ἀπὸ ταύτης οὖν ὁρμώμενον οὕτω τοὺς λόγους προσάγειν. Ὁ δὲ ταῦτα καθυπονοῶν γνώμης τῆς ὀρθῆς ἁμαρτάνει. Ἀρρήτου γὰρ καὶ ἀκατονομάστου διὰ πολλὰ τοῦ ἐπὶ πᾶσιν ὄντος θεοῦ ὅμως οὐ διὰ παρέλλειψιν τῆς φύσ[εως] αὐτοῦ τυγχάνει ὡς ἡ τοῦ ἑνὸς ἔννοια· ἱκανῶς γὰρ ἀφίστησιν ἀπ' αὐτοῦ πᾶν πλῆθος καὶ σύνθεσιν καὶ ποικιλίαν καὶ τὸ ἁπλοῦν ἐννοεῖν δίδωσι καὶ τὸ μηδὲν πρὸ αὐτοῦ καὶ τὸ ἀρχὴν εἶναι τῶν ἄλλων τὸ ἕν πως. Εἰ διασπασθέντα γοῦν ἀφ' ἑαυτῶν καὶ διαρτηθέντα καὶ πολλὰ καὶ πλῆθος ἐξ ἑνὸς γενόμενα καὶ τὸ εἶναι ὅπερ τέως ἦν ἀποβέβληκεν, οὐκ ἂν οὐδὲ †πλῆθος ὄντα εἶναι· τοῦτο γοῦν αὐτὸ ὑπέρ τινος ὅρου ‹ὂν εἰ ἀπει]λημμένον ἀπ' αὐτῶν ἐτύγχανεν, εἴη ἂν ἄπειρα καὶ ἀόριστα, οὐδαμῶς ὄντα· ταῦτα δ' ε‹ἰ› ἔστιν, οὐκ ἂν ἦν ὄντα. Οἰκεία οὖν αὕτη πασῶν τῶν ἄλλων προσηγοριῶν τῷ ἐπὶ πᾶσι θεῷ καὶ τ.. περὶ αὐτοῦ ..... σύμφυλος, εἰ μή τ‹ις› διὰ σμικρότητα ὥσπερ Σπεύσιππος καὶ †Τιμάλιος ανοντ .. αν .. ας διὰ τὸ πάνυ σμικρὸν καὶ μὴ δ[ιαιρετὸν εἶ]ναι καταφέροιτο ἐπὶ πρᾶγμα ἀλλοτριώτατον τοῦ θεοῦ ἀκούσας τὸ ἕ[ν]. Τοῦ γὰρ ἑ[νὸς ...]α[... ἐκ[είν]ῳ [τὴν ἐ]π[ίν]ο[ι]αν διανοηθέ[ντες τὴν] ἄπειρον δύναμιν καὶ πάντων τῶν ὄντων αἰτίαν καὶ [ἀ]ρ[χὴν] τῶν μετ' αὐ[τὸν] πάντων διὰ τὸ μηδ' ἀξιοῦν αὐτήν †τινας τῶν ἐκείνων επιν .ο α καὶ διὰ τ‹ὸ αὐτ›ὴν καταλε[ίπειν καὶ τὴν τοῦ ἑνὸς ἐπίνοιαν, οὐ διὰ σμικρότητα ......... διὰ δὲ τὸ ἄγαν ἐξηλλαγμένον τῆς ἀνεπινοήτου ὑποστάσεως, ἣ μήτε μετὰ πλήθους μήτε μετ' ἐνεργείας μήτε μετὰ νοήσεως μήτε μετὰ ἁπλότητος μήτε μετ' ἄλλης τῶν ἐπιγιγνομένων [2] ἐννοιῶν διὰ τὸ ὑπέρτερον αὐτῶν εἶναι καὶ πάντων ἐνθυμεῖσθαι· ἤ που γε διὰ σμικρότητός τινος διαφευγούσης ἡμῶν δι' ὀλιγότητα τὴν ἐπίνοιαν. Πάντα οὖν αἴρειν δεῖ καὶ μηδὲν προσθεῖναι, πάντα δὲ αἴρειν οὐκ ἐν τῷ ἐκπίπτειν εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν, ἐν δὲ τῷ ἔχεσθαι μὲν καὶ νοεῖν πάντα τὰ παρ' αὐτοῦ καὶ δι' αὐτόν, ἡγεῖσθαι ‹δὲ› ὅτι αἴτιος μὲν αὐτὸς καὶ τοῦ πλήθους καὶ τοῦ εἶναι αὐτῶν, αὐτὸς δὲ οὔτε ἓν οὔτε πλῆθος, ἀλλὰ πάντων ὑπερούσιος τῶν δι' αὐτὸν ὄντων· ὥστε οὐ πλήθους μόνου ὑπεράνω, ἀλλὰ καὶ τῆς τοῦ ἑνὸς ἐπινοίας· δι' αὐτὸν γὰρ καὶ τὸ ἓν καὶ μονάς. Καὶ οὕτως οὔτε ἐκπίπτειν εἰς κένωμα ἐνέσται οὔτε τολμᾶν τι ἐκείνῳ προσάπτειν, μένειν δ' ἐν ἀκαταλήπτῳ καταλήψει καὶ μηδὲν ἐννοούσῃ νοήσει· ἀφ' ἧς μελέτης συμβήσεταί σοί ποτε καὶ ἀποστάντι τῶν δι' αὐτὸν ὑπο‹στάν›των τῆς νοήσεως στῆναι ἐπὶ τὴν αὐτοῦ ἄρρητον προ{ς}έννοιαν τὴν ἐνεικονιζομένην αὐτὸν διὰ σιγῆς οὐδὲ ὅτι σιγᾷ γιγνώσκουσαν οὐδὲ ὅτι ἐνεικονίζεται αὐτὸν παρακολουθοῦσαν οὐδέ τι καθάπαξ εἰδυῖαν, ἀλλ' οὖσαν μόνον εἰκόνα ἀρρήτου τὸ ἄρρητον ἀρρήτως οὖσαν, ἀλλ' οὐχ ὡς γιγνώσκουσαν, εἴ μοι ὡς χωρῶ λέγειν δύναιο κἂν φανταστικῶς παρακολουθῆσαι. Ἀλλὰ ἵλεῳ μὲν γενοίμεθα αὐτοὶ αὑτοῖς δι' ἐκείνου, ἵνα πρὸς τὸν ἐνθουσιασμὸν τραπέντες τοῦ ἐραννοῦ, ὃ οὐκ ἴσμεν ἀλλὰ γνωσόμεθά ποτε, αὐτὸ χωρῆσαι τι ‹τὸ› ἄγνωστον ἄξιοι γενοίμεθα. Ὁ δὲ Πλάτων συμπληρώσας ταῦτα ἐπὶ τοὺς τρόπους ἐπάνεισιν οὓς ἐξέθετο τῆς γυμνασίας· μεμνήμεθα γὰρ ὅτι παρήγγελλεν ὑποθέμενος εἶναι τὸ προβληθὲν σκοπεῖσθαι ... [3] οντι. Ἆρ' οὖν ἀνόμοιος ὁ θεὸς τῷ νῷ καὶ ἕτερος; καὶ εἰ μὴ ἑτερότη‹το›ς μετουσίᾳ, ἀλλ' αὐτῷ γε τῷ μὴ εἶναι ὁ νοῦς. Ἢ ῥητέον ὅτι οὔτε ὁμοιότητος οὔτε ἀνομοιότητος πεῖραν ἔχει τὸ ἕν, ὅτι ὄντων τε καὶ μὴ ὄντων τῶν ἀπ' αὐτοῦ καὶ δι' αὐτὸν ὑποστάντων ἀεὶ ‹ὁ› αὐτὸς τὴν ἀσύμβλητον ἔχων ὑπεροχὴν πρὸς πᾶν ὁτιοῦν, καὶ τὸ πᾶν οὕτως ὡσανεὶ μηδὲν ἦν γεγονὸς τῶν μετ' αὐτόν· οὐ‹δὲ› διέστησεν αὐτὸν ἑτερότης ἀπ' αὐτῶν ἀσύγκριτον ὄντα τοῖς μετ' αὐτὸν καὶ ἀπερίληπτον· ὃ γὰρ οὐκ ἂν περιληφθείη, πῶς ἂν εἴη τοῦτο ἕτερον ἄλλου; ὥσπερ οὖν εἰ περὶ δύσεων ἡλίου ζητοῖμεν, λέγοι δέ τις μὴ εἶναι ἡλίου δύσιν, εἴπερ ἡ δύσις σκοτισμός ἐστιν φωτὸς καὶ νυκτὸς ἐπαγωγή, ἥλιος δὲ οὐδέποτε σκοτίζεται οὐδὲ νύκτα ὁρᾷ, ἀλλ' οἱ ἐπὶ γῆς ἐμπεσόντες εἰς τὸ σκίασμα, λέγοι ἂν ὀρθῶς πάθη‹μα› λέγων τῶν ἐπὶ γῆς τὴν δύσιν· ὥσπερ οὐδ' ἀνατολὴ λέγοιτ' ἂν ἡλίου· καὶ γὰρ ἡ ἀνατολὴ φωτισμός ἐστιν τοῦ περιγείου ἀέρος, οὐδὲν δὲ πρὸς τὸν ἀεὶ φῶς ὄντα τό ποτε φωτίζεσθαι τὸν περίγειον ἀέρα αὐτοῦ ‹ἀ›παθοῦς ὄντος τούτων καὶ ἀπείρου δύσεως καὶ ἀνατολῆς, καθότι οὔτε φωτίζεται οὔτε σκοτίζεται, ἀλλ' ἑκάτερον τῶν ἐπὶ γῆς ἐστιν πάθημα καὶ τὸ περὶ ἑαυτοὺς εἰς ἐκεῖνον μεταφέρουσιν ἀγνοοῦντες τὸ ξυμβαῖνον· καθάπερ καὶ οἱ παρὰ γῆν πλέοντες αὐτοὶ κεινούμενοι αὐτὴν κεινεῖσθαι οἴονται, οὕτω καὶ ἐπὶ τοῦ θεοῦ πᾶσα μὲν ἑτερότης καὶ ταυτότης καὶ ὁμοιότης ἐκβέβληται καὶ ἀνομοιότης ἀσχέτου αὐτοῦ ὄντος ἀεὶ πρὸς [4] τὰ μετ' αὐτόν, τὰ δὲ ὑποστάντα αὐτὰ καὶ ἀνομοιούμενα καὶ πρὸς {ε} αὐτὸν ‹ἑ›αυτὰ συναρτᾶν σπεύδοντα τὰς περὶ αὑτὰ σχέσεις ἀντιστρέφειν καὶ πρὸς ἐκεῖνον οἴεται. Οὐδὲν γὰρ ὁ θεὸς ἐπεκτήσατο, ἐπεὶ ἦν πρότερον ἐλλειπὴς τῇ ἐπικτήσει βλάψας τὴν αὑτοῦ τελειότητα, ἀλλ' ὡς ἂν καὶ ἀχώριστον ἔχων τὸ εἶναι μόνον καὶ ὑπὲρ τὸ πᾶν, πλήρωμα ὢν αὐτὸς αὑτοῦ, διὰ τῆς αὑτοῦ ἑνάδος καὶ μονώσεως ἔχει καὶ τοῦτο, ἄσχετον διαμένειν πρὸς τὰ μετ' αὐτὸν καὶ δι' αὐτὸν ὑποστάντα. Οὐ γὰρ τὰ μετ' αὐτὸν οὕτως ἀκούειν χρὴ ὡς ἐν ταὐτῷ μὲν ὑπαρχόντων ἢ τόπῳ ἢ οὐσίας ὑποστάσει τῇ αὐτῇ, τοῦ δὲ τὰ πληρωτικὰ ἔχοντος καὶ τῶν ἄλλων τὰ δεύτερα, ἀλλ' οὕτως ἡ ἔννοια ‹ἦν› τῶ[ν] μετ' αὐτὸν ὡς ἀποβεβλημένων [ἀπ'] α[ὐ]τ‹οῦ› καὶ τὸ μηδὲν ὄντων πρὸς [αὐ]τόν· ‹οὐ› γὰρ αὐτὸς τὸ μὴ ὂν καὶ ἀκατάληπτ[ον τοῖς τ]οῦτο γνῶναι βουλομένοις, ἀλλ' [ἡμεῖς] καὶ πάντα τὰ ὄντα τὸ μη[δέ]ν ἐσμεν πρὸς αὐτόν. Δι' ἣν αἰτίαν οὐκ ἐχώρει τὸ γνῶναι αὐτόν, ὅτι μηδέν ἐστιν πάντα τὰ ἄλλα πρὸς αὐτόν, αἱ δὲ γνώσεις τῷ ὁμοίῳ αἱροῦσι τὸ ὅμοιον. Ἡμεῖς οὖν τὸ οὐδὲν ὡς πρὸς ἐκεῖνον, ‹αὐ›τὸς δὲ τὸ μόνον ὄντως ὂν (εἰ ἀκούσεις ὡς λέγω) πρὸς πάντα τὰ μετ' αὐτ‹όν›, οὐδεμίαν ἔχων πρὸς αὐτὰ παραβολὴν ἤ τινα σχέσιν οὐδ' ἐκτραπεὶς ἀπὸ τῆς αὑτοῦ μονώσεως εἰς πεῖραν σχέσεως καὶ πλήθους· μόνον ὅτι μηδ' ἐν ἀγνοίᾳ μένει ποτὲ τῶν ἐσομένων, γιγνόμενα δὲ ἐγνώρισεν ὁ μηδέποτε ἐν ἀγνοίᾳ γενόμενος. Ἀλλ' ἡμεῖς ἐοίκαμεν τὰ ἡμέτερα [5] πάθη εἰς ἐκεῖνον ἀναπέμπειν τῷ ἡμᾶς εἶναι τῷ ὄντι τὸ μηδέν, εἰ μὴ ἀντιλαμβανοίμεθα τῆς σωτηρίου ἁπλότητος αὐτοῦ ἧ‹ς› τῷ εἶναι, ὁπωσοῦν φαμεν ἐπ' αὐτοῦ εἶναι, πάντα τὰ ἄλλα ‹ἔχει› [σω]τηρία[ν] [ὡς] ἐν φωτὶ τοῦ ἡλίου τὰ ἐπίγεια. Ἆρ' οὖν γιγνώσκει ὁ θεὸς τὸ πᾶν; Καὶ τίς οὕτως γιγνώσκει ὡς ἐκεῖνος; Καὶ πῶς γνῶσιν [ἔχων] οὐκ ἔστι πολύς; Ὅτι φημὶ εἶναι γνῶσιν ἔξω γνώσεω‹ς› καὶ ἀγνοίας, ἀφ' ἧς ἡ γνῶσις. Καὶ πῶς γιγνώσκων οὐ γ[ιγνώσκει ἢ π]ῶς γιγνώσκων οὐκ ἐν ἀγνοίᾳ ἐστίν; Ὅτι οὐ γιγνώσκει οὐχ ὡς ἐν ἀγνο[ίᾳ γενόμ]ενος ἀλλ' ὡς πάσης ὑπερέχων γνώσεως· οὐ γάρ ποτ' ἀγνοήσας οὐκ ἐπεγίγν[ωσκε]ν ἀλλὰ ν .... ‹τ›αυτ‹ό›τητι καὶ ειν ....... δὲ ὡς ἀγνο .... η ...... γιγν ....... ἑτερότητι. Αὕτη ἐστὶν ἡ γνῶσις ἡ [θεο]ῦ οὐχ ἑτερότητα ἐμφαίνουσα καὶ δυάδα, ἐπίνοιάν ‹τε› ‹γ›νώσεως καὶ γιγνωσκομένου [ἀλλ' ὡς ἂ]ν ἀχώριστον ὂν ἑαυτ‹οῦ›, κἂ[ν μὴ ἀγνοῶ]ν οὐ γιγνώσκει· οὐ μὴν οὐδ[ὲ ἀγνοεῖ ]εἰ μὴ γιγνώσκει ....... ἀληθὴς τρόπον τινὰ [καὶ τὴ]ν ἀ[γνοί]αν λαμβάνῃ ἐπ' αὐτοῦ μὴ τὴν κατ' ἐν[αντί]ωσιν καὶ στέρησ[ιν .....] ν ὅθεν εἰ μὴ ἀγ[νο]εῖ γιγνώσκει καὶ [διὰ] τοῦτο γνώσεως καὶ ἀγνοίας εὑρίσκεται [κρεί]ττων καὶ πάντα γιγνώσκ ...... ν ..] ὥς]περ τὰ ἄλλα τὰ γνωρίζοντα . υ ..... υπαθυ γιγνώσκει αλ ...... η. γνῶσις ἐστὶν οὐχ ὡς γιγνώσκοντος τὰ γνωστά, ἀλλ' αὐτὸ τοῦ[το γνῶσις ο]ὖσα. Ὡς γὰρ ἔστι φῶς φωτιζόμενον, οἷον τὸ τοῦ ἀέρος [6] φῶς τὸ ἀφ' ἡλίου, καὶ ἔστι φῶς ἀφώτιστον τὸ μὴ ἐσκοτισμένον ὑπάρχον φῶς, ἀλλ' αὐτὸ τοῦτο μόνον φῶς ὂν οἷον τὸ τοῦ ἡλίου τὸ ἐν αὐτῷ, οὕτως ἔστι καὶ γνῶσις γιγνώσκοντος καὶ ἐξ ἀγνοίας εἰς γνῶσιν ἐλθόντος τοῦ γιγνωσκομένου καὶ πάλιν ἄλλη γνῶσις ἀπόλυτος οὐ [γιγν]ώ[σκοντ]ος οὖσα καὶ γιγνωσκομένου, ἀλλὰ τὸ ἓν τοῦτο γνῶσις οὖσα