[4]
Συγκτησείδιον μικρὸν ἀγρῶν τεττάρων δοθέντων ἐμοὶ παρὰ τῆς τήθης ἐν τῇ Βιθυνίᾳ τῇ σῇ διαθέσει δῶρον δίδωμι, ἔλαττον μὲν ἢ ὥστε ἄνδρα εἰς περιουσίαν ὀνῆσαί τι μέγα καὶ ἀποφῆναι ὄλβιον, ἔχον δὲ οὐ παντάπασιν ἀτερπῆ τὴν δόσιν, εἴ σοι τὰ καθ' ἕκαστα περὶ αὐτοῦ διέλθοιμι. Παίζειν δὲ οὐδὲν κωλύει πρός σε χαρίτων γέμοντα καὶ εὐμουσίας. Ἀπῴκισται μὲν τῆς θαλάττης σταδίους οὐ πλέον εἴκοσι, καὶ οὔτε ἔμπορος οὔτε ναύτης ἐνοχλεῖ λάλος καὶ ὑβριστὴς τῷ χωρίῳ; οὐ μὴν ἀφῄρηται τὰς παρὰ τοῦ Νηρέως χάριτας παντελῶς, ἔχει δὲ ἰχθὺν πρόσφατον ἀεὶ καὶ ἀσπαίροντα, καὶ ἐπί τινος ἀπὸ τῶν δωμάτων προελθὼν γηλόφου, ὄψει τὴν θάλατταν τὴν Προποντίδα καὶ τὰς νήσους τήν τε ἐπώνυμον πόλιν τοῦ γενναίου βασιλέως, οὐ φυκίοις ἐφεστὼς καὶ βρύοις, οὐδὲ ἐνοχλούμενος ὑπὸ τῶν ἐκβαλλομένων εἰς τοὺς αἰγιαλοὺς καὶ τὰς ψάμμους ἀτερπῶν πάνυ καὶ οὐδὲ ὀνομάζειν ἐπιτηδείων λυμάτων, ἀλλ' ἐπὶ σμίλακος καὶ θύμου καὶ πόας εὐώδους. Ἡσυχία δὲ πολλὴ περὶ τὸν τόπον κατακλινομένῳ καὶ εἰς τὸ βιβλίον ἀφορῶντι, εἶτα διαναπαύοντι τὴν ὄψιν ἥδιστον ἀπιδεῖν εἰς τὰς ναῦς καὶ τὴν θάλατταν. Τοῦτο ἐμοὶ μειρακίῳ κομιδῇ νέῳ θερίδιον ἐδόκει φίλτατον· ἔχει γὰρ καὶ πηγὰς οὐ φαύλας καὶ λουτρὸν οὐκ ἀναφρόδιτον καὶ κῆπον καὶ δένδρα. Ἀνὴρ δὲ ὢν ἤδη τὴν παλαιὰν ἐκείνην ἐπόθουν δίαιταν, καὶ ἦλθον πολλάκις, καὶ γέγονεν ἡμῖν οὐκ ἔξω λόγων ἡ σύνοδος.
Ἔστι δὲ ἐνταῦθα καὶ γεωργίας ἐμῆς μικρὸν ὑπόμνημα, φυταλία βραχεῖα, φέρουσα οἶνον εὐώδη τε καὶ ἡδύν, καὶ οὐκ ἀναμένοντά τι παρὰ τοῦ χρόνου προσλαβεῖν τὸν Διόνυσον ὀψὲ ἢ τὰς Χάριτας· ὁ βότρυς δὲ ἐπὶ τῆς ἀμπέλου καὶ ἐπὶ τῆς ληνοῦ θλιβόμενος ἀπόζει τῶν ῥόδων, τὸ γλεῦκος δὲ ἐν τοῖς πίθοις ἤδη τοῦ νέκταρός ἐστιν ἀπορρὼξ Ὁμήρῳ πιστεύοντι. Τί δῆτα οὐ πολὺ γέγονεν οὐδὲ ἐπὶ πλέθρα πάνυ πολλὰ τοιούτων ἀμπέλων; Τυχὸν μὲν οὐδὲ ἐγὼ γεωργὸς γέγονα πρόθυμος, ἀλλ' ἐπεὶ ἐμοὶ νηφάλιος ὁ τοῦ Διονύσου κρατὴρ καὶ ἐπὶ πολὺ τῶν Νυμφῶν δέεται, ὅσον εἰς ἐμαυτὸν καὶ τοὺς φίλους (ὀλίγον δέ ἐστι τὸ χρῆμα τῶν ἀνδρῶν) παρεσκευασάμην. Νῦν δή σοι δῶρον, ὦ φίλη κεφαλή, δίδωμι μικρὸν μὲν ὅπερ ἐστί, χαρίεν δὲ φίλῳ παρὰ φίλου, οἴκοθεν οἴκαδε, κατὰ τὸν σοφὸν ποιητὴν Πίνδαρον.
Τὴν ἐπιστολὴν ἐπισύρων πρὸς λύχνον γέγραφα, ὥστε, εἴ τι ἡμάρτηται, μὴ πικρῶς ἐξέταζε, μηδὲ ὡς ῥήτωρ ῥήτορα.
Ἀγρὸς Ἀχαιμενίδου τὸ πρίν ποτε, νῦν δὲ Μενίσκου,
ἄλλοτε δ' ἐξ ἑτέρου μεταβήσομαι εἰς ἕτερον·
καὶ γὰρ ἐκεῖνος ἔχειν με τότ' ᾤετο καὶ πάλιν οὗτος
οἴεται· εἰμὶ δ' ἐγὼ οὐδενός, ἀλλὰ Τύχης.
[8]
Εἴ τις ὑμᾶς πέπεικεν ὅτι τοῦ φιλοσοφεῖν ἐπὶ σχολῆς ἀπραγμόνως ἐστὶν ἥδιον ἢ λυσιτελέστερόν τι τοῖς ἀνθρώποις, ἠπατημένος αὐτὸς ἐξαπατᾷ· εἰ δὲ μένει παρ' ὑμῖν ἡ πάλαι προθυμία καὶ μὴ καθάπερ φλὸξ λαμπρὰ ταχέως ἀπέσβη, μακαρίους ἔγωγε ὑμᾶς ὑπολαμβάνω. Τέταρτος ἐνιαυτὸς ἤδη παρελήλυθε καὶ μὴν οὑτοσὶ τρίτος ἐπ' αὐτῷ σχεδόν, ἐξ ὅτου κεχωρίσμεθα ἡμεῖς ἀλλήλων. Ἡδέως δ' ἂν ἐσκεψάμην ἐν τούτῳ πόσον τι προεληλύθατε. Τὰ δὲ ἐμά, εἰ καὶ φθεγγοίμην Ἑλληνιστί, θαυμάζειν ἄξιον· οὕτως ἐσμὲν ἐκβεβαρβαρωμένοι διὰ τὰ χωρία. Μὴ καταφρονεῖτε τῶν λογιδίων, μηδὲ ἀμελεῖτε ῥητορικῆς μηδὲ τοῦ ποιήμασιν ὁμιλεῖν· ἔστω δὲ καὶ τῶν μαθημάτων ἐπιμέλεια πλείων, ὁ δὲ πᾶς πόνος τῶν Ἀριστοτέλους καὶ Πλάτωνος δογμάτων ἐπιστήμη. Τοῦτο ἔργον ἔστω· τοῦτο κρηπίς, θεμέλιος, οἰκοδομία, στέγη· τἆλλα δὲ πάρεργα, μετὰ μείζονος σπουδῆς παρ' ὑμῶν ἐπιτελούμενα ἢ παρά τισι τὰ ἀληθῶς ἔργα. Ἐγὼ νὴ τὴν θείαν δίκην ὑμᾶς ὡς ἀδελφοὺς φιλῶν ταῦτα ὑμῖν συμβουλεύω· γεγόνατε γάρ μοι συμφοιτηταὶ καὶ πάνυ φίλοι. Εἰ μὲν οὖν πεισθείητε, πλέον στέρξω, ἀπειθοῦντας δὲ ὁρῶν λυπήσομαι· λύπη δὲ συνεχὴς εἰς ὅ ποτε τελευτᾶν εἴωθεν, εἰπεῖν παραιτοῦμαι οἰωνοῦ κρείττονος ἕνεκα.
[9]
Ὁ Συλοσὼν ἀνῆλθε, φασί, παρὰ τὸν Δαρεῖον καὶ ὑπέμνησεν αὐτὸν τῆς χλανίδος καὶ ᾔτησεν ἀντ' ἐκείνης παρ' αὐτοῦ τὴν Σάμον· εἶτα ἐπὶ τούτῳ Δαρεῖος μὲν ἐμεγαλοφρονεῖτο [τὸ] μεγάλα ἀντὶ μικρῶν νομίζων ἀποδεδωκέναι, Συλοσὼν δὲ λυπρὰν ἐλάμβανε χάριν. Σκόπει δὴ τὰ ἡμέτερα νῦν πρὸς ἐκεῖνα· ἓν μὲν δὴ τὸ πρῶτον οἶμαι κρεῖσσον ἔργον ἡμέτερον· οὐδὲ γὰρ ὑπεμείναμεν ὑπομνησθῆναι παρ' ἄλλου, τοσούτῳ δὲ χρόνῳ τὴν μνήμην τῆς σῆς φιλίας διαφυλάξαντες ἀκέραιον, ἐπειδὴ πρῶτον ἡμῖν ἔδωκεν ὁ θεός, οὐκ ἐν δευτέροις, ἀλλ' ἐν τοῖς πρώτοις σε μετεκάλεσα. Τὰ μὲν οὖν πρῶτα τοιαῦτα· περὶ δὲ τῶν μελλόντων ἆρά μοι δώσεις τι (καὶ γάρ εἰμι μαντικός) προαγορεῦσαι; μακρῷ νομίζω κρείττονα ἐκείνων (Ἀδράστεια δὲ εὐμενὴς εἴη)· σύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως, ἐγώ τε πολλῶν δέομαι τῶν συνεπανορθούντων μοι τὰ πεπτωκότα κακῶς. Ταῦτά σοι Γαλλικὴ καὶ βάρβαρος Μοῦσα προσπαίζει, σὺ δὲ ὑπὸ τῇ τῶν θεῶν πομπῇ χαίρων ἀφίκοιο.
Καὶ τῇ αὑτοῦ χειρί ‑ †Λῖς †ἐρίφων καὶ τῆς ἐν τοῖς χειμαδίοις θήρας τῶν προβαταγρίων, ἧκε πρὸς τὸν φίλον, ὅς σε τότε, καίπερ οὔπω γινώσκειν ὅσος εἶ δυνάμενος, ὅμως περιεῖπον.
[10]
Ἤδη μὲν ἐτύγχανον ἀνειμένος τῆς νόσου, τὴν γεωγραφίαν ὅτε ἀπέστειλας· οὐ μὴν ἔλαττον διὰ τοῦτο ἡδέως ἐδεξάμην τὸ παρὰ σοῦ πινάκιον ἀποσταλέν· ἔχει γὰρ καὶ τὰ διαγράμματα τῶν πρόσθεν βέλτιον, καὶ κατεμούσωσας αὐτὸ προσθεὶς τοὺς ἰάμβους, οὐ μάχην ἀείδοντας τὴν Βουπάλειον κατὰ τὸν Κυρηναῖον ποιητήν, ἀλλ' οἵους ἡ καλὴ Σαπφὼ βούλεται τοῖς ὕμνοις ἁρμόττειν, καὶ τὸ μὲν δῶρον τοιοῦτόν ἐστιν, ὁποῖον ἴσως σοί τε ἔπρεπε δοῦναι ἐμοί τε ἥδιστον δέξασθαι.
Περὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων ὅτι δραστηρίως ἅμα καὶ πράως ἅπαντα περαίνειν προθυμῇ, συνηδόμεθα· μῖξαι γὰρ πραότητα καὶ σωφροσύνην ἀνδρείᾳ καὶ ῥώμῃ, καὶ τῇ μὲν χρήσασθαι πρὸς τοὺς ἐπιεικεστάτους, τῇ δὲ ἐπὶ τῶν πονηρῶν ἀπαραιτήτως πρὸς ἐπανόρθωσιν, οὐ μικρᾶς ἐστι φύσεως οὐδὲ ἀρετῆς ἔργον, ὡς ἐμαυτὸν πείθω. Τούτων εὐχόμεθά σε τῶν σκοπῶν ἐχόμενον, ἄμφω πρὸς ἓν τὸ καλὸν αὐτοὺς συναρμόσαι· τοῦτο γὰρ ἁπάσαις προκεῖσθαι ταῖς ἀρεταῖς τέλος οὐκ εἰκῆ τῶν παλαιῶν ἐπίστευον οἱ λογιώτατοι. Ἐρρωμένος καὶ εὐδαιμονῶν διατελοίης ἐπὶ μήκιστον, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. [11]
Ἄρτι μοι παυσαμένῳ χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος Σωτῆρος προνοίᾳ, γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ' ἣν ἡμέραν πρῶτον ἐλουσάμην. Δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην, αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας· ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι τὴν σὴν φιλίαν. Τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθέως ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ θεοειδοῦς Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. Ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. Σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ πάντα ἐφορῶντος θεοῦ· ἴδοιμί σε, ἐμὸν ἀγαθόν.
Καὶ ἰδίᾳ χειρί ‑ Νὴ τὴν σωτηρίαν τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. Ἀγαθώτατε, πότε σε ἴδω καὶ περιλάβωμαι; νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ.
[12]
Περὶ τοῦ τὴν σὴν ἀγαθότητα πρός με ἥκειν, εἴπερ διανοῇ, νῦν σὺν τοῖς θεοῖς βούλευσαι καὶ προθυμήθητι· τυχὸν γὰρ ὀλίγον ὕστερον οὐδὲ ἐγὼ σχολὴν ἄγω. Τὰ Ἰαμβλίχου πάντα μοι τὰ εἰς τὸν ὁμώνυμον ζήτει· δύνασαι δὲ μόνος· ἔχει γὰρ ὁ τῆς σῆς ἀδελφῆς γαμβρὸς εὐδιόρθωτα. Εἰ δὲ μὴ σφάλλομαι, καὶ σημεῖόν τί μοι, ἡνίκα τοῦτο τὸ μέρος ἔγραφον, ἐγένετο θαυμάσιον.
Ἱκετεύω σε, μὴ διαθρυλλείτωσαν οἱ Θεοδώρειοι καὶ τὰς σὰς ἀκοὰς ὅτι ἄρα φιλότιμος ὁ θεῖος ἀληθῶς καὶ μετὰ Πυθαγόραν καὶ Πλάτωνα τρίτος Ἰάμβλιχος· εἰ δὲ τολμηρὸν πρός σε τὴν αὑτοῦ διάνοιαν φανερὰν ποιεῖν, ὡς ἕπεται τοῖς ἐνθουσιῶσιν, οὐ παράλογος ἡ συγγνώμη· καὶ αὐτὸς δὲ περὶ μὲν Ἰάμβλιχον ἐν φιλοσοφίᾳ, περὶ δὲ τὸν ὁμώνυμον ἐν θεοσοφίᾳ μέμηνα, καὶ νομίζω τοὺς ἄλλους, κατὰ τὸν Ἀπολλόδωρον, μηθὲν εἶναι πρὸς τούτους.
Ὑπὲρ δὲ τῶν Ἀριστοτέλους συναγωγῶν ἃς ἐποιήσω, τοσοῦτόν σοι λέγω· πεποίηκάς με ψευδεπίγραφον εἶναί σου μαθητήν. Ὁ μὲν γὰρ Τύριος [Μάξιμος] εἰς βιβλία [μὲν] πλείονα τῆς λογικῆς ὀλίγα †δυεῖν εἶπε , σὺ δέ με δι' ἑνὸς βιβλίου τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐποίησας ἴσως δὴ καὶ βάκχον, ἀλλ' οὔ τι ναρθηκοφόρον. Εἰ δὲ ἀληθῆ λέγω, παραγενομένῳ σοι πολλὰ πάνυ τοῦ πέρυσι χειμῶνος ἐξελέγξει πάρεργα.
[13]
Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δοὺς αὐτῷ φέρειν ἐπιστολὰς πρός σε καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, ‹εἰς› πλείονα χρόνον· ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μηδὲν ‹τὴν› τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης. Ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ᾖ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ ὄμνυμί σοι τὸν πάντων ἀγαθῶν αἴτιον ἐμοὶ καὶ Σωτῆρα ὅτι διὰ τοῦτο ζῆν εὔχομαι, ἵν' ὑμῖν τι χρήσιμος γένωμαι· τὸ δὲ "ὑμῖν" ὅταν εἴπω, τοὺς ἀληθινούς φημι φιλοσόφους, ὧν εἶναί σε πεισθεὶς οἶσθα πῶς ἐφίλησα καὶ φιλῶ καὶ ὁρᾶν εὔχομαι. Ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξοι πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. Τὴν ἱερὰν Ἱππίαν καὶ τὰ παιδία ὑμῶν προσαγορεύω.
[14]
Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν ὁ θεῖος Ὅμηρος,καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. Ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑωρακέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον· δένδρον γὰρ ᾠόμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, ἐν τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. Ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ· καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. Ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην· "οἵου δένδρου κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι". Καί τις ἀγνὼς ἐμοὶ παντελῶς· "ὅρα", ἔφησεν, "ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης, τὸ μικρότερον ἀβλαβὲς διαμένει, καὶ βεβαιότερον ἱδρυνθήσεται".
Τὰ μὲν δὴ τῶν ὀνειράτων τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅ τι φέρει· περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου [οὗ] μάθοιμ' ἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν ἢ τοῦ συντυχεῖν ἐμοὶ ἢ μετὰ τοῦτο· δήλωσον οὖν ἡμῖν ὅ τι ἂν οἷός τε ᾖς.
Ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. Ὅτε δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν, ἢ μάχεσθαι; τὸ μὲν οὖν πρῶτον, οἶμαι, ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν ἐχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. Τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷ, "πάντη καὶ πάντως", εἶπον, "διορθώσει τὰ ὑπομνήματα οὗτος ὁ δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ". Τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε τοῦ σωφρόνως τι πρᾶξαι, ὥστε πεποιηκέναι ὅσα νὴ τὸν θεὸν οὐδὲ εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. Ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, ἢ κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, οἶμαι, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; Ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν (καίτοι†χρῆν ἱκανὰ) τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι, τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. Εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. Τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο· κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν· ἄμεινον γὰρ ὀλίγον ὀρθῶς ἢ πολὺν κακῶς πρᾶξαι χρόνον. Οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγενέστερα, τοσούτῳ δὲ μόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει· τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ ‹μετὰ› φρονήσεως ἀξιοῖ τοῖς ἐγνωσμένοις ἐμμένειν. [19]
Ναῦς ἐπέταξα γενέσθαι περὶ τὰς Κεγχρέας. Τὸ μὲν οὖν ὅσας, ὁ τῶν Ἑλλήνων ἡγούμενος φράσει, τὸ δὲ ὅπως χρὴ ποιεῖσθαι τὴν ἐπιμέλειαν, ἄκουε παρ' ἡμῶν· ἀδωροδοκήτως καὶ ταχέως. Ὅπως δὲ μὴ μεταμελήσει σοι τῆς τοιαύτης ὑπουργίας, αὐτὸς σὺν θεοῖς ἐπιμελήσομαι.
[20] Ἀνάμνησον γὰρ σαυτόν, ὦ βασιλεῦ, τῆς ἐπιστολῆς ἣν Κορινθίοις ἔπεμψας, ... ἐν ᾗ σαφῶς εὐεργέτας σαυτοῦ τοὺς Κορινθίους καλεῖς. Ἀλλὰ γὰρ αὐτοῦ μοι δεῖ τοῦ μέρους τῆς ἐπιστολῆς, καὶ γὰρ ἂν ἡδίους τοὺς ἀκούοντας ποιήσαιμεν·
"Πατρῴα μοι πρὸς ὑμᾶς ὑπάρχει φιλία· καὶ γὰρ ᾤκησε παρ' ὑμῖν ὁ ἐμὸς πατὴρ καὶ ἀναχθεὶς ἔνθεν, ὥσπερ ἐκ Φαιάκων Ὀδυσσεύς, τῆς πολυχρονίου πλάνης ἀπηλλάγη".
Εἶτα μικρὰ διελθὼν περὶ πανούργου μητρυιᾶς (scil. Helena), "ἐνταῦθα", φής, "ὁ πατὴρ ἀνεπαύσατο".
[25b] Περὶ τὴν Ἑρκυνίαν ὕλην ἐθέομεν, καὶ εἶδον ἐγὼ χρῆμα ἐξαίσιον· ἰδοὺ γοῦν σοι θαρρῶν ἐγὼ ἐγγυῶμαι μήποτε ὦφθαι τοιοῦτον μηδὲν ὅσα γε ἴσμεν ἡμεῖς ἐν τῇ Ῥωμαίων, ἀλλ' εἴτε τὰ Θετταλικὰ Τέμπη δύσβατα νομίζει τις, εἴτε τὰ ἐν Θερμοπύλαις, εἴτε τὸν μέγαν καὶ διωλύγιον Ταῦρον, ἐλάχιστον ἴστω χαλεπότητος ἕνεκα πρὸς τὸ Ἑρκύνιον τοὔνομα.
[26]
Πάντα ἀθρόα ἔπεισί μοι καὶ ἀποκλείει τὴν φωνήν, ἄλλο ἄλλῳ προελθεῖν οὐ ξυγχωροῦν τῶν ἐμῶν διανοημάτων, εἴτε ψυχικόν ‹τι› τῶν παθῶν εἴτε ὅπως φίλον κατονομάζειν τὰ τοιαῦτα· ἀλλ' ἀποδῶμεν αὐτοῖς ἣν ὁ χρόνος ἀπέδωκε τάξιν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς θεοῖς, οἳ τέως μὲν γράφειν ἐμοὶ συνεχώρησαν, ἴσως δὲ ἡμῖν καὶ ἀλλήλους ἰδεῖν συγχωρήσουσιν. Ὡς πρῶτον αὐτοκράτωρ ἐγενόμην (ἄκων, ὡς ἴσασιν οἱ θεοί· καὶ τοῦτο †αὐτοῖς εἰ †καταφανὲς ὃν ἐνεδέχετο τρόπον ἐποίησα), στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατιᾶς, ἐπανιὼν εἰς τοὺς Γαλατικοὺς αἰγιαλοὺς ἀπεσκόπουν καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανόμην μή τις φιλόσοφος, μή τις σχολαστικὸς ἢ τριβώνιον ἢ χλανίδιον φορῶν κατῆρεν. Ἐπεὶ δὲ περὶ τὸν Βισεντίωνα (πολίχνη δέ ἐστι νῦν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, καὶ τείχει καρτερὰ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ ὁ Δοῦβις ποταμός, ἡ δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄβατος ὀλίγου δέω φάναι καὶ αὐτοῖς ὄρνισιν, πλὴν ὅσα ὁ ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους), ταύτης πλησίον τῆς πόλεως ἀπήντησε Κυνικός τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν· τοῦτον πόρρωθεν θεασάμενος, οὐδένα ἄλλον ὑπέλαβον ἢ σέ. Πλησίον δὲ ἤδη προσιών, παρὰ σοῦ πάντως ἥκειν αὐτὸν ἐνόμιζον· ὤφθη δὲ ἀνὴρ φίλος μέν, ἥττων δὲ τῆς προσδοκωμένης ἐλπίδος. Ἓν μὲν δὴ τοιοῦτον ὄναρ ἐγένετό μοι· μετὰ τοῦτο δὲ πάντως ᾤμην σε πολυπραγμονήσαντα τὰ κατ' ἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν. Ἴστω Ζεύς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶς κράτος καὶ πάντες θεοὶ καὶ πᾶσαι πῶς, κατιὼν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν, ἔτρεμον ὑπὲρ σοῦ, καὶ ἐπυνθανόμην τῶν θεῶν, αὐτὸς μὲν οὐ τολμῶν (οὐ γὰρ ὑπέμενον οὔτε ἰδεῖν τοιοῦτον οὐδὲ ἀκοῦσαι οὐδέν, οἷον ἄν τις ὑπέλαβε δύνασθαι τὸ τηνικαῦτα περὶ σὲ γίγνεσθαι), ἐπέτρεπον δὲ ἄλλοις· οἱ θεοὶ δὲ ταραχὰς μέν τινας ἔσεσθαι περὶ σὲ φανερῶς ἐδήλουν, οὐθὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέσμων βουλευμάτων.
