3741 207 0 2 0 0 IV-V d. C. Philosophia Synesius II Aegyptii sive de providentia Terzaghi, N., Rome, Polygraphica, 1944 7

Synesius - Aegyptii sive de providentia II

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ

[1]    Ἄρχεται δὲ ὑποσημαίνειν ἐνθένδε τὰ τῶν θεῶν, ἐπειδὴ πάντα πανταχοῦ πάντων κακῶν ἔμπλεα ἦν καὶ ἤδη τῆς τῶν ἀνθρώπων γνώμης ἐξερρύηκε δόξα προνοίας, τῆς ἀσεβοῦς ὑπονοίας ἐκ τῶν ὁρωμένων μαρτυρουμένης. ἐφαίνετο μὲν οὐδὲν οὐδαμοῦ πρᾶγμα ἀνθρώπινον ἀλέξημα, τῶν βαρβάρων στρατοπέδῳ τῇ πόλει χρωμένων. τῶν δὲ ὅ τε στρατηγὸς νύκτωρ ἐδειματοῦτο, Κορυβάντων, οἶμαι, προσβαλλόντων αὐτῷ, καὶ πανικοὶ θόρυβοι μεθ' ἡμέραν τὸ στράτευμα κατελάμβανον. τοῦτο πολλάκις γενόμενον ἔκφρονάς τε αὐτοὺς ἀποδείκνυσι, καὶ γνώμης ἀκρατεῖς, καὶ περιενόστουν καθ' ἕνα καὶ κατὰ πλείους, ἅπαντες ἐοικότες τοῖς νυμφολήπτοις, νῦν μὲν ξιφουλκίας πειρώμενοι, καὶ οἷον ἤδη πολεμησείοντες, νῦν δὲ αὖ πάλιν ἐλεεινολογούμενοι καὶ δεόμενοι σῴζεσθαι· ἀναθορόντες τε αὖ, νῦν μὲν ἐῴκεσαν φεύγουσι, νῦν δὲ διώκουσιν, ὥσπερ εἰς τὸ ἄστυ κεκρυμμένης τινὸς ἀντιστάσεως. ἀλλὰ αὐτόθι γε οὔτε ὅπλον οὔτε ὁ χρησόμενος ἦν, ἀλλ' ἦσαν ἑτοίμη λεία παρὰ Τυφῶνος ἔκδοτοι. ἔστι μὲν δὴ τοῦτο καὶ λίαν σαφές, ὅτι καὶ τοῖς εὖ παρεσκευασμένοις, εἰ μὴ μέλλοιεν μάτην παρεσκευάσθαι, θεοῦ δεῖ, καὶ τὸ κρατεῖν οὐχ ἑτέρωθεν· τὸ δὲ εἰκὸς εἶναι τὸν ἄμεινον παρεσκευασμένον κρατεῖν ἀνοίᾳ κρινόντων ἀφαιρεῖταί τις τῆς ἀξίας τὴν αἰτίαν τὴν κρείττονα. ὅταν γὰρ ᾖ τὰ παρ' ἡμῶν ἐντελῆ, περιττὸς ὁ θεὸς εἶναι δοκεῖ, καὶ ἀμφισβητεῖ τῆς νίκης ‹τοῖς› παρεσκευασμένοις. ἀμεσιτεύτου δὲ ὄντος τοῦ γινομένου, καὶ μόνου τὴν αἰτίαν ἔχοντος τἀφανοῦς, οὐδὲν ἄλλ' ἢ τῶν ἀπιστούντων ἐπιμελεῖσθαι θεοὺς ἀνθρώπων φαινόμενον ἔχομεν, οὐ λεγόμενον ἔλεγχον· ὁποῖον δή τι κἀκεῖνο ἐγίνετο. οἱ θρασεῖς, οἱ νικῶντες, οἱ τεθωρακισμένοι, ὧν ἅπασα καὶ παιδιὰ καὶ σπουδὴ μελέτη τις ἦν πολέμου καὶ παρατάξεως, ἱππεῖς ἐν ἀγορᾷ σὺν τάξει φοιτῶντες, ὑπὸ σάλπιγγι κατὰ λόχους κινούμενοι· καὶ γὰρ εἰ καπήλου τις δέοιτο, καὶ εἴ τις ὑποδηματορράφου, καὶ εἰ φαιδρῦναι τὸ ξίφος, τὴν ἑκάστου χρείαν ἅπαντες ἐδορυφόρουν, τοῦ μηδὲ ἐν ταῖς ἀγυιαῖς διασπᾶσθαι τὴν φάλαγγα· οὗτοι τοὺς γυμνούς, τοὺς ἀόπλους, τοὺς καταπεπτωκότας ταῖς γνώμαις, τοὺς οὐδὲ εὐξαμένους νικᾶν, φυγῇ φεύγοντες ὑπὸ σύνθημα κοινὸν ἀνεχώρουν τοῦ ἄστεος, παῖδας, γυναῖκας, καὶ τὰ τιμιώτατα κλέπτοντες, ὡς οὐκ ἐνὸν φανερῶς καὶ τὰς Αἰγυπτίων ἀνδραποδίζεσθαι. ταῦθ' ἡ πληθὺς ὁρῶντες συσκευαζομένους αὐτούς, οὔπω τοῦ γινομένου ξυνίεσαν, ἀλλ' ἔτι μᾶλλον ἑαυτῶν ἀπέγνωσαν, ὥστε οἱ μὲν οἴκοι σφᾶς αὐτοὺς κατακλείσαντες εἶχον, ἐκεῖ περιμένοντες τὸ πῦρ· οἱ δὲ πυρὸς σίδηρον ἀνθαιρούμενοι, θανάτου κουφότερον ὄργανον ἠγόραζον, οὐκ ἐπί τινα πρᾶξιν, ἀλλ' ἑαυτούς, ὅταν ᾖ, προτενοῦντες εἰς τὴν σφαγήν· οἱ δὲ πλεῖν ἐπεβάλλοντο, καὶ περιενόουν νήσους καὶ κώμας καὶ πόλεις ὑπερορίους. ἐδόκει γὰρ ἅπαν τότε χωρίον ἐχυρώτερον εἶναι τῶν μεγάλων Θηβῶν, ἐν αἷς ἐπεποίητο τὰ Αἰγυπτίων βασίλεια. ὡς δὲ καὶ μόλις αὐτοὺς καὶ κατὰ βραχὺ προσήγαγον οἱ θεοὶ τῷ τε πιστεῦσαι τοῖς γινομένοις, τῷ τε ἀναθαρρήσαντας προελέσθαι σῴζεσθαι, τοῦτο καὶ λίαν ἄπιστον εἰς ἀκοὴν ἔρχεται.

