[1]
[1] Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ, ὃς ἐβασίλευσεν ἐν Ισραηλ, [2] γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως [3] δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, [4] ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· [5] τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται [6] νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
[7] Ἀρχὴ σοφίας φόβος θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
[8] ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· [9] στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.
[10] υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες [11] Ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, [12] καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· [13] τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· [14] τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.
[15] μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· [16] οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· [17] οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
[18] αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.
[19] αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
[20] Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει, [21] ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει [22] Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν [23] καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
[24] ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, [25] ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε, [26] τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, [27] καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. [28] ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι
ὑμῶν· ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν.
[29] ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προ είλαντο [30] οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
[31] τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· [32] ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.
[33] ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
[2]
Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, [2] ὑπακούσεται σοφίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.
[3] ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ, [4] καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, [5] τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.
[6] ὅτι κύριος δίδωσιν σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· [7] καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν [8] τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.
[9] τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
[10] ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, [11] βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, [12] ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. [13] ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, [14] οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, [15] ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν [16] τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης.
[17] υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· [18] ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς· [19] πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.
[20] εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.
[21] χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ· [22] ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ' αὐτῆς.
[3]
Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· [2] μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.
[3] ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· [4] καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων.
[5] ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· [6] ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, [ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.] [7] μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· [8] τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
[9] τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, [10] ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
[11] Υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· [12] ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
[13] μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν καὶ θνητὸς ὃς εἶδεν φρόνησιν· [14] κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
[15] τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
[16] μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· [16a] ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
[17] αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· [18] ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής.
[19] ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει· [20] ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους.
[21] Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, [22] ἵνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
[22a] ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, [23] ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
[24] ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις· [25] καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· [26] ὁ γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς.
[27] μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν· [28] μὴ εἴπης Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
[29] μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
[30] μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν.
[31] μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· [32] ἀκάθαρτος γὰρ ἔναντι κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
[33] κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
[34] κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
[35] δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.
[4]
Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· [2] δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
[3] υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, [4] οἳ ἔλεγον καὶ ἐδίδασκόν με Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· [5] φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος [6] μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· [8] περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, [9] ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.
[10] Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· [11] ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς.
[12] ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις.
[13] ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.
[14] ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· [15] ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον.
[16] οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· [17] οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
[18] αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· [19] αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
[20] Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, [21] ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ· [22] ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις.
[23] πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
[24] περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
[25] οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
[26] ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε.
[27] μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· [27a] ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· [27b] αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
[5]
Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, [2] ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι.
[3] μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, [4] ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
[5] τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται· [6] ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
[7] νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους· [8] μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, [9] ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν, [10] ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν, [11] καὶ μεταμεληθήσῃ ἐπ' ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, [12] καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου· [13] οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου· [14] παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
[15] πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.
[16] μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· [17] ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· [18] ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
[19] ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.
[20] μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· [21] ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
[22] παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· [23] οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι' ἀφροσύνην.
6
[1] Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,
παραδώσεις σὴν χεῖρα ἐχθρῷ·
[2] παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,
καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
[3] ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου
— ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον — ἴθι μὴ ἐκλυόμενος,
παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγυήσω·
[4] μὴ δῷς ὕπνον σοῖς ὄμμασιν
μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,
[5] ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων
καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
[6] Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,
καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ
καὶ γενοῦ ἐκείνου σοφώτερος·
[7] ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος
μηδὲ τὸν ἀναγκάζοντα ἔχων
μηδὲ ὑπὸ δεσπότην ὢν
[8] ἑτοιμάζεται θέρους τὴν τροφὴν
πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
[8a] ἢ πορεύθητι πρὸς τὴν μέλισσαν
καὶ μάθε ὡς ἐργάτις ἐστὶν
τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται,
[8b] ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται,
ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
[8c] καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,
τὴν σοφίαν τιμήσασα προήχθη.
[9] ἕως τίνος, ὀκνηρέ, κατάκεισαι;
πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;
[10] ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις,
ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
[11] εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία
καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
[11a] ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,
ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
[12] Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
[13] ὁ δ’ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί,
διδάσκει δὲ ἐννεύμασιν δακτύλων,
[14] διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·
ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
[15] διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ,
διακοπὴ καὶ συντριβὴ ἀνίατος.
[16] ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ κύριος,
συντρίβεται δὲ δι’ ἀκαθαρσίαν ψυχῆς·
[17] ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
χεῖρες ἐκχέουσαι αἷμα δικαίου
[18] καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς
καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν·
[19] ἐκκαίει ψεύδη μάρτυς ἄδικος
καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
[20] Υἱέ, φύλασσε νόμους πατρός σου
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
[21] ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς
καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
[22] ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω·
ὡς δ’ ἂν καθεύδῃς, φυλασσέτω σε,
ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·
[23] ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς,
καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
[24] τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
[25] μή σε νικήσῃ κάλλους ἐπιθυμία,
μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς
μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·
[26] τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
[27] ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
[28] ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;
[29] οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον,
οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.
[30] οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
[31] ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια
καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν.
[32] ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ
περιποιεῖται,
[33] ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει,
τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.
