[1] Ἀλλ' εἰ καὶ χαλεπὸς ἡμῖν πέφηνε μετὰ τὴν νόσον ὁ πατὴρ καὶ τοιοῦτος οἷον οὐκ ἄν ποτε ἤλπισα, διετέλει γάρ, ὦ δικασταί, τὸν ἐμὸν ἐπαινῶν τρόπον, ὅμως οἶμαι δεῖν τοῖς θεοῖς ἔχειν χάριν, ὅτι διαπέφευγε μὲν τὸν κίνδυνον, πράττειν δὲ ἃ τῶν ὑγιαινόντων ἐστὶ δύναται καὶ δικαστήρια καθίζειν καὶ ἐγκαλεῖν οἷς ἂν ἐθέλῃ. καὶ γὰρ εἰ κατ' ἐμοῦ πρώτου τοῖς ἀπὸ τῆς ὑγείας κέχρηται καὶ παρακελεύεταί γε ὑμῖν τῇ ψήφῳ τῆς οἰκίας ἐκβαλεῖν, ζῆν γε αὐτὸν ἔγωγε μᾶλλον ἂν ἠβουλόμην ἢ τεθνεῶτος μηδὲν αὐτὸς τοιοῦτο παθεῖν.
[2] καὶ οὐ μόνον γε τὸν τῆς ἀποκηρύξεως φόβον μετριώτερον ἂν ἡγησάμην τῆς τοῦ πατρὸς τελευτῆς, ἀλλ' εἰ καὶ δυοῖν ἔδει συμβῆναι θάτερον, ἢ τοῦτον ἀπελθεῖν ἢ ἐμέ, τό γε μὴ τοῦτον προτιμότερον ἂν ἐθέμην, τοῖς θεοῖς δέ, οἷς, ἡνίκα οὗτος ἔκαμνεν, ηὐχόμην λῦσαί τε τὸ παρὸν κακὸν καὶ τῆς ἀρρωστίας ὡς τάχιστα ἀπαλλάξαι, τούτοις καὶ νῦν εὔχομαι διαλλάξαι τέ μοι τὸν θυμούμενον καὶ καταστῆσαι πρᾷον καὶ δοῦναι ταύτην δευτέραν χάριν τότε μὲν τὴν νόσον παύσαντας, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ὀργὴν τοῦ πατρός.
[3] Χάριν μὲν οὖν ἔχω καὶ τῶν ἐπιτηδείων τοῖς πολλοῖς καὶ τῶν γένει προσηκόντων οὐκ ὀλίγοις, οἳ ταῦτα αἰσθόμενοι καὶ παρ' ἡμᾶς ἀφίκοντο καὶ τὸν πατέρα πείθειν ἐπεχείρουν μὴ χαλεπαίνειν τοῖς πεπραγμένοις ὡς συγγνώμην ἔχουσιν· ἐπαινῶ δὲ καὶ ὑμᾶς, ὦ δικασταί, τῆς γνώμης, ἣν ἐσχήκατε τῆς αἰτίας ἀκούοντες. εἰωθότων γὰρ ἐπιεικῶς τῶν δικαζόντων ἐν τοῖς πρὸς τοὺς παῖδας τῶν πατέρων ἀγῶσι μετὰ τῶν διωκόντων γίγνεσθαι, κἂν μηδὲν ἐγκαλῶσί τι δίκαιον, ὑμεῖς ἀκούοντες τῶν πρὸς τὸν ἀδελφόν μοι πεποιημένων δῆλοι τοῖς προσώποις ἐγένεσθε μήτε μεμφόμενοι τὸ ἔργον ἕκαστός τε ταὐτὸν ἂν πράξας ἐν ὁμοίοις καιροῖς πρὸς ἀδελφὸν ἑαυτοῦ. καὶ πολλά γε ὑμῖν ἀγαθὰ γένοιτο χρηστοῖς τε οὖσιν οὕτω καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες κάθησθε μηδὲν ἰσχυρότερον ποιουμένοις.
[4]
δέομαι οὖν ὑμῶν φυλάξαι τε ἣν ἔχετε γνώμην καὶ παραινέσαι τῷ πατρὶ μηδὲν ἠδικῆσθαι νομίζειν, εἰ πατήρ ἐστι παιδὸς εἰδότος τὸν ἀδελφὸν ἐλεεῖν. καὶ γὰρ εἰ μὴ τοῖς τῶν ἄλλων ἠβουλήθη συγχωρῆσαι λόγοις πολλοῖς τε οὖσι καὶ μετὰ δεήσεων γιγνομένοις, ἀλλ' οὐ τά γε ὑμῖν ἀρέσκοντα δύναιτ' ἂν ἀτιμάσαι.[5] Τὸ μὲν οὖν προσῆκον ἦν ἑορτὴν ἄγειν ἡμᾶς νῦν ἐπὶ τῷ τοῦτον διαπεφευγέναι τὴν νόσον καὶ θύειν μὲν σωτῆρσι θεοῖς, ἑστιᾶν δὲ καὶ τοὺς οἰκείους, τὰ δὲ πρὸς τοὺς ἔνδον δυσχερῆ πάντα ἀνῃρηκέναι καὶ τὴν περὶ τὸ σῶμα τύχην τούτῳ τιμᾶν· ἐπεὶ δὲ οὐκ ἔφθη ῥαΐσας ὁ πατὴρ καὶ τὴν πρώτην οἴκοθεν ἔξοδον ἐπ' ἐμὲ πεποίηται καὶ τῆς ἐπ' αὐτῷ λύπης ἄρτι πεπαυμένης ἡμῖν ἑτέρας λύπης ἀφορμὴν ἀντεισάγει τοῖς οἴκοι τῷ ἐμὲ ζητεῖν ἀλλότριον αὑτοῦ τε κἀκείνων ἀποφῆναι, τί λοιπὸν πλὴν ὑμᾶς ἐμοὶ γενέσθαι βοηθοὺς ὁρῶντας ὅτι τῷ μὲν πατρὶ πολλοὶ τῶν δεινῶν πάρεισιν εἰπεῖν δοῦναι δυναμένῳ λαβεῖν ἐπιθυμοῦντες, ἐγὼ δὲ αὐτός τε ἄπειρός εἰμι πραγμάτων καὶ δικῶν καὶ τὸν συνεροῦντα οὐκ ἔχω χρημάτων τε ἀπορῶν καὶ οὐδενί πω τοιοῦτον προεισενεγκών;
[6] ἔτι δὲ ὃς μόνος εἰκότως ἂν καὶ συνεξητάζετό μοι καὶ συνικέτευεν ἀδελφὸς τὰ μὲν αἰσχυνόμενος, τὰ δὲ φοβούμενος οὐδὲ εἰσελθεῖν δεῦρο τετόλμηκεν ἐνθυμούμενος πρὸς τοῖς ἄλλοις, ὅτι μοι τηλικούτων αἰτία γέγονε κακῶν ἡ πρὸς αὐτὸν εὔνοια.