πρὸ παντὸς γιγ‹ν›ωσκομένου καὶ ἀγνοουμένου ‹καὶ› εἰς γνῶσιν ἐρχομένου. Ἀλλ' αἰσθάνομαι ἐμαυτοῦ ἐξολισθάνοντος τῆς ἐκείνου ἐν ἁπ[λό]τ[η]τι γνώσεως καὶ ἀσχέτου πρός τε γνωστὰ καὶ ἀ[σα]φῆ φθεγγομένου διὰ τὴν τῆς ἑρμηνείας ἐν τούτοις ἀσθένειαν. Διὸ ἀποστῆναι ἄμεινον ἢ μερίζεσθαι περὶ τὸ ἀ[με]ρές. Ἐκεῖνο μέν[τοι εἰδέναι] χρή, ὡς οὐδὲν πρὸς αὐτὸν τὰ δι' αὐτὸν ὑποστάντα διὰ τὸ ἀσύμβλητον ‹τῆς αὐτοῦ ὑποστάσεως› μ‹εθ' ἧς› οὐδὲ τὰ ‹μετ'› αὐτὸν γεγονότα οὐδὲ ἐν αὐτῷ ὄντα ἐν ‹τ›αὐτῷ ἐστιν ὅλως· διὸ οὐδὲ οἷόν τέ ἐστιν τὸν εἰς ἔννοιαν αὐτοῦ [ἰ]όντα ἐχόμενον τῶν ἀλλοτρίων αὐτ[οῦ] ἀντειλῆφθαι τῆς ἐννοίας αὐτοῦ· εἰ δέ, ἀποστάντα δεῖ πάντων καὶ ἑαυτοῦ πε[λάζειν] αὐτῷ, μηδὲν νοοῦντα ἄρα ‹ἢ› ὅσον ἐξῃρημένον αὐτὸ ἀπὸ τῶν ἄλλων, οὕτως δὲ ἐξῃρημένον οὐχ ὡς εἴ τις ‹εἰ›ς τὴν ἀπάθειαν ἐξελών τι ἀποθεῖτο ἄλλο τι. Οὐδ[έ τι κο]ινὸν ἔχει πρὸς τὰ γιγνόμενα, ἀλλ' ἔστιν τὸ μηδὲν ταῦτα πρὸς αὐτὸν πεπληρωκότος αὐτοῦ ‹αὑτὸν› τῆς αὑτοῦ ἑνάδος †ἰδίως καὶ ὡς αὐτὸς οἶδε ὑπὲρ τὸ πᾶν ὡς καὶ τοῦ παντὸς ὄντος ἐν αὐτῷ μηδὲν εἶναι ...
[7] τοῦτον τὸν τρόπον· 'Ἆρ' οὖν οὐδ' ἐν χρόνῳ τὸ παράπαν δύναιτ' ἂν εἶναι τὸ ἕν, εἰ τοιοῦτον εἴη; ‹ἢ› οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ ‹αὐ›τὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι; Ἀνάγκη. Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερον; Τί μήν; Τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γενόμενον καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερόν τι γίγνεται. Πῶς λέγεις; Ὧδε· διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν· τοῦ δὲ γιγνομένου οὔ‹τε› γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω τὸ διάφορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι. Ἀνάγκη γάρ. Ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότη{το}ς νεωτέρου ἐστὶν καὶ οὐδενὸς ἄλλου. Ἔστι γάρ. Τὸ ἄρα πρεσβύτερον αὑτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι. Ἔοικεν. Ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ χρόνον γίγνεσθαι μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι. Ἀνάγκη γὰρ οὖν καὶ ταῦτα. Ἀνάγκη ἄρα ἐστὶν ὡς ἔοικεν ὅσα γε ἐν χρόνῳ ἐστὶν καὶ μετέχει τοῦ τοιούτου, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ αὑτῷ ἡλικίαν ἔχειν καὶ πρεσβύτερόν τε αὑτοῦ ἅμα καὶ νεώτερον γίγνεσθαι. Κινδυνεύει. Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων πραγμάτων οὐδὲν μετῆν. Οὐ γὰρ μετῆν. Οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν οὐδέ ἐστιν ἔν τινι χρόνῳ. Οὔκουν [8] δή, ὥς γε ὁ λόγος ἐρεῖ.' Ἀκολουθίαν λαμβάνει πρῶτον τοιαύτην· 'εἰ μήτε πρεσβύτερον μήτε νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν τὸ ἓν ἔχον εἴη, οὐδ' ἂν ἐν χρόνῳ τὸ παράπαν δύναιτ' ἂν εἶναι τὸ τοιοῦτον', ἵν' ἔχοι ἂν τὴν ἀναφορὰν εἰς τό· 'εἰ μήτε πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχον ‹τὸ› ἕν·' οἷς ἀκολουθεῖ τὸ μηδ' ἂν ἐ[ν χ]ρ[ό]ν[ῳ] τὸ παράπαν αὐτὸ δύνασθαι εἶναι, καὶ ἀντιστρέφει· 'ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι.' Λαβὼν δὲ [το]ῦ[το ἐπάγει], ὅτι τὸ πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερόν ἐστιν. Ἀλλὰ πρεσβύτερον λέγεται μὲν καὶ ἐπὶ τοῦ καθ' ἑαυτὸ πρεσβυτέρου καὶ ἀντὶ τοῦ γέροντος· λέγεται γὰρ καὶ ὁ γέρων πρεσβύτερος ἀπολύτως. Ὅταν δὲ πρεσβύτερον λέγωμεν (αὐτ‹ῷ› προσσημαίνον[τες τὸ] ὡς πρὸς νεώτερον λεγόμενον ὥσπερ πλουσιώτερον) ὡς προγενέστερον, ἅμα τῇ νοήσει αὐτοῦ οὖν ὑποβάλλετα[ι καὶ ἡ] τοῦ νεωτέρου ἡλικία. Πῶς οὖν τὸ πρεσβύτερον αὑτοῦ γιγνόμενον καὶ ‹νεώ›τερον ἑαυτοῦ γίγνεται; πρεσβύτερον μὲν λέγετα[ι ἑ]αυτοῦ γίγνεσθαι τῷ τοῦ βίου αὐτοῦ τὸν χρόνον πλείονα γίγνεσθαι· τὸ δὲ αὐτὸ καὶ νεώτερον ἑαυτοῦ γίνεσθαι πᾶσα [ἀδ]υ[ναμία]· οὐ γὰρ δὴ ἔλαττον χρόνῳ γίγνεται μὴ ὂν πρότερον, ἵνα νεώτερον γένηται· ἀλλ' οὐδὲ κατὰ τὴν σωματικὴν οὐσίαν σύστασιν ἐπὶ τὸ ν[εώτερον λαμβάνει, ἵνα] ν[εώ]τερον γίγνηται. Πρὸς δὴ ταῦτα ἄλλοι μὲν ἀπήντων ὅτι σοφιστικὸς ὁ λόγος καὶ γυμναστικός· νεώτερος γὰρ ἐκ πρεσβυτέρου οὐ γίγνεται, ἀλλ' οἷον ἀπογίγνεται· ὥστε ὅταν ῥηθῇ ὅτι ...
[9] μὴ οὔσας τίκτει ἐν ἑαυτῷ. Οἱ δὲ ἁρπάσαι ἑαυτὸν ἐκ πάντων τῶν ἑαυτοῦ εἰπόντες δύναμίν τε αὐτῷ διδόασι καὶ νοῦν ἐν τῇ ἁπλότητι αὐτοῦ συνηνῶσθαι καὶ ἄλλον πάλιν ‹ν›οῦν καὶ τῆς τρίαδος αὐτὸν οὐκ ἐξελόντες ἀναιρεῖν ἀριθμὸν ἀξιοῦσιν, ὡς καὶ τὸ ἓν λέγειν αὐτὸν εἶναι παντελῶς παραιτεῖσθαι. Ταῦτα δέ πως μὲν λέγεται ὀρθῶς τε καὶ ἀληθῶς, εἴ γε θεοὶ ὥς φασιν οἱ παραδεδωκότες ταῦτα ἐξήγγειλαν, φθάνει δὲ πᾶσαν τὴν ἀνθρωπίνην κατάληψιν κα[ὶ] ἔ[οι]κεν ὡς εἴ τις τοῖς ἐκ γενετῆς τυφλοῖς περὶ χρωμάτων διαφορᾶς ἐλάλει λογικὰς ὑπονοίας εἰσάγων αὐτῶν τῶν παντὸς λόγου εἰς παράστασιν ὑπερτέρων, ὡς ἔχειν μὲν λόγους ἀληθινοὺς τοὺς ἀκούσαντας περὶ χρωμάτων, ἀγνοεῖν δὲ τί ποτέ ἐστιν τὸ χρῶμα τῷ μὴ ἔχειν ἐκεῖνο ᾧ πέφυκε καταληπτὸν εἶναι τὸ χρῶμα. Λείπει οὖν ἡμᾶς δύναμις εἰς ἐπιβολὴν τοῦ θεοῦ, κἂν οἱ ὁπωσοῦν αὐτὸν ἐνεικονιζόμενοι ἑρμηνεύωσιν ἡμῖν λόγῳ ὡς δυνατὸν ἀκούειν περὶ αὐτοῦ, ἐκείνου ὑπὲρ πάντα λόγον καὶ πᾶσαν νόησιν ἐν τῇ αὐτοῦ περὶ ἡμᾶς ἀγνωσίᾳ καταμένοντος. Εἰ δὴ ταῦθ' οὕτως ἔχει, ἀμείνους οἱ τὸ τί οὐκ ἔστι πρεσβεύσαντες ἐν τῇ γνώσει αὐτοῦ τῶν τί ἔστι, κἂν λέγηται ἀληθῶς, μὴ οἵων τε ὄντων ἀκούειν ὡς λέγεται· ἐπεὶ κἂν ἀκούωμέν τι περὶ αὐτοῦ τῶν ὥς φασι προσόντων καὶ διὰ παραδειγμάτων ὧν ἐντεῦθεν λαμβάνουσιν εἴς τιν' ἔννοιαν αὐτοῦ μεταλαβόντες καὶ ἄλλως ἐκδεξάμενοι ἀνίωμεν, ἀλλὰ καὶ αὐτοὶ οὗτοι πάλιν ἀναστρέψαντες ἀξιοῦσιν [10] μὴ προσέχειν τοῖς εἰρημένοις ἐξ εὐθείας, ἀφίστασθαι δὲ καὶ τούτων καὶ τῆς κατὰ τὴν τούτων νόησιν συνέσεως τοῦ θεοῦ· ὥστε τελευτᾷ καὶ τούτων ἡ διδασκαλία τῶν ‹γν›ωστῶν προσεῖναι παραδιδομένων. Ἔχοι δ' ἂν οἶμαι περιττόν τι εἰς τὴν κάθαρσιν τῆς ἐννοίας ἡ μετὰ τὴν ἀκρόασιν τῶν ὡς προσόντων αὐτῷ ἀπόστασις καὶ τούτων τῷ ἐκ τῶν μεγίστων τὴν ἀπόστασιν γίγνεσθαι καὶ τῶν προσεχῶς ἂν μετ' αὐτὸν νοηθέντων. Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς οὐκ ἀπογιγνώσκουσιν ἐκ λόγου γενέσθαι ἄν τινος κατάληψιν πραγμάτων, τὸν ἐπὶ πᾶσι δὲ θεὸν ἀμήχανον εἶναι καταλαβεῖν οὐχ ὅτι ἐκ λόγου ἀλλ' οὐδὲ διὰ νοήσεως· καὶ γὰρ ἄλλως, φησίν, τῆς ψυχῆς οὐ τὸ ποῖόν ἐστι ζητούσης γνῶναι, ἀλλὰ τὸ τί ἐστι, καὶ τῆς φύσεως τῆς οὔσης τοῦ εἶναι καὶ τῆς οὐσίας αὐτοῦ γνῶσιν κτήσασθαι, πᾶσαι αἱ γνωστικαὶ δυνάμεις ‹αἱ› τοῦ ποῖόν τί ἐστιν ἀναγγελτικαὶ οὐχ ὃ ζητοῦμεν κατ' ἔφεσιν, ἀλλ' ὃ μὴ ζητοῦμεν ἀναγγέλλουσιν· οὐκ ἔστιν δὲ τοιόνδε ὁ θεός, ἀλλὰ καὶ τοῦ εἶναι καὶ τοῦ ἔστιν ἐξήλλακται αὐτοῦ τὸ προούσιον· οὐκ ἔχει δὲ κριτήριον εἰς τὴν γνῶσιν αὐτοῦ, ἀλλὰ αὔταρκες αὐτῇ τὸ τῆς ἀγνωσίας αὐτοῦ εἰκόνισμα παραιτούμενον πᾶν εἶδος ὃ τῷ γνωρίζοντι ξύν‹ε›ισιν. Οὔτε οὖν αὐτὸν δύναται γνῶναι οὔτε τὸν τρόπον τῆς τῶν δευτέρων ἀπ' αὐτοῦ καὶ δι' αὐτὸν ἢ ὑπ' αὐτοῦ παρόδου. Ἀλλὰ πειρῶνται μὲν ἐξηγεῖσθαι καὶ τοῦτον, ὅσοι τὰ κατ' αὐτὸν μηνύειν ὡς ἔστιν ἐτόλμησαν, πειρῶνται δὲ ἐχόμενοι τῶν περὶ αὐτὸν ...
[11] ... ἐπὶ τοῦ δευτέρου καίπερ μεταβὰς ἐπὶ τὸ ὂν καὶ οὐ μετέχον τῆς οὐσίας ἄλλον ποιεῖται τὸν λόγον ὡς ἐπὶ μετέχοντος οὐσίας. ‹Εἰ› μὲν οὖν τὸ ‹ὂ›ν ὑποθεὶς μετέχειν αὐτὸ οὐσίας ἔλεγεν, ἄτοπος ἂν ἦν ὁ λόγος· ἐπεὶ δὲ τὸ ἓν ὑποβαλὼν μετέχειν αὐτὸ οὐσίας φησίν, δεῖ γιγνώσκειν ὡς, ἐπειδὴ οὐδὲ τὸ ἕν ἐστιν τὸ ἀκραιφνές, συνηλλοίωται δὲ αὐτῷ ἡ τοῦ εἶναι ἰδιότης, διὰ τοῦτο μετέχειν οὐσίας φησίν· ὡς εἴ τις ἐν τῷ ἐξηγητικῷ τοῦ ἀνθρώπου λόγῳ λαβὼν τὸ ζῷον μετέχειν αὐτὸ ἔφασκε λογικοῦ καίτοι τοῦ ἀνθρώπου ὡς ἑνὸς ὄντος ζῴου λογικοῦ καὶ τοῦ τε ζῴου συνηλλοιωμένου ‹τῷ λογικῷ› καὶ τοῦ λογικοῦ τῷ ζῴῳ. Οὕτως γὰρ καὶ ἐπὶ τού‹του› τό τε ἓν τῇ οὐσίᾳ συνηλλοίωται ἥ τε οὐσία τῷ ἑνί, καὶ οὐκ ἔστιν παράθεσις ἑνὸς καὶ ὄντος, ἢ ὑποκείμενον μὲν τὸ ἕν, ὡς συμβεβηκὸς δὲ τὸ εἶναι, ἀλλά τις ἰδιότης ὑποστάσεως ἐνεικονιζομένη μὲν τὴν ἁπλότητα τοῦ ἑνός, οὐχ ἱσταμένη δὲ ἐπὶ τῆς ἀκραιφνότητος αὐτοῦ, ἀλλ' εἰς τὸ εἶναι συμπεριάγουσα αὐτό. Ἐπεὶ γὰρ οὐ τὸ πρῶτον ἦν ἕν, τὸ δεύτερον οὐ δι' ἄλλο ἀλλὰ διὰ τὸ πρῶτον, οὔτε μὴν τὸ αὐτὸ τῷ πρώτῳ, ἐπεὶ οὐδ' ἂν ἦν ἕτερον οὐδ' ἀπ' ἐκείνου, οὔτ' ἐκβεβηκὸς ἀπ' ἐκείνου καὶ ἀπ' ἄλλου τῆς παρόδου τὴν αἰτίαν ἔχον. Ἀλλ' ὅτι μὲν ἀπ' ἐκείνου, ἓν δήπου καὶ αὐτό· ὅτι δὲ οὐκ ἐκεῖνο, ἓν ὂν τὸ ὅλον τοῦτο ἐκείνου ἓν μένοντος· πῶς γὰρ ἂν ἓν μεταβάλλοι ἕν, εἰ μὴ τὸ μὲν ἦν ἀκραιφνὲς ‹ἕ›ν, τὸ δὲ οὐκ ἀκραιφνές. Διὸ ὁ‹μοῦ› ἐκεῖνο καὶ οὐκ ἐκεῖνο, ὅτι τὸ μετά τι καὶ τὸ ἀπό του ἐκεῖνό τε τρόπον τινά ἐστιν, ἀφ' οὗ καὶ μεθ' ὅ [12] ἐστιν καὶ ἄλλο τι, ὃ οὐ μόνον οὐκ ἔστιν ἐκεῖνο ἀφ' οὗ αὐτό ἐστιν, ἀλλὰ καὶ ἐν τοῖς ἀντικειμένοις συμβεβηκόσι θεωρούμενον. Αὐτίκα ἐκεῖνο ἓν μόνον, τοῦτο δὲ ἓν πάντα· κἀκεῖνο μὲν ἓν ἀνούσιον, τοῦτο δὲ ἓν ἐνούσιον· τὸ δ' ἐνούσιον εἶναι καὶ οὐσιῶσθαι μετέχειν οὐσίας εἴρηκε Πλάτων, οὐ τὸ ὂν ὑποθεὶς καὶ τὸ ὄν γε μετέχειν οὐσίας εἰπών, ἀλλὰ τὸ ἓν ὑποθείς, οὐσιωμένον δὲ ἕν, μετέχειν οὐσίας ἔφη. Μήποτε δὲ ‹ὅτι› ἀπὸ τοῦ πρώτου τὸ δεύτερον, διὰ τοῦτο μεθέξει τοῦ πρώτου τὸ δεύτερον λέγεται ‹ἓν› εἶναι τοῦ ὅλου τοῦ ἓν εἶναι ἐκ μετοχῆς γεγονότος τοῦ ἑνός· καὶ ἐπεὶ μὴ γέγονεν πρῶτον, εἶτα μετέσχε τοῦ ἑνός, ἀλλ' ἀπὸ τοῦ ἑνὸς γεγονὸς ὑφειμένον, οὐκ ἐρρήθη μετασχὸν ἑνός, ἀλλὰ ἓν μετασχὸν τοῦ ὄντος, οὐχ ὅτι τὸ πρῶτον ἦν ὄν, ἀλλ' ὅτι ἀπὸ τοῦ ἑνὸς ἑτερότης περιήγαγεν αὐτὸ εἰς τὸ ἓν εἶναι τὸ ὅλον τοῦτο· ἐξ αὐτοῦ γάρ πως τοῦ δευτέρως γεγονέναι ἓν προσείληφε τὸ εἶναι ἕν. Ὅρα δὲ μὴ καὶ αἰνισσομένῳ ἔοικεν ὁ Πλάτων, ὅτι τὸ ἓν τὸ ἐπέκεινα οὐσίας καὶ ὄντος ὂν μὲν οὐκ ἔστιν οὐδὲ οὐσία οὐδὲ ἐνέργεια, ἐνεργεῖ δὲ μᾶλλον καὶ αὐτὸ τὸ ἐνεργεῖν καθαρόν, ὥστε καὶ αὐτὸ τὸ εἶναι τὸ πρὸ τοῦ ὄντος· οὗ μετασχὸν τὸ ‹ἓ›ν ἄλλο ἐξ αὐτοῦ ἔχει ἐκκλινόμενον τὸ εἶναι, ὅπερ ἐστὶ μετέχειν ὄντος. Ὥστε διττὸν τὸ εἶναι, τὸ μὲν προϋπάρχει τοῦ ὄντος, τὸ δὲ ὃ ἐπάγεται ἐκ τοῦ ὄντος τοῦ ἐπέκεινα ἑνὸς τοῦ εἶναι ὄντος τὸ ἀπόλυτον καὶ ὥσπερ ἰδέα τοῦ ὄντος, οὗ μετασχὸν ἄλλο τι ἓν γέγονεν, ᾧ σύζυγον τὸ ἀπ' αὐτοῦ ἐπιφερόμενον εἶναι· ὡς εἰ νοήσειας λευκὸν εἶναι ...
