[1] Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται, λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ' ὅλως ἴδιον τῆς φύσεως.
Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ' οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ' ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ' ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ' οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος.
[2] Τούτων μὲν οὖν πρὸς τῇ σπερματικῇ καὶ τῇ ἀπὸ τῶν ῥιζῶν καὶ αὕτη γένεσίς ἐστι· τῶν δὲ ἄλλων ἐκεῖναι· πλὴν ὅσα μόνον ἀπὸ σπέρματος φύεται, καθάπερ ἐλάτη πεύκη πίτυς. ὅσα δὲ ἔχει σπέρμα καὶ καρπόν, κἂν ἀπὸ ῥίζης γίνηται, καὶ ἀπὸ τούτων· ἐπεὶ καὶ τὰ δοκοῦντα ἄκαρπα εἶναι γεννᾶν φασιν, οἷον πτελέαν ἰτέαν. σημεῖον δὲ λέγουσιν οὐ μόνον ὅτι φύεται πολλὰ τῶν ῥιζῶν ἀπηρτημένα καθ' οὓς ἂν ᾖ τόπους, ἀλλὰ καὶ τὰ συμβαίνοντα θεωροῦντες, οἷον ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὡς ἐξερράγη τὸ συναθροισθὲν ὕδωρ ἐν τῷ πεδίῳ φραχθέντων τῶν βερέθρων· ὅπου μὲν ἐγγὺς ἦσαν ἰτέαι πεφυκυῖαι τοῦ καταποθέντος τόπου, τῷ ὑστέρῳ ἔτει μετὰ τὴν ἀναξήρανσιν ἐνταῦθα αὖθις ἀναφῦναί φασιν ἰτέαν· ὅπου δὲ πτελέαι αὖθις πτελέας, καθάπερ καὶ ὅπου πεῦκαι καὶ ἔλαται πεύκας καὶ ἐλάτας, ὥσπερ μιμουμένων κἀκείνων.
[3] Ἀλλὰ τὴν ἰτέαν ταχὺ προκαταβάλλειν πρὸ τοῦ τελείως ἁδρῦναι καὶ πέψαι τὸν καρπόν· δι' ὃ καὶ τὸν ποιητὴν οὐ κακῶς προσαγορεύειν αὐτὴν ὠλεσίκαρπον.
Τῆς δὲ πτελέας κἀκεῖνο σημεῖον ὑπολαμβάνουσιν· ὅταν γὰρ ἀπὸ τῶν πνευμάτων εἰς τοὺς ἐχομένους τόπους ὁ καρπὸς ἀπενεχθῇ, φύεσθαί φασι. παραπλήσιον δὲ ἔοικεν εἶναι τὸ συμβαῖνον ὃ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν τινών ἐστιν· οὐκ ἐχόντων γὰρ σπέρμα φανερόν, ἀλλὰ τῶν μὲν οἷον χνοῦν τῶν δ' ἄνθος, ὥσπερ τὸ θύμον, ὅμως ἀπὸ τούτων βλαστάνουσιν. ἐπεὶ ἥ γε πλάτανος ἔχει φανερῶς καὶ ἀπὸ τούτων φύεται. τοῦτο δ' ἐξ ἄλλων τε δῆλον κἀκεῖνο μέγιστον σημεῖον· ὤφθη γὰρ ἤδη ποτὲ πεφυκυῖα πλάτανος ἐν τρίποδι χαλκῷ.
[4] Ταύτας τε δὴ τὰς γενέσεις ὑποληπτέον εἶναι τῶν ἀγρίων καὶ ἔτι τὰς αὐτομάτους, ἃς καὶ οἱ φυσιολόγοι λέγουσιν· Ἀναξαγόρας μὲν τὸν ἀέρα πάντων φάσκων ἔχειν σπέρματα καὶ ταῦτα συγκαταφερόμενα τῷ ὕδατι γεννᾶν τὰ φυτά· Διογένης δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν τινὰ λαμβάνοντος πρὸς τὴν γῆν· Κλείδημος δὲ συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζώοις, ὅσῳ δὲ θολερωτέρων καὶ ψυχροτέρων τοσοῦτον ἀπέχειν τοῦ ζῶα εἶναι. [λέγουσι δέ τινες καὶ ἄλλοι περὶ τῆς γενέσεως.]
[5] Ἀλλ' αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφανεῖς, οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάντος τὸ ῥεῖθρον ἢ καὶ ὅλως ἑτέρωθι ποιησαμένου, καθάπερ ὁ Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις μεταβαίνει, καὶ ἅμα τῇ μεταβάσει τοσαύτην ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατάσχωσι πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστήσεις γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ' ἐπομβρία τοῦτο ποιεῖ ταὐτό· συγκαταφέρει γὰρ πολλὰ τῶν σπερμάτων, καὶ ἅμα σῆψίν τινα τῆς γῆς καὶ τοῦ ὕδατος· ἐπεὶ καὶ ἡ μίξις αὐτὴ τῆς Αἰγυπτίας [6] γῆς δοκεῖ τινα γεννᾶν ὕλην. ἐνιαχοῦ δέ, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς ἐλάττοσιν· ἅμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατακλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων.
[2]
[1] Πάντα δὲ κάρπιμα ἢ ἄκαρπα, καὶ ἀείφυλλα ἢ φυλλοβόλα, καὶ ἀνθοῦντα ἢ ἀνανθῆ· κοιναὶ γάρ τινες διαιρέσεις ἐπὶ πάντων εἰσὶν ὁμοίως ἡμέρων τε καὶ ἀγρίων. ἴδια δὲ πρὸς τὰ ἥμερα τῶν ἀγρίων ὀψικαρπία τε καὶ ἰσχὺς καὶ πολυκαρπία τῷ προφαίνειν· πεπαίνει τε γὰρ ὀψιαίτερον καὶ τὸ ὅλον ἀνθεῖ καὶ βλαστάνει ὡς ἐπὶ τὸ πᾶν· καὶ ἰσχυρότερα τῇ φύσει· καὶ προφαίνει μὲν πλείω καρπὸν ἐκπέττει δ' ἧττον, εἰ μὴ καὶ πάντα ἀλλά γε τὰ ὁμογενῆ, οἷον ἐλάας καὶ ἀπίου κότινος καὶ ἀχράς. ἅπαντα γὰρ οὕτως, πλὴν εἴ τι σπάνιον, ὥσπερ ἐπὶ τῶν κρανείων καὶ τῶν οὔων· ταῦτα γὰρ δή φασι πεπαίτερα καὶ ἡδύτερα τὰ ἄγρια τῶν ἡμέρων εἶναι· καὶ εἰ δή τι ἄλλο μὴ προσδέχεται γεωργίαν ἢ δένδρον ἢ καί τι τῶν ἐλαττόνων, οἷον τὸ σίλφιον καὶ ἡ κάππαρις καὶ τῶν χεδροπῶν ὁ θέρμος, ἃ καὶ μάλιστ' ἄν τις [2] ἄγρια τὴν φύσιν εἴποι. τὸ γὰρ μὴ προσδεχόμενον ἡμέρωσιν, ὥσπερ ἐν τοῖς ζώοις, τοῦτο ἄγριον τῇ φύσει. καίτοι φησὶν Ἵππων ἅπαν καὶ ἥμερον καὶ ἄγριον εἶναι, καὶ θεραπευόμενον μὲν ἥμερον μὴ θεραπευόμενον δὲ ἄγριον, τῇ μὲν ὀρθῶς λέγων τῇ δὲ οὐκ ὀρθῶς. ἐξαμελούμενον γὰρ ἅπαν χεῖρον γίνεται καὶ ἀπαγριοῦται, θεραπευόμενον δὲ οὐχ ἅπαν βέλτιον, ὥσπερ εἴρηται. ὃ δὴ χωριστέον καὶ τὰ μὲν ἄγρια τὰ δ' ἥμερα λεκτέον, ὥσπερ τῶν ζώων τὰ συνανθρωπευόμενα καὶ τὰ δεχόμενα τιθασείαν.
[3] Ἀλλὰ τοῦτο μὲν οὐδὲν ἴσως διαφέρει ποτέρως ῥητέον. ἅπαν δὲ τὸ ἐξαγριούμενον τοῖς τε καρποῖς χεῖρον γίνεται καὶ αὐτὸ βραχύτερον καὶ φύλλοις καὶ κλωσὶ καὶ φλοιῷ καὶ τῇ ὅλῃ μορφῇ· καὶ γὰρ πυκνότερα καὶ οὐλότερα καὶ σκληρότερα καὶ ταῦτα καὶ ὅλη ἡ φύσις γίνεται, ὡς ἐν τούτοις μάλιστα τῆς διαφορᾶς τῶν ἡμέρων καὶ τῶν ἀγρίων γινομένης. δι' ὃ καὶ ὅσα τῶν ἡμερουμένων τοιαῦτα τυγχάνει, ταῦτα ἄγριά φασιν εἶναι, καθάπερ τὴν πεύκην καὶ τὴν κυπάριττον, ἢ ὅλως ἢ τὴν ἄρρενα, καὶ τὴν καρύαν δὲ καὶ τὴν διοσβάλανον.
[4] Ἔτι τε τῷ φιλόψυχρα καὶ ὀρεινὰ μᾶλλον εἶναι· καὶ γὰρ τοῦτο λαμβάνεται πρὸς τὴν ἀγριότητα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, εἴτ' οὖν καθ' αὑτὸ λαμβανόμενον εἴτε κατὰ συμβεβηκός.
Ὁ μὲν οὖν τῶν ἀγρίων ἀφορισμὸς εἴθ' οὕτως ἢ καὶ ἄλλως ληπτέος, οὐδὲν ἂν ἴσως διενέγκοι πρὸς τὰ νῦν· ἐκεῖνο δὲ ἀληθές, ὥς γε τῷ τύπῳ καὶ ἁπλῶς εἰπεῖν, ὅτι μᾶλλον ὀρεινὰ τὰ ἄγρια καὶ εὐθενεῖ τὰ πλείω καὶ μᾶλλον ἐν τούτοις τοῖς τόποις, ἐὰν μή τις λαμβάνῃ τὰ φίλυδρα καὶ παραποτάμια καὶ ἀλσώδη. ταῦτα γὰρ καὶ τὰ [5] τοιαῦτα τυγχάνει πεδεινὰ μᾶλλον. οὐ μὴν ἀλλ' ἔν γε τοῖς μεγάλοις ὄρεσιν, οἷον Παρνησῷ τε καὶ Κυλλήνῃ καὶ Ὀλύμπῳ τῷ Πιερικῷ τε καὶ τῷ Μυσίῳ καὶ εἴ που τοιοῦτον ἕτερον, ἅπαντα φύεται διὰ τὴν πολυειδίαν τῶν τόπων· ἔχουσι γὰρ καὶ λιμνώδεις καὶ ἐνύγρους καὶ ξηροὺς καὶ γεώδεις καὶ πετρώδεις καὶ τοὺς ἀνὰ μέσον λειμῶνας καὶ σχεδὸν ὅσαι διαφοραὶ τῆς γῆς· ἔτι δὲ τοὺς μὲν κοίλους καὶ εὐδιεινοὺς τοὺς δὲ μετεώρους καὶ προσηνέμους· ὥστε δύνασθαι παντοῖα καὶ τὰ ἐν τοῖς πεδίοις φέρειν.
[6] Οὐδὲν δ' ἄτοπον οὐδ' εἰ ἔνια μὴ οὕτω πάμφορα τῶν ὀρῶν, ἀλλ' ἰδιωτέρας τινὸς ὕλης ἢ πάσης ἢ τῆς πλείστης, οἷον ἐν τῇ Κρήτῃ τὰ Ἰδαῖα· κυπάριττος γὰρ ἐκεῖ· καὶ τὰ περὶ Κιλικίαν καὶ Συρίαν, ἐν οἷς κέδρος· ἐνιαχοῦ δὲ τῆς Συρίας τέρμινθος. αἱ γὰρ διαφοραὶ τῆς χώρας τὴν ἰδιότητα ποιοῦσιν. ἀλλ' εἴρηται τὸ ἴδιον ὡς ἐπὶ πᾶν.
[3]
[1] Ἴδια δὲ τὰ τοιάδε τῶν ὀρεινῶν, ἃ ἐν τοῖς πεδίοις οὐ φύεται, [περὶ τὴν Μακεδονίαν] ἐλάτη πεύκη πίτυς ἀγρία φίλυρα ζυγία φηγὸς πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος ἐρινεὸς φιλύκη ἀφάρκη καρύα διοσβάλανος πρῖνος. τὰ δὲ καὶ ἐν τοῖς πεδίοις μυρίκη πτελέα λεύκη ἰτέα αἴγειρος κρανεία θηλυκρανεία κλήθρα δρῦς λακάρη ἀχρὰς μηλέα ὀστρύα κήλαστρον μελία παλίουρος ὀξυάκανθος ‹σφένδαμνος,› ἣν ἐν μὲν τῷ ὄρει πεφυκυῖαν ζυγίαν καλοῦσιν, ἐν δὲ τῷ πεδίῳ γλεῖνον. οἱ δ' ἄλλως διαιροῦσι καὶ ἕτερον ποιοῦσιν εἶδος σφενδάμνου καὶ ζυγίας.
