9264 668 0 8 9 0 IV-III a. C. Nat. Hist. Theophrastus I Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 0

Theophrastus-Historia plantarum I

ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ Α

[1]   Τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη καὶ τὰς γενέσεις καὶ τοὺς βίους· ἤθη γὰρ καὶ πράξεις οὐκ ἔχουσιν ὥσπερ τὰ ζῶα. εἰσὶ δ' αἱ μὲν κατὰ τὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρητότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσι ποικιλίας. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη καὶ μὴ μέρη καλεῖν, ἀλλ' ἔχει τινὰ ἀπορίαν.

[2]    Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι διὰ νόσον ἢ γῆρας ἢ πήρωσιν ἀποβάλλεται. τῶν δ' ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ' ἐστὶν ὥστ' ἐπέτειον ἔχειν τὴν οὐσίαν, οἷον ἄνθος βρύον φύλλον καρπός, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς· ἔτι δὲ αὐτὸς ὁ βλαστός· αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ' ἐνιαυτὸν ὁμοίως ἔν τε τοῖς ἄνω καὶ ἐν τοῖς περὶ τὰς ῥίζας· ὥστε, εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλῆθος ἀόριστον ἔσται καὶ οὐδέποτε τὸ αὐτὸ τῶν μορίων· εἰ δ' αὖ μὴ μέρη, συμβήσεται, δι' ὧν τέλεια γίνεται καὶ φαίνεται, ταῦτα μὴ εἶναι μέρη· βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἔχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται.

[3]    Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ' ὅσα πρὸς τὴν γένεσιν, αὐτά τε τὰ γεννώμενα μέρη θετέον οἷον τοὺς καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. εἰ δὲ ἐν τῇ ὥρᾳ ὄψει τοῦτό γε κάλλιστον, οὐδὲν σημεῖον, ἐπεὶ καὶ τῶν ζώων εὐθενεῖ τὰ κύοντα.

   Πολλὰ δὲ καὶ τὰ μέρη κατ' ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ' οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὂν τῷ φυλλοβολεῖν τὸ πάθος.

   Ὡσαύτως δ' οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ' ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας.

[4]    Ὅλως δὲ καθάπερ εἴπομεν οὐδὲ πάντα ὁμοίως καὶ ἐπὶ τῶν ζώων ληπτέον. δι' ὃ καὶ ὁ ἀριθμὸς ἀόριστος· πανταχῆ γὰρ βλαστητικὸν ἅτε καὶ πανταχῆ ζῶν. ὥστε ταῦτα μὲν οὕτως ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν ἀλλὰ καὶ τῶν μελλόντων χάριν· ὅσα γὰρ μὴ οἷόν τε ἀφομοιοῦν περίεργον τὸ γλίχεσθαι πάντως, ἵνα μὴ καὶ τὴν οἰκείαν ἀποβάλλωμεν θεωρίαν. ἡ δὲ ἱστορία τῶν φυτῶν ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἢ κατὰ τὰ ἔξω μόρια καὶ τὴν ὅλην μορφὴν ἢ κατὰ τὰ ἐντός, ὥσπερ ἐπὶ τῶν ζώων τὰ ἐκ τῶν ἀνατομῶν.

[5]    Ληπτέον δ' ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ' ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν ποῖα ὅμοια· λέγω δ' οἷον φύλλον ῥίζα φλοιός. οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν εἴ τι κατ' ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζώων, τὴν ἀναφορὰν ποιουμένους δῆλον ὅτι πρὸς τὰ ἐμφερέστατα καὶ τελειότατα. καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζώοις, ὡς ἄν τίς τῴ γ' ἀνάλογον ἀφομοιοῖ. ταῦτα μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον.

[6]    Αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ λαβεῖν εἰσιν ἐν τρισίν, ἢ τῷ τὰ μὲν ἔχειν τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ μὴ ὁμοίως. τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει κατὰ πλῆθος ἢ μέγεθος. ὡς δ' εἰπεῖν τύπῳ κἀκεῖνα πάντα καθ' ὑπεροχὴν καὶ ἔλλειψιν· τὸ [7] γὰρ μᾶλλον καὶ ἧττον ὑπεροχὴ καὶ ἔλλειψις· τὸ δὲ μὴ ὁμοίως τῇ θέσει διαφέρει· λέγω δ' οἷον τὸ τοὺς καρποὺς τὰ μὲν ἐπάνω τὰ δ' ὑποκάτω τῶν φύλλων ἔχειν καὶ αὐτοῦ τοῦ δένδρου τὰ μὲν ἐξ ἄκρου τὰ δὲ ἐκ τῶν πλαγίων, ἔνια δὲ καὶ ἐκ τοῦ στελέχους, οἷον ἡ Αἰγυπτία συκάμινος, καὶ ὅσα δὴ καὶ ὑπὸ γῆς φέρει καρπόν, οἷον ἥ τε ἀραχίδνα καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον, καὶ εἰ τὰ μὲν ἔχει μίσχον τὰ δὲ μή. καὶ ἐπὶ τῶν ἀνθέων ὁμοίως· τὰ μὲν γὰρ περὶ αὐτὸν τὸν καρπὸν τὰ δὲ ἄλλως. ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον.

[8]    Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ' ἐλάτης οἱ κλῶνες κατ' ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι δι' ἴσου τε καὶ κατ' ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων.

   Ὥστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὧν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ' ἕκαστον.

[9]    Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ' ἄν τις ὥσπερ εἰς μέλη, καθάπερ ἐπὶ τῶν ζώων. ἕκαστόν τε γὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων τούτων τὰ ὅλα.

   Ἔστι δὲ ῥίζα μὲν δι' οὗ τὴν τροφὴν ἐπάγεται, καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ' ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ' ἕν, οἷον μάλιστα τὸ ἐπέτειον.

   Καὶ ταῦτα μὲν οἰκειότερα τῶν δένδρων.

[10] ὁ δὲ καυλός, ὥσπερ εἴρηται, κοινότερος· ἔχει δὲ οὐ πάντα οὐδὲ τοῦτον, οἷον ἔνια τῶν ποιωδῶν. τὰ δ' ἔχει μὲν οὐκ ἀεὶ δὲ ἀλλ' ἐπέτειον, καὶ ὅσα χρονιώτερα ταῖς ῥίζαις. ὅλως δὲ πολύχουν τὸ φυτὸν καὶ ποικίλον καὶ χαλεπὸν εἰπεῖν καθόλου· σημεῖον δὲ τὸ μηδὲν εἶναι κοινὸν λαβεῖν ὃ πᾶσιν ὑπάρχει, καθάπερ τοῖς ζώοις [11] στόμα καὶ κοιλία. τὰ δὲ ἀναλογίᾳ ταὐτὰ τὰ δ' ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ' ἔχει οὔτε καυλὸν οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε ἄνθος οὔτε καρπὸν οὔτ' αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ φλέβας, οἷον μύκης ὕδνον· ἐν τούτοις δὲ ἡ οὐσία καὶ ἐν τοῖς τοιούτοις· ἀλλὰ μάλιστα ταῦτα ὑπάρχει, καθάπερ εἴρηται, τοῖς δένδροις κἀκείνων οἰκειότερος ὁ μερισμός. πρὸς ἃ καὶ τὴν ἀναφορὰν τῶν ἄλλων ποιεῖσθαι δίκαιον.