[7] Ἐγὼ μὲν οὖν ἐβουλόμην σεσιγῆσθαι πάντα τὰ πεπραγμένα πρὸς ἀλλήλους ἡμῖν ἐν τῷ τελευταίῳ χρόνῳ, καὶ γὰρ εἰ φιλοτιμίαν μοί τινα φέρει τὰ περὶ τὰς διαθήκας, ἐφ' αἷς ἐλαύνομαι τήμερον, ἀλλ' ἥ γε περὶ τὸν ἀδελφὸν δυσχέρεια καὶ τὸ χαλεπῶς πρὸς αὐτὸν διατεθῆναι τὸν πατέρα καὶ ὅσα τούτου τοῦ μέρους κέρδος ἂν ἦν ἡμῖν τοὺς πολλοὺς λανθάνοντα· τοῦ πατρὸς δὲ καὶ τῆς κατηγορίας οὐκ ἐώσης αὐτὰ σιγᾶσθαι πειράσομαι μὲν αὐτῶν μνησθῆναι διὰ βραχέων, ἔστω δέ μοι καὶ τούτων αὐτῶν τῶν βραχέων ἠναγκασμένῳ συγγνώμη.
[8] Ἐγενόμεθα τούτῳ δύο παῖδες, ἐγώ τε ὁ νῦν φεύγων, ὦ δικασταί, καὶ ὁ δυστυχὴς ἀδελφός, πρεσβύτερος μὲν ἐγώ, νεώτερος δὲ ἐκεῖνος. ἐνιαυτὸς ἐν μέσῳ τῆς γενέσεως ἀμφοτέρων, ὥσθ' ἡμῖν ὡσπερανεὶ διδύμοις κοινωνῆσαι συνέβη καὶ τροφῆς καὶ παιδείας καὶ σπουδαίων καὶ τερπνῶν καὶ τῶν ἔνδον καὶ τῶν ἔξω, πάντων ἁπλῶς καὶ μικρῶν καὶ μειζόνων.
[9] φοιτῶντες δὲ εἰς τὰς παλαίστρας καὶ τὰ διδασκαλεῖα μετ' αἰδοῦς τε καὶ εὐταξίας ἣ τοῖς εὖ γεγονόσι προσήκει ἐπῃνούμεθα μὲν αὐτοί, μακαρίζεσθαι δὲ τῷ πατρὶ παρὰ τῶν ἐν τῇ πόλει παρείχομεν, ὥσθ' ὑπῆρχεν αὐτῷ γεγηθέναι τε καὶ μετ' εὐθυμίας διάγειν.
[10] καὶ ταῦτα οὐ ψεύδομαι, ὦ πάτερ. οἶσθα γὰρ ὡς ἡδόμενος ᾔεις, ὁπότε σε παραπέμποιμεν εἰς ἱερὰ ταῖς νουμηνίαις, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν βαδίζων, ὅτε σοι καὶ τὸ πλεῖστον τῆς εὐχῆς ἦν τὼ παῖδέ σοι τῆς οὐσίας κληρονόμω γενέσθαι καὶ μηδένα δαίμονα μηδὲ φθόνον κινῆσαί τι τῶν παρόντων ἀγαθῶν.
[11] ἀλλὰ σὺ μὲν ταῦτα ᾔτεις, χαλεπὸν δὲ ἄρα ἦν νικῆσαι τοὺς βασκάνους. οὕτω γὰρ τῶν πραγμάτων προϊόντων καὶ δοκούντων ἡμῶν εὖ πράττειν πλημμελεῖ μέν τι καὶ οὑμὸς ἀδελφός, δεῖ γὰρ τά γε ἀληθῆ λέγειν, καὶ μικρόν τι τῆς ἔμπροσθεν ἐκφέρεται τάξεως. τοῦτο δὲ ἁρπάσας ἄνθρωπός τις φάσκων εὔνους εἶναι τῷ πατρὶ προσελθὼν καὶ στενάξας ὡς δὴ συναχθόμενος κατηγορῶν ἀπόντος τοῦ νέου μεγαλύνων τὸ σμικρὸν καὶ τοῦτο αἴρων τῷ λόγῳ φάσκων αἰσχύνεσθαι τοῖς ἡμετέροις κακοῖς ἄγριον ἐποίησεν ἄνθρωπον οὐ τοιοῦτον.
[12] καὶ ἧκεν εὐθὺς ἐχθρὸς τοῦ παιδός. τῷ δὲ οὐκ ἦν οὐ στῆναι πλησίον, οὐκ εἰπεῖν τι πρὸς τοῦτον, οὐκ ἀκοῦσαί τι λέγοντος, οὐ κοινωνῆσαι τραπέζης. καὶ πολλή γε τῷ πατρὶ χάρις ὅτι μὴ καὶ τότε πρὸς ἀποκήρυξιν ὥρμησεν. οὕτως ὁ χρηστὸς ἄνθρωπος ἐκεῖνος οὐκ ἀνίει τὴν ὀργὴν ἀκονῶν.
[13] καὶ ἔμελλε δὴ καὶ ἐπ' ἐμὲ πορεύεσθαι τὸ πρῶτον ἐξεργασάμενος, οὔπω δὲ διαβεβλημένος ἐγὼ πεσὼν εἰς τοὔδαφος ἐδεόμην τοῦ πατρὸς μὴ πονηρὸν οὕτω νομίζειν τὸν υἱὸν μηδὲ τὴν τῶν συκοφαντούντων κακοήθειαν πιστοτέραν ποιεῖσθαι τῆς ἀληθείας. αὐτὸς γοῦν ἔφην ὁ συνὼν ἐγὼ καὶ συνεζευγμένος καὶ πάντα εἰδὼς ἐπιτιμᾶν μὲν αὐτῷ, τοσαύτην δὲ οὐ συνειδέναι κακίαν. καὶ ἅμα ἠξίουν τοὺς διαβάλλοντας εἰς μέσον ἐλθεῖν καὶ μὴ φεύγειν τὸν ἔλεγχον μηδὲ ἐξ ἀφανῶν βάλλειν.
[14] τούτοις καὶ τοιούτοις λόγοις ἐμοῦ χρωμένου καὶ τοῦ πατρὸς ἴσως ἂν ἐνδόντος ἐμπίπτει ποθὲν ἐκεῖνο τὸ τῆς νῦν αἴτιον ἀποκηρύξεως νόσημα. καὶ ἦμεν ἐν δάκρυσιν ἅπαντες, ἡ μήτηρ, ὁ τότε ἐγὼ φιλούμενος, ὁ προσκεκρουκὼς ἀδελφός, ᾧ μέγιστον ἦν τῆς συμφορᾶς τὸ μὴ ἔχειν εἰσελθεῖν παρὰ τὸν κάμνοντα μηδὲ θιγεῖν ἐγγύθεν μηδὲ ταῖς χερσὶ θεραπεῦσαι τὸ σῶμα.
[15] τῆς νόσου δὲ φοβούσης ἐδόκει γε δεῖν τῷ πατρὶ διαθήκας ποιεῖσθαι καὶ καλέσας με καὶ παρακαθισάμενος καὶ τοὺς ἄλλους ἀπελθεῖν κελεύσας ἐγὼ σέ φησιν ἄξιον εἶναι νομίζω μόνον τῶν ἐμῶν κληρονομεῖν. καίτοι πρότερόν γε οὐχ οὕτως ἐγνώκειν, ἀλλ' ὥσπερ εἶναί μοι δύο παῖδας, οὕτω δύο γενέσθαι καὶ τὴν οὐσίαν μέρη, νῦν δὲ ὁ σὸς ἀδελφὸς κωλύει ταῦτα οὕτω γενέσθαι μὴ πάντα τὰ σὰ μιμούμενος, ἀλλὰ διδούς τισιν ἀφορμὰς τῶν καθ' ἑαυτοῦ λόγων· ταῦτα, ἔφη, δέδοκται. ταῦτα γράφε.
[16] ἐγὼ δέ, ὦ δικασταί, ταῦτα ἀκούσας καὶ δακρύων ἐμπλήσας τὸ γραμματεῖον, πῶς ἂν ὑμῖν εἴποιμι τὸ πεπραγμένον; οὐκ ἐδυνήθην πεισθῆναι μὴ εἶναί μου τὸν ἀδελφὸν ἀδελφόν, ἀλλ' εἰδὼς αὐτὸν ἐκ τῆς αὐτῆς ὄντα μοι μητρὸς καὶ ταὐτοῦ πατρὸς καὶ παντὸς τοῦ περὶ ταῦτα δικαίου κατασχόντος μου τήν τε γνώμην καὶ τὴν δεξιὰν ἐνέγραψα ταῦτα ἅπερ ἂν καὶ ὁ πατήρ, εἰ πρὸ τῆς ὀργῆς διαθήκας ἔγραφε.
[17] τούτων δὲ γεγενημένων ἔδραμον εὐθὺς ἐπὶ τοὺς νεώς, εἵπετο δὲ καὶ ὁ δυστυχὴς ἀδελφός, καὶ παρὰ τῶν θεῶν προσκείμενος τοῖς ἕδεσιν ᾔτουν ὑγιᾶναι τοῦτον ἡμῖν, ὅπως ἂν τῶν ἄλλων ἀγαθῶν ἐμέ τε ἐπαινέσῃ καὶ πρὸς τοῦτον διαλλαγῇ. καὶ τῆς ὑστεραίας ἠκούομεν τῶν ἰατρῶν τὰ βελτίω λεγόντων καὶ ὡς ὕπεισιν ἐλπίδες, εἶτα ὡς νενίκηται τοῦ κακοῦ τὸ πλέον, εἶτα ὡς ἅπαν.
[18] καλεῖ δή με πάλιν καὶ τὰς διαθήκας κελεύει φέρειν, ἀναγνοὺς δὲ καὶ συγγενόμενος ἀνθρώποις οἷς διιστάναι τὰς συγγενείας ἡδὺ μιαρὸν καὶ πονηρὸν καὶ θεοῖς ἐχθρὸν καὶ τὰ τοιαῦτα ὠνόμαζε καὶ ἔγωγέ φησιν ἐξελῶ καὶ ἀποκηρύξω. καὶ ᾤμην εἶναι τὰ τοιαῦτα λόγον, μὴ γὰρ ἄν ποτε γράμμα οὕτω καλὸν ἄξιον νομίσαι δίκης. ὁ δὲ ἔμελλεν ἄρα τοῖς παροξύνουσι καὶ τοὖργον αὐτὸ χαριεῖσθαι. καὶ νῦν ἠκούετε κατηγοροῦντος αὐτοῦ.
[19] Νόμος γάρ μοι δέδωκεν ἀποκηρύττειν φησίν. οἶδα καὶ ἐπαινῶ γε τὸν νόμον βοηθοῦντα πατράσιν ἀδικουμένοις οἳ δικαίως ἂν μετὰ τοὺς θεοὺς ὑπὸ τῶν παίδων τιμῷντο. ἃ τοίνυν πεπόνηταί μοι περὶ αὐτὸν παρὰ πάντα τὸν χρόνον τί δεῖ καθ' ἕκαστον λέγοντα ἐνοχλεῖν ἀρκούσης εἰς μαρτυρίαν τοὐμοῦ τρόπου τῆς διαθήκης τοῦ πατρός;
[20] οὐ γὰρ ἄν, εἰ μὴ καὶ φιλοπάτορα καὶ παιδείας ἐπιθυμητὴν καὶ κρείττονα ἡδονῶν καὶ πρεσβυτέρους αἰδούμενον καὶ πρᾷον καὶ φιλόπονον καὶ ἴσον ἀπέχοντα τοῦ τε ἀναλίσκειν καὶ τοῦ κερδαίνειν κακῶς, εἰ μὴ ταῦτά τε συνῄδει καὶ τἄλλα πάντα ἁπλῶς ἃ τῶν ἀγαθῶν ἐστιν, οὐκ ἂν ὅλης τῆς οὐσίας ἐποίει κύριον.
[21] ἀλλ' ὅμως ὃν οὐδεπώποτε ἐμέμψατο νῦν ἀποκηρύττει λέγειν ἔχων οὐδὲν τοιοῦτον οἷά τινες ἤδη λέγοντες ἔδοξαν εἰκότως ἀγανακτεῖν. ἐγὼ γὰρ ἤδη τινὰ τοῦτο πεπονθότα ἰδὼν ἠρόμην τινὰ τῶν πλησίον ὅ τι ἁμάρτοι. ὁ δὲ ἑταίραν ἔφη τρέφει τοῦ πατρὸς καταφρονῶν. ἑτέρου ταὐτὸ πεπονθότος πάλιν ἠρόμην. καί τις εἶπεν οἶνον πολὺν εἶναι τὴν πρόφασιν. ὁ δέ τις εἰσελθὼν ἐβόησεν· ἄνδρες δικασταί, ἐν ὄρνισι καὶ κύβοις ὁ παῖς μοι διατρίβει τῶν σπουδαίων πράξεων ὀλιγωρῶν καὶ ἔστι χαλεπὸς τοῖς ἡλικιώταις καὶ παίει τοὺς ἐντυγχάνοντας. ἐγένετο καὶ πρὸς ἀδελφὸν μῖσος ἀποκηρύξεως αἴτιον, καί τις ἐξέβαλεν υἱὸν αἰσθόμενος ὡς ἥδιστα ἂν ἴδοι τεθνεῶτα τὸν ἀδελφόν.
[22] Τί οὖν ἀδικῶ τούτων ἢ τί τούτοις παραπλήσιον; τούτων μὲν οὐδέν φησιν, ἕτερα δὲ ἐμοῦ βουλομένου σὺ γέγραφας ἕτερα καὶ δύο ἐποίησας ἀνθ' ἑνὸς κληρονόμους, σαυτόν τε καὶ τὸν ἀδελφόν. ἀδελφὸν λέγεις; καὶ τί θαυμαστόν; τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ κύριος ἐγὼ τῶν γραμμάτων καταστὰς πονηρὸς εἰς ἐκεῖνον ἐν οἷς ἔγραφον ἐγιγνόμην.
[23] εἰ μὲν οὖν ἔχεις, ὦ πάτερ, ἐπιδεῖξαί με τῇ πρὸς σὲ δυσμενείᾳ τοῦτο πεποιηκότα, λάμβανε δίκην, μὴ τὴν νυνὶ ταύτην, μικρὰ γάρ, ἀλλ' ἀπόκτεινον· εἰ δ' οὐκ ἂν ἔχοις κακίσαι τὴν γνώμην οὐδ' εἰπεῖν ὅτι ταῦτα πολεμῶν ἐμοὶ πεποίηκε, πῶς διαβάλλεις ἔργον οὗ μέμψασθαι τὴν αἰτίαν οὐκ ἔχεις;
[24] καὶ ἐν τοῖς φονικοῖς νόμοις οὕτω κρίνεται τὰ πράγματα. οὐ δυοῖν ἀνδροφόνοιν ὁ μὲν φυγὼν κατέρχεται, ὁ δὲ φεύγει καθάπαξ αὑτοῦ καταγνοὺς ἢ μὴ τοῦτο ποιήσας ἀποθνήσκει μένων; τί τούτων αἴτιον; ἆρ' ὅτι μᾶλλον οὗτος ἢ 'κεῖνος ἀπέκτονεν; οὔ, οὐκ ἔστι γὰρ ἧττον ἢ μᾶλλον ἀποθανεῖν, ἀλλ' ὅτι τῷ μὲν ἐκ προνοίας ἐτολμήθη τὸ ἔργον, τῷ δὲ οὐ βουλομένῳ ἀτυχῆσαι συνέβη.