[2]    Γυνὴ πένης, μάλα πρεσβῦτις, παρά τινα τῶν πλαγίων πυλῶν ἐργασίαν εἶχεν, οὐκ εὐτυχῆ μὲν ἀλλ' ἀναγκαίαν, τὼ χεῖρε ὀρέγειν, εἴ τις ἐμβάλοιτο ὀβολόν. αὕτη μὲν μάλα ὄρθριος ἐπὶ τὴν ἀγυρτικὴν καθέδραν ἀφῖκτο· δειναὶ γὰρ αἱ τοῦ βίου χρεῖαι φύσιν ὕπνου παραλογίσασθαι· καθεζομένη δὲ τὸ εἰκὸς ἐποίει, τοὺς διεγειρομένους ἐπὶ τὰ ἔργα προὔπεμπεν ἀγαθαῖς φήμαις, καὶ τὴν ἡμέραν εὐηγγελίζετο, καὶ ηὔχετο, καὶ τὸν θεὸν ὑπισχνεῖτο ἵλεων. πόρρωθεν οὖν ὁρῶσα τὸ δρώμενον ὑπὸ τῶν Σκυθῶν, ἐπειδὴ σαφῶς ἡμέρα τε ἦν, καὶ οὐδὲν ἔληγον, ὥσπερ οἱ φῶρες, ἐκθέοντες καὶ εἰσθέοντες, πάντες σκευαγωγοῦντες, ἐνθύμιον ποιεῖται τοῦτον ἔσχατον ἥλιον ὄψεσθαι Θήβας· δρᾶσθαι γὰρ ταῦτα τοῦ μηδὲν ἐνέχυρον αὐτῶν ἔχειν τὸ ἄστυ, ὥστε, ἐπειδὰν τάχιστα ἀποσκηνώσωσι, χειρῶν ἀδίκων ἄρξειν αὐτούς, ἀδεεῖς ὄντας τοῦ μή τι παραπολαύσωσιν, ὁμεστίων ὄντων τοῖς ἀδικουμένοις τῶν ἀδικούντων. τόν τε οὖν κώθωνα τὸν ἀργυρολόγον ἀνατρέψασα, καὶ συχνὰ ἄττα ἀποδυραμένη τε καὶ θεοκλυτήσασα, "Ἀλλ' ὑμᾶς γε" ἔφη, "γῆς πατρῴας ἐκπεπτωκότας καὶ ἀλητεύοντας, ἐδέξατο μὲν Αἴγυπτος ὡς ἱκέτας, ἐχρήσατο δὲ οὐχ ὅσον μόνον ἱκέταις εἶχε καλῶς, ἀλλὰ καὶ πολιτείας ἠξίωσε, καὶ γερῶν μετέδωκε, καί, τὸ τελευταῖον δὴ τοῦτο, κυρίους τῶν πραγμάτων ἐποίησεν, ὥστε ἤδη τινὲς Αἰγυπτίων σκυθίζουσιν, ὠφελούσης αὐτοὺς καὶ τῆς προσποιήσεως. αὐτὰ τὰ ὑμέτερα τῶν ἐπιχωρίων ἐπιτιμότερα. ἀλλὰ τί ταῦτα; τί μετασκηνοῦτε; τί δὲ σκευαγωγεῖτε καὶ συσκευάζεσθε; οὔτι που ταῦτα ἐπὶ τοὺς εὐεργέτας δικάζουσιν ἀχαριστίᾳ θεοί. καὶ γὰρ εἰσὶ καὶ ἥξουσιν, εἰ καὶ κατόπιν Θηβῶν". ἡ μὲν εἰποῦσα πρηνῆ κατέβαλεν ἑαυτήν. ἐφίσταται δέ τις Σκύθης τὴν κοπίδα σπασάμενος, ὡς ἀπαράξων τῆς ἀνθρώπου τὴν κεφαλήν, ἣν λοιδορεῖσθαί τε ὑπετόπασεν καὶ καταφανὲς ποιῆσαι τὸ νυκτερινὸν ἔργον. ᾤετο γὰρ ἔτι λανθάνοντας αὐτὸ δρᾶν, ἐπεὶ μηδεὶς τῶν ᾐσθημένων εὔτολμος ἦν ἐξελέγχειν· καὶ ἡ μὲν ἔργον ἂν ἐγεγόνει σιδήρου. ἐπιφαίνεται δέ τις, εἴτε θεός, εἴτε κατὰ θεόν· ἑωρᾶτο δ' οὖν ἄνθρωπος, ὃς ἀγανακτῶν τε δῆλος ἐγένετο, καὶ κινήσας ἐφ' ἑαυτὸν τὸν Σκύθην, ἐπιφερομένῳ τε ὑπαντιάζει, καὶ τὴν πληγὴν φθάσας συναίρει τε καὶ καταβάλλει. Σκύθης ἐπ' αὐτὸν ἄλλος, καὶ ταχὺ τὸ αὐτὸ ἐπεπόνθει. βοὴ τὸ ἐντεῦθεν, καὶ συνθέουσιν ἄνθρωποι· τοῦτο μὲν βάρβαροι, τοὺς σκευαγωγοὺς ἡμιόνους ἀφέντες, ὅσους ὁ καιρὸς πρὸς ἐξόδῳ κατείληφεν, ἤτοι μέλλοντες ἢ προεξελθόντες· ἀνέλυον γὰρ ὡς δι' ἐλαχίστου τοῖς οἰκείοις ἀρήξοντες· τοῦτο δὲ ὅμαδος δήμου πολὺς ὤν. ὁ μέν τις ἀποθνήσκει πληγείς, ὁ δὲ ἀποκτείνει Σκύθην, καὶ τὸν ἀποκτείναντα αὖ Σκύθης ἄλλος, καὶ ἀεί τις ἔπιπτε, καὶ ἀεί τις ἔκτεινεν ἀφ' ἑκατέρας μερίδος. τῷ γὰρ δήμῳ καὶ τὸ παρατυχὸν ἅπαν ὅπλον ἦν ἀναγκαῖον· ἦν δὲ αὐτῷ καὶ τοὺς κειμένους σκυλεύοντι χρῆσθαι τοῖς ξίφεσι, καὶ ζώντων παραιρουμένῳ· πλήθει γὰρ περιῆν τῶν ἀλλοφύλων, τῶν μὲν ἐστρατοπεδευκότων ὡς πορρωτάτω τοῦ ἄστεος, ὡς ἂν ἥκιστα φοβοῖντο τὸν λόχον, ὃν οὐκ ὄντα αὐτοῖς ὁ θεὸς ἀνεσείσατο, τοῦ μεθεῖναι τὴν πόλιν, ἣν μέσην εἶχον ἐν ταῖν χεροῖν· οἱ δέ, μερὶς ἐλάττων ἀνὰ τὴν πόλιν τοῦ πλήθους, ἀμφὶ τὰ ἔπιπλα εἶχον, τοῦ μηδὲν ἐγκαταλειφθῆναι. πολλαπλάσιοι οὖν, ὡς εἶχον, ἐλάττοσιν αὐτῶν συνεφέροντο τοῖς παρατυχοῦσιν ἀγχοῦ τῶν πυλῶν καὶ τοῖς ἀεὶ προσγινομένοις ὡς ἐπὶ ἔξοδον. ᾔρετό τε ἡ βοὴ μείζων, καὶ τὰ τῶν θεῶν ἐνταῦθα δὴ καὶ σαφῶς διάδηλα γίνεται. ἐπειδὴ γὰρ αἴσθησις τοῦ θορύβου τήν τε πόλιν, ὁπόση τὸ μέγεθος ἦν, ἐπέσχε, καὶ εἰς τὸ στράτευμα τῶν ἀλλοφύλων ἐξίκετο, ἑκάτεροι τοὺς ἑτέρους πάλαι δεδιότες ὡς ἐπιθησομένους, τοῦ δήμου μὲν ἀνὴρ ἕκαστος, ταύτην ἐκείνην οἰόμενοι τὴν κυρίαν ἡμέραν Αἰγύπτῳ, καθ' ἣν ἀπερυθριᾶσαι τοῖς βαρβάροις συνέκειτο, γνώμην ἐποιοῦντο δρῶντές τι καὶ παθεῖν καὶ σχεῖν ἐντάφιον ἀρετήν· ὡς τοῦ γε μὴ παθεῖν οὐδὲ θεὸς ἂν ἔδοξεν ἐγγυητὴς ἀξιόπιστος. διωθοῦντο οὖν ἅπαντες ἐπὶ τὸ ἀεὶ ταραττόμενον, αὐτός τις ἕκαστος εἶναι βουλόμενος, οἰόμενος κερδανεῖν, εἰ διακινδυνεύσειεν ὑπολειπομένων ἔτι μαρτύρων. οἱ βάρβαροι δὲ τήν τε ἔξοδον ἐκεκλόφεσαν, καὶ πεφωρᾶσθαι νομίσαντες, τῶν μὲν ἐγκαταλελειμμένων ἠμέλουν· καίτοι πεμπτημόριά που μάλιστα τοῦ στρατεύματος ἦν· αὐτοὶ δὲ περὶ σφῶν αὐτῶν δείσαντες μὴ ἐπεξέλθοιεν οἱ πολέμιοι, φυγὴν ἐποιοῦντο, καὶ πορρωτέρω στρατοπεδεύουσι, χάριν εἰδότες ὅτι τῷ πλείονι περιεσώθησαν, τῷ παντὶ κινδυνεῦσαι μελλήσαντες. τῶν δὲ ἐγκαταλειφθέντων οἱ μὲν ἐν ταῖς οἰκίαις, καὶ οὗτοι διὰ τὸ πάλαι θεοπληγεῖς τε εἶναι καὶ ὕποπτοι πείσεσθαι Σκύθας ὑπὸ Αἰγυπτίων κακὸν ἀνήκεστον, ἐπιδρομήν τε ἐπὶ τοὺς ἐξελθόντας ὡς ἐπὶ φυγάδας ᾤοντο γεγονέναι, καὶ αὐτίκα διαρπασθήσεσθαι τὸ στρατόπεδον, σφίσι δὲ ὄφελος ἂν γενέσθαι κατὰ χώραν αὐτοῦ μένουσιν, εἰ τά τε ὅπλα καταθεῖντο καὶ ἱκέται καθίζοιντο· δόξαι γὰρ ἂν διὰ τοῦτο καὶ μόνους ὑπολελεῖφθαι, τῷ μηδὲν κακὸν εἰργάσθαι τὰ Αἰγυπτίων· ἐκείνους δέ, οἷς ἐδεδράκεσαν τὸ παθεῖν ἔνδικα φοβηθέντας, ἐκστῆναι τοῦ ἄστεος. μόνοι δὲ ἄρα οἱ παρατυχόντες ταῖς πύλαις, καὶ περὶ οὓς ἦν τὸ δεινόν, ἠπίσταντο τἀληθές, ὅτι μηδὲν ἦν καρτερὸν Αἰγυπτίοις συντεταγμένον, οὐχ ὁπλίτης, οὐχ ὅπλον, οὐκ ἀκοντιστής, οὐκ ἀκόντιον. ποιοῦνται δὲ γνώμην ἐκ τῶν παρόντων, εἰ δύναιντο, κρατήσαντες τῶν πυλῶν εἰσκαλέσαι τοὺς μάτην πεφοβημένους· ἀναρπασθῆναι γὰρ ὅλην ὥσπερ νεοττιὰν τὴν πόλιν. καὶ συνίσταται μάχη περὶ αὐτῆς καρτερά, ἐν ᾗ κρατοῦσιν Αἰγύπτιοι, καὶ ἐπινίκιον παιανίζουσι. δέος ἄλλο τοῦτο τοῖς τε εἴσω καὶ τοῖς ἔξω βαρβάροις· διαπεπρᾶχθαι γὰρ ᾤοντο τοῖς Αἰγυπτίοις τὸ ἔργον οὗτοί τε εἰς ἐκείνους καὶ εἰς τούτους ἐκεῖνοι, ὥστε ἀλλήλους ἐπῴμωζον· οὐδὲ φθάνουσιν οἱ κεκρατηκότες θύρας τε ἁπάσας ἐπιθέντες ἁπάσαις πύλαις· οὐ μικρὸν ἔργον ἐν Θήβαις· ἑκατομπύλους αὐτὰς Ἕλληνες ᾄδουσι· καί τις τῶν μετασχόντων τοῦ περὶ τὰς πύλας ἀγῶνος ἐπ' αὐτὸ τοῦτο διαδραμὼν ἐκ μέσων τῶν ὅπλων, ἐξαγγέλλει τε καὶ ὑπισχνεῖται τοῖς Σκύθαις τὴν πόλιν· οἱ δὲ μάτην παρῆσαν, ἑνὶ καιρῷ τὴν τύχην ἐπαινέσαντες καὶ μεμψάμενοι. τέως μὲν γὰρ ὡς ἔξω γεγονότες δικτύων, τό γε ἐφ' ἑαυτοῖς ὑπερήδοντο· ἔπειτα μέντοι καὶ διαρραγῆναι τοῦ τείχους ἠξίωσαν ὑπὲρ τοῦ πάλιν ἐπιβατεῦσαι τοῦ ἄστεος. οὕτως ἄμαχον χρῆμα σοφία θεοῦ, καὶ οὔτε ὅπλον ἰσχυρὸν οὔτε νοῦς εὐμήχανος, ὅτῳ μὴ παρείη θεός· ὥστε ἤδη τινὲς ἐφ' ἑαυτοὺς ἐστρατήγησαν. καί μοι δοκεῖ παγκάλως εἰρῆσθαι θεοῦ παίγνιον ἄνθρωπον εἶναι, παίζοντος ἀεὶ τοῖς πράγμασι καὶ πεττεύοντος. Ὅμηρόν τε οἶμαι τοῦτο πρῶτον Ἑλλήνων κατανοήσαντα, ποιῆσαι μὲν ἀγῶνα καὶ ἆθλα προθεῖναι παντοίας ἀγωνίας ἐπὶ Πατρόκλῳ κειμένῳ· ἐν ἅπαντι δὲ μειονεκτοῦσιν οἱ κρατήσειν ἐπιδοξότεροι. Τεῦκρος ἀσήμου τοξότου τὰ δευτερεῖα κομίζεται, καὶ