[2] Ἅπαντα δὲ ὅσα κοινὰ τῶν ὀρῶν καὶ τῶν πεδίων, μείζω μὲν καὶ καλλίω τῇ ὄψει τὰ ἐν τοῖς πεδίοις γίνεται, κρείττω δὲ τῇ χρείᾳ τῇ τε τῶν ξύλων καὶ τῇ τῶν καρπῶν τὰ ὀρεινά· πλὴν ἀχράδος καὶ ἀπίου καὶ μηλέας· αὗται δ' ἐν τοῖς πεδίοις κρείττους οὐ μόνον τοῖς καρποῖς ἀλλὰ καὶ τοῖς ξύλοις· ἐν γὰρ τοῖς ὄρεσι μικραὶ καὶ ὀζώδεις καὶ ἀκανθώδεις γίνονται· πάντα δὲ καὶ ἐν τοῖς ὄρεσιν, ὅταν ἐπιλάβωνται τῶν οἰκείων τόπων, καὶ καλλίω φύεται καὶ εὐθενεῖ μᾶλλον· ὡς δὲ ἁπλῶς εἰπεῖν τὰ ἐν τοῖς ὁμαλέσι τῶν ὀρῶν καὶ μάλιστα, τῶν δὲ ἄλλων τὰ ἐν τοῖς κάτω καὶ κοίλοις· τὰ δ' ἐπὶ τῶν ἄκρων χείριστα, πλὴν εἴ τι τῇ φύσει [3] φιλόψυχρον· ἔχει δὲ καὶ ταῦτ' αὖ τινα διαφορὰν ἐν τοῖς ἀνομοίοις τῶν τόπων, ὑπὲρ ὧν ὕστερον λεκτέον· νῦν δὲ διαιρετέον ἕκαστον κατὰ τὰς διαφορὰς τὰς εἰρημένας.
Ἀείφυλλα μὲν οὖν ἐστι τῶν ἀγρίων ἃ καὶ πρότερον ἐλέχθη, ἐλάτη πεύκη πίτυς ἀγρία πύξος ἀνδράχλη μίλος ἄρκευθος τέρμινθος φιλύκη ἀφάρκη δάφνη φελλόδρυς κήλαστρον ὀξυάκανθος πρῖνος μυρίκη· τὰ δὲ ἄλλα πάντα φυλλοβολεῖ· πλὴν εἴ τι περιττὸν ἐνιαχοῦ, καθάπερ ἐλέχθη περὶ τῆς ἐν τῇ Κρήτῃ πλατάνου καὶ δρυὸς καὶ εἴ που τόπος τις ὅλως εὔτροφος.
[4] Κάρπιμα δὲ τὰ μὲν ἄλλα πάντα· περὶ δὲ ἰτέας καὶ αἰγείρου καὶ πτελέας, ὥσπερ ἐλέχθη, διαμφισβητοῦσιν. ἔνιοι δὲ τὴν αἴγειρον μόνην ἀκαρπεῖν φασιν, ὥσπερ καὶ οἱ ἐν Ἀρκαδίᾳ, τὰ δὲ ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι καρποφορεῖν. ἐν Κρήτῃ δὲ καὶ αἴγειροι κάρπιμοι πλείους εἰσί· μία μὲν ἐν τῷ στομίῳ τοῦ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ, ἐν ᾧ τὰ ἀναθήματα ἀνάκειται, ἄλλη δὲ μικρὰ πλησίον· ἀπωτέρω δὲ μάλιστα δώδεκα σταδίους περί τινα κρήνην Σαύρου καλουμένην πολλαί. εἰσὶ δὲ καὶ ἐν τῷ πλησίον ὄρει τῆς Ἴδης ἐν τῷ Κινδρίῳ καλουμένῳ καὶ περὶ Πραισίαν δὲ ἐν τοῖς ὄρεσιν. οἱ δὲ μόνον τῶν τοιούτων τὴν πτελέαν κάρπιμον εἶναί φασι, καθάπερ οἱ περὶ Μακεδονίαν.
[5] Μεγάλη δὲ διαφορὰ πρὸς καρπὸν καὶ ἀκαρπίαν καὶ ἡ τῶν τόπων φύσις, ὥσπερ ἐπί τε τῆς περσέας ἔχει καὶ τῶν φοινίκων· ἡ μὲν ἐν Αἰγύπτῳ καρποφορεῖ καὶ εἴ που τῶν πλησίον τόπων, ἐν Ῥόδῳ δὲ μέχρι τοῦ ἀνθεῖν μόνον ἀφικνεῖται. ὁ δὲ φοῖνιξ περὶ μὲν Βαβυλῶνα θαυμαστός, ἐν τῇ Ἑλλάδι δὲ οὐδὲ πεπαίνει, παρ' ἐνίοις δὲ ὅλως οὐδὲ προφαίνει καρπόν.
[6] Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ' ἐστίν· ἐπεὶ καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ αὐτῇ χώρᾳ καὶ συνόρῳ χώρᾳ τὰ μὲν κάρπιμα τὰ δ' ἄκαρπα γίνεται· καθάπερ καὶ τὸ κενταύριον ἐν τῇ Ἠλείᾳ, τὸ μὲν ἐν τῇ ὀρεινῇ κάρπιμον, τὸ δ' ἐν τῷ πεδίῳ ἄκαρπον ἀλλὰ μόνον ἀνθεῖ, τὸ δ' ἐν τοῖς κοίλοις τόποις οὐδ' ἀνθεῖ πλὴν κακῶς. δοκεῖ δ' οὖν καὶ τῶν ἄλλων τῶν ὁμογενῶν καὶ ἐν μιᾷ προσηγορίᾳ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον, οἷον πρῖνος ὁ μὲν κάρπιμος ὁ δ' ἄκαρπος· καὶ [7] κλήθρα δὲ ὡσαύτως· ἀνθεῖ δ' ἄμφω. σχεδὸν δὲ ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ' ὀλίγον τὰ δ' ὅλως οὐδ' ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲν ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ' ἀπό γε τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς ὀρεοτύπους οὐ δύνασθαι διϊέναι μὴ ὁδοποιησαμένους.
[8] Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων, ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον, ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ' οὐδὲν τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ τὸ βρύον τὸ δρύϊνον καὶ τὸν κύτταρον τὸν πιτύϊνον ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαποπτώτοις ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφένδαμνον. ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ' εἶναι, τὴν δὲ ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά. συμβαίνει δ' οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν ἐπισκεπτέον.
[4]
[1] Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ' ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν. ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτοφορεῖν, οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλαστήσεις τοῦ ἦρος. αὐτὰ δ' αὑτῶν τὰ ὁμογενῆ τῷ πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους· πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν.
[2] Αὐτῶν δὲ τῶν καθ' ἕκαστα δένδρων τὰ μὲν συναναβλαστάνει τοῖς ἡμέροις, οἷον ἀνδράχλη ἀφάρκη· ἀχρὰς δὲ μικρῷ ὕστερον τῆς ἀπίου. τὰ δὲ καὶ πρὸ ζεφύρου καὶ μετὰ πνοὰς εὐθὺ ζεφύρου. καὶ πρὸ ζεφύρου μὲν κρανεία καὶ θηλυκρανεία, μετὰ ζέφυρον δὲ δάφνη κλήθρα, πρὸ ἰσημερίας δὲ μικρὸν φίλυρα ζυγία φηγὸς συκῆ· πρωΐβλαστα δὲ καὶ καρύα καὶ δρῦς καὶ ἀκτέος· ἔτι δὲ μᾶλλον τὰ ἄκαρπα δοκοῦντα καὶ ἀλσώδη, λεύκη πτελέα ἰτέα αἴγειρος· πλάτανος δὲ μικρῷ ὀψιαίτερον τούτων. τὰ δὲ ἄλλα ὥσπερ ἐνισταμένου τοῦ ἦρος, οἷον ἐρινεὸς φιλύκη ὀξυάκανθος παλίουρος τέρμινθος καρύα διοσβάλανος· μηλέα δ' ὀψίβλαστος· ὀψιβλαστότατον δὲ σχεδὸν ἴψος ἀρία τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν βλαστήσεις οὕτως ἔχουσιν.
[3] Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώϊος σχεδὸν ὥσπερ πρῶτον· ἡ δ' ὄψιος, ἣν δή τινες καλοῦσι θηλυκρανείαν, μετ' αὐτὸ τὸ μετόπωρον· ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον ἀσθενὲς καὶ χαῦνον· τοσαύτη δὴ διαφορὰ περὶ [4] ἄμφω. τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσβάλανος ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν, ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος καὶ ὀξυάκανθος μετὰ Πλείαδος δύσιν· ἡ δ' ἀρία χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ [5] μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· [καὶ τῆς γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν·] τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος. πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρποὺς ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον.
Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλαγήν· πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλαστρος καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυσινόν. ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι' ὃ καὶ προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ [6] ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται. φασὶ δὲ καὶ τὴν πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει· ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ χειμῶνος ἀποβάλλειν. ὀψίκαρπα δὲ σφόδρα καὶ φίλυρα καὶ πύξος. [τὸν δὲ καρπὸν ἄβρωτον ἔχει παντὶ ζώῳ φίλυρα θηλυκρανεία πύξος. ὀψίκαρπα δὲ καὶ κιττὸς καὶ ἄρκευθος καὶ πεύκη καὶ ἀνδράχλη.] ὡς δὲ οἱ περὶ Ἀρκαδίαν φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά.
[5]
[1] Συμβαίνει δ' ὅταν ἄρξωνται βλαστάνειν τὰ μὲν ἄλλα συνεχῆ τήν τε βλάστησιν καὶ τὴν αὔξησιν ποιεῖσθαι, πεύκην δὲ καὶ ἐλάτην καὶ δρῦν διαλείπειν, καὶ τρεῖς ὁρμὰς εἶναι καὶ τρεῖς ἀφιέναι βλαστούς, δι' ὃ καὶ τρίσλοποι· πᾶν γὰρ δὴ δένδρον ὅταν βλαστάνῃ λοπᾷ· πρῶτον μὲν ἄκρου ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, ἐν δὲ τῇ Ἴδῃ περὶ πεντεκαίδεκα μάλιστα ἡμέρας· μετὰ δὲ ταῦτα διαλιπόντα περὶ τριάκοντα ἢ μικρῷ πλείους ἐπιβάλλεται πάλιν ἄλλους βλαστοὺς ἀπ' ἄκρας τῆς κορυνήσεως τῆς ἐπὶ τῷ προτέρῳ βλαστῷ· καὶ τὰ μὲν ἄνω τὰ δ' εἰς τὰ πλάγια κύκλῳ ποιεῖται τὴν βλάστησιν, οἷον γόνυ ποιησάμενα τὴν τοῦ πρώτου βλαστοῦ κορύνην, ὥσπερ καὶ ἡ πρώτη βλάστησις ἔχει. γίνεται δὲ τοῦτο περὶ τὸν Σκιρροφοριῶνα λήγοντα.
[2] Κατὰ δὲ ταύτην τὴν βλάστησιν καὶ ἡ κηκὶς φύεται πᾶσα, καὶ ἡ λευκὴ καὶ ἡ μέλαινα· φύεται δὲ ὡς ἐπὶ τὸ πολὺ νυκτὸς ἀθρόος· ἐφ' ἡμέραν δὲ μίαν αὐξηθεῖσα, πλὴν τῆς πιττοειδοῦς, ἐὰν ὑπὸ τοῦ καύματος ληφθῇ ξηραίνεται, καὶ ἀναυξὴς ἐπὶ τὸ μεῖζον, ἐγίνετο γὰρ ἂν μείζων τῷ μεγέθει. διόπερ τινὲς αὐτῶν οὐ μεῖζον ἔχουσι κυάμου τὸ μέγεθος. ἡ δὲ μέλαινα καὶ ἐπὶ πλείους ἡμέρας ἔγχλωρός ἐστι, καὶ αὐξάνονται καὶ λαμβάνουσιν ἔνιαι μέγεθος μήλου.
Διαλείποντα δὲ μετὰ τοῦτο περὶ πεντεκαίδεκα ἡμέρας πάλιν τὸ τρίτον ἐπιβάλλεται βλαστοὺς Ἑκατομβαιῶνος, ἐλαχίστας ἡμέρας τῶν πρότερον· ἴσως γὰρ ἓξ ἢ ἑπτὰ τὸ πλεῖστον· ἡ δὲ βλάστησις ὁμοία καὶ τὸν αὐτὸν τρόπον. παρελθουσῶν δὲ τούτων οὐκέτι εἰς μῆκος ἀλλ' εἰς πάχος ἡ αὔξησις τρέπεται.
[3] Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρεθέντος μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον· ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ ἰσχυρότερον, ἐὰν μετὰ τὴν πέπανσιν τῶν καρπῶν τμηθῇ.
[4] Ταῦτα μὲν οὖν ἴδια τῶν προειρημένων δένδρων. αἱ δὲ βλαστήσεις αἱ ἐπὶ Κυνὶ καὶ Ἀρκτούρῳ γινόμεναι μετὰ τὴν ἐαρινὴν σχεδὸν κοιναὶ πάντων· ἔνδηλοι δὲ μᾶλλον ἐν τοῖς ἡμέροις καὶ τούτων μάλιστα συκῇ καὶ ἀμπέλῳ καὶ ῥοιᾷ καὶ ὅλως ὅσα εὐτραφῆ καὶ ὅπου χώρα τοιαύτη· δι' ὃ καὶ τὴν ἐπ' Ἀρκτούρῳ πλείστην φασὶ γίνεσθαι περὶ Θετταλίαν καὶ Μακεδονίαν· ἅμα γὰρ συμβαίνει καὶ τὸ μετόπωρον καλὸν γίνεσθαι καὶ μακρόν, ὥστε καὶ τὴν μαλακότητα συμβάλλεσθαι τοῦ ἀέρος. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ διὰ τοῦθ' ὡς εἰπεῖν αἰεὶ βλαστάνει τὰ δένδρα, ἢ καὶ μικρόν τινα διαλείπει χρόνον.
