3121 124 0 9 45 0 IV a. C. Oratoria Hyperides Pro Euxenippo Jensen, C., Leipzig, Teubner, 1917 Rist. 1963, Stuttgart. 18

HYPERIDES - Pro Euxenippo-ΥΠΕΡ ΕΥΞΕΝΙΠΠΟΥ ΕΙΣΑΓΓΕΛΙΑς ΑΠΟΛΟΓΙΑ ΠΡΟς ΠΟΛΥΕΥΚΤΟΝ

[col. 18] Ἀλλ' ἔγωγε ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω, εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρ' ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ὁ ἐξ Ἀναίων καὶ Θεότιμος ὁ Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι· καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, ὁ δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῶι δήμωι· καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλ' αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτ' ἄλλοι

[col. 19] πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλ' ἦν σπάνιον ἰδεῖν ἀπ' εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον· οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῆι πόλει πάνυ καταγέλαστόν ἐστιν. Διογνίδης μὲν καὶ Ἀντίδωρος ὁ μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας ἢ ὁ νόμος κελεύει, Ἀγασικλῆς δ' ὁ ἐκ Πειραιέως, ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφ̣η], Εὐξένιππος δ̣' [ὑπ]ὲρ τῶν ἐνυπνίων] ὧν φησιν ἑωρ̣ακέ]ναι· ὧν οὐδεμ̣[ία̣] δήπου τῶν αἰτι[ῶ̣]ν̣ τούτων οὐδὲν

[col. 20] κοινωνεῖ τῷ εἰσαγγελτικῶι νόμωι. Καίτοι ὦ ἄνδρες δικασταὶ ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθ' ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ‹ἂν› αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων ἢ μή· οὐ μὰ Δία οὐχ ὥσπερ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ̣ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμωι, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας ε[ἶναι περὶ τοῦ λέγει[ν μὴ οὐ τὰ ἄριστα τῶι δήμωι, οὐ κατὰ πάντων

[col. 21] Ἀθηναίων. ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην ἢ τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινός, ἢ ὅπως ἐν δημοκρατίαι κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίςασιν εἰς τὸ δικαστήριον· διὰ τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδικημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ ἑκάστου αὐτῶν. ἀσεβεῖ τις περὶ τὰ ἱερά· γραφαὶ ἀσεβείας πρὸς τὸν βασιλέα. φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς· ὁ ἄρχων ἐπὶ τούτου κάθητ̣α̣ι. παράνομά τις ἐν τῇ πόλει

[col. 22] γράφει· θεσμοθετῶν συνέδριον ἔστι. ἀπαγωγῆς ἄξια ποιεῖ· ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε. ὑπὲρ τίνων οὖν οἴεσθε δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτ' ἤδη καθ' ἕκαστον ἐν τῶι νόμωι ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς. ἐάν τις, φησὶ, τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ· εἰκότως ὦ ἄνδρες δικασταί· ἡ γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψι[ν ο]ὐδεμίαν οὐδενὸς οὐδ' ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ

[col. 23] εἶναι ἐν τῶι δικαστηρίωι· ἢ συνίηι ποι ἐπὶ καταλύσει τοῦ δήμου ἢ ἑταιρικὸν συναγάγῃ, ἢ ἐάν τις πόλιν τινὰ προδῶι ἢ ναῦς ἢ πεζὴν ἢ ναυτικὴν στρατιάν, ἢ ῥήτωρ ὢν μὴ λέγηι τὰ ἄριστα τῶι δήμωι τῶι Ἀθηναίων χρήματα λαμβάνων· τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντες (ἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτ' ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατ' αὐτῶν τῶν ῥητόρων, παρ' οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα. ἐμαίνεσθε γὰρ ἄν, εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε ἢ οὕτως, εἰ τὰς μὲν τι̣μὰς καὶ τὰς

[col. 24] ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε. ἀλλ' ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῶι εἰσαγγελτικῶι νόμωι χρῆσθαι. καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῶι προτέρωι λόγωι ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλ' ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν· σὺ δὲ τοὐναντίον

[col. 25] τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππ[ο]υ. Καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φὴς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούε̣ιν τῶν ἀναβαινόντων. καίτοι τί τού‹του› τῶν ἐν τῇ πόλει βέλτιον ἢ δ[η̣μ̣ο̣τικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων, ἢ ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτωι τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι;

[col. 26] ἀλλὰ νὴ Δία αὐτὸς τοιούτωι πράγματι οὐ κέχρησαι. ἀλλ' ὅτ' ἔφευγες τὸν ἀγῶνα ὑπ' Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ ε[ἷ]ς ἦν αἱρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων [Ἀ̣]θηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; αὐτῶι δὲ τούτωι τῶι ἀγῶνι πῶς κέχρησαι; οὐ κατηγόρησας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῶι λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι; εἶτα σοὶ μὲν ἔξεστι καὶ φε[ύ̣]γοντι τοὺς βοηθήσοντας καλε[ῖ̣]ν

