α. Περὶ Γαΐου Ὀκταουίου τοῦ μετὰ ταῦτα Αὐγούστου ἐπικληθέντος.
β. Περὶ Σέξτου Πομπηίου τοῦ Πομπηίου υἱέος.
γ. Ὡς Καῖσαρ καὶ Ἀντώνιος στασιάζειν ἤρξαντο.
δ. Ὡς Κικέρων κατὰ Ἀντωνίου ἐδημηγόρησεν.
τὸ ε΄ μετὰ Μ. Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ ε΄ μετὰ Μ. Ἀντωνίου.
[1] Ἀντώνιος μὲν δὴ ταῦτ' ἐποίει, ὁ δὲ δὴ Γάιος ὁ Ὀκτάουιος Καιπίας (οὕτω γὰρ ὁ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφῆς υἱὸς ὠνομάζετο) ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀδελφῷ αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ [2] συνδιέτριβε τῷ Καίσαρι· ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπ' αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ ὅτι ἡ Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰ τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε.
[3] πρίν τε ἢ ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι· καὶ τῇ αὐτῇ νυκτὶ καὶ ὁ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε ὁ παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίγουλος βουλευτὴς παραχρῆμα αὐτῷ τὴν αὐταρχίαν ἐμαντεύσατο· [4] ἄριστα γὰρ ‹τῶν› καθ' ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθ' ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρήτους [5] διατριβὰς ποιούμενος ἔσχεν. οὗτος οὖν τότε τὸν Ὀκτάουιον βραδύτερον ἐς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον (ἔτυχε γὰρ βουλὴ οὖσα) ἀπαντήσαντα ἀνήρετο διὰ τί ἐβράδυνε, καὶ μαθὼν τὴν αἰτίαν ἀνεβόησεν ὅτι "δεσπότην ἡμῖν ἐγέννησας", καὶ αὐτὸν ἐκταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέσχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τότε μὲν [2] [1] δὴ ταῦτ' ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ τὴν [2] διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, [3] καὶ γνωρίσας αὐτὸν διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κάτουλος οὐδ' αὐτός πω ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ [4] τῆς Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς ὄψεως ἐβεβαιώσατο.
[5] μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθ' ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν [6] τι προσημαίνοι ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ὅτι "τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς [7] πόδας μου σχήσω", ἔκβασιν πρὸς τὸ λεχθὲν ἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπ' αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθ' ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατ' ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν [8] ἀκριβῶς ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.
[3]
[1] οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμπτο), πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθ' ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει πω, καὶ προσέτι καὶ ὁ δῆμος [2] ὁμονοῶν ἐπὶ τῷ γεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δήμου τὴν δευτέραν μαθών, οὐκέτ' ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθ' ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέντας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε [4] [1] καὶ τοῦ κλήρου αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀνδρείας [2] ὄνομα προσεκτήσατο. πολλὰ γὰρ ἤδη τινὲς οὐκ ὀρθῶς ἐπιχειρήσαντες δόξαν, ὅτι ἐπιτυχεῖς αὐτῶν ἐγένοντο, εὐβουλίας ἔσχον· καὶ ἕτεροι ἄριστά τινα προελόμενοι μωρίαν, ὅτι μὴ κατέτυχον αὐτῶν, [3] ὦφλον. καὶ ἐκεῖνος σφαλερῶς μὲν καὶ ἐπικινδύνως ἐποίησεν ὅτι τήν τε ἡλικίαν τὴν ἄρτι ἐκ παίδων ἄγων (ὀκτωκαιδεκέτης γὰρ ἦν) καὶ τὴν διαδοχὴν καὶ τοῦ κλήρου καὶ τοῦ γένους καὶ ἐπίφθονον καὶ ἐπαίτιον ὁρῶν οὖσαν, ἔπειτ' ἐπὶ τοιαῦτα ὥρμησεν ἐφ' οἷς ὅ τε Καῖσαρ ἐπεφόνευτο καὶ τιμωρία οὐδεμία αὐτοῦ ἐγίγνετο, καὶ [4] οὔτε τοὺς σφαγέας οὔτε τὸν Λέπιδον τόν τε Ἀντώνιον ἔδεισεν· οὐ μέντοι καὶ κακῶς βεβουλεῦσθαι ἔδοξεν, ὅτι καὶ κατώρθωσε. τὸ μέντοι δαιμόνιον πᾶσαν οὐκ ἀσαφῶς τὴν αὐτόθεν μέλλουσάν σφισι ταραχὴν ἔσεσθαι προεσήμηνεν· ἐς γὰρ τὴν Ῥώμην ἐσιόντος αὐτοῦ ἶρις πάντα τὸν ἥλιον πολλὴ καὶ ποικίλη περιέσχεν.
[5]
[1] οὕτως ὁ πρότερον μὲν Ὀκτάουιος, τότε δὲ ἤδη Καῖσαρ, μετὰ δὲ τοῦτο Αὔγουστος ἐπικληθεὶς ἥψατο τῶν πραγμάτων, καὶ αὐτὰ καὶ κατέπραξε καὶ κατειργάσατο παντὸς μὲν ἀνδρὸς νεανικώτερον, παντὸς [2] δὲ πρεσβύτου φρονιμώτερον. πρῶτον μὲν γάρ, ὡς καὶ ἐπὶ μόνῃ τῇ τοῦ κλήρου διαδοχῇ, καὶ ἰδιωτικῶς καὶ μετ' ὀλίγων, ἄνευ ὄγκου τινός, ἐς τὴν πόλιν ἐσῆλθεν· ἔπειτ' οὔτ' ἠπείλει οὐδενὶ οὐδέν, οὔτε ἐνεδείκνυτο ὅτι ἄχθοιτό τε τοῖς γεγονόσιν καὶ τιμωρίαν [3] αὐτῶν ποιήσοιτο. τόν τε Ἀντώνιον οὐχ ὅσον οὐκ ἀπῄτει τι τῶν χρημάτων ὧν προηρπάκει, ἀλλὰ καὶ ἐθεράπευε, καίτοι καὶ προπηλακιζόμενος ὑπ' αὐτοῦ καὶ ἀδικούμενος· τά τε γὰρ ἄλλα ἐκεῖνος καὶ λόγῳ καὶ ἔργῳ αὐτὸν ἐκάκου, καὶ τὸν νόμον τὸν φρατριατικὸν ἐσφερόμενον, καθ' ὃν τὴν ἐσποίησιν αὐτοῦ τὴν ἐς τὰ τοῦ Καίσαρος [4] γενέσθαι ἔδει, αὐτὸς μὲν ἐσπούδαζε δῆθεν ἐσενεγκεῖν, διὰ δὲ δημάρχων τινῶν ἀνεβάλλετο, ὅπως, ὡς μηδέπω παῖς αὐτοῦ ἐκ τῶν νόμων ὤν, μήτε τι τῆς οὐσίας πολυπραγμονοίη καὶ πρὸς τὰ [6] [1] ἄλλα ἀσθενέστερος εἴη. ἐπ' οὖν τούτοις ὁ Καῖσαρ ἤσχαλλε μέν, οὐ μέντοι καὶ ἀσφαλῶς παρρησιάσασθαί τι δυνάμενος ἠνείχετο, μέχρις οὗ τὸ πλῆθος, ὑφ' οὗ τὸν πατέρα αὐξηθέντα ἠπίστατο, [2] προσεποιήσατο. ὀργήν τε γὰρ αὐτοὺς ἐπὶ τῷ ἐκείνου θανάτῳ ἔχοντας εἰδώς, καὶ ἑαυτὸν ὡς καὶ παῖδα αὐτοῦ σπουδάσειν ἐλπίσας, τόν τε Ἀντώνιον διά τε τὴν ἱππαρχίαν καὶ διὰ τὴν τῶν σφαγέων οὐ τιμωρίαν μισοῦντας αἰσθόμενος, ἐπεχείρησε μὲν δημαρχῆσαι πρός τε τὴν τῆς δημαγωγίας ἀφορμὴν καὶ πρὸς τὴν ὑποδοχὴν τῆς [3] ἐξ αὐτῆς δυναστείας, καὶ διὰ τοῦτο τῆς τοῦ Κίννου χώρας κενῆς οὔσης ἀντεποιήσατο, κωλυθεὶς δὲ ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον οὐχ ἡσύχασεν, ἀλλὰ Τιβέριον Καννούτιον δημαρχοῦντα ἀναπείσας ἔς τε τὸν ὅμιλον ὑπ' αὐτοῦ ἐσήχθη, πρόφασιν τὴν δωρεὰν τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος ποιησάμενος, καὶ δημηγορήσας ὅσα ἥρμοττε, ταύτην τε εὐθὺς ἐκτίσειν σφίσιν ὑπέσχετο καὶ ἄλλα αὐτοὺς [4] πολλὰ προσεπήλπισε. καὶ μετὰ τοῦτο τὴν πανήγυριν τὴν ἐπὶ τῇ τοῦ Ἀφροδισίου ἐκποιήσει καταδειχθεῖσαν, ἣν ὑποδεξάμενοί τινες ζῶντος ἔτι τοῦ Καίσαρος ἐπιτελέσειν ἐν ὀλιγωρίᾳ, ὥσπερ που καὶ τὴν τῶν Παριλίων ἱπποδρομίαν, ἐποιοῦντο, αὐτὸς ἐπὶ τῇ τοῦ πλήθους θεραπείᾳ, ὡς καὶ προσήκουσαν διὰ τὸ γένος, τοῖς οἰκείοις [5] τέλεσι διέθηκε. καὶ τότε μὲν οὔτε τὸν δίφρον τὸν τοῦ Καίσαρος τὸν ἐπίχρυσον οὔτε τὸν στέφανον τὸν διάλιθον ἐς τὸ θέατρον [7] [1] ἐσήγαγεν ὥσπερ ἐψήφιστο, φοβηθεὶς τὸν Ἀντώνιον· ἐπεὶ μέντοι ἄστρον τι παρὰ πάσας τὰς ἡμέρας ἐκείνας ἐκ τῆς ἄρκτου πρὸς ἑσπέραν ἐξεφάνη, καὶ αὐτὸ κομήτην τέ τινων καλούντων καὶ προσημαίνειν οἷά που εἴωθε λεγόντων οἱ πολλοὶ τοῦτο μὲν οὐκ ἐπίστευον, τῷ δὲ δὴ Καίσαρι αὐτὸ ὡς καὶ ἀπηθανατισμένῳ καὶ ἐς τὸν τῶν ἄστρων ἀριθμὸν ἐγκατειλεγμένῳ ἀνετίθεσαν, θαρσήσας χαλκοῦν αὐτὸν ἐς τὸ Ἀφροδίσιον, ἀστέρα ὑπὲρ τῆς κεφαλῆς ἔχοντα, [2] ἔστησεν. ἐπειδή τε οὐδὲ τοῦτό τις φόβῳ τοῦ ὁμίλου ἐκώλυσεν, οὕτω δὴ καὶ ἄλλα τινὰ τῶν ἐς τὴν τοῦ Καίσαρος τιμὴν προδεδογμένων ἐγένετο· τόν τε γὰρ μῆνα τὸν Ἰούλιον ὁμοίως ἐκάλεσαν, καὶ ἱερομηνίαις τισὶν ἐπινικίοις ἰδίαν ἡμέραν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐβουθύτησαν. καὶ διὰ ταῦτα καὶ οἱ στρατιῶται ἑτοίμως, ἄλλως τε καὶ χρήμασι θεραπευθέντων τινῶν, συνίσταντο πρὸς τὸν Καίσαρα.
[3] θροῦς τε οὖν ἐγίγνετο, καὶ ἐδόκει τι νέον ἔσεσθαι, καὶ μάλιστα ὅτι ὁ Ἀντώνιος αὐτὸν ἐν τῷ δικαστηρίῳ ἀπὸ μετεώρου καὶ ἀπὸ περιόπτου τινός, καθάπερ ἐπὶ τοῦ πατρὸς εἰώθει ποιεῖν, ἐντυχεῖν τι ἐθελήσαντα οὐ προσεδέξατο, ἀλλὰ καὶ κατέσπασε καὶ ἐξήλασε [8] [1] διὰ τῶν ῥαβδούχων. δεινῶς γὰρ δὴ πάντες ἠγανάκτησαν, καὶ οὐχ ἥκιστα ὅτι ὁ Καῖσαρ οὐδὲ ἐς τὴν ἀγορὰν ἔτι, πρός τε τὸ ἐκείνου ἐπίφθονον καὶ πρὸς τὸ τοῦ πλήθους ἐπαγωγόν, ἐφοίτησε. φοβηθεὶς οὖν ὁ Ἀντώνιος διελέξατό ποτε τοῖς παροῦσιν ὅτι οὔτε τινὰ ὀργὴν τῷ Καίσαρι ἔχοι, ἀλλὰ καὶ εὔνοιαν αὐτῷ ὀφείλοι, καὶ ὅτι [2] ἕτοιμος εἴη πᾶσαν τὴν ὑποψίαν ἀπολύσασθαι. ἀγγελθέντων δὲ τούτων ἐκείνῳ συνῆλθον μὲν ἐς λόγους, καὶ κατηλλάχθαι τισὶν ἔδοξαν (τάς τε γὰρ γνώμας σφῶν ἀκριβῶς εἰδότες, καὶ ἐξελέγξαι τότε αὐτὰς ἄκαιρον εἶναι νομίσαντες, ἀνθυπεῖξάν τινα ἀλλήλοις συμβιβαζόμενοι), καὶ ἡμέρας μέν τινας ἡσύχασαν, ἔπειτα δὲ ἀνθυποπτεύσαντες ἀλλήλους, εἴτ' ἐξ ἀληθοῦς ἐπιβουλῆς εἴτε καὶ ἐκ ψευδοῦς διαβολῆς, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι, διηνέχθησαν αὖθις.