[5] Ἀλλὰ τὰ μὲν περὶ τὰς ἐπιβλαστήσεις, ὥσπερ εἴρηται, κοινά, τὰ δὲ περὶ τὰς διαλείψεις ἀπὸ τῆς πρώτης ἴδια τῶν λεχθέντων. ἴδιον δ' ἐνίοις ὑπάρχει καὶ τὸ τῆς καλουμένης κάχρυος, οἷον τοῖς [τε] προειρημένοις· ἔχει γὰρ καὶ ἐλάτη καὶ πεύκη καὶ δρῦς, καὶ ἔτι φίλυρα καὶ καρύα καὶ διοσβάλανος καὶ πίτυς. αὗται δὲ γίνονται δρυῒ μὲν πρὸ τῆς βλαστήσεως ὑποφαινούσης τῆς ἠρινῆς ὥρας. ἔστι δ' ὡσπερεὶ κύησις φυλλικὴ μεταξὺ πίπτουσα τῆς ἐξ ἀρχῆς ἐποιδήσεως καὶ τῆς φυλλικῆς βλαστήσεως· τῇ δ' ὄῃ ἐστὶ τοῦ μετοπώρου μετὰ τὴν φυλλοβολίαν εὐθὺς λιπαρά τις καὶ ὥσπερ ἐπωδηκυῖα, καθαπερανεὶ μέλλουσα βλαστάνειν, καὶ διαμένει τὸν χειμῶνα μέχρι τοῦ ἦρος. ἡ δὲ Ἡρακλεωτικὴ μετὰ τὴν ἀποβολὴν τοῦ καρποῦ φύει τὸ βοτρυῶδες ἡλίκον σκώληξ εὐμεγέθης, ἐξ ἑνὸς μίσχου πλείω δή, ἃ καλοῦσί τινες [6] ἰούλους. τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολιδωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ' ἀποπίπτει καὶ τὰ τοῦ καρύου καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ' ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον.
[6]
[1] Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ. εὐαυξῆ μὲν τά τε πάρυδρα, οἷον πτελέα πλάτανος λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισβητοῦσί τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ ... μίλος καὶ λάκαρα φηγὸς ἄρκευθος σφένδαμνος ὀστρύα ζυγία μελία κλήθρα πίτυς ἀνδράχλη κρανεία πύξος ἀχράς. καρποφορεῖ δ' εὐθὺς ἐλάτη πεύκη πίτυς, κἂν ὁπηλικονοῦν μέγεθος λάβωσιν.
[2] Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ' ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ' ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπιβλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ' οἱ ὄζοι κατ' ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ' ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέλεχος καὶ οἱ ἀκρεμόνες. συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ [3] ἄλλων. ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι' ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. (ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδροπῶν.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως ἅμα καὶ αὐξήσεως.
[4] Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα καὶ ἐναργῶς φυόμενα ‹ἐν› τῇ γῇ. βαθυρριζότατον δ' οὖν δοκεῖ τῶν ἀγρίων εἶναι ἡ πρῖνος· ἐλάτη δὲ καὶ πεύκη μετρίως, ἐπιπολαιότατον δὲ θραύπαλος καὶ κοκκυμηλέα καὶ σποδιάς· αὕτη δ' ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. ταῦτα μὲν οὖν καὶ ὀλιγόρριζα· ὁ δὲ θραύπαλος πολύρριζον. συμβαίνει δὲ τοῖς ἄλλοις τοῖς μὴ κατὰ βάθους ἔχουσι, καὶ οὐχ ἥκιστα ἐλάτῃ καὶ πεύκῃ, προρρίζοις ὑπὸ τῶν πνευμάτων ἐκπίπτειν.
[5] Οἱ μὲν οὖν περὶ Ἀρκαδίαν οὕτω λέγουσιν. οἱ δ' ἐκ τῆς Ἴδης βαθυρριζότερον ἐλάτην δρυὸς ἀλλ' ἐλάττους ἔχειν καὶ εὐθυρριζοτέραν εἶναι· βαθυρριζότατον δὲ καὶ τὴν κοκκυμηλέαν καὶ τὴν Ἡρακλεωτικήν, τὰς δὲ ῥίζας λεπτὰς καὶ ἰσχυρὰς τὴν Ἡρακλεωτικήν, τὴν δὲ κοκκυμηλέαν πολύρριζον, ἄμφω δ' ἐμβιῶναι δεῖν· δυσώλεθρον δὲ τὴν κοκκυμηλέαν. ἐπιπολῆς δὲ σφένδαμνον καὶ ὀλίγας· τὴν δὲ μελίαν πλείους καὶ εἶναι πυκνόρριζον καὶ βαθύρριζον. ἐπιπολῆς δὲ καὶ ἄρκευθον καὶ κέδρον· καὶ κλήθρας λεπτὰς καὶ ὁμαλεῖς· ἔτι δ' ὀξύην· καὶ γὰρ τοῦτ' ἐπιπολαιόρριζον καὶ ὀλιγόρριζον. τὴν δὲ οὔαν ἐπιπολαίους μὲν ἰσχυρὰς δὲ καὶ παχείας καὶ δυσωλέθρους πλήθει δὲ μετρίας. βαθύρριζα μὲν οὖν καὶ οὐ βαθύρριζα τὰ τοιαῦτ' ἐστίν.
[7]
[1] Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ' ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ‑ ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἵστῳ πλοίου ‑ περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· [2] τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον. συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ τὴν ἐλάτην· ὅταν μὲν γάρ τις τοὺς ὄζους ἅπαντας ἀφελὼν ἀποκόψῃ τὸ ἄκρον, ἀποθνήσκει ταχέως· ὅταν δὲ τὰ κατωτέρω τὰ κατὰ τὸ λεῖον ἀφέλῃ, ζῇ τὸ κατάλοιπον, περὶ ὃ δὴ καὶ ἡ ἄμφαυξις φύεται. ζῇ δὲ δῆλον ὅτι τῷ ἔγχυλον εἶναι καὶ χλωρόν, εἴπερ ἀπαράβλαστον. ἀλλὰ γὰρ τοῦτο μὲν ἴδιον τῆς ἐλάτης.
[3] Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ' ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ' ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ' ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.
[4] Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν τὴν πιττώδη μέλαιναν. ἔτι δὲ συκαμινῶδες ἄλλο τῇ μορφῇ πλὴν σκληρὸν καὶ δυσκάτακτον, σπάνιον δὲ τοῦτο· καὶ ἕτερον αἰδοιώδη σχέσιν ἔχον, τελειούμενον δ' ἔτι σκληρὸν κατὰ τὴν ἐπανάστασιν καὶ τετρυπημένον· προσεμφερὲς τρόπον τινὰ τοῦτ' ἐστὶ καὶ ταύρου κεφαλῇ, περικαταγνύμενον δὲ ἔνδοθεν ἔχει πυρῆνος ἐλάας ἰσοφυές. φύει δὲ καὶ τὸν ὑπ' ἐνίων καλούμενον πῖλον· τοῦτο δ' ἐστὶ σφαιρίον ἐριῶδες μαλακὸν περὶ πυρήνιον σκληρότερον πεφυκός, ᾧ χρῶνται πρὸς τοὺς λύχνους· καίεται γὰρ καλῶς, ὥσπερ καὶ ἡ μέλαινα κηκίς. φύει δὲ καὶ ἕτερον σφαιρίον κόμην ἔχον, τὰ μὲν ἄλλα ἀχρεῖον, κατὰ δὲ τὴν ἐαρινὴν ὥραν ἐπίβαπτον χυλῷ μελιτηρῷ καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν γεῦσιν.
[5] Παραφύει δ' ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας τὸ δ' ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ' ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ' ἄλλο τούτου σπανιαίτερον φυλλικὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ μύας ἐνίοτε ἐνδὸν ἴσχει. τελειούμενον δὲ σκληρύνεται κηκίδος μικρᾶς λείας τρόπον.
[6] Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ' οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη, πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ' Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ' οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.
[8]
[1] Πάντων δέ, ὥσπερ ἐλέχθη, τῶν δένδρων ὡς καθ' ἕκαστον γένος λαβεῖν διαφοραὶ πλείους εἰσίν· ἡ μὲν κοινὴ πᾶσιν, ᾗ διαιροῦσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὧν τὸ μὲν καρποφόρον τὸ δὲ ἄκαρπον ἐπί τινων. ἐν οἷς δὲ ἄμφω καρποφόρα τὸ θῆλυ καλλικαρπότερον καὶ πολυκαρπότερον· πλὴν ὅσοι ταῦτα καλοῦσιν ἄρρενα, καλοῦσι γάρ τινες. παραπλησία δ' ἡ τοιαύτη διαφορὰ καὶ ὡς τὸ ἥμερον διῄρηται πρὸς τὸ ἄγριον. ἑτέρα δὲ κατ' εἶδος αὐτῶν τῶν ὁμογενῶν· ὑπὲρ ὧν λεκτέον ἅμα συνεμφαίνοντας καὶ τὰς ἰδίας μορφὰς τῶν μὴ φανερῶν καὶ γνωρίμων.
[2] Δρυὸς δὴ γένη ‑ ταύτην γὰρ μάλιστα διαιροῦσι· καὶ ἔνιοί γε εὐθὺς τὴν μὲν ἥμερον καλοῦσι τὴν δ' ἀγρίαν οὐ τῇ γλυκύτητι τοῦ καρποῦ διαιροῦντες· ἐπεὶ γλυκύτατός γε ὁ τῆς φηγοῦ, ταύτην δ' ἀγρίαν ποιοῦσιν· ἀλλὰ τῷ μᾶλλον ἐν τοῖς ἐργασίμοις φύεσθαι καὶ τὸ ξύλον ἔχειν λειότερον, τὴν δὲ φηγὸν τραχὺ καὶ ἐν τοῖς ὀρεινοῖς ‑ γένη μὲν οὖν οἱ μὲν τέτταρα ποιοῦσιν οἱ δὲ πέντε. διαλλάττουσι δ' ἔνια τοῖς ὀνόμασιν, οἷον τὴν τὰς γλυκείας φέρουσαν οἱ μὲν ἡμερίδα καλοῦντες οἱ δ' ἐτυμόδρυν. ὁμοίως δὲ καὶ ἐπ' ἄλλων. ὡς δ' οὖν οἱ περὶ τὴν Ἴδην διαιροῦσι, τάδ' ἐστὶ τὰ εἴδη· ἡμερὶς αἰγίλωψ πλατύφυλλος φηγὸς ἁλίφλοιος· οἱ δὲ εὐθύφλοιον καλοῦσιν. κάρπιμα μὲν πάντα· γλυκύτατα δὲ τὰ τῆς φηγοῦ, καθάπερ εἴρηται, καὶ δεύτερον τὰ τῆς ἡμερίδος, ἔπειτα τῆς πλατυφύλλου, καὶ τέταρτον ἡ ἁλίφλοιος, ἔσχατον δὲ [3] καὶ πικρότατον ἡ αἰγίλωψ. οὐχ ἅπασαι δὲ γλυκεῖαι ἐν τοῖς γένεσιν ἀλλ' ἐνίοτε καὶ πικραί, καθάπερ ἡ φηγός. διαφέρουσι δὲ καὶ τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασι τῶν βαλάνων. ἴδιον δὲ ἔχουσιν ἥ τε φηγὸς καὶ ἡ ἁλίφλοιος· ἀμφότεραι γὰρ παραλιθάζουσιν ἐν τοῖς ἄρρεσι καλουμένοις ἐξ ἄκρων τῶν βαλάνων ἑκατέρωθεν, αἱ μὲν πρὸς τῷ κελύφει αἱ δὲ πρὸς αὐτῇ τῇ σαρκί. δι' ὃ καὶ ἀφαιρεθέντων ὅμοια γίνεται κοιλώματα τοῖς ἐπὶ τῶν ζώων.
[4] Διαφέρουσι δὲ καὶ τοῖς φύλλοις καὶ τοῖς στελέχεσι καὶ τοῖς ξύλοις καὶ τῇ ὅλῃ μορφῇ. ἡ μὲν γὰρ ἡμερὶς οὐκ ὀρθοφυὴς οὐδὲ λεία οὐδὲ μακρά· περίκομος γὰρ ἡ φυτεία καὶ ἐπεστραμμένη καὶ πολυμάσχαλος, ὥστε ὀζώδη καὶ βραχεῖαν γίνεσθαι· τὸ δὲ ξύλον ἰσχυρὸν μὲν ἀσθενέστερον δὲ τῆς φηγοῦ· τοῦτο γὰρ ἰσχυρότατον καὶ ἀσαπέστατον. οὐκ ὀρθοφυὴς δὲ οὐδ' αὕτη ἀλλ' ἧττον ἔτι τῆς ἡμερίδος, τὸ δὲ στέλεχος παχύτατον, ὥστε καὶ τὴν ὅλην μορφὴν βραχεῖαν εἶναι· καὶ γὰρ ἡ φυτεία περίκομος καὶ ταύτῃ καὶ οὐκ εἰς ὀρθόν. ἡ δὲ αἰγίλωψ ὀρθοφυέστατον καὶ ὑψηλότατον καὶ λειότατον καὶ τὸ ξύλον εἰς μῆκος ἰσχυρότατον. οὐ φύεται δὲ ἐν τοῖς ἐργασίμοις ἢ σπανίως.
