701 49 0 2 2 0 II-III d. C. Storiografia Cassius Dio XXVI Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XXVI

[87]   ὅτι αἱ ἱέρειαι τὸ πλεῖστον αὐταὶ τοῦ τε ὀλέθρου καὶ τῆς αἰσχύνης ὦφλον, συχνοῖς δὲ δὴ καὶ ἄλλοις μεγάλων κακῶν αἴτιαι ἐγένοντο, ἥ τε πόλις ἅπασα ἀπ' αὐτῶν ἐταράχθη. ἐκλογιζόμενοι γὰρ ὅτι τὰ ὑπὸ τοῦ νόμου ἄχραντα καὶ τὰ ὑπὸ τῆς θρησκείας ἅγια ἔκ τε τοῦ φόβου τῆς τιμωρίας κόσμια ἐλυμάνθη, οὐδὲν ὅ τι οὐχ ὑπετόπουν τῶν αἰσχίστων καὶ ἀνοσιωτάτων δύνασθαι γενέσθαι.

[2] καὶ διὰ τοῦτο καὶ τὰς κολάσεις οὐ μόνων τῶν ἐλεγχθέντων ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν αἰτιαθέντων μίσει τοῦ συμβεβηκότος ἐποιήσαντο. ὅθεν οὐκ ἐκ γυναικείας ἔτι ἀσελγείας, ἀλλ' ἐκ δαιμονίας τινὸς ὀργῆς σύμπαντα ‹τὰ› κατ' αὐτὰς συμβῆναι ἔδοξεν. V. 75 (p. 626).

[3]    ὅτι τρεῖς ἅμα ἠνδρώθησαν, καὶ αὐτῶν Μαρκία μὲν αὐτή τε καθ' αὑτὴν καὶ πρὸς ἕνα τινὰ ἱππέα ᾐσχύνθη, κἂν διέλαθεν, εἰ μήπερ ἡ ζήτησις ἐπὶ τῶν ἄλλων ἐπὶ πλεῖον ἀρθεῖσα καὶ ἐκείνην προσκατέλαβεν· Αἰμιλία δὲ καὶ Λικιννία πλῆθος ἐραστῶν ἔσχον καὶ δι' ἀλλήλων ὑβρίζοντο. τὸ μὲν γὰρ πρῶτον ὀλίγοις τισὶν ἰδίᾳ [4] καὶ δι' ἀπορρήτων ὡς καὶ μόνῳ ἑκάστῳ συνεγίγνοντο· ἔπειτα αὐταί τε πάντα τὸν καὶ ὑποπτεῦσαι μηνῦσαί τέ τι δυνάμενον ἐς σιωπὴν ἀναγκαίαν μισθῷ τῆς ὁμιλίας προκατελάμβανον, καὶ οἱ προδιειλεγμένοι σφίσι ταῦθ' ὁρῶντες ἔφερον, ἵνα μὴ κατάφωροι τῇ ἀγανακτήσει γένωνται. ὥστε καὶ καθ' ἕνα καὶ κατὰ πολλούς, τοῦτο μὲν ἰδίᾳ τοῦτο δὲ καὶ κοινῇ, τοῖς τε ἄλλοις ὁμιλεῖν, καὶ τῷ μὲν τῆς Αἰμιλίας ἀδελφῷ τὴν Λικιννίαν τῷ δὲ ταύτης τὴν Αἰμιλίαν συνεῖναι.

[5] καὶ ταῦτα μὲν οὕτω γιγνόμενα ἐπὶ πλεῖστον ἔλαθεν, καὶ πολλῶν μὲν ἀνδρῶν πολλῶν δὲ καὶ γυναικῶν, καὶ ἐλευθέρων καὶ δούλων, συγγιγνωσκόντων ὅμως [ὅπως] ἐπὶ μακρότατον ἔλαθε, πρὶν δὴ Μάνιός τις, ὅσπερ που καὶ τοῦ παντὸς κακοῦ πρῶτος καὶ ὑπηρέτης καὶ συνεργὸς ἐγεγόνει, κατεμήνυσεν αὐτό, ὅτι μήτε ἐλευθερίας μήτ' ἄλλου μηδενὸς ὧν ἤλπισεν ἔτυχεν. καὶ ἦν γὰρ οὐ προαγωγεῦσαι μόνον ἀλλὰ καὶ διαβαλεῖν συγκροῦσαί τέ τινας δεινότατος .. .... V. 76 (p. 626).

[88]

[1]    ὅτι τῷ Μάρκῳ Δρούσῳ ἦν μέν που καθ' αὑτὰ ταῦτα δόξαν αὐτῷ φέροντα, πρὸς δὲ δὴ τὴν τοῦ Κάτωνος συμφοράν, καὶ ὅτι καὶ ἐπιεικείᾳ πολλῇ πρὸς τοὺς στρατιώτας ἐχρήσατο, τήν τε κατόρθωσιν ἐπὶ πλεῖον τῆς ἀληθείας πεποιῆσθαι ἔδοξε, καὶ εὔκλειαν μείζω τῶν ἔργων ἐκτήσατο. V. 77 (p. 629).

