Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλλου, ὃς οὔτε, ὡς Ἀριστόξενός φησι (fr. 115 Wehrli), τέκτων ἢ χαλκεὺς ἦν, οὔτε, ὡς Ἴστρος (FGrHist 334 F 33), μαχαιροποιὸς τὴν ἐργασίαν, τυχὸν δὲ ἐκέκτητο δούλους χαλκεῖς ἢ τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενόμενον στρατηγίας ἀξιωθῆναι σὺν Περικλεῖ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως· ἀλλ' οὐδ' ἂν ὑπὸ τῶν κωμικῶν ἄδηκτος ἀφείθη τῶν οὐδὲ Περικλέους ἀπεσχημένων. ἀπιστητέον δὲ καὶ τῷ Ἴστρῳ (FGrHist 334 F 34) φάσκοντι αὐτὸν οὐκ Ἀθηναῖον ἀλλὰ Φιλάσιον εἶναι· εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλὴν Ἴστρου παρ' οὐδένι ἑτέρῳ τοῦτο ἔστιν εὑρεῖν. ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος, δήμου Κολωνῆθεν, καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περιφανής, καλῶς τε ἐπαιδεύθη καὶ ἐτράφη ἐν εὐπορίᾳ, καὶ ἐν πολιτείᾳ καὶ ἐν πρεσβείαις ἐξητάζετο.
Γεννηθῆναι δὲ αὐτόν φασιν οα΄ Ὀλυμπιάδι κατὰ τὸ δεύτερον ἔτος ἐπὶ ἄρχοντος Ἀθήνησι Φιλίππου (495/4). ἦν δὲ Αἰσχύλου νεώτερος ἔτεσιν ζ΄, Εὐριπίδου δὲ παλαιότερος κδ΄.
Διεπονήθη δὲ ἐν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη, ὥς φησιν Ἴστρος (FGrHist 334 F 35). ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ, καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων περὶ τρόπαιον ὄντων μετὰ λύρας γυμνὸς ἀληλιμμένος τοῖς παιανίζουσι τῶν ἐπινικίων ἐξῆρχε.
Παρ' Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε. καὶ πολλὰ ἐκαινούργησεν ἐν τοῖς ἀγῶσι, πρῶτον μὲν καταλύσας τὴν ὑπόκρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν (πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο αὐτός), τοὺς δὲ χορευτὰς ποιήσας ἀντὶ ιβ΄ ιε΄· καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρε.
Φασὶ δὲ ὅτι καὶ κιθάραν ἀναλαβὼν ἐν μόνῳ τῷ Θαμύριδί ποτε ἐκιθάρισεν, ὅθεν καὶ ἐν τῇ ποικίλῃ στοᾷ μετὰ κιθάρας αὐτὸν γεγράφθαι.
Σάτυρος δέ φησιν (FHG 3, 161 sq.) ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπενόησε. φησὶ δὲ καὶ Ἴστρος (FGrHist 334 F 36) τὰς λευκὰς κρηπῖδας αὐτὸν ἐξευρηκέναι, αἷς ὑποδεσμεύονται οἵ τε ὑποκριταὶ καὶ οἱ χορευταί· καὶ πρὸς τὰς φύσεις αὐτῶν γράψαι τὰ δράματα· ταῖς δὲ Μούσαις θίασον ἐκ τῶν πεπαιδευμένων συναγαγεῖν.
Καὶ ἁπλῶς εἰπεῖν τοσαύτη τοῦ ἤθους αὐτῷ γέγονε χάρις ὥστε πάντῃ καὶ πρὸς ἁπάντων αὐτὸν στέργεσθαι.
Νίκας δὲ ἔλαβεν κ΄, ὥς φησι Καρύστιος (FHG 4, 359), πολλάκις δὲ καὶ δευτερεῖα, τρίτα δὲ οὐδέποτε.
Καὶ Ἀθηναῖοι δὲ αὐτὸν ξε΄ ἐτῶν ὄντα στρατηγὸν εἵλοντο πρὸ τῶν Πελοποννησιακῶν ἔτεσιν ζ΄, ἐν τῷ πρὸς Ἀναίους πολέμῳ.