[3] ὅταν γάρ τινες ἐκ μεγάλης ἔχθρας συνενεχθῶσι, πολλὰ μὲν μηδὲν δεινὸν ἔχοντα πολλὰ δὲ καὶ ἐκ συντυχίας συμβαίνοντα ὑποτοποῦσι· πᾶν γὰρ ἑνὶ λόγῳ ὡς καὶ ἐξεπίτηδες καὶ ἐπὶ κακῷ τινι γιγνόμενον πρὸς τὸ προϋπάρξαν ἔχθος λαμβάνουσι. καὶ αὐτοῖς ἐν τούτῳ καὶ οἱ διὰ μέσου ὄντες συνεπιτίθενται· διαγγέλλοντες γάρ [4] τινα προσποιήσει εὐνοίας ἐπιπαροξύνουσιν αὐτούς. πλεῖστόν τε γάρ ἐστι τὸ βουλόμενον πάντας τούς τι δυναμένους ἀλλήλοις διαφέρεσθαι, καὶ διὰ τοῦτ' ἐπιχαῖρόν τε ἐπὶ τῇ ἔχθρᾳ αὐτῶν καὶ συνεπιβουλεῦόν σφισι· καὶ ῥᾷστον ἀπατηθῆναι λόγοις ἐπιτετηδευμένοις ἐκ φιλίας ἀνυπόπτου τὸ προδιαβεβλημένον. ἐκ μὲν οὖν τούτου καὶ ἐκεῖνοι, οὐδὲ ἐν τῷ πρὶν πιστεύοντες ἀλλήλοις, ἐπὶ πλέον ἠλλοτριώθησαν.
[9]
[1] ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ [τε] γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος [2] ἐσηγήσατο. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάιος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν [3] ἐνόμιζον εἶναι, παῦσαι, ἑτέρους δὲ ἀντ' αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάιος σφετερίσασθαι, τὴν δὲ Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσετέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων ‹τῶν› ἐς τὴν Ἀπολλωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις [4] καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν. ταῦτά τε οὖν ἐψηφίσθη, καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ δύναμιν ἤδη πολλὴν ἔχοντι ἥ τε ἄδεια, καίτοι ὑπὸ τοῦ Καίσαρος ὥσπερ καὶ τοῖς ἄλλοις δοθεῖσα, ἐβεβαιώθη, καὶ τὰ χρήματα, ὅσα ἔν τε ἀργυρίῳ καὶ ἐν χρυσίῳ τὸ δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει, ἀποδοθῆναι ἐγνώσθη τῶν γὰρ χωρίων αὐτῆς τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν ἀπόδοσιν ἐποιήσατο.
[10]
[1] ἐκεῖνοι μὲν δὴ ταῦτ' ἔπραττον, διηγήσομαι δὲ καὶ τὰ κατὰ τὸν Σέξτον γενόμενα. ὡς γὰρ τότε ἀπὸ τῆς Κορδούβης ἔφυγε, τὸ μὲν πρῶτον ἐς Λακητανίαν ἐλθὼν ἐνταῦθα ἐκρύφθη· ἐπεδιώχθη μὲν γάρ, διέλαθε δὲ εὐνοϊκῶς τῶν ἐπιχωρίων οἱ διὰ τὴν τοῦ πατρὸς [2] μνήμην ἐχόντων· ἔπειτα δὲ ἐπειδὴ ὅ τε Καῖσαρ ἐς τὴν Ἰταλίαν ἀπῆρε καὶ ἐν τῇ Βαιτικῇ στράτευμα οὐ πολὺ ὑπελείφθη, συνέστησαν πρὸς αὐτὸν καὶ ἐκεῖνοι καὶ οἱ ἐκ τῆς μάχης διασωθέντες, καὶ οὕτω μετ' αὐτῶν ἔς τε τὴν Βαιτικήν, ὡς καὶ ἐπιτηδειοτέραν ἐμπολεμῆσαι [3] οὖσαν, αὖθις ἀφίκετο, κἀνταῦθα καὶ στρατιώτας καὶ πόλεις, ἄλλως τε καὶ ἐπειδὴ ὁ Καῖσαρ ἀπέθανε, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βίᾳ προσλαβών (ὁ γὰρ ἄρχων αὐτῶν Γάιος Ἀσίνιος Πωλίων οὐδὲν ἰσχυρὸν εἶχεν) ὥρμησε μὲν ἐπὶ τὴν Καρχηδόνα τὴν [4] Ἰβηρικήν, ἐπιθεμένου δὲ ἐν τούτῳ τοῦ Πωλίωνος τῇ ἀπουσίᾳ αὐτοῦ καὶ κακώσαντός τινα ἐπανῆλθε χειρὶ πολλῇ, καὶ συμβαλὼν αὐτόν τε ἐτρέψατο, καὶ τοὺς λοιποὺς ἰσχυρῶς ἀγωνιζομένους ἔπειτ' [5] ἐκ συντυχίας τοιᾶσδε ἐξέπληξε καὶ ἐνίκησεν. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν τὴν χλαμύδα τὴν στρατηγικὴν ἀπέρριψεν ὥστε ῥᾷον τῇ φυγῇ λαθεῖν, ἕτερος δέ τις ὁμώνυμός τε αὐτῷ καὶ ἐπιφανὴς ἱππεὺς ἔπεσε, καὶ ὁ μὲν ἔκειτο ἡ δὲ ἑαλώκει, τὸ μὲν ἀκούσαντες οἱ στρατιῶται τὸ δὲ ἰδόντες ἠπατήθησαν ὡς καὶ τοῦ στρατηγοῦ σφων ἀπολωλότος [6] καὶ ἐνέδοσαν. καὶ οὕτως ὁ Σέξτος νικήσας πάντα ὀλίγου τὰ ταύτῃ κατέσχε. δυνατοῦ δὲ ἤδη αὐτοῦ ὄντος ὁ Λέπιδος τῆς τε ὁμόρου Ἰβηρίας ἄρξων ἀφίκετο, καὶ ἔπεισεν αὐτὸν ἐς ὁμολογίαν ἐλθεῖν ἐπὶ τῷ τὰ πατρῷα κομίσασθαι. καὶ οὕτω καὶ ὁ Ἀντώνιος διά τε τὴν τοῦ Λεπίδου φιλίαν καὶ διὰ τὴν τοῦ Καίσαρος ἔχθραν ψηφισθῆναι ἐποίησεν.
καὶ ὁ μὲν οὕτω τε καὶ ἐπὶ τούτοις ἐκ τῆς Ἰβηρίας ἀπηλλάγη· [11] [1] Καῖσαρ δὲ καὶ Ἀντώνιος πάντα μὲν ἐπ' ἀλλήλοις ἔπραττον, οὐ μέντοι καὶ φανερῶς πω συνερρώγεσαν, ἀλλὰ καίπερ τῷ ἔργῳ ἐκπεπολεμωμένοι, τῇ γοῦν δοκήσει ἐπεκρύπτοντο. κἀκ τούτου καὶ τἆλλα τὰ ἐν τῇ πόλει πάντα ἔν τε ἀκρισίᾳ πολλῇ ἦν καὶ συνεκέχυτο.
[2] εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαντάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίγνετο. καὶ ἐν μὲν τῷ ἐμφανεῖ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα αὐτοῦ, τὸ δὲ καὶ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστον δὲ ὅτι τῷ τε Ἀντωνίῳ πολὺ δυναμένῳ ἤχθοντο καὶ τῷ Καίσαρι μηδέπω [3] ἰσχύοντι συνῄροντο. ἐφίλουν μὲν γὰρ οὐδέτερον, νέων δὲ δὴ ἀεὶ πραγμάτων ἐπιθυμοῦντες, καὶ τὸ μὲν κρεῖττον ἀεὶ πᾶν καθαιρεῖν τῷ δὲ πιεζομένῳ βοηθεῖν πεφυκότες, ἀπεχρῶντο αὐτοῖς πρὸς τὰ σφέτερα ἐπιθυμήματα. ταπεινώσαντες οὖν τότε διὰ τοῦ Καίσαρος [4] τὸν Ἀντώνιον, ἔπειτα κἀκεῖνον καταλῦσαι ἐπεχείρησαν. τοῖς γάρ τι ἀεὶ δυναμένοις βαρυνόμενοι τούς τε ἀσθενεστέρους προσελάμβανον καὶ διὰ τούτων αὐτοὺς καθῄρουν· ἔπειτα καὶ ἐκείνοις ἠλλοτριοῦντο. κἀκ τούτου ἀντικαθιστάντες σφᾶς ἐς τὸ ἐπίφθονον τοὺς αὐτοὺς καὶ ἐφίλουν καὶ ἐμίσουν, καὶ ηὖξον καὶ ἐταπείνουν.
[12]
[1] οὕτως οὖν αὐτῶν καὶ περὶ τὸν Καίσαρα καὶ περὶ τὸν Ἀντώνιον ἐχόντων ἀρχὴν τήνδε ὁ πόλεμος ἔλαβεν. ὁ Καῖσαρ τοῦ Ἀντωνίου ἐς τὸ Βρεντέσιον πρὸς τοὺς στρατιώτας τοὺς ἐκ τῆς Μακεδονίας περαιωθέντας ἀφορμήσαντος ἐκεῖσε μὲν ἑτέρους τινὰς μετὰ [2] χρημάτων, ὅπως σφᾶς σφετερίσωσι, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος ἀνδρῶν ἐκ τῆς Καπύης μάλιστα, ἅτε καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ, ᾧ τιμωρεῖν ἔλεγε, τήν τε χώραν καὶ τὴν πόλιν εἰληφότων, ἤθροισεν, ὑπισχνεῖτό τέ σφισι πολλά, καὶ [3] ἔδωκεν εὐθὺς τότε κατὰ πεντακοσίας δραχμάς. ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ τὸ τῶν ἠουοκάτων [ἢ βηκάτων] σύστημα, οὓς ἀνακλήτους ἄν τις ἑλληνίσας, ὅτι πεπαυμένοι τῆς στρατείας ἐπ' αὐτὴν αὖθις ἀνεκλήθησαν, ὀνομάσειεν, ἐνομίσθη. καὶ αὐτοὺς παραλαβὼν ὁ Καῖσαρ ἠπείχθη τε ἐς τὴν Ῥώμην πρὶν τὸν Ἀντώνιον ἀνακομισθῆναι, [4] καὶ ἐς τὸν ὅμιλον ὑπὸ τοῦ Καννουτίου παρασκευασθέντα αὐτῷ ἐσελθὼν πολλὰ μὲν τοῦ πατρὸς αὐτοὺς ἀνέμνησεν, ἐπεξιὼν ὅσα καλῶς ἐπεποιήκει, πολλὰ δὲ καὶ ὑπὲρ ἑαυτοῦ καὶ μέτρια διελέχθη, [5] τοῦ τε Ἀντωνίου κατηγόρησε, καὶ τοὺς στρατιώτας τοὺς ἀκολουθήσαντάς οἱ ἐπῄνεσεν ὡς καὶ ἐθελοντὶ πρὸς ἐπικουρίαν τῆς πόλεως παρόντας καὶ ἑαυτόν τε ἐπ' αὐτῇ προκεχειρισμένους καὶ [6] δι' ἑαυτοῦ πᾶσι ταῦτα δηλοῦντας. ἐπαίνων τε ἐπὶ τούτοις ἔκ τε τῆς ἄλλης παρασκευῆς καὶ ἐκ τοῦ συνόντος αὐτῷ πλήθους τυχὼν ἀπῆρεν ἐς τὴν Τυρσηνίαν, ὅπως καὶ ἐκεῖθεν δύναμίν τινα προσλάβῃ.