Ἀλλ' ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον, ‹ἃ› μάλιστά σε πυθέσθαι ἄξιον· πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβουλῶν πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπ' αὐτοφώρῳ· ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. Θρησκεύομεν τοὺς θεοὺς ἀναφανδὸν καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν· ἡμεῖς φανερῶς βουθυτοῦμεν· ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια περὶ ἡμῶν ἑκατόμβας πολλάς· ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε προθύμως αὐτοῖς· μεγάλους καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν.
Ἦλθε πρὸς ἡμᾶς Εὐάγριος ........................... ........................................................ τοῦ παρ' ἡμῖν τιμωμένου θεοῦ ...........
Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. Δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. Ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε, ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις, αὐτὸς τοῖς νεανίσκοις σήμηνον. [28]
Τρίτης ὥρας νυκτὸς ἀρχομένης, οὐκ ἔχων οὐδὲ τὸν ὑπογράφοντα διὰ τὸ πάντας ἀσχόλους εἶναι, μόλις ἴσχυσα πρός σε ταῦτα γράψαι. Ζῶμεν διὰ τοὺς θεοὺς ἐλευθερωθέντες τοῦ παθεῖν ἢ δρᾶσαι τὰ ἀνήκεστα· μάρτυς δὲ ὁ Ἥλιος, ὃν μάλιστα πάντων ἱκέτευσα συνάρασθαί μοι, καὶ ὁ βασιλεὺς Ζεύς, ὡς οὐπώποτε ηὐξάμην ἀποκτεῖναι Κωνστάντιον, μᾶλλον δὲ ἀπηυξάμην. Τί οὖν ἦλθον; ἐπειδή μοι οἱ θεοὶ διαρρήδην ἐκέλευσαν, σωτηρίαν μὲν ἐπαγγελλόμενοι πειθομένῳ, μένοντι δὲ ὃ μηδεὶς θεῶν ποιήσειεν· ἄλλως τε ὅτι καὶ πολέμιος ἀποδειχθεὶς ᾤμην φοβῆσαι μόνον καὶ εἰς ὁμιλίας ἥξειν ἐπιεικεστέρας τὰ πράγματα, εἰ δὲ μάχῃ κριθείη, τῇ Τύχῃ τὰ πάντα καὶ τοῖς θεοῖς ἐπιτρέψας περιμένειν ὅπερ ἂν αὐτῶν τῇ φιλανθρωπίᾳ δόξῃ.
[29]
Ζῶμεν ὑπὸ τῶν θεῶν σωθέντες· ὑπὲρ ἐμοῦ δὲ αὐτοῖς θῦε τὰ χαριστήρια· θύσεις δὲ οὐχ ὑπὲρ ἑνὸς ἀνδρός, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων. Εἰ δέ σοι σχολὴ καὶ μέχρι τῆς Κωνσταντίνου πόλεως διαβῆναι, τιμησαίμην ἂν οὐκ ὀλίγου τὴν σὴν ἐντυχίαν. [30]
Δεξάμενός σου τὴν ἐπιστολὴν ἥσθην μέν, ὡς εἰκός· τί γὰρ οὐκ ἔμελλον, ἄνδρα ἑταῖρον ἐμοὶ καὶ φίλων φίλτατον σῶν εἶναι πυνθανόμενος; ὡς δὲ καὶ ἀφελὼν τὸν ἐπικείμενον δεσμὸν ἐπῄειν πολλάκις, οὐκ ἂν ἐγὼ παραστῆσαι τῷ λόγῳ δυναίμην τίς καὶ ὁποῖος ἐγενόμην· γαλήνης ἐμπιπλάμενος καὶ θυμηδίας, ὥσπερ εἰκόνα τινὰ τοῦ γενναίου σου καθορῶν τρόπου, τὴν ἐπιστολὴν ἠσπαζόμην. Ὑπὲρ ἧς τὰ μὲν καθ' ἕκαστα γράφειν μακρὸν ἂν εἴη καὶ περιττῆς ἴσως ἀδολεσχίας οὐκ ἔξω· ἃ δ' οὖν ἐπῄνεσα διαφερόντως, ταῦτα εἰπεῖν οὐκ ἂν ὀκνήσαιμι· πρῶτον μέν, ὅτι τὴν παροινίαν, ἣν εἰς ἡμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν (εἴ γε τὸν τοιοῦτον ἡγεμόνα χρὴ καλεῖν ἀλλὰ μὴ τύραννον), οὔτοι βαρέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι· τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, ἐναργές ἐστι φιλοσόφου γνώμης τεκμήριον, ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι, ὁ δὲ ἐπεμέλετο Γυάρων, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων,
Ταῦτα ἐγὼ τῆς ἐπιστολῆς τῆς σῆς ἐπαινέσας, τὸ τρίτον οὐκ οἶδα ὅντινα τρόπον ἀποδέξασθαι· γράφεις γὰρ κελεύων σημαίνειν ὅ τι ἄν μοι παρὰ μέλος πράττειν αὐτὸς ἢ λέγειν δοκῇς. Ἐγὼ δέ, ὅτι μὲν πλέον ἐμαυτῷ νῦν ἢ σοὶ τῶν τοιούτων δεῖν ὑπολαμβάνω παραινέσεων, πολλὰ ἔχων εἰπεῖν, ἐς αὖθις ἀναβαλοῦμαι. Τὸ μὲν οὖν αἴτημα τυχὸν οὐδὲ σοὶ προσήκει· περίεστι γάρ σοι καὶ σχολή, καὶ φύσεως ἔχεις εὖ, καὶ φιλοσοφίας ἐρᾷς, εἴπερ τις ἄλλος τῶν πώποτε, τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεσεν ἀποφῆναι τὸν Ἀμφίονα τῆς παλαιᾶς μουσικῆς εὑρετήν, χρόνος, θεῶν πνεῦμα ἔρως τε ὑμνῳδίας. Οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸς ταῦτα πέφυκεν ἀντιτάττεσθαι, καὶ ταῦτα ῥᾳδίως ἂν ὁ τῶν τριῶν τούτων μέτοχος ἐξεύροι· ἦ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀκοῇ παραδεδέγμεθα οὐ τὰς ἁρμονίας μόνον, αὐτὴν δὲ ἐπ' αὐταῖς ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρησάμενον ἐπινοίᾳ, εἴτε τινὶ θείᾳ δόσει, ‹εἴτε› διά τινα συντυχίαν ἀμήχανον; Καὶ τῶν παλαιῶν οἱ πλεῖστοι τοῖς τρισὶ τούτοις ἐοίκασι μάλιστα προσχόντες οὔτι πλαστῶς φιλοσοφῆσαι, οὐδενὸς ἄλλου δεόμενοι.
Χρὴ οὖν σε παρίστασθαι καὶ διὰ τῶν ἐπιστολῶν τὰ πρακτέα καὶ τὰ μὴ παραινεῖν προθύμως· ὁρῶμεν γὰρ καὶ τῶν στρατευομένων οὐ τοὺς εἰρηνεύοντας συμμαχίας δεομένους, τοὺς πονουμένους δέ, οἶμαι, τῷ πολέμῳ, καὶ τῶν κυβερνητῶν οὐχ οἱ μὴ πλέοντες τοὺς πλέοντας παρακαλοῦσιν, οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας. Οὕτως ἐξ ἀρχῆς δίκαιον ἐφάνη τοὺς σχολὴν ἄγοντας τοῖς ἐπὶ τῶν ἔργων ἀμύνειν καὶ παρεστάναι καὶ τὸ πρακτέον ὑφηγεῖσθαι, ἐπειδάν, οἶμαι, τὰ αὐτὰ πρεσβεύωσι. Ταῦτα διανοούμενόν σε προσήκει τοῦθ', ὅπερ ἀξιοῖς παρ' ἡμῶν εἰς σὲ γίνεσθαι, δρᾶν· καί, εἴ σοι φίλον, ταυτὶ ξυνθώμεθα, ἵν' ἐγὼ μέν, ὅ τι ἄν μοι φαίνηται περὶ τῶν σῶν ἁπάντων, πρός σε σημαίνω, σὺ δὲ αὖθις πρός με περὶ τῶν ἐμῶν λόγων καὶ πράξεων· ταύτης γάρ, οἶμαι, τῆς ἀμοιβῆς οὐδὲν ἂν ἡμῖν γένοιτο κάλλιον.
Ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξοι πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε· ἴδοιμί σε διὰ ταχέων, ὡς εὔχομαι.
[31]
Τί δὲ οὐκ ἔμελλον ἐγὼ Προαιρέσιον τὸν καλὸν προσαγορεύειν, ἄνδρα τοὺς λόγους ἐφιέντα καθάπερ οἱ ποταμοὶ τοῖς πεδίοις ἐπαφιᾶσι τὰ ῥεύματα, καὶ ζηλοῦντα τὸν Περικλέα κατὰ τοὺς λόγους ἔξω τοῦ ξυνταράττειν καὶ ξυγκυκᾶν τὴν Ἑλλάδα; Θαυμάζειν δὲ οὐ χρὴ τὴν Λακωνικὴν εἰ πρός σε βραχυλογίαν μιμησαίμην· ὑμῖν μὲν γὰρ πρέπει τοῖς σοφοῖς μακροὺς πάνυ καὶ μεγάλους ποιεῖσθαι τοὺς λόγους, ἡμῖν δὲ ἀρκεῖ καὶ τὰ βραχέα πρὸς ὑμᾶς. Ἴσθι δῆτά μοι πολλὰ πανταχόθεν κύκλῳ πράγματα ἐπιρρεῖν. Τῆς δὲ καθόδου τὰς αἰτίας, εἰ μὲν ἱστορίας γράφεις, ἀκριβέστατα πάντα ἀπαγγελῶ σοι, δοὺς τὰς ἐπιστολὰς ἀποδείξεις ἐγγράφους· εἰ δὲ ἔγνωκας τοῖς γυμνάσμασι καὶ ταῖς μελέταις εἰς τέλος ἄχρι γήρως προσκαρτερεῖν, οὐδὲν ἴσως μου τῇ σιωπῇ μέμψῃ.
[32]
Ἡ μὲν παροιμία φησίν· οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας· ὦ χρυσὸν ἀγγείλας ἐπῶν. Ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον καὶ σπεῦδε παρ' ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλῳ. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής· οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντες ἱκανοὶ πρὸς πάντα. Διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηθὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως (ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι), καθ' ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους· ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε, ὅταν δέῃ, καὶ ἐπιτιμῶντες, οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. Ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες· ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας. Ἀλλ' ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. Σπεῦδε οὖν, ὅπερ ἔφην ἤδη, δημοσίῳ χρησάμενος δρόμῳ· συνδιατρίψας δὲ ἡμῖν ἐφ' ὅσον σοι φίλον, ᾗπερ ἂν θέλῃς ὑφ' ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιεῖ.
[33]
Δός μοί τι κατὰ τοὺς μελικτὰς εἰπεῖν ῥήτορας· ὦ παρ'ἐλπίδα σεσωσμένος ἐγώ, ὦ παρ' ἐλπίδας ἀκηκοὼς ὅτι διαπέφευγας τὴν τρικέφαλον ὕδραν, οὔτι μὰ Δία τὸν ἀδελφόν φημι Κωνστάντιον (ἐκεῖνος μὲν ἦν οἷος ἦν), ἀλλὰ τὰ περὶ αὐτὸν θηρία πᾶσιν ἐποφθαλμιῶντα, ἃ κἀκεῖνον ἐποίει χαλεπώτερον, οὐδὲ τὸ καθ' ἑαυτὸν παντάπασι πρᾶον, εἰ καὶ ἐδόκει πολλοῖς τοιοῦτος. Ἐκείνῳ μὲν οὖν, ἐπειδὴ μακαρίτης ἐγένετο, κούφη γῆ, καθάπερ λέγεται· τούτους δὲ ἀδίκως τι παθεῖν οὐκ ἂν ἐθέλοιμι, ἴστω Ζεύς· ἐπειδὴ δὲ αὐτοῖς ἐπανίστανται πολλοὶ κατήγοροι, δικαστήριον ἀποκεκλήρωται. Σὺ δέ, ὦ φίλε πάτερ, εἰ καὶ παρὰ δύναμιν, ἐπείχθητι· θεάσασθαι γάρ σε πάλαι τε ηὐχόμην νὴ τοὺς θεοὺς καὶ νῦν, ἀσμενέστατα ὅτι διεσώθης ἀκηκοώς, ἥκειν παρακελεύομαι.
[34]
Μὴ λίαν ᾖ κοινὸν τὸ προοίμιον "τὸν ἐσθλὸν ἄνδρα", τὰ δὲ ἐφεξῆς οἶσθα δήπουθεν, ἀλλὰ καὶ ἔχεις· οἶσθα μὲν γὰρ ἅτε λόγιος ὢν καὶ φιλόσοφος τὸ ἑπόμενον αὐτῷ, ἐμὲ δὲ ἔχεις φίλον, εἴπερ οὖν ἄμφω ἐσθλοί ἐσμεν. Ὑπὲρ γὰρ σοῦ τοῦτο κἂν διατειναίμην, ὅτι τοιοῦτος εἶ, περὶ δὲ ἐμαυτοῦ σιωπῶ· γένοιτο δὲ τοὺς ἄλλους αἰσθέσθαι καὶ ἐμοῦ τοιούτου. Τί οὖν ὥσπερ ἄτοπόν τι λέγων κύκλῳ περίειμι, δέον εἰπεῖν· "ἧκε καὶ σπεῦδε καί, τὸ λεγόμενον, ἵπτασο"; Πορεύσει δέ σε θεὸς εὐμενὴς μετὰ τῆς Ἐνοδίας παρθένου, καὶ ὑπουργήσει δρόμος δημόσιος ὀχήματι, βουλομένῳ χρήσασθαι, καὶ παρίπποις δυσίν.
[35]
Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν Ὅμηρος ὁ σοφὸς ἐνομοθέτησεν· ἡμῖν δὲ ὑπάρχει πρὸς ἀλλήλους ξενικῆς φιλίας ἀμείνων ἥ τε διὰ τῆς ἐνδεχομένης παιδείας καὶ τῆς περὶ τοὺς θεοὺς εὐσεβείας, ὥστε οὐκ ἄν μέ τις ἐγράψατο δικαίως ‹ὡς› τὸν Ὁμήρου παραβαίνοντα νόμον, εἰ καὶ ἐπὶ πλεῖόν σε μένειν παρ' ἡμῖν ἠξίωσα. Ἀλλά σοι τὸ σωμάτιον ἰδὼν ἐπιμελείας πλείονος δεόμενον, ἐπέτρεψα βαδίζειν εἰς τὴν πατρίδα, καὶ ῥᾳστώνης ἐπεμελήθην τῆς πορείας· ὀχήματι γοῦν ἔξεστί σοι δημοσίῳ χρήσασθαι. Πορεύοιεν δέ σε σὺν Ἀσκληπιῷ πάντες οἱ θεοὶ καὶ πάλιν ἡμῖν συντυχεῖν δοῖεν.
[36]
Ὡς ὤνησέ γε τὸ σύνθημα ἡμῖν μελλῆσαν· ἀντὶ γὰρ τοῦ τρέμειν καὶ δεδιέναι, φερόμενον ἐπὶ τῆς δημοσίας ἀπήνης καὶ περιπίπτοντα κραιπαλῶσιν ὀρεωκόμοις καὶ ἡμιόνοις ἀκοστώσαις καθ' Ὅμηρον δι' ἀργίαν τε καὶ πλησμονήν, καὶ ἀνέχεσθαι κονιορτοῦ καὶ φωνῆς ἀλλοκότου καὶ ψόφου μαστίγων, βαδίζειν ἐπὶ σχολῆς περιέστη μοι δι' ὁδοῦ συνηρεφοῦς καὶ ἐπισκίου, πολλὰς μὲν κρήνας, πολλὰς δὲ ἐχούσης καταγωγὰς ἐπιτηδείους τῇ ὥρᾳ μεταξὺ τὸν πόνον διαναπαύοντι, ἵνα ἄν μοι φανείη κατάλυσις εὔπνους τε καὶ ἀμφιλαφὴς ὑπὸ πλατάνοις ἢ κυπαρίττοις τισὶ τὸν Φαῖδρον ἐν χερσὶν ἔχοντι τὸν Μυρρινούσιον ἢ ἕτερόν τινα τῶν Πλάτωνος λόγων. Ταῦτά τοι, ὦ πάντα θεία καὶ ἱερὰ κεφαλή, ἀπολαύων τῆς ἐλευθέρας ὁδοιπορίας, ἄτοπον ὑπέλαβον τὸ μὴ καὶ τοῦτο κοινώσασθαί σοι καὶ ἀποσημῆναι.
[40]
Ἐγὼ νὴ τοὺς θεοὺς ἔτι Καῖσαρ ὢν ἐπέστειλά σοι, καὶνομίζω πλέον ἢ ἅπαξ. Ὥρμησα μέντοι πολλάκις, ἀλλ' ἐκώλυσαν ἄλλοτε ἄλλαι προφάσεις, εἶτα ἡ γενομένη διὰ τὴν ἀνάρρησιν ἐμοί τε καὶ τῷ μακαρίτῃ Κωνσταντίῳ λυκοφιλία· παντάπασι γὰρ ἐφυλαττόμην ὑπὲρ τὰς Ἄλπεις ἐπιστεῖλαί τινι, μὴ πραγμάτων αὐτῷ χαλεπῶν αἴτιος γένωμαι. Τεκμήριον δὲ μὴ ποιοῦ τῆς εὐνοίας τὸ γράφειν· οὐ γὰρ ἐθέλει πολλάκις ὁμολογεῖν ἡ γλῶττα τῇ διανοίᾳ. Καὶ ἴσως ἔχει μέν τι πρὸς τὸ γαυριᾶν καὶ ἀλαζονεύεσθαι τοῖς ἰδιώταις ἡ τῶν βασιλικῶν ἐπιστολῶν ἐπίδειξις, ὅταν πρὸς τοὺς ἀσυνήθεις ὥσπερ δακτύλιοί τινες ὑπὸ τῶν ἀπειροκάλων φερόμενοι κομίζωνται. Φιλία δὲ ἀληθινὴ γίνεται μάλιστα μὲν δι' ὁμοιότητος, ἡ δευτέρα δέ, ὅταν τις ἀληθῶς, ἀλλὰ μὴ πλαστῶς θαυμάζῃ, καὶ παρὰ τοῦ τύχῃ καὶ συνέσει κρείττονος ὁ πρᾶος καὶ μέτριος καὶ σώφρων ἀγαπηθῇ.
Τὰ γραμματεῖα δὲ ταῦτα πολλοῦ τύφου καὶ πολλῆς φλυαρίας ἐστὶ μεστά, καὶ ἔγωγε πολλάκις ἐμαυτῷ μέμφομαι μακρότερα ποιούμενος αὐτὰ καὶ λαλίστερος ὤν, ἐξὸν Πυθαγόρειον διδάσκειν τὴν γλῶτταν.
Ὑπεδεξάμην μέντοι τὰ σύμβολα, φιάλην ἀργυρᾶν, ἕλκουσαν μίαν μνᾶν, καὶ χρυσοῦ νόμισμα. Καλέσαι δέ σε πρὸς ἐμαυτόν, ὥσπερ ἐπέστειλας, ἐβουλόμην· ἤδη δὲ ἔαρ ὑποφαίνει καὶ τὰ δένδρα βλαστάνει, χελιδόνες δὲ ὅσον οὔπω προσδοκώμεναι τοὺς συστρατευομένους ἡμᾶς, ὅταν ἐπεισέλθωσιν, ἐξελαύνουσι τῶν οἰκιῶν, καί φασι δεῖν ὑπερορίους εἶναι. Πορευσόμεθα δὲ δι' ὑμῶν, ὥστε μοι βέλτιον ἂν ἐντύχοις, ἐθελόντων θεῶν, ἐν τοῖς σαυτοῦ· τοῦτο δὲ οἶμαι ταχέως ἔσεσθαι (πλὴν εἰ μή τι δαιμόνιον γένοιτο κώλυμα), καὶ τοῦτο δὲ αὐτὸ τοῖς θεοῖς εὐχόμεθα. [41]
Ἡσιόδῳ μὲν δοκεῖ τῷ σοφῷ καλεῖν ἐπὶ τὰς ἑορτὰς τοὺς γείτονας ὡς συνησθησομένους, ἐπειδὴ καὶ συναλγοῦσι καὶ συναγωνιῶσιν ὅταν τις ἀπροσδόκητος ἐμπέσῃ ταραχή· ἐγὼ δέ φημι τοὺς φίλους δεῖν καλεῖν, οὐχὶ τοὺς γείτονας. Τὸ αἴτιον δὲ ὅτι γείτονα μὲν ἔνεστιν ἐχθρὸν ἔχειν, φίλον δὲ ἐχθρὸν οὐ μᾶλλον ἢ τὸ λευκὸν μέλαν εἶναι καὶ τὸ θερμὸν ψυχρόν. Ὅτι δὲ ἡμῖν οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι φίλος εἶ καὶ διετέλεσας εὐνοϊκῶς ἔχων, εἰ καὶ μηδὲν ὑπῆρχεν ἄλλο τεκμήριον, ἀλλὰ τό γε ἡμᾶς οὕτω διατεθεῖσθαι καὶ διακεῖσθαι περὶ σὲ μέγα ἂν εἴη τούτου σημεῖον. Ἧκε τοίνυν μεθέξων τῆς ὑπατείας αὐτός· ἄξει δέ σε ὁ δημόσιος δρόμος ὀχήματι χρώμενον ἑνὶ καὶ παρίππῳ. Εἰ δὲ χρή τι καὶ ἐπεύξασθαι, τὴν Ἐνοδίαν εὐμενῆ σοι καὶ τὸν Ἐνόδιον παρακεκλήκαμεν.
[46]
Κοινῶς μὲν ἅπασι τοῖς ὁπωσοῦν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου πεφυγαδευμένοις ἕνεκα τῆς τῶν Γαλιλαίων ἀπονοίας ἀνῆκα τὴν φυγήν, σὲ δὲ οὐκ ἀνίημι μόνον, ἀλλὰ γὰρ καὶ παλαιᾶς γνώσεώς τε καὶ συνηθείας μεμνημένος, ἀφικέσθαι προτρέπω μέχρις ἡμῶν· χρήσῃ δὲ ὀχήματι δημοσίῳ μέχρι τοῦ στρατοπέδου τοῦ ἐμοῦ καὶ ἑνὶ παρίππῳ.