[13] μή δυνάμενον εἰς ἑαυτὸν εἰσελθεῖν. Τίνι γὰρ βλέπει ἑαυτὸν τὸν εἰσελθεῖν μὴ δυνάμενον εἰ μὴ τῷ ἑνί; καὶ τίνι ἑαυτόν, εἰς ὃν εἰσέρχεσθαι ἀδυνατεῖ; τίς ἐστιν οὗτος ὁ ἀμφοτέρων ἐφαπτόμενος κατὰ τὸ αὐτὸ ἐν τῷ μεμερισμένῳ; τίς ὁ λέγων ἕτερον εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον; ὁ βλέπων πότε ἑνοῦται τὸ νοοῦν τῷ νοουμένῳ καὶ τί πότε οὐ δύναται; δῆλον οὖν ὅτι αὕτη ἡ ἐνέργεια παρ' ἐκείνας ἡ ἐπαναβεβηκυῖα πάσαις καὶ χρωμένη αὐταῖς πάσαις ὡς ὀργάνοις, ἡ πάντων ἐφαπτομένη καὶ κατὰ τὸ αὐτὸ καὶ ἐν οὐδενὶ οὖσα. Ἑκάστη μὲν οὖν τῶν ἄλλων πρός τι πέπηγε καὶ κατὰ τὸ εἶδος πάντως αὐτῷ καὶ κατὰ τὸ ὄνομα τέτακται, αὕτη δὲ οὐδενός ἐστι, διὸ οὐδὲ εἶδος οὐδὲ ὄνομα ἔχει οὐδὲ οὐσίαν· ἐν οὐδενὶ γὰρ κρατεῖται, ἀλλ' οὐδὲ μορφοῦται ὑπό τινος, ὄντως οὖσα ἀπαθὴς καὶ ὄντως ἀχώριστος ἑαυτῆς οὐ νόησις οὖσα, οὐ νοητόν, οὐκ οὐσία, ἀλλ' ἐπέκεινα πάντων καὶ πάντων αἰτία ‹ἀ›σύζυγος. Ὥσπερ μὲν τοίνυν ὅρασις μὲν τοῦ ἀκουστοῦ οὐκ ἐφάπτεται ‹οὐδ' ἀκοὴ τοῦ ὁρατοῦ› οὐδ' ἀμφότεραι τοῦ γευστοῦ οὐδὲ οἶδεν ἑκάστη ὅτι ἑτέρα ἐστὶν τῆς ἑτέρας οὐδ' ὅτι ἀκουστὸν ἕτερον τοῦ ὁρατοῦ, ἄλλη δ' ἐστὶν δύναμις ἐπαναβεβηκυῖα τούτων, ἣ ταῦτα διακρίνει καὶ τὸ ταὐτὸν αὐτῶν γιγνώσκει καὶ τὸ ἕτερον καὶ τὴν οὐσίαν καὶ πάθος, ἣ καὶ δύναται πασῶν ἐφάπτεσθαι, χρῆσθαι δὲ αὐταῖς ὡς ὀργάνοις διὰ τὸ κρείττον' εἶναι καὶ ἐπαναβεβηκέναι αὐτῶν, οὕτως καὶ ἡ δύναμις καθ' ἣν ὁρᾷ ὁ νοῦς μὴ δυνάμενος [14] εἰσελθεῖν εἰς ἑαυτὸν ἑτέρα ἂν εἴη, τῆς ‹τῆς› νοήσεως καὶ τοῦ νοουμένου ἐπινοία‹ς› διαφέρουσα καὶ ἐπέκεινα τούτων οὖσα πρεσβείᾳ καὶ δυνάμει, καὶ οὕτως ἓν ὂν καὶ ἁπλοῦν 'τὸ αὐτὸ τοῦτο' ‹ὅμως› ἐνεργείᾳ ἑαυτοῦ διαφέρει καὶ ὑπάρξει, καὶ κατὰ ἄλλο ἄρα ἕν ἐστιν ἁπλοῦν, κατ' ἄλλο δὲ αὐτὸ ἑαυτοῦ διαφέρει· τὸ γὰρ τοῦ ἑνὸς διαφέρον οὐχ ἓν καὶ τὸ τοῦ ἁπλοῦ ἕτερον οὐχ ἁπλοῦν. Ἓν μὲν οὖν ἐστιν καὶ ἁπλοῦν κατὰ τὴν πρώτην καὶ 'αὐτὸ τοῦτο' αὐτοῦ το{α}ύτου ἰδέαν, δύναμις ἢ ὅτι καὶ χρὴ ὀνομάζειν ἐνδείξεως ‹χ›άριν ἄρρητον οὖσαν καὶ ἀνεννόητον, οὐχ ἓν δὲ οὐδὲ ἁπλοῦν κατὰ τὴν ὕπαρξιν καὶ ζωὴν ‹καὶ› τὴν νόησιν. Καὶ τὸ νοοῦν καὶ τὸ νοούμενον ὑπάρξει, τὸ δὲ νοοῦν, ἢν ὁ νοῦ[ς μετε]ξ[έλθῃ] ἀπὸ τῆς ὑπάρξεως εἰς τὸ νοοῦν, ἵνα ἐπανέλθῃ εἰς τὸ νοητὸν καὶ ἑαυτὸν ἴδῃ, ἐστὶν ζωή· διὸ ἀόριστος ‹ὁ› κατὰ τὴν ζωήν. Καὶ πασῶν οὐσῶν ἐνεργειῶν καὶ ὡς κατὰ μὲν τὴν ὕπαρξιν ἑστῶσα ἂν εἴη ἡ ἐνέργεια, κατὰ δὲ τὴν νόησιν εἰς αὑτὴν στραφεῖσα ἐνέργεια, κατὰ δὲ τὴν ζωὴν ἐκ τῆς ὑπάρξεως ἐκνεύσασα ἐνέργεια. Καὶ κατὰ τοῦτο ἕστηκεν ἅμα καὶ κεινεῖται καὶ ἐν ἑαυτῷ ἐστιν καὶ ἐν ἄλλῳ καὶ ὅλον ἐστὶν καὶ μέρη ἔχει καὶ ταὐτόν ἐστι καὶ ἕτερον, κατὰ δὲ ψιλὸν αὐτοῦ τὸ ἓν καὶ οἷον πρῶτον καὶ ὄντως τὸ ἓν οὔτε ἕστηκεν οὔτε κεινεῖται οὔτε ταὐτόν ἐστιν οὔτε ἕτερον οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε ἐν ἄλλῳ. Ὅτι δὲ οὔτε νοούμενον οὔτε ἐνεργοῦν οὔτε εἰς ἑαυτὸ οὔτε εἰς ἄλλο ...