[13]
[1] καὶ ὁ μὲν ταῦτ' ἔπραττεν, Ἀντώνιον δὲ τὴν μὲν ἀρχὴν φιλοφρόνως οἱ στρατιῶται ἐν τῷ Βρεντεσίῳ ἐδέξαντο, προσδοκήσαντες πλείω παρ' αὐτοῦ τῶν προτεινομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος λήψεσθαι, ἐπειδὴ καὶ πολλῷ πλείω κεκτῆσθαι αὐτὸν ἐκείνου [2] ἐνόμιζον· ὡς μέντοι ἑκατόν τε ἑκάστῳ δραχμὰς δώσειν ὑπέσχετο, καὶ αὐτῶν ἐπὶ τούτῳ θορυβησάντων σφαγῆναι ἄλλους τέ τινας καὶ ἑκατοντάρχους ἔν τε τοῖς αὑτοῦ καὶ ἐν τοῖς τῆς γυναικὸς ὀφθαλμοῖς [3] ἐκέλευσε, τότε μὲν ἡσύχασαν, πορευόμενοι δὲ ἐς τὴν Γαλατίαν καὶ κατὰ τὸ ἄστυ γεγενημένοι ἐνεωτέρισαν, καὶ καταφρονήσαντες τῶν ὑποστρατήγων τῶν ἐπιτεταγμένων σφίσι συχνοὶ πρὸς τὸν Καίσαρα μετέστησαν· καὶ τό γε Ἄρειον τό ‹τε› τέταρτον στρατόπεδον [4] ὠνομασμένον ὅλον αὐτῷ προσεχώρησε. παραλαβὼν οὖν αὐτούς, καὶ ἀργύριον καὶ ἐκείνοις ὁμοίως δούς, προσέθετο καὶ ἄλλους ἐκ τούτου πολλούς, καὶ τούς τε ἐλέφαντας τοὺς τοῦ Ἀντωνίου πάντας ἔλαβεν ἐξαπίνης παρακομιζομένοις σφίσιν ἐντυχών, [5] ἐπειδή τε ἐκεῖνος ἄλλα τέ τινα [καὶ] ἐν τῇ Ῥώμῃ διοικήσας, καὶ τοὺς στρατιώτας τοὺς λοιποὺς τούς τε βουλευτὰς τοὺς σὺν αὐτοῖς ὄντας ὁρκώσας, ἐς τὴν Γαλατίαν ἐξώρμησε φοβηθεὶς μὴ καὶ αὐτή τι νεοχμώσῃ, οὐδ' ὁ Καῖσαρ ἀνεβάλετο, ἀλλ' ἐπηκολούθησεν αὐτῷ.
[14]
[1] ἦρχε μὲν δὴ τότε τῆς χώρας ἐκείνης ὁ Βροῦτος ὁ Δέκιμος, καὶ αὐτοῦ ὁ Ἀντώνιος ἐλπίδα πολλὴν εἶχεν ἅτε καὶ τὸν Καίσαρα ἀπεκτονότος· ἐπράχθη δὲ ὧδε. ὁ Δέκιμος οὔτε τι ἐς τὸν Καίσαρα ὑποπτεύων (οὐδὲ γὰρ ἐπηπείλει τι τοῖς σφαγεῦσι) καὶ τὸν Ἀντώνιον οὐδὲν μᾶλλον ἐκείνου πολέμιον ἢ καὶ ἑαυτοῦ τῶν τε ἄλλων τῶν τι δυναμένων ὑπ' ἐμφύτου πλεονεξίας ὁρῶν ὄντα, οὐχ ὑπεῖξεν αὐτῷ. μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ ἐπὶ πολὺ μὲν ἠπόρησεν ὅ τι πράξῃ.
[2] ἐμίσει μὲν γὰρ ἀμφοτέρους αὐτούς, οὐ μέντοι καὶ εἶχεν ὅπως ἑκατέρῳ ἅμα μάχοιτο· οὐδὲ γὰρ τῷ ἑτέρῳ σφῶν ὁποτερῳοῦν ἀντίπαλος ἤδη ἦν, πρὸς δὲ καὶ ἐδεδίει μὴ τοῦτο τολμήσας συστήσῃ [3] τε αὐτοὺς ἀλλήλοις καὶ καθ' ἓν ἀμφοτέροις πολεμήσῃ. λογισάμενος οὖν ὅτι ὁ μὲν πρὸς τὸν Ἀντώνιον ἀγὼν ἤδη τε ἐνέστηκε καὶ ἐπείγει, τῆς δὲ τιμωρίας τῆς τοῦ πατρὸς οὐδέπω καιρὸς εἴη, τὸν Δέκιμον προσηταιρίσατο. καὶ γὰρ εὖ ἠπίστατο ὅτι τούτῳ μέν, ἂν τῶν ἀντικαθεστηκότων δι' αὐτοῦ κρατήσῃ, οὐδὲν μέγα ἔργον μετὰ τοῦτό οἱ προσπολεμήσας ἕξει, ἐκεῖνον δὲ ἰσχυρὸν αὖθις πολέμιον σχήσει· [15] [1] τοσοῦτόν που ἀλλήλων διέφερον. πέμψας οὖν πρὸς τὸν Δέκιμον φιλίαν τε αὐτῷ ἐπηγγείλατο, καὶ συμμαχίαν, ἂν μὴ τὸν Ἀντώνιον δέξηται, προσυπισχνεῖτο. καὶ διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἄστει τὴν [2] χάριν τὴν τοῦ Καίσαρος συνῄροντο. τότε μὲν οὖν (ἤδη γὰρ ὅ τε ἐνιαυτὸς ἐξῄει καὶ ὕπατος οὐδεὶς παρῆν· ὁ γὰρ Δολοβέλλας ἐς τὴν Συρίαν ὑπὸ τοῦ Ἀντωνίου προεξεπέπεμπτο) ἔπαινοι ἐν τῇ βουλῇ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς στρατιώταις τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι, τῶν δημάρχων ἐπιψηφισάντων, ἐγένοντο. καὶ ὅπως γε [3] μετὰ ἀδείας τοῦ νέου ἔτους ἐνστάντος βουλεύσωνται περὶ τῶν παρόντων, φρουρᾷ σφίσι στρατιωτῶν ἐν τῷ συνεδρίῳ χρῆσθαι ἔδοξε. ταῦτα γὰρ ἤρεσκε μὲν καὶ τοῖς ἄλλοις τοῖς πλείοσι τῶν ἐν τῇ Ῥώμῃ τότε ὄντων (τὸν γὰρ Ἀντώνιον δεινῶς ἐμίσουν), μάλιστα [4] δὲ δὴ τῷ Κικέρωνι· διὰ γὰρ τὸ πρὸς αὐτὸν ἔχθος σφοδρότατον ὑπάρχον τόν τε Καίσαρα ἐθεράπευε, καὶ πᾶν ὅσον ἐδύνατο καὶ λόγῳ καὶ ἔργῳ τούτῳ τε ἐβοήθει καὶ ἐκεῖνον ἐκάκου. καὶ διὰ τοῦτο, καίτοι ἐκχωρήσας ἐκ τῆς πόλεως ὡς καὶ τὸν υἱὸν Ἀθήναζε ἐπὶ παιδείᾳ προπέμψων, ἐπανῆλθεν ἐπειδήπερ ἐκπεπολεμωμένους σφᾶς ᾔσθετο.
[16]
[1] ἐκείνῳ μὲν οὖν τῷ ἔτει ταῦτ' ἐπράχθη, καὶ ὁ Σερουίλιος ὁ Ἰσαυρικὸς ὑπεργήρως ἀπέθανε. διά τε οὖν τοῦτο ἐμνημόνευσα αὐτοῦ, καὶ ὅτι οὕτως οἱ τότε Ῥωμαῖοι τούς τε τῷ ἀξιώματι προήκοντας ᾐδοῦντο καὶ τοὺς ἀναιδείᾳ τινὶ χρωμένους καὶ ἐπὶ τοῖς [2] ἐλαχίστοις ἐμίσουν ὥστε, ἐπειδὴ ἐκεῖνός τινα ἐν ὁδῷ ποτε ἀπαντήσαντά οἱ βαδίζοντι ἱππεύοντα, καὶ μήτε ἀποπηδήσαντα καὶ προσέτι ἰσχυρῶς προσεξελάσαντα, ἐγνώρισέ τε μετὰ τοῦτο ἐν δικαστηρίῳ κρινόμενον καὶ εἶπε τοῖς δικασταῖς τὸ γενόμενον, οὔτε λόγον ἔτ' αὐτῷ ἔδοσαν καὶ κατεψηφίσαντο πάντες.
[17]
[1] Αὔλου δὲ δὴ Ἱρτίου μετὰ Γαΐου Οὐιβίου ὑπατεύσαντος (οὗτος γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ ἐς τὰ λευκώματα τὰ Σύλλεια ἐσγραφέντος, ὕπατος τότε ἀπεδείχθη) βουλή τε ἐγένετο καὶ γνῶμαι ἐπὶ τρεῖς ἐφεξῆς ἡμέρας, ἀπ' αὐτῆς τῆς νουμηνίας ἀρξάμεναι, προετέθησαν· [2] ἔκ τε γὰρ τοῦ πολέμου ἐν χερσὶν ὄντος καὶ ἐκ τεράτων, ἃ πλεῖστα καὶ ἐξαισιώτατα ἐγεγόνει, ταρασσόμενοι οὐδὲ τῆς ἀποφράδος, τὸ μὴ ἐν ἐκείναις βουλεύσασθαί τι τῶν συμφερόντων σφίσιν, ἀπέσχοντο. κεραυνοί τε γὰρ παμπληθεῖς ἔπεσον, καί τινες αὐτῶν καὶ ἐς τὸν νεὼν τὸν τῷ Διὶ τῷ Καπιτωλίῳ ἐν τῷ Νικαίῳ ὄντα [3] κατέσκηψαν· καὶ πνεῦμα μέγα ἐπιγενόμενον τάς τε στήλας τὰς περὶ τὸ Κρόνιον καὶ περὶ τὸν τῆς Πίστεως νεὼν προσπεπηγυίας ἀπέρρηξε καὶ διεσκέδασε, καὶ τὸ ἄγαλμα τὸ τῆς Ἀθηνᾶς τῆς Φυλακίδος, ὃ πρὸ τῆς φυγῆς ὁ Κικέρων ἐς τὸ Καπιτώλιον ἀνετίθει, [4] κατέβαλε καὶ κατέθραυσε. καὶ τοῦτο μὲν καὶ αὐτῷ τῷ Κικέρωνι τὸν ὄλεθρον προεδήλωσε· τοὺς δὲ ἄλλους ἐκεῖνά τε ἐτάραττε καὶ σεισμὸς μέγας γενόμενος, ταῦρός τέ τις τυθείς τε δι' αὐτὸν ἐν τῷ Ἑστιαίῳ καὶ ἀναπηδήσας μετὰ τὴν ἱερουργίαν. πρὸς δὲ δὴ τούτοις τοιούτοις οὖσι λαμπὰς ἀπ' ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς [5] διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας ὤφθη. τό τε φῶς τοῦ ἡλίου ἐλαττοῦσθαί τε καὶ σβέννυσθαι, τοτὲ δὲ ἐν τρισὶ κύκλοις φαντάζεσθαι ἐδόκει, καὶ ἕνα γε αὐτῶν στέφανος σταχύων πυρώδης περιέσχεν, ὥστ' εἴπερ τι ἄλλο, καὶ τοῦτο ἐναργέστατα αὐτοῖς ἐκβῆναι· οἵ τε γὰρ ἄνδρες οἱ τρεῖς ἐδυνάστευον, λέγω δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον, καὶ ἐξ αὐτῶν ὁ [6] Καῖσαρ μετὰ τοῦτο τὴν νίκην ἔλαβεν. τότε δ' οὖν ταῦτά τε ἐγένετο, καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. κόρακές τε ἐς τὸ Διοσκόρειον ἐσπετόμενοι τὰ τῶν ὑπάτων τοῦ τε Ἀντωνίου καὶ τοῦ Δολοβέλλου ὀνόματα, ἐνταῦθά που ἐν [7] πινακίῳ ἐγγεγραμμένα, ἐξεκόλαψαν. καὶ κύνες πολλοὶ νυκτὸς κατά τε τὴν ἄλλην πόλιν καὶ πρὸς τῇ τοῦ ἀρχιερέως τοῦ Λεπίδου οἰκίᾳ μάλιστα συστρεφόμενοι ὠρύοντο. ὅ τε Ἠριδανὸς ἐπὶ πολὺ τῆς πέριξ γῆς πελαγίσας ἐξαίφνης ἀνεχώρησε, καὶ παμπληθεῖς ἐν τῷ ξηρῷ ὄφεις ἐγκατέλιπε. καὶ ἰχθῦς ἐκ τῆς θαλάσσης ἀμύθητοι [8] κατὰ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἐς τὴν ἤπειρον ἐξέπεσον. ἐπεγένετο μὲν οὖν καὶ [ὁ] λοιμὸς ἐπ' αὐτοῖς πάσῃ ὡς εἰπεῖν τῇ Ἰταλίᾳ ἰσχυρός, καὶ διὰ τοῦτο τό τε βουλευτήριον τὸ Ὁστίλιον ἀνοικοδομηθῆναι καὶ τὸ χωρίον ἐν ᾧ ἡ ναυμαχία ἐγεγόνει συγχωσθῆναι ἐψηφίσθη· οὐ μέντοι καὶ ἐνταῦθα στήσεσθαι τὸ δεινὸν ἐδόκει, [9] ἄλλως τε καὶ ἐπειδὴ τοῦ Οὐιβίου τὰ ἐσιτήρια τῇ νουμηνίᾳ θύοντος ῥαβδοῦχός τις αὐτοῦ ἔπεσεν ἐξαίφνης καὶ ἀπέθανεν. διὰ μὲν οὖν ταῦτα καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἐβουλεύσαντό τε, καὶ εἶπον ἄλλοι τε ἐφ' ἑκάτερα πολλοὶ καὶ ὁ Κικέρων ὧδε·
[18]
[1] "ὧν μὲν ἕνεκα τὴν ἀποδημίαν, ὡς καὶ ἐπὶ πλεῖστον ἐκδημήσων, ἐστειλάμην, καὶ διὰ σπουδῆς τὴν ἐπάνοδον, ὡς καὶ πολλὰ ὑμᾶς ὠφελήσων, ἐποιησάμην, ἠκούσατε πρῴην, ὦ πατέρες, ὅθ' ὑμῖν περὶ [2] αὐτῶν τούτων ἀπελογησάμην. οὔτε γὰρ ἐν δυναστείᾳ καὶ τυραννίδι ζῆν ὑπομείναιμ' ἄν, ἐν ᾗ μήτε πολιτεύσασθαι μήτε παρρησιάσασθαι ἀσφαλῶς μήτε τελευτῆσαι χρησίμως ὑμῖν δύναμαι, οὔτ' αὖ παρὸν τῶν δεόντων τι πρᾶξαι, κατοκνήσαιμ' ἂν καὶ μετὰ κινδύνου [3] τοῦτο ποιῆσαι. νομίζω γὰρ ἀνδρὸς ἀγαθοῦ ὁμοίως ἔργον εἶναι τοῖς τε τῆς πατρίδος συμφέρουσι τηρεῖν ἑαυτόν, φυλαττόμενον μὴ μάτην ἀπόληται, κἀν τούτῳ μηδὲν ἐλλείπειν τῶν προσηκόντων μήτε λέγοντα μήτε πράττοντα, κἂν ἄρα τι καὶ παθεῖν σώζοντα αὐτὴν ἀναγκαῖον ᾖ.