[12]    Σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. διαφέρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ ἐφ' ἓν ἢ εἰς πλείω σχίζεσθαι καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές· λέγω δὲ οὐχ ὁμοιομερὲς ὅτι ἐκ τῶν αὐτῶν μὲν ὁτιοῦν μέρος σύγκειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ' οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς ἐν τοῖς τῶν ζώων μέλεσίν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δὲ καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ' ἀνώνυμον· οὐδὲ δὴ τῶν ἄλλων οὐδενὸς ὅσα μονοειδῆ τῶν ὀργανικῶν· ἁπάντων γὰρ τῶν τοιούτων ἀνώνυμα τὰ μέρη. τῶν δὲ πολυειδῶν ὠνομασμένα καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἷον δάκτυλος ῥὶς ὀφθαλμός. καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν.

[2]

[1]    Ἄλλα δὲ ἐξ ὧν ταῦτα φλοιὸς ξύλον μήτρα, ὅσα ἔχει μήτραν. πάντα δ' ὁμοιομερῆ. καὶ τὰ τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἲς φλὲψ σάρξ· ἀρχαὶ γὰρ αὗται· πλὴν εἴ τις λέγοι τὰς τῶν στοιχείων δυνάμεις, αὗται δὲ κοιναὶ πάντων. ἡ μὲν οὖν οὐσία καὶ ἡ ὅλη φύσις ἐν τούτοις.

   Ἄλλα δ' ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος· τοῦτο δ' ἐστὶν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ φύλλον καὶ ὁ καρπός· ἔτι δὲ [ἕλιξ] βρύον, οἷς ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα τὸ τοῦ καρποῦ· καρπὸς δ' ἐστὶ τὸ συγκείμενον σπέρμα μετὰ τοῦ περικαρπίου. παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα, καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου.

[2]    Καὶ τοῖς μὲν δένδρεσιν ἔστιν οὕτως διαλαβεῖν. τοῖς δ' ἐπετείοις δῆλον ὡς ἅπαντα ἐπέτεια· μέχρι γὰρ τῶν καρπῶν ἡ φύσις. ὅσα δὴ ἐπετειόκαρπα καὶ ὅσα διετίζει, καθάπερ σέλινον καὶ ἄλλ' ἄττα, καὶ ὅσα δὲ πλείω χρόνον ἔχει, τούτοις ἅπασι καὶ ὁ καυλὸς ἀκολουθήσει κατὰ λόγον· ὅταν γὰρ σπερμοφορεῖν μέλλωσι, τότε ἐκκαυλοῦσιν, ὡς ἕνεκα τοῦ σπέρματος ὄντων τῶν καυλῶν.

   Ταῦτα μὲν οὖν ταύτῃ διῃρήσθω. τῶν δὲ ἄρτι εἰρημένων μερῶν πειρατέον ἕκαστον εἰπεῖν τί ἐστιν ὡς ἐν τύπῳ λέγοντας.

[3]    Τὸ μὲν οὖν ὑγρὸν φανερόν· ὃ δὴ καλοῦσί τινες ἁπλῶς ἐν ἅπασιν ὀπόν, ὥσπερ καὶ Μενέστωρ, οἱ δ' ἐν μὲν τοῖς ἄλλοις ἀνωνύμως ἐν δέ τισιν ὀπὸν καὶ ἐν ἄλλοις δάκρυον. ἶνες δὲ καὶ φλέβες καθ' αὑτὰ μὲν ἀνώνυμα τῇ δὲ ὁμοιότητι μεταλαμβάνουσι τῶν ἐν τοῖς ζώοις μορίων. ἔχει δὲ ἴσως καὶ ἄλλας διαφορὰς καὶ ταῦτα καὶ ὅλως τὸ τῶν φυτῶν γένος· πολύχουν γὰρ ὥσπερ εἰρήκαμεν. ἀλλ' ἐπεὶ διὰ τῶν γνωριμωτέρων μεταδιώκειν δεῖ τὰ ἀγνώριστα, γνωριμώτερα δὲ τὰ μείζω καὶ ἐμφανῆ τῇ αἰσθήσει, δῆλον ὅτι καθάπερ ὑφήγηται [4] περὶ τούτων λεκτέον· ἐπαναφορὰν γὰρ ἕξομεν τῶν ἄλλων πρὸς ταῦτα μέχρι πόσου καὶ πῶς ἕκαστα μετέχει τῆς ὁμοιότητος. εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις.

   Ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται· λέγω δ' οἷον ῥίζης καυλοῦ τῶν ἄλλων· αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους ἀπὸ τῶν πρώτων.

   Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν· ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμφυτον ὥσπερ καὶ ζῶον, ὧν ὑπολειπόντων γίνεται γῆρας καὶ φθίσις, τελείως δὲ ὑπολιπόντων θάνατος [5] καὶ αὔανσις. ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώνυμος ἡ ὑγρότης, ἐν ἐνίοις δὲ ὠνομασμένη καθάπερ εἴρηται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ζώων ὑπάρχει· μόνη γὰρ ἡ τῶν ἐναίμων ὑγρότης ὠνόμασται, δι' ὃ καὶ διῄρηται πρὸς τοῦτο στερήσει· τὰ μὲν γὰρ ἄναιμα τὰ δ' ἔναιμα λέγεται. ἕν τι μὲν οὖν τοῦτο τὸ μέρος καὶ τὸ τούτῳ συνηρτημένον θερμόν.

   Ἄλλα δ' ἤδη ἕτερα τῶν ἐντός, ἃ καθ' ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν ὁμοιότητα ἀπεικάζεται τοῖς τῶν ζώων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας· ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαράβλαστον [6] δὲ καὶ ἄβλαστον. ἔτι δὲ φλέβας. αὗται δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ παχύτεραι καὶ παραβλάστας ἔχουσαι καὶ ὑγρότητα. ἔτι ξύλον καὶ σάρξ. τὰ μὲν γὰρ ἔχει σάρκα τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχιστόν, ἡ δὲ σὰρξ πάντη διαιρεῖται ὥσπερ γῆ καὶ ὅσα γῆς· μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός· φανερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς τῶν περικαρπίων δέρμασι. φλοιὸς δὲ καὶ μήτρα κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ διορίσαι. φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ χωριστὸν τοῦ ὑποκειμένου σώματος. μήτρα δὲ τὸ μεταξὺ τοῦ ξύλου, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον ἐν τοῖς ὀστοῖς μυελός. καλοῦσι δέ τινες τοῦτο καρδίαν, οἱ δ' ἐντεριώνην· ἔνιοι δὲ τὸ ἐντὸς τῆς μήτρας αὐτῆς καρδίαν, οἱ δὲ μυελόν.

   Τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. σύγκειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων· ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός· ξυλοῦται γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρθηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι· μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός· φλοιὸς δὲ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου· ὁ δὲ τῆς ἀμπέλου ἐξ ὑγροῦ καὶ ἰνός· ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ πρῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύτως ἀλλὰ διαφόρως.