[25] διὰ τοῦτο τὸν μὲν ὁ νόμος μισεῖ, τὸν δὲ ἐλεεῖ. κἂν ἀμύνηταί φησιν, ἐξέστω, κἂν ἐν μάχῃ νομίσας τὸν οἰκεῖον πολέμιον κτείνῃ, μὴ ἔστω δίκη. τοσοῦτον ἐν τοῖς ἔργοις ἡ γνώμη δύναται. καὶ πρὸς αὐτὴν εἰώθαμεν βλέποντες τὸ πεπραγμένον ἢ χρηστὸν ἢ πονηρὸν ἡγεῖσθαι.
[26] κατὰ τοῦτο τοίνυν, ὦ πάτερ, τὸ δίκαιον καὶ νῦν ἐμοὶ δίκασον. ἐγὼ ταῦτα ἔγραφον ἐφ' ὕβρει τῶν σοὶ δοκούντων καὶ κρείττων εἶναι βουλόμενος τοῦ πατρός, σὲ δὲ ἀσθενέστερον τῶν ἀρεσκόντων ἐμοί; ταῦτ' ἔλεγες ἀεὶ περὶ ἐμοῦ πρὸς τοὺς δημότας, ταῦτα πρὸς τοὺς φυλέτας, ταῦτα πρὸς τοὺς πολίτας, ταῦτα πρὸς τοὺς ξένους, οὐ τὸν ἐπιεικῆ καὶ πρᾷον, οὐ τὸν αἰδοῦς γέμοντα, οὐ τὸν τῆς μητρὸς κατήκοον, οὐ τὸν τοῦ πατρός, οὐ τὸν τῶν παιδαγωγῶν; ἐξαίφνης οὖν ἐγὼ περὶ σὲ κακός; καὶ λυπεῖν ᾑρούμην οὐ προλελυπημένος, ὃς οὐδὲ προλυπηθεὶς ἀντιλυπεῖν ἐβουλόμην; εἰ μὲν μανείς, πῶς ἀπαιτοῦμαι δίκην; εἰ δὲ σωφρονῶν, οὐ σωφρονοῦντος τὰ τοιαῦτα.
[27] Ἀλλὰ τί δὴ παθὼν οὐκ ἐν οἷς ἐκέλευες ἔμενον οὐδὲ μόνος ἠξίουν κληρονομεῖν; ᾤκτειρα, ὦ πάτερ, δυστυχοῦντα ἀδελφόν, οὐ γὰρ ὀκνήσω γε τἀληθῆ πολλάκις εἰπεῖν, καὶ οὐχ οἷός τε ἐγενόμην τῆς διαθήκης ἐκβαλεῖν, ἀλλ' ὥσπερ ἀκούειν ἡγούμην τῆς Φύσεως βοώσης· ἔγγραφε καὶ τὸν ἀπὸ τῶν αὐτῶν σοι γονέων, ὥσθ' ἡ μὲν χεὶρ ἐμή, πάτερ, ἡ δὲ ἀνάγκη τῆς δαίμονος, ἧς τοὺς νόμους οἱ μὲν χρηστοὶ τηροῦσιν, οἱ δὲ χείρονες παραβαίνουσιν.
[28] ἐμοὶ δὲ ἡ τῶν νόμων ἐκείνων αἰδὼς συνηυξήθη, δι' οὕς, εἴ τις σοὶ τῶν πολεμίων ἐπίοι, δέξομαι ῥᾳδίως ὑπὲρ σοῦ τὴν πληγήν, τῶν αὐτῶν δ' ἂν καὶ ἡ μήτηρ τυγχάνοι. ἆρ' οὖν μοι δώσεις καὶ τρίτον εἰπεῖν ὡς καὶ τὸν ἀδελφὸν τοῦτον αὐτὸν ῥυόμενος πέσοιμ' ἂν ἡδέως; οὐ γὰρ ὀνόματα ἁπλῶς ἡγοῦμαι τὰς προσηγορίας ταύτας, τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὸν παῖδα καὶ τὸν ἀδελφόν, ἀλλ' ἐν ἑκάστῳ τούτων τοῦ στέργειν ἀλλήλους ἀνάγκην τινὰ ἐγκεῖσθαι.
[29] ἠλέουν τὸν ἀδελφὸν καὶ πρὸ τῶν διαθηκῶν, ἠλέησα καὶ ἐν τῷ καιρῷ τῶν διαθηκῶν, εἰ μηδὲ αὐτῷ ἡ νόσος τὰς διαλλαγὰς ἔπραξεν. εἶδον ἀποστερούμενον οὐ τοῦ ἡμικληρίου μόνον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας αὐτῆς. εἰ γὰρ σὺ μὲν ἐτεθνήκεις, ὁ δὲ μετεῖχε μηδενός, αἱ διαθῆκαι δὲ ἀνεγινώσκοντο, τὰ γράμματα δὲ οὐκ εἶχε τὸν ἀδελφόν, τίς ἂν ἦν ὁ λοιπὸς αὐτῷ βίος; πρὸς τίνα ἂν ἀντέβλεψεν ἢ νέων ἢ πρεσβυτέρων; ἐπὶ ποίου δ' ἂν ἐφάνη βήματος; τίνα δ' ἂν εἶπεν ἐν τῷ δήμῳ λόγον; πῶς δ' ἂν ἠξίου τῶν κοινῶν ἔχειν τὸ ἴσον ἐπὶ τῶν πατρῴων τοῦτο οὐκ ἐσχηκώς; πρεσβείαν δ' ἂν τίς ἐνεχείρισε; στρατηγὸν δ' ἂν τίς ἐχειροτόνησεν; ἐκ τίνων δ' ἂν ἔγημε; παισὶ δ' ἂν αὑτοῦ πῶς ἐπετίμησε;
[30] ταῦτα πάντα, ὦ πάτερ, ἐξ ἑνὸς ἐκείνου τῶν διαθηκῶν ἐφύετο, καὶ οὐκ ἦν, ὡς ᾤου, στέρησις χρημάτων μόνον, ἀλλὰ καὶ τῆς παρρησίας. τοῦτο αὐτῷ τὴν γλῶτταν ἀπέτεμνε, τοῦτο τὸ στόμα ἐνέφραττε, τοῦτο τῆς πατρίδος ἐξέβαλλε. ταῦτα ὁμοῦ με πάντα εἰσῆλθε, ταῦτα τὸν ἔλεον ἤθροισεν. ὑπὸ τούτων ἡγοῦ σοι τὴν διαθήκην γεγράφθαι.