[34] μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς·
οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως,
[35] οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν
οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
7
[1] Υἱέ, φύλασσε ἐμοὺς λόγους,
τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·
[1a] υἱέ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις,
πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
[2] φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις,
τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
[3] περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,
ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
[4] εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,
τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,
[5] ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,
ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
[6] ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
[7] ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
[8] παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
[9] καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ,
ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
[10] ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν,
ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
[11] ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,
ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
[12] χρόνον γάρ τινα ἔξω ῥέμβεται,
χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
[13] εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,
ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
[14] Θυσία εἰρηνική μοί ἐστιν,
σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
[15] ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι,
ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε·
[16] κειρίαις τέτακα τὴν κλίνην μου,
ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου·
[17] διέρραγκα τὴν κοίτην μου κρόκῳ,
τὸν δὲ οἶκόν μου κινναμώμῳ·
[18] ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου,
δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι·
[19] οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,
πεπόρευται δὲ ὁδὸν μακρὰν
[20] ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,
δι’ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
[21] ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ
βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
[22] ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,
ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται
καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
[23] ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ,
σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα
οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
[24] νῦν οὖν, υἱέ, ἄκουέ μου
καὶ πρόσεχε ῥήμασιν στόματός μου·
[25] μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·
[26] πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,
καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
[27] ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς
κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου.
8
[1] Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ·
[2] ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν,
ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
[3] παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
ἐν δὲ εἰσόδοις ὑμνεῖται
[4] Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ
καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων·
[5] νοήσατε, ἄκακοι, πανουργίαν,
οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
[6] εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ
καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά·
[7] ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,
ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.
[8] μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
[9] πάντα ἐνώπια τοῖς συνιοῦσιν
καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
[10] λάβετε παιδείαν καὶ μὴ ἀργύριον
καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον,
ἀνθαιρεῖσθε δὲ αἴσθησιν χρυσίου καθαροῦ·
[11] κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
[12] ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.
[13] φόβος κυρίου μισεῖ ἀδικίαν,
ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·
μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
[14] ἐμὴ βουλὴ καὶ ἀσφάλεια,
ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς·
[15] δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
[16] δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς.
[17] ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν.
[18] πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει
καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη·
[19] βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον,
τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
[20] ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ
καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,
[21] ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν
καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
[21a] ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα,
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
[22] κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
[23] πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,
[24] πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
[25] πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
[26] κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν.
[27] ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ,
καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων.
[28] ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν
[29] καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
[30] ἤμην παρ’ αὐτῷ ἁρμόζουσα,
ἐγὼ ἤμην ᾗ προσέχαιρεν.
καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ,
[31] ὅτε ἐυφραίνετο τὴν οἰκουμένην συντελέσας
καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
[32] νῦν οὖν, υἱέ, ἄκουέ μου.
[34] μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου,
καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει
ἀγρυπνῶν ἐπ’ ἐμαῖς θύραις καθ’ ἡμέραν
τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων·
[35] αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου.
[36] οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς,
καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.
9
[1] Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον
καὶ ὑπήρεισεν στύλους ἑπτά·
[2] ἔσφαξεν τὰ ἑαυτῆς θύματα,
ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον
καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·
[3] ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους
συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
[4] Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με·
καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
[5] Ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων
καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·
[6] ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε,
καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε,
καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
[7] Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν,
ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
[8] μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.
[9] δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·
γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
[10] ἀρχὴ σοφίας φόβος κυρίου,
καὶ βουλὴ ἁγίων σύνεσις·
[10a] τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς·
[11] τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
[12] υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.
[12a] ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους,
ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
[12b] ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,
τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
[12c] διαπορεύεται δὲ δι’ ἀνύδρου ἐρήμου
καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,
συνάγει δὲ χερσὶν ἀκαρπίαν.
[13] Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
ἣ οὐκ ἐπίσταται αἰσχύνην·
[14] ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου
ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
[15] προσκαλουμένη τοὺς παριόντας
καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
[16] Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με·
ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα
[17] Ἄρτων κρυφίων ἡδέως ἅψασθε
καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
[18] ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται,
καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ.
[18a] ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ
μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν·
[18b] οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον
καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον·
[18c] ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου
καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς,
[18d] ἵνα πολὺν ζήσῃς χρόνον,
προστεθῇ δέ σοι ἔτη ζωῆς.
— — —
10
[1] Υἱὸς σοφὸς εὐφραίνει πατέρα,
υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί.
[2] οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,
δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
[3] οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν,
ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
[4] πενία ἄνδρα ταπεινοῖ,
χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
[4a] υἱὸς πεπαιδευμένος σοφὸς ἔσται,
τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
[5] διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,
ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.
[6] εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου,
στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
[7] μνήμη δικαίων μετ’ ἐγκωμίων,
ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
[8] σοφὸς καρδίᾳ δέξεται ἐντολάς,
ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.
[9] ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς,
ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.
[10] ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,
ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
[11] πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,
στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
[12] μῖσος ἐγείρει νεῖκος,
πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.
[13] ὃς ἐκ χειλέων προφέρει σοφίαν,
ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
[14] σοφοὶ κρύψουσιν αἴσθησιν,
στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
[15] κτῆσις πλουσίων πόλις ὀχυρά,
συντριβὴ δὲ ἀσεβῶν πενία.
[16] ἔργα δικαίων ζωὴν ποιεῖ,
καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
[17] ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,
παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
[18] καλύπτουσιν ἔχθραν χείλη δίκαια,
οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.
[19] ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,
φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
[20] ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,
καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
[21] χείλη δικαίων ἐπίσταται ὑψηλά,
οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
[22] εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου·
αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
[23] ἐν γέλωτι ἄφρων πράσσει κακά,
ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
[24] ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,
ἐπιθυμία δὲ δικαίου δεκτή.
[25] παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,
δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα.
[26] ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,
οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν.
[27] φόβος κυρίου προστίθησιν ἡμέρας,
ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
[28] ἐγχρονίζει δικαίοις εὐφροσύνη,
ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται.
[29] ὀχύρωμα ὁσίου φόβος κυρίου,
συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
[30] δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,
ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.
[31] στόμα δικαίου ἀποστάζει σοφίαν,
γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
[32] χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,
στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.
11
[1] ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου,
στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
[2] οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·
στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
[3] ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
[5] δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς,
ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
[6] δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς,
τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
[7] τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
[8] δίκαιος ἐκ θήρας ἐκδύνει,
ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
[9] ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,
αἴσθησις δὲ δικαίων εὔοδος.
[10] ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,
[11] στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.
[12] μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν,
ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
[13] ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,
πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
[14] οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα,
σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
[15] πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ,
μισεῖ δὲ ἦχον ἀσφαλείας.
[16] γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν,
θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια.
πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται,
οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
[17] τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων,
ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
[18] ἀσεβὴς ποιεῖ ἔργα ἄδικα,
σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
[19] υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν,
διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
[20] βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί,
προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
[21] χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται,
ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.
[22] ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,
οὕτως γυναικὶ κακόφρονι κάλλος.
[23] ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,
ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
[24] εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν,
εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
[25] ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,
ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
[26] ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν,
εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
[27] τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν·
ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.
[28] ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται·
ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
[29] ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
δουλεύσει δὲ ἄφρων φρονίμῳ.
[30] ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,
ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.
[31] εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται,
ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
12
[1] ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν,
ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
[2] κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ,
ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
[3] οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου,
αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
[4] γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς·
ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός.
[5] λογισμοὶ δικαίων κρίματα,
κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
[6] λόγοι ἀσεβῶν δόλιοι,
στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
[7] οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται,
οἶκοι δὲ δικαίων παραμένουσιν.
[8] στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,
νωθροκάρδιος δὲ μυκτηρίζεται.
[9] κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ
ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
[10] δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ,
τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
[11] ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων,
οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
[11a] ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
[12] ἐπιθυμίαι ἀσεβῶν κακαί,
αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
[13] δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
[13a] ὁ βλέπων λεῖα ἐλεηθήσεται,
ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
[14] ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,
ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
[15] ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,
εἰσακούει δὲ συμβουλίας σοφός.
[16] ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,
κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
[17] ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,
ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
[18] εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ,
γλῶσσαι δὲ σοφῶν ἰῶνται.
[19] χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν,
μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
[20] δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,
οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
[21] οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,
οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
[22] βδέλυγμα κυρίῳ χείλη ψευδῆ,
ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ.
[23] ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως,
καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
[24] χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,
δόλιοι δὲ ἔσονται εἰς προνομήν.
[25] φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,
ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
[26] ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται,
αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς.
ἁμαρτάνοντας καταδιώξεται κακά,
ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
[27] οὐκ ἐπιτεύξεται δόλιος θήρας,
κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
[28] ἐν ὁδοῖς δικαιοσύνης ζωή,
ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
13
[1] υἱὸς πανοῦργος ὑπήκοος πατρί,
υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.
[2] ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός,
ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.
[3] ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.
[4] ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός,
χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
[5] λόγον ἄδικον μισεῖ δίκαιος,
ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
[6] δικαιοσύνη φυλάσσει ἀκάκους,
τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία.
[7] εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες,
καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
[8] λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος,
πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
[9] φῶς δικαίοις διὰ παντός,
φῶς δὲ ἀσεβῶν σβέννυται.
[9a] ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,
δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν.
[10] κακὸς μεθ’ ὕβρεως πράσσει κακά,
οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
[11] ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,
ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται·
δίκαιος οἰκτίρει καὶ κιχρᾷ.
[12] κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ
τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·
δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
[13] ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ·
ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
[13a] υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν,
οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,
καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
[14] νόμος σοφοῦ πηγὴ ζωῆς,
ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
[15] σύνεσις ἀγαθὴ δίδωσιν χάριν,
τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,
ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
[16] πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,
ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
[17] βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,
ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν.
[18] πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,
ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
[19] ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,
ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
[20] ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται,
ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
[21] ἁμαρτάνοντας καταδιώξεται κακά,
τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
[22] ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν,
θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
[23] δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά,
ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
[24] ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ·
ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
[25] δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ,
ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
14
[1] σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,
ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
[2] ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον,
ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
[3] ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,
χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
[4] οὗ μή εἰσιν βόες, φάτναι καθαραί·
οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
[5] μάρτυς πιστὸς οὐ ψεύδεται,
ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.
[6] ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
[7] πάντα ἐναντία ἀνδρὶ ἄφρονι,
ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
[8] σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,
ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
[9] οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν,
οἰκίαι δὲ δικαίων δεκταί.
[10] καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·
ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.
[11] οἰκίαι ἀσεβῶν ἀφανισθήσονται,
σκηναὶ δὲ κατορθούντων στήσονται.