   Εἰλημμένων δὲ πάντων τῶν μορίων ὡς εἰπεῖν τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας.

[3]

[1]    Ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάθησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ' ὧν ἐνδέχεται. πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ' ὧν πάντ' ἢ τὰ πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρύγανον πόα.

   Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες πολύκλαδον ὀζωτὸν οὐκ εὐαπόλυτον, οἷον ἐλάα συκῆ ἄμπελος· θάμνος δὲ τὸ ἀπὸ ῥίζης πολύκλαδον, οἷον βάτος παλίουρος. φρύγανον δὲ τὸ ἀπὸ ῥίζης πολυστέλεχες καὶ πολύκλαδον οἷον καὶ θύμβρα καὶ πήγανον. πόα δὲ τὸ ἀπὸ ῥίζης φυλλοφόρον προϊὸν ἀστέλεχες, οὗ ὁ καυλὸς σπερμοφόρος, οἷον ὁ σῖτος καὶ τὰ λάχανα.

[2]    Δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμβάνειν ὡς τύπῳ καὶ ἐπὶ τὸ πᾶν λεγομένους· ἔνια γὰρ ἴσως ἐπαλλάττειν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγομένη καὶ ἀποδενδρουμένη· συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ ἀλλ' ἐν ἓξ ἢ ἑπτὰ μησὶν, ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, δι' ὃ καὶ βακτηρίαις αὐταῖς χρώνται, πλείονος δὲ χρόνου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεύτλων· καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κιττός, ὥσθ' ὁμολογουμένως ταῦτα γίνεται [3] δένδρα· καί τοι θαμνώδη γέ ἐστιν. ὁ δὲ μύρρινος μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεωτικὴ καρύα. δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν βελτίω καὶ πλείω φέρειν ἐὰν ῥάβδους τις ἐᾷ πλείους ὡς τῆς φύσεως θαμνώδους οὔσης. οὐ μονοστέλεχες δ' ἂν δόξειεν οὐδ' ἡ μηλέα οὐδ' ἡ ῥοιὰ οὐδ' ἡ ἄπιος εἶναι, οὐδ' ὅλως ὅσα παραβλαστητικὰ ἀπὸ τῶν ῥιζῶν ἀλλὰ τῇ ἀγωγῇ τοιαῦτα παραιρουμένων τῶν ἄλλων. ἔνια δὲ καὶ ἐῶσι πολυστελέχη διὰ λεπτότητα, καθάπερ ῥόαν μηλέαν· ἐῶσι δὲ καὶ τὰς ἐλάας κοπάδας καὶ τὰς συκᾶς.

[4]    Τάχα δ' ἄν τις φαίη καὶ ὅλως μεγέθει καὶ μικρότητι διαιρετέον εἶναι, τὰ δὲ ἰσχύϊ καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. τῶν τε γὰρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονοστελέχη καὶ οἷον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα, τά τε λαχανώδη πάντα ἢ τὰ πλεῖστα ὅταν ἐγκαταμείνῃ λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα.

[5]    Διὰ δὴ ταῦτα ὥσπερ λέγομεν οὐκ ἀκριβολογητέον τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς ἀφορισμούς· ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἷον ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. τὰ μὲν γὰρ ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴν εἶναι δοκεῖ· πᾶν γὰρ καὶ ἄγριον καὶ ἥμερόν φησιν Ἵππων γίνεσθαι τυγχάνον ἢ μὴ τυγχάνον θεραπείας. ἄκαρπα δὲ καὶ κάρπιμα καὶ ἀνθοφόρα καὶ ἀνανθῆ παρὰ τοὺς τόπους καὶ τὸν ἀέρα τὸν περιέχοντα· τὸν αὐτὸν δὲ τρόπον καὶ φυλλοβόλα καὶ ἀείφυλλα. περὶ γὰρ Ἐλεφαντίνην οὐδὲ τὰς ἀμπέλους οὐδὲ τὰς συκᾶς φασι φυλλοβολεῖν.

[6]    Ἀλλ' ὅμως τοιαῦτα διαιρετέον· ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσιν· ὑπὲρ ὧν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ περὶ πάντων κοινῇ δῆλον ὅτι λεκτέον οὐχ ὁρίζοντα καθ' ἕκαστον· εὔλογον δὲ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἅμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων, εἴπερ ἔνια μὴ δύναται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ' ὅλως δέχεται θεραπείαν ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὅσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν, οἷον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον· [ὁ δ' ἄνθρωπος ἢ μόνον ἢ μάλιστα ἥμερον.]

[4]

[1]    Φανεραὶ δὲ καὶ κατ' αὐτὰς τὰς μορφὰς αἱ διαφοραὶ τῶν ὅλων τε καὶ μορίων, οἷον λέγω μέγεθος καὶ μικρότης, σκληρότης μαλακότης, λειότης τραχύτης, φλοιοῦ φύλλων τῶν ἄλλων, ἁπλῶς εὐμορφία καὶ δυσμορφία τις, ἔτι δὲ καὶ καλλικαρπία καὶ κακοκαρπία. πλείω μὲν γὰρ δοκεῖ τὰ ἄγρια φέρειν, ὥσπερ ἀχρὰς κότινος, καλλίω δὲ τὰ ἥμερα καὶ τοὺς χυλοὺς δὲ αὐτοὺς γλυκυτέρους καὶ ἡδίους καὶ τὸ ὅλον ὡς εἰπεῖν εὐκράτους μᾶλλον.

[2]    Αὗταί τε δὴ φυσικαί τινες ὥσπερ εἴρηται διαφοραί, καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρποφόρων καὶ φυλλοβόλων καὶ ἀειφύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. πάντων δὲ ληπτέον ἀεὶ καὶ τὰς κατὰ τοὺς τόπους· οὐ γὰρ οὐδ' οἷόν τε ἴσως ἄλλως. αἱ δὲ τοιαῦται δόξαιεν ἂν γενικόν τινα ποιεῖν χωρισμόν, οἷον ἐνύδρων καὶ χερσαίων, ὥσπερ ἐπὶ τῶν ζώων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν· διῄρηται δὲ ἄλλο κατ' ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι τὰ δὲ ἐν λίμναις τὰ δ' ἐν ποταμοῖς τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ' ἡμῖν τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ πλάτανος, τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ' ὅλως ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους· τῶν δ' ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς.

[3]    Οὐ μὴν ἀλλὰ καὶ τούτων εἴ τις ἀκριβολογεῖσθαι θέλοι, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν· οὐδὲ γὰρ οὐδ' ἡ φύσις οὕτως οὐδ' ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. [ἅπαντα δ' οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει καθάπερ εἴρηται ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δ' ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῄρηνται [4] πρότερον. οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι. μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι καθάπερ τὰ ζῶα.]

[5]

[1]    Πειρατέον δ' εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, εἶτα καθ' ἕκαστον, ὕστερον ἐπὶ πλεῖον ὥσπερ ἀναθεωροῦντας.

   Ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη οἷον ἰτέα συκῆ ῥοιά, καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. καὶ πάλιν τὰ μὲν μονοστελέχη τὰ δὲ πολυστελέχη· τοῦτο δὲ ταὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἢ ἀπαράβλαστα εἶναι· καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ, καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἰσχὺν ἢ πάχος ἢ [2] τὰς τοιαύτας διαφοράς. πάλιν τὰ μὲν λεπτόφλοια, καθάπερ δάφνη φίλυρα, τὰ δὲ παχύφλοια, καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία δρῦς φελλὸς φοῖνιξ. πάντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα, ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχλη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, οἷον φελλοῦ δρυὸς αἰγείρου· τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου κρομύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς καλάμου αἴρας. κατὰ μὲν δὴ τοὺς φλοιοὺς ἐν τούτοις αἱ διαφοραί.

[3]    Τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων ῥάμνου τεύτλου κωνείου· οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. καὶ οἱ μὲν ἰνώδεις· τὰ γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα· τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη τὰ δ' ἄφλεβα. περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς· ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὁ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους· ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.

[4]    Αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὧν ἡ σύνθεσις. αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις οἷον σκληρότης μαλακότης γλισχρότης κραυρότης ‹πυκνότης› μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὐθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ αὐανθέντα. καὶ τὰ μὲν σχίζεται, καθάπερ τὰ τῆς ἐλάτης, τὰ δὲ εὔθραυστα μᾶλλον, οἷον τὰ τῆς ἐλάας. καὶ τὰ μὲν ἄοζα, οἷον τὰ τῆς ἀκτῆς. τὰ δὲ ὀζώδη, οἷον τὰ τῆς πεύκης καὶ ἐλάτης.

[5]    Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν τῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται.

[6]

[1]    Διαφέρουσι δὲ καὶ ταῖς μήτραις· πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτήν· ἔπειτα καὶ ἐν αὐτοῖς τοῖς ἔχουσι· τῶν μὲν γάρ ἐστι σαρκώδης τῶν δὲ ξυλώδης τῶν δὲ ὑμενώδης. καὶ σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος. ξυλώδης δὲ πίτυος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνδᾳδος εἶναι. τούτων δ' ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανείας πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ.

[2]    Διαφέρουσι δὲ αὐταὶ καὶ τοῖς χρώμασι· μέλαιναι γὰρ τῆς ἐβένου καὶ τῆς δρυός, ἣν καλοῦσι μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρότεραι τῶν ξύλων· δι' ὃ καὶ οὐχ ὑπομένουσι καμπήν. μανότεραι δὲ αἱ μὲν αἱ δ' οὔ. ὑμενώδεις δ' ἐν μὲν τοῖς δένδροις οὐκ εἰσὶν ἢ σπάνιοι, ἐν δὲ τοῖς θαμνώδεσι καὶ ὅλως τοῖς ὑλήμασιν οἷον καλάμῳ τε καὶ νάρθηκι καὶ τοῖς τοιούτοις εἰσίν. ἔχει δὲ τὴν μήτραν τὰ μὲν μεγάλην καὶ φανεράν, ὡς πρῖνος δρῦς καὶ τἆλλα προειρημένα, τὰ δ' ἀφανεστέραν, οἷον ἐλάα πύξος· οὐ γὰρ ἔστιν ἀφωρισμένην οὕτω λαβεῖν, ἀλλὰ καί φασί τινες οὐ κατὰ τὸ μέσον ἀλλὰ κατὰ τὸ πᾶν ἔχειν· ὥστε μὴ εἶναι τόπον ὡρισμένον· δι' ὃ καὶ ἔνια οὐδ' ἂν δόξειεν ὅλως ἔχειν· ἐπεὶ καὶ τοῦ φοίνικος οὐδεμία φαίνεται διαφορὰ κατ' οὐδέν.

[3]    Διαφέρουσι δὲ καὶ ταῖς ῥίζαις. τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, καθάπερ συκῆ δρῦς πλάτανος· ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ' ὁσονοῦν προέρχονται. τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ μηλέα· τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη· μονόρριζα δὲ οὕτως, ὅτι μίαν μεγάλην τὴν εἰς βάθος ἔχει μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάθους, ὥσπερ ἀμυγδαλῆ· ἐλάα δὲ μικρὰν ταύτην τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλάας· [4] τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου. διαφέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι. πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι· καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δὲ οἷον ὀζώδεις καὶ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλάας· τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας· ἐπεὶ πᾶσαί γε καὶ ταύτας ἀποφύουσιν ἀπὸ τῶν μεγάλων ἀλλ' οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς.

   Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς, τὰ δ' ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν.

[5]    Ἅπασαι δ' ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι, καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει, καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ' ὀλιγόρριζα [6] καθάπερ τὰ χεδροπά. σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος τεῦτλον σέλινον λάπαθος· πλὴν ἔνια καὶ ἀποφυάδας ἔχει μεγάλας, οἷον τὸ σέλινον καὶ τὸ τεῦτλον· καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζότερα τῶν δένδρων. εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου· τῶν δὲ ξυλώδεις, οἷον εὐζώμου ὠκίμου· καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐθὺς πλείους καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποιώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας καὶ ἄλλας ἀπὸ τούτων.

[7]    Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις, ὥσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὥσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ' ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.

[8]    Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ ταύτης ἀποπεφυκυίας· οὐ γὰρ λεπτότητι καὶ παχύτητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ' ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ' ἤδη ἥ τε τοῦ ἄρου καὶ ἡ τοῦ κυπείρου· ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, ἡ δὲ λεπτὴ καὶ ἰνώδης. διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον· ᾗ μὲν γὰρ κατὰ γῆς δόξαιεν ἄν, ᾗ δὲ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίζα λεπτοτέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς· ἡ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνάπαλιν.

[9]   Ἔτι δ' αἱ μὲν ἄλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν οὐκ ἀφιᾶσιν· οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομύων. ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς κεφαλῆς ἠρτημέναι φαίνονται ῥίζαι καὶ τρέφονται. τοῦτο δ' ὥσπερ κῦμα ἢ καρπός, ὅθεν καὶ οἱ ἐγγεοτόκα λέγοντες οὐ κακῶς· ἐπὶ δὲ τῶν ἄλλων τοιοῦτο μὲν οὐδέν ἐστιν· ἐπεὶ δὲ πλεῖον ἡ φύσις ἢ κατὰ ῥίζαν ταύτῃ ἀπορίαν ἔχει. τὸ γὰρ δὴ πᾶν λέγειν τὸ κατὰ γῆς ῥίζαν οὐκ ὀρθόν· καὶ γὰρ ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὁ τοῦ γηθύου καὶ ὅλως ὅσα κατὰ βάθους ἐστὶν εἴησαν ἂν ῥίζαι, καὶ τὸ ὕδνον δὲ καὶ ὃ καλοῦσί τινες ἀσχίον καὶ τὸ οὔϊγγον καὶ εἴ τι ἄλλο ὑπόγειόν ἐστιν· ὧν οὐδέν ἐστι ῥίζα· δυνάμει γὰρ δεῖ φυσικῇ διαιρεῖν καὶ οὐ τόπῳ.