[54]
Τοὺς βουλευτὰς πάντας ὑμῖν ἀποδεδώκαμεν καὶ τοὺς πατροβούλους, εἴτε τῇ τῶν Γαλιλαίων ἔδοσαν ἑαυτοὺς δεισιδαιμονίᾳ, εἴτε ὅπως ἄλλως πραγματεύσαιντο διαδρᾶναι τὸ βουλευτήριον, ἔξω τῶν ἐν τῇ μητροπόλει λελειτουργηκότων.
[58]
Πολλὰ μὲν καὶ ἄλλα σοι μαρτυρεῖ καὶ τῆς ἰατρικῆς τέχνης εἰς τὰ πρῶτα ἀνήκειν, καὶ ἤθους ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν, νῦν δὲ προσῆλθε τὸ κεφάλαιον τῆς μαρτυρίας· τὴν τῶν Ἀλεξανδρέων πόλιν ἀπὼν ἐπιστρέφεις εἰς σεαυτόν· τοιοῦτον αὐτῇ κέντρον ὥσπερ μέλιττα καταλέλοιπας, εἰκότως· καλῶς γὰρ εἰρῆσθαι καὶ Ὁμήρῳ δοκεῖ τὸ
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων. Σὺ δὲ οὐκ ἰατρὸς ἁπλῶς, ἀλλὰ καὶ διδάσκαλος τοῖς βουλομένοις τῆς τέχνης, ὥστε σχεδὸν ὃ πρὸς τοὺς πολλούς εἰσιν οἱ ἰατροί, τοῦτο ἐκείνοις σύ. Λύει δέ σοι τὴν φυγὴν καὶ ἡ πρόφασις αὐτῆς καὶ μάλα λαμπρῶς· εἰ γὰρ διὰ Γεώργιον μετέστης τῆς Ἀλεξανδρείας, οὐ δικαίως μετέστης, καὶ δικαιότατα ἂν ὀπίσω κατέλθοις. Κάτιθι τοίνυν ἐπίτιμος καὶ τὸ πρότερον ἔχων ἀξίωμα, καὶ ἡμῖν κοινὴ πρὸς ἀμφοτέρων χάρις ἀντικείσθω, Ἀλεξανδρεῦσι μὲν Ζήνωνα, σοὶ δὲ ἀποδοῦσι τὴν Ἀλεξάνδρειαν.
[59]
Ὀβελὸν εἶναι παρ' ὑμῖν ἀκούω λίθινον εἰς ὕψος ἱκανὸν ἐπηρμένον, ἐπὶ τῆς ἠιόνος ὥσπερ ἄλλο τι τῶν ἀτιμοτάτων ἐρριμμένον. Ἐπὶ τοῦτον ἐναυπηγήσατο σκάφος ὁ μακαρίτης Κωνστάντιος, ὡς μετάξων αὐτὸν εἰς τὴν ἐμὴν πατρίδα Κωνσταντίνου πόλιν· ἐπεὶ δὲ ἐκείνῳ συνέβη θεῶν ἐθελόντων ἐνθένδε ἐκεῖσε πορευθῆναι τὴν εἱμαρμένην πορείαν, ἡ πόλις ἀπαιτεῖ παρ' ἐμοῦ τὸ ἀνάθημα, πατρὶς οὖσά μου καὶ προσήκουσα πλέον ἤπερ ἐκείνῳ· ὁ μὲν γὰρ αὐτὴν ὡς ἀδελφήν, ἐγὼ δὲ ὡς μητέρα φιλῶ· καὶ γὰρ ἐγενόμην παρ' αὐτῇ καὶ ἐτράφην ἐκεῖσε, καὶ οὐ δύναμαι περὶ αὐτὴν ἀγνώμων εἶναι.
Τί οὖν; ἐπειδὴ καὶ ὑμᾶς οὐδὲν ἔλαττον τῆς πατρίδος φιλῶ, δίδωμι καὶ παρ' ὑμῖν ἀναστῆναι τὴν χαλκῆν εἰκόνα. Πεποίηται δὲ ἔναγχος ἀνδριὰς τῷ μεγέθει κολοσσικός, ὃν ἀναστήσαντες ἕξετε ‹ἀντὶ› ἀναθήματος λιθίνου χαλκοῦν, ἀνδρός, οὗ φατε ποθεῖν, εἰκόνα καὶ μορφὴν ἀντὶ τριγώνου λίθου χαράγματα ἔχοντος Αἰγύπτια. Καὶ τὸ λεγόμενον δὲ ὥς τινές εἰσιν οἱ θεραπεύοντες καὶ προσκαθεύδοντες αὐτοῦ τῇ κορυφῇ, πάνυ με πείθει χρῆναι τῆς δεισιδαιμονίας ἕνεκα ταύτης ἀπάγειν αὐτόν· οἱ γὰρ θεώμενοι τοὺς καθεύδοντας ἐκεῖ, πολλοῦ μὲν ῥύπου, πολλῆς δὲ ἀσελγείας περὶ τὸν τόπον ὡς ἔτυχεν οὔσης, οὔτε πιστεύουσιν αὐτὸν θεῖον εἶναι καὶ διὰ τὴν τῶν προσεχόντων αὐτῷ δεισιδαιμονίαν ἀπιστότεροι περὶ τοὺς θεοὺς καθίστανται. Δι' αὐτὸ δὴ οὖν τοῦτο καὶ μᾶλλον ὑμῖν προσήκει συνεπιλαβέσθαι καὶ πέμψαι τῇ ἐμῇ πατρίδι, τῇ ξενοδοχούσῃ καλῶς ὑμᾶς, ὅτε εἰς τὸν Πόντον εἰσπλεῖτε, ‹καί›, ὥσπερ εἰς τὰς τροφάς, καὶ εἰς τὸν ἐκτὸς κόσμον συμβάλλεσθαι. Πάντως οὐκ ἄχαρι καὶ παρ' αὐτοῖς ἑστάναι τι τῶν ὑμετέρων, εἰς ὃ προσπλέοντες τῇ πόλει μετ' εὐφροσύνης ἀποβλέψετε.
[60]
Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐδεὶς εἰσῆλθε λόγος; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις, ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης· οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. Ἀλλ' ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησεν καὶ θυμός, ὅσπερ οὖν εἴωθεν
τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας; εἶτα τῆς ὁρμῆς ἀνασταλέντες τῆς παραχρῆμα, ‹τοῖς› βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν, οὐδὲ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταὐτά, ἐφ' οἷς ἐκείνους ἐμισήσατε δικαίως; Εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαριώτατον Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ' ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. Ὑμῶν δὲ ἀγανακτούντων εἰκότως καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς, ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικώς, ‹ὃς› ἑαυτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσεφέρετο.
Τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ, τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις· οὕτω γὰρ ἐγίνετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελής, ὑμᾶς μὲν ἀθῴους πάντη φυλάττουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσα δὲ τοὺς ἄλλους πάντας ὅσοι τῶν θεῶν ὀλιγωροῦσιν καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ' ἐκείνων ὠμότητα.
Παραβάλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν ᾗ μικρῷ πρῴην ἐπέστειλα, καὶ τὸ διάφορον κατανοήσατε· πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε; νυνὶ δὲ μὰ τοὺς θεοὺς ὁ φιλῶν ὑμᾶς ἐπαινεῖν οὐ δύναμαι διὰ τὴν παρανομίαν. Τολμᾷ δῆμος ὥσπερ οἱ κύνες ἄνθρωπον σπαράττειν, εἶτα οὐκ αἰσχύνεται καὶ †φυλάττει καθαρὰς τὰς χεῖρας ὡς προσάγειν πρὸς τοὺς θεοὺς αἵματος καθαρευούσας; Ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν· καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα· καὶ δι' ὑμᾶς, ἐρεῖτε· σύμφημι καὶ αὐτός· παρ' ὑμῶν δὲ εἰ λέγοιτε, τοῦτο οὐκέτι συγχωρῶ. Νόμοι γὰρ ἡμῖν εἰσιν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι· πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ' ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς.
Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ' ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι [πρὸς] ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν καὶ διὰ τὸν πάππον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν ὑμῖν εὔνοιαν ἀποσώζω. Τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς οὔποτ' ἂν δήμου περιίδοι τόλμημα μὴ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθᾶραι φαρμάκῳ. Προσφέρω δ' ἐγὼ ὑμῖν δι' ἅσπερ ἔναγχος ἔφην αἰτίας τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους, ὑφ' ὧν εὖ οἶδ' ὅτι πεισθήσεσθε μᾶλλον, εἴπερ ἐστέ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ.
Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν.
[61c] Παιδείαν ὀρθὴν εἶναι νομίζομεν οὐ τὴν ἐν τοῖς ῥήμασιν καὶ τῇ γλώττῃ πολυτελῆ εὐρυθμίαν, ἀλλὰ διάθεσιν ὑγιῆ νοῦν ἐχούσης διανοίας, καὶ ἀληθεῖς δόξας ὑπέρ τε ἀγαθῶν καὶ κακῶν, καλῶν τε καὶ αἰσχρῶν· ὅστις οὖν ἕτερα μὲν φρονεῖ, διδάσκει δὲ ἕτερα τοὺς πλησιάζοντας, αὐτὸς ἀπολελεῖφθαι δοκεῖ τοσούτῳ παιδείας, ὅσῳ καὶ τοῦ χρηστὸς ἀνὴρ εἶναι. Καὶ εἰ μὲν ἐπὶ σμικροῖς εἴη τὸ διάφορον τῆς γνώμης πρὸς τὴν γλῶτταν, κακὸν μέν, οἰστὸν δὲ ἁμωσγέπως γίνεται· εἰ δὲ ἐν τοῖς μεγίστοις ἄλλα μὲν φρονοίη τις, ἐπ' ἐναντίον δὲ ὧν φρονεῖ διδάσκοι, πῶς οὐ τοῦτο ἐκεῖνο καπήλων ἐστίν, οὔτι χρηστῶν, ἀλλὰ παμπονήρων βίος ἀνθρώπων, οἳ μάλιστα ἐπαινοῦσιν ὅσα μάλιστα φαῦλα νομίζουσιν, ἐξαπατῶντες καὶ δελεάζοντες τοῖς ἐπαίνοις εἰς οὓς μετατιθέναι τὰ σφέτερα ἐθέλουσιν, οἶμαι, κακά;
Πάντας μὲν οὖν χρῆν τοὺς καὶ ὁτιοῦν διδάσκειν ἐπαγγελλομένους εἶναι τὸν τρόπον ἐπιεικεῖς καὶ μὴ μαχόμενα οἷς δημοσίᾳ μεταχειρίζονται τὰ ἐν τῇ ψυχῇ φέρειν δοξάσματα, πολὺ δὲ πλέον ἁπάντων οἶμαι δεῖν εἶναι τοιούτους ὅσοι ἐπὶ λόγοις τοῖς νέοις συγγίγνονται, τῶν παλαιῶν ἐξηγηταὶ γιγνόμενοι συγγραμμάτων, εἴτε ῥήτορες, εἴτε γραμματικοί, καὶ ἔτι πλέον οἱ σοφισταί· βούλονται γὰρ πρὸς τοῖς ἄλλοις οὐ λέξεων μόνον, ἠθῶν δὲ εἶναι διδάσκαλοι, καὶ τὸ κατὰ σφᾶς εἶναί φασι τὴν πολιτικὴν φιλοσοφίαν.
Εἰ μὲν οὖν ἀληθὲς ἢ μή, τοῦτο ἀφείσθω νῦν· ἐπαινῶν δὲ αὐτοὺς οὕτως ἐπαγγελμάτων καλῶν ὀρεγομένους, ἐπαινέσαιμ' ἂν ἔτι πλέον, εἰ μὴ ψεύδοιντο, μηδ' ἐξελέγχοιεν αὑτοὺς ἕτερα μὲν φρονοῦντας, διδάσκοντας δὲ τοὺς πλησιάζοντας ἕτερα. Τί οὖν; Ὁμήρῳ μέντοι καὶ Ἡσιόδῳ καὶ Δημοσθένει [μέντοι] καὶ Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Ἰσοκράτει καὶ Λυσίᾳ θεοὶ πάσης ἡγοῦνται παιδείας· οὐχ οἱ μὲν Ἑρμοῦ σφᾶς ἱερούς, οἱ δὲ Μουσῶν ἐνόμιζον; Ἄτοπον μὲν οἶμαι τοὺς ἐξηγουμένους τὰ τούτων ἀτιμάζειν τοὺς ὑπ' αὐτῶν τιμηθέντας θεούς· οὐ μὴν ἐπειδὴ τοῦτο ἄτοπον οἶμαι, φημὶ δεῖν αὐτοὺς μεταθεμένους τοῖς νέοις συνεῖναι· δίδωμι δὲ αἵρεσιν μὴ διδάσκειν ἃ μὴ νομίζουσι σπουδαῖα, βουλομένους ‹δέ›; διδάσκειν ἔργῳ πρῶτον, καὶ πείθειν τοὺς μαθητὰς ὡς οὔτε Ὅμηρος οὔτε Ἡσίοδος οὔτε τούτων οὓς ἐξήγηνται καὶ κατεγνωκότες ἀσέβειαν ἄνοιάν τε καὶ πλάνην εἰς τοὺς θεούς. Ἐπεὶ δ' ἐξ ὧν ἐκεῖνοι γεγράφασι παρατρέφονται μισθαρνοῦντες, εἶναι ὁμολογοῦσιν αἰσχροκερδέστατοι καὶ δραχμῶν ὀλίγων ἕνεκα πάντα ὑπομένειν.
Ἕως μὲν οὖν τούτου πολλὰ ἦν τὰ αἴτια τοῦ μὴ φοιτᾶν εἰς τὰ ἱερά, καὶ ὁ πανταχόθεν ἐπικρεμάμενος φόβος ἐδίδου συγγνώμην ἀποκρύπτεσθαι τὰς ἀληθεστάτας ὑπὲρ τῶν θεῶν δόξας· ἐπειδὴ δὲ ἡμῖν οἱ θεοὶ τὴν ἐλευθερίαν ἔδοσαν, ἄτοπον εἶναί μοι φαίνεται διδάσκειν ἐκεῖνα τοὺς ἀνθρώπους, ὅσα μὴ νομίζουσιν εὖ ἔχειν. Ἀλλ' εἰ μὲν οἴονται σοφοὺς ὧν εἰσιν ἐξηγηταὶ καὶ ὧν ὥσπερ προφῆται κάθηνται, ζηλούτωσαν αὐτῶν πρῶτον τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν· εἰ δὲ εἰς τοὺς τιμιωτάτους ὑπολαμβάνουσι πεπλανῆσθαι, βαδιζόντων εἰς τὰς τῶν Γαλιλαίων ἐκκλησίας, ἐξηγησόμενοι Ματθαῖον καὶ Λουκᾶν ..................
Ἱερείων ὑμεῖς ἀπέχεσθαι νομοθετεῖτε· βούλομαι ὑμῶν ἐγὼ καὶ τὰς ἀκοάς, ὡς ἂν ὑμεῖς εἴποιτε, καὶ τὴν γλῶτταν ἐξαναγεννηθῆναι τούτων ὧν ἔμοιγε εἴη μετέχειν ἀεὶ καὶ ὅστις ἐμοὶ φίλα νοεῖ τε καὶ πράττει.
Τοῖς μὲν καθηγεμόσι καὶ διδασκάλοις οὑτωσὶ κοινὸς κεῖται νόμος· ὁ βουλόμενος δὲ τῶν νέων φοιτᾶν οὐκ ἀποκέκλεισται. Οὐδὲ γὰρ ‹εἰκὸς› οὐδὲ εὔλογον ἀγνοοῦντας ἔτι τοὺς παῖδας ἐφ' ὅ τι τρέπωνται, τῆς βελτίστης ἀποκλείειν ὁδοῦ, φόβῳ τοῦ καὶ ἄκοντας ἄξειν ἐπὶ τὰ πάτρια· καίτοι δίκαιον ἦν, ὥσπερ τοὺς φρενιτίζοντας, οὕτω καὶ τούτους ἄκοντας ἰᾶσθαι, πλὴν ἀλλὰ συγγνώμην ὑπάρχειν ἅπασι τῆς τοιαύτης νόσου· καὶ γάρ, οἶμαι, διδάσκειν, ἀλλ' οὐχὶ κολάζειν χρὴ τοὺς ἀνοήτους.
[73]
Βασιλεῖ μὲν πρὸς κέρδος ὁρῶντι χαλεπὸν ἂν ὑμῶν ἐφάνη τὸ αἴτημα, καὶ οὐκ ἂν ᾠήθη δεῖν τὴν δημοσίαν εὐπορίαν καταβλάπτειν τῇ πρός τινας ἰδίᾳ χάριτι· ἐπεὶ δὲ ἡμεῖς οὐχ ὅ τι πλεῖστα παρὰ τῶν ὑπηκόων ἀθροίζειν πεποιήμεθα σκοπόν, ἀλλ' ὅ τι πλείστων ἀγαθῶν αὐτοῖς αἴτιοι γίνεσθαι, τοῦτο καὶ ὑμῖν ἀπολύσει τὰ ὀφλήματα. Ἀπολύσει δὲ οὐχ ἁπλῶς ἅπαντα, ἀλλὰ μερισθήσεται τὸ πρᾶγμα, τὸ μὲν εἰς ὑμᾶς, τὸ δὲ εἰς τὴν τῶν στρατιωτῶν χρείαν, ἐξ ἧς οὐκ ἐλάχιστα καὶ αὐτοὶ δήπου φέρεσθε τὴν εἰρήνην καὶ τὴν ἀσφάλειαν. Τοιγαροῦν μέχρι μὲν τῆς τρίτης ἐπινεμήσεως ἀφίεμεν ὑμῖν πάντα ὅσα ἐκ τοῦ φθάνοντος ἐλλείπει χρόνου, μετὰ ταῦτα δὲ εἰσοίσετε κατὰ τὸ εἰωθὸς ἕκαστα· ὑμῖν τε γὰρ δὴ ‹τὰ› ἀφιέμενα χάρις ἱκανή, καὶ ἡμῖν τῶν κοινῶν οὐκ ἀμελητέον. Περὶ τούτου καὶ τοῖς ἐπάρχοις ἐπέσταλται, ἵν' ἡ χάρις ὑμῖν εἰς ἔργον προχωρήσῃ. Ἐρρωμένους ὑμᾶς οἱ θεοὶ σώζοιεν τὸν ἅπαντα χρόνον.
[75b] Τὴν ἰατρικὴν ἐπιστήμην σωτηριώδη τοῖς ἀνθρώποις τυγχάνειν τὸ ἐναργὲς τῆς χρείας μαρτυρεῖ, διὸ καὶ ταύτην ἐξ οὐρανοῦ πεφοιτηκέναι δικαίως φιλοσόφων παῖδες κηρύττουσι· τὸ γὰρ ἀσθενὲς τῆς ἡμετέρας φύσεως καὶ τὰ τῶν ἐπισυμβαινόντων ἀρρωστημάτων ἐπανορθοῦται διὰ ταύτης. Ὅθεν κατὰ τὸν τοῦ δικαίου λογισμὸν συνῳδὰ τοῖς ἄνωθεν βασιλεῦσι θεσπίζοντες ἡμετέρᾳ φιλανθρωπίᾳ κελεύομεν τῶν βουλευτικῶν λειτουργημάτων ἀνενοχλήτους ὑμᾶς τοὺς λοιποὺς χρόνους διάγειν. [78]
Ἆρά γε χρὴ περιμένειν κλῆσιν, καὶ τὸ "ἀεὶ" προτιμᾶν μηδαμοῦ; Ἀλλ' ὅρα μὴ χαλεπὴν ταύτην εἰσάγωμεν τὴν νομοθεσίαν, εἰ ταὐτὰ χρὴ παρὰ τῶν φίλων περιμένειν, ὅσα καὶ οἷα παρὰ τῶν ἁπλῶς καὶ ὡς ἔτυχε γνωρίμων. Ἀπορήσει τις ἐνταῦθα, πῶς δὴ οὐκ ἰδόντες ἀλλήλους ἐσμὲν φίλοι; πῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γεγονόσι καὶ ναὶ μὰ Δία δισχιλίων; ὅτι σπουδαῖοι πάντως ἦσαν καὶ τὸν τρόπον καλοί τε κἀγαθοί. Ἐπιθυμοῦμεν δὲ καὶ ἡμεῖς εἶναι τοιοῦτοι, εἰ καὶ τοῦ εἶναι, τό γε εἰς ἐμέ, παμπληθὲς ἀπολειπόμεθα· πλὴν ἀλλ' ἥ γε ἐπιθυμία τάττει πως ἡμᾶς εἰς τὴν αὐτὴν ἐκείνοις μερίδα. Καὶ τί τοιαῦτα ἐγὼ ληρῶ μακρότερον; εἴτε γὰρ ἄκλητον ἰέναι χρή, ἥξεις δήπουθεν· εἴτε καὶ κλῆσιν περιμένειν, ἰδού σοι καὶ παράκλησις ἥκει παρ' ἡμῶν. Ἔντυχε γοῦν ἡμῖν περὶ τὰ Τύανα πρὸς Διὸς φιλίου καὶ δεῖξον ἡμῖν ἄνδρα ἐν Καππαδόκαις καθαρῶς Ἕλληνα· τέως γὰρ τοὺς μὲν οὐ βουλομένους, ὀλίγους δέ τινας ἐθέλοντας μέν, οὐκ εἰδότας δὲ θύειν ὁρῶ.
[79] Πηγάσιον ἡμεῖς οὔποτ' ἂν προσήκαμεν ῥᾳδίως, εἰ μὴ σαφῶς ἐπεπείσμεθα ὅτι καὶ πρότερον, εἶναι δοκῶν τῶν Γαλιλαίων ἐπίσκοπος, ἠπίστατο σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς· οὐκ ἀκοὴν ἐγώ σοι ταῦτα ἀπαγγέλλω τῶν πρὸς ἔχθραν καὶ φιλίαν τοιαῦτα λέγειν εἰωθότων, ἐπεὶ καὶ ἐμοὶ πάνυ διατεθρύλλητο τὰ τοιαῦτα περὶ αὐτοῦ καὶ μὰ τοὺς θεοὺς ᾤμην οὕτω χρῆναι μισεῖν αὐτὸν ὡς οὐδένα τῶν πονηροτάτων. Ἐπεὶ δὲ κληθεὶς εἰς τὸ στρατόπεδον ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου ταύτην ἐπορευόμην τὴν ὁδόν, ἀπὸ τῆς Τρῳάδος ὄρθρου βαθέος διαναστάς, ἦλθον εἰς τὸ Ἴλιον περὶ πλήθουσαν ἀγοράν· ὁ δὲ ὑπήντησε καὶ βουλομένῳ τὴν πόλιν ἱστορεῖν (ἦν γάρ μοι τοῦτο πρόσχημα τοῦ φοιτᾶν εἰς τὰ ἱερὰ) περιηγητής τε ἐγένετο καὶ ἐξενάγησέ με πανταχοῦ. Ἄκουε τοίνυν ἔργα καὶ λόγους, ἀφ' ὧν ἄν τις εἰκάσειεν οὐκ ἀγνώμονα τὰ πρὸς τοὺς θεοὺς αὐτόν.