[12] ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις,
τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
[13] ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη,
τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
[14] τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,
ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
[15] ἄκακος πιστεύει παντὶ λόγῳ,
πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
[16] σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ.
[17] ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,
ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
[18] μεριοῦνται ἄφρονες κακίαν,
οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
[19] ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,
καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
[20] φίλοι μισήσουσιν φίλους πτωχούς,
φίλοι δὲ πλουσίων πολλοί.
[21] ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,
ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
[22] πλανώμενοι τεκταίνουσι κακά,
ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί.
οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
[23] ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
[24] στέφανος σοφῶν πανοῦργος,
ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
[25] ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
ἐκκαίει δὲ ψεύδη δόλιος.
[26] ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος,
τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
[27] πρόσταγμα κυρίου πηγὴ ζωῆς,
ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
[28] ἐν πολλῷ ἔθνει δόξα βασιλέως,
ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
[29] μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,
ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
[30] πραΰθυμος ἀνὴρ καρδίας ἰατρός,
σὴς δὲ ὀστέων καρδία αἰσθητική.
[31] ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
[32] ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
[33] ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,
ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
[34] δικαιοσύνη ὑψοῖ ἔθνος,
ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
[35] δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
15
[1] ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,
ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,
λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
[2] γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.
[3] ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου,
σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.
[4] ἴασις γλώσσης δένδρον ζωῆς,
ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
[5] ἄφρων μυκτηρίζει παιδείαν πατρός,
ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.
[6] ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,
οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται.
οἴκοις δικαίων ἰσχὺς πολλή,
καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
[7] χείλη σοφῶν δέδεται αἰσθήσει,
καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
[8] θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ,
εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ.
[9] βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς,
διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
[10] παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,
οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
[11] ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,
πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
[12] οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
[13] καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
[14] καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
[15] πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός.
[16] κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου
ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
[17] κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν
ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
[18] ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει.
[18a] μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
[19] ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
[20] υἱὸς σοφὸς εὐφραίνει πατέρα,
υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.
[21] ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,
ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
[22] ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,
ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
[23] οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ
οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
[24] ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
[25] οἴκους ὑβριστῶν κατασπᾷ κύριος,
ἐστήρισεν δὲ ὅριον χήρας.
[26] βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος,
ἁγνῶν δὲ ῥήσεις σεμναί.
[27] ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,
ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται.
[27a] ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,
τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
[28] καρδίαι δικαίων μελετῶσιν πίστεις,
στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.
[28a] δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,
διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
[29] μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,
εὐχαῖς δὲ δικαίων ἐπακούει.
[29a] κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης
ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.
[29b] καρδία ἀνδρὸς λογιζέσθω δίκαια,
ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
[30] θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν,
φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
[32] ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν·
ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
[33] φόβος θεοῦ παιδεία καὶ σοφία,
καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
16
[2] πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ,
οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
[5] ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,
χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
[7] ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια,
δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
[8] ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
[9] πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
[10] μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
[11] ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ,
τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
[12] βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά,
μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
[13] δεκτὰ βασιλεῖ χείλη δίκαια,
λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
[14] θυμὸς βασιλέως ἄγγελος θανάτου,
ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
[15] ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως,
οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
[16] νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου,
νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον.
[17] τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,
ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται.
ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
[18] πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
πρὸ δὲ πτώματος κακοφροσύνη.
[19] κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως
ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
[20] συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν,
πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
[21] τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
[22] πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
παιδεία δὲ ἀφρόνων κακή.
[23] καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
[24] κηρία μέλιτος λόγοι καλοί,
γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
[25] εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
[26] ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν,
ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.
[27] ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά,
ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
[28] ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ
καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους.
[29] ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων
καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
[30] στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα,
ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
οὗτος κάμινός ἐστιν κακίας.
[31] στέφανος καυχήσεως γῆρας,
ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
[32] κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,
ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
[33] εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.
17
[1] κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ
ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης.
[2] οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων,
ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη.
[3] ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ.
[4] κακὸς ὑπακούει γλώσσης παρανόμων,
δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
[5] ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·
ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.
[6] στέφανος γερόντων τέκνα τέκνων,
καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
[6a] τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,
τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
[7] οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ
οὐδὲ δικαίῳ χείλη ψευδῆ.
[8] μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις,
οὗ δ’ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
[9] ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν·
ὃς δὲ μισεῖ κρύπτειν, διίστησιν φίλους καὶ οἰκείους.
[10] συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,
ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
[11] ἀντιλογίας ἐγείρει πᾶς κακός,
ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
[12] ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,
οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.
[13] ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν,
οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.
[14] ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης,
προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
[15] ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ.
[16] ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι;
κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται.
[16a] ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν·
ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά.
[17] εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι,
ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν·
τούτου γὰρ χάριν γεννῶνται.
[18] ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ
ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον.
[19] φιλαμαρτήμων χαίρει μάχαις,
[20] ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.
ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
[21] καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
[22] καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ,
ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
[23] λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
[24] πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ,
οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα γῆς.
[25] ὀργὴ πατρὶ υἱὸς ἄφρων
καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
[26] ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
[27] ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων·
μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
[28] ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται,
ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.
18
[1] προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων,
ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
[2] οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν·
μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.