[10]    Τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἧττόν ἐστιν· ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν, ὥστε τὴν μέν τινα τοιαύτην εἶναι τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι καὶ αὐταὶ αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίγνονται μείζους κωλυόμεναι διαβῆναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιούτων ἡ φύσις ἐπὶ τὸ κάτω μᾶλλον ῥέπει φανερόν· οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δὲ κάτω μεγάλα καὶ πολλὰ καὶ ἰσχυρὰ οὐ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρώστιδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. καὶ ὅσα δὴ ναρθηκώδη, καὶ τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις.

[11]    Πολλὰ δὲ καὶ τῶν ποιωδῶν ἔχει τοιαύτας ῥίζας, οἷον σπάλαξ κρόκος καὶ τὸ περδίκιον καλούμενον· καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς ῥίζας ἢ φύλλα· καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς πέρδικας ἐγκυλίεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον· τὰ μὲν γὰρ φύλλα μεγάλα καὶ ὁ βλαστὸς αὐτοῦ βραχύς, ἡ δὲ ῥίζα μακρὰ καί ἐστιν ὥσπερ ὁ καρπός. διαφέρει τε καὶ ἐσθίεται, καὶ συλλέγουσι δὲ ὅταν [12] ὁ ποταμὸς ἀποβῇ στρέφοντες τὰς βώλους. φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἁπάντων τῶν τοιούτων ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα.

   Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀραχίδνης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βάθους, τὰς δ' ἄλλας ἐφ' ὧν ὁ καρπὸς λεπτοτέρας καὶ ἐπ' ἄκρῳ [καὶ] σχιζομένας πολλαχῆ· φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλλον δὲ οὐδέτερον ἔχει τούτων οὐδ' ὅμοια τοῖς φύλλοις, ἀλλ' ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.

[7]

[1]    Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος· οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται· τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ ταῦτα μεγάλα συμβάλλεται πρὸς βαθυρριζίαν καὶ ἔτι μᾶλλον πρὸς μακρορριζίαν, ἡ τῆς χώρας φύσις ἐὰν ᾖ κούφη καὶ μανὴ καὶ εὐδίοδος· ἐν γὰρ ταῖς τοιαύταις πορρωτέρω καὶ μείζους αἱ αὐξήσεις. φανερὸν δὲ ἐπὶ τῶν ἡμερωμάτων· ἔχοντα γὰρ ὕδωρ ὁπουοῦν δίεισιν ὡς εἰπεῖν, ἐπειδὰν ὁ τόπος ᾖ κενὸς καὶ μηδὲν τὸ ἀντιστατοῦν. ἤγουν ἐν τῷ Λυκείῳ ἡ πλάτανος ἡ κατὰ τὸν ὀχετὸν ἔτι νέα οὖσα ἐπὶ τρεῖς καὶ τριάκοντα πήχεις ἀφῆκεν ἔχουσα τόπον τε ἅμα καὶ τροφήν.

[2]    Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι, τοῖς δὲ ὡς ἐπίπαν· δι' ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ' εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος.

[3]    Ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις ἡ τῆς Ἰνδικῆς συκῆς· ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι, μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ, καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν οὐχ ἁπτόμενον τοῦ στελέχους ἀλλ' ἀφεστηκός.

   Παραπλήσιον δὲ τούτῳ μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ Ὀποῦντα ποιάριον εἶναι, ὃ καὶ ἐσθίεσθαί ἐστιν ἡδύ. τὸ γὰρ αὖ τῶν θέρμων θαυμαστὸν ἧττον, ὅτι ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφορὰς ἐκ τούτων θεωρητέον.

[8]

[1]    Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ' ἄνοζα καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλως ‑ οὐδὲν γὰρ τοιοῦτο δένδρον, ἀλλ' εἴπερ, ἐπὶ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνωδῶν ‑ ἀλλ' ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς· τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν ὁμογενῶν. ὅλως δὲ ὀζωδέστερα τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ τὰ ξηρὰ τῶν ἑλείων.

[2]    Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἁπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινεὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός.

[3]    Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει καθάπερ εἴρηται· δι' ὃ καὶ ταξιόζωτα ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι' ἴσου τῶν δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ ὄζος. καὶ οἱ μὲν κατ' ἀλλήλους, ὥσπερ οἱ τῶν κοτίνων, οἱ δ' ὡς ἔτυχεν. ἔστι δὲ τὰ μὲν δίοζα, τὰ δὲ τρίοζα, τὰ δὲ πλείους ἔχοντα· ἔνια δὲ πεντάοζά ἐστι. καὶ τῆς μὲν ἐλάτης ὀρθοὶ καὶ οἱ ὄζοι καὶ οἱ [4] κλάδοι ὥσπερ ἐμπεπηγότες, τῶν δὲ ἄλλων οὔ. δι' ὃ καὶ ἰσχυρὸν ἡ ἐλάτη. ἰδιώτατοι δὲ οἱ τῆς μηλέας· ὅμοιοι γὰρ θηρίων προσώποις, εἷς μὲν ὁ μέγιστος ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόνιμοι. λέγω δὲ τυφλοὺς ἀφ' ὧν μηδεὶς βλαστός. οὗτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται, ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ καὶ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ· γίνονται δὲ μᾶλλον ἐν τοῖς παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν. ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ' ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν εἴτε δι' ἄλλην αἰτίαν· οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς.

[5]    Αἰεὶ δὲ ἐν ἅπασιν οἱ κλάδοι φαίνονται πολυοζότεροι διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι, καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύτατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων. ὡς γὰρ ὄζος ἐν τοῖς ἄλλοις οὕτω καὶ ὀφθαλμὸς ἐν ἀμπέλῳ καὶ ἐν καλάμῳ γόνυ ... ἐνίοις δὲ καὶ οἷον κράδαι γίνονται, καθάπερ πτελέᾳ καὶ δρυῒ καὶ μάλιστα ἐν πλατάνῳ· ἐὰν δὲ ἐν τραχέσι καὶ ἀνύδροις καὶ πνευματώδεσι καὶ παντελῶς. πάντως δὲ πρὸς τῇ γῇ καὶ οἷον τῇ κεφαλῇ τοῦ στελέχους ἀπογηρασκόντων τὸ πάθος τοῦτο γίνεται.

[6]    Ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπό τινων ἢ γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἡ ἐλάα· κυριώτατον γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν δοκεῖ μάλιστα τὸ εἰρημένον· καλοῦσι δ' ἔνιοι τοῦτο πρέμνον οἱ δὲ κροτώνην οἱ δὲ ἄλλο ὄνομα. τοῖς δὲ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπαραβλάστοις οὐ γίνεται τοῦθ' ὅλως ἢ ἧττον· [φοῖνιξ δὲ παραβλαστητικόν·] ἡ δὲ ἐλάα καὶ ὁ κότινος καὶ τὰς οὐλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς στελέχεσι.

[9]

[1]    Ἔστι μὲν οὖν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ μάλιστ' ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα· ‹ἡ δὲ φοῖνιξ ἀπαραβλαστητικόν·› τὰ δὲ ὁμοῖα τούτοις ἀνὰ λόγον καὶ εἰς βάθος. ἔνια δ' εὐθὺς σχίζεται, οἷον ἡ μηλέα· τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα· οὐ μὴν ἀλλ' οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ' ὅτι ταὐτὰ πυκνὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα· καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ μακρά, καθάπερ ἡ ἄμπελος.