Ἡρῷόν ἐστιν Ἕκτορος, ὅπου χαλκοῦς ἕστηκεν ἀνδριὰς ἐν ναΐσκῳ βραχεῖ. Τούτῳ τὸν μέγαν ἀντέστησαν Ἀχιλλέα κατὰ τὸ ὕπαιθρον· εἰ τὸν τόπον ἐθεάσω, γνωρίζεις δήπουθεν ὃ λέγω. Τὴν μὲν οὖν ἱστορίαν, δι' ἣν ὁ μέγας Ἀχιλλεὺς ἀντιτεταγμένος αὐτῷ πᾶν τὸ ὕπαιθρον κατείληφεν, ἔξεστί σοι τῶν περιηγητῶν ἀκούειν. Ἐγὼ δὲ καταλαβὼν ἐμπύρους ἔτι, μικροῦ δέω φάναι λαμπροὺς ἔτι τοὺς βωμοὺς καὶ λιπαρῶς ἀληλιμμένην τὴν τοῦ Ἕκτορος εἰκόνα, πρὸς Πηγάσιον ἀπιδών· "τί ταῦτα;" εἶπον, "Ἰλιεῖς θύουσιν;" ἀποπειρώμενος ἠρέμα ὡς ἔχει γνώμης. Ὁ δέ· "καὶ τί τοῦτο ἄτοπον, ἄνδρα ἀγαθὸν ἑαυτῶν πολίτην, ὥσπερ ἡμεῖς", ἔφη, "τοὺς μάρτυρας, εἰ θεραπεύουσιν;" Ἡ μὲν οὖν εἰκὼν οὐχ ὑγιής, ἡ δὲ προαίρεσις ἐν ἐκείνοις ἐξεταζομένη τοῖς καιροῖς ἀστεία. Τί δὴ τὸ μετὰ τοῦτο; "Βαδίσωμεν," ἔφην, "ἐπὶ τὸ τῆς Ἰλιάδος Ἀθηνᾶς τέμενος". Ὁ δὲ καὶ μάλα προθύμως ἀπήγαγέ με καὶ ἀνέῳξε τὸν νεών, καὶ ὥσπερ μαρτυρόμενος ἐπέδειξέ μοι πάντα ἀκριβῶς σῶα τὰ ἀγάλματα, καὶ ἔπραξεν οὐθὲν ὧν εἰώθασιν οἱ δυσσεβεῖς ἐκεῖνοι πράττειν, ἐπὶ τοῦ μετώπου τοῦ δυσσεβοῦς τὸ ὑπόμνημα σκιογραφοῦντες, οὐδὲ ἐσύριττεν, ὥσπερ ἐκεῖνοι, αὐτὸς καθ' ἑαυτόν· ἡ γὰρ ἄκρα θεολογία παρ' αὐτοῖς ἐστι δύο ταῦτα, συρίττειν τε πρὸς τοὺς δαίμονας καὶ σκιογραφεῖν ἐπὶ τοῦ μετώπου τὸν σταυρόν.
Δύο ταῦτα ἐπηγγειλάμην εἰπεῖν σοι· τρίτον δὲ ἐλθὸν ἐπὶ νοῦν οὐκ οἶμαι χρῆναι σιωπᾶν. Ἠκολούθησέ μοι καὶ πρὸς τὸ Ἀχίλλειον ὁ αὐτός, καὶ ὑπέδειξε τὸν τάφον σῶον· ἐπεπείσμην δὲ καὶ τοῦτον ὑπ' αὐτοῦ διεσκάφθαι· ὁ δὲ καὶ μάλα σεβόμενος αὐτῷ προσῄει. Ταῦτα εἶδον αὐτός· ἀκήκοα δὲ παρὰ τῶν νῦν ἐχθρῶς ἐχόντων πρὸς αὐτὸν ὅτι καὶ προσεύχοιτο λάθρᾳ καὶ προσκυνοίη τὸν Ἥλιον. Ἆρα οὐκ ἂν ἐδέξω με καὶ ἰδιώτην μαρτυροῦντα; Τῆς περὶ τοὺς θεοὺς διαθέσεως ἑκάστου τίνες ‹ἂν› εἶεν ἀξιοπιστότεροι μάρτυρες αὐτῶν τῶν θεῶν; Ἡμεῖς ἱερέα Πηγάσιον ἐποιοῦμεν ‹ἄν›, εἰ συνεγνώκειμεν αὐτῷ τι περὶ τοὺς θεοὺς δυσσεβές; Εἰ δὲ ἐν ἐκείνοις τοῖς χρόνοις, εἴτε δυναστείας ὀρεγόμενος, εἴθ', ὅπερ πρὸς ἡμᾶς ἔφη πολλάκις, ὑπὲρ τοῦ σῶσαι τῶν θεῶν τὰ ἕδη, τὰ ῥάκια ταῦτα περιαμπέσχετο καὶ τὴν ἀσέβειαν μέχρις ὀνόματος ὑπεκρίνατο (πέφηνε γὰρ οὐδὲν οὐδαμοῦ τῶν ἱερῶν ἠδικηκὼς πλὴν ὀλίγων παντάπασι λίθων ἐκ καταλύματος, ἵνα αὐτῷ σώζειν ἐξῇ τὰ λοιπά), τοῦτο ἐν λόγῳ ποιούμεθα, καὶ οὐκ αἰσχυνόμεθα ταὐτὰ περὶ αὐτὸν πράττοντες ὅσαπερ Ἀφόβιος ἐποίει καὶ οἱ Γαλιλαῖοι πάντες προσεύχονται πάσχοντα ἰδεῖν αὐτόν; Εἴ τί μοι προσέχεις, οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, οἳ μετατέθεινται, τιμήσεις, ἵν' οἱ μὲν ῥᾷον ὑπακούσωσιν ἡμῖν ἐπὶ τὰ καλὰ προκαλουμένοις, οἱ δ' ἧττον χαίρωσιν· εἰ δὲ τοὺς αὐτομάτους ἰόντας ἀπελαύνοιμεν, οὐδεὶς ὑπακούσεται ῥᾳδίως παρακαλοῦσιν.
[80]
Εἰ τὰς σὰς ἐπιστολὰς ἐγὼ παρὰ φαῦλον ποιοῦμαι,
ἐξ ἄρα δή μοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
Τί γὰρ οὐκ ἔνεστιν ἐν τοῖς σοῖς καλόν; εὔνοια, πίστις, ἀλήθεια, καὶ τὸ πρὸ τούτου, οὗ χωρὶς οὐδέν ἐστι τἆλλα, φρόνησις ἅπασι τοῖς ἑαυτῆς μέρεσιν, ἀγχινοίᾳ, συνέσει, εὐβουλίᾳ διαδεικνυμένη. Ὅτι δὲ οὐκ ἀντιγράφω (τοῦτο γὰρ καὶ κατεμέμψω), σχολὴν οὐκ ἄγω μὰ τοὺς θεούς· καὶ μὴ νομίσῃς ἀκκισμὸν εἶναι μηδὲ παιδιὰν τὸ πρᾶγμα. Μαρτύρομαι τοὺς λογίους θεοὺς ὅτι πλὴν Ὁμήρου καὶ Πλάτωνος οὐκ ἀκολουθεῖ μοι πυκτίον οὔτε φιλόσοφον οὔτε ῥητορικὸν οὔτε γραμματικόν, οὔθ' ἱστορία τις τῶν ἐν κοινῇ χρείᾳ· καὶ ταῦτα δὲ αὐτὰ τοῖς περιάπτοις ἔοικε καὶ φυλακτηρίοις· δέδεται γὰρ ἀεί. Ὀλίγα λοιπὸν καὶ εὔχομαι, καίτοι δεόμενος, ὡς εἰκός, εἴ πέρ ποτε ἄλλοτε καὶ νῦν εὐχῶν πολλῶν πάνυ καὶ μεγάλων· ἀλλ' ἄγχει πάντοτε περιεχόμενα τὰ πράγματα· ὄψει δὲ ἴσως καὶ αὐτός, ὅταν εἰς τὴν Συρίαν γένωμαι.
Περὶ δὲ ὧν ἐπέστειλάς μοι, πάντα ἐπαινῶ, πάντα θαυμάζω, †ἐν οἷς †οὐδέν ἐστιν ἀπόβλητον ἐξ ἐκείνων· ἴσθι οὖν ὅτι καὶ πάντα πράξω σὺν θεοῖς. Τοὺς κίονας τοὺς Δαφναίους θοῦ πρὸ τῶν ἄλλων· τοὺς ἐκ βασιλείων τῶν πανταχοῦ λαβὼν ἀποκόμισον· ὑπόστησον δὲ εἰς τὰς ἐκείνων χώρας τοὺς ἐκ τῶν ἔναγχος κατειλημμένων οἰκιῶν· εἰ δὲ κἀκεῖθεν ἐπιλείποιεν, ‹στῆσον› ὀπτῆς πλίνθου καὶ κόνεως, ἕως ἔξωθεν μαρμαρώσαντες ἐντελεστέροις χρησώμεθα. Τὸ δὲ ὅσιον ὅτι πολυτελείας ἐστὶ κρεῖττον καὶ τοῖς εὖ φρονοῦσιν ἡδονὴν ἐν βίῳ καὶ τῇ χρήσει ἔχον πολλήν, αὐτὸς οἶδας.
Περὶ δὲ τῶν πρὸς Λαυράκιον οὐθὲν οἶμαι δεῖν ἐπιστέλλειν σοι, πλὴν τοσοῦτον παραινῶ· πᾶσαν ὀργὴν ἄφες, ἐπίτρεψον ἅπαντα τῇ δίκῃ, τὰς ἀκοὰς ὑφέξων αὐτοῦ τοῖς λόγοις μετὰ πάσης πίστεως τῆς πρὸς τὸ δίκαιον. Καὶ οὔ φημι τοῦτο, ὡς οὐκ ἐπαχθῆ τὰ πρός σε γραφέντα καὶ πλήρη πάσης ὕβρεως καὶ ὑπεροψίας· ἀλλὰ χρὴ φέρειν. Ἀνδρὸς γάρ ἐστιν ἀγαθοῦ καὶ μεγαλοψύχου "ἀκούειν μὲν κακῶς, λέγειν δὲ μὴ κακῶς". Ὥσπερ γὰρ τὰ βαλλόμενα πρὸς τοὺς στερεοὺς καὶ γενναίους τοίχους ἐκείνοις μὲν οὐ προσιζάνει, οὐδὲ πλήττει, οὐδὲ ἐγκάθηται, σφοδρότερον δὲ ἐπὶ τοὺς βάλλοντας ἀνακλᾶται, οὕτω πᾶσα λοιδορία καὶ βλασφημία καὶ ὕβρις ἄδικος ἀνδρὸς ἀγαθοῦ καταχεθεῖσα θιγγάνει μὲν οὐδαμῶς ἐκείνου, τρέπεται δὲ ἐπὶ τὸν καταχέοντα. Ταῦτά σοι παραινῶ, τὰ δὲ ἑξῆς ἔσται τῆς κρίσεως. Ὑπὲρ δὲ τῶν ἐμῶν ἐπιστολῶν, ἅς φησί σε λαβόντα παρ' ἐμοῦ δημοσιεῦσαι, γελοῖον εἶναί μοι φαίνεται φέρειν εἰς κρίσιν· οὐθὲν γὰρ ἐγὼ μὰ τοὺς θεοὺς πρός σε πώποτε γέγραφα, οὔτε πρὸς ἄλλον ἄνθρωπον οὐδένα, ὃ μὴ δημοσίᾳ τοῖς πᾶσι προκεῖσθαι βούλομαι. Τίς γὰρ ἀσέλγεια, τίς ὕβρις, τίς προπηλακισμός, τίς λοιδορία, τίς αἰσχρορρημοσύνη ταῖς ἐμαῖς ἐπιστολαῖς ἐνεγράφη ποτέ; ὅς γε, καὶ εἰ πρός τινα τραχύτερον εἶχον, διδούσης μοι τῆς ὑποθέσεως ὥσπερ ἐξ ἁμάξης εἰπεῖν οἷα ψευδῶς ἐπὶ τοῦ Λαυδακίδου Ἀρχίλοχος, σεμνότερον αὐτὰ καὶ σωφρονέστερον ἐφθεγξάμην, ἢ εἴ τις ἱερὰν ὑπόθεσιν μετῄει. Εἰ δὲ τῆς ὑπαρχούσης πρὸς ἀλλήλους ἡμῖν εὐνοίας ἔμφασιν εἶχε τὰ γράμματα, τοῦτο ἐγὼ λανθάνειν ἠβουλόμην ἢ ἀποκρύπτεσθαι; διὰ τί; Μάρτυρας ἔχω τοὺς θεοὺς πάντας τε καὶ πάσας ὅτι καὶ ὅσα μοι πρὸς τὴν γαμετήν, οὐκ ἂν ἠχθέσθην εἴ τις ἐδημοσίευσεν, οὕτως ἦν πάντα σωφροσύνης πλήρη· εἰ δὲ ἃ πρὸς τὸν ἐμαυτοῦ θεῖον ἐπέστειλα, ταῦτα καὶ ἄλλος τις ἀνέγνω καὶ δεύτερος, ὁ πικρῶς οὕτως ἀνιχνεύσας αὐτὰ δικαιοτέραν ἂν ὑπόσχοι μέμψιν ἢ ὁ γράψας ἐγώ, ἢ σὺ ἢ καὶ ἄλλος ἀναγνούς. Πλὴν ἀλλὰ τοῦτο συγχώρει καὶ μὴ ταραττέτω σε, σκόπει δὲ ἐκεῖνο μόνον· πονηρός ἐστι Λαυράκιος; ὑπέξελθε γενναίως αὐτόν· εἰ δὲ ἐπιεικὴς καὶ μέτριός ἐστι καὶ ἥμαρτε περὶ σέ, δὸς αὐτῷ συγγνώμην. Τοὺς γὰρ ἀγαθοὺς δημοσίᾳ, κἂν ἰδίᾳ περὶ ἡμᾶς οὐ καθήκοντες γένωνται, φιλεῖν χρή· τοὺς πονηροὺς δὲ ἐν τοῖς κοινοῖς, κἂν ἡμῖν κεχαρισμένοι, διὰ χειρὸς ἔχειν· οὐ μισεῖν οὐδὲ ἐκτρέπεσθαί φημι, φυλακὴν δὲ προβεβλῆσθαί τινα, ὅπως μὴ λήσωσι κακουργοῦντες· εἰ δὲ δυσφύλακτοι λίαν εἶεν, χρῆσθαι πρὸς μηδὲν αὐτοῖς.
Ὑπὲρ οὗ γέγραφας καὶ αὐτός, ὅτι θρυλλούμενος ἐπὶ πονηρίᾳ τὴν ἰατρικὴν ὑποκρίνεται, ἐκλήθη μὲν παρ' ἡμῶν ὡς σπουδαῖος, πρὶν ‹δὲ› εἰς ὄψιν ἐλθεῖν, φωραθεὶς ὅστις ἦν, μᾶλλον δὲ καταμηνυθείς (τὸ δὲ ὑπὸ τίνος αὐτὸς ἐντυχὼν φράσω σοι), κατεφρονήθη· σοὶ δὲ καὶ ὑπὲρ τούτου χάριν οἶδα.
Τῶν αἰτηθέντων ἀγρῶν, ἐπειδή περ ἔφθην ἐκείνους δεδωκώς (εἰσὶ δέ μοι μάρτυρες ὁμόγνιοι καὶ φίλιοι θεοί), δώσω μακρῷ λυσιτελεστέρους· αἰσθήσῃ δὲ καὶ αὐτός.
[81]
"Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος", ὡς παρὰ τῶνἔμπροσθεν ἔγνωμεν· ἐγὼ δὲ φαίην ‹ἂν› ὅτι καὶ τὸν εὐσεβῆ καὶ τὸν φιλόθεον. Ἀλλ' ἐμαρτυρήθη, φησί, καὶ ἡ Πηνελόπη φίλανδρος· εἶτα [μετὰ] τοῦ φιλάνδρου τὸ φιλόθεόν τις ἐν γυναικὶ δεύτερον τίθησι, καὶ οὐ φανεῖται πολὺν πάνυ τὸν μανδραγόραν ἐκπεπωκώς; Εἰ δὲ καὶ τοὺς καιρούς τις ἐν νῷ λάβοι, καὶ τὴν μὲν Πηνελόπην ἐπαινουμένην σχεδὸν ὑπὸ πάντων ἐπὶ τῇ φιλανδρίᾳ, κινδυνευούσας δὲ τὰς θεοσεβεῖς ὀλίγῳ πρότερον γυναῖκας, καὶ προσθείη δὲ τῶν κακῶν ὅτι καὶ διπλάσιος ὁ χρόνος, ἆρ' ἔστι σοὶ τὴν Πηνελόπην ἀξίως παραβάλλειν; Ἀλλὰ μὴ μικροὺς ποιοῦ τοὺς ἐπαίνους, ἀνθ' ὧν ἀμείψονται μέν σε πάντες οἱ θεοί, καὶ τὰ παρ' ἡμῶν δὲ διπλῇ σε τιμήσομεν τῇ ἱερωσύνῃ· πρὸς ᾗ πρότερον εἶχες τῆς ἁγιωτάτης θεοῦ Δήμητρος, καὶ τῆς μεγίστης Μητρὸς θεῶν τῆς Φρυγίας ἐν τῇ θεοφιλεῖ Πισσινοῦντι τὴν ἱερωσύνην ἐπιτρέπομέν σοι. [82]
Ἀμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος· οὐδὲ γὰρ ἐλοιδοροῦ τότε, καίτοι διανοούμενος ἴσως αὐτό, νυνὶ δὲ ὥσπερ ὠδίνων τὴν καθ' ἡμῶν λοιδορίαν ἄθρουν ἐξέχεας. Ἢ γὰρ οὐ χρή με καὶ λοιδορίαν αὐτὸ καὶ βλασφημίαν νομίζειν, ὅτι με τοῖς σαυτοῦ φίλοις ὑπέλαβες εἶναι προσόμοιον, ὧν ἑκατέρῳ δέδωκας σεαυτὸν ἄκλητον, μᾶλλον δὲ τῷ μὲν ἄκλητον, τῷ προτέρῳ, τῷ δευτέρῳ δὲ ἐνδειξαμένῳ μόνον ὅτι σε συνεργὸν ἐθέλει προσλαβεῖν, ὑπήκουσας; Ἀλλ' εἰ μὲν ἐγὼ προσόμοιός εἰμι Κώνσταντι καὶ Μαγνεντίῳ, τὸ πρᾶγμα αὐτό, φασί, δείξει· σὺ δ' ὅτι κατὰ τὸν κωμικὸν
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι, πρόδηλόν ἐστιν ἐξ ὧν ἐπέστειλας. Ἡ γὰρ "ἀφοβία" καὶ τὸ "μέγα θάρσος" καὶ τὸ "εἴθε με γνοίης ὅσος καὶ οἷός εἰμι", καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, βαβαί, πηλίκου κτύπου καὶ κόμπου ῥημάτων ἐστίν; Ἀλλὰ καὶ πρὸς τῶν Χαρίτων καὶ τῆς Ἀφροδίτης, εἰ τολμηρὸς οὕτως εἶ καὶ γενναῖος, τί "καὶ τρίτον εὐλαβήθης", ἂν δέῃ, "προσκρούειν"; Οἱ γὰρ τοῖς κρατοῦσιν ἀπεχθανόμενοι, τὸ μὲν κουφότατον καί, ὡς ἂν εἴποι τις, ἥδιστον τῷ γε νοῦν ἔχοντι, τοῦ πράγματα ἔχειν ταχέως ἀπαλλάττονται, μικρὰ δὲ εἰ χρὴ προσζημιωθῆναι, περὶ τὰ χρήματα πταίουσι· τὸ δὲ κεφάλαιόν ἐστι τῆς ὀργῆς καὶ τὸ παθεῖν, φασί, τὰ ἀνήκεστα, τὸ ζῆν προέσθαι. Τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ....... ἐπέγνωκας καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ' ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ' ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης "μὴ τρίτον προσκρούσῃς"; οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπήνας ἐγώ· ζηλωτὸς γὰρ ‹ἂν› ἦν ἐν δίκῃ τοῦτο δυνάμενος· ἦ γάρ, ὥς φησι Πλάτων, καὶ τοὐναντίον οἷός τε ἦν ἄν. Ἀδεσπότου δὲ τῆς ἀρετῆς οὔσης, ἐχρῆν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων.
Ἀλλ' οἴει μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἁπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀποφαίνειν ἐργαστήριον ‹πολέμου›. Ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἁμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας, καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναί σοι; Τὸν μῦθον οὐκ ἀκήκοας τὸν Βαβρίου· "γαλῆ ποτ' ἀνδρὸς εὐπρεποῦς ἐρασθεῖσα"; τὰ δ' ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. Πολλὰ εἰπὼν οὐδένα ἂν πείσειας ἀνθρώπων ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον οἱ πολλοὶ πάλαι σε ἠπίσταντο. Τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοὐναντίον δὲ ἡ διπλῆ κατὰ Πλάτωνα ἄγνοια· κινδυνεύων γὰρ εἰδέναι μηδέν, ὡς οὐδὲ ἡμεῖς, οἴει δὴ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων ‹μόνον›, ἀλλὰ καὶ τῶν γεγονότων, ἴσως δὲ καὶ τῶν ἐσομένων· οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπιδέδωκεν.
Ἀλλὰ σοῦ μὲν ἕνεκα καὶ ταῦτα τῶν ἱκανῶν εἴρηταί μοι πλείω· δεῖ δὲ ἴσως ἀπολογήσασθαι διὰ σὲ τοῖς ἄλλοις, ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων· ‹τοῦτ'› οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. Ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιππος· εἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρόν, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδὲ ἐλπίσαι πώποτε. Καὶ τί δὴ χρὴ λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἄριστος Ἱπποκράτης ἔφη· "ἔσφηλαν δέ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ ῥαφαί"; εἶτ' ἐκεῖνοι μὲν ὑπὲρ ὧν ᾔδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαίφνης ἀνδρίζεσθαι τὸν Νεῖλον ἐξηπατήθη;
Ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δὲ οὐκ ἐρῶ τοῦτο. Ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ' αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. Εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ' αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον. Ἐκ τούτων ἡ περὶ σέ μοι κατ' ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρρεπεν ἐπὶ τὸ βέλτιον. Οὔτοι γοῦν οὐδὲ ἐν πρώτοις οὐδὲ ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ, ἐπίστασαι ἴσως αὐτός· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυνθάνου· πέπεισμαι γὰρ ἐκεῖνος ὅτι οὔποτε ἂν ἑκὼν εἶναι ψεύσαιτο, τὰ πάντα ἀληθίζεσθαι πεφυκώς.
Εἰ δὲ ἀγανακτεῖς ὅτι μὴ πάντων σε προετιμήσαμεν, ἐγὼ μὲν ἐμαυτῷ, ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα, μέμφομαι, καὶ χάριν οἶδα τοῖς θεοῖς πᾶσί τε καὶ πάσαις, οἳ κοινωνῆσαί ‹σε› πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν. Καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταί φασιν ὡς ἔστι θεός (ἔστω δέ, εἰ βούλει, δαιμόνιον καὶ τὸ τῆς φήμης), οὐ πάντη προσεκτέον αὐτῇ, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ' ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον· εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμόνων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ' ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς, πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ' ἂν αὐτὸς ἁλοίην ψευδομαρτυριῶν.
Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; Οὐκ οἶσθα ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαιε τῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; Πλὴν οὐ μέγα ἔργον ἐστὶν ἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. Εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν· ἆρ' ὅτε νέος ἔτι ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; Ἀλλ' ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἠλέκτραν τὰς τοιαύτας σιγῶ τύχας· ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας ὅπως πρὸς τοῦ Διός; Ὑπὲρ τῆς ἀληθείας φῂς προσκρούσας ἀπηλλάχθαι, ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων ὑφ' ὧνπερ καὶ αὐτὸς ἀπηλάθης ἐκτοπισθέντων; Οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. Ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους· ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σὲ μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ' ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.
Ἆρα μὴ Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; Ἀλλ' ἐγὼ μὲν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων· ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. Τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; Ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν· καίτοι με οὐ λέληθεν ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον· ἀλλ' ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόγις ἐλαμβάνετο τοῦ σανδάλου. Εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφερώτερον, ὅπως καὶ τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ· "δὶς παῖδες οἱ γέροντες".
Ἀλλ' ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ' ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; Πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος· ἀλλ' οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. Ἀλλ' ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων [καὶ τὸ Παρμενίωνος παιδίον]· ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα, τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου (λέγεται γὰρ ἑκάτερον) ἐναποπνιγέντα, καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξαιμι τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν, ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. Ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως·
οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα·
τὸ δὲ ἑξῆς οὐ παραγράφομαι (αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς), ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό· καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα ‹τὸ› ἔργον.
Ἀλλ' ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος, ἀνθ' ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; Πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; Ἀλλὰ σοὶ τοῦτο οὐ προσῆκε λέγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. Ἀλλ' εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὥσπερ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει; Τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ' ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐμὲ νῦν, ἢ τιμᾶσθαι; Μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.
Ἀλλ' αὐτὸ τοῦτο τὸ γράφειν πρός σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ' ἐπικόπτοντος ‹τὴν› ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. Ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι· πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων, αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. Οὐκοῦν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν· ἀλλ' ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. Ὡς δέ ‹σ'› ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. Τὸ γὰρ "φροῦδον" οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς, ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ πάνυ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ' οὗ σεαυτὸν προαγωγεύεις. Οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους, τούτους δεῖν ἀλλὰ ‹οὐ› τοὺς ἑτοίμως ὑπακούοντας αἱρεῖσθαι. Καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς ‹σε› καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. Ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. Καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας, οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. Εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται. Καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολὴν οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται. Τελείαν ἔχεις παρ' ἡμῶν τὴν ἀπόκρισιν, ὥστε σε μηδὲν ἐπιποθεῖν. Οὔκουν οὐδὲ ἡμεῖς παρὰ σοῦ τι πλέον ἀπαιτοῦμεν· ἀλλ' ἐντυχών, ὅτε βούλει τοῖς γράμμασι χρῆσαι· τὰ γὰρ τῆς ἡμετέρας φιλίας ἀπείρηταί σοι. Ἔρρωσο τρυφῶν καὶ λοιδορούμενος ἐμοὶ παραπλησίως.
[83]
Ἐγὼ μὰ τοὺς θεοὺς οὔτε κτείνεσθαι τοὺς Γαλιλαίους οὔτε τύπτεσθαι παρὰ τὸ δίκαιον οὔτ' ἄλλο τι πάσχειν κακὸν βούλομαι, προτιμᾶσθαι μέντοι τοὺς θεοσεβεῖς αὐτῶν καὶ πάνυ φημὶ δεῖν· διὰ μὲν γὰρ τὴν τῶν Γαλιλαίων μωρίαν ὀλίγου δεῖν ἅπαντα ἀνετράπη, διὰ δὲ τὴν τῶν θεῶν εὐμένειαν σωζόμεθα πάντες. Ὅθεν χρὴ τιμᾶν τοὺς θεοὺς καὶ τοὺς θεοσεβεῖς ἄνδρας τε καὶ πόλεις.
[84]
‹Ὁ› Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον, ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα καὶ κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος (ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια)· τὴν γὰρ ἐν ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότερον ἐτόλμα. Τί οὖν; ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν ὡς μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον; Ὧν ἕκαστον οἴομαι χρῆναι παρ' ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. Καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ' ἀνέχοιντο τῶν οἰκετῶν ἢ ‹τῶν› υἱέων ἢ τῶν Γαλιλαίων γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων. Ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ ἀπειθοῦντας ἐξώθει.
Ξενοδοχεῖα καθ' ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν' ἀπολαύσωσιν οἱ ξένοι τῆς παρ' ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ὅστις ἂν δεηθῇ. Χρημάτων δ' ὅθεν εὐπορήσεις, ἐπινενόηταί μοι τέως· ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ἐξυπηρετουμένους ἀναλίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέμεσθαι παρ' ἡμῶν. Αἰσχρὸν γὰρ εἰ τῶν μὲν Ἰουδαίων οὐδὲ εἷς μεταιτεῖ, τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, οἱ δὲ ἡμέτεροι τῆς παρ' ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιντο. Δίδασκε δὲ καὶ συνεισφέρειν τοὺς Ἑλληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα·
ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε· δόσις δ' ὀλίγη τε φίλη τε.
Μὴ δὴ τὰ παρ' ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις ξυγχωροῦντες αὐτοὶ τῇ ῥᾳθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς εὐλάβειαν. Εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης ἔσομαι.
Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. Εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ', ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. Ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης· ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. Καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι εἰσὶ καὶ κενόδοξοι.
Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν Μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς, οὐκ ἄμεμπτοι μόνον, ἀλλά, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ' ἡμῶν ἀπολαύσωσι δυσμενείας.
Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἐλεαίρειν
ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν.
Πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ' ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς Μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.
[85]
Τὰ πεμφθέντα παρὰ σοῦ βιβλία πάντα ὑπεδεξάμην καὶ τὰς ἐπιστολὰς ἄσμενος διὰ τοῦ βελτίστου Μυγδονίου· καὶ μόγις ἄγων σχολήν (ὡς ἴσασιν οἱ θεοί, οὐκ ἀκκιζόμενος λέγω), ταῦτα ἀντέγραψα πρός σε. Σὺ δὲ εὖ πράττοις καὶ γράφοις ἀεὶ τοιαῦτα.
[86]
Τὸ βιβλίον ὅπερ ἀπέστειλας διὰ Μυγδονίου δεδέγμεθα, καὶ προσέτι πάντα ὅσα σύμβολα διὰ τῆς ἑορτῆς ἡμῖν ἐπέμπετο. Ἔστι μὲν οὖν μοι καὶ τούτων ἕκαστον ἡδύ, παντὸς δὲ ἥδιον εὖ ἴσθι τὸ πεπύσθαι περὶ τῆς σῆς ἀγαθότητος ὅτι σὺν θεοῖς ἔρρωταί σοι τὸ σῶμα καὶ τὰ περὶ τοὺς θεοὺς ἐπιμελέστερον ἅμα καὶ συντονώτερον σπουδάζεται παρὰ σοῦ.
Περὶ δὲ ὧν πρὸς τὸν φιλόσοφον Μάξιμον ἔγραψας, ὡς τοῦ φίλου μου Σελεύκου διαφόρως ἔχοντος πρός σε, πέπεισο μηθὲν αὐτὸν παρ' ἐμοὶ τοιοῦτον πράττειν ἢ λέγειν, ἐξ ὧν ἄν σε μάλιστα διαβάλλοι· τοὐναντίον δὲ πάντα εὔφημα διεξέρχεται περὶ σοῦ. Καὶ οὔπω λέγω τοῦθ' ὅτι καὶ διάκειται περὶ σὲ καλῶς (ἐκεῖνο μὲν γὰρ αὐτὸς ἂν εἰδείη καὶ οἱ πάντα ὁρῶντες θεοί), τὸ δὲ ὅτι πάντων ἀπέχεται τῶν τοιούτων ἐπ' ἐμοῦ λίαν ἀληθεύων φημί. Γελοῖον οὖν εἶναί μοι φαίνεται μὴ τὰ πραττόμενα παρ' αὐτοῦ σκοπεῖν, ἀλλὰ τὰ κρυπτόμενα καὶ ὧν οὐδέν ἐστί μοι φανερὸν τεκμήριον ἐξετάζειν.
Ἐπεὶ δὲ κατέδραμες αὐτοῦ πολλὰ πάνυ καὶ περὶ αὑτῆς ἐδήλωσάς τινα, τὴν αἰτίαν σοι τῆς πρὸς αὐτὸν ἀπεχθείας φανερὰν ποιοῦσα, τοσοῦτον ἐγώ φημι πρός σε διαρρήδην, ὡς, εἴ τινα ἀνδρῶν ἢ γυναικῶν ἢ ἐλευθέρων ἢ δούλων ἀγαπᾷς οὔτε νῦν σέβοντα θεούς, οὔτε ἐν ἐλπίδι τοῦ πείσειν αὐτὸν ἔχουσα, ἁμαρτάνεις. Ἐννόησον γὰρ ὡς ἐπὶ σαυτῆς πρῶτον· εἴ τις οἰκετῶν τῶν φιλουμένων ὑπὸ σοῦ τοῖς λοιδορουμένοις καὶ βλασφημοῦσί σε συμπράττοι καὶ θεραπεύοι πλέον ἐκείνους, ἀποστρέφοιτο δὲ καὶ μισοίη καὶ βδελύττοιτο τοὺς σοὺς φίλους ἡμᾶς, ἆρ' οὐ τοῦτον αὐτίκα ἂν ἀπολέσθαι ἐθέλοις, μᾶλλον δὲ καὶ αὐτὴ τιμωρήσαιο; Τί οὖν; οἱ θεοὶ τῶν φίλων εἰσὶν ἀτιμότεροι; Λόγισαι καὶ ἐπ' αὐτῶν τοῦτο, δεσπότας μὲν ἐκείνους ὑπολαβοῦσα, δούλους δὲ ἡμᾶς· εἴ τις οὖν ἡμῶν, οἵ φαμεν εἶναι θεράποντες θεῶν, οἰκέτην στέργοι τὸν βδελυττόμενον αὐτοὺς καὶ ἀποστρεφόμενον αὐτῶν τὴν θρησκείαν, ἆρ' οὐ δίκαιον ἢ πείθειν αὐτὸν καὶ σώζειν, ἢ τῆς οἰκίας ἀποπέμπεσθαι καὶ πιπράσκειν, εἴ τῳ μὴ ῥᾴδιον ὑπερορᾶν οἰκέτου κτήσεως; Ἐγὼ δὲ οὐκ ἂν δεξαίμην ὑπὸ τῶν μὴ φιλούντων θεοὺς ἀγαπᾶσθαι· ὃ δὴ καὶ σὲ καὶ πάντας φημὶ δεῖν τοὺς ἱερατικῶς ‹ζῆν› ἀντιποιουμένους ἐντεῦθεν ἤδη διανοηθέντας, ἅψασθαι συντονώτερον τῆς εἰς τοὺς θεοὺς ἁγιστείας· ἀπὸ τῆς οἰκίας δὲ ἕκαστον εὔλογον ἀπάρχεσθαι τῆς ἑαυτοῦ τὸν ἱερέα καὶ πρώτην αὐτὴν ὅλην δι' ὅλης ἀποφῆναι καθαρὰν τῶν τηλικούτων νοσημάτων.
[87] Ἐδεξάμην ὅσα ἐπέστειλεν ἡ σὴ φρόνησις ἀγαθὰ καὶ καλὰ παρὰ τῶν θεῶν ἡμῖν ἐπαγγέλματα καὶ δῶρα· καὶ πολλὴν ὁμολογήσας χάριν τοῖς οὐρανίοις θεοῖς, ἐν δευτέρῳ τῇ σῇ μεγαλοψυχίᾳ χάριν ἔσχον, ὅτι καὶ προσλιπαρεῖν ὑπὲρ ἡμῶν τοὺς θεοὺς ἐν τοῖς μάλιστα προθυμῇ καὶ τὰ φανέντα παρ' αὐτῇ ἀγαθὰ διὰ ταχέων ἡμῖν καταμηνύειν σπουδάζεις.
[88] ...... τοῦθ' ὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν ἐστιν νέμειν ἀνθρώποις; Ὑποκείσθω γὰρ ἄνθρωπος ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιος· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτῆς εἴρξαντες ‹καὶ ἀφελόντες› τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως, ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; Ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. Ἐπεί σοι ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; Ποῦ δέ σοι μέτεστι σωφροσύνης, εἴπερ ᾐκίσω τοῦτον, ᾧ καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; Τὸ ‹δὲ› αἴσχιστον ἁπάντων καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς, οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίως δι' ἐμέ, λάθρᾳ ‹γε› καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ὁ ἱερεύς· οὐ γὰρ ‹ἂν› ἦλθεν ἐπὶ ταύτην ὁ παρ' ὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. Ἀλλ' ἐπειδή σοι πέφηνε μυθώδη τὰ παρ' Ὁμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν μετάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς σωφρονοῦντας διδάσκων τοῖς λόγοις· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο
ἀθανάτων ῥέζουσ' ἀποφώλια, καὶ γεράεσσιν
ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς,
οὐκέθ' ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν,
ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν,
ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν.
Ὁ μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναί ‹φησι› τοῖς θεοῖς ἐχθρούς· ὁ δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. Ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης μή τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲ ἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. Ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν. Τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτὸ πεποιηκότες οἱ θεοὶ φαίνονται, καὶ ἄλλως εὐχῶν εἶναι διακόνους ἡμᾶς οἶμαι· ὅθεν καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας.
[89a]
Ἐμοὶ πρός σε πεποίηται παρὰ τοὺς ἄλλους ἰδιαίτερονἐπιστολῆς εἶδος, ὅτι σοι καὶ πλέον μέτεστι τῆς πρὸς ἐμὲ φιλίας ἤπερ οἶμαι τοῖς ἄλλοις· ἔστι γὰρ ἡμῖν ὁ κοινὸς καθηγεμὼν οὐ μικρά, καὶ μέμνησαι δήπου (χρόνος δὲ οὐ βραχὺς) ὅτι διατρίβων ἔτι περὶ τὴν Ἑσπέραν, ἐπειδή σε λίαν ἀρέσκειν ἐπυθόμην αὐτῷ, φίλον ἐνόμισα· καίτοι λίαν ἔχειν ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ
οὐ γὰρ ἔγωγε
ἤντησ' οὐδὲ ἴδον,
καὶ ὡς ἡγεῖσθαι χρὴ φιλίας μὲν γνῶσιν, γνώσεως δὲ πεῖραν. Ἀλλ' ἦν τις, ὡς ἔοικεν, οὐκ ἐλάχιστος παρ' ἐμοὶ λόγος καὶ τοῦ "αὐτὸς ἔφα". Διόπερ ἐγὼ καὶ τότε σε τοῖς γνωρίμοις ᾤμην δεῖν ἐγκαταλέγειν, καὶ νῦν ἐπιτρέπω πρᾶγμα ἐμοὶ μὲν φίλον, ἀνθρώποις δὲ πᾶσι πανταχοῦ λυσιτελέστατον. Σὺ δὲ εἰ καλῶς, ὥσπερ οὖν ἄξιον ἐλπίζειν, αὐτὸ μεταχειρίσαιο, πολλὴν μὲν εὐφροσύνην ἴσθι ἐνταῦθα παρέξων, ἐλπίδα δὲ ἀγαθὴν μείζονα τὴν εἰς τὸ μέλλον. Οὐ γὰρ δὴ καὶ ἡμεῖς ἐσμεν τῶν πεπεισμένων τὰς ψυχὰς ἤτοι προαπόλλυσθαι τῶν σωμάτων ἢ συναπόλλυσθαι, πειθόμεθα δὲ τῶν μὲν ἀνθρώπων οὐδενί, τοῖς θεοῖς δὲ μόνον, οὓς δὴ καὶ μάλιστα ταῦτα εἰκὸς εἰδέναι μόνους, εἴ γε χρὴ καλεῖν εἰκὸς τὸ ἀναγκαῖον· ὡς τοῖς μὲν ἀνθρώποις ἁρμόζει περὶ τῶν τοιούτων εἰκάζειν, ἐπίστασθαι δὲ αὐτὰ τοὺς θεοὺς ἀνάγκη.
Τί τοῦτο οὖν ἐστιν ὅ φημί σοι νῦν ἐπιτρέπειν; ἄρχειν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἁπάντων ἐπισκοπουμένῳ τοὺς καθ' ἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι τὸ πρέπον ἑκάστῳ. Πρέπει δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι, χρηστότης τε ἐπ' αὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν· ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος ‹δ'› ἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδακτέος μετὰ παρρησίας ἐστὶν ἢ μετὰ ἐμβριθείας κολαστέος.
Ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων ἁπάντων, ἐντελέστερον αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι. Δίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα· καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλά, εἴπερ τις ἄλλος, εὐλαβής εἰμι, καὶ φεύγω τὴν καινοτομίαν ἐν ἅπασι μέν, ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἰόμενος χρῆναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερόν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων ἁπλῶς γενόμενοι. Συμβὰν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρῆναι, πλούτου καὶ τρυφῆς ἐπικρατησάντων, οἶμαι δεῖν ὥσπερ ἀφ' ἑστίας ἐπιμεληθῆναι τῶν τοιούτων.
Ὁρῶν οὖν πολλὴν μὲν ὀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἅπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς κρείττονας ἀπεληλαμένην ὑπὸ τῆς ἀκαθάρτου καὶ χυδαίας τρυφῆς, ἀεὶ μὲν οὖν ὠδυράμην ἐγὼ κατ' ἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν .....ων....είας σχολῇ προσέχοντας οὕτω διαπύρους ὡς αἱρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμόν, ὑείων ὅπως μὴ γεύσαιντο μηδὲ κρέως του μὴ παραχρῆμα ἀποθλιβέντος, ἡμᾶς δὲ οὕτω ῥᾳθύμως τὰ πρὸς τοὺς θεοὺς διακειμένους, ὥστε ἐπιλελῆσθαι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπὸν εἰ καὶ ἐτάχθη πώποτέ τι τοιοῦτον. Ἀλλ' οὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ ὃν τιμῶσι ..., ἀλλ' ἀληθῶς ὄντα δυνατώτατον καὶ ἀγαθώτατον, ὃς ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον, ὅνπερ εὖ οἶδ' ὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο ‹δὲ› μόνον ἁμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεούς, ἀρέσκοντες τούτῳ μάλιστα τῷ θεῷ, θεραπεύουσιν, ἀλλ' ἡμῖν οἴονται τοῖς ἔθνεσιν ἀποκεκληρῶσθαι μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτηνὶ τὴν ἀπόνοιαν ἐπαρθέντες. Οἱ δὲ ἐκ τῆς Γαλιλαίας δυσσεβεῖς ὥσπερ τι νόσημα τῷ βίῳ τὴν ἑαυτῶν ...
[89b] ... ἐὰν] ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὐ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, ὑφ' ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. Εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος ἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ' ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. Ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξεῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀϊδίων καὶ σωτήρων θεῶν· ἀλλ' ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν ‹δ'› ἐξέβην, εἰς τοῦτο ἐπανήξω.
Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων· πρέποι δ' ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. Ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους.
Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. Καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. Ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. Ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας, καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. Ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων. Καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, καθάπερ ὁ Μωυσῆς ἔφη, τοὺς χιτῶνας λαβεῖν δερματίνους, ἀλλ' ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. Ποῖον οἴνῳ χρῆται ζῷον, ποῖον ἐλαίῳ, πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδίδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες; Τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; Χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον· οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται.
Τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. Αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. Τί γὰρ ἀπαιτοῦμεν; ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; Ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα, πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. Θαυμάσειε δ' ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῦμεν οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ δυνατὰ δὲ μὴ πράττομεν. Τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; Ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος, ἐκτησάμην αὐτὰ παρ' αὐτῶν πολλαπλάσια, καίπερ ὢν φαῦλος χρηματιστής, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. Καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· ἀλλ' ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. Ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ' ἄλλων βιαίως, ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι.
Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ· φαίην δ' ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πολεμίοις ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ δίδομεν. Διόπερ οἶμαι καὶ τοὺς ἐν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας· οὐθὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. Χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι.
Ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται. Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. Πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ
πρὸς γὰρ Διός εἰσιν ἅπαντες
πτωχοί τε ξεῖνοί τε· δόσις δ' ὀλίγη τε φίλη τε;
Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ' ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; Ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν [ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς] ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ' ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. Ὁμόγνιοι λέγονται παρ' ἡμῖν θεοὶ καὶ Ζεὺς Ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς. Ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε [γάρ], καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γεγόναμεν πάντες, εἴθ' ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. Οἱ γὰρ ἕνα καὶ μίαν δυνηθέντες, οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλάς· καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς εἴς τε τὸ διάφορον ἀποβλέψαντα τῶν ἠθῶν καὶ τῶν νόμων, οὐ μὴν ἀλλὰ καί, ὅπερ ἐστὶ μεῖζον καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, ὡς, ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν ἐξ οὐρανοῦ τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος· καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαί, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. Ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι' ἀκριβείας· ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι, οὔτε ἄλλως τὴν γῆν ὑφ' ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες· πανταχοῦ δὲ ἀθρόως νευσάντων θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι, τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος. Κἀκεῖνο δ' ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι [τὸ] ζῷον τὸν ἄνθρωπον. Ἡμεῖς οὖν, οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες, ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν;
Ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος, εὐλαβείας τῆς εἰς τοὺς θεούς, χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δε .. ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι, καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. Ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ' ἵνα δι' αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. Ἐπειδὴ γὰρ ἡμᾶς, ὄντας ἐν σώματι, σωματικὰς ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί, πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. Δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς (ἀπροσδεῆ γάρ ἐστι φύσει), τρίτον ἐπὶ γῆς ἐξευρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες, ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. Ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐθὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτως καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, δεομένων οὐθὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι καὶ κήδεσθαι. Δεῖγμα γάρ ἐστιν ‹τῆς› ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι, δῆλός ἐστιν οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν. Οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον. Οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. Τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; Οὐδαμῶς. Οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν.
Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα, μήτοι νομίζωμεν αὐτὰ λίθους εἶναι μήτε ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. Καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. Ὅστις οὖν ἐστι φιλοβασιλεύς, ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ φιλόπαις, ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ, τὴν τοῦ πατρός· οὐκοῦν καὶ ὅστις φιλόθεος, ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. Εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, παντελῶς ἄφρων εἶναί μοι φαίνεται· χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ ὑπὸ ἀνθρώπων γενέσθαι. Τὸ δὲ ὑπ' ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται· τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀΐδια. Μηδεὶς οὖν ἀπιστείτω θεοῖς, ὁρῶν καὶ ἀκούων ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. Ἆρ' οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; Ὧν εὖ οἶδ' ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. Ἀλλ' ὁρᾶτε ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων· ὃ δὴ συνέβη φανερῶς ἐφ' ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων.
Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς· οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ' αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; Ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ' αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται, καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γραϊδίοις ψυχροῖς ὁμιλοῦντες. Οὐθὲν δέ, οἶμαι, κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν· αἴτιον δὲ ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθᾶραι τοῖς ἐγκυκλίοις μαθήμασιν, οὔτε ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα, οὐδὲ ἀνακαθᾶραι τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ' οἷον φῶς μέγα δι' ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ, καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι, βοῶσι μεγάλα· "φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία", πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. Ἀλλ' ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι πόσῳ φαυλότεροι τῶν παρ' ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.