[3] ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ,
ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
[4] ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,
ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
[5] θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,
οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
[6] χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά,
τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
[7] στόμα ἄφρονος συντριβὴ αὐτῷ,
τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
[8] ὀκνηροὺς καταβάλλει φόβος,
ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
[9] ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
[10] ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου,
αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
[11] ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
[12] πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
καὶ πρὸ δόξης ταπεινοῦται.
[13] ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
[14] θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος·
ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
[15] καρδία φρονίμου κτᾶται αἴσθησιν,
ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
[16] δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν
καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
[17] δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
ὡς δ’ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
[18] ἀντιλογίας παύει κλῆρος,
ἐν δὲ δυνάσταις ὁρίζει.
[19] ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
[20] ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
[21] θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
[22] ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας,
ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα.
[22a] ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά·
ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
19
[3] ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
[4] πλοῦτος προστίθησιν φίλους πολλούς,
ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
[5] μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
[6] πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,
πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
[7] πᾶς, ὃς ἀδελφὸν πτωχὸν μισεῖ,
καὶ φιλίας μακρὰν ἔσται.
ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,
ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν.
ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν·
ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.
[8] ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν·
ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά.
[9] μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται·
ὃς δ’ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ’ αὐτῆς.
[10] οὐ συμφέρει ἄφρονι τρυφή,
καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ’ ὕβρεως δυναστεύειν.
[11] ἐλεήμων ἀνὴρ μακροθυμεῖ,
τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
[12] βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος·
ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
[13] αἰσχύνη πατρὶ υἱὸς ἄφρων,
καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
[14] οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,
παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
[15] δειλία κατέχει ἀνδρογύναιον,
ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
[16] ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
[17] δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν,
κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ.
[18] παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις·
εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
[19] κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται·
ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
[20] ἄκουε, υἱέ, παιδείαν πατρός σου,
ἵνα σοφὸς γένῃ ἐπ’ ἐσχάτων σου.
[21] πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
[22] καρπὸς ἀνδρὶ ἐλεημοσύνη,
κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης.
[23] φόβος κυρίου εἰς ζωὴν ἀνδρί,
ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις.
[24] ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως,
οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς.
[25] λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται·
ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
[26] ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ
καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται.
[27] υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς
μελετήσει ῥήσεις κακάς.
[28] ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα,
στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις.
[29] ἑτοιμάζονται ἀκολάστοις μάστιγες
καὶ τιμωρίαι ὤμοις ἀφρόνων.
20
[1] ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη,
πᾶς δὲ ὁ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοφός.
[2] οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος,
ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
[3] δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας,
πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
[4] ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,
ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
[5] ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
[6] μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
[7] ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,
μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
[8] ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,
οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
[9] τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;
ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
[9a] κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ,
αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
[9b] μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
[9c] μὴ εἴπῃς Τείσομαι τὸν ἐχθρόν·
ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.
[10] στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα.
[11] καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται,
νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
[12] οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ·
κυρίου ἔργα καὶ ἀμφότερα.
[13] μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.
[23] βδέλυγμα κυρίῳ δισσὸν στάθμιον,
καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
[24] παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί·
θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
[25] παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι·
μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
[26] λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς
καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
[27] φῶς κυρίου πνοὴ ἀνθρώπων,
ὃς ἐρευνᾷ ταμίεια κοιλίας.
[28] ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ
καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
[29] κόσμος νεανίαις σοφία,
δόξα δὲ πρεσβυτέρων πολιαί.
[30] ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς,
πληγαὶ δὲ εἰς ταμίεια κοιλίας.
21
[1] ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ·
οὗ ἐὰν θέλων νεύσῃ, ἐκεῖ ἔκλινεν αὐτήν.
[2] πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος,
κατευθύνει δὲ καρδίας κύριος.
[3] ποιεῖν δίκαια καὶ ἀληθεύειν
ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
[4] μεγαλόφρων ἐφ’ ὕβρει θρασυκάρδιος,
λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
[6] ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ
μάταια διώκει ἐπὶ παγίδας θανάτου.
[7] ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται·
οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.
[8] πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός·
ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.
[9] κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου
ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.
[10] ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς τῶν ἀνθρώπων.
[11] ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος,
συνίων δὲ σοφὸς δέξεται γνῶσιν.
[12] συνίει δίκαιος καρδίας ἀσεβῶν
καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.
[13] ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς,
καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.
[14] δόσις λάθριος ἀνατρέπει ὀργάς,
δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.
[15] εὐφροσύνη δικαίων ποιεῖν κρίμα,
ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.
[16] ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης
ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.
[17] ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην
φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·
[18] περικάθαρμα δὲ δικαίου ἄνομος.
[19] κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ
ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.
[20] θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ,
ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.
[21] ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
[22] πόλεις ὀχυρὰς ἐπέβη σοφὸς
καὶ καθεῖλεν τὸ ὀχύρωμα, ἐφ’ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
[23] ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν,
διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.
[24] θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται·
ὃς δὲ μνησικακεῖ, παράνομος.
[25] ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν·
οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.
[26] ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς,
ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτίρει ἀφειδῶς.
[27] θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ·
καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.
[28] μάρτυς ψευδὴς ἀπολεῖται,
ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.
[29] ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ,
ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.
[30] οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρεία,
οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.
[31] ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου,
παρὰ δὲ κυρίου ἡ βοήθεια.
22
[1] αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς,
ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
[2] πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις,
ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.