Οὕτω δὲ φιλαθηναιότατος ἦν ὥστε πολλῶν βασιλέων μεταπεμπομένων αὐτὸν οὐκ ἠθέλησε τὴν πατρίδα καταλιπεῖν.
Ἔσχε δὲ καὶ τὴν τοῦ Ἅλωνος ἱερωσύνην, ὃς ἥρως μετὰ Ἀσκληπιοῦ παρὰ Χείρωνι ἱδρυνθεὶς ὑπὸ Ἰοφῶντος τοῦ υἱοῦ μετὰ τὴν τελευτήν.
Γέγονε δὲ καὶ θεοφιλὴς ὁ Σοφοκλῆς ὡς οὐκ ἄλλος, καθά φησιν Ἱερώνυμος (fr. 31 Wehrli) περὶ τῆς χρυσῆς στεφάνης. ταύτης γὰρ ἐξ ἀκροπόλεως κλαπείσης κατ' ὄναρ Ἡρακλῆς ἐδήλωσε Σοφοκλεῖ, λέγων τὴν μὴ οἰκοῦσαν†οἰκίαν ἐν δεξιᾷ εἰσιόντι ἐρευνῆσαι, ἔνθα ἐκέκρυπτο. ἐμήνυσε δὲ αὐτὴν τῷ δήμῳ καὶ τάλαντον ἐδέξατο· τοῦτο γὰρ ἦν προκηρυχθέν. λαβὼν οὖν τὸ τάλαντον ἱερὸν ἱδρύσατο Μηνυτοῦ Ἡρακλέους.
Φέρεται δὲ καὶ παρὰ πολλοῖς ἡ πρὸς τὸν υἱὸν Ἰοφῶντα γενομένη αὐτῷ δίκη. ἔχων γὰρ ἐκ μὲν Νικοστράτης Ἰοφῶντα, ἐκ δὲ Θεωρίδος Σικυωνίας Ἀρίστωνα, τὸν ἐκ τούτου γενόμενον παῖδα Σοφοκλέα τοὔνομα πλέον ἔστεργε. καί ποτε ἐν δράματι†εἰσήγαγε τὸν Ἰοφῶντα αὐτῷ φθονοῦντα καὶ πρὸς τοὺς φράτορας ἐγκαλοῦντα τῷ πατρὶ ὡς ὑπὸ γήρως παραφρονοῦντι· οἱ δὲ τῷ Ἰοφῶντι ἐπετίμησαν. Σάτυρος δέ φησιν (FHG 3, 162) αὐτὸν εἰπεῖν 'Εἰ μέν εἰμι Σοφοκλῆς, οὐ παραφρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς', καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι.
Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος (FGrHist 334 F 37) καὶ Νεάνθης (FGrHist 84 F 18) φασὶ τοῦτον τὸν τρόπον· Καλλιππίδην ὑποκριτὴν ἀπὸ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα περὶ τοὺς Χόας πέμψαι αὐτῷ σταφυλήν, τὸν δὲ Σοφοκλέα λαβόντα ῥᾶγα εἰς τὸ στόμα ἔτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τελευτῆσαι. Σάτυρος δέ φησι (FHG 3, 162) τὴν Ἀντιγόνην ἀναγινώσκοντα καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἐπιτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ τὴν ψυχὴν ἀφεῖναι. οἱ δὲ ὅτι μετὰ τὴν τοῦ δράματος ἀνάγνωσιν, ὅτε νικῶν ἐκηρύχθη, χαρᾷ νικηθεὶς ἐξέλιπε.
Καὶ ἐπὶ τῶν πατρῴων τάφων ‹εἰς τὸν τάφον› ἐτέθη τῶν παρὰ τὴν ἐπὶ Δεκέλειαν ὁδὸν κειμένων πρὸ τοῦ τείχους ια΄ σταδίων· φασὶ δὲ ὅτι καὶ τῷ μνήματι αὐτοῦ σειρῆνα ἐπέστησαν, οἱ δὲ κηληδόνα χαλκῆν. καὶ τοῦτον τὸν τόπον ἐπιτετειχικότων Λακεδαιμονίων κατὰ Ἀθηναίων Διόνυσος κατ' ὄναρ ἐπιστὰς Λυσάνδρῳ ἐκέλευσεν ἐπιτρέψαι τεθῆναι τὸν ἄνδρα εἰς τὸν τάφον· ὡς δὲ ὠλιγώρησεν ὁ Λύσανδρος, δεύτερον αὐτῷ ἐπέστη ὁ Διόνυσος τὸ αὐτὸ κελεύων· ὁ δὲ Λύσανδρος πυνθανόμενος παρὰ τῶν φυγάδων, τίς εἴη ὁ τελευτήσας, καὶ μαθὼν ὅτι Σοφοκλῆς ὑπάρχει, κήρυκα πέμψας ἐδίδου θάπτειν τὸν ἄνδρα.