Προσήκει δὲ οὐ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς. Εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. Δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. Εἰ δέ τις οἴεται τοῦτο ἐπίσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. Οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας;
Ἀλλ' ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον οἶμαί μοι διελθεῖν ἐφεξῆς ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην, ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. Ἄτοπον γὰρ εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπήσομεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. Ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς τοὺς θεοὺς ὁσίων; Ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δὲ ἐξελέγχῃ τις, μὴ ἀτιμάζειν. Οὐδὲ γὰρ εὔλογον, ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς, οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι [καὶ] τὴν τιμὴν προσαφαιρεῖσθαι. Ἔστω τοίνυν, ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη·
Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο
ἀθανάτων ῥέζουσ' ἀποφώλια, καὶ γεράεσσιν
ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς,
οὐκέθ' ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν,
ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν,
ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν.
Καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι·
Πάντη μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος,
καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς. Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι' ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν ὅτι μὴ σχεδιάζω μηδὲν ἐπιδεῖξαι, τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. Εἴ τις οὖν ‹οὐκ› ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὶς τὸν θεόν, ἐκείνῳ πειθέσθω, καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως.
Ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ (τοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ' ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος), ἀλλ' ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς, εὐλογώτερον καὶ ἐπ' ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντά γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. Εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. Πειστέον δὲ αὐτοῖς πάντως· ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. Οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες καὶ τῆς ἐν τῷ βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ' οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται ταῦθ' ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; Εἰδότες οὖν ὅτι μεγάλας ἔχειν ἔδοσαν οἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον.
Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. Οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν, ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ' ἡμῶν, καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. Ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι' ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται.
Πάντη Φοιβείη τέταται τανυσισκόπος ἀκτίς·
καί τε διὰ στερεῶν Χωρεῖ θοὸν ὄμμα πετράων,
καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει
πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα
οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης,
οὐδ' ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων
Τάρταρος ἀχλυόεσσαν ὑπὸ ζόφον Ἀίδος εἴσω·
εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ.
Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον εἰκός ἐστι ῥᾷον καὶ ἐνεργέστερον δι' αὐτῆς χωρεῖν τῶν θεῶν τὸ ὄμμα. Θέα δὲ τὴν φιλανθρωπίαν τοῦ θεοῦ γάνυσθαι φάσκοντος τῇ τῶν εὐσεβῶν ἀνδρῶν διανοίᾳ, ὅσον Ὀλύμπῳ τῷ καθαρωτάτῳ. Πάντως ἡμῖν οὗτος οὐχὶ καὶ ἀνάξει τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ζόφου καὶ τοῦ Ταρτάρου μετ' εὐσεβείας αὐτῷ προσιόντων; Οἶδε μὲν γὰρ καὶ τοὺς ἐν τῷ Ταρτάρῳ κατακεκλεισμένους (οὐδὲ γὰρ ἐκεῖνα τῆς τῶν θεῶν ἐκτὸς πίπτει δυνάμεως), ἐπαγγέλλεται δὲ τοῖς εὐσεβέσι τὸν Ὄλυμπον ἀντὶ τοῦ Ταρτάρου. Διόπερ χρὴ μάλιστα τῶν τῆς εὐσεβείας ἔργων ἀντέχεσθαι, προσιόντας μὲν τοῖς θεοῖς μετ' εὐλαβείας, αἰσχρὸν δὲ μήτε λέγοντας μήτε ἀκούοντας.
Ἁγνεύειν δὲ χρὴ τοὺς ἱερέας οὐκ ἔργων μόνον ἀκαθάρτων οὐδὲ ἀσελγῶν πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ ἀκροαμάτων τοιούτων. Ἐξελατέα τοίνυν ἐστὶν ἡμῖν πάντα τὰ ἐπαχθῆ σκώμματα, πᾶσα δὲ ἀσελγὴς ὁμιλία. Καὶ ὅπως εἰδέναι ἔχῃς ὃ βούλομαι φράζειν, ἱερωμένος τις μήτε Ἀρχίλοχον ἀναγινωσκέτω μήτε Ἱππώνακτα μήτε ἄλλον τινὰ τῶν τὰ τοιαῦτα γραφόντων. Ἀποκλινέτω καὶ τῆς παλαιᾶς κωμῳδίας ὅσα τῆς τοιαύτης ἰδέας· ἄμεινον μὲν γὰρ καὶ πάντα. Πρέποι δ' ἂν ἡμῖν ἡ φιλοσοφία μόνη καὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας, ὥσπερ Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης οἵ τε ἀμφὶ Χρύσιππον καὶ Ζήνωνα. Προσεκτέον μὲν γὰρ οὔτε πᾶσιν οὔτε τοῖς πάντων δόγμασιν, ἀλλὰ ἐκείνοις μόνον, καὶ ἐκείνων ὅσα εὐσεβείας ἐστὶ ποιητικά, καὶ διδάσκει περὶ θεῶν πρῶτον μὲν ὡς εἰσίν, εἶτα ὡς προνοοῦσι τῶν τῇδε, καὶ ὡς ἐργάζονται μὲν οὐδὲ ἓν κακὸν οὐδὲ ἀνθρώπους οὐδὲ ἀλλήλους, φθονοῦντες καὶ βασκαίνοντες καὶ πολεμοῦντες, ὁποῖα γράφοντες μὲν οἱ παρ' ἡμῖν ποιηταὶ κατεφρονήθησαν, οἱ δὲ τῶν Ἰουδαίων προφῆται διατεταμένως συγκατασκευάζοντες ὑπὸ τῶν ἀθλίων τούτων τῶν προσνειμάντων ἑαυτοὺς τοῖς Γαλιλαίοις θαυμάζονται.
Πρέποι δ' ἂν ἡμῖν ἱστορίαις ἐντυγχάνειν, ὁπόσαι συνεγράφησαν ἐπὶ πεποιημένοις τοῖς ἔργοις· ὅσα δέ ἐστιν ἐν ἱστορίας εἴδει παρὰ τοῖς ἔμπροσθεν ἀπηγγελμένα πλάσματα παραιτητέον, ἐρωτικὰς ὑποθέσεις καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. Καθάπερ γὰρ οὐδὲ ὁδὸς πᾶσα τοῖς ἱερωμένοις ἁρμόττει, τετάχθαι δὲ χρὴ καὶ ταύτας, οὕτως οὐδὲ ἀνάγνωσμα πᾶν ἱερωμένῳ πρέπει· ἐγγίνεται γάρ τις τῇ ψυχῇ διάθεσις ὑπὸ τῶν λόγων, καὶ κατ' ὀλίγον ἐγείρει τὰς ἐπιθυμίας, εἶτα ἐξαίφνης ἀνάπτει δεινὴν φλόγα, πρὸς ἥν, οἶμαι, χρὴ πόρρωθεν παρατετάχθαι. Μήτε Ἐπικούρειος εἰσίτω λόγος μήτε Πυρρώνειος· ἤδη μὲν γὰρ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ ἀνῃρήκασιν, ὥστε ἐπιλείπειν καὶ τὰ πλεῖστα τῶν βιβλίων· ὅμως οὐθὲν κωλύει τύπου χάριν ἐπιμνησθῆναι μὲν καὶ τούτων, ὁποίων χρὴ μάλιστα τοὺς ἱερέας ἀπέχεσθαι λόγων, εἰ δὲ λόγων, πολὺ πρότερον ἐννοιῶν· οὐδὲ γάρ, οἶμαι, ταὐτόν ἐστιν ἁμάρτημα γλώττης καὶ διανοίας, ἀλλ' ἐκείνην χρὴ μάλιστα θεραπεύειν, ὡς καὶ τῆς γλώττης ἐκείνῃ συνεξαμαρτανούσης.
Ἐκμανθάνειν χρὴ τοὺς ὕμνους τῶν θεῶν· εἰσὶ δὲ οὗτοι πολλοὶ μὲν καὶ καλοὶ πεποιημένοι παλαιοῖς καὶ νέοις· οὐ μὴν ἀλλ' ἐκείνους πειρατέον ἐπίστασθαι τοὺς ἐν τοῖς ἱεροῖς ᾀδομένους· οἱ πλεῖστοι γὰρ ὑπ' αὐτῶν τῶν θεῶν ἱκετευθέντων ἐδόθησαν, ὀλίγοι δέ τινες ἐποιήθησαν καὶ παρὰ ἀνθρώπων, ὑπὸ πνεύματος ἐνθέου καὶ ψυχῆς ἀβάτου τοῖς κακοῖς ἐπὶ τῇ τῶν θεῶν τιμῇ συγκείμενοι.
Ταῦτά γε ἄξιον ἐπιτηδεύειν, καὶ εὔχεσθαι πολλάκις τοῖς θεοῖς ἰδίᾳ καὶ δημοσίᾳ, μάλιστα μὲν τρὶς τῆς ἡμέρας, εἰ δὲ μή, πάντως ὄρθρου τε καὶ δείλης· οὐδὲ γὰρ εὔλογον ἄθυτον ἄγειν ἡμέραν ἢ νύκτα τὸν ἱερωμένον· ἀρχὴ δὲ ὄρθρος μὲν ἡμέρας, ὀψία δὲ νυκτός. Εὔλογον δὲ ἀμφοτέρων τοῖς θεοῖς ἀπάρχεσθαι τῶν διαστημάτων, ὅταν ἔξωθεν τῆς ἱερατικῆς ὄντες τυγχάνωμεν λειτουργίας· ὡς τά γε ἐν τοῖς ἱεροῖς, ὅσα πάτριος διαγορεύει νόμος φυλάττειν πρέπει, καὶ οὔτε πλέον οὔτε ἔλαττόν τι ποιητέον αὐτῶν. Ἀΐδια γάρ ἐστι τὰ τῶν θεῶν· ὥστε καὶ ἡμᾶς χρὴ μιμεῖσθαι τὴν οὐσίαν αὐτῶν, ἵν' αὐτοὺς ἱλασκώμεθα διὰ τοῦτο πλέον.
Εἰ μὲν οὖν ἦμεν αὐτοψυχαὶ μόναι, τὸ σῶμα δὲ πρὸς μηδὲν ἡμῖν διώχλει, καλῶς εἶχεν ἕνα τινὰ τοῖς ἱερεῦσιν ἀφορίζειν βίον· ἐπεὶ δὲ οὐχ ἱερεῦσιν ἁπλῶς, ἀλλὰ καὶ ὡς ἱερεῖ προσήκει μόνον ὃ δὴ κατὰ τὸν καιρὸν τῆς λειτουργίας ἐπιτηδευτέον, τί δὲ ὡς ἱερατεύειν ἀνθρώπῳ λαχόντι συγχωρητέον, ὅταν ἐκτὸς ᾖ τῆς ἐν τοῖς ἱεροῖς λειτουργίας.
Οἶμαι δὲ χρῆναι τὸν ἱερέα πάντων ἁγνεύσαντα νύκτωρ καὶ ἡμέραν, εἶτα ἄλλην ἐπ' αὐτῇ νύκτα καθηράμενον οἷς διαγορεύουσιν οἱ θεσμοὶ καθαρμοῖς, οὕτως εἴσω φοιτῶντα τοῦ ἱεροῦ μένειν ὅσας ἂν ἡμέρας ὁ νόμος κελεύῃ· τριάκοντα μὲν γὰρ αἱ παρ' ἡμῖν εἰσιν ἐν Ῥώμῃ, παρ' ἄλλοις δὲ ἄλλως. Εὔλογον οὖν οἶμαι μένειν ἁπάσας ταύτας τὰς ἡμέρας ἐν τοῖς ἱεροῖς φιλοσοφοῦντα, καὶ μήτε εἰς οἰκίαν βαδίζειν μήτε εἰς ἀγοράν, ἀλλὰ μηδὲ ἄρχοντα πλὴν ἐν τοῖς ἱεροῖς ὁρᾶν, ἐπιμελεῖσθαι δὲ τῆς περὶ τὸ θεῖον θεραπείας αὐτὸν ἐφορῶντα πάντα καὶ διατάττοντα, πληρώσαντα δὲ τὰς ἡμέρας, εἶτα ἑτέρῳ παραχωρεῖν τῆς λειτουργίας. Ἐπὶ δὲ τὸν ἀνθρώπινον τρεπομένῳ βίον ἐξέστω καὶ βαδίζειν εἰς οἰκίαν φίλου καὶ εἰς ἑστίασιν ἀπαντᾶν παρακληθέντα, μὴ πάντων, ἀλλὰ τῶν βελτίστων· ἐν τούτῳ δὲ καὶ εἰς ἀγορὰν παρελθεῖν οὐκ ἄτοπον ὀλιγάκις, ἡγεμόνα τε προσειπεῖν καὶ ἔθνους ἄρχοντα, καὶ τοῖς εὐλόγως δεομένοις ὅσα ἐνδέχεται βοηθῆσαι.
Πρέπει δέ, οἶμαι, τοῖς ἱερεῦσιν ἔνδον μέν, ὅτε λειτουργοῦσιν, ἐσθῆτι χρῆσθαι μεγαλοπρεπεστάτῃ, τῶν ἱερῶν δὲ ἔξω τῇ συνήθει δίχα πολυτελείας· οὐδὲ γὰρ εὔλογον τοῖς δεδομένοις ἡμῖν ἐπὶ τιμῇ θεῶν εἰς κενοδοξίαν καταχρῆσθαι καὶ τύφον μάταιον. Ὅθεν ἀφεκτέον ἡμῖν ἐσθῆτος πολυτελεστέρας ἐν ἀγορᾷ καὶ κόμπου ἢ καὶ πάσης ἁπλῶς ἀλαζονείας. Οἱ γοῦν θεοὶ τὴν τοσαύτην ἀγασθέντες Ἀμφιαράου σωφροσύνην, ἐπειδὴ τοῦ στρατεύματος ἐκείνου κατεδίκασαν φθοράν, εἰδώς τε αὐτὸς συνεστρατεύετο καὶ ἦν ἄφευκτον αὐτῷ διὰ τοῦτο τὸ πεπρωμένον, ἀπέφηναν αὐτὸν ἄλλον ἐξ ἄλλου καὶ μετέστησαν εἰς λῆξιν θείαν. Πάντων γοῦν τῶν ἐπιστρατευσάντων ταῖς Θήβαις ἐπὶ τῶν ἀσπίδων πρὶν κατεργάσασθαι σήματα γραφόντων καὶ ἐγειρόντων τὰ τρόπαια [καὶ] τῆς συμφορᾶς τῶν Καδμείων, ὁ τῶν θεῶν ὁμιλητὴς ἄσημα μὲν ἐπεστράτευεν ἔχων ὅπλα, πραότητα δὲ καὶ σωφροσύνην ὑπὸ τῶν πολεμίων ἐμαρτυρεῖτο. Διόπερ, οἶμαι, χρὴ καὶ τοὺς ἱερέας ἵνα τυγχάνωμεν εὐμενῶν τῶν θεῶν· ὡς οὐ μικρά γε εἰς αὐτοὺς ἐξαμαρτάνομεν δημούμενοι τὰς ἱερὰς ἐσθῆτας καὶ δημοσιεύοντες καὶ παρέχοντες ἁπλῶς περιβλέπειν τοῖς ἀνθρώποις ὥσπερ τι θαυμαστόν, εἴπερ, ‹ὡς› ἐκ τούτου συμβαίνει, πολλοὶ πελάζουσιν ἡμῖν οὐ καθαροί, καὶ διὰ τοῦτο χραίνεται τὰ τῶν θεῶν σύμβολα. Τὸ δὲ καὶ ἡμᾶς αὐτοὺς οὐχ ἱερατικῶς ζῶντας ἱερέων ἐσθῆτα περικεῖσθαι πόσης ἐστὶ παρανομίας καὶ καταφρονήσεως εἰς τοὺς θεούς; Εἰρήσεται μὲν οὖν ἡμῖν καὶ περὶ τούτων δι' ἀκριβείας· νυνὶ δὲ ὡς τύπῳ πρός σε γράφω περὶ αὐτῶν.
Τοῖς ἀσελγέσι τούτοις θεάτροις τῶν ἱερέων μηδεὶς μηδαμοῦ παραβαλλέτω μήτε εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυτοῦ· πρέπει γὰρ οὐδαμῶς. Καὶ εἰ μὲν οἷόν τε ἦν ἐξελάσαι παντάπασιν αὐτὰ τῶν θεάτρων, ὥστε αὐτὰ πάλιν ἀποδοῦναι τῷ Διονύσῳ καθαρὰ γενόμενα, πάντως ἂν ἐπειράθην αὐτὸ προθύμως κατασκευάσαι· νυνὶ δὲ οἰόμενος τοῦτο οὔτε δυνατὸν οὔτε ἄλλως, εἰ καὶ δυνατὸν φανείη, συμφέρον αὐτὸ γενέσθαι, ταύτης μὲν ἀπεσχόμην παντάπασι τῆς φιλοτιμίας· ἀξιῶ δὲ τοὺς ἱερέας ὑποχωρῆσαι καὶ ἀποστῆναι τῷ δήμῳ τῆς ἐν τοῖς θεάτροις ἀσελγείας. Μηδεὶς οὖν ἱερεὺς εἰς θέατρον ἐξίτω, μηδὲ ποιείσθω φίλον θυμελικὸν μηδὲ ἁρματηλάτην, μηδὲ ὀρχηστὴς μηδὲ μῖμος αὐτοῦ τῇ θύρᾳ προσίτω. Τοῖς ἱεροῖς ἀγῶσιν ἐπιτρέπω μόνον τῷ βουλομένῳ παραβάλλειν, ὧν ἀπηγόρευται μετέχειν οὐκ ἀγωνίας μόνον, ἀλλὰ καὶ θέας ταῖς γυναιξίν. Ὑπὲρ δὲ τῶν κυνηγεσίων τί δεῖ καὶ λέγειν, ὅσα ταῖς πόλεσιν εἴσω τῶν θεάτρων συντελεῖται, ὡς ἀφεκτέον τούτων ἐστὶν οὐχ ἱερεῦσι μόνον, ἀλλὰ καὶ παισὶν ἱερέων;
Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλὸν ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. Ἐγώ φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν, ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς τοῦτο μηδ' ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πραότητα λεληθὼς οὐ διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. Κἂν πένης οὖν ᾖ τις, κἂν δημότης, ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς ἀποδεικνύσθω. Δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδίδωσι προθύμως, εὖ ποιεῖν ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ· προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἔνθεν ποιητέον. Ἐπειδὴ γάρ, οἶμαι, συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ δοκοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. Ὥσπερ οἱ τὰ παιδία ‹διά› του πλακοῦντος ἐξαπατῶντες, τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ', ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκιῶν, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι, διὰ τῆς λεγομένης παρ' αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν (ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ' αὐτοῖς πολὺ) πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα καὶ πεποιήκασι ..... [94] Ὅτι τῷ Ἰουλιανῷ ἤκμαζεν ὁ πρὸς Πέρσας πόλεμος, τάς τε Σκυθικὰς κινήσεις ὥσπερ ἐν κωφῷ κρυπτομένας ἔτι κύματι συνετίθει πόρρωθεν ἢ θεοκλυτῶν ἢ λογιζόμενος. Λέγει οὖν ἐπιστέλλων·
"Σκύθαι δὲ νῦν μὲν ἀτρεμοῦσιν, ἴσως δὲ οὐκ ἀτρεμήσουσιν."
[96]
Ἐπειδὴ τῆς ὑποσχέσεως ἐπελάθου (τρίτη γοῦν ἐστισήμερον, καὶ ὁ φιλόσοφος Πρίσκος αὐτὸς μὲν οὐχ ἧκεν, γράμματα δὲ ἀπέστειλεν ὡς ἔτι χρονίζων), ὑπομιμνήσκω σε τὸ χρέος ἀπαιτῶν· ὄφλημα δέ ἐστιν, ὡς οἶσθα, σοὶ μὲν ἀποδοῦναι ῥᾴδιον, ἐμοὶ δὲ ἥδιστον πάνυ κομίσασθαι. Πέμπε δὴ τὸν λόγον καὶ τὴν ἱερὰν συμβουλήν, ἀλλὰ πρὸς Ἑρμοῦ καὶ Μουσῶν ταχέως, ἐπεὶ καὶ τούτων με τῶν τριῶν ἡμερῶν ἴσθι συντρίψας, εἴπερ ἀληθῆ φησιν ὁ Σικελιώτης ποιητής, ἐν ἤματι φάσκων τοὺς ποθοῦντας γηράσκειν· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, ὥσπερ οὖν ἔστι, τὸ γῆρας ἡμῖν ἐτριπλασίασας, ὦ γενναῖε.
Ταῦτα μεταξὺ τοῦ πράττειν ὑπηγόρευσά σοι· γράφειν γὰρ οὐχ οἷός τε ἦν, ἀργοτέραν ἔχων τῆς γλώττης τὴν χεῖρα· καίτοι μοι καὶ τὴν γλῶτταν εἶναι συμβέβηκεν ὑπὸ τῆς ἀνασκησίας ἀργοτέραν καὶ ἀδιάρθρωτον. Ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.
[96b]
Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; Ἀλλὰ σοῦ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθ' ἡμέραν ἀρδώμεθα, λείπεται σιγᾶν. Τὸν δὲ λόγον ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν (καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει), δέχου δὲ ὅμως· πάντως γὰρ ὅ τι ἂν γνῷς στέρξομεν.
[97]
Ἀποδέδωκας Ἀριστοφάνει τὰς ἀμοιβὰς τῆς τε περὶ τοὺς θεοὺς εὐσεβείας καὶ τῆς περὶ σεαυτὸν προθυμίας, ἀμείψας αὐτῷ καὶ μεταθεὶς τὰ πρόσθεν ἐπονείδιστα πρὸς εὔκλειαν, οὐ τὴν νῦν μόνον, ἀλλὰ καὶ εἰς τὸν ἔπειτα χρόνον, ὡς οὐχ ὅμοιόν γε ἡ Παύλου συκοφαντία καὶ ἡ τοῦ δεῖνος κρίσις τοῖς ὑπὸ σοῦ γραφομένοις λόγοις· ἐκεῖνα μὲν γὰρ ἀνθοῦντά τε ἐμισεῖτο καὶ συναπέσβη τοῖς δράσασιν, οἱ δὲ σοὶ λόγοι καὶ νῦν ὑπὸ τῶν ἀληθῶς Ἑλλήνων ἀγαπῶνται, καὶ εἰς τὸν ἔπειτα χρόνον, εἰ μή τι σφάλλομαι κρίσεως ὀρθῆς, ἀγαπήσονται.
Πεύσῃ δὴ λοιπὸν εἰ πέπεικάς με, μᾶλλον δὲ μεταπέπεικας ὑπὲρ τοῦ Ἀριστοφάνους· μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ. Τί δὲ οὐ μέλλω τῷ φιλοσοφωτάτῳ καὶ φιλαληθεστάτῳ ‹τῶν› ῥητόρων εἴκειν; Ἕπεται δὴ καὶ τὸ ἐπὶ τούτῳ παρὰ σοῦ προσανερωτᾶσθαι τί οὖν οὐ μετατίθεμεν αὐτῷ τὰς συμφορὰς εἰς ἀμείνω τύχην καὶ ἀφανίζομεν τὰ κατασχόντα διὰ τὰς δυσπραγίας ὀνείδη· σύν τε δύ' ἐρχομένω, φασίν, ἐγὼ καὶ σὺ βουλευσώμεθα. Δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον ὅ τι χρὴ βοηθεῖν ἀνδρὶ τοὺς θεοὺς ἀδόλως τετιμηκότι, ἀλλὰ καὶ ὃν χρὴ τρόπον· καίτοι καὶ τοῦτο ᾐνίξω τρόπον τινά. Βέλτιον δὲ ἴσως ὑπὲρ τῶν τοιούτων οὐ γράφειν, ἀλλὰ διαλέγεσθαι πρὸς ἀλλήλους. Ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.