   λοῖσθος ἀνὴρ ὥριστος ἐλαύνει μώνυχας ἵππους,

καὶ εἰς ποδῶν ἀρετὴν νέος ἡττᾶται πρεσβύτου, καὶ εἰς τὴν βαρεῖαν ἀγωνίαν Αἴας ἐλέγχεται. καί τοι τοῦτον αὐτὸς ἀνακηρύττει τῶν εἰς Ἴλιον ἀθροισθέντων μακρῷ πάντων πλὴν Ἀχιλλέως τὸν ἄριστον. ἀλλὰ καὶ τέχνη, φησί, καὶ μελέτη, καὶ ἡλικία, καὶ τὸ φύσει διενεγκεῖν, μικρὰ πάντα πρὸς τὸ δαιμόνιον.

[3]    Αἰγύπτιοι δὲ ἐπειδὴ λαμπρῶς ἤδη τῶν πυλῶν ἐκράτουν, καὶ τὸ τεῖχος ἐπεποίηντο μέσον σφῶν καὶ τῶν πολεμίων, ἐπὶ τοὺς ἐγκαταλελειμμένους τρεπόμενοι χωρὶς ἑκάστους, ἅμα πολλοὺς ἔβαλλον, ἠκόντιζον, ἔπαιον, ἐκέντουν· τοὺς ἐρυμνόν τι καταλαβόντας ἔτυφον ὥσπερ σφῆκας, αὐτοῖς ἱεροῖς, αὐτοῖς ἱερεῦσι, δεινολογουμένου καὶ κεκραγότος Τυφῶνος, ἐπειδὴ καὶ τὰ ἀμφὶ τὴν τοῦ θείου δόξαν ἐσκύθιζεν, ἠξίου τε ἐπικηρυκεύεσθαι τοῖς βαρβάροις, καὶ αὖθις ἔπραττεν, ὡς ἂν εἰσφρήσοι τὸ στράτευμα τὸ πολέμιον, ὡς οὐδενὸς γεγονότος ἀνηκέστου δεινοῦ. οἱ δέ, ὁ δῆμος, αὐτοκέλευστοι πάντες, ἀστρατήγητοι, πλὴν τά γε παρὰ θεῶν αὐτός τις ἕκαστος στρατηγός τε καὶ στρατιώτης, λοχαγὸς καὶ λοχίτης. τί δὲ οὐκ ἂν γένοιτο βουλομένου θεοῦ καὶ ἐνδόντος ὁρμὴν ἀνθρώποις εἰς τὸ πάσῃ μηχανῇ σῴζεσθαι; οὔτε οὖν τὰς πύλας ἐπέτρεπον ἔτι Τυφῶνι, καὶ τὰ ἄλλα ἡ τυραννὶς ἄψυχος ἦν, ἐπειδὴ τὸ συστῆσαν αὐτὴν ἐξεπεπτώκει τῆς πόλεως. ἐκκλησία δὴ πρώτη περὶ τὸν ἱερέα τὸν μέγαν, καὶ πῦρ ἱερὸν ἥπτετο, καὶ εὐχαὶ χαριστήριοι μὲν ὑπὲρ τῶν διαπεπραγμένων, ἱκετήριοι δὲ ὑπὲρ τῶν πεπραξομένων. εἶτα Ὄσιριν ᾔτουν, ὡς οὐδὲν ἄλλο πρὸ τοῦ τῶν πραγμάτων σωτήριον· ὁ δὲ ἱερεὺς αὐτόν τε ὑπέσχετο τῶν θεῶν διδόντων, καὶ εἰ δή τινες αὐτῷ συνεπεπτώκεσαν, αἰτίαν ἔχοντες ὁμογνώμονες εἶναι· Τυφῶνα δὲ ἔδοξε καιρόν τινα βουκολῆσαι. ὁ δὲ ἐπεὶ μὴ ταχὺ τὸ εἰκὸς ἐπεπόνθει· τὸ δὲ εἰκὸς ἦν σφάγιόν τε καὶ πρόθυμα τοῦ πολέμου γενέσθαι τὸν αἰτιώτατον Αἰγυπτίοις τοῦ χρόνον τινὰ Σκύθαις δουλεῦσαι· ἐπεὶ δ' ἀνεβάλλετο αὐτὸν ἡ Δίκη σοφή τε οὖσα καὶ εἰδυῖα καιροὺς ταμιεύεσθαι, ὁ δὲ καὶ τὸ πᾶν ᾠήθη καταπροίξεσθαι τῶν θεῶν. ὢν δ' ἐπὶ τοῦ σχήματος ἔτι τῆς τυραννίδος, ἐπιμελέστερον ἠργυρολόγει καὶ αἴσχιον, ὥστε ἤδη τὸ δεύτερον καὶ παρὰ τῶν ὑπηρετῶν ἠρανίζετο, νῦν μὲν ἀνατεινόμενος ὅτι δράσει κακὸν ἐξαίσιον, ἕως ἠδύνατο, νῦν δ' αὖ πάλιν ταπεινός τε καὶ ἐλεεινολογούμενος, "Ἵνα" φησί, "μὴ τῆς τυραννίδος ἐκπέσοιμι". τοσοῦτον ἄρα ἀπόπληκτος ἦν, καὶ τὸν νοῦν ὄντως ἐτετύφωτο, ὡς ἐλπίσαι θωπείᾳ καὶ χρήμασι τὸν ἱερέα περιελεύσεσθαι· τῷ δὲ οὐκ ἦν θέμις πρὸ τῶν πατρίων ἀργύριον τίθεσθαι. ἀλλὰ καὶ ἀναζεύξαντας ἀνὰ κράτος τοὺς ἀλλοφύλους, καὶ πορρωτάτω γενομένους Θηβῶν ἀποστόλοις καὶ ἱκέταις καὶ δώροις αὖθις ἐπανήγαγεν· ἅπαν τε ἔργον αὐτοῦ καὶ στρατήγημα κήρυγμα λαμπρὸν ἦν τοῦ πάλιν αὐτὸν προπιεῖσθαι τὰ Αἰγύπτια τοῖς βαρβάροις. δῆλός τε ἦν μάλιστα μὲν ἀδεὴς αὐτὸς ὢν τό γε ἐπὶ τοῖς φιλτάτοις Σκύθαις· εἰ δὲ μή, καὶ ἄσμενος ὑπὲρ τοῦ μὴ ζῶν Ὄσιριν ἐπιδεῖν τυχόντα καθόδου καὶ γενόμενον ἐν τοῖς πράγμασιν. ἐπεὶ δ' οὖν οἵ τε βάρβαροι σαφῶς οὐκ ἐπὶ τῷ μετασχηματίσαι τὰ Αἰγυπτίων, ὥσπερ πρότερον ἐδεδράκεσαν, ἀλλ' ἐπὶ τῷ πρόρριζα ἀνελεῖν καὶ Σκυθικῶς πολιτεύσασθαι τῇ χώρᾳ προσέβαλον, καὶ καθάπαξ εἰπεῖν, τὸ πραττόμενον πολέμου καὶ στάσεως δυοῖν κακῶν ἀμφοῖν εἶχε τὰ χαλεπώτατα· στάσεως μὲν τὰς οἴκοθεν ἐνδόσεις καὶ προδοσίας, ὧν ἥκιστα πόλεμος πειρᾶται· πολέμου δὲ τὸ κοινὸν ἁπάντων εἶναι τὸν κίνδυνον· ἐπεὶ αἵ γε στάσεις, τὸ κοινὸν ἀξιοῦσαι σῴζειν, τὴν ἡγεμονίαν ἀπὸ τῶν ἐχόντων ἑτέροις μνηστεύουσι, τότε δὲ ἀπ' ἀμφοῖν περιῆν ἄμφω τὰ χείρω, Αἰγυπτίων δὲ οὐδεὶς ὑπελείπετο, ᾧ μὴ νεμεσητὰ ὁ τύραννος καὶ φρονεῖν ἐδόκει καὶ πράττειν, καὶ ὅστις παμπόνηρος ἦν, ὑπὸ τοῦ δέους σωφρονιζόμενοι. τοῦτο δὲ ἦν, ὃ περιμένειν ἐδέδοκτο τοῖς θεοῖς, τοῦ μηδὲν ἐμπύρευμα τῆς ἐναντίας αἱρέσεως ἐν τῇ πολιτείᾳ λανθάνειν ὑποτρεφόμενον, ἔχον τινάς, εἰ μὴ δικαίας, ἀλλ' οὖν εὐπροσώπους τοῦ κακοῦ παραιτήσεις. ὀψὲ δὴ τότε σύνοδος θεῶν καὶ γερόντων ἐπὶ Τυφῶνι γίνεται, καὶ ἀνακαλύπτεται τὰ πάλαι πᾶσι καθ' ἕνα θρυλούμενα, γυναῖκες ἀμφίγλωσσοι ταῖς μὴ συνιείσαις ἀλλήλων τὰς γνώμας ἐξερμηνεύουσαι τῇ τε Αἰγυπτίᾳ τὰ τῆς βαρβάρου, καὶ ἔμπαλιν θατέρᾳ τὰ τῆς θατέρας, καὶ ἀνδρόγυνοι καὶ ἀπογραφεῖς, ἅπαντες οὗτοι τῶν ἐπ' Ὄσιριν Τυφῶνί τε καὶ τῇ γυναικὶ παρασκευασθέντων, καὶ αὐτῶν ἔναγχος ἐγχειρουμένων ἐπὶ δεινότατα τεκμήρια, καταλήψεις τε ἐπικαίρων χωρίων ἐνδόντος αὐτοῦ, καὶ μονονοὺ προσαγομένου τὴν πολιορκίαν, ἵνα περιστῇ τὰ δεινὰ τὴν πόλιν τὴν ἱεράν· σπουδή τε πᾶσα ἐφ' ᾧ διαβῆναι τοὺς Σκύθας καὶ τοῦ ῥεύματος ἐπὶ θάτερα, ἵνα μὴ ἐξ ἡμισείας τὰ Αἰγύπτια πράττοι κακῶς, πάντα δὲ πανταχόθεν αἴροιτο, καὶ μὴ σχολάζοιεν ἐπιζητεῖν Ὄσιριν. τούτων ἀναδειχθέντων, ἄνθρωποι μὲν εἰς τὸ αὐτὸ καταδικάζουσιν αὐτοῦ φρουράν τε καὶ περὶ τοῦ τί χρὴ παθεῖν ἢ ἀποτῖσαι, δεύτερον ἐπ' αὐτῷ καθεδεῖν δικαστήριον· θεοὶ δὲ τοὺς μὲν παρόντας συνέδρους ἐπῄνεσαν, ὡς ἀποχρῶντα κατεγνωκότας· αὐτοὶ δέ, ἐπειδὰν ἀπολίπῃ τὸν βίον Τυφώς, ἐψηφίσαντο Ποιναῖς τε αὐτὸν παραδοῦναι καὶ ἐνεῖναι τῷ Κωκυτῷ, καὶ τελευτῶντα παλαμναῖον εἶναι καὶ Ταρτάριον δαίμονα, χρῆμα μετὰ τῶν ἀμφὶ Τιτᾶνας καὶ Γίγαντας· τὸ δὲ Ἠλύσιον μηδὲ ὄναρ ποτὲ ἰδεῖν, σχολῇ δὲ ἀνακύψαι ποτὲ καὶ ἐποπτεῦσαι φῶς ἱερόν, θέαμα ψυχῶν ἀγαθῶν καὶ θεῶν εὐδαιμόνων.