[19]
[1] οὕτω δὴ τούτων ἐχόντων ἦν μέν που πολλὴ καὶ παρὰ τοῦ Καίσαρος καὶ ἐμοὶ καὶ ὑμῖν ἀσφάλεια πρὸς τὸ τὰ δέοντα βουλεύσασθαι· ἐπεὶ δὲ καὶ μετὰ φρουρᾶς συνελθεῖν ἐψηφίσασθε, πάνθ' ἡμᾶς οὕτω δεῖ καὶ εἰπεῖν καὶ πρᾶξαι τήμερον ὥστε καὶ τὰ παρόντα καταστήσασθαι καὶ τοῦ μέλλοντος προϊδέσθαι, [ὥστε] μὴ καὶ αὖθις [2] ἀναγκασθῶμεν ὁμοίως ὑπὲρ αὐτῶν διαγνῶναι. ὅτι μὲν ‹οὖν› χαλεπὰ καὶ δεινὰ καὶ πολλῆς ἐπιμελείας καὶ φροντίδος δεόμενα τὰ πράγματα ἡμῶν ἐστι, καὶ ὑμεῖς αὐτοὶ δῆλον, εἰ καὶ ἐκ μηδενὸς ἄλλου, ἀλλ' οὖν ἐκ τούτου γε πεποιήκατε· οὐ γὰρ ἂν ἐψηφίσασθε φυλακὴν τοῦ βουλευτηρίου σχεῖν, εἴγε ἐξῆν ὑμῖν ἔν τε τῷ εἰωθότι [3] κόσμῳ καὶ ἐν ἡσυχίᾳ ἀδεῶς τι βουλεύσασθαι. δεῖ δὲ ἡμᾶς καὶ διὰ τοὺς στρατιώτας τοὺς παρόντας ἀξιόλογόν τι πρᾶξαι, ἵνα μὴ καὶ αἰσχύνην ὄφλωμεν, αἰτήσαντες μὲν αὐτοὺς ὡς καὶ φοβούμενοί τινας, ἀμελήσαντες δὲ τῶν πραγμάτων ὡς ἐν οὐδενὶ δεινῷ καθεστηκότες, καὶ λόγῳ μέν σφας ὑπὲρ τῆς πόλεως ἐπ' Ἀντώνιον [4] προσειληφότες, ἔργῳ δ' ἐκείνῳ καθ' ἡμῶν αὐτῶν δεδωκότες, ὥσπερ δέον αὐτόν, πρὸς τοῖς ἄλλοις στρατεύμασιν ἃ κατὰ τῆς πατρίδος συγκροτεῖ, καὶ αὐτοὺς τούτους προσλαβεῖν, ἵνα μηδὲν μηδὲ τήμερον κατ' αὐτοῦ ψηφίσησθε.
[20]
[1] καίτοι τινὲς ἐς τοῦτ' ἀναιδείας ἐληλύθασιν ὥστε τολμᾶν λέγειν ὡς οὐ πολεμεῖ τῇ πόλει, καὶ τοσαύτην γε εὐήθειαν ὑμῶν κατεγνώκασιν ὥστε καὶ νομίζειν τοῖς λόγοις ‹τοῖς› ἑαυτῶν πείσειν ὑμᾶς [2] προσέχειν μᾶλλον ἢ τοῖς ἔργοις τοῖς ἐκείνου. καὶ τίς ἂν ἀφεὶς τὸ τὰς πράξεις αὐτοῦ σκοπεῖν, καὶ τὴν στρατείαν ἣν ἐπὶ τοὺς συμμάχους ἡμῶν μήτε τῆς βουλῆς μήτε τοῦ δήμου προστάξαντος πεποίηται, καὶ τὰς χώρας ἃς κατατρέχει, καὶ τὰς πόλεις ἃς πολιορκεῖ, καὶ τὰς ἀπειλὰς ἃς πᾶσιν ἡμῖν ἀπειλεῖ, καὶ τὰς ἐλπίδας ἐφ' αἷς ἅπαντα ταῦτα ποιεῖ, τοῖς τε ῥήμασι τοῖς τούτων καὶ ταῖς ψευδολογίαις αἷς ἀναβάλλουσιν ὑμᾶς, σκήψεις καὶ προφάσεις λέγοντες, [3] ἐθελήσειε πεισθεὶς ἀπολέσθαι; ἐγὼ μὲν γὰρ τοσούτου δέω ταῦτα ποιοῦντα αὐτὸν ἔννομόν τι καὶ πολιτικὸν πρᾶγμα φάναι πράττειν, ὥστε καὶ ὅτι τὴν τῆς Μακεδονίας ἀρχὴν τὴν ἐκ τοῦ κλήρου προσταχθεῖσαν αὐτῷ κατέλιπε, καὶ ὅτι τὴν τῆς Γαλατίας ἀρχὴν τὴν [4] μηδὲν αὐτῷ προσήκουσαν ἀνθείλετο, καὶ ὅτι στρατεύματα ἃ ὁ Καῖσαρ ἐπὶ τοὺς Πάρθους προύπεμψε, συλλαβὼν περὶ αὑτόν, μηδενὸς ἐν τῇ Ἰταλίᾳ δεινοῦ ὄντος, ἔχει, καὶ ὅτι τὴν πόλιν ἐν τῷ τῆς ὑπατείας χρόνῳ ἐκλιπὼν περιέρχεται τὴν χώραν πορθῶν καὶ λυμαινόμενος, [21] [1] πάλαι φημὶ πολέμιον αὐτὸν ἁπάντων ἡμῶν εἶναι. εἰ δὲ μὴ παραχρῆμα τότε ᾐσθάνεσθε μηδὲ ἐφ' ἑκάστῳ αὐτῶν ἠγανακτεῖτε, ἐκεῖνον μὲν καὶ διὰ τοῦτο ἔτι μᾶλλον μισεῖν ἄξιόν ἐστιν, ὅτι τοιούτους ὄντας ὑμᾶς ἀδικῶν οὐ παύεται, καὶ δυνηθεὶς ἂν ἴσως συγγνώμης ἐφ' οἷς τὸ πρῶτον ἥμαρτε τυχεῖν, ἐς τοσοῦτο τῇ συνεχείᾳ τῆς πονηρίας προελήλυθεν ὥστε καὶ ὑπὲρ ἐκείνων χρῆναι [2] δίκην ὑποσχεῖν· ὑμῖν δὲ ἐς ὑπερβολὴν ἐπιμελητέον ἐστὶ τῶν πραγμάτων, ὁρῶσι καὶ λογιζομένοις τοῦθ', ὅτι τὸν τοσαυτάκις ὑμῶν ἐν τοσούτοις πράγμασι καταπεφρονηκότα ἀδύνατόν ἐστιν ἑκούσιον ὑπό τε τῆς αὐτῆς ἐπιεικείας καὶ τῆς αὐτῆς φιλανθρωπίας ὑμῶν σωφρονισθῆναι, ἀλλ' ἀνάγκη καὶ ἄκοντα νῦν, εἰ καὶ μὴ πρότερον, τοῖς ὅπλοις κολασθῆναι.
[22]
[1] μὴ γὰρ ὅτι καὶ ψηφίσασθαί τινα αὑτῷ τὰ μὲν ἀνέπεισεν ὑμᾶς τὰ δὲ ἐξεβιάσατο, ἧττόν τι παρὰ τοῦτο ἀδικεῖν αὐτὸν καὶ ἐλάττονος [2] διὰ τοῦτο ἄξιον τιμωρίας εἶναι νομίσητε. πᾶν γὰρ τοὐναντίον καὶ ὑπὲρ αὐτοῦ τούτου μάλιστα δίκην ὀφείλει δοῦναι, ὅτι πολλὰ καὶ δεινὰ προελόμενος δρᾶσαι δι' ὑμῶν τέ τινα αὐτῶν ἐποιήσατο, καὶ ταῖς παρ' ὑμῶν ἀφορμαῖς, ἃς οὔτε εἰδότας οὔτε προορωμένους τι τοιοῦτον ἐξαπατήσας ἠνάγκασεν αὑτῷ ψηφίσασθαι, ἐφ' ὑμᾶς [3] αὐτοὺς ἀπεχρήσατο. ποῦ γὰρ ἂν ἑκόντες ὑμεῖς τὰς μὲν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ κλήρου δοθείσας ἑκάστοις ἡγεμονίας κατελύσατε, τούτῳ δὲ ἐπετρέψατε τά τε ἄλλα πολλὰ τοῖς φίλοις καὶ τοῖς ἑταίροις διαδοῦναι, καὶ ἐς μὲν τὴν Μακεδονίαν τὸν ἀδελφὸν τὸν Γάιον πέμψαι, τὴν δὲ δὴ Γαλατίαν ἑαυτῷ μετὰ τῶν στρατευμάτων, [4] οἷς οὐδὲν ὑπὲρ ὑμῶν χρήσασθαι εἶχε, προστάξαι; ἢ οὐ μέμνησθε ‹ὅπως› ταραττομένους ὑμᾶς ἐπὶ τῇ τοῦ Καίσαρος τελευτῇ λαβὼν πάνθ' ὅσα ἠβουλήθη διεπράξατο, τὰ μὲν ἐπικοινῶν ὑμῖν ὑπούλως ‹καὶ› ἀκαίρως, τὰ δὲ αὐτὸς ἐφ' ἑαυτοῦ προσκακουργῶν, πάντα δὲ βιαζόμενος; στρατιώταις γοῦν, καὶ τούτοις βαρβάροις, καθ' ὑμῶν [5] ἐχρήσατο. καὶ τοῦτο θαυμάσειεν ἄν τις, εἰ κατ' ἐκείνους τοὺς χρόνους ἐψηφίσθη τι οἷον οὐκ ἐχρῆν, ὁπότε μηδὲ νῦν παρρησίαν ἄλλως εἰπεῖν τι καὶ πρᾶξαι τῶν δεόντων, εἰ μὴ μετὰ φρουρᾶς, ἐσχήκαμεν; ἣν εἰ τότε περιβεβλημένοι ἦμεν, οὔτ' ἂν ἐκεῖνος ὧν φήσει τις αὐτὸν τυχεῖν ἔτυχεν, οὔτ' ἂν τὰ μετὰ ταῦτα αὐξηθεὶς ἐξ αὐτῶν [6] ἔπραξε. μὴ οὖν ὅσα κελευόμενοι καὶ καταναγκαζόμενοι καὶ θρηνοῦντες δεδωκέναι αὐτῷ ἐδόξαμεν, ταῦτά τις ὡς καὶ νομίμως καὶ δικαίως γεγονότα προβαλλέσθω· οὐδὲ γὰρ ἐν τοῖς ἰδίοις, ὅσα ἄν τις ἕτερος ὑφ' ἑτέρου βιασθεὶς πράξῃ, κύρια ταῦτα τηρεῖται.