Ἀνέγνων δὲ χθὲς τὸν λόγον πρὸ ἀρίστου σχεδόν, ἀριστήσας δέ, πρὶν ἀναπαύσασθαι, τὸ λοιπὸν προσαπέδωκα τῇ ἀναγνώσει. Μακάριος εἶ λέγειν οὕτω, μᾶλλον δὲ φρονεῖν οὕτω δυνάμενος. Ὢ λόγος, ὢ φρένες, ὢ σύνεσις, ὢ διαίρεσις, ὢ ἐπιχειρήματα, ὢ τάξις, ὢ ἀφορμαί, ὢ λέξις, ὢ ἁρμονία, ὢ συνθήκη.
Ἐγὼ μὲν Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος, ὡς νῦν γε μικροῦ πέτομαι πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς, ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης· καὶ μικρά μοι πάντα ἤδη φαίνεται, Μίδου πλοῦτος, κάλλος Νιρέως, Κρίσωνος τάχος, Πολυδάμαντος ῥώμη, μάχαιρα Πηλέως. Δοκῶ δ' ἄν μοι μηδ' ἂν τοῦ νέκταρος μετασχὼν ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλάτων ζητῶν ὀψέ ποθ' εὗρε, τήν τε γνώμην ἐπῄνεσε, τόν τε λόγον ἐθαύμασε, καὶ τιμῶν τῇ τοῦ δώσειν ὑποσχέσει, τῷ μετ' ἐμοῦ σκοπεῖν ἐθέλειν ὃ δοῦναι δεῖ τιμᾷ μειζόνως. Οὐκ ἄρα ὁ τὴν Αἶγα τὴν οὐρανίαν ἐπιτέλλουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ του καλοῦ, βασιλεὺς ἕτοιμος εἰς τὴν χάριν, θεὸν τὴν ἐν οὐρανῷ μιμούμενος;
Ἡ μὲν οὖν ἐπιστολή σου προσκείσεται τῷ λόγῳ, μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος· καὶ φιλοτιμήσεται τοῖς μὲν ὑπ' ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δὲ ἀμφότεροι τοῖς τε ἐπεσταλμένοις τοῖς τε δοθησομένοις· σεμνότεροι γὰρ ἀμφοτέροις ἀμφότεροι.
Δεῖ δέ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις· τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰωθότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθείς, ὡς σοῦ τινα ποιοῦντος λόγον, ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελόμενος πρὸς τὸν λόγον, καταβάλῃς μὲν τὸν διδάσκαλον, Ἀριστοφάνει δὲ τὸ Νείλου περιστήσῃς κακόν. Δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον· ὁ δὲ μαθὼν ἐφ' ᾧ δεδοίκαμεν, ἀνεκάγχασεν· εἶθ' οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχόμεθα τὴν καλὴν ἐπιστολήν. [98]
Μέχρι τῶν Λιτάρβων ἦλθον (ἔστι δὲ ἡ κώμη Χαλκίδος) καὶ ἐνέτυχον ὁδῷ λείψανα ἐχούσῃ χειμαδίων Ἀντιοχικῶν· ἦν δὲ αὐτῆς, οἶμαι, τὸ μὲν τέλμα τὸ δὲ ὄρος, τραχεῖα δὲ πᾶσα, καὶ ἐνέκειντο τῷ τέλματι λίθοι ὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες, ὑπ' οὐδεμιᾷ τέχνῃ συγκείμενοι ὃν τρόπον εἰώθασιν ἐν ταῖς ἄλλαις πόλεσι τὰς λεωφόρους οἷον ἐξοικοδομοῦντες ποιεῖν, ἀντὶ μὲν τῆς κονίας πολὺν τὸν χοῦν ἐποικοδομοῦντες, πυκνοὺς δὲ ὥσπερ ἐν τοίχῳ τιθέντες τοὺς λίθους. Ἐπεὶ δὲ διαβὰς μόλις ἦλθον εἰς τὸν πρῶτον σταθμόν, ἐννέα που σχεδὸν ἦσαν ὧραι, καὶ ἐδεξάμην εἴσω τῆς αὐλῆς τὸ πλεῖστον τῆς παρ' ὑμῖν βουλῆς· ἃ δὲ διελέχθημεν πρὸς ἀλλήλους, ἴσως ἐπύθου· μάθοις δ' ἂν καὶ ἡμῶν ἀκούσας, εἰ θεοὶ θέλοιεν.
Ἀπὸ τῶν Λιτάρβων εἰς τὴν Βέρροιαν ἐπορευόμην, καὶ ὁ Ζεὺς αἴσια πάντα ἐσήμηνεν, ἐναργῆ δείξας τὴν διοσημίαν. Ἐπιμείνας δὲ ἡμέραν ἐκεῖ, τὴν ἀκρόπολιν εἶδον, καὶ ἔθυσα τῷ Διὶ βασιλικῶς ταῦρον λευκόν, διελέχθην δὲ ὀλίγα τῇ βουλῇ περὶ θεοσεβείας. Ἀλλὰ τοὺς λόγους ἐπῄνουν μὲν ἅπαντες, ἐπείσθησαν δὲ αὐτοῖς ὀλίγοι πάνυ, καὶ οὗτοι οἳ καὶ πρὸ τῶν ἐμῶν λόγων ἐδόκουν ἔχειν ὑγιῶς, εὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι. Περίεστι γάρ, ὦ θεοί, τοῖς ἀνθρώποις ἐπὶ μὲν τοῖς καλοῖς ἐρυθριᾶν, ἀνδρείᾳ ψυχῆς καὶ εὐσεβείᾳ, καλλωπίζεσθαι δὲ ὥσπερ τοῖς χειρίστοις, ἱεροσυλίᾳ καὶ μαλακίᾳ γνώμης καὶ σώματος.
Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παρ' ὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, ἣ νῦν ἔοικε ταῖς Βάτναις· ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης, ἢ καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ αἰσχυνοίμην, ἱερὸν Διὸς Ὀλυμπίου καὶ Ἀπόλλωνος Πυθίου [τὸ] χωρίον. Ἀλλ' ἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδὲ εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας ἂν καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. Τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς ‹σοι μονῳδίας› ἐπ' αὐτῇ συγγεγραμμένης; ὡς μήποτε ὤφελε τοιοῦτον.
Αἵ γε μὴν Βάτναι (βαρβαρικὸν ὄνομα τοῦτο) χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ἀνῇσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. Τοῦτο μὲν οὖν εἰ καὶ λίαν εὔφρανέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον· ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ' ἡσυχίαν, ἐπ' αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ' ἄλλο τι βασταζόντων τὰ πρὸς τοὺς θεοὺς ἱερεῖά τε καὶ ὅσια. Τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα· τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων (καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξίσης ἅπαντα θάλλοντα τῇ κόμῃ) καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα (πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων, οὐδὲν ποικίλον ἔχοντα), κῆπον δὲ τοῦ μὲν Ἀλκινόου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ τριγχίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς· εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. Τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτ' ὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. Ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς ‹Ἱερᾶς› πόλεως εἰχόμεθα, καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπ' ἐμοῦ πάλαι· τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδ' ὅτι συνείρεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι· τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο τούτου κηδεστὴς †ἐξ ὅσου . Ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν, ἀδικημάτων οὐδὲν οὕτω φαυλότατον εἶναι δοκεῖ. Πρόσεστι ταύτης αἰτία μείζων· ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφόν, καὶ προτραπεὶς ὑπ' αὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, ὃ χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ.
Πολλοὶ στρατιῶται προσῆλθόν μοι τὴν Γαλιλαίων .. .................... ..........
Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. Τὰς δὲ στρατιωτικὰς ἢ πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν, οἶμαι, παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι· μεῖζον γάρ ἐστιν ἢ κατ' ἐπιστολήν, εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίῳ τούτου περιλαβεῖν σκοποῦντι τἀκριβές· ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω δι' ὀλίγων. Πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. Ἓν μὲν δὴ τοιοῦτον· ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἀπέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. Ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πραότατα καὶ δικαιότατα. Ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. Ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. Καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφ' ἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. Ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις (ἑπόμενα ὥσπερ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ) τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;
[106]
Πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντοδαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δὲ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. Πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ μὲν αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ἀφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντοδαποῖς δὲ ὅρκοις, πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας ἐς μέσον πάντα προκομίσαι.
[107]
Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρῶσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέτηκε πόθος· ἄτοπον οὖν εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους. Ταύτην οὖν ἰδιωτικήν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. Πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ' αὐτῷ, πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλιλαίων διδασκαλίας· ἃ βουλοίμην μὲν ἠφανίσθαι πάντη, τοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα, ζητείσθω κἀκεῖνα μετ' ἀκριβείας ἅπαντα. Ἡγεμὼν δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, ὃς μετὰ πίστεως μὲν ἀνιχνεύσας αὐτὰ γέρως ἴστω τευξόμενος ἐλευθερίας· εἰ δ' ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων. Ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γάρ μοι περὶ τὴν Καππαδοκίαν ὄντι πρὸς μεταγραφήν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.
[108]
Ἡ μὲν παροιμία φησίν· "ἐμοὶ σὺ διηγεῖ τοὐμὸν ὄναρ", ἐγὼ δὲ ἔοικα σοὶ τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. Πολύς, φασίν, ὁ Νεῖλος ἀρθεὶς μετέωρος τοῖς πήχεσιν ἐπλήρωσε πᾶσαν τὴν Αἴγυπτον· εἰ δὲ καὶ τὸν ἀριθμὸν ἀκοῦσαι ποθεῖς, εἰς τὴν εἰκάδα τοῦ Σεπτεμβρίου τρὶς πέντε. Μηνύει δὲ ταῦτα Θεόφιλος ὁ στρατοπεδάρχης· εἰ τοίνυν ἠγνόησας αὐτό, παρ' ἡμῶν ἀκούων εὐφραίνου.
[109]
Ἄξιόν ἐστιν, εἴπερ ἄλλου τινός, καὶ τῆς ἱερᾶς ἐπιμεληθῆναι μουσικῆς. Ἐπιλεξάμενος οὖν ἑκατὸν ἐκ τοῦ δήμου τῶν Ἀλεξανδρέων εὖ γεγονότας μειρακίσκους, ἀρτάβας ἑκάστῳ τούτων κέλευσον δύο τοῦ μηνὸς χορηγεῖσθαι ‹σίτου›, ἔλαιόν τε ἐπ' αὐτῷ καὶ οἶνον [καὶ σῖτον]· ἐσθῆτα δὲ παρέξουσιν οἱ τοῦ ταμείου προεστῶτες. Οὗτοι δὲ τέως μὲν ἐκ φωνῆς καταλεγέσθωσαν· εἰ δέ τινες δύναιντο καὶ τῆς ἐπιστήμης αὐτῆς εἰς ἄκρον μετασχεῖν, ἴστωσαν ἀποκείμενα πάνυ μεγάλα τοῦ πόνου τὰ ἔπαθλα καὶ παρ' ἡμῶν. Ὅτι γὰρ καὶ πρὸ ἡμῶν αὐτοὶ τὰς ψυχὰς ὑπὸ τῆς θείας μουσικῆς καθαρθέντες ὀνήσονται, πιστευτέον τοῖς προαποφαινομένοις ὀρθῶς ὑπὲρ τούτων. Ὑπὲρ μὲν οὖν τῶν παίδων τοσαῦτα· τοὺς δὲ νῦν ἀκροωμένους τοῦ μουσικοῦ Διοσκόρου ποίησον ἀντιλαβέσθαι τῆς τέχνης προθυμότερον, ὡς ἡμῶν ἑτοίμων ἐπὶ ὅπερ ἂν ἐθέλωσιν αὐτοῖς συνάρασθαι.
[110]
Ἐχρῆν τὸν ἐξελαθέντα βασιλικοῖς πολλοῖς πάνυ καὶ πολλῶν αὐτοκρατόρων προστάγμασιν ἓν γοῦν ἐπίταγμα περιμεῖναι βασιλικόν, εἶθ' οὕτως εἰς τὴν ἑαυτοῦ κατιέναι, ἀλλὰ μὴ τόλμῃ μηδὲ ἀπονοίᾳ χρησάμενον ὥσπερ οὐκ οὖσιν ἐνυβρίζειν τοῖς νόμοις· ἐπεί τοι καὶ τὸ νῦν ἐφ' ἡμῶν τοῖς Γαλιλαίοις τοῖς φυγαδευθεῖσιν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου οὐ κάθοδον εἰς τὰς ἐκκλησίας αὐτῶν, ἀλλ' εἰς τὰς πατρίδας συνεχωρήσαμεν. Ἀθανάσιον δὲ πυνθάνομαι τὸν τολμηρότατον, ὑπὸ τοῦ συνήθους ἐπαρθέντα θράσους, ἀντιλαβέσθαι τοῦ λεγομένου παρ' αὐτοῖς ἐπισκοπῆς θρόνου, τοῦτο δὲ εἶναι καὶ τῷ θεοσεβεῖ τῶν Ἀλεξανδρέων δήμῳ οὐ μετρίως ἀηδές· ὅθεν αὐτῷ προαγορεύομεν ἀπιέναι τῆς πόλεως ἐξ ἧς ἂν ἡμέρας ‹τὰ› τῆς ἡμετέρας ἡμερότητος γράμματα δέξηται παραχρῆμα· μένοντι δὲ αὐτῷ τῆς πόλεως εἴσω μείζους πολὺ καὶ χαλεπωτέρας προαγορεύομεν τιμωρίας.
[111]
Εἰ μέν τις τῶν ἄλλων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καὶ διδασκαλίαν νεαράν, λόγον εἶχεν οὐδ' ὣς Ἀθανάσιον ὑφ' ὑμῶν ἐπιζητεῖσθαι· νῦν δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ [τῇ] βασιλίσσῃ τῆς Αἰγύπτου πάσης Ἴσιδι τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν, ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ τὸ τῆς πόλεως ὄνομα.
Λίαν αἰσχύνομαι νὴ τοὺς θεούς, ἄνδρες Ἀλεξανδρεῖς, εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ Γαλιλαῖος εἶναι. Τῶν ὡς ἀληθῶς Ἑβραίων οἱ πατέρες Αἰγυπτίοις ἐδούλευον πάλαι, νυνὶ δὲ ὑμεῖς, ἄνδρες Ἀλεξανδρεῖς, Αἰγυπτίων κρατήσαντες (ἐκράτησε γὰρ ὁ κτίστης ὑμῶν τῆς Αἰγύπτου), τοῖς κατωλιγωρηκόσι τῶν πατρῴων δογμάτων δουλείαν ἐθελούσιον ἄντικρυς τῶν παλαιῶν θεσμῶν ὑφίστασθε, καὶ οὐκ εἰσέρχεται μνήμη τῆς παλαιᾶς ὑμᾶς ἐκείνης εὐδαιμονίας, ἡνίκα ἦν κοινωνία μὲν πρὸς θεοὺς Αἰγύπτῳ τῇ πάσῃ, πολλῶν δὲ ἀπηλαύομεν ἀγαθῶν. Ἀλλ' οἱ νῦν εἰσαγαγόντες ὑμῖν τὸ καινὸν τοῦτο κήρυγμα τίνος αἴτιοι γεγόνασιν ἀγαθοῦ τῇ πόλει, φράσατέ μοι. Κτίστης ὑμῖν ἦν ἀνὴρ θεοσεβὴς Ἀλέξανδρος ὁ Μακεδών, οὔτι μὰ Δία κατά τινα τούτων ὤν, οὐδὲ κατὰ πάντας Ἑβραίους, μακρῷ γεγονότας αὐτῶν κρείττονας. Ἐκείνων μὲν οὖν καὶ ὁ τοῦ Λάγου Πτολεμαῖος ἦν ἀμείνων, Ἀλέξανδρος δὲ καὶ Ῥωμαίοις ἐπὶ ἅμιλλαν ἰὼν ἀγωνίαν ‹ἂν› παρεῖχε. Τί οὖν; μετὰ τὸν κτίστην οἱ Πτολεμαῖοι, τὴν πόλιν ὑμῶν ὥσπερ γνησίαν θυγατέρα παιδοτροφήσαντες, οὔτοι τοῖς Ἰησοῦ λόγοις ηὔξησαν αὐτήν, οὐδὲ τῇ τῶν ἐχθίστων Γαλιλαίων διδασκαλίᾳ τὴν οἰκονομίαν αὐτῇ ταύτην, ὑφ' ἧς νῦν ἐστιν εὐδαίμων, ἐξειργάσαντο. Τρίτον, ἐπειδὴ Ῥωμαῖοι κύριοι γεγόναμεν αὐτῆς ἀφελόμενοι τοὺς Πτολεμαίους οὐ καλῶς ἄρχοντας, ὁ Σεβαστὸς δὴ ἐπιδημήσας ὑμῶν τῇ πόλει καὶ πρὸς τοὺς ὑμετέρους πολίτας διαλεχθείς· "Ἄνδρες", εἶπεν, "Ἀλεξανδρεῖς, ἀφίημι τὴν πόλιν αἰτίας πάσης αἰδοῖ τοῦ μεγάλου θεοῦ Σαράπιδος, αὐτοῦ τε ἕνεκα τοῦ δήμου καὶ τοῦ μεγέθους τῆς πόλεως· αἰτία δέ μοι τρίτη τῆς εἰς ὑμᾶς εὐνοίας ἐστὶ καὶ ὁ ἑταῖρος Ἄρειος". Ἦν δὲ ὁ Ἄρειος οὗτος πολίτης μὲν ὑμέτερος, Καίσαρος δὲ τοῦ Σεβαστοῦ συμβιωτής, ἀνὴρ φιλόσοφος.
Τὰ μὲν οὖν ἰδίᾳ περὶ τὴν πόλιν ὑμῶν ὑπάρξαντα παρὰ τῶν Ὀλυμπίων θεῶν, ὡς ἐν βραχεῖ φράσαι, τοιαῦτα, σιωπῶ δὲ διὰ τὸ μῆκος τὰ πολλά· τὰ δὲ κοινῇ καθ' ἡμέραν οὐκ ἀνθρώποις ὀλίγοις οὐδὲ ἑνὶ γένει οὐδὲ μιᾷ πόλει, παντὶ δὲ ὁμοῦ τῷ κόσμῳ παρὰ τῶν ἐπιφανῶν θεῶν διδόμενα πῶς ὑμεῖς οὐκ ἴστε; μόνοι τῆς ἐξ Ἡλίου κατιούσης αὐγῆς ἀναισθήτως ἔχετε; μόνοι θέρος οὐκ ἴστε καὶ χειμῶνα παρ' αὐτοῦ γινόμενον; μόνοι ζῳογονούμενα καὶ κινούμενα παρ' αὐτοῦ τὰ πάντα; τὴν δὲ ἐξ αὐτοῦ καὶ παρ' αὐτοῦ δημιουργὸν τῶν ὅλων Σελήνην οὖσαν οὐκ αἰσθάνεσθε πόσων ἀγαθῶν αἰτία τῇ πόλει γίνεται; Καὶ τούτων μὲν τῶν θεῶν οὐδένα προσκυνεῖν τολμᾶτε, ὃν δὲ οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἑωράκασιν Ἰησοῦν, οἴεσθε χρῆναι θεὸν λόγον ὑπάρχειν; ὃν δὲ ἐξ αἰῶνος ἅπαν ὁρᾷ τὸ τῶν ἀνθρώπων γένος καὶ βλέπει καὶ σέβεται καὶ σεβόμενον εὖ πράττει, τὸν μέγαν Ἥλιον λέγω, τὸ ζῶν ἄγαλμα καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἀγαθοεργὸν τοῦ νοητοῦ πατρός εἴ τί μοι πείθεσθε παραινοῦντι καὶ μικρά, ὑμᾶς αὐτοὺς ἐπαναγάγετε πρὸς τὴν ἀλήθειαν· οὐχ ἁμαρτήσεσθε τῆς ὀρθῆς ὁδοῦ πειθόμενοι τῷ πορευθέντι κἀκείνην τὴν ὁδὸν ἄχρις ἐνιαυτῶν εἴκοσι, καὶ ταύτην ἰδοὺ σὺν θεοῖς πορευομένῳ δωδέκατον ἔτος.
Εἰ μὲν οὖν φίλοις ἡμῖν πείθεσθε, μειζόνως εὐφρανεῖτε· τῇ δεισιδαιμονίᾳ δὲ καὶ κατηχήσει τῶν πανούργων ἀνθρώπων ἐμμένειν εἴπερ ἐθέλοιτε, τὰ πρὸς ἀλλήλους ὁμονοεῖτε καὶ τὸν Ἀθανάσιον μὴ ποθεῖτε. Πολλοὶ πάντως εἰσὶ τῶν αὐτοῦ μαθητῶν δυνάμενοι τὰς ἀκοὰς ὑμῶν κνηστιώσας καὶ δεομένας ἀσεβῶν ῥημάτων ἱκανῶς παραμυθήσασθαι. Ὤφελε γὰρ Ἀθανασίῳ μόνῳ ἡ τοῦ δυσσεβοῦς αὐτοῦ διδασκαλείου κατακεκλεῖσθαι μοχθηρία· νῦν δέ ἐστι πλῆθος ὑμῖν οὐκ ἀγεννές, καὶ πρᾶγμά γε οὐδέν· ὃν γὰρ ἂν ἕλησθε τοῦ πλήθους, ὅσα γε εἰς τὴν τῶν γραφῶν διδασκαλίαν ἥκει, χείρων οὐδὲν ἔσται τοῦ παρ' ὑμῶν ποθουμένου. Εἰ δὲ τῆς ἄλλης ἐντρεχείας ἐρῶντες Ἀθανασίου (πανοῦργον γὰρ εἶναι τὸν ἄνδρα πάλαι πυνθάνομαι) ταύτας ἐποιήσασθε τὰς δεήσεις, ἴστε διὰ τοῦτο αὐτὸν ἀπεληλαμένον τῆς πόλεως· ἀνεπιτήδειος γὰρ φύσει προστατεύειν δήμου πολυπράγμων ἀνήρ· εἰ δὲ μηδὲ ἀνήρ, ἀλλ' ἀνθρωπίσκος εὐτελής, καθάπερ οὗτος ὁ μέγα οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν, τοῦτο δὴ δίδωσιν ἀταξίας ἀρχήν. Ὅθεν οὖν, ἵνα μὴ γένηται τοιοῦτο πρὸς ὑμᾶς μηθέν, ἀπελθεῖν αὐτῷ προηγορεύσαμεν τῆς πόλεως πάλαι, νυνὶ δὲ καὶ Αἰγύπτου πάσης.
Προτεθήτω τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρεῦσιν.
[112]
Εἰ καὶ τῶν ἄλλων ἕνεκα μὴ γράφεις ἡμῖν, ἀλλ' ὑπέρ γε τοῦ τοῖς θεοῖς ἐχθροῦ ἐχρῆν σε γράφειν Ἀθανασίου, καὶ ταῦτα πρὸ πλείονος ἤδη χρόνου τὰ καλῶς ἡμῖν ἐγνωσμένα πεπυσμένον. Ὄμνυμι δὲ τὸν μέγαν Σάραπιν ὡς, εἰ μὴ πρὸ τῶν Δεκεμβρίων καλανδῶν ὁ θεοῖς ἐχθρὸς Ἀθανάσιος ἐξέλθοι ἐκείνης, μᾶλλον δὲ καὶ πάσης τῆς Αἰγύπτου, τῇ ὑπακουούσῃ σοι τάξει προστιμήσαιμι χρυσοῦ λίτρας ἑκατόν· οἶσθα δὲ ὅπως εἰμὶ βραδὺς μὲν εἰς τὸ καταγνῶναι, πολλῷ δὲ ἔτι βραδύτερος εἰς τὸ ἅπαξ καταγνοὺς ἀνεῖναι.