[5] Ἡ δὲ πλατύφυλλος δεύτερον ὀρθοφυΐᾳ καὶ μήκει, πρὸς δὲ τὴν χρείαν τὴν οἰκοδομικὴν χείριστον μετὰ τὴν ἁλίφλοιον, φαῦλον δὲ καὶ εἰς τὸ καίειν καὶ ἀνθρακεύειν, ὥσπερ καὶ τὸ τῆς ἁλιφλοίου, καὶ θριπηδέστατον μετ' ἐκείνην· ἡ γὰρ ἁλίφλοιος παχὺ μὲν ἔχει τὸ στέλεχος χαῦνον δὲ καὶ κοῖλον ἐὰν ἔχῃ πάχος ὡς ἐπὶ τὸ πολύ, δι' ὃ καὶ ἀχρεῖον εἰς τὰς οἰκοδομάς· ἔτι δὲ σήπεται τάχιστα· καὶ γὰρ ἔνυγρόν ἐστι τὸ δένδρον· δι' ὃ καὶ κοίλη γίνεται. φασὶ δέ τινες οὐδ' ἐγκάρδιον εἶναι μόνῃ. λέγουσιν ὡς καὶ κεραυνοβλῆτες αὗται μόναι γίνονται καίπερ ὕψος οὐκ ἔχουσαι τῶν Αἰολέων τινές, οὐδὲ πρὸς τὰ ἱερὰ χρῶνται τοῖς ξύλοις. κατὰ μὲν οὖν τὰ ξύλα καὶ τὰς ὅλας μορφὰς ἐν τούτοις αἱ διαφοραί.
[6] Κηκίδας δὲ πάντα φέρει τὰ γένη, μόνη δὲ εἰς τὰ δέρματα χρησίμην ἡ ἡμερίς. ἡ δὲ τῆς αἰγίλωπος καὶ τῆς πλατυφύλλου τῇ μὲν ὄψει παρομοία τῇ τῆς ἡμερίδος, πλὴν λειοτέρα, ἀχρεῖος δέ. φέρει καὶ τὴν ἑτέραν τὴν μέλαιναν ᾗ τὰ ἔρια βάπτουσιν. ὃ δὲ καλοῦσί τινες φάσκον ὅμοιον τοῖς ῥακίοις ἡ αἰγίλωψ μόνη φέρει πολιὸν καὶ τραχύ· καὶ γὰρ πηχυαῖον κατακρεμάννυται, καθάπερ τρύχος ὀθονίου μακρόν. φύεται δὲ τοῦτο ἐκ τοῦ φλοιοῦ καὶ οὐκ ἐκ τῆς κορύνης ὅθεν ἡ βάλανος, οὐδ' ἐξ ὀφθαλμοῦ ἀλλ' ἐκ τοῦ πλαγίου τῶν ἄνωθεν ὄζων. ἡ δ' ἁλίφλοιος ἐπίμελαν τοῦτο φύει καὶ βραχύ.
[7] Οἱ μὲν οὖν ἐκ τῆς Ἴδης οὕτως διαιροῦσιν. οἱ δὲ περὶ Μακεδονίαν τέτταρα γένη ποιοῦσιν, ἐτυμόδρυν ἣ τὰς γλυκείας, πλατύφυλλον ἣ τὰς πικράς, φηγὸν ἣ τὰς στρογγύλας, ἄσπριν· ταύτην δὲ οἱ μὲν ἄκαρπον ὅλως οἱ δὲ φαῦλον τὸν καρπόν, ὥστε μηδὲν ἐσθίειν ζῶον πλὴν ὑός, καὶ ταύτην ὅταν ἑτέραν μὴ ἔχῃ· καὶ τὰ πολλὰ λαμβάνεσθαι περικεφαλαίᾳ. μοχθηρὰ δὲ καὶ τὰ ξύλα· πελεκηθέντα μὲν ὅλως ἀχρεῖα· καταρήγνυται γὰρ καὶ διαπίπτει· ἀπελέκητα δὲ βελτίω, δι' ὃ καὶ οὕτω χρῶνται. μοχθηρὰ δὲ καὶ εἰς καῦσιν καὶ εἰς ἀνθρακείαν· ἀχρεῖος γὰρ ὅλως ὁ ἄνθραξ διὰ τὸ πηδᾶν καὶ σπινθηρίζειν πλὴν τοῖς χαλκεῦσι. τούτοις δὲ χρησιμώτερος τῶν ἄλλων· διὰ γὰρ τὸ ἀποσβέννυσθαι, ὅταν παύσηται φυσώμενος, ὀλίγος ἀναλίσκεται. [τὸ δὲ τῆς ἁλιφλοίου χρήσιμον εἰς τοὺς ἄξονας μόνον καὶ τὰ τοιαῦτα.] δρυὸς μὲν οὖν ταύτας ποιοῦσι τὰς ἰδέας.
[9]
[1] Τῶν δὲ ἄλλων ἐλάττους· καὶ σχεδὸν τά γε πλεῖστα διαιροῦσι ἄρρενι καὶ θήλει, καθάπερ εἴρηται, πλὴν ὀλίγων ὧν ἐστι καὶ ἡ πεύκη· πεύκης γὰρ τὸ μὲν ἥμερον ποιοῦσι τὸ δ' ἄγριον, τῆς δ' ἀγρίας δύο γένη· καλοῦσι δὲ τὴν μὲν Ἰδαίαν τὴν δὲ παραλίαν· τούτων δὲ ὀρθοτέρα καὶ μακροτέρα καὶ τὸ φύλλον ἔχουσα παχύτερον ἡ Ἰδαία, τὸ δὲ φύλλον λεπτότερον καὶ ἀμενηνότερον ἡ παραλία καὶ λειότερον τὸν φλοιὸν καὶ εἰς τὰ δέρματα χρήσιμον· ἡ δὲ ἑτέρα οὔ. καὶ τῶν στροβίλων ὁ μὲν τῆς παραλίας στρογγύλος τε καὶ διαχάσκων ταχέως, ὁ δὲ τῆς Ἰδαίας μακρότερος καὶ χλωρὸς καὶ ἧττον χάσκων ὡς ἂν ἀγριώτερος· τὸ δὲ ξύλον ἰσχυρότερον τὸ τῆς παραλίας· δεῖ γὰρ καὶ τὰς τοιαύτας διαφορὰς λαμβάνειν τῶν συγγενῶν· γνώριμοι γὰρ διὰ τὴν χρείαν.
[2] Ὀρθότερον δὲ καὶ παχύτερον, ὥσπερ εἴπομεν, ἡ Ἰδαία, καὶ πρὸς τούτοις πιττωδέστερον ὅλως τὸ δένδρον, μελαντέρᾳ δὲ πίττῃ καὶ γλυκυτέρᾳ καὶ λεπτοτέρᾳ καὶ εὐωδεστέρᾳ, ὅταν ᾖ ὠμή· ἑψηθεῖσα δὲ χείρων ἐκβαίνει διὰ τὸ πολὺν ἔχειν τὸν ὀρρόν. ἐοίκασι δ' ἅπερ οὗτοι διαιροῦσιν ὀνόμασιν ἰδίοις οἱ ἄλλοι διαιρεῖν τῷ ἄρρενι καὶ θήλει. φασὶ δ' οἱ περὶ Μακεδονίαν καὶ ἄκαρπόν τι γένος ὅλως εἶναι πεύκης, καὶ τὸ μὲν ἄρρεν βραχύτερόν τε καὶ σκληροφυλλότερον, τὸ δὲ θῆλυ εὐμηκέστερον, καὶ τὰ φύλλα λιπαρὰ καὶ ἁπαλὰ καὶ κεκλιμένα μᾶλλον ἔχειν· ἔτι δὲ τὰ ξύλα τῆς μὲν ἄρρενος περίμητρα καὶ σκληρὰ καὶ ἐν ταῖς ἐργασίαις στρεφόμενα, τῆς δὲ θηλείας εὐεργὰ καὶ ἀστραβῆ καὶ μαλακώτερα.
[3] Σχεδὸν δὲ κοινή τις ἡ διαφορὰ πάντων τῶν ἀρρένων καὶ θηλειῶν, ὡς οἱ ὑλοτόμοι φασίν. ἅπαν γὰρ τὸ ἄρρεν τῇ πελεκήσει καὶ βραχύτερον καὶ ἐπεστραμμένον μᾶλλον καὶ δυσεργότερον καὶ τῷ χρώματι μελάντερον, τὸ δὲ θῆλυ εὐμηκέστερον· ἐπεὶ καὶ τὴν αἰγίδα τὴν καλουμένην ἡ θήλεια τῆς πεύκης ἔχει· τοῦτο δ' ἐστὶ τὸ ἐγκάρδιον αὐτῆς· αἴτιον δὲ ὅτι ἀπευκοτέρα καὶ ἧττον ἔνδᾳδος καὶ λειοτέρα καὶ εὐκτεανωτέρα. γίνεται δὲ ἐν τοῖς μέγεθος ἔχουσι τῶν δένδρων, ὅταν ἐκπεσόντα περισαπῇ τὰ λευκὰ τὰ κύκλῳ. τούτων γὰρ περιαιρεθέντων καὶ καταλειφθείσης τῆς μήτρας ἐκ ταύτης πελεκᾶται· ἔστι δὲ εὔχρουν σφόδρα καὶ λεπτόϊνον. ὃ δὲ οἱ περὶ τὴν Ἴδην δᾳδουργοὶ καλοῦσι συκῆν, τὸ ἐπιγιγνόμενον ἐν ταῖς πεύκαις, ἐρυθρότερον τὴν χροιὰν τῆς δᾳδός, ἐν τοῖς ἄρρεσίν ἐστι μᾶλλον· δυσῶδες δὲ τοῦτο καὶ οὐκ ὄζει δᾳδὸς οὐδὲ καίεται ἀλλ' ἀποπηδᾷ ἀπὸ τοῦ πυρός.
[4] Πεύκης μὲν οὖν ταῦτα γένη ποιοῦσιν, ἥμερόν τε καὶ ἄγριον, καὶ τῆς ἀγρίας ἄρρενά τε καὶ θήλειαν καὶ τρίτην τὴν ἄκαρπον. οἱ δὲ περὶ τὴν Ἀρκαδίαν οὔτε τὴν ἄκαρπον λέγουσιν οὔτε τὴν ἥμερον πεύκην, ἀλλὰ πίτυν εἶναί φασι· καὶ γὰρ τὸ στέλεχος ἐμφερέστατον εἶναι τῇ πίτυϊ καὶ ἔχειν τήν τε λεπτότητα καὶ τὸ μέγεθος καὶ ἐν ταῖς ἐργασίαις ταὐτὸ τὸ ξύλον· τὸ γὰρ τῆς πεύκης καὶ παχύτερον καὶ λειότερον καὶ ὑψηλότερον εἶναι· καὶ τὰ φύλλα τὴν μὲν πεύκην ἔχειν πολλὰ καὶ λιπαρὰ καὶ βαθέα καὶ κεκλιμένα, τὴν δὲ πίτυν καὶ τὴν κωνοφόρον ταύτην ὀλίγα τε καὶ αὐχμωδέστερα καὶ πεφρικότα μᾶλλον· ‹ἄμφω δὲ τριχόφυλλα.› ἔτι δὲ τὴν πίτταν ἐμφερεστέραν τῆς πίτυος· καὶ γὰρ τὴν πίτυν ἔχειν ὀλίγην τε καὶ πικράν, ὥσπερ καὶ τὴν κωνοφόρον, τὴν δὲ πεύκην εὐώδη καὶ πολλήν. φύεται δ' ἐν μὲν τῇ Ἀρκαδίᾳ ἡ πίτυς ὀλίγη περὶ δὲ τὴν Ἠλείαν πολλή. οὗτοι μὲν οὖν ὅλῳ τῷ γένει διαμφισβητοῦσιν.
[5] Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ' ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀναβλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὥσθ', ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται, τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτόματον συμβαίνει δι' εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος.
[6] Ἐλάτη δ' ἐστὶν ἡ μὲν ἄρρην ἡ δὲ θήλεια, διαφορὰς δ' ἔχουσα τοῖς φύλλοις· ὀξύτερα γὰρ καὶ κεντητικώτερα τὰ τοῦ ἄρρενος καὶ ἐπεστραμμένα μᾶλλον, δι' ὃ καὶ οὐλότερον τῇ ὄψει φαίνεται τὸ δένδρον ὅλον. καὶ τῷ ξύλῳ· λευκότερον γὰρ καὶ μαλακώτερον καὶ εὐεργέστερον τὸ τῆς θηλείας καὶ τὸ ὅλον στέλεχος εὐμηκέστερον· τὸ δὲ τοῦ ἄρρενος ποικιλώτερον καὶ παχύτερον καὶ σκληρότερον καὶ περίμητρον μᾶλλον ὅλως δὲ φαυλότερον τὴν ὄψιν. ἐν δὲ τῷ κώνῳ τῷ μὲν τοῦ ἄρρενός ἐστι κάρυα ὀλίγα ἐπὶ τοῦ ἄκρου, τῷ δὲ τῆς θηλείας ὅλως οὐδέν, ὡς οἱ ἐκ Μακεδονίας ἔλεγον. ἔχει δὲ πτέρυγας τὸ φύλλον καὶ ἐπ' ἔλαττον, ὥστε τὴν ὅλην μορφὴν εἶναι θολοειδῆ καὶ παρόμοιον μάλιστα ταῖς Βοιωτίαις κυνέαις· πυκνὸν δὲ οὕτως ὥστε μήτε χιόνα διϊέναι μήθ' ὑετόν. ὅλως δὲ καὶ τῇ ὄψει τὸ δένδρον καλόν· καὶ γὰρ ἡ βλάστησις ἰδία τις, ὥσπερ εἴρηται, παρὰ τὰς ἄλλας καὶ μόνη τάξιν ἔχουσα· τῷ δὲ μεγέθει μέγα καὶ πολὺ τῆς πεύκης εὐμηκέστερον.
