240 20 0 0 0 0 II-III d. C. Storiografia Cassius Dio Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XXIII

[79]   ὅτι ἐλθόντων Νουμαντίνων πρέσβεων οἱ Ῥωμαῖοι ἔξω τοῦ τείχους ἐδέξαντο αὐτούς, ἵνα μὴ καὶ βεβαιοῦν ἐκ τούτου τὰς σπονδὰς δόξωσι. ξένια μέντοι σφίσι καὶ ὣς ἐξέπεμψαν, μὴ βουληθέντες [2] πω τὴν ἐλπίδα αὐτῶν ὡς καὶ συναλλαγησομένων ἀφελέσθαι. ἔλεγον δὲ οἱ μὲν περὶ τὸν Μαγκῖνον τήν τε ἀνάγκην τῶν ὡμολογημένων καὶ τὸ πλῆθος τῶν σεσωσμένων, ὅτι τε πάνθ' ὅσα καὶ πρότερον ἐν τῇ Ἰβηρίᾳ ἐκέκτηντο εἶχον· ἠξίουν τ' αὐτοὺς μὴ πρὸς τὴν παροῦσάν σφων ἄδειαν ἀλλὰ πρὸς τὸν τότε περιστάντα τοὺς στρατιώτας κίνδυνον ἐκλογίζεσθαι οὐχ ὅσα ἔδει γεγονέναι, ἀλλ' ὅσα ἐνεδέχετο [3] πραχθῆναι. οἱ δὲ Νουμαντῖνοι πολλὰ μὲν περὶ τῆς προτέρας σφῶν ἐς αὐτοὺς εὐνοίας, πολλὰ δὲ καὶ περὶ τῆς ἐκείνων μετὰ ταῦτα ἀδικίας, ὑφ' ἧς ἐς τὸν πόλεμον κατέστησαν, τήν τε τοῦ Πομπηίου ψευδορκίαν προέφερον, καὶ τῆς τοῦ Μαγκίνου καὶ τῶν ἄλλων σωτηρίας εὐεργεσίαν ἀπῄτουν. καὶ τὰς σπονδὰς ἔλυσαν καὶ τὸν Μαγκῖνον ἐκδοθῆναι τοῖς Νουμαντίνοις ἔγνωσαν. U4G 18 (p. 383) et Suid. s. v. ἔγνω et Μάγκινος.

[81]   ὅτι ὁ Κλαύδιος πολλὰ ἂν καὶ ἄτοπα ὑπὸ τραχύτητος εἰργάσατο, εἰ μήπερ ὁ συνάρχων αὐτοῦ Κύιντος ἐκώλυσεν. ἐπιεικὴς γὰρ ὢν καὶ ἐναντιωτάτην αὐτῷ φύσιν ἔχων ὀργῇ μὲν οὐδέν οἱ ἀντέπραξεν, ἐνδιδοὺς δέ πῃ καὶ πράως πως αὐτῷ χρώμενος οὕτως αὐτὸν μετεχειρίσατο ὥστε ἐλάχιστα πικράνασθαι. V. 68 (p. 621).

[82]

[1]    ὅτι ὁ Φούριος ἐξήγαγεν ἐν τοῖς ὑποστρατήγοις τὸν Πομπήιον καὶ τὸν Μέτελλον, καίπερ καὶ ἑαυτῷ καὶ ἀλλήλοις ἐχθροὺς ὄντας, ὅπως ὡς καὶ μέγα τι πράξων τόν τε ἔλεγχον τῶν ἔργων ἀκριβῆ δι' αὐτῶν ποιήσηται, καὶ τὴν μαρτυρίαν τῆς ἀρετῆς καὶ παρὰ ἀκόντων σφῶν λάβῃ. V. 69 (ib.).