ δύναμαι παραβῆναι τὸν ὅρκον αὐτοῦ.
[5] καὶ ἐπορεύθη Ραφαηλ καὶ οἱ τέσσαρες οἰκέται καὶ αἱ δύο κάμηλοι εἰς Ῥάγας τῆς Μηδίας καὶ ηὐλίσθησαν παρὰ Γαβαήλῳ· καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον αὐτοῦ καὶ ὑπέδειξεν αὐτῷ περὶ Τωβιου τοῦ υἱοῦ Τωβιθ ὅτι ἔλαβεν γυναῖκα καὶ ὅτι καλεῖ αὐτὸν εἰς τὸν γάμον. καὶ ἀναστὰς παρηρίθμησεν αὐτῷ τὰ θυλάκια σὺν ταῖς σφραγῖσιν, καὶ συνέθηκαν αὐτά.
[6] καὶ ὤρθρισαν κοινῶς καὶ εἰσῆλθον εἰς τὸν γάμον. καὶ εἰσῆλθον εἰς τὰ Ραγουηλ καὶ εὗρον Τωβιαν ἀνακείμενον, καὶ ἀνεπήδησεν καὶ ἠσπάσατο αὐτόν, καὶ ἔκλαυσεν καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Καλὲ καὶ ἀγαθέ, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, δικαίου καὶ ἐλεημοποιοῦ, δῴη σοι κύριος εὐλογίαν οὐρανοῦ καὶ τῇ γυναικί σου καὶ τῷ πατρί σου καὶ τῇ μητρὶ τῆς γυναικός σου· εὐλογητὸς ὁ θεός, ὅτι εἶδον Τωβιν τὸν ἀνεψιόν μου ὅμοιον αὐτῷ.
[10]
[1] Ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει· καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν,
[2] εἶπεν Μήποτε κατεσχέθη ἐκεῖ; ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον;
[3] καὶ ἤρξατο λυπεῖσθαι.
[4] καὶ Αννα ἡ γυνὴ αὐτοῦ λέγει Ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν· καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν
[5] Οὐαί μοι, τέκνον, ὅτι ἀφῆκά σε πορευθῆναι, τὸ φῶς τῶν ὀφθαλμῶν μου.
[6] καὶ Τωβιθ ἔλεγεν αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ἀδελφή, ὑγιαίνει· καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν· μὴ λυποῦ περὶ αὐτοῦ, ἀδελφή, ἤδη παρέσται.
[7] καὶ εἶπεν αὐτῷ Σίγα ἀπ' ἐμοῦ καὶ μή με πλάνα· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν, ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς, καθ' ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί, καὶ ὅτε ἔδυ ὁ ἥλιος, εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον.
[8] Καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ, εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν Ἐξαπόστειλόν με, γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι· καὶ νῦν ἀξιῶ σε, πάτερ, ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου· ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν.
[9] καὶ εἶπεν Ραγουηλ τῷ Τωβια Μεῖνον, παιδίον, μεῖνον μετ' ἐμοῦ, καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ. καὶ εἶπεν αὐτῷ Μηδαμῶς, ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου.
[10] καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ, παῖδας καὶ παιδίσκας, βόας καὶ πρόβατα, ὄνους καὶ καμήλους, ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη· [11] καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ Ὑγίαινε, παιδίον, ὑγιαίνων ὕπαγε· ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σαρραν τὴν γυναῖκά σου, καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με.
[12] καὶ εἶπεν Σαρρα τῇ θυγατρὶ αὐτοῦ Ὕπαγε πρὸς τὸν πενθερόν σου, ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου ὡς οἱ γεννήσαντές σε· βάδιζε εἰς εἰρήνην, θύγατερ, ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν, ἕως ζῶ. καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς.
[13] καὶ Εδνα λέγει Τωβια Τέκνον καὶ ἄδελφε ἠγαπημένε, ἀποκαταστήσαι σε κύριος καὶ ἴδοιμί σου τέκνα, ἕως ζῶ, καὶ Σαρρας τῆς θυγατρός μου πρὸ τοῦ με ἀποθανεῖν· ἐνώπιον τοῦ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκῃ, μὴ λυπήσῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· παιδίον, εἰς εἰρήνην· ἀπὸ τοῦ νῦν ἐγώ σου μήτηρ καὶ Σαρρα ἀδελφή, εὐοδωθείημεν πάντες ἐν τῷ αὐτῷ πάσας τὰς ἡμέρας ἐν τῇ ζωῇ ἡμῶν. καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας.
[14] καὶ ἀπῆλθεν Τωβιας ἀπὸ Ραγουηλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογῶν τῷ κυρίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τῷ βασιλεῖ τῶν πάντων, ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Εὐοδώθη σοι τιμᾶν αὐτοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.
[11]
[1] Καὶ ὡς ἤγγισαν εἰς Κασεριν, ἥ ἐστιν κατέναντι Νινευη, εἶπεν Ραφαηλ
[2] Σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου·
[3] προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν, ἐν ᾧ ἔρχονται.
[4] καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς, καὶ εἶπεν αὐτῷ Λαβὲ μετὰ χεῖρας τὴν χολήν. καὶ συνῆλθεν αὐτοῖς ὁ κύων ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ Τωβια.
[5] καὶ Αννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς·
[6] καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτοῦ.
[7] καὶ Ραφαηλ εἶπεν Τωβια πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα Ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται·
[8] ἔμπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς. [9] καὶ ἀνέδραμεν ‹Αννα› καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον· ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσεν.
[10] καὶ ἀνέστη Τωβις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς,
[11] καὶ ἐβάδισεν Τωβιας πρὸς αὐτόν, καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν Θάρσει, πάτερ· καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ' αὐτὸν καὶ ἐπέδωκεν.
[12] καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ.
[13] καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ Εἶδόν σε, τέκνον τὸ φῶς τῶν ὀφθαλμῶν μου.
[14] καὶ εἶπεν Εὐλογητὸς ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ, καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ· γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας· ὅτι αὐτὸς ἐμαστίγωσέν με, καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου.
[15] καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ, καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ, καὶ ὅτι ἐνήνοχεν ἀργύριον, καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα, καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη.
[16] Καὶ ἐξῆλθεν ‹Τωβιθ› εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη· καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν, καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.
[17] καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ Εἰσέλθοις ὑγιαίνουσα, θύγατερ, καὶ εὐλογητὸς ὁ θεός σου, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, θύγατερ· καὶ εὐλογημένος ὁ πατήρ σου, καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου, καὶ εὐλογημένη σύ, θύγατερ· εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ, εἴσελθε, θύγατερ.
[18] ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν Νινευη.
[19] καὶ παρεγένοντο Αχικαρ καὶ Ναβαδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τωβιν.
[12]
[1] Καὶ ὅτε ἐπετελέσθη ὁ γάμος, ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ ‹καὶ› προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν.
[2] καὶ εἶπεν αὐτῷ Πάτερ, πόσον αὐτῷ δώσω τὸν μισθόν; οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων, ὧν ἐνήνοχεν μετ' ἐμοῦ.
[3] ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ' ἐμοῦ καὶ σὲ ἐθεράπευσεν· πόσον αὐτῷ ἔτι δῶ μισθόν;
[4] καὶ εἶπεν αὐτῷ Τωβις Δικαιοῦται αὐτῷ, παιδίον, λαβεῖν τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθεν.
[5] καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθες, εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων.
[6] Τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς Τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ' ὑμῶν ἀγαθά, τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ· τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.
[7] μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως. τὸ ἀγαθὸν ποιεῖτε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.
[8] ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον.
[9] ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς·
[10] οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς.
[11] πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ' ὑμῶν πᾶν ῥῆμα· ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον Μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως.