[7] Διαφέρει δὲ καὶ κατὰ τὸ ξύλον οὐ μικρόν· τὸ μὲν γὰρ τῆς ἐλάτης ἰνῶδες καὶ μαλακὸν καὶ κοῦφον, τὸ δὲ τῆς πεύκης δᾳδῶδες καὶ βαρὺ καὶ σαρκωδέστερον. ὄζους δὲ ἔχει πλείους μὲν ἡ πεύκη σκληροτέρους δ' ἡ ἐλάτη, σχεδὸν δὲ πάντων ὡς εἰπεῖν σκληροτέρους, τὸ δὲ ξύλον μαλακώτερον. ὅλως δὲ οἱ ὄζοι πυκνότατοι καὶ στερεώτατοι μόνον οὐ διαφανεῖς ἐλάτης καὶ πεύκης καὶ τῷ χρώματι δᾳδώδεις καὶ μάλιστα διάφοροι τοῦ ξύλου, μᾶλλον δὲ τῆς ἐλάτης. ἔχει δέ, ὥσπερ ἡ πεύκη τὴν αἰγίδα, καὶ ἡ ἐλάτη τὸ λευκὸν λοῦσσον καλούμενον, οἷον ἀντίστροφον τῇ αἰγίδι, πλὴν τὸ μὲν λευκὸν ἡ δ' αἰγὶς εὔχρως διὰ τὸ ἔνδᾳδον. πυκνὸν δὲ καὶ λευκὸν γίνεται καὶ καλὸν ἐκ τῶν πρεσβυτέρων ἤδη δένδρων· ἀλλὰ σπάνιον τὸ χρηστόν, τὸ δὲ τυχὸν δαψιλές, ἐξ οὗ τά τε τῶν ζωγράφων πινάκια ποιοῦσι καὶ τὰ γραμματεῖα τὰ πολλά· τὰ δ' ἐσπουδασμένα ἐκ τοῦ βελτίονος.
[8] Οἱ δὲ περὶ Ἀρκαδίαν ἀμφότερα καλοῦσιν αἰγίδα καὶ τὴν τῆς πεύκης καὶ τὴν τῆς ἐλάτης, καὶ εἶναι πλείω τὴν τῆς ἐλάτης ἀλλὰ καλλίω τὴν τῆς πεύκης· εἶναι γὰρ τῆς μὲν ἐλάτης πολλήν τε καὶ λείαν καὶ πυκνήν, τῆς δὲ πεύκης ὀλίγην, τὴν μέντοι οὖσαν οὐλοτέραν καὶ ἰσχυροτέραν καὶ τὸ ὅλον καλλίω. οὗτοι μὲν οὖν ἐοίκασι τοῖς ὀνόμασι διαφωνεῖν. ἡ δὲ ἐλάτη ταύτας ἔχει τὰς διαφορὰς πρὸς τὴν πεύκην καὶ ἔτι τὴν περὶ τὴν ἄμφαυξιν, ἣν πρότερον εἴπομεν.
[10]
[1] Ὀξύη δ' οὐκ ἔχει διαφορὰς ἀλλ' ἐστὶ μονογενές· ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα δὲ παρόμοιον [τε] τὸ δένδρον· ξύλον δὲ εὔχρουν ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλλον δ' ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπακάνθιζον ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ πλὴν [οὐκ] ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ. γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξουργίαν καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουργίαν καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ' ἐν τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα· τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον.
[2] Μονογενὴς δὲ καὶ ἡ μίλος, ὀρθοφυὴς δὲ καὶ εὐαυξὴς καὶ ὁμοία τῇ ἐλάτῃ, πλὴν οὐχ ὑψηλὸν οὕτω, πολυμάσχαλον δὲ μᾶλλον. ὅμοιον δὲ καὶ τὸ φύλλον ἔχει τῇ ἐλάτῃ, λιπαρώτερον δὲ καὶ μαλακώτερον. τὸ δὲ ξύλον ἡ μὲν ἐξ Ἀρκαδίας μέλαν καὶ φοινικοῦν, ἡ δ' ἐκ τῆς Ἴδης ξανθὸν σφόδρα καὶ ὅμοιον τῇ κέδρῳ, δι' ὃ καὶ τοὺς πωλοῦντάς φασιν ἐξαπατᾶν ὡς κέδρον πωλοῦντας· πᾶν γὰρ εἶναι καρδίαν, ὅταν ὁ φλοιὸς περιαιρεθῇ· ὅμοιον δὲ καὶ τὸν φλοιὸν ἔχειν καὶ τῇ τραχύτητι καὶ τῷ χρώματι τῇ κέδρῳ, ῥίζας δὲ μικρὰς καὶ λεπτὰς καὶ ἐπιπολαίους. σπάνιον δὲ τὸ δένδρον περὶ τὴν Ἴδην, περὶ δὲ Μακεδονίαν καὶ Ἀρκαδίαν πολύ· καὶ καρπὸν φέρει στρογγύλον μικρῷ μείζω κυάμου, τῷ χρώματι δ' ἐρυθρὸν καὶ μαλακόν· φασὶ δὲ τὰ μὲν λόφουρα ἐὰν φάγῃ τῶν φύλλων ἀποθνήσκειν, τὰ δὲ μηρυκάζοντα οὐδὲν πάσχειν. τὸν δὲ καρπὸν ἐσθίουσι καὶ τῶν ἀνθρώπων τινὲς καὶ ἔστιν ἡδὺς καὶ ἀσινής.
[3] Ἔστι δὲ καὶ ἡ ὄστρυς μονοειδής, ἣν καλοῦσί τινες ὀστρύαν, ὁμοφυὲς τῇ ὀξύᾳ τῇ τε φυτείᾳ καὶ τῷ φλοιῷ· φύλλα δὲ ἀπιοειδῆ τῷ σχήματι, πλὴν προμηκέστερα πολλῷ καὶ εἰς ὀξὺ συνηγμένα καὶ μείζω, πολύϊνα δέ, ἀπὸ τῆς μέσης εὐθείας καὶ μεγάλης τῶν ἄλλων πλευροειδῶς κατατεινουσῶν καὶ πάχος ἐχουσῶν· ἔτι δὲ ἐρρυτιδωμένα κατὰ τὰς ἶνας καὶ χαραγμὸν ἔχοντα κύκλῳ λεπτόν· τὸ δὲ ξύλον σκληρὸν καὶ ἄχρουν, ἔκλευκον· καρπὸν δὲ μικρὸν πρόμακρον ὅμοιον κριθῇ ξανθόν· ῥίζας δὲ ἔχει μετεώρους· ἔνυδρον δὲ καὶ φαραγγῶδες. λέγεται δὲ ὡς οὐκ ἐπιτήδειον εἰς οἰκίαν εἰσφέρειν· δυσθανατεῖν γάρ φασι καὶ δυστοκεῖν οὗ ἂν ᾖ.
[4] Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια· διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ' ἄκαρπον. τὸ μὲν γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ' εὐωδέστερον, τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπτότερος καὶ εὐκαμπής, ἐξ οὗ τὰς κίστας ποιοῦσιν· καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυκῶδες παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ τὴν εἰς νέωτα κάχρυν ἐφ' ἑτέρου μίσχου, χλοερὸν δὲ ὅταν ᾖ καλυκῶδες, ἐκκαλυπτόμενον δὲ ἐπίξανθον· [5] ἡ δὲ ἄνθησις ἅμα τοῖς ἡμέροις. ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ' ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περιφέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχαραγμένον. μήτραν δ' ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ τὸ ἄλλο ξύλον.
[11]
[1] Τῆς δὲ σφενδάμνου, καθάπερ εἴπομεν, δύο γένη ποιοῦσιν, οἱ δὲ τρία· ἓν μὲν δὴ τῷ κοινῷ προσαγορεύουσι σφένδαμνον, ἕτερον δὲ ζυγίαν, τρίτον δὲ κλινότροχον, ὡς οἱ περὶ Στάγειρα. διαφορὰ δ' ἐστὶ τῆς ζυγίας καὶ τῆς σφενδάμνου ὅτι ἡ μὲν σφένδαμνος λευκὸν ἔχει τὸ ξύλον καὶ εὐινότερον, ἡ δὲ ζυγία ξανθὸν καὶ οὖλον· τὸ δὲ φύλλον εὐμέγεθες ἄμφω, τῇ σχίσει ὅμοιον τῷ τῆς πλατάνου τετανὸν λεπτότερον δὲ καὶ ἀσαρκότερον καὶ μαλακώτερον καὶ προμηκέστερον· τὰ δὲ σχίσμαθ' ὅλα τ' εἰς ὀξὺ συνήκοντα καὶ οὐχ οὕτω μεσοσχιδῆ ἀλλ' ἀκροσχιδέστερα· οὐ πολύϊνα δὲ ὡς κατὰ μέγεθος. ἔχει δὲ καὶ φλοιὸν μικρῷ τραχύτερον τοῦ τῆς φιλύρας, ὑποπέλιον παχὺν καὶ πυκνότερον ἢ ὁ τῆς πίτυος καὶ ἀκαμπῆ· ῥίζαι δ' ὀλίγαι καὶ μετέωροι καὶ οὖλαι σχεδὸν αἱ πλεῖσται [2] καὶ αἱ τῆς ξανθῆς καὶ αἱ τῆς λευκῆς. γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέγουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ᾔδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ' ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ' αὐτὴν ἔνιοι γλεῖνον, οὐ σφένδαμνον. ... καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν πρωΐτερον.
[3] Ἔστι δὲ καὶ μελίας γένη δύο. τούτων δ' ἡ μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζότερον καὶ οὐλότερον· ἡ δὲ ταπεινοτέρα καὶ ἧττον εὐαυξὴς καὶ τραχυτέρα καὶ σκληροτέρα καὶ ξανθοτέρα. τὰ δὲ φύλλα τῷ μὲν σχήματι δαφνοειδῆ, πλατυφύλλου δάφνης, εἰς ὀξύτερον δὲ συνηγμένα, χαραγμὸν δέ τιν' ἔχοντα κύκλῳ καὶ ἐπακανθίζοντα· τὸ δὲ ὅλον, ὅπερ εἴποι τις ἂν φύλλον τῷ ἅμα φυλλορροεῖν, ἀφ' ἑνὸς μίσχου· καὶ περὶ μίαν οἷον ἶνα κατὰ γόνυ καὶ συζυγίαν τὰ φύλλα καθ' ἕκαστον πέφυκε, συχνῶν διεχουσῶν τῶν συζυγιῶν, ὁμοίως καὶ ἐπὶ τῆς οἴης. ἔστι δὲ τῶν μὲν βραχέα τὰ γόνατα καὶ αἱ συζυγίαι τὸ πλῆθος ἐλάττους, τῶν δὲ τῆς λευκῆς καὶ μακρὰ καὶ πλείους· καὶ τὰ καθ' ἕκαστον φύλλα μακρότερα καὶ στενότερα, τὴν δὲ χρόαν πρασώδη. φλοιὸν δὲ λεῖον ἔχει, καπυρὸν δὲ καὶ λεπτὸν καὶ τῇ [4] χρόᾳ πυρρόν. πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ' ἄνθος· ἔχει δ' ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ' ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα· καὶ ἕκαστον καθ' αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ' ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν τὴν δὲ βουμέλιον, ὥσπερ οἱ περὶ Μακεδονίαν.
[5] μεῖζον δὲ καὶ μανότερον ἡ βουμέλιος, δι' ὃ καὶ ἧττον οὖλον. φύσει δὲ τὸ μὲν πεδεινὸν καὶ τραχύ, τὸ δ' ὀρεινὸν καὶ λεῖον· ἔστι δὲ ἡ μὲν ἐν τοῖς ὄρεσι φυομένη εὔχρους καὶ λεία καὶ στερεὰ καὶ γλίσχρα, ἡ δ' ἐν τῷ πεδίῳ ἄχρους καὶ μανὴ καὶ τραχεῖα. (τὸ δ' ὅλον ὡς εἰπεῖν τὰ δένδρα ὅσα καὶ ἐν τῷ πεδίῳ καὶ ἐν τῷ ὄρει φύεται, τὰ μὲν ὀρεινὰ εὔχροά τε καὶ στερεὰ καὶ λεῖα γίνεται, καθάπερ ὀξύη πτελέα τὰ ἄλλα· τὰ δὲ πεδεινὰ μανότερα καὶ ἀχρούστερα καὶ χείρω, πλὴν ἀπίου καὶ μηλέας καὶ ἀχράδος, ὡς οἱ περὶ τὸν Ὄλυμπόν φασι· ταῦτα δ' ἐν τῷ πεδίῳ κρείττω καὶ τῷ καρπῷ καὶ τοῖς ξύλοις· ἐν μὲν γὰρ τῷ ὄρει τραχεῖς καὶ ἀκανθώδεις καὶ ὀζώδεις εἰσίν, ἐν δὲ τῷ πεδίῳ λειότεροι καὶ μείζους καὶ τὸν καρπὸν ἔχουσι γλυκύτερον καὶ σαρκωδέστερον· μεγέθει δὲ αἰεὶ μείζω τὰ πεδεινά.)
[12]
[1] Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον καὶ παχύτερον, φλοιὸν δ' ἰνώδη λεπτόν· τὸ δὲ στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ' ἀλλήλους· τὸ δὲ ξύλον τὸ μὲν τῆς κρανείας ἀκάρδιον καὶ στερεὸν ὅλον, ὅμοιον κέρατι τὴν πυκνότητα καὶ τὴν ἰσχύν, τὸ δὲ τῆς θηλυκρανείας ἐντεριώνην ἔχον καὶ μαλακώτερον καὶ κοιλαινόμενον· [2] δι' ὃ καὶ ἀχρεῖον εἰς τὰ ἀκόντια. τὸ δ' ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ' οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ' ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ' ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ' ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος.
[3] Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι ἡ ἄρκευθος· οὐ μὴν ἀλλ' ἔνιοί γε οὐ διαιροῦσι τοῖς ὀνόμασιν ἀλλ' ἄμφω καλοῦσι κέδρους, πλὴν παρασήμως τὴν κέδρον ὀξύκεδρον. ὀζώδη δ' ἄμφω καὶ πολυμάσχαλα καὶ ἐπεστραμμένα ἔχοντα τὰ ξύλα· μήτραν δ' ἡ μὲν ἄρκευθος ἔχει μικρὰν καὶ πυκνὴν καὶ ὅταν κοπῇ ταχὺ σηπομένην· ἡ δὲ κέδρος τὸ πλεῖστον ἐγκάρδιον καὶ ἀσαπές, ἐρυθροκάρδια δ' ἄμφω· καὶ ἡ μὲν τῆς [4] κέδρου εὐώδης ἡ δὲ τῆς ἑτέρας οὔ. καρπὸς δ' ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ ὥσπερ ἄβρωτος· διαμένει δ' εἰς ἐνιαυτόν, εἶθ' ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους τοὺς τόπους ζητοῦσι.
[5] Μεσπίλης δ' ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ' ἕτεραι ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον, ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον, τὰ δ' ἄλλα ὅμοιον. τὸ δ' ἄνθος πασῶν ὅμοιον ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ' ἐγχλωρότερον ... μεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ ... πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ' ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ' ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ' ἐρυθραίνεται σφόδρα. πολύρριζον δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι' ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ [6] στερεὸν καὶ ἀσαπές. φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων.
Τῶν δ' οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν. διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ πᾶν εὐωδέστερα καὶ γλυκύτερα τὰ στρογγύλα, τὰ δ' ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον [7] εὐώδη. φύλλα δ' ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν ἀφ' ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλοβολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ' ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ' εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ' εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ [8] λευκῶν συγκείμενον. καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης, ὥστ' εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων· καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαίνεται γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς. καρποφορεῖ δ' ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς φύει. τοῦ μετοπώρου δ' ὅταν ἀποβάλῃ τὸ φύλλον, εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ ἐπωδηκυῖαν ὡσὰν ἤδη βλαστικόν, καὶ διαμένει [9] τὸν χειμῶνα. ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ' ἔχει λεῖον ὑπολίπαρον, ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμέγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην, ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνωλέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ' ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.
[13]
[1] Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας καὶ εἴκοσι πήχεις· ἔστι δ' ὀρθοφυὲς σφόδρα· πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ τῆς ῥίζης ἔχειν. φύλλον δ' ὅμοιον τῷ τῆς μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον, ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον. φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ πάχος ὅμοιον φιλύρᾳ, δι' ὃ καὶ τὰς κίστας ἐξ αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας. περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ κατ' ἶσον, ἀλλ' ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω προσάγων, ὥσπερ ἡ διαγραφὴ τῶν φύλλων· καὶ λοπιζόμενος οὗτος ἐκδέρεται, ἐκεῖνος δ' ἐπίτομος [2] γίνεται καὶ οὐ δύναται· μέρος δ' αὐτοῦ τι τὸν αὐτὸν τρόπον ἀφαιρεῖται κατὰ πάχος σχιζόμενον λεπτὸν ὡς ἂν φύλλον, τὸ δὲ λοιπὸν προσμένειν τε δύναται καὶ σώζει τὸ δένδρον ὡσαύτως περιπεφυκός. περιαιρουμένου δὲ ὅταν λοπᾷ τοῦ φλοιοῦ συνεκραίνει καὶ τότε τὴν ὑγρότητα· καὶ ὅταν ὁ ἔξω χιτὼν περιαιρεθῇ, μόνον ὁ ὑπολιπὴς ἐπιμελαίνεται ὥσπερ μυξώδει ὑγρασίᾳ, καὶ πάλιν ὑποφύεται τῷ δευτέρῳ ἔτει χιτὼν ἄλλος ἀντ' ἐκείνου πλὴν λεπτότερος. πέφυκε καὶ τὸ ξύλον ὅμοιον ταῖς ἰσὶ τῷ φλοιῷ στρεπτῶς ἑλιττόμενον· καὶ οἱ ῥάβδοι φύονται τὸν αὐτὸν τρόπον εὐθύς· τοὺς ὄζους δ' αὐξανομένου συμβαίνει τοὺς μὲν [3] κάτω ἀεὶ ἀπόλλυσθαι τοὺς δ' ἄνω αὔξειν. τὸ δ' ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ' ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπιπολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ' ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ' ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα.
[4] Φύεται δὲ καὶ ἡ ἀκτὴ μάλιστα παρ' ὕδωρ καὶ ἐν τοῖς σκιεροῖς, οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς μὴ τοιούτοις· θαμνῶδες δὲ ῥάβδοις ἐπετείοις αὐξανομέναις μέχρι τῆς φυλλορροίας εἰς μῆκος, εἶτα μετὰ ταῦτα εἰς πάχος· τὸ δὲ ὕψος τῶν ῥάβδων οὐ μέγα λίαν ἀλλὰ καὶ μάλιστα ὡς ἑξάπηχυ· τῶν δὲ στελεχῶν πάχος τῶν γερανδρύων ὅσον περικεφαλαίας, φλοιὸς δὲ λεῖος λεπτὸς καπυρός· τὸ δὲ ξύλον χαῦνον καὶ κοῦφον ξηρανθέν, ἐντεριώνην δὲ ἔχον μαλακήν, ὥστε δι' ὅλου καὶ κοιλαίνεσθαι τὰς ῥάβδους, ἐξ ὧν καὶ τὰς βακτηρίας ποιοῦσι τὰς κούφας. ξηρανθὲν δὲ ἰσχυρὸν καὶ ἀγήρων ἐὰν βρέχηται, κἂν ᾖ λελοπισμένον· λοπίζεται δὲ αὐτόματον ξηραινόμενον. ῥίζας δὲ ἔχει μετεώρους οὐ πολλὰς δὲ οὐδὲ μεγάλας.
[5] φύλλον δὲ τὸ μὲν καθ' ἕκαστον μαλακόν, πρόμηκες ὡς τὸ τῆς πλατυφύλλου δάφνης, μεῖζον δὲ καὶ πλατύτερον καὶ περιφερέστερον ἐκ μέσου καὶ κάτωθεν, τὸ δ' ἄκρον εἰς ὀξὺ μᾶλλον συνῆκον κύκλῳ δ' ἔχον χαραγμόν· τὸ δὲ ὅλον, περὶ ἕνα μίσχον παχὺν καὶ ἰνώδη ὡσὰν κλωνίον τὰ μὲν ἔνθεν τὰ δὲ ἔνθεν κατὰ γόνυ καὶ συζυγίαν πεφύκασι τῶν φύλλων διέχοντα ἀπ' ἀλλήλων, ἓν δὲ ἐξ ἄκρου τοῦ μίσχου. ὑπέρυθρα δὲ τὰ φύλλα ἐπιεικῶς καὶ χαῦνα καὶ σαρκώδη· φυλλορροεῖ δὲ τοῦτο ὅλον, διόπερ φύλλον ἄν τις εἴποι τὸ ὅλον. ἔχουσι δὲ καὶ οἱ κλῶνες οἱ νέοι γωνοειδῆ τινα.
[6] τὸ δ' ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν δὲ ἔχει λειριώδη ἐπιβαρεῖαν. ἔχει δὲ καὶ τὸν καρπὸν ὁμοίως πρὸς ἑνὶ μίσχῳ παχεῖ βοτρυώδη δέ· γίνεται δὲ καταπεπαινόμενος μέλας, ὠμὸς δὲ ὢν ὀμφακώδης· μεγέθει δὲ μικρῷ μείζων ὀρόβου· τὴν ὑγρασίαν δὲ οἰνώδη τῇ ὄψει· καὶ τὰς χεῖρας τελειούμενοι βάπτονται καὶ τὰς κεφαλάς· ἔχει δὲ καὶ τὰ ἐντὸς σησαμοειδῆ τὴν ὄψιν.
[7] Πάρυδρον δὲ καὶ ἡ ἰτέα καὶ πολυειδές· ἡ μὲν μέλαινα καλουμένη τῷ τὸν φλοιὸν ἔχειν μέλανα καὶ φοινικοῦν, ἡ δὲ λευκὴ τῷ λευκόν. καλλίους δὲ ἔχει τὰς ῥάβδους καὶ χρησιμωτέρας εἰς τὸ πλέκειν ἡ μέλαινα, ἡ δὲ λευκὴ καπυρωτέρας. ἔστι δὲ καὶ τῆς μελαίνης καὶ τῆς λευκῆς ἔνιον γένος μικρὸν καὶ οὐκ ἔχον αὔξησιν εἰς ὕψος, ὥσπερ καὶ ἐπ' ἄλλων τοῦτο δένδρων, οἷον κέδρου φοίνικος. καλοῦσι δ' οἱ περὶ Ἀρκαδίαν οὐκ ἰτέαν ἀλλὰ ἑλίκην τὸ δένδρον· οἴονται δέ, ὥσπερ ἐλέχθη, καὶ καρπὸν ἔχειν αὐτὴν γόνιμον.
[14]
[1] Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγμένον ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου, τραχὺ δὲ καὶ οὐ λεῖον. μέγα δὲ τὸ δένδρον καὶ τῷ ὕψει καὶ τῷ μεγέθει. πολὺ δ' οὐκ ἔστι περὶ τὴν Ἴδην ἀλλὰ σπάνιον· τόπον δὲ ἔφυδρον φιλεῖ. τὸ δὲ ξύλον ξανθὸν καὶ ἰσχυρὸν καὶ εὔινον καὶ γλίσχρον· ἅπαν γὰρ καρδία· χρῶνται δ' αὐτῷ καὶ πρὸς θυρώματα πολυτελῆ, καὶ χλωρὸν μὲν εὔτομον ξηρὸν δὲ δύστομον. ἄκαρπον δὲ νομίζουσιν, ἀλλ' ἐν ταῖς κωρυκίσι τὸ κόμμι καὶ θηρί' ἄττα κωνωποειδῆ φέρει. τὰς δὲ κάχρυς ἰδίας ἴσχει τοῦ μετοπώρου πολλὰς καὶ μικρὰς καὶ μελαίνας, ἐν δὲ ταῖς ἄλλαις ὥραις οὐκ ἐπέσκεπται.
[2] Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον τῇ λευκότητι. καρπὸν δ' οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ.
Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι' ὃ καὶ οὐκ ὀρθὸν ἀλλ' ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ.
[3] Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ ὀρθοφυές, ξύλον δ' ἔχον μαλακὸν καὶ ἐντεριώνην μαλακήν, ὥστε δι' ὅλου κοιλαίνεσθαι τὰς λεπτὰς ῥάβδους. φύλλον δ' ὅμοιον ἀπίω. πλὴν μεῖζον καὶ ἰνωδέστερον. τραχύφλοιον δὲ καὶ ὁ φλοιὸς ἔσωθεν ἐρυθρός, δι' ὃ καὶ βάπτει τὰ δέρματα. ῥίζας δὲ ἐπιπολαίους ... ἡλίκον δάφνης. φύεται δὲ ἐν τοῖς ἐφύδροις ἀλλόθι δ' οὐδαμοῦ.
[4] [Σημύδα δὲ τὸ μὲν φύλλον ἔχει ὅμοιον τῇ Περσικῇ καλουμένῃ καρύᾳ πλὴν μικρῷ στενότερον, τὸν φλοιὸν δὲ ποικίλον, ξύλον δὲ ἐλαφρόν· χρήσιμον δὲ εἰς βακτηρίας μόνον εἰς ἄλλο δὲ οὐδέν.
Ἡ δὲ κολυτέα ἔχει τὸ μὲν φύλλον ἐγγὺς τοῦ τῆς ἰτέας, πολύοζον δὲ καὶ πολύφυλλον καὶ τὸ δένδρον ὅλως μέγα· τὸν δὲ καρπὸν ἔλλοβον, καθάπερ τὰ χεδροπά· λοβοῖς γὰρ πλατέσι καὶ οὐ στενοῖς τὸ σπερμάτιον τὸ ἐνὸν μικρὸν καὶ οὐ μέγα· σκληρὸν δὲ μετρίως οὐκ ἄγαν· οὐδὲ πολύκαρπον ὡς κατὰ μέγεθος. σπάνιον δὲ τὸ ἐν λοβοῖς ἔχειν τὸν καρπόν· ὀλίγα γὰρ τοιαῦτα τῶν δένδρων.]
[15]
[1] Ἡ δὲ Ἡρακλεωτικὴ καρύα ‑ φύσει γὰρ καὶ τοῦτ' ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ χείρω γίνεσθαι ‹ἢ› τῶν ἡμέρων τὸν καρπόν, καὶ τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμνῶδες εἶναι ῥάβδοις ἄνευ μασχαλῶν καὶ ἀνόζοις μακραῖς δὲ καὶ παχείαις ἐνίαις· ‑ οὐ μὴν ἀλλὰ καὶ ἐξημεροῦται. διαφορὰν δὲ ἔχει τῷ τὸν καρπὸν ἀποδιδόναι βελτίω καὶ μεῖζον τὸ φύλλον· κεχαραγμένον δ' ἀμφοῖν· ὁμοιότατον τὸ τῆς κλήθρας, πλὴν πλατύτερον καὶ αὐτὸ τὸ δένδρον μεῖζον. καρπιμώτερον δ' αἰεὶ γίνεται κατακοπτόμενον [2] τὰς ῥάβδους. γένη δὲ δύο ἀμφοῖν· αἱ μὲν γὰρ στρογγύλον αἱ δὲ πρόμακρον φέρουσι τὸ κάρυον· ἐκλευκότερον δὲ τὸ τῶν ἡμέρων. καὶ καλλικαρπεῖ μάλιστά γ' ἐν τοῖς ἐφύδροις. ἐξημεροῦται δὲ τὰ ἄγρια μεταφυτευόμενα. φλοιὸν δ' ἔχει λεῖον ἐπιπόλαιον λεπτὸν λιπαρὸν ἰδίως στιγμὰς λευκὰς ἔχοντα ἐν αὐτῷ· τὸ δὲ ξύλον σφόδρα γλίσχρον, ὥστε καὶ τὰ λεπτὰ πάνυ ῥαβδία περιλοπίσαντες κανέα ποιοῦσι, καὶ τὰ παχέα δὲ καταξύσαντες. ἔχει δὲ καὶ ἐντεριώνην λεπτὴν ξανθήν, ᾗ κοιλαίνεται. ἴδιον δ' αὐτῶν τὸ περὶ τὸν ἴουλον, ὥσπερ εἴπομεν.
[3] Τῆς δὲ τερμίνθου τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ. τὸ μὲν οὖν ἄρρεν ἄκαρπον, δι' ὃ καὶ καλοῦσιν ἄρρεν· τῶν δὲ θηλειῶν ἡ μὲν ἐρυθρὸν εὐθὺς φέρει τὸν καρπὸν ἡλίκον φακὸν ἄπεπτον, ἡ δὲ χλοερὸν ἐνέγκασα μετὰ ταῦτα ἐρυθραίνει, καὶ ἅμα τῇ ἀμπέλῳ πεπαίνουσα τὸ ἔσχατον ποιεῖ μέλανα, μέγεθος ἡλίκον κύαμον, ῥητινώδη δὲ καὶ θυωδέστερον. ἔστι δὲ τὸ δένδρον περὶ μὲν τὴν Ἴδην καὶ Μακεδονίαν βραχὺ θαμνῶδες ἐστραμμένον, περὶ δὲ Δαμασκὸν τῆς Συρίας μέγα καὶ πολὺ καὶ καλόν· ὄρος γάρ τί φασιν εἶναι πάμμεστον [4] τερμίνθων, ἄλλο δ' οὐδὲν πεφυκέναι. ξύλον δὲ ἔχει γλίσχρον καὶ ῥίζας ἰσχυρὰς κατὰ βάθους, καὶ τὸ ὅλον ἀνώλεθρον· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, τῷ χρώματι δὲ ἐρυθρόν. φύλλον, περὶ ἕνα μίσχον πλείω δαφνοειδῆ κατὰ συζυγίαν, ὥσπερ καὶ τὸ τῆς οἴης· καὶ τὸ ἐξ ἄκρου περιττόν· πλὴν ἐγγωνιώτερον τῆς οἴης καὶ δαφνοειδέστερον δὲ κύκλῳ καὶ λιπαρὸν ἅπαν ἅμα τῷ καρπῷ. φέρει δὲ καὶ κωρυκώδη τινὰ κοῖλα, καθάπερ ἡ πτελέα, ἐν οἷς θηρίδια ἐγγίγνεται κωνωποειδῆ· ἐγγίγνεται δέ τι καὶ ῥητινῶδες ἐν τούτοις καὶ γλίσχρον· οὐ μὴν ἐνθεῦτέν γε ἡ ῥητίνη συλλέγεται ἀλλ' ἀπὸ τοῦ ξύλου. ὁ δὲ καρπὸς οὐκ ἀφίησι ῥητίνης πλῆθος, ἀλλὰ προσέχεται μὲν ταῖς χερσί, κἂν μὴ πλυθῇ μετὰ τὴν συλλογὴν συνέχεται· πλυνόμενος δὲ ὁ μὲν λευκὸς καὶ ἄπεπτος ἐπιπλεῖ, ὁ δὲ μέλας ὑφίσταται.
[5] Ἡ δὲ πύξος μεγέθει μὲν οὐ μεγάλη, τὸ δὲ φύλλον ὅμοιον ἔχει μυρρίνῳ. φύεται δ' ἐν τοῖς ψυχροῖς τόποις καὶ τραχέσι· καὶ γὰρ τὰ Κύτωρα τοιοῦτον, οὗ ἡ πλείστη γίνεται· ψυχρὸς δὲ καὶ ὁ Ὄλυμπος ὁ Μακεδονικός· καὶ γὰρ ἐνταῦθα γίνεται πλὴν οὐ μεγάλη· μεγίστη δὲ καὶ καλλίστη ἐν Κύρνῳ· καὶ γὰρ εὐμήκεις καὶ πάχος ἔχουσαι πολὺ παρὰ τὰς ἄλλας. δι' ὃ καὶ τὸ μέλι οὐχ ἡδὺ ὄζον τῆς πύξου.
[6] Πλήθει δὲ πολὺ κράταιγός ἐστιν, οἱ δὲ κραταιγόνα καλοῦσιν· ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον μεσπίλῃ τετανόν, πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον, τὸν δὲ χαραγμὸν οὐκ ἔχον ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον ἰσχυρὸν ξανθόν· ἔχει δὲ φλοιὸν λεῖον ὅμοιον μεσπίλῃ· μονόρριζον δ' εἰς βάθος ὡς ἐπὶ τὸ πολύ. καρπὸν δ' ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθύνεται καὶ ἐπιμελαίνεται· κατὰ δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπιλῶδες· διόπερ οἷον ἀγρία μεσπίλη δόξειεν ἂν εἶναι. μονοειδὲς δὲ καὶ οὐκ ἔχον διαφοράς.
[16]
[1] Ὁ δὲ πρῖνος φύλλον μὲν ἔχει δρυῶδες, ἔλαττον δὲ καὶ ἐπακανθίζον, τὸν δὲ φλοιὸν λειότερον δρυός. αὐτὸ δὲ τὸ δένδρον μέγα, καθάπερ ἡ δρῦς, ἐὰν ἔχῃ τόπον καὶ ἔδαφος· ξύλον δὲ πυκνὸν καὶ ἰσχυρόν· βαθύρριζον δὲ ἐπιεικῶς καὶ πολύρριζον. καρπὸν δὲ ἔχει βαλανώδη· μικρὰ δὲ ἡ βάλανος· περικαταλαμβάνει δὲ ὁ νέος τὸν ἔνον· ὀψὲ γὰρ πεπαίνει, δι' ὃ καὶ διφορεῖν τινές φασι. φέρει δὲ παρὰ τὴν βάλανον καὶ κόκκον τινὰ φοινικοῦν· ἴσχει δὲ καὶ ἰξίαν καὶ ὑφέαρ· ὥστε ἐνίοτε συμβαίνει τέτταρας ἅμα καρποὺς ἔχειν αὐτόν, δύο μὲν τοὺς ἑαυτοῦ δύο δ' ἄλλους τόν τε τῆς ἰξίας καὶ τὸν τοῦ ὑφέαρος. καὶ τὴν μὲν ἰξίαν φέρει ἐκ τῶν πρὸς βορρᾶν, τὸ δὲ ὑφέαρ ἐκ τῶν πρὸς μεσημβρίαν.
[2] Οἱ δὲ περὶ Ἀρκαδίαν δένδρον τι σμίλακα καλοῦσιν, ὅ ἐστιν ὅμοιον τῷ πρίνῳ, τὰ δὲ φύλλα οὐκ ἀκανθώδη ἔχει ἀλλ' ἁπαλώτερα καὶ βαθύτερα καὶ διαφορὰς ἔχοντα πλείους· οὐδὲ τὸ ξύλον ὥσπερ ἐκεῖνο στερεὸν καὶ πυκνόν, ἀλλὰ καὶ μαλακὸν ἐν ταῖς ἐργασίαις.
[3] Ὃ δὲ καλοῦσιν οἱ Ἀρκάδες φελλόδρυν τοιάνδε ἔχει τὴν φύσιν· ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνὰ μέσον πρίνου καὶ δρυός ἐστιν· καὶ ἔνιοί γε ὑπολαμβάνουσιν εἶναι θῆλυν πρῖνον· δι' ὃ καὶ ὅπου μὴ φύεται πρῖνος τούτῳ χρῶνται πρὸς τὰς ἁμάξας καὶ τὰ τοιαῦτα, καθάπερ οἱ περὶ Λακεδαίμονα καὶ Ἠλείαν. καλοῦσι δὲ οἵ γε Δωριεῖς καὶ ἀρίαν τὸ δένδρον· ἔστι δὲ μαλακώτερον μὲν καὶ μανότερον τοῦ πρίνου, σκληρότερον δὲ καὶ πυκνότερον τῆς δρυός· καὶ τὸ χρῶμα φλοϊσθέντος τοῦ ξύλου λευκότερον μὲν τοῦ πρίνου, οἰνωπότερον δὲ τῆς δρυός· τὰ δὲ φύλλα προσέοικε μὲν ἀμφοῖν, ἔχει δὲ μείζω μὲν ἢ ὡς πρῖνος ἐλάττω δὲ ἢ ὡς δρῦς· καὶ τὸν καρπὸν τοῦ μὲν πρίνου κατὰ μέγεθος ἐλάττω ταῖς ἐλαχίσταις δὲ βαλάνοις ἴσον, καὶ γλυκύτερον μὲν τοῦ πρίνου πικρότερον δὲ τῆς δρυός. καλοῦσι δέ τινες τὸν μὲν τοῦ πρίνου καὶ τὸν ταύτης καρπὸν ἄκυλον, τὸν δὲ τῆς δρυὸς βάλανον. μήτραν δὲ ἔχει φανερωτέραν ἢ ὁ πρῖνος· καὶ ἡ μὲν φελλόδρυς τοιαύτην τινὰ ἔχει φύσιν.
[4] Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανεψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ' ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· ὅταν δ' ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ' ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ' ἅμα συμβαίνει τοῦτόν τ' ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν.
[5] Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ' ἔχει ὅμοιον τῇ κομάρῳ.
[6] Ὅμοιον δ' ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ' ἐφ' ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις.
[17]
[1] Ἔνια δὲ ἰδιώτερα, καθάπερ καὶ ὁ φελλός· γίνεται μὲν ἐν Τυρρηνίᾳ, τὸ δὲ δένδρον ἐστὶ στελεχῶδες μὲν καὶ ὀλιγόκλαδον, εὔμηκες δ' ἐπιεικῶς καὶ εὐαυξές· ξύλον ἰσχυρόν· τὸν δὲ φλοιὸν παχὺν σφόδρα καὶ καταρρηγνύμενον, ὥσπερ ὁ τῆς πίτυος, πλὴν κατὰ μείζω. τὸ δὲ φύλλον ὅμοιον ταῖς μελίαις παχὺ προμηκέστερον· οὐκ ἀείφυλλον ἀλλὰ φυλλοβολοῦν. καρπὸν δὲ [αἰεὶ] φέρει βαλανηρὸν ὅμοιον τῇ ἀρίᾳ. περιαιροῦσι δὲ τὸν φλοιὸν καί φασι δεῖν πάντα ἀφαιρεῖν, εἰ δὲ μὴ χεῖρον γίνεται τὸ δένδρον· ἐξαναπληροῦται δὲ πάλιν σχεδὸν ἐν τρισὶν ἔτεσιν.
[2] Ἴδιον δὲ καὶ ἡ κολουτέα περὶ Λιπάραν· δένδρον μὲν εὐμέγεθες, τὸν δὲ καρπὸν φέρει ἐν λοβοῖς ἡλίκον φακόν, ὃς πιαίνει τὰ πρόβατα θαυμαστῶς. φύεται δὲ ἀπὸ σπέρματος καὶ ἐκ τῆς τῶν προβάτων κόπρου κάλλιστα. ὥρα δὲ τῆς φυτείας ἅμα Ἀρκτούρῳ δυομένῳ· δεῖ δὲ φυτεύειν προβρέχοντας ὅταν ἤδη διαφύηται ἐν τῷ ὕδατι. φύλλον δ' ἔχει παρόμοιον τήλει. βλαστάνει δὲ τὸ πρῶτον μονοφυὲς ἐπὶ ἔτη μάλιστα τρία ἐν οἷς καὶ τὰς βακτηρίας τέμνουσι· δοκοῦσι γὰρ εἶναι καλαί· καὶ ἐάν τις κολούσῃ ἀποθνήσκει· καὶ γὰρ ἀπαράβλαστόν ἐστιν· εἶτα σχίζεται καὶ ἀποδενδροῦται τῷ τετάρτῳ ἔτει.
[3] Ἡ δὲ περὶ τὴν Ἴδην, ἣν καλοῦσι κολοιτίαν, ἕτερον εἶδός ἐστιν, θαμνοειδὲς δὲ καὶ ὀζῶδες καὶ πολυμάσχαλον, σπάνιον δέ, οὐ πολύ· ἔχει δὲ φύλλον δαφνοειδὲς πλατυφύλλου δάφνης, πλὴν στρογγυλώτερον καὶ μεῖζον ὥσθ' ὅμοιον φαίνεσθαι τῷ τῆς πτελέας, προμηκέστερον δέ, τὴν χρόαν ἐπὶ θάτερα χλοερὸν ὄπισθεν δὲ ἐπιλευκαῖνον, καὶ πολύϊνον ἐκ τῶν ὄπισθεν ταῖς λεπταῖς ἰσὶ ἔκ τε τῆς ῥάχεως καὶ μεταξὺ τῶν πλευροειδῶν ἀπὸ τῆς μέσης κατατεινουσῶν· φλοιὸν δ' οὐ λεῖον ἀλλ' οἷον τὸν τῆς ἀμπέλου· τὸ δὲ ξύλον σκληρὸν καὶ πυκνόν· ῥίζας δὲ ἐπιπολαίους καὶ λεπτὰς καὶ μανὰς οὐλὰς δ' ἐνίοτε, καὶ ξανθὰς σφόδρα. καρπὸν δὲ οὐκ ἔχειν φασὶν οὐδὲ ἄνθος· τὴν δὲ κορυνώδη κάχρυν καὶ τοὺς ὀφθαλμοὺς τοὺς παρὰ τὰ φύλλα λείους σφόδρα καὶ λιπαροὺς καὶ λευκοὺς τῷ σχήματι δὲ καχρυώδεις· ἀποκοπὲν δὲ καὶ ἐπικαυθὲν παραφύεται καὶ ἀναβλαστάνει.