[2]    Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα δ' ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ ... καὶ τὸ αὐτὸ κάλλιστον. ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις, οἷον ἐλάτη ἡ Μακεδονικὴ τῆς Παρνασίας καὶ τῶν ἄλλων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβορείοις ἢ ἐν τοῖς πρὸς μεσημβρίαν.

[3]    Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβόλα. τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν δ' ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος ἀγρία δάφνη. δοκεῖ δ' ἡ ἀνδράχλη καὶ ὁ κόμαρος τὰ μὲν κάτω φυλλοβολεῖν τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας.

[4]    Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνωδῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ ἄλλα ἀποβάλλει οἷον ὀρίγανον σέλινον ... ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται.

[5]    Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν. ἔνια δ' οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ' ἐν τῷ Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐσύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ Κύνα. λέγεται δὲ καὶ ἐν Κύπρῳ πλάτανος εἶναι τοιαύτη.

[6]    Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν, ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ' ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.

[7]    Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες.

   Τῶν δ' ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ' ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ' Ἀρκτοῦρον ἢ καὶ κατ' ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.

[10]

[1]    Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερινάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί.

[2] πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ ‹τὰ ἄρθρα›· τῆς δ' ἐλάας λευκότερα καὶ ἧττον λεῖα ἐνίοτε καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι' ὃ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἧττον βούλεται τὸ ὕπτιον, ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ' ἄν τις ὅσα πυκνὰ καὶ κατ' ἄλληλα, καθάπερ τὰ τῶν μυρρίνων.

[3]    Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ' εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι' οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος.

[4]    Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς· τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ' ὥσπερ ἀκανθόφυλλα, καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ' οἷον σαρκόφυλλα· τοῦτο δ' ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον πόλιον· [τοῦτο δὲ καὶ πρὸς τοὺς σῆτας τοὺς ἐν τοῖς ἱματίοις ἀγαθόν·] τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν [5] δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει. ἔνια δὲ καὶ καλαμόφυλλα, καθάπερ ὁ φοῖνιξ καὶ ὁ κόϊξ καὶ ὅσα τοιαῦτα· ταῦτα δὲ ὡς καθ' ὅλου εἰπεῖν γωνιόφυλλα· καὶ γὰρ ὁ κάλαμος καὶ ὁ κύπειρος καὶ ὁ βούτομος καὶ τἆλλα δὲ τῶν λιμνωδῶν τοιαῦτα· πάντα δὲ ὥσπερ ἐκ δυοῖν σύνθετα καὶ τὸ μέσον οἷον τρόπις, οὗ ἐν τοῖς ἄλλοις μέγας πόρος ὁ μέσος. διαφέρουσι δὲ καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ περιφερῆ, καθάπερ τὰ τῆς ἀπίου, τὰ δὲ προμηκέστερα, καθάπερ τὰ τῆς μηλέας· τὰ δὲ εἰς ὀξὺ προήκοντα καὶ παρακανθίζοντα, καθάπερ τὰ τοῦ μίλακος. καὶ ταῦτα μὲν ἄσχιστα· ‹τὰ δὲ σχιστὰ› καὶ οἷον πριονώδη, καθάπερ τὰ τῆς ἐλάτης καὶ τὰ τῆς πτερίδος· τρόπον δέ τινα σχιστὰ καὶ τὰ τῆς ἀμπέλου, καὶ τὰ τῆς συκῆς [6] δὲ ὥσπερ ἂν εἴποι τις κορωνοποδώδη. ἔνια δὲ καὶ ἐντομὰς ἔχοντα, καθάπερ τὰ τῆς πτελέας καὶ τὰ τῆς Ἡρακλεωτικῆς καὶ τὰ τῆς δρυός. τὰ δὲ καὶ παρακανθίζοντα καὶ ἐκ τοῦ ἄκρου καὶ ἐκ τῶν πλαγίων, οἷον τὰ τῆς πρίνου καὶ τὰ τῆς δρυὸς καὶ μίλακος καὶ βάτου καὶ παλιούρου καὶ τὰ τῶν ἄλλων. ἀκανθῶδες δὲ ἐκ τῶν ἄκρων καὶ τὸ τῆς πεύκης καὶ πίτυος καὶ ἐλάτης ἔτι δὲ κέδρου καὶ κεδρίδος. φυλλάκανθον δὲ ὅλως ἐν μὲν τοῖς δένδροις οὐκ ἔστιν οὐδὲν ὧν ἡμεῖς ἴσμεν, ἐν δὲ τοῖς ἄλλοις ὑλήμασίν ἐστιν, οἷον ἥ τε ἄκορνα καὶ ἡ δρυπὶς καὶ ὁ ἄκανος καὶ σχεδὸν ἅπαν τὸ τῶν ἀκανωδῶν γένος· ὥσπερ γὰρ φύλλον ἐστὶν ἡ ἄκανθα πᾶσιν· εἰ δὲ μὴ φύλλα τις ταῦτα θήσει, συμβαίνοι ἂν ὅλως ἄφυλλα εἶναι, ἐνίοις δὲ ἄκανθαν μὲν εἶναι φύλλον δὲ ὅλως οὐκ ἔχειν, καθάπερ ὁ ἀσφάραγος.

[7]    Πάλιν δ' ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βολβοῦ, τὰ δ' ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλάα καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν, ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους, τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν· καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφυσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. ἐνίων δ' ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ' ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ' ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον, οἷον βάτος παλίουρος.

[8]    Κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ τῶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα τὰ δ' ὀλιγόφυλλα. ὡς δ' ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξίφυλλα, καθάπερ μύρρινος, τὰ δ' ἄτακτα καὶ ὡς ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων [ἦν]. ἴδιον δὲ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομύου γητείου, τὸ κοιλόφυλλον.

   Ἁπλῶς δ' αἱ διαφοραὶ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἢ σχήματι ἢ πλατύτητι ἢ στενότητι ἢ κοιλότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ παρακανθίζειν ἢ μή. ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι' οὗ· τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος· τὸ δὲ δι' οὗ, ἢ διὰ μίσχου ἢ δι' αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. καὶ ἔνια καρποφόρα, μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ Ἀλεξανδρεία δάφνη ἐπιφυλλόκαρπος.

   Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις.

   (Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ σαρκός, οἷον τὰ τῆς συκῆς καὶ τῆς ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου.

[9] τὸ δὲ ὑγρὸν ἁπάντων κοινόν· ἅπασι γὰρ ἐνυπάρχει καὶ τούτοις καὶ τοῖς ἄλλοις τοῖς ἐπετείοις [μίσχος ἄνθος καρπὸς εἴ τι ἄλλο]· μᾶλλον δὲ καὶ τοῖς μὴ ἐπετείοις· οὐδὲν γὰρ ἄνευ τούτου. δοκεῖ δὲ καὶ τῶν μίσχων τὰ μὲν ἐξ ἰνῶν μόνον συγκεῖσθαι, καθάπερ τὰ τοῦ σίτου καὶ τοῦ καλάμου, τὰ δ' ἐκ τῶν αὐτῶν, ὥσπερ οἱ καυλοί.