[31]
τοὺς δὲ τοιούτους ἀνθρώπους σώζοιτ' ἂν ὑμεῖς εἰκότως, ὦ δικασταί, μᾶλλον ἢ ἀπολλύοιτε νομίζοντες τὸν μὲν περὶ τοὺς αὑτοῦ χρηστὸν ἴσως ἂν καὶ περὶ τοὺς ἄλλους γενέσθαι, τὸν δὲ εἰς ἐκείνους ὠμὸν κοινὸν ἁπάντων ἐχθρὸν εἶναι. ἀλλ' ἐγὼ τὸν ἀδελφὸν οὐκ ἐλεήσας πολίτην ἂν ἠλέουν; εἰ δὲ μὴ πολίτην, μέτοικον; εἰ δὲ μὴ μέτοικον, ξένον; εἰ δὲ μὴ τοὺς παρ' ἡμῖν, τῶν ἄλλων τινὰς Ἑλλήνων; εἰ δὲ μὴ Ἕλληνα, βάρβαρον ἄν; ὁ δὲ μηδένα ἀνθρώπων ‹ἐλεῶν› δικαίως ἂν κατορύττοιτο ζῶν.[32] οὐχ ἑώρακας ἐν πολέμοις, ὦ πάτερ, τοὺς δι' ὅπλων ἐλθόντας ὑπὸ τῶν κεκρατηκότων θαπτομένους πολλάκις; διὰ τί; ὅτι μετὰ τὴν μάχην ὁ πράξας κακῶς ἐλεεῖται. πολεμίων οὖν ἐλεουμένων αὐτὸς ἂν ἦν εἰς ἀδελφὸν ἀνελέητος;
[33] πατὴρ ἦν ὁ χαλεπαίνων, ἀλλ' ὁ τῆς ὀργῆς πειρώμενος ἀδελφός. ὁ μὲν ζημιῶν, οὗτος δὲ κολαζόμενος. ὁ τοίνυν οἶκτος ἐκεῖνος ἐμὲ καθεῖλκεν ἐπὶ τὸ πονοῦν. ὥσπερ γάρ, εἰ κίνδυνός τις ἀμφοῖν ἐπήρτητο καὶ βοηθεῖν ἀμφοτέροις μὲν οὐκ ἐνῆν, θατέρῳ δέ, τὸ τὸν πατέρα σώζειν ἐνίκα ἄν, οὕτω νῦν τοῦδε μὲν ἀγριαίνοντος, ἐκείνου δὲ ὄντος ἐν συμφοραῖς τὸ πιεζόμενον παρεκάλει τὴν ῥοπήν.
[34] Ἀναμιμνήσκου δέ, ὦ πάτερ, ὡς παῖδες ὄντες κομιδῆ καὶ τὰ τῶν τηλικούτων ἁμαρτάνοντες, ὁπότε ἀπειλήσαις, κατεφεύγομεν ἐπὶ τὴν μητέρα, ἡ δὲ ἐδέχετό τε καὶ ἐπεκούρει καὶ ἐδεῖτο μὴ τύπτειν, καὶ συγγνώμην εἶχες. τοιοῦτο δή τι καὶ τὸ νῦν· σὺ μὲν ἠγανάκτεις, τῷ δ' ἦν ὁ κίνδυνος μέγας, ἐγὼ δὲ ἐβοήθουν ἀδελφὸς ὤν. σύγγνωθι δὴ καὶ νῦν.
[35] εἰ μὲν γὰρ ἐνῆν ὁμοῦ καὶ μεταδοῦναι τοῦ κλήρου καὶ μὴ καὶ τὸν αὐτὸν γεγράφθαι τε καὶ μὴ γεγράφθαι κληρονόμον, ὥστ' ἐξεῖναί σοί τε χαρίζεσθαι κἀκεῖνον προσίεσθαι, πάντων ἐγὼ θρασύτατος τοῦ μὲν φροντίσας, τὸ δὲ παριδών· εἰ δ' αἵρεσις ἦν ἢ τοῖς σοῖς προσέχειν ῥήμασιν ἢ τὴν τοῦ διαβεβλημένου θεραπεῦσαι τύχην, εἰκός τί με νόμιζε πεπονθέναι πρὸς ἐκείνην ἀποκλίναντα καὶ τῇ φύσει τοῦ πράγματος, μὴ τῷ παιδὶ προστίθει τὴν αἰτίαν.
[36] Οὐ τοίνυν ἔστιν εἰπεῖν ὡς ἓν τοῦτ' ἦν ἐν τῷ τότε γενομένῳ μόνον τὸ τὸν ἀδελφὸν ἐλέου τυχεῖν, ἄλλο δὲ οὐδέν, ἀλλ' ἦν ἕτερον, ὦ δικασταί, μέγα. τί τοῦτο; τὸ καὶ τὸν πατέρα μοι τὴν χείρω δόξαν διαφυγεῖν. ἐνενόουν γὰρ τοὺς ἐσομένους λόγους, ἑώρων τὰς αἰτίας ἃς ᾐτιῶντ' ἂν τῶν πατέρων οἱ ἐπιεικέστεροι· ἰοὺ ἰοὺ τῆς χαλεπότητος. οὐδ' ἡ τελευτὴ προσιέναι δοκοῦσα τὴν ὀργὴν ἐπράϋνεν, ἀλλ' ᾠήθη δεῖν αὐτὴν καὶ κάτω φέρων ἐλθεῖν.
[37] ταῦτα ᾔδειν ἥξοντα καὶ ὡς κατηρᾶτ' ἂν ὁ παριὼν τὸν τάφον. ταῦθ' ὅπως μὴ γένοιτο προὐνοούμην. διὰ τοῦθ' ὅπερ ἐξῆν ὕστερον δωρεὰν διδόναι τῶν διαθηκῶν ἐποίουν ἀμφοτέροις εὑρίσκων τουτὶ λυσιτελοῦν. τί οὖν ἠδίκουν ἐκ τῶν αὐτῶν ἀδελφῷ καὶ πατρὶ βοηθῶν;
[38] Ἄξιος γὰρ ἦν φησι ταύτην δοῦναι τὴν δίκην καὶ εἶπεν ἐν ὑμῖν τὸ ἁμάρτημα τοῦ νέου. ἐγὼ δὲ ὡς μὲν οὐκ ἠμελήθη τι τἀδελφῷ τῶν δεόντων, οὐκ ἂν ἀντείποιμι καὶ διελέχθην γε πρὸς αὐτὸν οὐκ ὀλιγάκις, ὡς οὐδαμοῦ ῥᾳθυμητέον, καὶ οἶμαί γε αὐτὸν καὶ πεποιηκέναι βελτίω, νέοι δέ, ὦ δικασταί, γεγενημένοι πάντες ὑμεῖς καὶ νέους τρέφοντες υἱεῖς ἴστε που τὴν τοιαύτην ἡλικίαν οὐ δυναμένην ἀναμάρτητον εἶναι, ἀλλ' ὁ μὲν μᾶλλον, ὁ δὲ ἧττον, πάντως δὲ ἕκαστος ἁλίσκεταί που καὶ μωραίνων.
[39] καὶ τί θαυμαστόν, ὅπου γε καὶ τὸ γῆρας οὐ πανταχοῦ φυλάττει τὸν κόσμον, ἀλλ' ἤδη καὶ τούτων πολλοῖς ὧν ἔδρασαν μετεμέλησε καὶ τὸν αὐτὸν εὕροις ἂν γέροντά τε καὶ ἐπιτιμώμενον; ἔστι δὲ οἷς καὶ τούτων αὐτῶν ὑπῆρξε συγγνώμης τυχεῖν. ἡ συγγνώμη γάρ, ὦ δικασταί, τοῖς μὲν νέοις ὡς νέοις, πρεσβυτέρῳ δὲ ὡς ἀνθρώπῳ δίδοται. θεῶν γάρ, οἶμαι, μόνων τὸ κρείττους ἢ ἁμαρτάνειν εἶναι.