[3] πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται,
οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.
[4] γενεὰ σοφίας φόβος κυρίου
καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
[5] τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,
ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
[7] πλούσιοι πτωχῶν ἄρξουσιν,
καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
[8] ὁ σπείρων φαῦλα θερίσει κακά,
πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
[8a] ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός,
ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
[9] ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται·
τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
[9a] νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς,
τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
[10] ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·
ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.
[11] ἀγαπᾷ κύριος ὁσίας καρδίας,
δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·
χείλεσιν ποιμαίνει βασιλεύς.
[12] οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν,
φαυλίζει δὲ λόγους παράνομος.
[13] προφασίζεται καὶ λέγει ὀκνηρός
Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
[14] βόθρος βαθὺς στόμα παρανόμου,
ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
[14a] εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,
καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῶν·
ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
[15] ἄνοια ἐξῆπται καρδίας νέου,
ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ.
[16] ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·
δίδωσιν δὲ πλουσίῳ ἐπ’ ἐλάσσονι.
— — —
[17] Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,
τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν·
[18] καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου,
εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν,
[19] ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς
καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ.
[20] καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
[21] διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν
τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
[22] Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν,
καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις·
[23] ὁ γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν,
καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
[24] μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει,
φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
[25] μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ
καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
[26] μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
[27] ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς,
λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
[28] μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.
[29] ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ
βασιλεῦσι δεῖ παρεστάναι
καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
23
[1] ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,
νοητῶς νόει τὰ παρατιθέμενά σοι
[2] καὶ ἐπίβαλλε τὴν χεῖρά σου
εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι·
[3] εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ,
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
[4] μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,
τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου·
[5] ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ φανεῖται,
κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,
καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
[6] μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ
μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ·
[7] ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
οὕτως ἐσθίει καὶ πίνει.
[8] μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ’ αὐτοῦ·
ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.
[9] εἰς ὦτα ἄφρονος μηδὲν λέγε,
μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
[10] μὴ μεταθῇς ὅρια αἰώνια,
εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
[11] ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν
καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
[12] δὸς εἰς παιδείαν τὴν καρδίαν σου,
τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
[13] μὴ ἀπόσχῃ νήπιον παιδεύειν,
ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ·
[14] σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,
τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
[15] υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία,
εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
[16] καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη
πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσιν.
[17] μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,
ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν·
[18] ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
[19] ἄκουε, υἱέ, καὶ σοφὸς γίνου
καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας·
[20] μὴ ἴσθι οἰνοπότης
μηδὲ ἐκτείνου συμβολαῖς κρεῶν τε ἀγορασμοῖς·
[21] πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,
καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
[22] ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε
καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
[24] καλῶς ἐκτρέφει πατὴρ δίκαιος,
ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ·
[25] εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,
καὶ χαιρέτω ἡ τεκοῦσά σε.
[26] δός μοι, υἱέ, σὴν καρδίαν,
οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν·
[27] πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος,
καὶ φρέαρ στενὸν ἀλλότριον·
[28] οὗτος γὰρ συντόμως ἀπολεῖται,
καὶ πᾶς παράνομος ἀναλωθήσεται.
[29] τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις;
τίνι ἀηδίαι καὶ λέσχαι;
τίνι συντρίμματα διὰ κενῆς;
τίνος πέλειοι οἱ ὀφθαλμοί;
[30] οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις;
οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
[31] μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις
καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου,
ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου,
[32] τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται
καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
[33] οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
τὸ στόμα σου τότε λαλήσει σκολιά,
[34] καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης
καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι·
[35] ἐρεῖς δέ Τύπτουσίν με, καὶ οὐκ ἐπόνεσα,
καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ’ ὧν συνελεύσομαι;
24
[1] υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας
μηδὲ ἐπιθυμήσῃς εἶναι μετ’ αὐτῶν·
[2] ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
[3] μετὰ σοφίας οἰκοδομεῖται οἶκος
καὶ μετὰ συνέσεως ἀνορθοῦται·
[4] μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
[5] κρείσσων σοφὸς ἰσχυροῦ
καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου·
[6] μετὰ κυβερνήσεως γίνεται πόλεμος,
βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
[7] σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου,
[8] ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
ἀπαιδεύτοις συναντᾷ θάνατος,
[9] ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις·
ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
[10] ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
[11] ῥῦσαι ἀγομένους εἰς θάνατον
καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·
[12] ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει,
καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
[13] φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·
[14] οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου,
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
[15] μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων
μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
[16] ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται,
οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
[17] ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
[18] ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ,
καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.
[19] μὴ χαῖρε ἐπὶ κακοποιοῖς
μηδὲ ζήλου ἁμαρτωλούς·
[20] οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν,
λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
[21] φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα
καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
[22] ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς,
τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
[22a] λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
δεχόμενος δὲ ἐδέξατο αὐτόν.
[22b] μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ.
[22c] μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη,
ὃς δ’ ἂν παραδοθῇ, συντριβήσεται·
[22d] ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
σὺν νεύροις ἀνθρώπους ἀναλίσκει
[22e] καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει
καὶ συγκαίει ὥσπερ φλὸξ
ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
— — —
30
[1] Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι
καὶ δεξάμενος αὐτοὺς μετανόει·
τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι·
[2] ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,
καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί·
[3] θεὸς δεδίδαχέν με σοφίαν,
καὶ γνῶσιν ἁγίων ἔγνωκα.