[10]    Τῶν δ' ἀνθῶν τὰ μὲν ἐκ φλοιοῦ καὶ φλεβὸς καὶ σαρκός, ‹τὰ δ' ἐκ σαρκὸς› μόνον, οἷον τὰ ἐν μέσῳ τῶν ἄρων.

   Ὁμοίως δὲ καὶ ἐπὶ τῶν καρπῶν· οἱ μὲν γὰρ ἐκ σαρκὸς καὶ ἰνός, οἱ δὲ ἐκ σαρκὸς μόνον, οἱ δὲ καὶ ἐκ δέρματος σύγκεινται· τὸ δὲ ὑγρὸν ἀκολουθεῖ καὶ τούτοις. ἐκ σαρκὸς μὲν καὶ ἰνὸς ὁ τῶν κοκκυμήλων καὶ σικύων, ἐξ ἰνὸς δὲ καὶ δέρματος ὁ τῶν συκαμίνων καὶ τῆς ῥόας. ἄλλοι δὲ κατ' ἄλλον τρόπον μεμερισμένοι. πάντων δὲ ὡς εἰπεῖν τὸ μὲν ἔξω φλοιὸς τὸ δ' ἐντὸς σὰρξ τῶν δὲ καὶ πυρήν.)

[11]

[1]    Ἔσχατον δ' ἐν ἅπασι τὸ σπέρμα. τοῦτο δὲ ἔχον ἐν ἑαυτῷ σύμφυτον ὑγρὸν καὶ θερμόν, ὧν ἐκλιπόντων ἄγονα, καθάπερ τὰ ὠά. καὶ τῶν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος καρύου ἀμυγδάλης, πλείω δὲ τούτων τὰ ἐμπεριέχοντα, ὡς τὰ τοῦ φοίνικος. τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλάας καὶ κοκκυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ' ἐν ὑμένι, τὰ δ' ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως.

[2]    Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ' ἔνια τῶν ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος· ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα. ἐναγγειοσπέρματα μὲν οἷον ἥ τε μήκων καὶ ὅσα μηκωνικά· τὸ γὰρ σήσαμον ἰδιωτέρως· γυμνοσπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον καὶ [3] ἕτερα πλείω. τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ' ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν.

   Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ' ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ' ὅλον ξηρόν· οὐ μὴν ἀλλ' ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ εἴπομεν.

[4]    Διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ' ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχηδόν, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων, ὡς Περσικῆς μηλέας. καὶ τῶν ἀθρόων τὰ μὲν ἑνί τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς· τὰ δὲ μετ' ἀλλήλων μὲν εἶναι, μὴ περιέχεσθαι δὲ ὑφ' ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον· οὕτω δ' ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι' εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν Συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλάας.

[5]    Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ' ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ' ἕκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή. ἥκιστα δ' ἂν δόξειεν τὰ τῶν μήλων καὶ τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον· [6] ἀλλ' ὅμως καὶ τούτων ἕκαστον ἰδίαν ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ κεχώρισθαι τὰ τῆς ῥόας· ὁ γὰρ πυρὴν ἑκάστῳ προσπέφυκεν, οὐχ ὥσπερ τῶν συκῶν ἄδηλα διὰ τὴν ὑγρότητα. καὶ γὰρ τούτῳ ἔχουσι διαφορὰν καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων· τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὑγρόν, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ' ἄν τις λάβοι πλείους· ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεως μὴ ἀγνοεῖν.

[12]

[1]    Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ' ὅτι σχῆμα οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου συκαμίνου μύρτου· οἱ δ' ἐλαώδεις, ὥσπερ ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν καὶ ἐνίων μήλων. ἁπάντων δὲ οἰνώδεις καὶ τοὺς ἐν τούτῳ τῷ γένει θετέον· ἄλλοι δὲ ἐν ἄλλοις εἴδεσιν· ὑπὲρ ὧν ἁπάντων ἀκριβέστερον ἐν τοῖς περὶ χυλῶν ῥητέον, αὐτάς τε τὰς ἰδέας διαριθμουμένους ὁπόσαι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ τίς ἡ ἑκάστου φύσις καὶ δύναμις.

[2]    Ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης, ὥσπερ ἐλέχθη, διάφορα εἴδη· ἡ μὲν γάρ ἐστιν ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος· ἡ δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων· ἄλλη δ' ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ τῶν λαχανωδῶν δέ, οἷον σικύου κολοκύντης θριδακίνης· αἱ δὲ [ἤδη] δριμύτητά τινα ἔχουσι, καθάπερ ἡ τοῦ θύμου καὶ θύμβρας· αἱ δὲ καὶ εὐωδίαν, ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν τοιούτων. ὡς δ' ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθ' ὅλου εἰπεῖν φυτοῦ· πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν ἰδίαν, ἥπερ οἰκεία δῆλον ὅτι τυγχάνει τοῖς ὑποκειμένοις καρποῖς· ὧν τοῖς πλείστοις συνεμφαίνεταί τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής· ἀλλ' ἐν τοῖς περικαρπίοις· διὸ μᾶλλον κατεργασίαν λαμβάνει καὶ πέψιν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ χυλοῦ φύσις· δεῖ γὰρ ὥσπερ τὸ μὲν ὕλην ὑπολαβεῖν τὸ δὲ εἶδος καὶ μορφήν.

[3]    Ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ' ἁπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν, εἰ καὶ παραλλάττει κατά τε τὰς ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη τὰ δ' ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων.

[4]    Ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες, ὥσπερ τῶν στεφανωματικῶν· τῶν δὲ οἱ καρποί· τῶν δ' οὐδέτερον· ἐνίων δ' αἱ ῥίζαι· τῶν δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς· τὰ μὲν γὰρ βρωτὰ τὰ δ' ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας· ταύτης γὰρ τὰ μὲν φύλλα γλυκέα καὶ πολλὰ τῶν ζώων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ βρωτός· ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστόν, ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ' ἡμῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζώων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς αἰτίας.

[13]

[1]    Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς· ἐπεὶ καὶ τῶν ἀνθῶν τὰ μέν ἐστι χνοώδη, καθάπερ τὸ τῆς ἀμπέλου καὶ συκαμίνου καὶ τοῦ κιττοῦ· τὰ δὲ φυλλώδη, καθάπερ ἀμυγδαλῆς μηλέας ἀπίου κοκκυμηλέας. καὶ τὰ μὲν μέγεθος ἔχει, τὸ δὲ τῆς ἐλάας φυλλῶδες ὂν ἀμέγεθες. ὁμοίως δὲ καὶ ἐν τοῖς ἐπετείοις καὶ ποιώδεσι τὰ μὲν φυλλώδη τὰ δὲ χνοώδη. πάντων δὲ τὰ μὲν δίχροα τὰ δὲ μονόχροα. τὰ μὲν τῶν δένδρων τά γε πολλὰ μονόχροα καὶ λευκανθῆ· μόνον γὰρ ὡς εἰπεῖν τὸ τῆς ῥόας φοινικοῦν καὶ ἀμυγδαλῶν τινων ὑπέρυθρον· ἄλλου δὲ οὐδενὸς τῶν ἡμέρων οὔτε ἀνθῶδες οὔτε δίχρουν, ἀλλ' εἴ τινος τῶν ἀγρίων, οἷον τὸ τῆς ἐλάτης· κρόκινον γὰρ τὸ ταύτης ἄνθος· καὶ ὅσα δή φασιν ἐν τῇ ἔξω θαλάττῃ ῥόδων ἔχειν τὴν χρόαν.