[23]
[1] καίτοι ταῦτα μέν, ὅσα γε ψηφίσασθαι δοκεῖτε, καὶ βραχέα καὶ οὐ πάνυ ἔξω τοῦ καθεστηκότος ὄντα εὑρήσετε. τί γὰρ δεινὸν εἰ ἕτερος ἀνθ' ἑτέρου Μακεδονίας ἢ Γαλατίας ἄρξειν ἔμελλεν; ἢ τί [2] χαλεπὸν εἴ τις στρατιώτας ὑπατεύων ἔλαβεν; ἀλλ' ἐκεῖνα χαλεπὰ καὶ σχέτλια, τὸ τὴν χώραν ἡμῶν κακουργεῖσθαι, τὸ τὰς πόλεις τὰς συμμαχίδας πολιορκεῖσθαι, τὸ τοὺς στρατιώτας τοὺς ἡμετέρους ἐφ' ἡμᾶς ὁπλίζεσθαι, τὸ τὰ ἡμέτερα καθ' ἡμῶν ἀναλίσκεσθαι· ἃ μήτε [3] ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι ‹τινὰ› ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε καὶ τὰ μὴ δοθέντα πράττειν· μηδ' ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ δι' αὐτὸ τοῦτο καὶ μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρ' ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς [4] ἄλλοις ἅπασι καθ' ὑμῶν ἐτόλμησε χρήσασθαι. σκοπεῖτε δέ· ἐψηφίσασθε τήν τε εἰρήνην καὶ τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους, καὶ ἐμοὶ πεισθέντες. ταύτην οὗτος πρυτανεῦσαι κελευσθεὶς οὕτω διῆχε πρόφασιν τὴν τοῦ Καίσαρος ταφὴν ποιησάμενος, ὥστε πᾶσαν μὲν τὴν πόλιν ὀλίγου καταπρησθῆναι, παμπόλλους δὲ αὖθις φονευθῆναι.
[5] ἐβεβαιώσατε πάντα τὰ δοθέντα τισὶ καὶ νομοθετηθέντα πρὸς τοῦ Καίσαρος, οὐχ ὡς καλῶς πάντ' ἔχοντα (πολλοῦ γε καὶ δεῖ), ἀλλ' ὅτι μηδὲν αὐτῶν μετακινηθῆναι συνέφερεν, ὅπως ἀνυπόπτως χωρὶς ὑπούλου τινὸς ἀλλήλοις συνῶμεν. τούτων ἐξεταστὴς οὗτος γενόμενος πολλὰ μὲν τῶν πραχθέντων ὑπ' αὐτοῦ καταλέλυκε, πολλὰ [6] δὲ ἕτερα ἀντεγγέγραφε· καὶ γὰρ χώρας καὶ πολιτείας καὶ ἀτελείας καὶ ἄλλας τινὰς τιμὰς τούς τε ἔχοντας ἀφῄρηται, καὶ ἰδιώτας καὶ βασιλέας καὶ πόλεις, καὶ τοῖς μὴ λαβοῦσι δέδωκε, παραποιησάμενος τὰ τοῦ Καίσαρος ὑπομνήματα, καὶ τοὺς μὲν μηδὲν ἐθελήσαντας αὐτῷ προΐεσθαι καὶ τὰ δοθέντα αὐτοῖς ἀφελόμενος, τοῖς δ' [7] ὠνητιάσασι καὶ ἐκεῖνα καὶ τἆλλα πάντα πωλήσας. καίπερ ὑμεῖς αὐτὰ ταῦτα προορώμενοι ἐψηφίσασθε μηδεμίαν στήλην μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὡς καὶ παρ' ἐκείνου τῷ δεδομένον τι ἔχουσαν, στῆναι. καὶ μέντοι καὶ μετὰ ταῦτα ὡς πολὺ τοῦτ' ἐγίγνετο, καὶ ἔλεγεν ἀναγκαῖον εἶναί τινα τῶν ἐν τοῖς γράμμασι τοῖς τοῦ [8] Καίσαρος εὑρεθέντων ἐκλεχθῆναί τε καὶ πραχθῆναι, ὑμεῖς μὲν μετὰ τῶν πρώτων ἀνδρῶν προσετάξατε αὐτῷ ταῦτα διαλέξαι, ἐκεῖνος δὲ οὐδὲν αὐτῶν φροντίσας, πάνθ' ὅσα ἐβούλετο μόνος καὶ περὶ τοὺς νόμους καὶ περὶ τοὺς φυγάδας καὶ περὶ τὰ ἄλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐξειργάσατο. οὕτω που πάντα τὰ δοκοῦντα ὑμῖν ποιεῖν βούλεται.
[24]
[1] ἆρ' οὖν ἐν τούτοις μόνον τοιοῦτος γέγονε, τὰ δ' ἄλλα ὀρθῶς διῴκηκε; ποῦ; πόθεν; οὐ τὰ χρήματα τὰ κοινὰ τὰ καταλειφθέντα ὑπὸ τοῦ Καίσαρος ἐπιζητῆσαι καὶ ἀποδεῖξαι κελευσθεὶς ἥρπακε, καὶ τὰ μὲν τοῖς δανεισταῖς ἀποδέδωκε τὰ δὲ ἐς τρυφὴν κατανάλωκεν, [2] ὥστε μηκέτ' αὐτῷ μηδὲ τούτων τι περιεῖναι; οὐ τὸ ὄνομα τὸ τοῦ δικτάτορος μισησάντων ὑμῶν διὰ τὴν ἐκείνου δυναστείαν καὶ παντελῶς ἐκ τῆς πολιτείας ἐκβαλόντων, τοῦτο μὲν ὥσπερ τι αὐτὸ ἐφ' ἑαυτοῦ ἀδικῆσαι δυνάμενον οὐκ ἐπιτέθειται, τὰ δὲ ἔργα αὐτοῦ καὶ τὴν πλεονεξίαν ἐν τῷ τῆς ὑπατείας προσρήματι ἐπιδέδεικται; [3] οὐχ ὑμεῖς μὲν πρύτανιν αὐτὸν τῆς ὁμονοίας ἀπεδείξατε, οὗτος δὲ πόλεμον αὐτὸς ἐφ' ἑαυτοῦ τηλικοῦτον, οὔτε προσήκοντα οὔτε ἐγνωσμένον, ἀνῄρηται πρὸς Καίσαρα καὶ Δέκιμον, οὓς ὑμεῖς [4] ἐπαινεῖτε; μυρία δ' ἂν εἴη λέγειν, εἴ τις ἐπεξιέναι καθ' ἕκαστον ἐθελήσειεν ὧν ὑμεῖς μὲν ἐπετρέψατε αὐτῷ ὡς ὑπάτῳ διοικῆσαι, ἐκεῖνος δὲ οὐδ' ὁτιοῦν ἐς δέον ἔπραξε, ἀλλὰ καὶ πάντα τἀναντία καθ' ὑμῶν τῇ παρ' ὑμῶν ἐξουσίᾳ δοθείσῃ χρώμενος πεποίηκεν.
[5] ἆρ' οὖν ἐς ὑμᾶς αὐτοὺς ἀναδέξεσθε καὶ ταῦτα τὰ κακῶς ὑπ' αὐτοῦ πεπραγμένα, καὶ αὐτοὶ πάντων σφῶν αἴτιοι γεγονέναι φήσετε, ὅτι τὴν διοίκησιν αὐτῶν καὶ τὸν ἐξετασμὸν αὐτῷ προσετάξατε; ἀλλὰ [6] ἄτοπον. οὐδὲ γὰρ ἂν στρατηγὸς ἢ καὶ πρεσβευτής τις αἱρεθεὶς μηδὲν τῶν δεόντων δράσῃ, τούτου τὴν αἰτίαν ὑμεῖς οἱ πέμψαντες αὐτοὺς ἕξετε. καὶ γὰρ ἂν εἴη δεινὸν εἰ πάντες οἱ προχειριζόμενοί τι πρᾶξαι τὰ μὲν κέρδη καὶ τὰς τιμὰς αὐτοὶ λαμβάνοιεν, τὰ δὲ [25] [1] ἐγκλήματα καὶ τὰς αἰτίας ἐφ' ὑμᾶς ἀναφέροιεν. οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι 'ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπετρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς [2] τὰ στρατεύματα ‹τὰ› ἐκ τῆς Μακεδονίας ἐδώκατε.' ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρ' αὐτοῦ λαβεῖν, ὅτι ταῦθ' ὑμᾶς ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν [3] ἐπιχειρεῖν ἐδώκατέ ποτε αὐτῷ. οὐδὲ γὰρ οὐδ' ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, ἐλάβετε, ὥσπερ που καὶ παρ' αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ [4] νῦν πεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ κοινὰ προσελθὼν πέπραχε.
[26]
[1] τὸν γὰρ δὴ ἴδιον αὐτοῦ βίον τάς τε ἰδίας ἀσελγείας καὶ πλεονεξίας ἑκὼν παραλείψω, οὐχ ὅτι οὐχὶ πολλὰ καὶ δεινὰ καὶ ἐν ἐκείνοις εὕροι τις ‹ἂν› αὐτὸν πεποιηκότα, ἀλλ' ὅτι αἰδοῦμαι νὴ τὸν Ἡρακλέα ἀκριβῶς καθ' ἕκαστον, ἄλλως τε ‹καὶ› πρὸς οὐδὲν ἧττον [2] εἰδότας ὑμᾶς, λέγειν ὅπως μὲν τὴν ὥραν τὴν ἐν παισὶν ὑμῖν διέθετο, ὅπως δὲ τὴν ἀκμὴν τὴν ἐφ' ἥβης ἀπεκήρυξε, τὰς ἑταιρήσεις αὐτοῦ τὰς λαθραίας, τὰς πορνείας τὰς ἐμφανεῖς, ὅσα ἔπαθεν ἕως ἐνεδέχετο, ὅσα ἔδρασεν ἀφ' οὗπερ ἠδυνήθη, τοὺς κώμους, τὰς [3] μέθας, τἆλλα πάντα τὰ τούτοις ἑπόμενα. ἀδύνατον γάρ ἐστιν ἄνθρωπον ἔν τε ἀσελγείᾳ καὶ ἐν ἀναισχυντίᾳ τοσαύτῃ τραφέντα μὴ οὐ πάντα τὸν ἑαυτοῦ βίον μιᾶναι· ὅθενπερ καὶ ἐπὶ τὰ κοινὰ ἀπὸ [4] τῶν ἰδίων καὶ τὴν κιναιδίαν καὶ τὴν πλεονεξίαν προήγαγε. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὴν ἐς Αἴγυπτον αὐτοῦ πρὸς Γαβίνιον ἀποδημίαν, τήν τε ἐς Γαλατίαν πρὸς Καίσαρα ἀπόδρασιν, ἵνα μή μέ τις φῇ πάντα ἀκριβολογεῖσθαι, αἰσχυνθεὶς ὑπὲρ ὑμῶν ὅτι τοιοῦτον αὐτὸν ὄντα εἰδότες καὶ δήμαρχον καὶ ἵππαρχον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἀπεδείξατε· ἃ δὲ ἐπ' αὐτοῖς τούτοις ἐπαρῴνησε καὶ ἐκακούργησε, μόνα νῦν ἐρῶ.
[27]
[1] οὗτος τοίνυν δημαρχήσας πρῶτον μὲν ἁπάντων ἐκώλυσεν ὑμᾶς τὰ τότε περιστάντα πράγματα εὖ θέσθαι, βοῶν καὶ κεκραγὼς καὶ [2] μόνος ἐξ ἁπάντων ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δὲ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε δι' αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδεμίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθ' [3] ὑμῖν συμβάντων αἰτιώτατος ἐγένετο. εἰ γὰρ μὴ τότε τοῖς βουλήμασιν ὑμῶν ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε σκῆψιν οὐδεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν ἠθροίκει, ἀλλ' ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων ‹ἀπήλλακτο› ἢ καὶ ἄκων ἐσεσωφρόνιστο.
[4] νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ τὸ δαιμόνιον ἐναργῶς [5] ἐσήμηνεν. ὅτε γοῦν τοὺς θαυμαστοὺς ἐκείνους νόμους ἐσέφερε, βροντῶν πάντα καὶ ἀστραπῶν ἐπληρώθη. ὧν οὐδὲν ὁ μιαρὸς οὗτος, καίπερ οἰωνιστὴς εἶναι λέγων, φροντίσας, κακῶν καὶ πολλῶν, ὥσπερ εἶπον, οὐ τὴν πόλιν μόνον ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπλήρωσε.
μετὰ ταῦτα τοίνυν τί μὲν δεῖ λέγειν ὡς ἐπ' ἐνιαυτὸν ὅλον [28] [1] ἱππάρχησεν, ὃ μήπω πρότερον ἐγεγόνει; τί δ' ὅτι καὶ τότε μεθύων τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπ' αὐτοῦ [2] τοῦ βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δ' ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει; [3] τί δ' ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδεσθείς, ἀλλ' ἐφ' οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθ' ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπ' ἐκεῖνα καὶ ἐπ' ἄλλα πολλὰ ἐπεπήδησεν [4] ὡς μηδεμίαν αὐτῶν τιμὴν ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη· οὕτως αὐτοῦ καὶ ὁ Καῖσαρ κατέγνω· καὶ πάνθ' ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ ἡ Χάρυβδις.
[29]
[1] ‹καὶ› ταῦτα μὲν ἐάσω· τὰς δὲ δὴ ὕβρεις ἃς τὸ κοινὸν ὕβρισε, καὶ τὰς σφαγὰς ἃς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν εἰργάσατο, πῶς ἄν τις σιωπήσειεν; ἢ οὐ μέμνησθε πῶς βαρὺς μὲν ὑμῖν καὶ αὐτῇ τῇ [2] ὄψει, βαρύτατος δὲ τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε [3] χρῆσθαι καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ δι' ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσλαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενος ... αἰτιώτατος μὲν ἐγένετο [4] ‹τοῦ› παμπληθεῖς σφων σφαγῆναι, αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρνάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπ' αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε καὶ ἠδυνήθη, παντελῶς κατειργάσατο.
[30]
[1] καὶ οὐδὲ ταῦτα μέντοι αὐτὸν ἐσωφρόνισεν, ἀλλ' ὑπατεύσας γυμνός, ὦ πατέρες, γυμνὸς καὶ μεμυρισμένος ἔς τε τὴν ἀγορὰν ἐσῆλθε, πρόφασιν τὰ Λυκαῖα ποιησάμενος, κἀνταῦθα πρὸς τὸ βῆμα μετὰ τῶν ῥαβδούχων προσῆλθε, καὶ ἐκεῖ κάτωθεν ἐδημηγόρησεν· [2] ὅπερ, ἀφ' οὗ γέγονεν ἡ πόλις, οὐδένα ἄλλον οὐχ ὅτι ὕπατον ἀλλ' οὐδὲ στρατηγὸν οὐδὲ δήμαρχον οὐδ' ἀγορανόμον οὐδεὶς οἶδε πεποιηκότα. τὰ γὰρ Λυκαῖα ἦν, καὶ ἐπὶ τοῦ ἑταιρικοῦ τοῦ Ἰουλίου ἐτέτακτο· ταῦτα γὰρ ὁ Σέξτος αὐτὸν ὁ Κλώδιος τῶν δισχιλίων [3] πλέθρων τῶν ἐν τῇ Λεοντίνων γῇ δοθέντων ἐξεπαίδευσεν. ἀλλὰ καὶ ὑπάτευες, ὦ χρηστέ (ἐρῶ γὰρ ὡς πρὸς παρόντα σε), καὶ οὔτε ἔπρεπέ σοι οὔτε ἐξῆν τοιούτῳ ὄντι ‹ἐν› τῇ ἀγορᾷ πρὸς τῷ βήματι, πάντων ἡμῶν παρόντων, τοιαῦτ' εἰπεῖν, ἵν' ἅμα τε τὸ θαυμαστόν σου σῶμα καὶ εὔσαρκον καὶ βδελυρὸν θεωρῶμεν, καὶ τῆς μιαρᾶς σου φωνῆς τῆς μεμυρισμένης τὰ δεινὰ ἐκεῖνα λεγούσης ἀκούωμεν· [4] τοῦτο γὰρ περὶ τοῦ στόματός σου μᾶλλον ἤ τι ἕτερον εἰπεῖν βούλομαι. τὰ μὲν γὰρ Λυκαῖα καὶ ἄλλως ἂν τῆς προσηκούσης θρησκείας οὐκ ἀπέτυχε, σὺ δὲ πᾶσαν ὁμοῦ τὴν πόλιν κατῄσχυνας, ἵνα [5] μηδὲν μηδέπω περὶ τῶν τότε λεχθέντων εἴπω· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ ὑπατεία δημοσία τοῦ δήμου παντός ἐστι, καὶ δεῖ τὸ ἀξίωμα αὐτῆς πανταχοῦ σώζεσθαι καὶ μηδαμοῦ μήτε γυμνοῦσθαι μήθ' [31] [1] ὑβρίζεσθαι. τάχα γ' ἂν οὗτος ἢ τὸν Ὁράτιον τὸν παλαιὸν ἐκεῖνον ἢ καὶ τὴν Κλοιλίαν τὴν ἀρχαίαν ἐμιμήσατο, ὧν ἡ μὲν τὴν ἐσθῆτα πᾶσαν ἐνδεδυκυῖα τὸν ποταμὸν διενήξατο, ὁ δὲ καὶ μετὰ τῶν ὅπλων ἐς τὸ ῥεῦμα ἑαυτὸν ἐνέβαλεν. ἄξιόν γε (οὐ γάρ;) καὶ τούτου τινὰ εἰκόνα στῆσαι, ἵν' ὁ μὲν καὶ ἐν τῷ Τιβέριδι ὡπλισμένος, ὁ δὲ καὶ ἐν τῇ [2] ἀγορᾷ γυμνὸς ὁρῷτο. καὶ γάρ τοι διὰ ταῦτα ἐκεῖνοι μὲν ἡμᾶς καὶ ἔσωζον καὶ ἠλευθέρουν, οὗτος δὲ πᾶσαν μὲν τὴν ἐλευθερίαν ἡμῶν, ὅσον ἐπ' αὐτῷ ἦν, ἀφείλετο, πᾶσαν δὲ τὴν δημοκρατίαν κατέλυσεν, καὶ δεσπότην μὲν ἀντὶ ὑπάτου τύραννον δὲ ἀντὶ δικτάτορος ἡμῖν ἀντικατέστησε. μέμνησθε γὰρ οἷα μὲν προσελθὼν πρὸς τὸ βῆμα [3] εἶπεν, οἷα δὲ ἀναβὰς ἐπ' αὐτὸ ἔπραξε. καίτοι ὅστις ἐτόλμησε, Ῥωμαῖός τε ὢν καὶ ὑπατεύων, βασιλέα τινὰ Ῥωμαίων ἔν τε τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ καὶ πρὸς τῷ βήματι τῷ ἐλευθερίῳ, παντὸς μὲν τοῦ δήμου πάσης δὲ τῆς βουλῆς παρούσης ἀνειπεῖν, καὶ τό τε διάδημα [4] εὐθὺς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιθεῖναι, καὶ προσκαταψεύσασθαι πάντων ἡμῶν ἀκουόντων ὅτι αὐτοὶ ταῦτα αὐτῷ καὶ εἰπεῖν καὶ πρᾶξαι ἐπεσκήψαμεν, τί μὲν οὐκ ἂν τῶν δεινοτάτων τολμήσειε, [32] [1] τίνος δ' ἂν τῶν χαλεπωτάτων ἀπόσχοιτο; ἡμεῖς, ὦ Ἀντώνιε, ἡμεῖς σοι ταῦτ' ἐνετειλάμεθα, οἱ τοὺς Ταρκυνίους ἐξελάσαντες, οἱ τὸν Βροῦτον ἀγαπήσαντες, οἱ τὸν Καπιτώλιον κατακρημνίσαντες, οἱ [2] τὸν Σπούριον ἀποκτείναντες; ἡμεῖς βασιλέα τινὰ ἀσπάσασθαί σε προσετάξαμεν, οἱ καὶ αὐτὴν τὴν ἐπωνυμίαν αὐτοῦ, καὶ προσέτι καὶ τὴν τοῦ δικτάτορος δι' ἐκείνην, ἐπάρατον ποιησάμενοι; ἡμεῖς τύραννόν τινα ἀποδεῖξαί σοι ἐκελεύσαμεν, οἱ τὸν Πύρρον ἐκ τῆς Ἰταλίας ἐκβαλόντες, οἱ τὸν Ἀντίοχον ὑπὲρ τὸν Ταῦρον ἀπελάσαντες, οἱ καὶ [3] Μακεδονίαν τυραννουμένην παύσαντες; οὐ μὰ τὰς ῥάβδους τὰς Οὐαλερίου καὶ τὸν νόμον τὸν Πορκίου, οὐ μὰ τὸ σκέλος τὸ Ὁρατίου καὶ τὴν χεῖρα τὴν Μουκίου, οὐ μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος [4] τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δουλεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. καὶ ποῦ τοῦτο γεγραμμένον εὗρες; οὗπερ καὶ τὸ τοὺς Κρῆτας ἐλευθέρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.
[33]
[1] εἶτ' ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμένετε καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα [2] γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλ' ἐκβαλεῖ ποτε ἐκ τῆς διανοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ [3] εἰπὼν καὶ ποιήσας ἀτιμώρητος ἐγένετο; καὶ τίς ἀνθρώπων ‹ἃ› ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτ' οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δ' ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφ' ἑαυτὸν ἅμα ἀποδεῖξαι τολμήσας [34] [1] οὐκ ἂν αὐτὸς μοναρχῆσαι ἐθελήσειεν; ὥστε εἰ καὶ τότε αὐτοῦ ἐφείσασθε, ἀλλὰ νῦν γε καὶ δι' ἐκεῖνα αὐτὸν μισήσατε· μηδ' ἐθελήσητε μαθεῖν τί κατορθώσας ὅσα βούλεται δράσει, ἀλλ' ἐκ τῶν ἤδη προτετολμημένων αὐτῷ τὸ μηδὲν ἔτι δεινὸν παθεῖν προνοήσατε.
[2] καὶ γάρ τοι τί καὶ φήσειεν ἄν τις; ὀρθῶς τότε τὸν Καίσαρα ποιῆσαι μὴ προσδεξάμενον μήτε τὸ ὄνομα τοῦ βασιλέως μήτε τὸ διάδημα; οὐκοῦν οὗτος κακῶς ταῦτα αὐτῷ προύτεινεν ἃ μηδὲ ἐκεῖνον [3] ἤρεσεν. ἀλλ' ἁμαρτεῖν ὅτι καὶ τὴν ἀρχὴν τοιοῦτό τι ἀκούσας καὶ ἰδὼν ἠνέσχετο; οὐκοῦν εἴπερ ἐκεῖνος εἰκότως ἐπὶ τούτοις τέθνηκε, πῶς οὐ καὶ οὗτος, ὁμολογῶν τρόπον τινὰ τυραννῆσαι ἐπιθυμεῖν, [4] δικαιότατός ἐστιν ἀπολέσθαι; ὅτι γὰρ ταῦθ' οὕτως ἔχει, δῆλον μέν ἐστι καὶ ἐκ τούτων ὧν προείρηκα, φανερώτατα δὲ ἐξ αὐτῶν ὧν μετὰ ταῦτ' ἔπραξεν ἐλέγχεται. τίνος μὲν γὰρ ἄλλου ἕνεκα, ἐξὸν αὐτῷ τὴν ἡσυχίαν ἀσφαλῶς ἄγειν, ταράττειν τὰ πράγματα καὶ [5] πολυπραγμονεῖν ἐπικεχείρηκε; τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ [6] ἄκουσαν αὐτὴν βιάζεται; διὰ τί, τοῦ Βρούτου τοῦ Δεκίμου καὶ ἑαυτὸν καὶ τοὺς στρατιώτας καὶ τὰς πόλεις ἡμῖν παραδιδόντος, οὗτος οὐχ ὅπως οὐκ ἐμιμήσατο αὐτόν, ἀλλὰ καὶ πολιορκεῖ κατακλείσας; οὐκ ἔστιν ὅπως οὐκ ἐπ' ἄλλο τι καὶ ἐφ' ἡμᾶς κἀκεῖνα καὶ τἆλλα πάντα παρασκευάζεται.