[89]   ὅτι τῷ Ἰουγούρθᾳ ὁ Μέτελλος προσπέμψαντί οἱ ὑπὲρ τῆς εἰρήνης πολλὰ καθ' ἓν ἕκαστον ὡς καὶ μόνον ἐπέταξε, καὶ οὕτως ὁμήρους τε παρ' αὐτοῦ καὶ ὅπλα τούς τε ἐλέφαντας καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἔλαβε. καὶ τούτους μὲν πάντας ἀπέκτεινεν, οὐ κατελύσατο δέ, ὅτι ‹ὁ› Ἰουγούρθας οὐκ ἠβουλήθη πρὸς αὐτόν, μὴ συλληφθῇ, ἐλθεῖν, καὶ ὁ Μάριος ὅ τε Γναῖος ἐνεπόδισαν. U4G 19 (p. 385).

[2]    ὅτι ὁ Μάριος ἦν μὲν γὰρ καὶ τὴν ἄλλως καὶ στασιώδης καὶ ταραχώδης, καὶ παντὸς μὲν τοῦ συρφετώδους, ἀφ' οὗπερ καὶ ἐπεφύκει, φίλος, παντὸς δὲ τοῦ γενναίου καθαιρέτης. καὶ γὰρ εἰπεῖν τι καὶ ὑποσχέσθαι καὶ ψεύσασθαι καὶ ἐπιορκῆσαι, ἐν ᾧ πλεονεκτήσειν ἤλπιζεν, ἑτοιμότατα ἐτόλμα, τό τε συκοφαντῆσαί τινα τῶν ἀρίστων καὶ τὸ ἐπαινέσαι αὖ τῶν κακίστων ἐν παιδιᾷ ἐτίθετο. καί μοι μηδεὶς θαυμάσῃ εἰ τοιοῦτός τις ὢν ἐπὶ πλεῖστον ἔλαθεν ἐν οἷς ἐκακούργει· ἔκ τε γὰρ τῆς περιτεχνήσεως καὶ ἐκ τῆς τύχης, ᾗ παράπαν τὰ πρῶτα ἀγαθῇ ἐχρήσατο, καὶ ἀρετῆς δόξαν ἐκτήσατο. V. 78 (p. 629).

[3]    ὅτι τὸν Μέτελλον καὶ δι' ἐκεῖνο ῥᾷον διαβαλεῖν ὁ Μάριος ἠδυνήθη, ὅτι ὁ μὲν ἔν τε τοῖς εὐπατρίδαις ἐξητάζετο καὶ τὰ τοῦ πολέμου ἄριστα διεχείριζεν, αὐτὸς δὲ ἐξ ἀφανεστάτου καὶ ἀδηλοτάτου ἐς τὸ μέσον παριέναι ἤρχετο (οἱ γὰρ πολλοὶ ἑτοίμως τὸν μὲν ὑπὸ τοῦ φθόνου καθῄρουν, τὸν δὲ πρὸς τὰς ἐπαγγελίας ηὖξον), καὶ μάλισθ' ὅτι ἐλογοποιήθη τὸν Μέτελλον παριεμένῳ τότε πρὸς τὰς ἀρχαιρεσίας τῷ Μαρίῳ εἰπεῖν ὅτι "ἀγαπᾶν ὀφείλεις ἂν μετὰ τοῦ υἱέος μου" (μειράκιον δὲ ἐκεῖνος ἦν) "ὑπατεύσῃς". V. 79 (p. 630).

[4]    ὅτι τῷ Μετέλλῳ ἤχθετο ὁ Γαύδας, ὅτι μήτε τοὺς αὐτομόλους μήτε φρουρὰν στρατιωτῶν Ῥωμαίων αἰτήσας παρ' αὐτοῦ ἔλαβεν, ἢ καὶ ὅτι ἐγγὺς αὐτοῦ οὐκ ἐκαθέζετο, ὅπερ ὡς πλήθει τοῖς τε βασιλεῦσι καὶ τοῖς δυνάσταις παρὰ τῶν ὑπάτων ἐδίδοτο. V. 80 (ib.).

[5]    ὅτι τῆς Κίρτας καθ' ὁμολογίαν ἁλούσης ὁ Βόκχος ἐπεκηρυκεύσατο τῷ Μαρίῳ, καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Ἰουγούρθου ἀρχὴν μισθὸν τῆς μεταστάσεως ᾔτει, ἔπειτα μὴ τυχὼν αὐτῆς ἁπλῶς ἠξίωσε συμβῆναι. καὶ ὁ μὲν πρέσβεις ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ δὲ Ἰουγούρθας τούτων [οὐ] γιγνομένων ἀπεχώρησεν ἐς τὰ ἐρημότατα τῆς ἑαυτοῦ γῆς. U4G 20 (p. 385).

[6]    ὅτι ὁ Μάριος πρέσβεις τοῦ Βόκχου κομισάμενος οὐκ ἔφη αὐτῷ συνθήσεσθαι, εἰ μὴ τὸν Ἰουγούρθαν ἔκδοτον παρ' αὐτοῦ λάβοι· ὃ καὶ γέγονεν. U4G 21 (p. 386).