[4]    Τὰ μὲν ἀμφὶ Τυφῶνι ταῦτα· ῥητὰ γὰρ πάντα. τί γὰρ ἂν γένοιτο περὶ χθονίαν φύσιν ἱερὸν καὶ ἀπόρρητον; ἱερολογεῖται δὲ καὶ τεθείασται τὰ Ὀσίριδος, ὥστε κίνδυνος παραβάλλεσθαι πρὸς τὴν διήγησιν. ἀλλὰ γένεσις μὲν αὐτοῦ, καὶ τροφαί, καὶ προπαίδειαί τε καὶ παιδεῖαι, καὶ ἡγεμονίαι μείζους, καὶ ὅπως ἀρχαιρεσιασάντων θεῶν τε καὶ θείων ἀνδρῶν ἐπὶ τὴν μεγάλην ἀρχὴν κατέστη, καὶ ὡς ἐπῆρξεν αὐτῇ, καὶ ὡς ἐπ' αὐτὸν ἡ συνωμοσία συνέστη, καὶ εἰς ὅσον ἐκράτησε, καὶ ὡς οὐκ εἰς ἅπαν ἐξίκετο· ταῦτα μὲν οὐκ ἀνάξια κοινολογίας, καὶ εἴρηται. προσκείσθω δὲ ὅτι μηδὲ ἀνόνητος ἡ φυγὴ τῷ πάντα εὐδαίμονι· ἀλλ' ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ τὰς τελεωτάτας τῶν ἄνω θεῶν τελετὰς ἐτελέσθη τε καὶ ἐπώπτευσε καὶ θεωρίᾳ προσανέσχε τὸν νοῦν, σχασάμενος πολιτείαν. λεγέσθω δὲ αὐτοῦ καὶ κάθοδος ἱερά, καὶ δῆμοι στεφανηφόροι συγκαταγαγόντες αὐτὸν τοῖς θεοῖς, ἤπειρον ὅλην ἐπὶ τῷ προπομπεῦσαι κατιόντας ἀμείψασθαι, καὶ παννυχίδες, καὶ δᾳδουχίαι, καὶ διανομαὶ γερῶν, καὶ ἐπώνυμον ἔτος, καὶ τοῦ δυσμενοῦς ἀδελφοῦ δευτέρα φειδώ, ὃν ὀργῆς ἠρεθισμένου τοῦ δήμου παρῃτεῖτο, καὶ θεῶν ἐδεῖτο σῴξειν αὐτόν, ἐπιεικέστερα δρῶν μᾶλλον ἢ δικαιότερα.