[35]
[1] ταῦτ' οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦτον ἐφ' ἡμᾶς αὐτοὺς τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευθερίας, [2] ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ πολλὰ ὑπ' αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐθαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν [3] ἐν τοῖς πολέμοις κρατήσας πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατοντάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρ' ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐτὴν [4] ἀναπλῆσαι. καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θεραπεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;
[36]
[1] μὴ τοίνυν ἀναμείνητε παθόντες τι τοιοῦτο μεταγνῶναι, ἀλλὰ πρὶν παθεῖν φυλάξασθε· σχέτλιον γάρ, ἐξὸν προκαταλαβεῖν τὰ δεινά, εἶτα περιιδόντας αὐτὰ γενόμενα μετανοῆσαι. μηδὲ ἐθελήσητε, προέμενοι τὰ παρόντα, Κασσίου τινὸς αὖθις ἄλλου καὶ Βρούτων τινῶν ἄλλων δεηθῆναι· γελοῖον γάρ, ἐξὸν αὐτοὺς ἑαυτοῖς τὰ κατὰ καιρὸν βοηθῆσαι, ζητεῖν μετὰ ταῦτα τοὺς ἐλευθεροῦντας [2] ἡμᾶς. οὓς ἴσως οὐδὲ εὑρήσομεν, ἄλλως τε κἂν οὕτω τοῖς παροῦσι χρησώμεθα. τίς γὰρ ἂν ἰδίᾳ ὑπὲρ τῆς δημοκρατίας κινδυνεῦσαι ἐθελήσειεν, ὁρῶν ἡμᾶς δημοσίᾳ πρὸς τὴν δουλείαν ἑτοίμως ἔχοντας; καὶ μὴν ὅτι γε οὐ στήσεταί ποτε ταῦτα ποιῶν, ἀλλ' ἐν τοῖς [3] πόρρω καὶ ἐλάττοσιν ἐφ' ἡμᾶς αὐξάνεται, παντὶ δῆλόν ἐστιν. οὐ γάρ που δι' ἄλλο τι Δεκίμῳ πολεμεῖ καὶ Μούτιναν πολιορκεῖ ἢ ἵνα νικήσας αὐτοὺς καὶ λαβὼν ἐφ' ἡμᾶς συσκευάσηται· οὔτε γὰρ ἠδίκηταί τι ὑπ' αὐτῶν ὥστ' ἀμύνασθαι δοκεῖν, οὔτ' αὖ τῶν μὲν ἀγαθῶν τῶν παρ' ἐκείνοις ἐπιθυμεῖ, καὶ διὰ τοῦτο καὶ πόνους καὶ κινδύνους ὑπομένει, τῶν δ' ἡμετέρων, οἳ καὶ ἐκεῖνα καὶ ἄλλα [4] πολλὰ κεκτήμεθα, ἐθελοντὴς ἀφέξεται. τοῦτ' οὖν ἀναμενοῦμεν, ἵνα καὶ ταῦτα καὶ ἄλλα ἄττα προσλαβὼν δυσπολέμητος γένηται; καὶ πιστεύσομεν ἐξαπατῶντι αὐτῷ καὶ λέγοντι ‹ὅτι› οὐ πολεμεῖ [37] [1] τῇ πόλει; καὶ τίς οὕτως εὐήθης ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμάχους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορκεῖ, [2] κακόνουν αὐτὸν ἡμῖν εἶναί φημι, ἀλλὰ καὶ ἐξ ὧν πρότερόν ποτε, οὐχ ὅτι τελευτήσαντος τοῦ Καίσαρος ἀλλὰ καὶ ζῶντος ἔτι, καὶ κακῶς καὶ ἀσελγῶς ἔπραξεν, καὶ ἐχθρὸν καὶ ἐπίβουλον καὶ τῆς [3] πολιτείας καὶ τῆς ἐλευθερίας ἡμῶν γεγονέναι διορίζομαι· τίς γὰρ ἂν τὴν πατρίδα φιλῶν ἢ τίς τυραννίδα μισῶν ἕν γέ τι τούτων ἐποίησεν ἃ πολλὰ καὶ παντοδαπὰ οὗτος δέδρακε; πολέμιος μὲν δὴ πάλαι καὶ πανταχόθεν ὢν ἡμῖν ἐλέγχεται, ἔχει δὲ οὕτως. ἂν μὲν ἤδη καὶ τὴν ταχίστην ἀμυνώμεθα αὐτόν, πάντα καὶ τὰ προειμένα [4] ἀναληψόμεθα· ἂν δ' ἀμελήσαντες τοῦτο ποιεῖν περιμένωμεν ἕως ἂν ἡμῖν αὐτὸς ἐκεῖνος ἐπιβουλεύειν ὁμολογήσῃ, πάντων ἁμαρτησόμεθα. τοῦτο μὲν γὰρ οὐδ' ἂν πρὸς αὐτὴν τὴν πόλιν προσελαύνῃ ποιήσει, ὥσπερ οὐδ' ὁ Μάριος οὐδ' ὁ Κίννας οὐδ' [5] ὁ Σύλλας· ἂν δὲ ἐν τῷ κράτει τῶν πραγμάτων γένηται, οὐκ ἔστιν ὅ τι οὐ δράσει τῶν αὐτῶν ἐκείνοις, ἢ καὶ χαλεπώτερον. ἄλλα τε γὰρ λέγειν οἱ πρᾶξαί ‹τι› γλιχόμενοι καὶ ἄλλα ποιεῖν οἱ κατορθώσαντες εἰώθασι· πρὸς μὲν γὰρ τὸ κρατῆσαι τούτου πάντα πλάττονται, [6] τυχόντες δὲ αὐτοῦ οὐδενὸς ὧν ἐπιθυμοῦσιν ἀπέχονται. καὶ προσέτι καὶ τὰ τετολμημένα τισὶν οἱ ἐπιγιγνόμενοι νικᾶν ἀεὶ ἐθέλουσι, τὸ μὲν ὅμοιον ὡς καὶ σμικρὸν ἐκ τοῦ προπεπρᾶχθαι νομίζοντες, τὸ δὲ ἄτοπον ὡς καὶ μόνον σφῶν ἄξιον ἐκ τοῦ παραδόξου προαιρούμενοι.
[38]
[1] ταῦτ' οὖν ὁρῶντες, ὦ πατέρες, μηκέτι μέλλωμεν, μηδ' ὑπὸ τῆς ἐν τῷ παρόντι ῥᾳστώνης δελεαζώμεθα, ἀλλὰ τῆς πρὸς τὸ [2] μέλλον ἀσφαλείας προϊδώμεθα. πῶς γὰρ οὐκ αἰσχρὸν Καίσαρα μέν, ἄρτι τε ἐκ παίδων προεληλυθότα καὶ οὐ πολὺς ἐξ οὗ χρόνος ἐς τοὺς ἐφήβους ἐγγεγραμμένον, τοσαύτην τοῦ κοινοῦ πρόνοιαν ποιεῖσθαι ὥστε καὶ τὰ χρήματα ὑπὲρ τῆς σωτηρίας αὐτοῦ ἀναλίσκειν καὶ στρατιώτας ἀθροίζειν, ἡμᾶς δὲ μήτ' αὐτούς τι τῶν δεόντων πρᾶξαι μήτε ἐκείνῳ συνάρασθαι προελέσθαι, καίπερ πεῖραν [3] ἔργῳ τῆς εὐνοίας αὐτοῦ εἰληφότας; τίς γὰρ οὐκ οἶδεν ‹ὅτι› εἰ μὴ μετὰ τῶν ἐκ τῆς Καμπανίας στρατιωτῶν ἐνταῦθα ἀφῖκτο, πάντως ‹ἂν› Ἀντώνιος ἐκ τοῦ Βρεντεσίου εὐθύς, ὥσπερ εἶχεν, ἐς τὴν πόλιν ἡμῶν μετὰ πάντων τῶν στρατευμάτων ὥσπερ τις χειμάρρους [4] ἐσεπεπτώκει; καὶ μὴν καὶ ἐκεῖνο δεινόν, τοὺς μὲν πάλαι ἐστρατευμένους ἑκουσίους ἑαυτοὺς ὑμῖν πρὸς τὰ παρόντα πράγματα ἐπιδεδωκέναι, μήτε τὴν ἡλικίαν μήτε τὰ τραύματα, ἃ πρότερόν ποτε πολεμοῦντες ὑπὲρ ὑμῶν ἔλαβον, ὑπολογισαμένους, ὑμᾶς δὲ μηδὲ ἐπικυρῶσαι τὸν πόλεμον ἐθελῆσαι τὸν ὑπ' αὐτῶν ἐκείνων [5] προκεχειροτονημένον, ἀλλὰ τοσούτῳ χείρους καὶ τῶν κινδυνευόντων αὐτῶν γίγνεσθαι ὥστε ἐπαινεῖν μὲν τοὺς στρατιώτας τοὺς τήν τε μιαρίαν τοῦ Ἀντωνίου κατιδόντας καὶ ἐκείνου μὲν καὶ ὑπατεύοντος ἀποστάντας, τῷ δὲ δὴ Καίσαρι, τοῦτ' ἔστιν ὑμῖν δι' αὐτοῦ, προσθεμένους, ἃ δ' ὀρθῶς αὐτοὺς πεποιηκέναι φατέ, ταῦτ' [6] ὀκνῆσαι ψηφίσασθαι. καὶ μέντοι καὶ τῷ Βρούτῳ χάριν ἴσμεν ὅτι μήτε τὸ κατ' ἀρχὰς ἐσεδέξατο τὸν Ἀντώνιον ἐς τὴν Γαλατίαν καὶ νῦν ἐπιστρατεύσαντα ἀπωθεῖται. τί ποτ' οὖν οὐχὶ καὶ αὐτοὶ τὰ αὐτὰ ποιοῦμεν; τί δὲ οὐ τοὺς ἄλλους οὓς ὀρθῶς φρονοῦντας ἐπαινοῦμεν, [39] [1] [οὐ] μιμούμεθα; καίτοι δυοῖν ἡμᾶς ἀνάγκη θάτερον, ἢ τούτους πάντας, τὸν Καίσαρα λέγω, τὸν Βροῦτον, τοὺς πάλαι στρατιώτας, τὰ στρατόπεδα, κακῶς τε βεβουλεῦσθαι φάναι καὶ τιμωρίαν δεῖν ὑποσχεῖν ὅτι μήθ' ἡμῶν μήτε τοῦ δήμου ψηφισαμένων ἐτόλμησαν, οἱ μὲν τὸν ὕπατόν σφων καταλιπόντες οἱ δὲ [2] ἐπ' αὐτὸν ἀθροισθέντες, προσπολεμῆσαι αὐτῷ· ἢ τὸν Ἀντώνιον πάλαι τε [καὶ] ὑφ' ἡμῶν τοῖς ἔργοις αὐτοῖς πολέμιον ὁμολογεῖν εἶναι κεκρίσθαι, καὶ χρῆναι καὶ κοινῇ γνώμῃ πρὸς πάντων ἡμῶν κολασθῆναι. καὶ μὴν ὅτι τοῦτο οὐ μόνον δικαιότερον ἀλλὰ καὶ [3] λυσιτελέστερον ἡμῖν ἐστιν, οὐδεὶς ἀγνοεῖ. ὁ μέν γε οὔτ' αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν;) οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ [4] κοινωνοὺς ἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳ [40] [1] προσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύλια κακὰ παρασκεύασας ἔπειτ' ἐπ' ἐλάχιστον τῶν κινδύνων μετέσχεν, ἐπὶ πολὺ μὲν ‹ἐν› τῷ Βρεντεσίῳ καταμείνας ὑπὸ δειλίας, ὥστ' ὀλίγου τὸν Καίσαρα μονωθέντα δι' αὐτὸν πταῖσαι, πάντας δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς [2] Φαρνάκην, τὸν ἐν Ἀφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς. τίς δ' οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ, [3] εἴγε ἐγὼ τὴν ὑπόσχεσιν αὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρ' αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερόγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφ' ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν.
[41]
[1] καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπ' αὐτὸν παρεσκεύασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γεγονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλ' ὅτι καὶ τοῦτο κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπ' αὐτοῦ [2] ἀπολωλέναι. ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον διαβαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω [3] τῆς ἐλευθερίας ἀπ' αὐτοῦ ἀπολαύσας, Ἀντώνιος δὲ ἄχθεται ὁ πᾶσαν μὲν τὴν ἐκείνου οὐσίαν διαρπάσας, πάμπολλα δὲ ἐπὶ τῇ τῶν γραμμάτων αὐτοῦ προφάσει κακουργήσας, καὶ τέλος πρὸς τὴν διαδοχὴν τῆς δυναστείας αὐτοῦ ἐπειγόμενος;
[42]
[1] ἀλλ' ἐκεῖσε ἐπάνειμι, ὅτι οὔτ' αὐτὸς ἀξιοστρατήγητόν τι ἢ ἀξιόνικον ἔχει, οὔτε στρατεύματα πολλὰ ἢ ἀξιόμαχα κέκτηται. οἱ μὲν γὰρ πλεῖστοι οἵ τε ἄριστοι τῶν στρατιωτῶν ἐγκαταλελοίπασιν αὐτόν, καὶ νὴ Δία καὶ τῶν ἐλεφάντων ἐστέρηται· οἱ δὲ δὴ λοιποὶ ὑβρίζειν καὶ ἁρπάζειν τὰ τῶν συμμάχων μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι.