[2]    Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον, ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν.

[3]    Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν· τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος ἐλάα· ἧς καὶ ἀποπίπτοντα διατετρημένα φαίνεται, καὶ τοῦτο σημεῖον λαμβάνουσιν εἰ καλῶς ἀπήνθηκεν· ἐὰν γὰρ συγκαυθῇ ἢ βρεχθῇ, συναποβάλλει τὸν καρπὸν καὶ οὐ τετρημένον γίγνεται· σχεδὸν δὲ καὶ τὰ πολλὰ τῶν ‹ἀνθῶν› ἐν μέσῳ τὸ περικάρπιον ἔχει, τάχα δὲ καὶ ἐπ' αὐτοῦ τοῦ περικαρπίου, καθάπερ ῥόα μελέα ἄπιος κοκκυμηλέα μύρρινος, καὶ τῶν γε φρυγανικῶν ῥοδωνία καὶ τὰ πολλὰ τῶν στεφανωτικῶν· κάτω γὰρ ὑπὸ τὸ ἄνθος ἔχει τὰ σπέρματα· φανερώτατον δὲ ἐπὶ τοῦ ῥόδου διὰ τὸν ὄγκον. ἔνια δὲ καὶ ἐπ' αὐτῶν τῶν σπερμάτων, ὥσπερ ὁ ἄκανος καὶ ὁ κνῆκος καὶ πάντα τὰ ἀκανώδη· καθ' ἕκαστον γὰρ ἔχει τὸ ἄνθος. ὁμοίως δὲ καὶ τῶν ποιωδῶν ἔνια, καθάπερ τὸ ἄνθεμον· ἐν δὲ τοῖς λαχανηροῖς ὅ τε σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα· πάντα γὰρ ἐπὶ τῶν καρπῶν ἔχει καὶ προσαυξανομένων ἐπιμένει τὰ ἄνθη πολὺν χρόνον.

[4]    Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὔτε ἐπ' ἄκροις οὔτ' ἐπὶ περιειληφόσι καθ' ἕκαστον, ἀλλ' ἐν τοῖς ἀνὰ μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες.

   Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος, δι' ὃ καὶ ἀφαιροῦσιν αὐτά· κωλύει γὰρ τὴν τοῦ σικύου βλάστησιν. φασὶ δὲ καὶ τῆς μηλέας τῆς Μηδικῆς ὅσα μὲν ἔχει τῶν ἀνθῶν ὥσπερ ἠλακάτην τινὰ πεφυκυῖαν ἐκ μέσου ταῦτ' εἶναι γόνιμα, ὅσα δὲ μὴ ἔχει ταῦτ' ἄγονα. εἰ δὲ καὶ ἐπ' ἄλλου τινὸς ταῦτα συμβαίνει τῶν ἀνθοφόρων ὥστε ἄγονον ἄνθος φύειν εἴτε κεχωρισμένον εἴτε μή, σκεπτέον. ἐπεὶ γένη γε ἔνια καὶ ἀμπέλου καὶ ῥόας ἀδυνατεῖ τελεοκαρπεῖν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἡ γένεσις.

[5]    (Γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥόδων· κάτωθεν δ' ἑτεροῖος· οἷος δίωτος μικρὸς ὥσπερ ἐκτετραμμένος ὁ κύτινος ἔχων τὰ χείλη μυχώδη.)

   Φασὶ δέ τινες καὶ τῶν ὁμογενῶν τὰ μὲν ἀνθεῖν τὰ δ' οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν ἀλλ' εὐθὺ προφαίνειν τὸν καρπόν.

   Τὰ μὲν οὖν τῷ γένει ταὐτὰ τοιαύτην τὴν διαφορὰν ἔχει, καθάπερ ὅλως ὅσα μὴ δύναται τελεοκαρπεῖν. ἡ δὲ τοῦ ἄνθους φύσις ὅτι πλείους ἔχει διαφορὰς φανερὸν ἐκ τῶν προειρημένων.

[14]

[1]    Διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν· τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει τὰ δ' ἐκ τῶν ἔνων τὰ δ' ἐξ ἀμφοτέρων. ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος· ἐκ δὲ τῶν ἔνων ἐλάα ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι (γίνεται γὰρ καὶ ταῦτ' ἐνίοις, ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μάλισθ' ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ' Ἀρκτοῦρον) οὐ δύναται τελεοῦν ἀλλ' ἡμιγενῆ φθείρεται· ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων εἴ τινες ἄρα μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον· ἔτι δὲ ὁ ὄλυνθος ἐκπέττων καὶ σῦκα φέρων ἐκ τῶν νέων.

[2]    Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις, ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ κερωνίαν ἀφ' ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα. ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν τὰ δὲ πλαγιόκαρπα τὰ δ' ἀμφοτέρως. πλείω δ' ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἄλλ' ἄττα καὶ τῶν λαχανωδῶν τὰ κεφαλόρριζα. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀδράφαξυς ῥάφανος· ἐπεὶ καὶ ἐλάα ποιεῖ πως τοῦτο, καί φασιν ὅταν ἄκρον ἐνέγκῃ σημεῖον εὐφορίας εἶναι. ἀκρόκαρπος δέ πως καὶ ὁ φοῖνιξ· πλὴν τοῦτό γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον· ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν. τὰς μὲν οὖν κατὰ ‹τὰ› μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν.

[3]    Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον ὅτι τὰ μὲν ἥμερα τὰ δ' ἄγρια· καὶ τὰ μὲν κάρπιμα τὰ δ' ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβόλα, καθάπερ ἐλέχθη, τὰ δ' ὅλως ἄφυλλα· καὶ τὰ μὲν ἀνθητικὰ τὰ δ' ἀνανθῆ· καὶ πρωϊβλαστῆ δὲ καὶ πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα· ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. καί πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ' ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν ἔστι τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι ‹μὴ› ἐν ὑγρῷ· τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δὲ ἀλλὰ χείρω. πάντων δὲ τῶν δένδρων ὡς ἁπλῶς εἰπεῖν καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ' ἕκαστον [4] γένος· σχεδὸν γὰρ οὐδέν ἐστιν ἁπλοῦν· ἀλλ' ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανεστάτην καὶ μεγίστην ἔχει διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλάα κότινος, ἄπιος ἀχράς· ὅσα δ' ἐν ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγρίων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι· τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα τὰ πλείω καὶ ἡ αἴσθησις κοινοτέρα· λέγω δ' οἷον ἀμπέλου συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων· ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς.

[5]    Ἴδιον δὲ καὶ τοῦτ' ἐφ' ἑκατέρων· τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοΐαν.

   Ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶν ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν.