[1] Τῶν πρέσβεων ἡκόντων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λόγου διαδοθέντος ὅτι Φίλιππος τὰ μὲν δοῦναι βούλεται τῇ πόλει, τὰ δ' ἀντὶ τούτων παρ' ἐκείνης λαβεῖν, παρεσκευαζόμην ‹μὲν› εὐθὺς ὡς συμβουλεύσων ὑμῖν λαβεῖν μὲν καὶ θεραπεύοντα τὴν πόλιν ἐκεῖνον προσίεσθαι, πάτριον γὰρ ὑμῖν Μακεδόνας ὑποπεπτωκότας ἔχειν, οὐ μέντοι καὶ δοῦναί γε τῶν ὑμετέρων οὐδέν, οὐ γὰρ ταῦτα παρὰ τῶν προγόνων δεδιδάχθαι τὸν δῆμον· τῆς δὲ ἐπιστολῆς ἀνεγνωσμένης καὶ τῶν ἐκεῖθεν ἀκόλουθα τοῖς γεγραμμένοις εἰρηκότων, ὡς γένοιτ' ἂν ὑμῖν τοὺς αἰχμαλώτους κομίσασθαι Φιλίππῳ παραδόντας ἐμέ, τῆς μὲν γνώμης ἐκείνης ἀπέστην, ἐπαινῶ δὲ ἄμφω, καὶ ἃ δίδωσι καὶ ἃ λαβεῖν ἀξιοῖ. καὶ γὰρ ἂν εἴη δεινὸν πάντα τὸν χρόνον τὰ τῇ πόλει συμφέροντα περὶ πλείονος τῆς ἐμαυτοῦ πεποιημένον σωτηρίας νῦν ἐξαίφνης ‹με› μεταβεβλημένον ὁρᾶσθαι.
[2] Τοῖς μὲν οὖν αἰχμαλώτοις, ὦ ἄνδρες Ἀθηναῖοι, συγχαίρω τῆς μὲν Μακεδόνος δεσποτείας ἀπαλλαττομένοις καὶ τοῦ κυρίους αὑτῶν ὁρᾶν τοὺς ἐχθρούς, ὃ δοκεῖ πάντων εἶναι πικρότατον, ἀπολαμβάνουσι δὲ τὴν πατρίδα καὶ τὰ αὑτῶν ἴδια καὶ συγγενεῖς καὶ τὰ ἄλλα ὧν ἀπολαύειν ἐζήτουν· εὐδαίμων δὲ ἐγώ, εἰ καὶ τοῖς ἄλλοις δοκῶ πάντων ἀθλιώτατος εἶναι, τῶν μὲν παρ' ὑμῖν ἀγαθῶν ἀποστερῶν ἐμαυτόν, ἑκὼν δ' ὑπὸ τὰς χεῖρας τῶν ἐχθίστων ἐμοὶ πορευόμενος. ὅμως ἔχω πρὸς παραμυθίαν ἀρκοῦν τὸ τῶν ὑμετέρων τι πρὸς τὸ βέλτιον ἄγων ταῦτα πάσχειν ἐθέλειν. ὥσπερ γὰρ ἐκείνοις ἡδὺ τὸ κομίζεσθαι τὴν οἰκείαν, οὕτως ἐμοὶ τὸ διὰ τῆς ἐμῆς ψυχῆς ἐκείνοις ἀποδοθῆναι τὰς Ἀθήνας.
[3] Εἵμαρτο δέ, ὡς ἔοικεν, ἅπαν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμα τοῦτο τὸ μετὰ τὴν ἐν τῇ πυλαίᾳ ταραχήν, ἣν ὁ κεκινηκὼς φαιδρὸς ἐν τῇ πόλει περιέρχεται τῶν ἄλλων λυπουμένων, δι' ἐμοῦ καὶ τῶν ἐμῶν λόγων καὶ τῶν ἐμῶν ψηφισμάτων καὶ τοὐμοῦ σώματος διοικηθῆναι τῇ πόλει. οὔτε γάρ, ὅθ' ἧκεν ὁ κατειλῆφθαι τὴν Ἐλάτειαν ἀγγέλλων καὶ τοὺς δειπνοῦντας ἀπὸ τῶν τραπεζῶν ὁ φόβος ἀνίστη καὶ τὸν δῆμον ὀξύτερον τῆς βουλῆς συνελθεῖν ἠνάγκασεν, ἄλλος τις πλὴν ἐμοῦ παρελθεῖν ἐτόλμησε, τὴν μὲν γὰρ ἐμὴν εὔνοιαν ἴσως ἄν τις καὶ παρ' ἑτέροις εὗρεν, ᾔδει δ' οὐδεὶς ὁμοίως τὸν Φίλιππον, διόπερ ἐσίγων ἅπαντες.
[4] ἐπειδὴ δὲ Θηβαίους ἐδόκει λυσιτελεῖν ἡμετέρους γενέσθαι, τὸ δ' ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπὸν διὰ τοὺς ἐρεθίζοντας ἐπ' ἀλλήλας τὰς πόλεις, οὕτως ἥκων ἐκεῖσε κατὰ πρεσβείαν, ὃ μηδεὶς ἄν ποτ' ἤλπισε, τῶν Φιλίππου πρέσβεων παρὰ Θηβαίοις ἐκράτησα λέγων καὶ πρὸ τοῦ πολλὰ κεχαρισμένου Φιλίππου τοὺς οὐκ ὀλίγα λελυπηκότας ὑμᾶς ἑλέσθαι τὴν Θηβαίων ἔπεισα πόλιν.
[5] καὶ οὐκ ἂν ἐμαυτὸν ἐμεμψάμην. εἰ γὰρ καὶ τὰ μάλιστα τὸ μῖσος ἐκεῖθεν ηὐξήθη τὸ πρὸς ἐμὲ τῷ νῦν τούτῳ με βουλομένῳ λαβεῖν, ἀλλ' ἐστεφανούμην παρ' ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δὲ φθόνῳ γραψαμένοις αἰσχύνεσθαι περιῆν ἡττωμένοις. ἔτι τοίνυν τῆς μὲν ἀρετῆς ὑμῶν ἐν οἷς πολλάκις ἐκρατήσατε τῶν πολεμίων φανείσης, τοῦ τέλους δὲ οὐ προσλαβόντος τὴν τύχην διὰ τῆς ἐμῆς φωνῆς ἐκοσμήσατε τοὺς ἐν τῇ μάχῃ καλῶς ἀποθανόντας, ᾔδειτε γὰρ ἐμὲ πλεῖστα ὑπὲρ ἐκείνων εὐξάμενον.
[6] γενομένου τοίνυν τοῦ τάφου καὶ τοῦ περιδείπνου παρ' ἐμοί, καὶ γὰρ τούτῳ τετίμημαι παρὰ τῶν τοῖς πεσοῦσιν οἰκείων, ἐπὶ τὰς ὑπὲρ τῶν αἰχμαλώτων εὐθὺς ἐτραπόμην φροντίδας νομίζων καὶ τούτους οὐδὲν ἧττον ἀγαθοὺς καὶ οὐδεμιᾷ κακίᾳ ταύτην ὑπομεῖναι τὴν τύχην, ἀλλ' εἶναι τῆς ἀνδρείας αὐτῶν οὐ μικρὸν καὶ τοῦτο σύμβολον τὸ μαχομένους ἁλῶναι. οἱ μὲν γὰρ δειλοὶ καὶ φοβούμενοι τὰ τραύματα συμπίπτειν μὲν οὐ τολμῶσιν, ἀρχομένης δὲ τῆς μάχης τὰ ὅπλα ῥίψαντες αὑτοὺς εἰώθασι σώζειν, οἱ δ' ἀξιοῦντές τι δρᾶν καὶ συμβάλλοντες τὰς ἀσπίδας καὶ σφῶν αὐτῶν ἀφειδοῦντες οὗτοι καὶ λαμβάνονται.
[7] διὰ ταῦτα ἐσκόπουν πρὸς ἐμαυτόν, πῶς ἂν αὐτοὶ ταχέως ἀνασωθεῖεν, καὶ δὴ καὶ ἔμελλον ἐρεῖν ἐν ὑμῖν, ὅπως τοῦτο γένοιτο ἄν, οὐδὲ γὰρ τὸν Φίλιππον εὕρισκον ἡδέως ἂν ἔχοντα τοσούτους Ἀθηναίων ἐπὶ τῆς αὑτοῦ χώρας ἐχθρούς, οἷς οὔτε στρατιώταις ἔμελλε δήπου χρήσεσθαι, σφαλερὸν γάρ, οὔτε συνάγων εἴς τι χωρίον κατέχειν ὅθεν οὐκ ἦν ἀποδρᾶναι ῥᾴδιον τό τε ἄλλως ἔχειν ἐν δεσμοῖς οὔτ' ἀνθρώπινον οὔτε κερδαλέον.
[8]
ἦν οὖν δῆλον ὡς ὑμῶν ἀποστειλάντων τοὺς περὶ τούτων αὐτῷ διαλεξομένους καὶ τῷ παλαιῷ περὶ τῶν αἰχμαλώτων χρησομένους νόμῳ ποιήσει τοῦτο ὃ πολλοὶ πολλάκις καὶ οὕτως αὐτοὺς ἀφήσει καὶ ἀποπέμψει βουλόμενος καὶ ἄλλως αὑτῷ χάριν τινὰ κεῖσθαι παρ' ὑμῖν, ὅπως, εἰ μεταπέσοι τὰ παρὰ τοῦ δαιμονίου, δύνηταί τινος ἀναμιμνήσκειν τὸν δῆμον. ᾔδει γάρ, ᾔδει καὶ νῦν οὐκ ἀρετῇ νενικηκώς, τῇ δὲ τύχῃ πλέον ἐσχηκώς, ὅθεν αὐτὸν ἀκούω μηδὲ στεφανώσασθαι λογιζόμενον, τίς ὢν τίνων ἐφάνη κρείττων.[9] Ταῦτα δή μου σπουδάζοντος καὶ τοὺς περὶ τούτων ἐν χεροῖν ἔχοντος λόγους ἔφθη τὴν ἐμὴν περὶ ταῦτα πρόνοιαν ἡ Φιλίππου πρεσβεία. διὰ τί δὴ ταῦθ' οὕτως εἶχεν; ἐκεῖνος οὐκ ἐλπίσας ἕνα Ἀθηναῖον λήψεσθαι παρ' Ἀθηναίων, ἀρκεῖ γάρ μοι τοσοῦτον εἰπεῖν, τοὺς τοῦτον αἰτήσοντας ἔπεμψεν. οὐχ οὕτως ὑμᾶς ἀλλοτρίους ἡγεῖται τῶν πατέρων οὐδ' ἀνήκοός ἐστι τῶν παλαιῶν πολέμων ἐν οἷς πολλῶν πολιτῶν εἰς τοὺς πολεμίους ἁλόντων οὐδεὶς τοιαύτην εὕρατο λύσιν. ἀλλ' ἐνεθυμήθη πρὸς αὑτόν, ὡς αἰτήσω μὲν ἐγὼ τὸν Δημοσθένην, ὁ δὲ ἀντερεῖ παρελθών, καὶ ὁ μὲν δῆμος οὐ δώσει, λυπήσει δὲ τοῦτο τοὺς τῶν αἰχμαλώτων οἰκείους, παραιρήσεται δὲ τὸ πρᾶγμα τῆς τοῦ ῥήτορος παρρησίας, καὶ τοὺς ἀντιδίκους οὕτως ἕξει πολλούς, ὁπόταν ἐπιχειρῇ τι λέγειν.
[10] τοιαύταις αὑτὸν ὁ βέλτιστος ἐψυχαγώγησεν ἐλπίσιν. οὐ μὴν τά γε ἡμέτερα τοιαῦτα. πόθεν; ὡς γὰρ ἤκουσαν τῆς ἐπιστολῆς, οὐδεὶς τῶν ἐκείνοις ἐγγυτάτω γένει, πολλοὺς δὲ ὁρῶ καθημένους, οὔτ' ἐβόησεν οὔτ' ἐθορύβησεν, ὡς δεῖ καὶ δοῦναι καὶ λαβεῖν, ἀλλὰ καὶ δακρύοντας ἔγωγε εἶδόν τινας ἐπ' ἐμοὶ μᾶλλον ἢ τοῖς ἑαλωκόσιν. ἐλογίζοντο γάρ, οἶμαι, τοῦθ' ὅτι τὸ μὲν ἐκείνων ἐκ πολλῶν παραδειγμάτων ἔχει παραμυθίαν καὶ νόμῳ πολέμου συμβέβηκε, τὸ δ' ἐμὸν καινὸν ἂν ‹εἴη› καὶ οὔπω πρόσθεν γενόμενον καὶ μόνῳ τῶν πάντων συμβεβηκός. οὕτως ἐστέ, ὦ ἄνδρες ‹Ἀθηναῖοι›, χρηστοὶ καὶ φιλάνθρωποι καὶ πρὸ τῶν ὑμετέρων ἰδίων τὴν κοινὴν δόξαν ποιούμενοι.
[11] καὶ τὰ μὲν παρ' ὑμῶν οὕτω καλὰ καὶ τοῦ τῆς πόλεως ἤθους ‹ἄξια›, τὰ παρ' ἐμοῦ δὲ ἴσως οὐ χείρω. δίδωμι γὰρ ἐμαυτὸν τοῖς ἥκουσι καὶ βαδίζειν εἰς Μακεδονίαν ἕτοιμος καὶ ὃ μηδὲ τῶν παρ' ἐκείνου πλουτούντων μηδὲ εἷς ἐτόλμησεν εἰπεῖν, τοῦτο ἐγὼ καὶ λέγω καὶ γράφω.
[12] καὶ εἶμι πεισόμενος ὅ τι ἂν τῷ Φιλίππῳ δοκῇ. καὶ τῶν ἡδίστων ἅπασι καὶ τιμιωτάτων, δήμου, φυλῆς, οἰκίας, ἱερῶν, ὁσίων, τάφων πατρῴων, πολλῶν ἑτέρων βραχὺς ἔμοιγε λόγος διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν. ἔστι γάρ, οἶμαι, καὶ δίκαιον καὶ προσῆκον οὕτως ἑκατέρους φρονεῖν, καὶ ὑμᾶς μὲν ἔχεσθαι τῶν πολιτικῶν καὶ μηδὲν ἡγεῖσθαι τηλικοῦτον δι' ὃ δεῖ ἐκδοῦναί τινα τοῖς ἐχθροῖς μήτε κέρδος μήτε φόβον μήτε καιροῦ δυσκολίαν, ἡμῶν δὲ ἕκαστον ὑπὲρ τῶν ὑμῖν συμφερόντων μηδὲν ὀκνεῖν.
[13] Ἀλλ' ἐναντία, φησί, πείθειν ἐπιχειρεῖς τὸν δῆμον τοῖς τε νόμοις ἅμα καὶ τοῖς παρὰ πάντα τὸν χρόνον βεβιωμένοις τῇ πόλει. καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τοὺς Ἕλληνας καὶ τίνα καλὴν ἐροῦμεν τοῖς ἐρωτῶσι πρόφασιν; καὶ τοιαῦτα ἐροῦσί τινες. ἐγὼ δέ, εἰ μὲν ἔμελλε τοῦ δήμου τὸ ἔργον ἔσεσθαι καὶ ὑμεῖς ἐμοῦ κεκραγότος καὶ τοὺς νόμους ἀναγινώσκοντος καὶ λέγοντος ἀδικεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Σόλωνα καὶ τὸν Δράκοντα καὶ τοὺς παραδεδομένους ὑμῖν ὑπὸ τῶν προγόνων κανόνας, ἐν οἷς ἐκεῖνοι μένοντες ἐστράτευον ὑπὲρ ἀνθρώπων μηδὲν αὐτοῖς προσηκόντων μηδ' ἐσχηκότων ἄλλο πρὸς αὐτοὺς δίκαιον πλὴν τῆς ἱκετείας μηδέν. καὶ τί δεῖ τοὺς Ἡρακλείδας ἢ τὸν Ἄδραστον λέγειν; ἀλλ' ἐκεῖνοί γε καὶ βαρβάροις βοηθοῦντες ἐπλήρωσαν ναῦς, ὅπως μὴ ἐξῇ τοῖς ἰσχυροτέροις ἀδικεῖν, ἐγὼ δὲ εἰ μηδὲν ἄλλο, Ἀθηναῖός εἰμι καὶ γεννήτας ὑμῖν παρασχοίμην ἂν καὶ φράτορας καὶ μετέχω τοῦ ληξιαρχικοῦ γραμματείου, καὶ ταῦτα πάντες ἄν μοι μαρτυρήσαιεν ‹καὶ› παιδείαν καὶ πλείω τούτων ἴσως φέροντά τινα φιλοτιμίαν. ἀλλ' ἔμοιγε ἀρκεῖ τὸ γένος εἰπεῖν.
[14] τοιαῦτα ἂν ἐν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, διελέχθην, εἴ τι ταπεινὸν ἑώρων ποιοῦντας καὶ ἀνάξιον τοῦ τῆς πόλεως ὀνόματος. ὃς γὰρ οὐδὲ τῶν ἄλλων Ἑλλήνων οὐδένα εἴων τῷ Φιλίππῳ προΐεσθαι, ἀλλὰ καὶ χρήματα καὶ σώματα ἀναλίσκειν παρῄνουν ὡς ταύτης ὑμῖν ὑπὸ τῶν πατέρων παραδεδομένης τῆς τάξεως, σχολῇ γ' ἄν τινα περιεῖδον ἀπὸ τῆς ἐκκλησίας ὑμῶν διδόντων εἰς τοὺς βαρβάρους ἀγόμενον.
[15] ἀλλὰ νῦν καθαροὶ μὲν ὑμεῖς αἰτίας καὶ ἄμεμπτοι πανταχῆ, καὶ οὐδὲν ἀσεβείας ἔγκλημα παρ' οὐδενὸς ἐπὶ τὸν δῆμον ἥξει, τὸ πᾶν δὲ ἐμὸν ἔσται αὐτοῦ μὲν διδόντος, αὐτοῦ δ' ἐκδιδομένου. οὐ γὰρ γεγράψεται ψήφισμα· ἔδοξε τῷ δήμῳ τῶν Ἀθηναίων, ἀλλ' ἔδοξε Δημοσθένει περὶ Δημοσθένους. τοῦτο δέ ἐστιν ὑμᾶς μὲν οὐδὲν εἶναι χείρους, ἐμὲ δὲ τὸν αὐτὸν τῷ πάλαι περὶ ὑμᾶς.
[16] ἐγὼ γὰρ τοῖς κοινοῖς προσιὼν καὶ μιμούμενος οὐκ Αἰσχίνην οὐδὲ Φρύνωνα τὸν ἀνδρεῖον καὶ οὐδὲν αἰσχυνόμενον οὐδὲ Δημάδην οὐδὲ Φιλοκράτην, ἀλλ' Ἀριστείδην καὶ Περικλέα καὶ Νικίαν, τοὺς οὐκ εὐνουστέρους μὲν ἴσως ἐμοῦ περὶ τὸν δῆμον, λέγοντας δὲ ἐν εὐτυχεστέροις τοῖς τότε, ἐπιθυμῶν δὴ τοῦ τύπου τῆς ἐκείνων τῶν ἀνδρῶν πολιτείας καὶ λυπῶν ὑμᾶς ἐν οἷς ὠφέλουν πολὺ πλέον ἐλύπουν τὸν βουλόμενον ὑμᾶς πραγμάτων ἐκβάλλειν καὶ αὑτὸν μὲν περιεῖναι μεθ' ὅπλων, ὑμᾶς δὲ καθῆσθαι.
[17] Ταῦτ' οὖν οὐκ ἀκίνδυνα ᾔδειν πολιτευόμενος, ἀλλ' ὅμως μᾶλλον ἡγούμην δεῖν, εἰ συμβαίη, τελευτᾶν ἢ λείπειν ἣν ἔταξα τάξιν ἐμαυτόν. νῦν οὖν ἀπαιτοῦντος τοῦ καιροῦ προθυμίαν δειλὸς φανῶ; καὶ ποῦ δίκαιον; αἰσχύνομαι τοὺς παρ' ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, στεφάνους, αἰσχύνομαι πολλοὺς καὶ καλοὺς λόγους, πολλὰ καὶ συμφέροντα ψηφίσματα, αἰσχύνομαι νόμους ἄλλους τε οὐκ ὀλίγους καὶ δι' οὗ τὸ ναυτικὸν ὑμῖν σέσωσται.
[18] ἀλλ' ὁ τὸν Ἀντιφῶντα μὲν κωλύσας ἐμπρῆσαι τὰ νεώρια καὶ παραδοῦναι Φιλίππῳ τὴν θάλατταν, τὴν δεινότητα δὲ τοῦ Βυζαντίου ῥήτορος ἀσθενεστέραν ἀποφήνας τῶν τῆς πόλεως δικαίων, μισῶν δὲ συμπρέσβεις πονηροὺς καὶ οὐδὲν τῶν ἰδίων αἰδούμενος κατὰ τῶν ὑμῖν συμφερόντων νῦν ἀποστῶ τῆς ἀρχαίας εὐνοίας; τίνα μέλλων τῶν Ἑλλήνων λανθάνειν; οὐδὲ γὰρ αὖ τοῦτό γε ἔνεστιν εἰπεῖν ὡς οὐκ εἰς πολλοὺς ἥξει τῆς ἐμῆς ῥᾳθυμίας ὁ λόγος οὐδ' ὡς ἐν τοῖς περιχώροις τούτοις, Εὐβοεῦσι λέγω καὶ Θηβαίοις καὶ Μεγαρεῦσι, στήσεται τὸ τῆς αἰσχύνης.
[19] ἀλλὰ καὶ τοῦτο ἐμοὶ μεγάλη ζημία τὸ βεβοῆσθαι τὴν ἐμὴν πολιτείαν. τὸ δ' αἴτιον, ἔδωκα τοῖς Ἑλληνικοῖς ἐμαυτόν, καὶ αἱ πολλαὶ πρεσβεῖαι παντί με τῷ γένει τῶν Ἑλλήνων ἔδειξαν, καὶ οὐ τοῖς Ἕλλησι μόνον, ἀλλ' ἤδη καὶ πολλοῖς τῶν βαρβάρων. ὡς βασιλέα δὲ αὐτὸς μὲν οὐχ ἧκον, λέγεται δὲ ἀφῖχθαί τις ὑπὲρ τῶν ἐμῶν ταλαιπωριῶν λόγος.
[20] ταύτην οὖν ἅπασαν τὴν γῆν ἀνέξομαι τὰ χείρω περὶ ἐμοῦ δοξάζειν καὶ τῶν ἐμοὶ παρ' ὑμῖν φθονούντων ἐνίους ἔχειν εἰπεῖν; ἀνεῖλε πολλὴν καὶ μεγάλην Δημοσθένης εὔκλειαν ἣν ἐν μακρῷ μὲν χρόνῳ, διὰ πολλῶν δὲ πόνων συνήγαγεν. ὁ χορηγῶν ἐκεῖνος ἐθελοντὴς καὶ τριήρεις ἐπιδιδούς, ὁ τὴν Εὔβοιαν ἐλευθερῶν, ὁ τὸν Ἑλλήσποντον ῥυόμενος, ὁ Χερρόνησον σώζων, δι' ὃν ἔπλεον πανταχόθεν οἱ στεφανώσοντες τὸν δῆμον, ὁ πᾶσι τοῖς ἐπείγουσιν αὑτὸν ἀφειδῶς δεδωκὼς νῦν ἐξ αὐτοῦ φιλοτιμήσασθαι τοῦ σώματος ἔχων οὐκ ἠθέλησε.
[21]
Διὰ τί γάρ, φησίν, οὓς εὑρηκέναι φῂς λύσεως ἑτέρους τρόπους οὐ λέγεις, ὦ Δημόσθενες; ὅτι εἰσὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλοὶ καὶ εἰωθότες, οὐ γὰρ ‹ἂν› ἀρνησαίμην, χρόνου δέ τινος δέονται· δεῖ δέ, οἶμαι, τάχους. οἷον ἂν εἴπω χρήματα δεῖν εἰσφέρειν, πείσω μέν, οὐδεὶς γὰρ οὕτως Ἀθηναίων οὔτ' ὠμὸς οὔτ' ἄπειρος τῆς ὑπὲρ τῶν δικαίων δαπάνης ὅστις ἂν τολμήσειε τὸ ἀνάλωμα φυγεῖν, εἰ γὰρ ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς εἰς κίνδυνον ἥκοντες εἰσηνέγκατε προθύμως, πῶς ἄν, ὅθ' ὑπέρ του τῶν πολιτῶν ἡ σπουδή, τὸ δοῦναι μικρὸν ἕκαστος ἀργύριον ζημίαν ἡγεῖσθε; ἀλλ', ὁρᾷς, δεῖ μὲν νικῆσαι ψήφισμα, δεῖ δὲ τοὺς εἰσπράττοντας τοῖς ὀφείλουσι προσελθεῖν ‹καὶ› πρέσβεις ἑλέσθαι τὸν δῆμον τοὺς διαλεξομένους Φιλίππῳ περὶ τῆς ἀνθρωπείας τύχης. ἡμερῶν ταῦτα πέντε ἢ δέκα ἢ καὶ πλειόνων, βαρὺ δέ, οἶμαι, τοῦτο τοῖς ποθοῦσι τοὺς αὑτῶν.
[22] Ἀλλ' εἴπω τρόπον ἕτερον, ὃς καὶ παρ' ἄκοντος τοῦ Φιλίππου τὰ σώματα λήψεται, καλεῖν τοὺς Ἕλληνας ἅπαντας; ἐπίστανται δὲ τὴν πλεονεξίαν αὐτοῦ καὶ ὡς ἠγάπα μὲν οὐδένα, καθ' αὑτὸν δὲ τοὺς ἐλπίζοντας ἐκολάκευε, καὶ οἱ μὲν ἠπάτηνται, ὁ δὲ γελᾷ. ταῦτ' εἴπω καὶ τὸ δεῖν ὑμᾶς τριήρεις καθέλκειν; εἰσὶ δὲ πολλαὶ καὶ εὐτρεπεῖς καὶ οὐδὲν λελύμανται Χαιρώνεια τοῖς κατὰ θάλατταν πράγμασιν οὐδ' ἂν ἐνέγκαι Φίλιππος ὑμᾶς κακῶς ποιοῦντας τὴν ἑαυτοῦ, ἀλλ' ἀποδώσει πιεζόμενος πρὸς τοῖς αἰχμαλώτοις καὶ χωρία καὶ πόλεις. ἀλλὰ πάλιν χρόνος καὶ πλείους ἡμέραι τῶν ἐπὶ τὰς εἰσφοράς.
[23] ἐγὼ δὲ τὰ ὑμῖν ἥδιστα τήμερον ἂν γενέσθαι βουλοίμην καὶ μηδεμίαν παρ' ἐμὲ περὶ ταῦτα συμβαίνειν ἀναβολήν. εἰ μὲν οὖν ἦν μοι τοσαῦτα χρήματα, ὦ ἄνδρες Ἀθηναῖοι, δι' ὅσων ἂν ἐλυσάμην τοσούτους, ἐποίουν ἂν ταὐτὸν τοῖς ἐπὶ τῆς πρεσβείας. τί δ' ἦν ὃ τότε ἐποίησα; τῶν ἄλλων πρέσβεων ἐκεῖθεν δεῦρο κομιζόντων χρυσίον αὐτὸς ἐνθένδε ἐκεῖσε φέρων ἐπανῆγον τῶν αἰχμαλώτων ὅσους οἷόν τε ἦν.
[24] καὶ νῦν οὐκ ἂν ὤκνησα τὸν αὐτὸν τρόπον ἀπαλλάξαι χείρονος τοὺς πολίτας τύχης, εἰ παρῆν μοι τοσοῦτον ἀργύριον. ἀλλ' οὐκ ἔστι τοσοῦτον. τοσοῦτον λέγω; μικρὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πάνυ μικρόν. ἄνευ γὰρ τοῦ μηδὲ πολλοστὸν μέρος τῶν πατρῴων ἀπολαβεῖν αὐτὸ τοῦτο εἰς ὑμᾶς ἀνήλωται, κέρδος δὲ πονηρὸν οὐδαμόθεν οὐδέν. τί λοιπόν; ἀντὶ χρημάτων εἰσενεγκεῖν τὴν ψυχήν.
[25] Τί οὖν, φησίν, ἂν οἱ μὲν ὦσι παρ' ἡμῖν, ὁ δὲ διδάσκων τὰ λυσιτελέστερα τὸν δῆμον ἀπίῃ; δεινὸν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν καὶ οὐκ ἔξω ζημίας, δεῖ δὲ ὅμως φέρειν ἀντιτιθέντας τὸ κέρδος τῇ βλάβῃ. οὐχ ἕξετε ῥήτορα φιλόπονον, ἀλλ' ἕξετε στρατιώτας πλείους. οὐκ ἀκούσεσθε λόγων καλῶν, ἀλλ' ὄψεσθε τοὺς νῦν ἑτέρωθι. ἀλλὰ γὰρ ἠδίκηκα τοῖς λόγοις τοῦτον Ὑπερίδην τὸν βέλτιστον καὶ δημοτικώτατον, ‹ὃς› καὶ εἴ τις ἄλλος ταὐτά μοι διαγέγονε φρονῶν.
[26] παρὰ τούτων ἄρ' ἀπαιτήσετε γνώμας καὶ ψηφίσματα, κἂν φύγωσι τὸ βῆμα καὶ κρύπτωσιν ἑαυτοὺς καὶ ὀνειδίζωσιν ὑμῖν ὅτι ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένην ἐκεῖνον τὸν ἀμελήσαντα μὲν τῶν ἑαυτοῦ, ὑπὲρ δὲ τῶν ὑμετέρων πάντα μεριμνήσαντα τὸν βίον, τὸν ἄγρυπνον, τὸν ταλαίπωρον, τὸν οὐδὲ μικρὸν ἡμέρας ἀναπνεύσαντα μέρος, τὸν κρείττονα τοῦ Μακεδονικοῦ πλούτου, τοῦτον παραδεδώκατε Μακεδόσι. καὶ εἶδε τὸν πρεσβεύσαντα πρότερον Φίλιππος δεδεμένον. τί οὖν ἡμᾶς ἐπὶ τὸ βάραθρον καλεῖτε; ἢ ἵνα καὶ ἡμεῖς τὴν ὁμοίαν ἔλθωμεν ὁδόν; καλοί γε οἱ μισθοὶ τῆς εὐνοίας.
[27] ἂν ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, λέγωσι κλαίοντες, οὐκ ἀπορήσετε πρὸς αὐτοὺς ἀπολογίας τινός. ἃ γὰρ ἄρτι πρὸς ὑμᾶς εἶπον ἐγώ, ταῦτ' ἐρεῖτε ὑπὲρ ὑμῶν αὐτῶν ὅτι οὐχ ἡμεῖς ἐξέδομεν τὸν Δημοσθένην, ἀλλ' ἐκπεπληγμένων ἡμῶν καὶ χαλεπῶς ἐχόντων καὶ διανοουμένων ἀποκρίνασθαι τοῖς ἥκουσιν ἃ τὸν Φίλιππον ἂν εὐλαβέστερον ἐποίησεν αὐτὸς αὑτὸν ἔπεισεν, ὡς ἄρα αὑτῷ καλῶς ἔχει ταῦτα παθεῖν.
[28] κἂν ἐπιτιμῶσι πάλιν ὅτι ταῦτα ἐπετρέψατε τῷ Δημοσθένει καὶ συνεχωρήσατε καὶ οὐκ ἐκωλύσατε οὐδ' ἀντελάβεσθε οὐδ' ἠμείψασθε τὴν ἄγαν αὐτοῦ προθυμίαν τῷ μὴ ταῦτα ἐᾶσαι γενέσθαι, πάλιν ἕξετε πιθανὸν εἰπεῖν ὡς ὑμεῖς μὲν ἠλγεῖτε ἀπιέναι θέλοντος καὶ ἐβοᾶτε μένειν, ἐγὼ δὲ ἰσχυρότερος ἐγενόμην τοῦ δήμου παντός. τούτοις τε οὖν αὐτοὺς θαρρύνετε καὶ ἅμα ὑπόσχεσθε πρὸς τὰ δεύτερα ἔσεσθαι βελτίους, οἱ δὲ πιστεύσουσι λεγόντων.
[29] Ἐᾶτε δή με, πρὸς τῶν τροπαίων, πρὸς τῆς γῆς ἣν αὐχοῦμεν ἔχειν μητέρα, ποιεῖν ἅπερ ἔγνωκα, καὶ μή με ἀναγκαζέτω μηδεὶς μηδὲν ὑπομεῖναι τῆς ἐμῆς γνώμης ἀνάξιον. βούλομαι δὲ ἀπιὼν παραμυθήσασθαι καὶ ὑμᾶς καὶ ἐμαυτόν. ὑμῖν μὲν τοίνυν ἐκ τῶν ἐμῶν ἔστω παραμυθία. ὁρᾶτε γὰρ τὴν μεταβολήν. Δημοσθένης ὁ πολὺς κατὰ τοῦ Φιλίππου ῥέων ἐπὶ τῆς ἐκκλησίας ἀπ' αὐτῆς ἀχθήσεται τῆς ἐκκλησίας. καὶ ὃν οὐκ ἔδωκεν ἡ μάχη τοῖς νενικηκόσιν, οὗτος αὑτὸν ἐγχειριεῖ τῷ δυσμενεστάτῳ, λαβὼν δὲ ἐκεῖνος μαστιγώσει, στρεβλώσει, σιδήρῳ καὶ πυρὶ δαπανήσει τὸ σῶμα.
[30] μὴ γὰρ δὴ ἐκεῖνο δείσητε, ὡς ἐγώ ποτε ἐμαυτὸν εἰς τἀκείνου δώσω πράγματα. ὁ μὲν γὰρ ἴσως ἐθελήσει πανοῦργος ὢν καὶ δώσει καὶ χώραν καὶ οἰκίαν καὶ χρημάτων πλῆθος, ἀντὶ δὲ τούτων ἀξιώσει με περιελθόντα τὴν Ἑλλάδα παλινῳδίαν ᾆσαι ὅτι Φίλιππος εὐσεβής, πιστός, δίκαιος, Ἑλληνικώτατος καὶ οὐδὲν ἢ ‹οὐ› πολλὰ τῶν Ἀθηναίων ἐλάττων. βούλοιτο γὰρ ἂν αὑτῷ τούτους ὑπάρξαι παρὰ τῆς ἐμῆς γλώττης τοὺς λόγους ἢ μυρίους αὑτῷ Πύθωνας γενέσθαι. οἶδε γὰρ ὡς ὁ μάλιστα αὐτὸν διαβεβληκὼς οὗτος ἂν μόνος καὶ μεταπεῖσαι δύναιτο.
[31] Φίλιππον μὲν οὖν εἰκὸς οὐδὲ ταύτης ἀφέξεσθαι τῆς πείρας, ἐγὼ δὲ αὐτὸν οἷς ἐρῶ πρὸς ταχεῖαν ὀργὴν ἐπισπάσομαι πάλιν ὄλεθρον καλῶν, πάλιν βάρβαρον καὶ λέγων ὡς ἀθάνατος ἡ τῶν Ἀθηναίων πόλις καὶ ὡς ἀμήχανον ψευδεῖς ἐλεγχθῆναι τὰς ὑπὲρ αὐτῆς μαντείας καὶ ὡς ἐγὼ μὲν αὐτῇ τοὺς αἰχμαλώτους ἀνασῶσαι δι' ἐμαυτοῦ προσήκειν ὑπέλαβον, ἡ δὲ καὶ ἄνευ τούτων ἔρρωται καὶ οἶδεν ὅτι οὐ νενίκηκας.
[32] πρὸς ταῦτά με κατακοπτέτω καὶ τῶν σπλάγχνων, εἰ βούλεται, γευέσθω. ῥᾳδίως οἴσω τὰ χαλεπώτατα. τί λογιζόμενος; ὅτι κἂν νῦν μυριάκις ἀποθάνω, τήν γε δόξαν ἣν ἔσχον παρὰ τοῖς Ἕλλησιν οὐδεὶς ἐξαλείψει χρόνος. εἰ δ' ἄρα καὶ τῶν ἄλλων τις τοῦτο Ἑλλήνων πάθοι, ἀλλ' οὐ τῆς πόλεως τοῦτό ποτε ἔξεισιν, ἀλλ' ἕως ἂν μένῃ τουτὶ τὸ βουλευτήριον καὶ ἡ Πνὺξ αὕτη καὶ τὰ δικαστήρια καὶ τὸ Μητρῷον, ἀεὶ δὲ μενεῖ, ταῦτα γὰρ οἱ θεοὶ λέγουσιν, ἔσται τις μνήμη τῶν ἐμοὶ πεπονημένων.
[33] εἰ δ' οὖν καὶ ἄλλων ἀμνημονήσειέ τις, πῶς ἂν τοῦ γε τελευταίου τούτου δύναιτο; τὰ καινὰ γὰρ ἥκιστα ὑπὸ λήθης ἀφανίζεται. τοιοῦτον δ', οἶμαι, τὸ παρόν. ἀνὴρ πολέμιος ἄκων ἐπαινεῖ τὸν ἐχθρὸν ἐμέ. καὶ ἔγωγε ἐνεθυμήθην ὡς τὸ παρ' ἀξίαν εὐτυχεῖν ἐξίστησι πολλάκις τοῦ φρονεῖν. ὁ γοῦν Φίλιππος οὐκ οἶδεν ὡς ἐν αὐτῷ τῷ ζητεῖν με λαβεῖν μάρτυς γίνεται τῆς ἐμῆς εἰς ὑμᾶς εὐνοίας καὶ μονονοὺ κηρύττει πρὸς ἅπαντας ὅτι διὰ τοῦτον μέντοι τὸν ἄνθρωπον οὐ κεκράτηκα τῆς Ἀττικῆς, ἀλλ' ἔτι μοχθῶ καὶ στρατεύομαι πάλαι πάντα δυνάμενος ἔχειν.
[34] τί οὖν ἔτι δεῖ με μεῖζον παραμύθιον ζητεῖν; ἢ τίνων οὐ στεφάνων τὸ πρᾶγμα ἐντιμότερον; ὅταν γὰρ ἐμὲ μόνον ἐκεῖνος οὕτω μισῇ, καί με πάντας ὑπερβεβληκέναι τῷ μίσει τῷ πρὸς αὑτὸν ὁμολογεῖ. ὥσπερ οὖν εἴ με φιλεῖν ἔφασκεν, ᾐσχυνόμην ἄν, οὕτω φιλοτιμοῦμαι μισούμενος. ἢ τῶν μὲν πολιτῶν τοὺς ἐχθροὺς εἰ παρειχόμην τὰ βελτίω μοι μαρτυροῦντας, μέγα ἂν ἦν, καὶ δεῖγμα τῆς ἐσχάτης ἀρετῆς τὸ τοὺς ἡδέως ἂν λοιδορήσαντας ἐπαινεῖν ἠναγκάσθαι, τοῦ δ' ἀλλοφύλου καὶ πολεμίου τοῦτ' αὐτὸ ποιοῦντος οὐκ ἄρα σεμνύνεσθαί μοι προσήκει καὶ καλὸν ἐντάφιον ἔχειν νομίζειν τὴν τοῦ λίαν ἀποκτεῖναί με ἐπιθυμοῦντος ἐπιστολήν;
[35] ταῦτα πρὸς ἐμαυτὸν κατὰ τὴν ὁδὸν λέγων οὐκ ἀνιάσομαι, ὅτι με ὡμολόγηκε Φίλιππος δισχιλίων Ἀθηναίων εἶναι τιμιώτερον. οὐ γάρ φησι μείζω μὲν ἐθέλειν δοῦναι, λαβεῖν δὲ ἐλάττω, ἀλλ' ὅπερ οὐδεπώποτε ὑπὲρ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν ἐτόλμησα ἐγώ, τοῦτ' ἐν ἑτέροις ῥήμασιν ὁ πολέμιος διδάσκει. τοῦτ' οὖν, ὅπερ ἔφην, οἴσει μοι παραμυθίαν.
[36]
Ὥρα δὴ πορεύεσθαι τοσοῦτον εὐξάμενον· Ἄπολλον πατρῷε καὶ δέσποινα Ἀθηνᾶ καὶ Δήμητερ καὶ Κόρη καὶ Ἴακχε καὶ θεοὶ πάντες καὶ ἥρωες, μεθ' ὧν οἱ πρόγονοι τὸν Μῆδον ἐνίκησαν ἀνυπόστατον εἶναι δοκοῦντα, δοίητε τὸν ἄνθρωπον τοῦτον ἁπλῶς καὶ ἀδόλως ταύτην τὴν ἀλλαγὴν ποιήσασθαι πρὸς τὴν Ἀθηναίων πόλιν καὶ μηδὲν φενακισμοῦ μηδ' ὧν εἴωθε μηδὲν ‹ἐκ› τῆς αὑτοῦ φύσεως πρὸς τὸ πρᾶγμα τοῦτο προσενεγκεῖν. εἰκότως δὲ αὐτόν, οἶμαι, δέδοικα τὸν ἐν ταῖς συνθήκαις ἢ τοῖς ὅπλοις ἀδικήσαντα πλείω.