[4] Ἴδια δὲ καὶ τάδε τὰ περὶ τὴν Ἴδην ἐστίν, οἷον ἥ τε Ἀλεξάνδρεια καλουμένη δάφνη καὶ συκῆ τις καὶ ἄμπελος. τῆς μὲν οὖν δάφνης ἐν τούτῳ τὸ ἴδιον, ὅτι ἐπιφυλλόκαρπόν ἐστιν, ὥσπερ καὶ ἡ κεντρομυρρίνη· ἀμφότεραι γὰρ τὸν καρπὸν ἔχουσιν ἐκ τῆς ῥάχεως τοῦ φύλλου.
[5] Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν, πάχος δ' ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περίμετρον· τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον· κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περίκομον· χρῶμα δὲ καὶ φύλλου καὶ φλοιοῦ πελιόν, τὸ δὲ σχῆμα τῶν φύλλων ὅμοιον τῷ τῆς φιλύρας καὶ μαλακὸν καὶ πλατὺ καὶ τὸ μέγεθος παραπλήσιον· ἄνθος μεσπιλῶδες καὶ ἀνθεῖ ἅμα τῇ μεσπίλῃ. ὁ δὲ καρπός, ὃν καλοῦσι σῦκον, ἐρυθρὸς ἡλίκος ἐλάας πλὴν στρογγυλώτερος, ἐσθιόμενος δὲ μεσπιλώδης· ῥίζας δὲ ἔχει παχείας ὡσὰν συκῆς ἡμέρου καὶ γλίσχρας. ἀσαπὲς δέ ἐστι τὸ δένδρον καὶ καρδίαν ἔχει στερεὰν οὐκ ἐντεριώνην.
[6] Ἡ δὲ ἄμπελος φύεται μὲν τῆς Ἴδης περὶ τὰς Φαλάκρας καλουμένας· ἔστι δὲ θαμνῶδες ῥαβδίοις μικροῖς· τείνονται δὲ οἱ κλῶνες ὡς πυγωνιαῖοι, πρὸς οἷς ῥᾶγές εἰσιν ἐκ πλαγίου μέλαιναι τὸ μέγεθος ἡλίκος κύαμος γλυκεῖαι· ἔχουσι δὲ ἐντὸς γιγαρτῶδές τι μαλακόν· φύλλον στρογγύλον ἀσχιδὲς μικρόν.
[18]
[1] Ἔχει δὲ καὶ τἆλλα σχεδὸν ὄρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ' ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ' ἑκάστους τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου [καὶ οἴτου] καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων πολλῶν.
[2] Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω.
Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὧν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν.
[3] Ὅ τε παλίουρος ἔχει διαφορὰς ... ἅπαντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾧ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ' αὐτῷ πρὸς τὰς βῆχας οἱ ἰατροὶ κόπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. [οὐχ ἧττον δέ ἐστι τὸ δένδρον πάρυδρον.] φυλλοβόλον δὲ καὶ οὐχ ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.
[4] Ἔτι δὲ καὶ τοῦ βάτου πλείω γένη, μεγίστην δὲ ἔχοντες διαφορὰν ὅτι ὁ μὲν ὀρθοφυὴς καὶ ὕψος ἔχων, ὁ δ' ἐπὶ τῆς γῆς καὶ εὐθὺς κάτω νεύων καὶ ὅταν συνάπτῃ τῇ γῇ ῥιζούμενος πάλιν, ὃν δὴ καλοῦσί τινες χαμαίβατον. τὸ δὲ κυνόσβατον τὸν καρπὸν ὑπέρυθρον ἔχει καὶ παραπλήσιον τῷ τῆς ῥόας· ἔστι δὲ θάμνου καὶ δένδρου μεταξὺ καὶ παρόμοιον ταῖς ῥόαις, τὸ δὲ φύλλον ἀκανθῶδες.
[5] Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας, φύλλον δ' ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ' ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὄστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἅμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνονται οἷον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ' ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.
[6] Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ' οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, ὃν δὴ καλοῦσί τινες κορυμβίαν, οἱ δ' Ἀθήνῃσιν Ἀχαρνικόν. ὁ δὲ ἐλάττων διακεχυμένος ὥσπερ καὶ ὁ μέλας· ἔχει δὲ καὶ ὁ μέλας διαφορὰς ἀλλ' οὐχ ὁμοίως φανεράς.
[7] Ἡ δὲ ἕλιξ ἐν μεγίσταις διαφοραῖς· καὶ γὰρ τοῖς φύλλοις πλεῖστον διαφέρει τῇ τε μικρότητι καὶ τῷ γωνοειδῆ καὶ εὐρυθμότερα εἶναι· τὰ δὲ τοῦ κιττοῦ περιφερέστερα καὶ ἁπλᾶ· καὶ τῷ μήκει τῶν κλημάτων καὶ ἔτι τῷ ἄκαρπος εἶναι. διατείνονται γάρ τινες τῷ μὴ ἀποκιττοῦσθαι τῇ φύσει τὴν ἕλικα ἀλλὰ τὴν ἐκ τοῦ κιττοῦ τελειουμένην. (εἰ δὲ πᾶσα ἀποκιττοῦται, καθάπερ τινές φασιν, ἡλικίας ἂν εἴη καὶ διαθέσεως οὐκ εἴδους διαφορά, καθάπερ καὶ τῆς ἀπίου πρὸς τὴν ἀχράδα.) πλὴν τό γε φύλλον καὶ ταύτης πολὺ διαφέρει πρὸς τὸν κιττόν. σπάνιον δὲ τοῦτο καὶ ἐν ὀλίγοις ἐστὶν ὥστε παλαιούμενον μεταβάλλειν, [8] ὥσπερ ἐπὶ τῆς λεύκης καὶ τοῦ κρότωνος. εἴδη δ' ἐστὶ πλείω τῆς ἕλικος, ὡς μὲν τὰ προφανέστατα καὶ μέγιστα λαβεῖν τρία, ἥ τε χλοερὰ καὶ ποιώδης ἥπερ καὶ πλείστη, καὶ ἑτέρα ἡ λευκή, καὶ τρίτη ἡ ποικίλη, ἣν δὴ καλοῦσί τινες Θρᾳκίαν. ἑκάστη δὲ τούτων δοκεῖ διαφέρειν· καὶ γὰρ τῆς χλοώδους ἡ μὲν λεπτοτέρα καὶ ταξιφυλλοτέρα καὶ ἔτι πυκνοφυλλοτέρα, ἡ δ' ἧττον πάντα ταῦτ' ἔχουσα. καὶ τῆς ποικίλης ἡ μὲν μεῖζον ἡ δ' ἔλαττον τὸ φύλλον, καὶ τὴν ποικιλίαν διαφέρουσα. ὡσαύτως δὲ καὶ τὰ τῆς λευκῆς τῷ μεγέθει καὶ τῇ χροιᾷ διαφέρουσιν. εὐαυξεστάτη δὲ ἡ ποιώδης καὶ ἐπὶ πλεῖστον προϊοῦσα. φανερὰν δ' εἶναί φασιν τὴν ἀποκιττουμένην οὐ μόνον τοῖς φύλλοις ὅτι μείζω καὶ πλατύτερα ἔχει ἀλλὰ καὶ τοῖς βλαστοῖς· εὐθὺς γὰρ ὀρθοὺς ἔχει, καὶ οὐχ ὥσπερ ἡ ἑτέρα κατακεκαμμένη, καὶ διὰ τὴν λεπτότητα καὶ διὰ τὸ μῆκος· τῆς δὲ κιττώδους καὶ βραχύτεροι καὶ παχύτεροι. καὶ ὁ κιττὸς ὅταν ἄρχηται σπερμοῦσθαι μετέωρον ἔχει καὶ ὀρθὸν τὸν βλαστόν.
[9] Πολύρριζος μὲν οὖν ἅπας κιττὸς καὶ πυκνόρριζος συνεστραμμένος ταῖς ῥίζαις καὶ ξυλώδεσι καὶ παχείαις καὶ οὐκ ἄγαν βαθύρριζος, μάλιστα δ' ὁ μέλας, καὶ τοῦ λευκοῦ ὁ τραχύτατος καὶ ἀγριώτατος· δι' ὃ καὶ χαλεπὸς παραφύεσθαι πᾶσι τοῖς δένδροις· ἀπόλλυσι γὰρ πάντα καὶ ἀφαυαίνει παραιρούμενος τὴν τροφήν. λαμβάνει δὲ μάλιστα πάχος οὗτος καὶ ἀποδενδροῦται καὶ γίνεται αὐτὸ καθ' αὑτὸ κιττοῦ δένδρον. ὡς δ' ἐπὶ τὸ πλεῖον εἶναι πρὸς ἑτέρῳ φιλεῖ καὶ ζητεῖ καὶ ὥσπερ [10] ἐπαλλόκαυλόν ἐστιν. ἔχει δ' εὐθὺς καὶ τῆς φύσεώς τι τοιοῦτον· ἐκ γὰρ τῶν βλαστῶν ἀφίησιν ἀεὶ ῥίζας ἀνὰ μέσον τῶν φύλλων, αἷσπερ ἐνδύεται τοῖς δένδροις καὶ τοῖς τειχίοις οἷον ἐξεπίτηδες πεποιημέναις ὑπὸ τῆς φύσεως· δι' ὃ καὶ ἐξαιρούμενος τὴν ὑγρότητα καὶ ἕλκων ἀφαυαίνει, καὶ ἐὰν ἀποκοπῇ κάτωθεν δύναται διαμένειν καὶ ζῆν. ἔχει δὲ καὶ ἑτέραν διαφορὰν κατὰ τὸν καρπὸν οὐ μικράν· ὁ μὲν γὰρ ἐπίγλυκύς ἐστιν ὁ δὲ σφόδρα πικρὸς καὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος· σημεῖον δ' ὅτι τὸν μὲν ἐσθίουσιν οἱ ὄρνιθες τὸν δ' οὔ. τὰ μὲν οὖν περὶ τὸν κιττὸν οὕτως ἔχει.
[11] Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ' ὅτι τήν τε διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης, ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον· τὸν δὲ καρπὸν ἔχει προσεμφερῆ τῷ στρύχνῳ καὶ τῷ μηλώθρῳ καὶ μάλιστα τῇ καλουμένῃ σταφυλῇ [12] ἀγρίᾳ· κατακρέμαστοι δ' οἱ βότρυες κιττοῦ τρόπον· παρεγγίζει δ' ὁ παραθριγκισμὸς πρὸς τὴν σταφυλήν· ἀπὸ γὰρ ἑνὸς σημείου οἱ μίσχοι οἱ ῥαγικοί. ὁ δὲ καρπὸς ἐρυθρός, ἔχων πυρῆνας τὸ μὲν ἐπὶ πᾶν δύο, ἐν τοῖς μείζοσι τρεῖς ἐν δὲ τοῖς μικροῖς ἕνα· σκληρὸς δ' ὁ πυρὴν εὖ μάλα καὶ τῷ χρώματι μέλας ἔξωθεν. ἴδιον δὲ τὸ τῶν βοτρύων, ὅτι ἐκ πλαγίων τε τὸν καυλὸν παραθριγκίζουσιν, καὶ κατ' ἄκρον ὁ μέγιστος βότρυς τοῦ καυλοῦ, ὥσπερ ἐπὶ τῆς ῥάμνου καὶ τοῦ βάτου. τοῦτο δὲ δῆλον ὡς καὶ ἀκρόκαρπον καὶ πλαγιόκαρπον.
[13] [Τὸ δ' εὐώνυμος καλούμενον δένδρον φύεται μὲν ἄλλοθί τε καὶ τῆς Λέσβου ἐν τῷ ὄρει τῷ Ὀρδύννῳ καλουμένῳ· ἔστι δὲ ἡλίκον ῥόα καὶ τὸ φύλλον ἔχει ῥοῶδες, μεῖζον δὲ ἢ χαμαιδάφνης, καὶ μαλακὸν δὲ ὥσπερ ἡ ῥόα. ἡ δὲ βλάστησις ἄρχεται μὲν αὐτῷ περὶ τὸν Ποσειδεῶνα· ἀνθεῖ δὲ τοῦ ἦρος· τὸ δὲ ἄνθος ὅμοιον τὴν χρόαν τῷ λευκῷ ἴῳ· ὄζει δὲ δεινὸν ὥσπερ φόνου. ὁ δὲ καρπὸς ἐμφερὴς τὴν μορφὴν μετὰ τοῦ κελύφους τῷ τοῦ σησάμου λοβῷ· ἔνδοθεν δὲ στερεὸν πλὴν διῃρημένον κατὰ τὴν τετραστοιχίαν. τοῦτο ἐσθιόμενον ὑπὸ τῶν προβάτων ἀποκτιννύει, καὶ τὸ φύλλον καὶ ὁ καρπός, καὶ μάλιστα τὰς αἶγας ἐὰν μὴ καθάρσεως τύχῃ. καθαίρεται δὲ ἀνόχῳ.] περὶ μὲν οὖν δένδρων καὶ θάμνων εἴρηται· ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν λειπομένων λεκτέον.