[2] τεκμήριον δὲ τοῦ μὲν τρόπου τῆς προαιρέσεως αὐτῶν, ὅτι καὶ νῦν ἔτ' αὐτῷ συστρατεύονται, τῆς δὲ ἀνανδρίας, ὅτι τὴν Μούτιναν τοσοῦτον ἤδη χρόνον πολιορκοῦντες οὐχ ᾑρήκασι. καὶ τὰ μὲν τοῦ Ἀντωνίου τῶν τε συνόντων αὐτῷ τοιαῦτα ὄντα εὑρίσκεται· [3] τὰ δὲ δὴ Καίσαρος τοῦ τε Βρούτου καὶ τῶν συνεξεταζομένων σφίσι δύσμαχα μὲν καὶ καθ' ἑαυτά ἐστιν (ἀμέλει Καῖσαρ μὲν καὶ τῶν στρατιωτῶν αὐτοῦ συχνοὺς ἐσφετέρισται, Βροῦτος δὲ ἐκ τῆς [4] Γαλατίας αὐτὸν ἐξείργει), ἂν δὲ δὴ καὶ ὑμεῖς ἐπικουρήσητε αὐτοῖς, πρῶτον μὲν ἐπαινέσαντές σφας ἐφ' οἷς ἰδιογνωμονήσαντες ἐποίησαν, ἔπειτα δὲ τὰ πραχθέντα ὑπ' αὐτῶν βεβαιώσαντες, πρός τε τὸ μέλλον ἐξουσίαν ἔννομον αὐτοῖς δόντες, ἔπειτα τοὺς ὑπάτους ἀμφοτέρους ἐπὶ τὸν πόλεμον ἐκπέμψαντες, οὐκ ἔστιν ὅπως βοηθήσουσί [5] τινες αὐτῷ τῶν νῦν συνόντων. οὐ μὴν οὐδ' ἂν τὰ μάλιστα συμμείνωσιν, ἀντισχεῖν γε πρὸς πάντας ἅμα τοὺς ἄλλους δυνήσεται, ἀλλ' ἤτοι ἑκών, ἐπειδὰν πρῶτον πύθηται ταῦθ' ὑμᾶς ἐψηφισμένους, τά τε ὅπλα καταθήσεται καὶ ἐφ' ὑμῖν ἑαυτὸν ποιήσεται, ἢ καὶ ἄκων ἐκ μιᾶς μάχης ἁλώσεται.
[6] ἐγὼ μὲν δὴ ταῦθ' ὑμῖν παραινῶ, καὶ εἴγε ὑπατεύων ἔτυχον, πάντως ἂν καὶ ἐποίησα, καθάπερ καὶ πρότερον, ὅτε καὶ τὸν Κατιλίναν καὶ τὸν Λέντουλον, αὐτῷ τούτῳ προσήκοντα, ἐπιβουλεύσαντας [43] [1] ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν ἄγειν, [2] ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλειν), λόγῳ μὲν εὐπρεπέστατον, τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς [3] καὶ πρεσβείαις πρὸς τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, [4] δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας. δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή· καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλ' ὥσπερ τοὺς οἰκέτας τοὺς ἀποδιδράσκοντας καὶ μετιέναι καὶ κολάζειν ἐκ τοῦ [44] [1] ὑπέρφρονος. πῶς δὲ οὐ δεινὸν ἐκεῖνον μὲν μὴ μελλῆσαι ἡμᾶς ἀδικεῖν, ἡμᾶς δὲ δὴ μέλλειν ἀμύνασθαι; καὶ ἐκεῖνον μὲν ἐκ πολλοῦ τὰ ὅπλα ἐν χερσὶν ἔχοντα πάντα τὰ τοῦ πολέμου πράττειν, ἡμᾶς δὲ ἐν ψηφίσμασι καὶ πρεσβείαις τοὺς χρόνους κατατρίβειν, καὶ ὃν ἐκ τῶν ἔργων ἀδικοῦντα πάλαι πεφωράκαμεν, τοῦτον συλλαβαῖς [2] καὶ ῥήμασι μόνοις μεταχειρίζεσθαι; τί προσδοκῶντας; ἢ ὅτι ὑπακούσει ποτὲ ἡμῖν καὶ αἰδεσθήσεταί ποτε ἡμᾶς; καὶ πῶς, ὅς γε ἐς τοῦτ' ἤδη προκεχώρηκεν ὥστε μηδ' ἂν βούληται δύνασθαι δημοκρατικῶς ἡμῖν συμπολιτεῦσαι. εἰ μὲν γὰρ ἴσως καὶ κοινῶς ζῆν ἠβούλετο, οὐδ' ἂν ἀπ' ἀρχῆς τοιούτοις πράγμασιν ἐπεχείρησεν, εἴ τε καὶ ὑπ' ἀνοίας ἢ καὶ προπετείας τοῦτ' ἐποίησε, πάντως ἂν [3] ἑκὼν εὐθὺς αὐτῶν ἀπηλλάγη· νῦν δ' ἅπαξ καὶ ἐκ τῶν νόμων καὶ ἐκ τῆς πολιτείας ἐκβάς, καί τινα καὶ δύναμιν ἐκ τούτου καὶ ἐξουσίαν προσλαβών, οὐκ ἔστιν ὅπως ἂν ἐθελούσιος μεταβάλοιτο καὶ τῶν δογμάτων τι τῶν ὑμετέρων προτιμήσειεν, ἀλλ' ἀνάγκη τὸν τοιοῦτον αὐτοῖς τοῖς ὅπλοις, οἷσπερ ἡμᾶς ἀδικεῖν ἐτόλμησε, καὶ [45] [1] κολασθῆναι. καί μοι νῦν μάλιστα τὸ λεχθέν ποτε ὑπ' αὐτοῦ ἐκείνου μνημονεύσατε, ὅτι οὐχ οἷόν τέ ἐστιν ὑμῖν, ἂν μὴ κρατήσητε, σωθῆναι. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κελεύοντες ὑμᾶς πρεσβεύσασθαι ἢ ὅπως ὑμεῖς μὲν βραδύνητε, κἀκ τούτου καὶ τὰ [2] τῶν συμμαχούντων ὑμῖν ἀργότερα καὶ ἀθυμότερα γένηται, ἐκεῖνος δὲ ἐν τούτῳ καθ' ἡσυχίαν πάνθ' ὅσα ἂν βούληται πράξῃ, καὶ τόν τε Δέκιμον ἐξέλῃ καὶ τὴν Μούτιναν ἐκπολιορκήσῃ τήν τε Γαλατίαν πᾶσαν λάβῃ, ὥστε μηκέθ' ἡμᾶς ὅπως αὐτῷ χρησώμεθα εὑρεῖν δυνηθῆναι, ἀλλ' ὑποδεδιέναι τε καὶ θεραπεύειν αὐτὸν καὶ [3] προσκυνεῖν ἀνάγκην ἔχειν. ἓν δὲ ἔτι τοῦτο περὶ τῆς πρεσβείας εἰπὼν παύσομαι, ὅτι οὐδὲ ὁ Ἀντώνιος λόγον τινὰ ὑμῖν ἔδωκε περὶ ὧν πράττειν ἔμελλεν, ἵνα καὶ ὑμεῖς τοῦτο ποιήσητε.
[4] ἐγὼ μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα πάντα συμβουλεύω ὑμῖν μὴ μέλλειν μηδὲ διατρίβειν, ἀλλ' ὅτι τάχιστα αὐτῷ πολεμῆσαι, λογισαμένους ὅτι τὰ πλείω τῶν πραγμάτων τοῖς καιροῖς ἢ ταῖς [5] δυνάμεσι κατορθοῦται, καὶ πάντως που καὶ ἐκ τούτου συνιέναι ὅτι οὐκ ἄν ποτε τὴν εἰρήνην, ἐν ᾗ καὶ πλεῖστον ἰσχύω καὶ πλοῦτον καὶ δόξαν ἐκτησάμην, ἀφείς, εἴγε καὶ τῷ ἔργῳ εἰρήνη ἦν, πολεμεῖν [46] [1] ὑμῖν, εἰ μή γε καὶ συμφέρειν ἡγούμην, παρῄνεσα. καὶ σοὶ δέ, ὦ Καλῆνε, τοῖς τε ἄλλοις τοῖς ταὐτά σοι φρονοῦσι συμβουλεύω καθ' ἡσυχίαν ἐπιτρέψαι τῇ τε γερουσίᾳ τὰ προσήκοντα ψηφίσασθαι, καὶ μὴ τῆς ἰδίας ὑμῶν πρὸς Ἀντώνιον χάριτος ἕνεκα τὰ [2] κοινῇ πᾶσιν ἡμῖν συμφέροντα καταπροδοῦναι. ὡς ἔγωγε οὕτω γνώμης, ὦ πατέρες, ἔχω ὥστ', ἂν μὲν πεισθῆτέ μοι, καὶ πάνυ ἂν ἡδέως καὶ τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας μεθ' ὑμῶν ἀπολαῦσαι, ἂν δ' ἄλλο τι ψηφίσησθε, τεθνάναι μᾶλλον ἢ ζῆν ἑλέσθαι.
[3] οὔτε γὰρ ἄλλως τὸν θάνατόν ποτε τὸν ἐκ τῆς παρρησίας ἐφοβήθην (καὶ διὰ τοῦτο καὶ κατώρθωσα πλεῖστον· τεκμήριον δὲ ὅτι καὶ θῦσαι καὶ ἑορτάσαι ἐφ' οἷς ὑπατεύων ἐποίησα ἐψηφίσασθε, ὅπερ οὐδενὶ πώποτε ἄλλῳ μὴ οὐκ ἐν πολέμῳ γέ τι καταπράξαντι ἐγένετο), νῦν [4] δὲ καὶ ἥκιστα. καὶ γὰρ ὁ μὲν θάνατος οὐκ ἂν ἄωρος ἄλλως τε καὶ πρὸ τοσούτων ἐτῶν ὑπατευκότι μοι γένοιτο (καίτοι μνημονεύετε ὅτι τοῦτο καὶ ἐν αὐτῇ τῇ ὑπατείᾳ ὑμῖν εἶπον, ἵνα μοι πρὸς πάντα ὡς καταφρονοῦντι αὐτοῦ προσέχητε)· τὸ δὲ δὴ φοβηθῆναί τινα καθ' ὑμῶν καὶ τὸ δουλεῦσαί τινι μεθ' ὑμῶν καὶ πάνυ ἄν μοι ἀωρότατον [5] συμβαίη. ὅθενπερ τοῦτο μὲν καὶ συμφορὰν καὶ ὄλεθρον, οὐ τοῦ σώματος μόνον ἀλλὰ καὶ τῆς ψυχῆς τῆς τε δόξης, ὑφ' ἧς που καὶ μόνης ἀίδιοι τρόπον τινὰ γιγνόμεθα, εἶναι νομίζω· τὸ δὲ δὴ λέγοντά τε καὶ πράττοντα ὑπὲρ ὑμῶν ἀποθανεῖν ἰσοστάσιον ἀθανασίᾳ ἄγω.
[47]
[1] καὶ εἴγε καὶ Ἀντώνιος ταῦτ' ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοιαῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἂν ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνον [2] ἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ καταστροφῇ περιπέσῃ), ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναι [3] κατέλιπεν. ἀλλ' οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθ', ὅτι πολλοὺς φεύγοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων [4] δὴ τῶν ἐκείνου καταγαγὼν οὐκ ἐπεκούρησε τῷ θείῳ, ἀλλὰ τὸν μὲν συγκυβευτὴν τὸν Λεντίκουλον τὸν ἐπὶ τῇ τοῦ βίου ῥᾳδιουργίᾳ φυγόντα ἐπανήγαγε, καὶ τὸν Βαμβαλίωνα τὸν καὶ ἀπ' αὐτῆς τῆς ἐπωνυμίας ἐπιβόητον ἀγαπᾷ, τοῖς δὲ δὴ συγγενεστάτοις οὕτως ὥσπερ εἶπον κέχρηται, καθάπερ τινὰ ὀργὴν αὐτοῖς ἔχων ὅτι τοιοῦτος [5] ἐγεννήθη. τοιγαροῦν τῶν μὲν ἐκείνου χρημάτων οὐκ ἐκληρονόμησεν, ἄλλων δὲ δὴ καὶ πάνυ πολλούς, τοὺς μὲν μήτ' ἰδὼν μήτ' ἀκούσας πώποτε, τοὺς δὲ καὶ νῦν ἔτι ζῶντας· οὕτω γὰρ αὐτοὺς ἀποδέδυκε καὶ σεσύληκεν ὥστε μηδέν σφας νεκρῶν διαφέρειν."