[col. 27] καὶ διώκοντι το[ὺ̣σ̣] συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δ' ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ; νὴ Δία· τὰ γὰρ πεπραγμένα αὐτῶι δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῆι κατηγορίᾳ. σκέψασθε δὴ ὦ ἄνδ[ρ̣]ες δικασταὶ καθ' ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος προσέταξεν Εὐξενίππωι τρίτωι αὐτῶι ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν,

[col. 28] ὃ τῶι δήμωι ἀπαγγεῖλαι. τοῦτ' εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῶι ὕπνωι τοῦτ' αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῶι προσέταττε ταῦτ' ἐξαγγείλας πρὸς Ἀθηναίους; εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῶι δήμωι, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλ' ὅπερ ὁ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον,

[col. 29] ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῶι· δι' ὅπερ ἥλως παρανόμων, οὐ δι' Εὐξένιππον. Ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῶι διείλοντο, τοῦ δήμου αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῶι Ἀμφιαράωι καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῶι θεῶι καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος. μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι το̣‹ῖ›ν

[col. 30] δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται. καίτοι εἰ μὲν ἴδιον ‹ὂν› τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος ‹εἶ›; εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγ[ρ̣]αφες αὐταῖς προσαποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐταῖς, εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσι ἀργύριον. Ταῦτ' ἐν τῶι δικαστηρίωι ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί. εἶτ' εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι; καὶ σοὶ

[col. 31] μὲν τῶι τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδ' ἐν τῆι Ἀττικῇ δεῖ τεθάφθαι; Ναί· δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας. τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππου, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν. δεῖ δὲ ὦ βέλτιστε μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν

[col. 32] τινα ζητεῖν κακόν τι ἐργάσασθαι, ἀλλ' ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρ' αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῆι πατρίδι. σὺ δ' ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῶι ἀπολέσαι Εὐξένιππον, καὶ φὴς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων· ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Μακεδονίαν,

[col. 33] ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπ' ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾶι ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται. εἰ γὰρ ταῦτα ἦν ἀληθῆ ἃ κατηγορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες οἱ ἐν τῆι πόλει, ὥσπερ καὶ περὶ τῶν ἄλλων, ὅσοι τι ὑπὲρ ἐκείνων ἢ λέγουσιν ἢ πράττουσιν,

[col. 34] οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἴσασι καὶ τὰ παιδία τὰ ἐκ τῶν διδασκαλείων καὶ τῶν ῥητόρων τοὺς παρ' ἐκείνων μισθαρνοῦντας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας τοὺς ἐκεῖθεν ἥκοντας καὶ ὑποδεχομένους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσι· καὶ οὐδαμοῦ ὄψει οὐδὲ παρ' ἑνὶ τούτων Εὐξένιππον καταριθμούμενον· σὺ δ' ἐκείνων μὲν οὐδένα κρίνεις οὐδ' εἰς ἀγῶνα καθίστης, οὓς πάντες ἴσασι ταῦτα πράττοντας, κατ' Εὐξενίππου δὲ κολακείαν [κ̣]α̣τηγορεῖς, οὗ ὁ βίος τὴν αἰτίαν οὐ παραδέχεται.

[col. 35] καίτοι, εἰ νοῦν εἶχες, περί γε τῆς φιάλης τῆς ἀνατεθείσης οὔτ' ἂν Εὐξένιππον ᾐτιῶ, οὔτ' ἂν ἄλλον λόγον οὐδένα ἐνταῦθα ἐποιήσω· οὐ γὰρ ἁρμόττει. διὰ τί; καί μου τὸν λόγον ὦ ἄνδρες δικασταὶ ἀκούσατε, ὃν μέλλω λέγειν ὑμῖν. Ὀλυμπιὰς ἐγκλήματα πεποίηται περὶ τὰ ἐν Δωδώνῃ οὐ δίκαια, ὡς ἐγὼ δὶς ἤδη ἐν τῶι δήμωι ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἀθηναίων πρὸς τοὺς ἥκοντας παρ' αὐτῆς ἐξήλεγξα οὐ προσήκοντα αὐτὴν ἐγκλήματα τῇ πόλει ἐγκαλοῦσαν. ὑμῖν γὰρ ὁ Ζεὺς ὁ Δωδωναῖος προσέταξεν ἐν τῆι μαντείαι τὸ ἄγαλμα τῆς Διώνης ἐπικοσμῆσαι·