[4] τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;
τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς;
τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ, ἵνα γνῷς;
[5] πάντες λόγοι θεοῦ πεπυρωμένοι,
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν·
[6] μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ,
ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.
[7] δύο αἰτοῦμαι παρὰ σοῦ,
μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
[8] μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη,
[9] ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ;
ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
[10] μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου.
μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
[11] ἔκγονον κακὸν πατέρα καταρᾶται,
τὴν δὲ μητέρα οὐκ εὐλογεῖ·
[12] ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν·
[13] ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται·
[14] ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
— — —
24
[23] Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·
αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν·
[24] ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
[25] οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή·
[26] χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
[27] ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου
καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν
καὶ πορεύου κατόπισθέν μου
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
[28] μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην
μηδὲ πλατύνου σοῖς χείλεσιν·
[29] μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
[30] ὥσπερ γεώργιον ἀνὴρ ἄφρων,
καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
[31] ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος,
οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
[32] ὕστερον ἐγὼ μετενόησα,
ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
[33] ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
[34] ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου
καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
— — —
30
[15] Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι,
καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν,
καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
[16] ᾅδης καὶ ἔρως γυναικὸς
καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
[17] ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
[18] τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι,
καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
[19] ἴχνη ἀετοῦ πετομένου
καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας
καὶ τρίβους νηὸς ποντοπορούσης
καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
[20] τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον.
[21] διὰ τριῶν σείεται ἡ γῆ,
τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
[22] ἐὰν οἰκέτης βασιλεύσῃ,
καὶ ἄφρων πλησθῇ σιτίων,
[23] καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
[24] τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς,
ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
[25] οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς
καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
[26] καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
[27] ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς
καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως·
[28] καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν
κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέως.
[29] τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται,
καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει·
[30] σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
[31] καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος
καὶ τράγος ἡγούμενος αἰπολίου
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
[32] ἐὰν πρόῃ σεαυτὸν εἰς εὐφροσύνην
καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
[33] ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·
ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
— — —
31
[1] Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ,
βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
[2] τί, τέκνον, τηρήσεις; τί; ῥήσεις θεοῦ·
πρωτογενές, σοὶ λέγω, υἱέ·
τί, τέκνον ἐμῆς κοιλίας;
τί, τέκνον ἐμῶν εὐχῶν;
[3] μὴ δῷς γυναιξὶ σὸν πλοῦτον
καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
[4] μετὰ βουλῆς πάντα ποίει,
μετὰ βουλῆς οἰνοπότει·
οἱ δυνάσται θυμώδεις εἰσίν,
οἶνον δὲ μὴ πινέτωσαν,
[5] ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας
καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
[6] δίδοτε μέθην τοῖς ἐν λύπαις
καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
[7] ἵνα ἐπιλάθωνται τῆς πενίας
καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.
[8] ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ
καὶ κρῖνε πάντας ὑγιῶς·
[9] ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως,
διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.
— — —
25
[1] Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι,
ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ
βασιλέως τῆς Ιουδαίας.
[2] Δόξα θεοῦ κρύπτει λόγον,
δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
[3] οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα,
καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
[4] τύπτε ἀδόκιμον ἀργύριον,
καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
[5] κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,
καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
[6] μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως
μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
[7] κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρός με,
ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου.
ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.
[8] μὴ πρόσπιπτε εἰς μάχην ταχέως,
ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων.
ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,
[9] ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,
[10] μή σε ὀνειδίσῃ μὲν ὁ φίλος,
ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται,
ἀλλ’ ἔσται σοι ἴση θανάτῳ.
[10a] χάρις καὶ φιλία ἐλευθεροῖ,
ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ,
ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
[11] μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου,
οὕτως εἰπεῖν λόγον.
[12] εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται,
λόγος σοφὸς εἰς εὐήκοον οὖς.
[13] ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ,
οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·
ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
[14] ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι,
οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ.
[15] ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν,
γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
[16] μέλι εὑρὼν φάγε τὸ ἱκανόν,
μήποτε πλησθεὶς ἐξεμέσῃς.
[17] σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον,
μήποτε πλησθείς σου μισήσῃ σε.
[18] ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν,
οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ
μαρτυρίαν ψευδῆ.
[19] ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
[20] ὥσπερ ὄξος ἕλκει ἀσύμφορον,
οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ.
[20a] ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ,
οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
[21] ἐὰν πεινᾷ ὁ ἐχθρός σου, τρέφε αὐτόν,
ἐὰν διψᾷ, πότιζε αὐτόν·
[22] τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν
κεφαλὴν αὐτοῦ,
ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά.
[23] ἄνεμος βορέας ἐξεγείρει νέφη,
πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.
[24] κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος
ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
[25] ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές,
οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.
[26] ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο,
οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.
[27] ἐσθίειν μέλι πολὺ οὐ καλόν,
τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους.
[28] ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος,
οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.
26
[1] ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει,
οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
[2] ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί,
οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
[3] ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,
οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
[4] μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην,
ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
[5] ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ,
ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ.
[6] ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται
ὁ ἀποστείλας δι’ ἀγγέλου ἄφρονος λόγον.
[7] ἀφελοῦ πορείαν σκελῶν
καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων.
[8] ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
[9] ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου,
δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
[10] πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων·
συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
[11] ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν
ἑαυτοῦ ἁμαρτίαν.
[11a] ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
[12] εἶδον ἄνδρα δόξαντα παρ’ ἑαυτῷ σοφὸν εἶναι,
ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
[13] λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν
Λέων ἐν ταῖς ὁδοῖς.
[14] ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος,
οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
[15] κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα.
[16] σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται
τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
[17] ὥσπερ ὁ κρατῶν κέρκου κυνός,
οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
[18] ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,
ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται,
[19] οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους,
ὅταν δὲ φωραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
[20] ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
[21] ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
[22] λόγοι κερκώπων μαλακοί,
οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων.
[23] ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.
χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
[24] χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός,
ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους·
[25] ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·
ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
[26] ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,
ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
[27] ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν,
ὁ δὲ κυλίων λίθον ἐφ’ ἑαυτὸν κυλίει.
[28] γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
27
[1] μὴ καυχῶ τὰ εἰς αὔριον·
οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
[2] ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,
ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
[3] βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
[4] ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
ἀλλ’ οὐδένα ὑφίσταται ζῆλος.
[5] κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
[6] ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
[7] ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται.
[8] ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
[9] μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
[10] φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
[11] σοφὸς γίνου, υἱέ, ἵνα εὐφραίνηταί μου ἡ καρδία,
καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
[12] πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν.
[13] ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·
ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
[14] ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ,
καταρωμένου οὐδὲν διαφέρειν δόξει.
[15] σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ,
ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
[16] βορέας σκληρὸς ἄνεμος,
ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
[17] σίδηρος σίδηρον ὀξύνει,
ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
[18] ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς·
ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον, τιμηθήσεται.
[19] ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις,
οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων.
[20] ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται,
ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.
[20a] βδέλυγμα κυρίῳ στηρίζων ὀφθαλμόν,
καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
[21] δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,
ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
[21a] καρδία ἀνόμου ἐκζητεῖ κακά,
καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν.
[22] ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
[23] γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου
καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
[24] ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
[25] ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν
καὶ σύναγε χόρτον ὀρεινόν,
[26] ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
[27] υἱέ, παρ’ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.
28
[1] φεύγει ἀσεβὴς μηδενὸς διώκοντος,
δίκαιος δὲ ὥσπερ λέων πέποιθεν.
[2] δι’ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται,
ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.
[3] ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς.
ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
[4] οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν,
οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
[5] ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα,
οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
[6] κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
[7] φυλάσσει νόμον υἱὸς συνετός·
ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα.
[8] ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν
τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
[9] ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου
καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
[10] ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ,
εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται·
οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
[11] σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος,
πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
[12] διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,
ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
[13] ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,
ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
[14] μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν,
ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
[15] λέων πεινῶν καὶ λύκος διψῶν
ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
[16] βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης,
ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
[17] ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος
φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
[17a] παίδευε υἱόν, καὶ ἀγαπήσει σε
καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
[18] ὁ πορευόμενος δικαίως βεβοήθηται,
ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
[19] ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,
ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
[20] ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
[21] ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός·
ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
[22] σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος
καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
[23] ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς
χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
[24] ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
[25] ἄπληστος ἀνὴρ κρίνει εἰκῇ·
ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται.
[26] ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·
ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται.
[27] ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται·
ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.
[28] ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
29
[1] κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου·
ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
[2] ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,
ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.
[3] ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ·
ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον.
[4] βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
ἀνὴρ δὲ παράνομος κατασκάπτει.
[5] ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
[6] ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
[7] ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν,
καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
[8] ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν,
σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
[9] ἀνὴρ σοφὸς κρίνει ἔθνη,
ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.
[10] ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον,
οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
[11] ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
[12] βασιλέως ὑπακούοντος λόγον ἄδικον
πάντες οἱ ὑπ’ αὐτὸν παράνομοι.
[13] δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων
ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος.
[14] βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς
ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
[15] πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
[16] πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
[17] παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε
καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
[18] οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ,
ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
[19] λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ’ οὐχ ὑπακούσεται.
[20] ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις,
γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.
[21] ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται,
ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ’ ἑαυτῷ.
[22] ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος,
ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
[23] ὕβρις ἄνδρα ταπεινοῖ,
τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος.
[24] ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
[25] φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·
ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται.
ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα·
ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται.
[26] πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,
παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
[27] βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος,
βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
— — —
31
[10] Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη.
[11] θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς,
ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
[12] ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.
[13] μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
[14] ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον.
[15] καὶ ἀνίσταται ἐκ νυκτῶν
καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ
καὶ ἔργα ταῖς θεραπαίναις.
[16] θεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα.
[17] ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς
ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
[18] ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς.
[19] τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
[20] χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,
καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
[21] οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ·
πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδιδύσκονται.
[22] δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,
ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.
[23] περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς,
ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς.
[24] σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,
περιζώματα δὲ τοῖς Χαναναίοις.
[25] στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως
καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
[26] ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο
καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
[27] στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν.
[28] τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως,
ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν,
καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
[29] Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δυνατά,
σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.
[30] ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός·
γυνὴ γὰρ συνετὴ εὐλογεῖται,
φόβον δὲ κυρίου αὕτη αἰνείτω.
[31] δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς,
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.