Καὶ τῇ αὑτοῦ χειρί ‑ Πάνυ με λυπεῖ τὸ καταφρονεῖσθαι. Μὰ τοὺς θεοὺς πάντας οὐδὲν οὕτως ἂν ἴδοιμι, μᾶλλον δὲ ἀκούσαιμι ἡδέως παρὰ σοῦ πραχθέν, ὡς Ἀθανάσιον ἐξεληλαμένον τῶν τῆς Αἰγύπτου τόπων, τὸν μιαρόν, ὃς ἐτόλμησεν Ἑλληνίδας ἐπ' ἐμοῦ γυναῖκας τῶν ἐπισήμων βαπτίσαι. Διωκέσθω.
[114]
Ὤιμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας ἕξειν μοι μείζονα χάριν ἢ τῷ φθάσαντι πρὸ ἐμοῦ τὴν ἀρχὴν ἐπιτροπεῦσαι· συνέβη γὰρ ἐπὶ μὲν ἐκείνου τοὺς πολλοὺς αὐτῶν καὶ φυγαδευθῆναι καὶ διωχθῆναι καὶ δεσμευθῆναι, πολλὰ δὲ ἤδη καὶ σφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν, ὡς ἐν Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ Βιθυνίᾳ καὶ Γαλατίᾳ καὶ πολλοῖς ἄλλοις ἔθνεσιν ἄρδην ἀνατραπῆναι πορθηθείσας κώμας, ἐπ' ἐμοῦ δὲ τοὐναντίον· οἵ τε γὰρ ἐξορισθέντες ἀφείθησαν, καὶ οἱ δημευθέντες ἀπολαμβάνειν τὰ σφέτερα ἅπαντα νόμῳ παρ' ἡμῶν ἔλαχον. Οἱ δ' εἰς τοσοῦτον λυσσομανίας ἥκουσι καὶ ἀπονοίας, ὥστε, ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς, μηδὲ ἅ ποτε ἔπραττον κατ' ἀλλήλων, ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο, διατιθέναι, παροξυνόμενοι πάντα κινοῦσι λίθον, καὶ συνταράττειν τολμῶσι τὰ πλήθη καὶ στασιάζειν, ἀσεβοῦντες μὲν εἰς τοὺς θεούς, ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις προστάγμασι, καίπερ οὕτως οὖσι φιλανθρώποις. Οὐδένα γοῦν αὐτῶν ἄκοντα πρὸς βωμοὺς ἐῶμεν ἕλκεσθαι, διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν, εἴ τις ἑκὼν χερνίβων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν, καθάρσια προσφέρεσθαι πρῶτον καὶ τοὺς ἀποτροπαίους ἱκετεύειν θεούς· οὕτω πόρρω τυγχάνομεν ‹νὴ› Δία τοῦ τινα τῶν δυσσεβῶν ἐθελῆσαί ποτε ἢ διανοηθῆναι τῶν παρ' ἡμῖν εὐαγῶν μετασχεῖν θυσιῶν, πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς τοὺς θεούς, τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.
Τὰ γοῦν πλήθη τὰ παρὰ τῶν λεγομένων κληρικῶν ἐξηπατημένα πρόδηλον ὅτι ταύτης ἀφαιρεθείσης στασιάζει τῆς ἀδείας· οἱ γὰρ εἰς τοῦτο τετυραννηκότες οὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι δίκην ὑπὲρ ὧν ἔπραξαν κακῶν, ποθοῦντες δὲ τὴν προτέραν δυναστείαν, ὅτι μὴ δικάζειν ἔξεστιν αὐτοῖς καὶ γράφειν διαθήκας καὶ ἀλλοτρίους σφετερίζεσθαι κλήρους καὶ τὰ πάντα ἑαυτοῖς προσνέμειν, πάντα κινοῦσιν ἀκοσμίας κάλων καί, τὸ λεγόμενον, πῦρ ἐπὶ πῦρ ὀχετεύουσι καὶ τοῖς προτέροις κακοῖς μείζονα ἐπιθεῖναι τολμῶσιν, εἰς διάστασιν ἄγοντες τὰ πλήθη. Ἔδοξεν οὖν μοι πᾶσι τοῖς δήμοις προαγορεῦσαι διὰ τοῦδε τοῦ διατάγματος καὶ φανερὸν καταστῆσαι, μὴ συστασιάζειν τοῖς κληρικοῖς, μηδὲ ἀναπείθεσθαι παρ' αὐτῶν λίθους αἴρειν μήτε ἀπιστεῖν τοῖς ἄρχουσιν, ἀλλὰ συνιέναι μὲν ἕως ἂν ἐθέλωσιν, εὔχεσθαι δὲ ἃς νομίζουσιν εὐχὰς περὶ ἑαυτῶν· εἰ δὲ ἀναπείθοιεν ὑπὲρ ἑαυτῶν στασιάζειν, μηκέτι συνᾴδειν, ἵνα μὴ δίκην δῶσι
Ταῦτα δέ μοι παρέστη τῇ Βοστρηνῶν ἰδίᾳ προαγορεῦσαι πόλει διὰ τὸ τὸν ἐπίσκοπον Τίτον καὶ τοὺς κληρικοὺς ἐξ ὧν ἐπέδοσαν βιβλίων τοῦ μετὰ σφῶν πλήθους κατηγορηκέναι, ὡς αὐτῶν μὲν παραινούντων τῷ πλήθει μὴ στασιάζειν, ὁρμωμένου δὲ τοῦ πλήθους πρὸς ἀταξίαν. Ἐν γοῦν τοῖς βιβλίοις καὶ αὐτὴν ἣν ἐτόλμησεν ἐγγράψαι τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι· "καίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει τῶν Ἑλλήνων, κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει μηδένα μηδαμοῦ ἀτακτεῖν". Ταῦτα γάρ ἐστιν ὑπὲρ ὑμῶν τοῦ ἐπισκόπου τὰ ῥήματα. Ὁρᾶτε ὅπως τὴν ὑμετέραν εὐταξίαν οὐκ ἀπὸ τῆς ὑμετέρας εἶναί φησιν γνώμης, οἵ γε ἄκοντες, ὥς γε εἶπε, κατέχεσθε διὰ τὰς αὐτοῦ παραινέσεις; Ὡς οὖν κατήγορον ὑμῶν ἑκόντες τῆς πόλεως διώξατε, τὰ πλήθη δὲ ὁμονοεῖτε πρὸς ἀλλήλους. Καὶ μηδεὶς ἐναντιούσθω μηδὲ ἀδικείτω, μήθ' οἱ πεπλανημένοι τοῖς ὀρθῶς καὶ δικαίως τοὺς θεοὺς θεραπεύουσι κατὰ τὰ ἐξ αἰῶνος ἡμῖν παραδεδομένα, μήθ' οἱ θεραπευταὶ τῶν θεῶν λυμαίνεσθε ταῖς οἰκίαις ἢ διαρπάζετε τῶν ἀγνοίᾳ μᾶλλον ἢ γνώμῃ πεπλανημένων. Λόγῳ δὲ πείθεσθαι χρὴ καὶ διδάσκεσθαι τοὺς ἀνθρώπους, οὐ πληγαῖς οὐδὲ ὕβρεσιν οὐδὲ αἰκισμῷ τοῦ σώματος. Αὖθις δὲ καὶ πολλάκις παραινῶ τοῖς ἐπὶ τὴν ἀληθῆ θεοσέβειαν ὁρμωμένοις μηδὲν ἀδικεῖν τῶν Γαλιλαίων τὰ πλήθη, μηδὲ ἐπιτίθεσθαι, μηδὲ ὑβρίζειν εἰς αὐτούς. Ἐλεεῖν δὲ χρὴ μᾶλλον ἢ μισεῖν τοὺς ἐπὶ τοῖς μεγίστοις πράττοντας κακῶς· μέγιστον γὰρ τῶν καλῶν ὡς ἀληθῶς ἡ θεοσέβεια, καὶ τοὐναντίον τῶν κακῶν ἡ δυσσέβεια. Συμβαίνει δὲ τοὺς ἀπὸ θεῶν ἐπὶ τοὺς νεκροὺς καὶ τὰ λείψανα μετατετραμμένους ταύτην ἀποτῖσαι τὴν ζημίαν ὡς τοῖς μὲν ἐνεχομένοις τινὶ συναλγοῦμεν, τοῖς δὲ ἀπολυομένοις καὶ ἀφιεμένοις ὑπὸ τῶν θεῶν συνηδόμεθα.
Ἐδόθη τῇ τῶν καλανδῶν Αὐγούστ(ων) ἐν Ἀντιοχ(είᾳ).[115]
Ἐγὼ μὲν κέχρημαι τοῖς Γαλιλαίοις ἅπασιν οὕτω πράως καὶ φιλανθρώπως, ὥστε μηδένα μηδαμοῦ βίαν ὑπομένειν μηδὲ εἰς ἱερὸν ἕλκεσθαι μηδὲ εἰς ἄλλο τι τοιοῦτον ἐπηρεάζεσθαι παρὰ τὴν οἰκείαν πρόθεσιν· οἱ δὲ τῆς Ἀρειανικῆς ἐκκλησίας, ὑπὸ τοῦ πλούτου τρυφῶντες, ἐπεχείρησαν τοῖς ἀπὸ τοῦ Οὐαλεντίνου, καὶ τετολμήκασι τοσαῦτα κατὰ τὴν Ἔδεσσαν, ὅσα οὐδέποτε ἐν εὐνομουμένῃ πόλει γένοιτο ἄν. Οὐκοῦν ἐπειδὴ αὐτοῖς ὑπὸ τοῦ θαυμασιωτάτου νόμου προείρηται ‹τὰ ὑπάρχοντα προέσθαι› ἵν' εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εὐοδώτερον πορευθῶσι, πρὸς τοῦτο συναγωνιζόμενοι τοῖς ἁγίοις αὐτῶν, τὰ χρήματα τῆς Ἐδεσσηνῶν ἐκκλησίας ἅπαντα ἐκελεύσαμεν ἀναληφθῆναι δοθησόμενα τοῖς στρατιώταις, καὶ τὰ κτήματα τοῖς ἡμετέροις προστεθῆναι πριβάτοις, ἵνα πενόμενοι σωφρονῶσι καὶ μὴ στερηθῶσιν ἧς ἔτι ἐλπίζουσιν οὐρανίου βασιλείας. Τοῖς οἰκοῦσι δὲ τὴν Ἔδεσσαν προαγορεύομεν ἀπέχεσθαι πάσης στάσεως καὶ φιλονεικίας, ἵνα μή, τὴν ἡμετέραν φιλανθρωπίαν κινήσαντες καθ' ὑμῶν αὐτῶν, ὑπὲρ τῆς τῶν κοινῶν ἀταξίας δίκην τίσητε, ξίφει καὶ πυρὶ καὶ φυγῇ ζημιωθέντες.
[134] Καὶ Ἰουλιανὸς δὲ ὁ βασιλεύς, ὅτε πρὸς Πέρσας ἐστρατεύετο, γράφων Ἰουδαίοις οὕτω φησίν·
"Ἀνεγείρω γὰρ μετὰ πάσης προθυμίας τὸν ναὸν τοῦ Ὑψίστου θεοῦ."
[136b] Χρῆν μὲν οἴκοθεν διανοηθέντας ὃ δὴ νῦν ἔδοξε κρατῦναι τῷ νόμῳ, τὸ παλαιὸν ἔθος ἀναλαβεῖν, ὃ διανοούμενοι μὲν οἱ πάλαι καλῶς θέμενοι τοὺς νόμους, εἶναι πλεῖστον ὑπέλαβον ἐν μέσῳ ζωῆς τε καὶ θανάτου, ἰδίᾳ δὲ ἑκατέρῳ πρέπειν ἐνόμισαν τὰ ἐπιτηδεύματα τῶν ἔργων· εἶναι μὲν γὰρ τὸν θάνατον ἡσυχίαν διηνεκῆ (καὶ τοῦτο ἄρα ἐστὶν ὁ χαλκοῦς ὕπνος ὁ ὑπὸ τῶν ποιητῶν ὑμνούμενος), ἀπεναντίας δὲ τὴν ζωὴν ἔχειν πολλὰ μὲν ἀλγεινὰ πολλὰ δὲ ἡδέα, καὶ τὸ πράττειν νῦν μὲν ἑτέρως, αὖθις δὲ ἄμεινον. Ὃ δὴ διανοηθέντες, ἔταξαν ἰδίᾳ μὲν ἀφοσιοῦσθαι τὰ πρὸς τοὺς κατοιχομένους, ἰδίᾳ δὲ τὰ πρὸς τὸν καθ' ἡμέραν οἰκονομεῖσθαι βίον. Ἔτι δὲ πάντων ὑπελάμβανον ἀρχὴν εἶναι καὶ τέλος τοὺς θεούς, ζῶντάς τε ἡμᾶς ἐνόμισαν ὑπὸ θεοῖς ‹εἶναι›, καὶ ἀπιόντας πάλιν πρὸς τοὺς θεοὺς πορεύεσθαι. Τὸ μὲν οὖν ὑπὲρ τούτων λέγειν εἴτε τοῖς αὐτοῖς ἀμφότερα προσήκει θεοῖς, εἴτε ἕτεροι μὲν ἐπιτροπεύουσι τοὺς ζῶντας, ἕτεροι δὲ τοὺς τεθνεῶτας, οὐδ' ἄξιον ἴσως δημοσιεύειν. Εἰ [μέν] γε μὴν καθάπερ ἡμέρας καὶ νυκτὸς αἴτιος Ἥλιος ‹καὶ χειμῶνος› καὶ θέρους ἀπιὼν καὶ προσιών, οὕτω δὲ καὶ αὐτῶν τῶν θεῶν ὁ πρεσβύτατος, εἰς ὃν πάντα καὶ ἐξ οὗ πάντα, ζῶσί τε ἔταξεν ἄρχοντας καὶ τελευτήσασιν ἀπεκλήρωσε κυρίους, ἑκατέρῳ τὰ πρέποντα χρὴ νέμειν ἐν μέρει, καὶ μιμεῖσθαι διὰ τοῦ καθ' ἡμέραν βίου τὴν ἐν τοῖς οὖσι τῶν θεῶν διακόσμησιν.
Οὐκοῦν ἡσυχία μὲν ὁ θάνατός ἐστιν, ἡσυχίᾳ δὲ ἡ νὺξ ἁρμόττει. Διόπερ οἶμαι πρέπειν ἐν αὐτῇ τὰ περὶ τὰς ταφὰς πραγματεύεσθαι τῶν τελευτησάντων, ἐπεὶ τό γε ἐν ἡμέρᾳ πράττειν τι τοιοῦτο πολλῶν ἕνεκα παραιτητέον. Ἄλλος ἐπ' ἄλλῃ πράξει στρέφεται κατὰ τὴν πόλιν, καὶ μεστὰ πάντα ἐστὶ τῶν μὲν εἰς δικαστήρια πορευομένων, τῶν δὲ εἰς ἀγορὰν καὶ ἐξ ἀγορᾶς, τῶν δὲ ἐπὶ ταῖς τέχναις προσκαθημένων, τῶν δὲ ἐπὶ τὰ ἱερὰ φοιτώντων, ὅπως τὰς ἀγαθὰς ἐλπίδας παρὰ τῶν θεῶν βεβαιώσοιντο. Εἶτα οὐκ οἶδα οἵτινες ἀναθέντες ἐν κλίνῃ νεκρὸν διὰ μέσων ὠθοῦνται τῶν ταῦτα σπουδαζόντων, καὶ τὸ πρᾶγμά ἐστι πάντα τρόπον οὐκ ἀνεκτόν· ἀναπίμπλανται γὰρ οἱ προστυχόντες πολλάκις ἀηδίας, οἱ μὲν οἰόμενοι πονηρὸν τὸ οἰώνισμα, τοῖς δὲ εἰς ἱερὰ βαδίζουσιν οὐ θέμις προσελθεῖν ἐστι πρὶν ἀπολούσασθαι. Τοῖς γὰρ αἰτίοις τοῦ ζῆν θεοῖς καὶ μάλιστα πάντων ἀλλοτριώτατα πρὸς φθορὰν διακειμένοις οὐ θέμις προσελθεῖν ἀπὸ τοιαύτης ὄψεως. Καὶ οὔπω τὰ μείζω κατηγόρηκα τοῦ γιγνομένου. Τίνα δὲ ταῦτά ἐστιν; Ἱεροὶ περίβολοι καὶ θεῶν ναοὶ ἀνεῴγασι, καὶ πολλάκις θύει τις ἔνδον καὶ σπένδει καὶ εὔχεται· οἱ δὲ παρέρχονται παρ' αὐτὸ τὸ ἱερὸν νεκρὸν κομίζοντες, καὶ ἡ τῶν ὀδυρμῶν φωνὴ καὶ δυσφημία ἄχρι τῶν βωμῶν φέρεται. Οὐκ ἴστε ὅτι πρὸ πάντων τῶν ἄλλων, ὡς τὰ τῆς ἡμέρας καὶ τὰ τῆς νυκτὸς ἔργα διῄρηται, οὕτως οὖν εἰκότως τοῖς μὲν ἀφῃρέθη, τῇ δὲ ἀνακέοιτο. Οὐ γὰρ δὴ τῆς ἐσθῆτος τὴν λευκὴν ἐπὶ τοῖς πένθεσιν ὀρθῶς ἔχον ἐστὶ παραιτεῖσθαι, θάπτειν δὲ τοὺς τελευτήσαντας ἐν ἡμέρᾳ καὶ φωτί. Βέλτιον ‹ἦν› ἐκεῖνο, εἴ γε εἰς οὐδένα τῶν θεῶν ἐπλημμελεῖτο, τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβεια· τοῖς τε γὰρ Ὀλυμπίοις οὐ δέον αὐτὸ προσνέμουσι, καὶ τῶν Χθονίων, ἢ ὁπωσοῦν ἄλλως οἱ τῶν ψυχῶν ἐπίτροποι καὶ κύριοι χαίρουσιν ὀνομαζόμενοι, παρὰ τὸ δέον ἀλλοτριοῦσιν. Ἐγὼ δὲ οἶδα καὶ τοὺς περιττοὺς καὶ ἀκριβεῖς τὰ θεῖα θεοῖς τοῖς κάτω νύκτωρ ἢ πάντως μετὰ δεκάτην ἡμέρας ὥραν ἱερεῖα δρᾶν ἀξιοῦντας. Εἰ δὲ τῆς ἐκείνων θεραπείας οὗτος ἀμείνων ὁ καιρός, οὐδὲ τῇ θεραπείᾳ πάντως τῶν τεθνεώτων ἕτερον ἀποδώσομεν.
Τοῖς μὲν οὖν ἑκοῦσι πειθομένοις ἐξαρκεῖ ταῦτα· ἃ γὰρ ἡμάρτανον μαθόντες, μετατιθέσθων πρὸς τὸ βέλτιον. Εἰ δέ τις τοιοῦτός ἐστιν οἷος ἀπειλῆς καὶ ζημίας δεῖσθαι, ἴστω τὴν μεγίστην ὑφέξων δίκην εἰ πρὸ δεκάτης ἡμερινῆς ὥρας τολμήσει τε τῶν ἀπογινομένων τινὸς κηδεῦσαι σῶμα καὶ διὰ τῆς πόλεως ἐνεγκεῖν· ἀλλὰ δύντος ἡλίου καὶ αὖ πρὶν ἀνίσχειν ταῦτα γινέσθω, ἡ δὲ ἡμέρα καθαρὰ καθαροῖς τοῖς τε ἔργοις καὶ τοῖς Ὀλυμπίοις ἀνακείσθω θεοῖς.
[152]
Ὁ λογοποιὸς ὁ Θούριος ὦτα εἶπεν ἀνθρώποις ὀφθαλμῶν ἀπιστότερα. Τούτῳ ἐπὶ σοῦ τὴν ἐναντίαν ἔχω γνώμην ἐγώ· πιστότερα γάρ ἐστί μοι τὰ ὦτα τῶν ὀφθαλμῶν. Οὐ γάρ, εἴπερ εἶδόν σε δεκάκις, οὕτως ἂν ἐπίστευσα τοῖς ὀφθαλμοῖς ὡς νῦν ταῖς ἀκοαῖς πιστεύω ταῖς ἐμαυτοῦ, παρ' ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι δεδιδαγμένος ὅτι, πάντα ἀνὴρ ὤν, αὐτὸς ἑαυτοῦ κρείττων εἶ περὶ τὸ ῥέξαι, φησὶν Ὅμηρος, χερσί τε καὶ ποσίν. Ἐπιτρέψαντες οὖν σοι τὴν τῶν ὅπλων χρῆσιν, ἀπεστείλαμέν τε πανοπλίαν, ἣ τέως τοῖς πεζοῖς ἁρμόττει [κουφοτέρα δέ ἐστιν αὕτη τῆς τῶν ἱππέων], ἐγκατελέξαμεν δέ σε τῷ τῶν οἰκείων συντάγματι [γίνονται δὲ ἀπὸ τῶν ὁπλοφορησάντων οὗτοι καὶ στρατευσαμένων].
[153]Πάντων μὲν ἕνεκά μοι τὸ σῶμα διάκειται μετρίως, οὐ μὴν ἀλλὰ καὶ τὰ τῆς γνώμης ἔχει καλῶς. Οἶμαι δὲ ἐγὼ τούτου προοίμιον εἶναι μηδὲν κρεῖττον ἐπιστολῇ φίλῳ παρὰ φίλου πεμπομένῃ. Τίνος οὖν ἐστι τὸ προοίμιον; αἰτήσεως, οἶμαι. Τίς δὲ ἡ αἴτησις; ἐπιστολῶν ἀμοιβαίων, ἃς εἴη γε κατὰ διάνοιαν ὁμολογῆσαι ταῖς ἐμαῖς, αἴσια παρὰ σοῦ πάντα πρὸς ἡμᾶς ἐξαγγελλούσας.
[155] Τίς οὖν ἀγνοεῖ τὸν Αἰθιόπων ὑπὲρ τοῦ παρ' ἡμῖν τροφιμωτάτου σιτίου λόγον; Ἁψάμενοι γὰρ τῆς μάζης, θαυμάζειν ἔφασαν ὅπως κόπρια σιτούμενοι ζῶμεν, εἴ τῳ πιστὸς ὁ Θούριος εἶναι λογοποιὸς δοκεῖ. Ἰχθυοφάγων δὲ καὶ σαρκοφάγων ἀνθρώπων γένη μηδ' ὄναρ ἰδόντα τὴν παρ' ἡμῖν δίαιταν οἱ τὴν οἰκουμένην περιηγούμενοι γῆν ἱστοροῦσιν· ὧν εἴ τις παρ' ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον. [156] Ὅτι ὁ Ἰουλιανὸς ἐν ταῖς ἐπιστολαῖς ἴδιον ‹πατέρα› ἀνακαλεῖ τὸν Ἥλιον.
[157] Τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν· "ἀνέγνων, ἔγνων, κατέγνων·" τοὺς δὲ πρὸς ταῦτα ἀντιγράψαι· "ἀνέγνως, ἀλλ' οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως". Εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάντι τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι, καὶ οὐκ ἀπεικός.