[col. 36] καὶ ὑμεῖς πρόσωπόν τε ποιησάμενοι ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῆι θεῶι παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ' Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς ἡ χώρα εἴη ἡ Μολοττία αὑτῆς, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκε‹ι›ν ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι,

[col. 37] τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν· ἐὰν δ' ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος. Ἀλλ' οὐκ ἔστιν ὦ Πολύευκτε, ὡς ἐμοὶ δοκεῖς, ὅθεν κατηγορίαν οὐκ ἂν ποιήσαιο. καίτοι σε ἐχρῆν, ἐπείπερ προῄρησαι πολιτεύεσθαι, καὶ νὴ Δία καὶ δύνασαι, μὴ τοὺς ἰδιώτας κρίνειν μηδ' εἰς τούτους νεανιεύεσθαι, ἀλλὰ τῶν ῥητόρων

[col. 38] ἐάν τις ἀδικῆι, τοῦτον κρίνειν, στρατηγὸς ἐάν τις μὴ τὰ δίκαια πράττηι, τοῦτον εἰσαγγέλλειν· παρὰ γὰρ τούτοις ἐστὶ καὶ τὸ δύνασθαι βλάπτειν τὴν πόλιν, ὅσοι ἂν αὐτῶν προαιρῶνται, οὐ παρ' Εὐξενίππωι οὐδὲ τῶν δικαστῶν τούτων οὐδενί. καὶ οὐ σὲ μὲν οὕτως οἴομαι δεῖν πράττειν, αὐτὸς δὲ ἄλλον τινὰ τρόπον τῇ πολιτείᾳ κέχρημαι, ἀλλ' οὐδ' αὐτὸς ἰδιώτην οὐδένα πώποτε ἐν τῶι βίωι ἔκρινα, ἤδη δέ τισι καθ' ὅσον ἐδυνάμην ἐβοήθησα. τίνας οὖν κέκρικα καὶ εἰς ἀγῶνα καθέστακα; Ἀριστοφῶντα τὸν Ἁζηνιέα, ὃς ἰσχυρότατος ἐν τῆι πολιτείᾳ γεγένηται·

[col. 39] (καὶ οὗτος ἐν τούτωι τῶι δικαστηρίωι παρὰ δύο ψήφους ἀπέφυγε·) Διοπείθη τὸν Σφήττιον, ὃς δεινότατος ‹ἐ›δόκει εἶναι τῶν ἐν τῆι πόλει· Φιλοκράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελγέστατα τῆι πολιτείᾳ κέχρηται· τοῦτον εἰσαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέτει και κατὰ τῆς πόλεως εἷλον ἐν τῶι δικαστηρίωι καὶ τὴν εἰσαγγελίαν ἔγραψα δικαίαν καὶ ὥσπερ ὁ νόμος κελεύει, ῥήτορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῶι δήμωι τῶι Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῶι δήμῳ· καὶ οὐδ' οὕτως ἀπέχρησέ μοι τὴν εἰσαγγελίαν

[col. 40] αν δοῦναι, ἀλλ' ὑποκάτω παρέγραψα· τάδ' εἶπεν οὐ τὰ ἄριστα τῷ δήμωι χρήματα λαβών, εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα, καὶ πάλιν· τάδε εἶπεν οὐ τὰ ἄριστα τῶι δήμωι χρήματα λαβών, καὶ τὸ ψήφισμα παρέγραφον. καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι. σὺ δ' ἃ μὲν εἰπεῖν Εὐξένιππον φὴς οὐ τὰ ἄριστα τῶι δήμωι, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δ' ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει· μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς

[col. 41] ἥκεις φέρων κατ' αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵν' ἐὰν μὲν ἀφέμενοι τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· 'τί ταῦθ' ἡμῖν λέγετε'; ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ὁ ἀγὼν αὐτοῖς χείρων γίγνηται· τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῆι ὀργῆι τῶν δικαστῶν καταλείπεται. καὶ τὸ πάντων δειν‹ότ›ατον τῶν ἐν τῷ λόγωι λεγομένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν ἕνεκα

[col. 42] λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται· ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπ' αὐτοῦ τοῦ πράγματος καὶ πότε[ρον] ἀδικεῖ ὑμᾶς ὁ κριν[όμ]ενος ἢ οὔ. Κακ[ῶ̣ς] μοι δοκεῖς εἰδ[έν̣]αι ὦ Πολύευκτε σ̣[ύ τε] καὶ οἱ ταὐτὰ γιγνώσκο]ντες, ὅτι οὔτ̣ε δῆμός] ἐστιν οὐδ̣[ὲ εἷ]ς ἐν̣ τῆι οἰκουμένῃ