[12] καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως·
[13] καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν, τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε.
[14] καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί ‹σε› καὶ Σαρραν τὴν νύμφην σου.
[15] ἐγώ εἰμι Ραφαηλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου.
[16] Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν.
[17] καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν· τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα.
[18] ἐγὼ ὅτε ἤμην μεθ' ὑμῶν, οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ' ὑμῶν. ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ· αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας, αὐτῷ ὑμνεῖτε.
[19] καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν, ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο.
[20] καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ. ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με. γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν. καὶ ἀνέβη.
[21] καὶ ἀνέστησαν· καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν.
[22] καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα, ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ.
[13]
[1] Καὶ εἶπεν
[2] Εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τὸν αἰῶνα καὶ ἡ βασιλεία αὐτοῦ, ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ, κατάγει ἕως ᾅδου κατωτάτω τῆς γῆς, καὶ αὐτὸς ἀνάγει ἐκ τῆς ἀπωλείας τῆς μεγάλης, καὶ οὐκ ἔστιν οὐδέν, ὃ ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ.
[3] ἐξομολογεῖσθε αὐτῷ, οἱ υἱοὶ Ισραηλ, ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ὑμᾶς ἐν αὐτοῖς·
[4] καὶ ἐκεῖ ὑπέδειξεν ὑμῖν τὴν μεγαλωσύνην αὐτοῦ, καὶ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καθότι αὐτὸς ἡμῶν κύριός ἐστιν, καὶ αὐτὸς θεὸς ἡμῶν καὶ αὐτὸς πατὴρ ἡμῶν καὶ αὐτὸς θεὸς εἰς πάντας τοὺς αἰῶνας.
[5] μαστιγώσει ὑμᾶς ἐπὶ ταῖς ἀδικίαις ὑμῶν καὶ πάντας ὑμᾶς ἐλεήσει ἐκ πάντων τῶν ἐθνῶν, ὅπου ἂν διασκορπισθῆτε ἐν αὐτοῖς.
[6] ὅταν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν οὐκέτι.
[7] καὶ νῦν θεάσασθε ἃ ἐποίησεν μεθ' ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν· καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. ‑ [11] καὶ πάλιν ἡ σκηνή σου οἰκοδομηθήσεταί σοι μετὰ χαρᾶς.
[12] καὶ εὐφράναι ἐν σοὶ πάντας τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ πάντας τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
[13] φῶς λαμπρὸν λάμψει εἰς πάντα τὰ πέρατα τῆς γῆς· ἔθνη πολλὰ μακρόθεν ‹ἥξει σοι› καὶ κάτοικοι πάντων τῶν ἐσχάτων τῆς γῆς πρὸς τὸ ὄνομα τὸ ἅγιόν σου καὶ τὰ δῶρα αὐτῶν ἐν ταῖς χερσὶν αὐτῶν ἔχοντες τῷ βασιλεῖ τοῦ οὐρανοῦ· γενεαὶ γενεῶν δώσουσιν ἐν σοὶ ἀγαλλίαμα, καὶ ὄνομα τῆς ἐκλεκτῆς εἰς τὰς γενεὰς τοῦ αἰῶνος. [14] ἐπικατάρατοι πάντες, οἳ ἐροῦσιν λόγον σκληρόν, ἐπικατάρατοι ἔσονται πάντες οἱ καθαιροῦντές σε καὶ κατασπῶντες τὰ τείχη σου καὶ πάντες οἱ ἀνατρέποντες τοὺς πύργους σου καὶ ἐμπυρίζοντες τὰς οἰκήσεις σου· καὶ εὐλογητοὶ ἔσονται πάντες εἰς τὸν αἰῶνα οἱ φοβούμενοί σε.
[15] τότε πορεύθητι καὶ ἀγαλλίασαι πρὸς τοὺς υἱοὺς τῶν δικαίων, ὅτι πάντες ἐπισυναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τοῦ αἰῶνος. μακάριοι οἱ ἀγαπῶντές σε, καὶ μακάριοι οἳ χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου·
[16] καὶ μακάριοι πάντες οἱ ἄνθρωποι, οἳ ἐπὶ σοὶ λυπηθήσονται ἐπὶ πάσαις ταῖς μάστιξίν σου, ὅτι ἐν σοὶ χαρήσονται καὶ ὄψονται πᾶσαν τὴν χαράν σου εἰς τὸν αἰῶνα. ἡ ψυχή μου, εὐλόγει τὸν κύριον τὸν βασιλέα τὸν μέγαν.
[17] ὅτι Ιερουσαλημ οἰκοδομηθήσεται, τῇ πόλει οἶκος αὐτοῦ εἰς πάντας τοὺς αἰῶνας. μακάριος ἔσομαι, ἂν γένηται τὸ κατάλειμμα τοῦ σπέρματός μου ἰδεῖν τὴν δόξαν σου καὶ ἐξομολογήσασθαι τῷ βασιλεῖ τοῦ οὐρανοῦ. καὶ αἱ θύραι Ιερουσαλημ σαπφείρῳ καὶ σμαράγδῳ οἰκοδομηθήσονται καὶ λίθῳ τιμίῳ πάντα τὰ τείχη σου· οἱ πύργοι Ιερουσαλημ χρυσίῳ οἰκοδομηθήσονται καὶ οἱ προμαχῶνες αὐτῶν χρυσίῳ καθαρῷ· αἱ πλατεῖαι Ιερουσαλημ ἄνθρακι ψηφολογηθήσονται καὶ λίθῳ Σουφιρ. [18] καὶ αἱ θύραι Ιερουσαλημ ᾠδὰς ἀγαλλιάματος ἐροῦσιν, καὶ πᾶσαι αἱ οἰκίαι αὐτῆς ἐροῦσιν Αλληλουια, εὐλογητὸς ὁ θεὸς τοῦ Ισραηλ· καὶ εὐλογητοὶ εὐλογήσουσιν τὸ ὄνομα τὸ ἅγιον εἰς τὸν αἰῶνα καὶ ἔτι.
[14]
[1] καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ.
[2] Καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη. καὶ ἑξήκοντα δύο ἐτῶν ἦν, ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς, καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν· καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ.
[3] καὶ ὅτε ἀπέθνῃσκεν, ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων Παιδίον, ἀπάγαγε τὰ παιδία σου
[4] καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου.
[5] καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός, καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον, καὶ οὐχ ὡς τὸν πρῶτον, ἕως τοῦ χρόνου, οὗ ἂν πληρωθῇ ὁ χρόνος τῶν καιρῶν. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ.
[6] καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ, πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς, καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν, τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν, καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ.
[7] πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας, καὶ παραδοθήσεται αὐτοῖς· καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ' ἀληθείας, καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς.
[7] καὶ νῦν, παιδία, ἐγὼ ὑμῖν ἐντέλλομαι· δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν. καὶ νῦν σύ, παιδίον, ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε· ἐν ᾗ ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ' ἐμοῦ, αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς· ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ, καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ, καὶ οὐκ αἰσχύνονται.
[10] ἰδέ, παιδίον, ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν· οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν; καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ, καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος, καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος, ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον· ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου, ἣν ἔπηξεν αὐτῷ Ναδαβ, καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου, καὶ ἀπώλεσεν αὐτόν.
[11] καὶ νῦν, παιδία, ἴδετε τί ποιεῖ ἐλεημοσύνη, καὶ τί ποιεῖ ἀδικία, ὅτι ἀποκτέννει· καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει. ‑ καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην, καὶ ἀπέθανεν· καὶ ἐτάφη ἐνδόξως.
[12] Καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ, ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπῆλθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ.
[13] καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ.
[14] καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως.
[15] καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν, ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας, καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν, οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας· ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.