[5]    Μέχρι τούτων ἀποτετολμήσθω τὰ Ὀσίριδος, τὰ δὲ ἐντεῦθεν εὔστομα κείσθω, φησί τις, εὐλαβῶς ἱερολογίας ἁψάμενος. τὰ πρόσω θρασείας ἂν γένοιτο γνώμης καὶ γλώττης, ἃ εὔφημα ἀτρεμείτω, συγγραφαῖς ἀνέπαφα, μὴ καί τις οἷς

   οὐ θέμις ὄμμα βάλῃσιν· ὅ τε γὰρ ἐκφήνας ὅ τε ἰδὼν νεμεσᾶται παρὰ τοῦ θείου, καὶ λόγοι Βοιώτιοι τοὺς ἐναλλομένους καὶ ἐποπτεύοντας ὄργια Διονύσου σπαράττουσιν. ἀγνωσία σεμνότης ἐπὶ τελετῶν, καὶ νὺξ διὰ τοῦτο πιστεύεται τὰ μυστήρια, καὶ ἄβατα σπήλαια διὰ τοῦτο ὀρύττεται, καιροὶ καὶ τόποι κρύπτειν εἰδότες ἀρρητουργίαν ἔνθεον. μόνον ἴσως ἐκεῖνο θέμις εἰπεῖν, καὶ λέγομεν, ᾗ δυνάμεθα παρακαλύπτοντες τὰ ἀβέβηλα, ὅτι γηρῶν τε Ὄσιρις κυδίων ἢ νέος, καὶ γέρας ἔσχε παρὰ θεῶν ἐπιστατῆσαι τῇ πολιτείᾳ μετὰ συνθήματος μείζονος, ὡς κρείττων ἀποδειχθῆναι τοῦ παρὰ ἀνθρώπων τι πάσχειν· καὶ τὴν εὐδαιμονίαν, ἣν παραδοὺς Αἰγυπτίοις ἐξίτηλον εὗρεν ὑπὸ τῶν Τυφονίων καιρῶν, οὐκ ἀνεκτήσατο μόνον, ἀλλὰ καὶ ἀσύμβλητον τῇ προσθήκῃ πρὸς τὴν προτέραν ἐποίησεν, ὡς δοκεῖν ἐκείνην προοίμιον γεγονέναι τῆς ἐσομένης καὶ μόνην ὑπόσχεσιν, ποτὲ θρυλούμενον ποιηταῖς Ἑλλήνων, ὡς ἡ παρθένος ἡ νῦν ἀστρῴα, Δίκην, οἶμαι, καλοῦμεν αὐτήν,

                  ἐπιχθονίη πάρος ἦεν,

   ἤρχετο δ' ἀνθρώπων κατεναντίη· οὐδέποτ' ἀνδρῶν,

   οὐδέποτ' ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,

   ἀλλ' ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα·

ὁμωρόφιος ἀνθρώποις ἐγίνετο.

   οὐ γὰρ λευγαλέου τότε νείκεος ἠπίσταντο,

   οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ·

   αὕτως δ' ἔζωον· χαλεπὴ δ' ἀπέκειτο θάλασσα,

   καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον·

   ἀλλὰ βόες καὶ ἄροτρα, καὶ αὐτὴν πότνια λαῶν

   μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.

   τόφρ' ἦν, ὄφρ' ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.

ὡς, φησίν, οὐκ ἐχρῶντο θαλάσσῃ, χρυσοῖ δὲ ἦσαν ἄνθρωποι, καὶ θεῶν ἐπιμιξίας ἐτύγχανον. πλοίων δὲ εἰσελθόντων ἐνεργοῦς εἰς χρῆσιν βίου, τοσοῦτον ἀπεφοίτησεν ἡ Δίκη τῆς γῆς, ὡς μόλις ὁρᾶσθαι νυκτὸς αἰθρίας. καὶ μέντοι καὶ νῦν ὁρωμένη στάχυν ἡμῖν προτείνει, καὶ οὐ πηδάλιον. τάχα νῦν καταβαίη, καὶ πάλιν ἡμῖν αὐτοπρόσωπος διαλέξεται, σπουδασθείσης μὲν γεωργίας, ναυτιλίας δὲ ἀποσπουδασθείσης. τάδε οὖν πάλαι περὶ αὐτῆς ᾀδόμενα ποιηταῖς οὐχ ἕτερος ἔσχε χρόνος, ἀλλ' ὁ τῆς ἐπικυδεστέρας βασιλείας Ὀσίριδος. εἰ δὲ οὐκ εὐθὺ κατάγοντες αὐτὸν ἐκ τῆς μεταστάσεως, ἅμα πάντα ἐν χερσὶν ἔθεσαν οἱ θεοί, μηδὲν παρὰ τοῦτο ποιώμεθα. οὐ χωρεῖ πολιτείας φύσις ἀθρόαν μεταβολήν, ὥσπερ ἐπὶ τὸ χεῖρον, οὕτως ἐπὶ τὸ ἄριστον. κακία μὲν γὰρ αὐτοδίδακτον, ἀρετὴ δὲ σὺν πόνῳ κτᾶται. ἔδει δὴ μεσεῦσαι τοὺς προκαθαίροντας, τὸ θεῖον σχολῇ καὶ τάξει βαδίζειν· τὸν δὲ ἔδει, πρὶν ἄσχολον εἶναι, πολλὰ μὲν ἰδεῖν, πολλὰ δὲ ἀκοῦσαι· συχνά τοι βασιλέως ἀκοὴ κλέπτεται.

[6]    Ἀλλ' εὐλαβητέον γὰρ ἤδη, μή τι καὶ τῶν ἀρρήτων ἐξορχησώμεθα. τὰ μὲν ἱλήκοι τὰ ἱερά· ἡμῖν δὲ τά τε πάλαι μαθοῦσι περὶ ἀδελφοῦ γενόμενα καὶ γινόμενα θαυμαστόν τι φαίνεται καὶ ἄξιον φροντισθῆναι, τί ποτε ἄρα, ὅταν πού τις γένηται διαφέρουσα φύσις, οὐ κατὰ μικρόν, ἀλλὰ παρὰ πλεῖστον ἢ βελτίων ἢ χείρων, οἷον ἀμιγής τις ἀρετὴ πρὸς κακίαν ἢ κακία πρὸς ἀρετήν, ἐγγύς που παραφύεται καὶ τὸ ἀντικείμενον ἄκρατον, ὡς ἐκ μιᾶς ἑστίας προιέναι τὰ τοσοῦτον ἀπῳκισμένα, καὶ μίαν εἶναι ταῖν δυεῖν βλάσταιν τὴν ῥίζαν. πυθώμεθα οὖν φιλοσοφίας, τί ποτε ἄρα αἰτιάσεται τοῦ παραδόξου πράγματος· ἡ δὲ ἴσως ἀποκρινεῖται, δανεισαμένη τι καὶ παρὰ ποιήσεως, ὅτι, "Ὦ ἄνθρωποι,

   δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει,

   δώρων, οἷα δίδωσι, κακῶν ἕτερος δὲ ἐάων.