Λόβων δέ φησιν ἐπιγεγράφθαι τῷ τάφῳ αὐτοῦ τάδε·
κρύπτω τῷδε τάφῳ Σοφοκλῆ πρωτεῖα λαβόντα
τῇ τραγικῇ τέχνῃ, σχῆμα τὸ σεμνότατον.
Ἴστρος δέ φησιν (FGrHist 334 F 38) Ἀθηναίους διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν ψήφισμα πεποιηκέναι καθ' ἕκαστον ἔτος αὐτῷ θύειν.
Ἔχει δὲ δράματα, ὥς φησιν Ἀριστοφάνης (p. 249, fr. IV N.), ρλ΄, τούτων δὲ νενόθευται ιζ΄.
Συνηγωνίσατο δὲ καὶ Αἰσχύλῳ καὶ Εὐριπίδῃ καὶ Χοιρίλῳ καὶ Ἀριστίᾳ καὶ ἄλλοις πολλοῖς καὶ Ἰοφῶντι τῷ υἱῷ.
Τὸ πᾶν μὲν οὖν Ὁμηρικῶς ὠνόμαζε. τούς τε γὰρ μύθους φέρει κατ' ἴχνος τοῦ ποιητοῦ· καὶ τὴν Ὀδύσσειαν δὲ ἐν πολλοῖς δράμασιν ἀπογράφεται. παρετυμολογεῖ δὲ καθ' Ὅμηρον (τ 406 sqq.) καὶ τοὔνομα τοῦ Ὀδυσσέως (F 965)·
ὀρθῶς δ' Ὀδυσσεύς εἰμ' ἐπώνυμος κακῶν·
πολλοὶ γὰρ ὠδύσαντο δυσμενεῖς ἐμοί.
ἠθοποιεῖ τε καὶ ποικίλλει καὶ τοῖς ἐπινοήμασι τεχνικῶς χρῆται, Ὁμηρικὴν ἐκματτόμενος χάριν. ὅθεν εἰπεῖν Ἰωνικόν τινα†μόνον Σοφοκλέα τυγχάνειν Ὁμήρου μαθητήν. καὶ ἄλλοι μὲν πολλοὶ μεμίμηνταί τινα τῶν πρὸ αὑτῶν ἢ τῶν καθ' αὑτούς, μόνος δὲ Σοφοκλῆς ἀφ' ἑκάστου τὸ λαμπρὸν ἀπανθίζει· καθ' ὃ καὶ μέλιττα ἐλέγετο. ἤνεγκε δὲ τὰ μικτά· εὐκαιρίαν, γλυκύτητα, τόλμαν, ποικιλίαν.
Οἶδε δὲ καιρὸν συμμετρῆσαι καὶ πράγματα ὥστε ἐκ μικροῦ ἡμιστιχίου ἢ λέξεως μιᾶς ὅλον ἠθοποιεῖν πρόσωπον. ἔστι δὲ τοῦτο μέγιστον ἐν ποιητικῇ, δηλοῦν ἦθος ἢ πάθος.
Φησὶν οὖν Ἀριστοφάνης (fr. 580 A Edmonds) ὅτι 'κηρὸς ἐπεκαθέζετο', ἄλλῃ δέ (T 108) 'Σοφοκλέους τοῦ μέλιτι τὸ στόμα κεχρισμένου'.
Φησὶ δὲ Ἀριστόξενος (fr. 79 Wehrli) ὡς πρῶτος τῶν Ἀθήνηθεν ποιητῶν τὴν Φρυγίαν μελοποιίαν εἰς τὰ ἴδια ᾄσματα παρέλαβε καὶ τοῦ διθυραμβικοῦ τρόπου κατέμιξεν.