[col. 43] οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθ' ἕνα ἢ ἅθρους οὐ προΐεται ἀλλὰ βοηθεῖ. καὶ πρῶτον μὲν Τείσιδος τοῦ Ἀγρυλῆθεν ἀπογράψαντος τὴν Εὐθυκράτους οὐσίαν ὡς δημοσίαν οὖσαν, ἣ πλεόνων ἢ ἑξήκοντα ταλάντων ἦν, καὶ μετ' ἐκείνην πάλιν ὑπισχνουμένου τὴν Φιλίππ[ου] καὶ Ναυσικλέους ἀ̣[πο̣]γράψειν, καὶ λέγο̣[ντ]ος ὡς ἐξ ἀναπογρ[άφ]ω̣ν μετάλλων π[επλ]ουτήκασι, τοσο[ῦτον οὗ]τοι ἀπέλιπον̣ [τοῦ πρ]οσέσθαι τινὰ τ[οιοῦτο]ν λόγον

[col. 44] ἢ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ὥστε τὸν ἐγχειρήσαντα συκοφαντεῖν αὐτοὺς εὐθὺς ἠτίμωσαν, τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταδόντες. τοῦτο δ', εἰ βούλει, τὸ πρῴην ὑπὸ τῶν δικαστῶν πραχθὲν τοῦ ἐξελθόντος μηνὸς πῶς οὐ μεγάλου ἐπαίνου ἄξιόν ἐστι; φήναντος γὰρ Λυσάνδρου τὸ Ἐπικράτους μέταλλον τοῦ Παλληνέως ‹ὡς› ἐντὸς τῶν μέτ̣ρων τετμημένον, ὃ ἠργάζετο μὲν ἤ[δ]η τρία ἔτη, μετεῖχον̣ δ' αὐτοῦ οἱ πλουσ[ιώ̣]τατοι σχεδόν τι τῶ[ν] ἐν τῆι πόλει, ὁ δὲ Λ[ύσα]νδρος ὑπισχνεῖτ[ο τρι]ακόσια τάλαντα εἰσ[πράξει]ν τῆι πόλει· τ[οσαῦτα γ]ὰρ εἰληφέναι α[ὐτοὺς ἐ̣]κ

[col. 45] τοῦ μετάλλου· ἀλλ' ὅμως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγόρου ὑποσχέσεις ἀποβλέποντες ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλλον, καὶ τῆι αὐτῇ ψήφῳ τάς τε οὐσίας αὐτῶν ἐν ἀσφαλείᾳ κατέστησαν καὶ τὴν ὑπόλοιπον ἐργασίαν τοῦ μετάλλου ἐβεβαίωσαν. τοιγαροῦν αἱ καινοτομίαι πρότερον ἐκλελειμμέναι διὰ τὸν φόβον νῦν ἐνεργοί̣, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν πάλιν αὔξονται, ἃς ἐλυμήναντό τινε[ς τῶν ῥητόρων ἐξ[απ]α̣τήσαντες τὸν δῆ̣μον καὶ δασμολ[ογήσαντες τοὺς ἐκ[εῖθεν. ἔστι γὰρ ὦ ἄνδρ[ες δικασταὶ οὐχ οὗτος [χρηστὸς πολίτης, ὅ[σ̣τις

[col. 46] μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδ' ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλ' ὅτωι μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῆι πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας· ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες· ὅταν γὰρ ἦι φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν; Τούτους μὲν οὖν ἴσως οὐ ῥάιδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν, ὑμεῖς δὲ ὦ ἄνδρες δικασταί,

[col. 47] ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππωι βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίωι καὶ εἰσαγγελίαι τοιαύτηι, ἧι οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη καὶ πρὸς τούτοις ὑπ' αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη. εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῶι δήμωι τῶι Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμωι τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς

[col. 48] πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρ' ὧν τὰ δῶρα εἰληφότα Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῶι εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθηναίους φησὶν εἶναι, παρ' ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα σὺ ἔχων ἐν τῆι πόλει τοὺς ὑπεναντία πράττοντας τῶι δήμῳ οὐ τιμωρῇ, ἀλλ' Εὐξενίππῳ πράγματα παρέχεις; Βραχὺ δ' ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι. ὅταν γὰρ μέλλητε ὦ ἄνδρες δικασταὶ διαψηφίζεσθαι, κελεύετε

[col. 49] ὑμῖν τὸν γρ̣αμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν· καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε. Ἐγὼ μὲν οὖν σοὶ Εὐξένιππε βεβοήθηκα ὅσα εἶχον. λοιπὸν δ' ἐστὶ δεῖσθαι̣ τῶν δικαστῶν καὶ τοὺς φίλους παρακαλεῖν καὶ τὰ παιδία ἀναβιβάζεσθαι. Ὑπὲρ Εὐξενίππου εἰσαγγελίας ἀπολογία πρὸς Πολύευκτον.