τὸ μὲν οὖν πολὺ κατ' ἴσον, ἢ παρὰ μικρὸν ἧσσον ἀφ' ἑκατέρων ἐγχεῖ καὶ κίρνησιν, ὥστε ἔχειν τῇ φύσει συμμέτρως. ὅταν δέ ποτε ἀπλήστως ἐγχέῃ θατέρας μερίδος, καὶ γένηταί τις πατὴρ ἐπὶ τῷ φθάσαντι τῶν παίδων ἀκριβῶς εὐδαίμων ἢ κακοδαίμων, ἐπὶ τὸ λοιπὸν θάτερον ἀκριβῶς ἐστι τὸ λειπόμενον. ὁ γὰρ θεὸς ὁ διανομεὺς ἀντανισώσει τὸ ἐνδεές, ἐπειδὴ δεῖ τὴν δαπάνην ἴσην εἶναι τοῖν πίθοιν, ᾗ καὶ τὴν ἀρχήν ἐστιν ἐν τοῖς γένεσι σπέρματα ἀπ' ἀμφοῖν ἴσα καὶ ἓν ἄμφω γινόμενα τῷ λόγῳ τῆς κοινῆς φύσεως. ὅταν δὲ ὁπωσοῦν καταχωρισθὲν προδαπανήσῃ τις θάτερον, ἀνεπίμικτον ἔχει τὸ λεῖπον". ταῦτα εἰποῦσα, πείσειεν ἂν ἡμᾶς, ἐπειδὴ καὶ τῆς συκῆς ὁρῶμεν γλυκύτατον μὲν τὸν καρπόν, φύλλα δὲ καὶ φλοιὸν καὶ ῥίζαν καὶ πρέμνον, ἅπαντα ὀπωδέστατα. δόξειεν γὰρ ἄν, ὅσον ἔχει χεῖρον ἡ φύσις τοῦ δένδρου, τοῦτο ἐν τοῖς οὐκ ἐδωδίμοις ὅλον ἐξαναλώσασα, ἀκραιφνὲς καταλιπεῖν ἐν τοῖς ἀκροδρύοις τὸ ἄριστον. ταῦτ' ἄρα γεωργῶν παῖδες· ἀνασχώμεθα γὰρ καὶ φαύλων εἰκόνων, εἰ μέλλοιμεν πλέον ποιήσειν εἰς παραδοχὴν ἀληθείας· ἐκεῖνοι τοίνυν ὑπὸ τῆς φύσεως ἴσως αὐτοδιδαχθέντες, δύσοσμά τε εὐώδεσι καὶ γλυκέα δριμέσι παραφυτεύουσιν, ἵνα τὸ ὅσον ἡ γῆ μοχθηρὸν ἔχῃ συμπεπλεγμένον, τοῦτο τῇ συγγενείᾳ πρὸς ἑαυτὰ σπῶντα, μόνον ἐάσῃ καὶ ἀπειλικρινημένον ἐν ταῖς βελτίοσι ῥίζαις τὸν χυμόν τε καὶ τὸν ἀτμὸν τὸν ἀμείνονα. καὶ ἔστι τοῦτο πρασιᾶς καθαρτήριον.

[7]    Ἐκ δὴ τοῦ λόγου συμβαίνει τρόπῳ γεωμετρικοῦ πορίσματος ἑτέρῳ συνανακύψαντος, παμπονήρους παίδων πρεσβυτέρους ἐν τοῖς γένεσι τίκτεσθαι. καὶ τοῦτο σπερμάτων ἐν συγγενείᾳ γίνεται καθαρτήριον, ὅταν γένεσιν ἀμολύντου καὶ εἰλικρινοῦς ἀρετῆς εὐτρεπίζῃ θεός· κᾆθ' οὕτως περιίσταται τὸ οἰκειότατον δόξῃ πάντων ἀλλοτριώτατον εἶναι· ὅπερ ἐν μὲν τοῖς κατὰ φύσιν ἔχουσιν οὐ μάλα ἐθέλει συμβαίνειν τοῖς ἡμιμοχθήροις τε καὶ ἐξ ἡμισείας χρηστοῖς· ἐν δὲ τοῖς τὴν φύσιν ὑπερφρονήσασι καὶ νεμηθεῖσι διακεκριμένας τὰς μερίδας αὐτῆς, ἃς ἐκείνη συμπεπλεγμένας ἔχει καὶ δίδωσιν, ἐν δὲ τούτοις θαυμαστὸν ἦν, εἰ μὴ τοῦτο ἐγίνετο.

   Τοῦτο μὲν ἅλις ἔχει παρὰ τοῦ λόγου· σκέμμα δὲ ἕτερον εἰσκυκλούμενον ἐπιζητεῖν ἔοικεν ἕτερον λόγον.