[40] οὐκ εἶδες πώλους, ὦ πάτερ, καὶ σκιρτῶντας καὶ θορυβοῦντας τὸν ἱππέα καὶ οὐ παρὰ τοῦτο δοκοῦντας ἀχρήστους τε εἶναι καὶ ἀπορριπτουμένους; ἀλλ' ἤδη τινὸς ἀκήκοα τῶν τὰ τοιαῦτα δεινῶν τούτους εἶναι τοὺς γενναίους τὴν φύσιν. τοιγαροῦν μικρὸν ἀνασχόμενοι τῶν σκιρτημάτων τῆς νεότητος παρελθούσης χρῶνται πρὸς τὰ ἔργα σωφρονοῦσί τε ἤδη καὶ πολὺ τοὺς ἄλλους νικῶσιν.
[41] ἔφυγέ τι τῶν ἐπιπόνων ὁ παῖς, παῖς γὰρ ἦν καὶ δεῖ τῶν τηλικούτων τοὺς μὲν φιλοπόνους θαυμάζειν τε καὶ πρεσβυτέροις ἐοικέναι νομίζειν, τοὺς δὲ ῥᾳθυμοτέρους ἐπαινεῖν μὲν μή, νομίζειν μέντοι τὰ τῆς ἡλικίας ποιεῖν. εἰ μὲν οὖν οὐδενὶ συγγνώσῃ τῶν πάντων, ὅρα εἴ τις ἀποδέξεται καὶ ταῦτα ζῶν ἐν δημοκρατίᾳ· εἰ δὲ εἰσὶν οἷς προσήκει τούτου τυγχάνειν, τίνας πρὸ ἡμῶν τῶν νέων ἄξιον; [42] ἔδει δοῦναι δίκην τὸν υἱόν; ἐδεδώκει καὶ ταύτην, ὡς ἐγὼ φαίην ἄν, οὐ μικράν· ἀπεστερήθη τῶν παρὰ σοῦ λόγων χρόνον πολύν, ἤκουσεν ἀγγελλόντων ἀπειλάς, φόβῳ συνέζησεν, ὤφθη παρὰ τῶν οἰκετῶν τρέμων, οὐ μετέσχε τραπέζης, ἔδεισεν ὑπὲρ μειζόνων, ἤνεγκε διακόνων ὕβριν, ἐν νυξὶν ἠγρύπνησεν, ἐν ἡμέραις ἔκλαυσε, τοῦ σώματος αὐτοῦ ἀνάλωσεν ἡ λύπη.
[43] τί τούτων ἔδει ζητῆσαι πλέον καὶ ταῦτα ἐπ' αἰτίαις οὐ πάνυ μεγάλαις, ὥς φησιν αὐτὸς ὁ πατὴρ ὁ χαλεπήνας μέν, οὐκ ἀποκηρύξας δέ; καίτοι εἴ τι τῶν δεινοτέρων ἐπέπρακτο, πάντως ἂν ἐπὶ τοῦτο ἧκεν. οὐ γὰρ δὴ φήσειεν ἂν ὡς οὐκ οἶδεν ἀποκηρύττειν. ὃς γὰρ ἀδελφοῦ φιλανθρωπίαν πρὸς ἀδελφὸν τούτου νενόμικεν ἀξίαν, τί ποτ' ἂν ἔδρασεν ἐν αἰσχίστοις ἐκεῖνον λαβών; [44] τοῦτό με μάλιστα, ὦ πάτερ, ἔπεισε τῶν ἴσων ἀξιῶσαι τὸν ἀδελφὸν τὸ καὶ παρὰ σοὶ μικρὰ κεκρίσθαι τὰ ἡμαρτημένα. σημεῖον γὰρ ἦν τοῦτο τοῦ προϊόντα τὸν χρόνον πάντως ἂν ποιῆσαι διαλλαγάς. ἃ οὖν ἡγούμην σε σωθέντα δώσειν, ταῦτα αὐτὸς ἔδωκα νομίζων, εἰ διαφύγοις τὴν νόσον, ἐπαίνου τεύξεσθαι παρὰ σοῦ τῇ προσθήκῃ. καὶ ὡς ταῦτα ἤλπιζον μάθοις ἂν ἐκεῖθεν.
[45] τῶν μὲν γὰρ μάντεων οὐδεὶς προειρήκει τὴν τελευτήν, οἱ δ' ἰατροὶ παρῄνουν εὔχεσθαι, τὸ δὲ μέλλον ἄδηλον ἦν. οὕτως οὖν ἐνέγραφον ὡς οὐ πάντως σε λήσων, ἀλλ' ὡς, εἰ τύχοι, τά τε γράμματα καὶ τὸ πεπραγμένον ὕστερον εἰσομένου. ὁ δὴ τοῦτο προσδοκῶν τὸ μὴ δόξειν ἀδικεῖν, εἰ γνωσθείη, ταῦτα δή που ἔγραφεν.
[46] Ἐβουλόμην μὲν γὰρ αὐτόν φησιν ὑπὸ πενίας γενέσθαι βελτίω. τί δ', εἰ χείρων ὑπ' αὐτῆς ταύτης ἐγένετο; καλὸν ἦν παρὰ σοῦ δεδόσθαι τῇ κακίᾳ τὴν ἀφορμήν; ἢ οἴει, πάτερ, τὸν μὲν πλοῦτον πανταχοῦ κακίαν ἐμποιεῖν, τὴν ἀρετὴν δὲ πανταχοῦ μετὰ τῆς πενίας εἶναι; οὐκ ἔστιν, ἀλλ' ἔνι καὶ πλούτῳ χρήσασθαι καλῶς καὶ πενίαν γενέσθαι τοῦ πλουτεῖν κακίας μᾶλλον αἴτιον, ὅσῳ πλοῦτος μὲν ἁμαρτάνειν βουλομένῳ χορηγεῖ, πενία δὲ καὶ τὸν οὐ βουλόμενον ἀναγκάζει.
[47] εἰ γὰρ ἐθέλεις σκέψασθαι τοὺς ἱεροσύλους καὶ τοιχωρύχους καὶ ὅσοι κινοῦσι θήκας καὶ ὅσοι τὴν ὥραν πωλοῦσι καὶ κλέπτας καὶ λωποδύτας καὶ ὅλως τοὺς ἐπὶ κέρδεσιν ἀδικοῦντας, ἐκ τῶν ἀπόρων εὕροις ἂν πλείους ἢ ὅσοι ἐν ἀφθόνοις ζῶσι. καὶ γὰρ ἂν τὰ ἄλλα ἀνέχηταί τις, πεινῶντα φέρειν οὐκ ἔνι.
[48] τίς οὖν ἦν σοι τῶν θεῶν ἐγγυητὴς τοῦ μηδὲν ἄν σοι ποιῆσαι τὸν υἱὸν αἰσχρὸν βιαζομένης πενίας; καὶ γὰρ οὐδ' ὁ μεμφόμενος ὡς καταισχύνει τὸ γένος ἐφάνη ποτὲ ἂν προδήλου πᾶσι τῆς ἀπολογίας οὔσης ὅτι ἐμὲ πατήρ τις εὐδαίμων θρέψας καὶ παιδεύσας τῶν προγόνων ἀξίως ἔπειτα εἰς ὀργὴν ἐμπεσὼν ἄμοιρον τῶν αὑτοῦ κατέστησε καὶ νῦν τὸ δεῖσθαι καὶ ζητεῖν τροφὴν ἐπὶ πράξεις ἀβουλήτους ἐξάγει. εἰ μὲν γάρ, ὦ πάτερ, ἅπαντες οἱ συγγενεῖς ἀπὸ τῶν ὄντων αὑτοῖς συμφέροντες ἐποίουν αὐτῷ τινὰ οὐσίαν, μάταιον ἦν ἄν σοι τὸ σόφισμα μὴ διδόντι τῶν σῶν τῷ παρ' ἑτέρων ληψομένῳ· εἰ δὲ πικρῶς καὶ ὡς ἄν τινες ἠδικημένοι τῇ πενίᾳ φθείρειν ἐξεδίδοσαν, χαλεπὸν ἂν ἦν, ὦ πάτερ, ἀμείνω σοι γενέσθαι τὸν υἱὸν ὑπὸ τῆς ἀχρηματίας.
[49] μὴ χείρω μὲν οὖν γενέσθαι χαλεπὸν ἂν ἦν, μᾶλλον δέ, εἰ καὶ μηδεὶς τῶν ἄλλων, αὐτὸς ἂν αὐτὸν ὕστερον εἰς κοινωνίαν εἰσῆγον. ὁμολογῶ γάρ, εἰ καὶ παροξύνω τῷ λόγῳ. τί οὖν ἔδει πονηρὸν ἐπὶ τῆς διαθήκης γενόμενον φιλανθρωπεύεσθαι μετὰ τοσαύτης βλάβης;
[50] Αὐτὰ δὲ ταῦτά φησιν, ἡνίκα ἐκέλευόν σε γράφειν, τί μὴ πρὸς ἐμὲ διελέχθης; ἦν γάρ που βέλτιον λέγοντα πείθειν ἢ διὰ σιγῆς ἀδικεῖν. καὶ πῶς ἂν ἀσθενοῦντί τε καὶ φαύλως ἔχοντι καὶ τελευταῖα νομίζοντι περὶ τῶν αὑτοῦ βουλεύεσθαι λόγον ἀπέτεινον μακρόν; πῶς δ' ἂν παρὰ τοῖς σοφοῖς ὁρῶν τὸν καιρὸν ἐπαινούμενον αὐτὸς ἂν οὕτως ἄκαιρον πρᾶγμα ἐπεισῆγον τῇ νόσῳ καὶ τὸν ὀδυνώμενον τῷ πυρετῷ λόγοις ὀχληροῖς ἐβάρυνον;
[51] οὐκ ἴστε, ὦ δικασταί, πηλίκης δεῖ τοῖς τοιούτοις ἡσυχίας; οὐκ ἴστε ὑπὸ τῶν ἰατρῶν παραγγελλόμενον δεῖν ἠρεμεῖν αὐτούς τε ἐκείνους καὶ τοὺς παρόντας αὐτοῖς; οὐ καὶ τὰ μὴ λυπηρὰ τῇ φύσει λυπεῖν τοὺς τοιούτους δύναται; κἂν φθέγξηταί τις κἂν μή, κἂν ἑστήκῃ, κἂν καθιζάνῃ, κἂν μειδιᾷ, κἂν σκυθρωπάζῃ, κἂν ἐξίῃ, κἂν μένῃ, τούτων ἕκαστον πλήττει τὸν ἀσθενοῦντα καὶ δυσκολαίνειν ποιεῖ καὶ τὸ κακὸν αὔξει. δεῖ δὲ πειρᾶσθαι τὸν κάμνοντα διὰ πάντων εὐφραίνειν, ἀνιᾶν δὲ μηδὲ καθ' ἕν. διὰ τοῦτο πρὸς αὐτοὺς καὶ ψευδόμεθα καὶ πλάττομεν λόγους ἀφ' ὧν ἂν ἡσθεῖεν, κἂν δυσχερές τι συμβῇ, κρύπτομεν καὶ τὸ οὐκ ὂν ἀγαθὸν ὡς ὑπάρχον λέγομεν.
[52] τότ' οὖν ἔμελλον ἀγωνίζεσθαι πρὸς σέ, πάτερ, καὶ ταῦτα ἃ νῦν εἶπον τὰ πολλὰ διεξιέναι καὶ πειρᾶσθαι δεικνύειν ὡς οὐκ ὀρθῶς βουλεύῃ καὶ ψυχὴν ἕτοιμον εἰς ὀργὴν παροξύνειν καὶ πῦρ ἐπάγειν πυρί; καὶ τίς οὐκ ἂν καὶ τῶν ἰατρῶν καὶ τῶν ἄλλων, εἰ κρατῆσαι συνέβη τὴν νόσον, ἐπ' ἐμὲ τὴν αἰτίαν ἦγεν ἂν τοῦ θανάτου; οὗτός ἐστιν ὁ τὸν πατέρα ἀπεκτονώς, οὗτος ὁ μείζω ποιήσας τὴν ἀρρωστίαν, ὁ τὸν υἱὸν ὃν ἐμέμφετο πρὸς αὐτὸν ἐπαινέσας. σίδηρον μὲν οὐκ ἐπήνεγκε τῷ πατρί, διὰ θυμοῦ δὲ αὐτὸν ἀπολώλεκεν.
[53] εἰ γὰρ νῦν ὑγιαίνων οὐχ ἡδέως δέχῃ τοὺς λόγους καίτοι καὶ τῶν δικαζόντων καὶ τῶν περιεστηκότων συγχωρούντων με δίκαια λέγειν, τίς ἂν ἦσθα τότε χειμαζομένης ὑπὸ τοῦ νοσήματός σοι τῆς ψυχῆς; ἆρ' οὐκ ἂν ἐκεκράγεις ὠθεῖν, ἐξελαύνειν ὡς ἀπολλύντα σε τοῖς λόγοις καὶ τὸ κατ' ἐκείνου μὲν ἐτήρεις μῖσος, τὸ δὲ πρὸς ἐμὲ φίλτρον εἰς μῖσος μετέβαλες, ἀπῄειν δ' ἂν κακὸς ἰατρὸς τῆς ὀργῆς γεγενημένος, ἄλλος δ' ἂν ἀντ' ἀμφοῖν ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο; καὶ οὐχὶ τοῦτο δεινότατον, τὸ δὲ σοὶ ‹κακοῦ› τινος αἴτιον γεγονέναι δοκεῖν τίνος οὐ μεῖζον κακοῦ;
[54] Διαβέβλημαι γάρ φησιν ὑπὸ τῆς σῆς φιλανθρωπίας. ἐξῆν δέ γε, ὦ δικασταί, μὴ τοῦτο παθεῖν, εἴπερ ἐβούλετο σιωπᾶν. ἐγὼ μὲν γὰρ οὔτε ζῶντος οὔτε τεθνεῶτος ταῦτ' ἂν ἐξεῖπον πρὸς ἕτερον οὐδ' ἂν πρὸς αὐτόν γε τὸν ἀδελφόν, ὁ δὲ αὐτὸς ἑαυτόν, ὡς ὁρᾶτε, ἀδικεῖ.