   Τὸ δὲ ἐν διαφόροις τόποις καὶ χρόνοις ταὐτὰ πολλάκις συμβῆναι, καὶ γενέσθαι θεατὰς γηρῶντας ἀνθρώπους, ὧν ἀκροαταὶ παῖδες ἐγένοντο, βιβλίων λεγόντων ἢ πάππων, τοῦτό μοι δοκεῖ τὸ παραδοξότατον εἶναι· καὶ εἰ μὴ μέλλοι μένειν παράδοξον, ἄξιον αἰτιολογηθῆναι. λέγωμεν οὖν ἀρχὴν οἰκείαν εὑρόντες· μὴ γὰρ οὔτε σμικρὸν οὔτε ῥᾷστον ᾖ φιλοσόφημα. τὸν κόσμον ἓν ὅλον ἡγώμεθα τοῖς μέρεσι συμπληρούμενον· σύρρουν τε οὖν καὶ σύμπνουν αὐτὸν οἰησόμεθα· τὸ γὰρ ἓν οὕτως ἂν σῴζοι, καὶ οὐκ ἀσυμπαθῆ πρὸς ἄλληλα τὰ μέρη θησόμεθα. πῶς γὰρ ἂν ἓν ὦσιν, εἰ μή τοι φύσει συνηρτημένα; καὶ ποιήσει δὴ καὶ πείσεται παρ' ἀλλήλων τε καὶ εἰς ἄλληλα· καὶ τὰ μὲν μόνον ποιήσει, τὰ δὲ μόνον πείσεται. μετὰ τῆσδε τῆς ὑποθέσεως ἐπὶ τὸ σκέμμα βαδίζοντες, κατὰ λόγον ἂν αἰτιασόμεθα τῶν περὶ τὰ τῇδε τὸ μακάριον σῶμα τὸ κύκλῳ κινούμενον. μέρη γὰρ ἄμφω, καὶ ἔστιν αὐτοῖς τι πρὸς ἄλληλα. εἰ δὴ γένεσις ἐν τοῖς περὶ ἡμᾶς, αἰτία γενέσεως ἐν τοῖς ὑπὲρ ἡμᾶς, κἀκεῖθεν ἐνταῦθα καθήκει τὰ τῶν συμβαινόντων σπέρματα. εἰ δή τις τοῦτο προσβάλοι χορηγούσης ἀστρονομίας, τὰς πίστεις ἀποκαταστατικὰς εἶναι περιόδοις ἀστέρων τε καὶ σφαιρῶν, τὰς μὲν ἁπλᾶς, τὰς δὲ συνθέτους, οὗτος τῇ μὲν ἂν αἰγυπτιάζοι, τῇ δὲ ἑλληνίζοι, καὶ σοφὸς ἂν εἴη τέλεος ἐξ ἀμφοῖν, νοῦν ἐπιστήμῃ συνάπτων. ὁ τοιοῦτος οὖν οὐκ ἂν ἀπογνοίη τῶν αὐτῶν κινημάτων ἐπανιόντων συνεπανιέναι τὰ αἰτιατὰ τοῖς αἰτίοις, καὶ βίους ἐν γῇ τοὺς αὐτοὺς εἶναι τοῖς πάλαι, καὶ γενέσεις καὶ τροφὰς καὶ γνώμας καὶ τύχας. οὐκ ἂν οὖν θαυμάζοιμεν, εἰ παμπάλαιον ἱστορίαν ἔμβιον τεθεάμεθα, καὶ ἐθεασάμεθά γε, εἰς ἅπαν ἐφαρμοσάντων τῶν προεξηνθηκότων τε ἤδη, καὶ εἰς τοὺς συνεχεῖς μῆνας ἐξανθησάντων τοῖς ἐκφανθεῖσιν ὑπὸ τοῦ λόγου· ἐφαρμοσάντων δὲ τῶν ἐγκεκρυμμένων εἰδῶν εἰς τὴν ὕλην τοῖς ἀπορρήτοις τοῦ μύθου. ὁποῖα ἄττα δ' ἐστίν, ἐμοὶ μὲν οὔπω θέμις ἐξαγορεύειν αὐτά· εἰκάσει δὲ ἄλλος ἄλλο, καὶ συγκύψουσιν ἐπὶ τὰ Αἰγύπτια συγγράμματα ἄνθρωποι λιχνείᾳ τοῦ μέλλοντος, ὧν ἂν ὁ μῦθος περισαλπίσῃ τὰ ὦτα, ἕλκοντες ἐκεῖθεν ἐπὶ τὰ παρόντα τὴν ᾐνιγμένην ἐμφέρειαν. τὰ δ' οὔτ' ἀλλήλοις ὁμοφωνεῖ πρὸς ἀλήθειαν· ἴστων μὴ οὐδὲ εὐσεβοῦντες οἷς ἐπιχειρήσουσι, προαναχωννύντες ὃ δεῖ τέως κατορωρύχθαι·

   κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.

[8]    Ὅ τοι Σάμιος Πυθαγόρας τὸν σοφὸν ἄλλ' οὐδὲν ‹ἢ› θεάμονά φησιν εἶναι τῶν τε ὄντων καὶ γινομένων· παραγγεῖλαι γὰρ αὐτὸν εἰς τὸν κόσμον, ὥσπερ εἰς ἀγῶνα ἱερόν, ἐφ' ᾧ θεάσασθαι τὰ γινόμενα. ἡμεῖς οὖν τὸ ἐνθένδε συλλογισώμεθα, ποῖος ἂν ὁ τεταγμένος γένοιτο θεατής· ἢ σαφές τι δεῖ καὶ προὖπτον εἰπεῖν, ὡς ἐκεῖνος, ὅστις ἐν τῇ χώρᾳ περιμένει τὰ δεικνύμενα καθ' ἕκαστον ἐν τάξει προκύπτοντα τοῦ παραπετάσματος; εἰ δέ τις εἰς τὴν σκηνὴν εἰσβιάζοιτο καί, τὸ λεγόμενον, εἰς τοῦτο κυνοφθαλμίζοιτο, διὰ τοῦ προσκηνίου τὴν παρασκευὴν ἀθρόαν ἅπασαν ἀξιῶν ἐποπτεῦσαι, ἐπὶ τοῦτον Ἑλλανοδίκαι τοὺς μαστιγοφόρους ὁπλίζουσι· καὶ λαθὼν δέ, οὐδὲν σαφὲς εἰδείη, μόλις γε ἰδὼν καὶ συγκεχυμένα καὶ ἀδιάκριτα. ἔστι μὴν ἅττα καὶ προαναφωνεῖσθαι νόμος ἐν τοῖς θεάτροις, καὶ δεῖ τινα προεξελθόντα διαλεχθῆναι τῷ δήμῳ τί μετὰ μικρὸν ὄψεται. οὗτος οὐ πλημμελεῖ· τῷ γὰρ ἀγωνοθέτῃ διακονεῖται, παρ' οὗ καὶ μαθὼν οἶδεν, οὐ πολυπραγμονήσας εἰδέναι οὐδὲ διὰ τοῦτο κινήσας τὰ ἀκίνητα, καὶ μαθόντα γε σιγᾶν δεῖ, πρὶν ἐπειχθῆναι δημοσιεῦσαι, ὅτε γε οὐδὲ ἀεὶ τοὺς ἀγωνιστὰς εἰδέναι τὸν καιρὸν τῆς ἀγωνίας ὁ νόμος ἐφίησιν, ἀλλὰ περιμένειν δεῖ καταπεμπόμενον τῆς προόδου τὸ σύνθημα. οὕτως, ᾧ μὴν κοινοῦται θεὸς τὰς παρασκευὰς τῶν ἀποκειμένων ἐμβίων τῇ φύσει, προσκυνήσας τὴν τιμήν, μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τῶν ἀνηκόων ἐχεμυθείτω. ὃ γὰρ ἐν ἀγνοίᾳ, στοχάζεται· τὸ δὲ εἰκὸς ἐπὶ πλεῖον χωροῦν, ἀσταθμητότατόν ἐστιν, καὶ περὶ αὐτὸ πλείους οἱ λόγοι· τοῦ δὲ ἀληθοῦς ὥρισται μὲν ἡ γνῶσις, ὥρισται δὲ ὁ λόγος. ἀλλά τοι καὶ οὗτος ὑπὸ τοῦ σοφοῦ κεκρύψεται, πίστιν τινὰ ταύτην παρακατατιθεμένου θεοῦ. καὶ γὰρ ἄνθρωποι τοὺς ῥεολόγους μισοῦσιν· ὃν δὲ οὐκ ἀξιοῖ ὁ θεὸς εἶναι μύστην, μήτε προεξαλλέσθω, μήτε ὠτακουστείτω. καὶ γὰρ ἄνθρωποι μισοῦσι τοὺς φιλοπράγμονας· ἀλλ' οὐδὲ τὸ ἀσχάλλειν εὔλογον τὸν μετὰ μικρὸν τῶν ἴσων τευξόμενον. βραχύς τοι χρόνος ἀνθρώποις τὴν ἀξίαν μερίζει, καὶ τελευτῶντα τὰ πράγματα κοινὰ γίνεται θεάματά τε καὶ ἀκροάματα·

   ἁμέραι δ' ἐπίλοιποι

   μάρτυρες σοφώτατοι.