[55] ἐχρῆν δέ γε ἢ σιγᾶν ἢ πρὸς ἐμὲ μόνον ἐπαινεῖν τὰς διαθήκας καὶ φάσκειν εὖ με βεβουλεῦσθαι καὶ χαίρειν μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀπαλλάττειν δὲ τὴν οἰκίαν τῆς ἐνούσης ταραχῆς. οὕτως ἂν ἡμῖν ἅπαντα εἶχε καλῶς, νῦν δὲ πολεμῶν τοῖς γράμμασι καὶ τοσαύτην ἐπάγων δίκην καὶ ποιῶν ὃν ἐγέννησας ἀλλότριον δίδως λαβήν τινα τοῖς πρᾴοις καὶ φιλοτέκνοις.
[56] Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γε, πρὸς θεῶν, ὦ πάτερ, γνώρισον μὲν αὑτόν, γνώρισον δὲ ἡμᾶς. αἰδέσθητι δὲ θεοὺς οἷς ἔθυσας μὲν εὐχόμενος γενέσθαι πατήρ, ἔθυσας δὲ ἤδη γεγενημένος, ἔθυσας δὲ δεκάτην ποιῶν, οὐ ταῦτα αἰτῶν δήπου, μήτ' οἰκίαν μήτε κλῆρον παραδοῦναι τοῖς υἱέσιν, ἀλλὰ διαδόχους, κληρονόμους, χορηγούς, τριηράρχας, ῥήτορας, πρέσβεις, στρατιώτας ἀγαθούς, ἀριστέας, στρατηγούς.
[57] ταῦτα, ὡς εἰκός, ἐδέου σοι γενέσθαι παρὰ τῶν θεῶν, αὗται γὰρ εὐχαὶ πατέρων. τούτων ἀναμνήσθητι, ταῦτα αἰσχύνθητι. καὶ μὴ σαυτὸν μὲν ἄπαιδα καταστήσῃς ὄντων υἱέων, ἡμᾶς δὲ ὀρφανοὺς ὄντος πατρός. ἱκανῶς ἐδάκρυσεν ἡ μήτηρ, ἱκανῶς ὁ δυστυχὴς ἀδελφός, ἱκανῶς ὁ τέως μὲν εὐδαίμων νομιζόμενος ἐγώ, νῦν δὲ ἀθλιώτατος. ἱκανῶς ἐλυπήσαμεν τοὺς ἀληθῶς φίλους, ἱκανῶς εὐφράναμεν τούς τε φανερῶς μισοῦντας καὶ τοὺς οὐχ ὁμολογοῦντας.
[58] ἐν μὲν ταῖς ἄλλαις ἁπάσαις οἰκίαις ὁμόνοια, φίλτρον, κοινοὶ λόγοι, κοιναὶ τράπεζαι, τέρψεις ἐμμελεῖς, ἐλπίδες ἀμείνους, παρὰ δὲ ἡμῖν ἐγκλήματα, κατηγορίαι, θυμός, ἀγανάκτησις, ὀδυρμός, κατήφεια, τὸ νομίζειν ὑπ' ἀλλήλων ἀδικεῖσθαι, πόλεμος εἴσω θυρῶν, σπονδαὶ δὲ οὐδαμόθεν. οὐκ ἔκαμες, ὦ πάτερ, μισῶν τοὺς οἰκείους; οὐκ ἀπείρηκας βοῶν καὶ διαρρηγνύμενος;
[59]
ἀλλὰ πόλεις μὲν πόλεσιν ὑπὲρ τῶν μεγίστων ἐγκαλοῦσαι πολλάκις μέλλουσαι μάχεσθαι συνιόντων ἤδη τῶν στρατοπέδων πρὸ τῶν τραυμάτων κατέθεντο τὴν ἔριν καὶ διελύθησαν ἀλλήλαις συνευχόμεναι, σὺ δὲ πατὴρ ὢν ἀθάνατα χαλεπαίνεις καὶ οὐ ποιήσεις τὴν προσηγορίαν αὐτὴν σύμβολον διαλλαγῶν, ἀλλὰ κακώσεις οὓς ἐγέννησας εἰδὼς ἃ ποιεῖ περὶ τὰ αὑτῶν τὰ θηρία; τίς Ἐριννὺς ἄρα συνεφήψατό σοι τῶν γάμων; περὶ τίνα θεῶν ἁμαρτόντες ταύτην ἀπαιτούμεθα ‹τὴν› δίκην; διὰ τί μὴ γενομένους ἡμᾶς, ὦ πάτερ, ἐξέθηκας μέλλων ἐπὶ τοιούτοις θρέψειν; [60] ἀλλὰ δεῖ με πάντως τῆς οἰκίας ἐκπεσεῖν καὶ οὐ περιέσται σου τῆς ὀργῆς ἡ φύσις; οὐκοῦν τοῦτο μὲν εἰ δοκεῖ, κρατείτω· τῷ δὲ ἀδελφῷ σπεῖσαι καὶ τὰς αἰτίας τῆς ψυχῆς ἐξάλειψον καὶ μάθε τοῖς διαβάλλουσιν ἀπιστεῖν. τρέφε τὸν υἱὸν κληρονόμον, μόνῳ πάντα παράδος. μόνος ἅπαντα ἐχέτω, οὐ μέμψομαι, οὐ φθονήσω, μόνον εἰς υἱὸν ὁ κλῆρος διαβαινέτω. καὶ μὴ τοῦθ' ὃ κατασκευάζονταί τινες ἰσχυέτω τοῖς ἐπιβουλεύουσιν, ἐξελάσαι μέν σε τοὺς σαυτοῦ παῖδας, παῖδας δὲ ἐκείνους νομίσαι.[61] ταῦθ' ὑποσχέσθω παρ' ὑμῖν, ὦ δικασταί, καὶ τὴν ἀποκήρυξιν οἴσω πρᾳότερον. καὶ γὰρ οὐδὲ φόβος μὴ καὶ στέγης καὶ τῶν ὑποδεξομένων ἀπορία γένηται. πολλούς μοι πεποιήκασιν αἱ διαθῆκαι πατέρας. οἶδα ἐπαινούμενος, οἶδα θαυμαζόμενος, οἶδα ἀγαπώμενος. ἔσται τις ὁ κέρδος αὑτοῦ ποιούμενος, εἰ φαίνοιτό μοι τῶν ὄντων μεταδιδούς.
[62]
Ἓν αἰτῶ σε μόνον, ὦ πάτερ, καὶ μηδὲν δείσῃς, οὐ γὰρ λύσει τὴν ἀποκήρυξιν· ἐξέστω μοι προσιέναι τέ σοι καὶ λαλεῖν ἐπ' ἀγορᾶς καὶ παραπέμπειν μέχρι θυρῶν, εἰσιόντα δὲ ὁ θυρωρὸς εἰ λάβοι, σφαττέτω.
[63] Καλείτω μοί τις τὸν ἀδελφόν. ἐλθέ, ὦ ταλαίπωρε, θάρρησον, ἅψαι τῶν γονάτων τοῦ πατρός, δάκρυσον, ἱκέτευσον. μεταβέβηκεν εἰς ἐμὲ τὸ μῖσος. φυλάξει δὲ σοὶ τὰς διαλλαγὰς βεβαίους τὸ πρὸς ἐμὲ πολεμεῖν. πολέμει τοίνυν καὶ λοιδόρει καὶ διαφέρου καὶ τῷ πολέμῳ τούτῳ τήρει τὴν πρὸς αὐτὸν εἰρήνην.