[1] Καινότατα, ὦ Ἀθηναῖοι, τῶν πώποτε πεπονθότων, ἐκδοθεὶς μὲν ὑπὸ τούτων ὑφ' ὧν ἤλπιζον σωθήσεσθαι, σωθεὶς δὲ ὑπ' ἐκείνων οὓς ἅπαντα διετέλουν λυπῶν τὸν χρόνον, ἥκω τὴν μὲν ἐμαυτοῦ πατρίδα φιλῶν ὥσπερ πρότερον, οὐδὲ γὰρ εἰ τούτων ἔτι δεινότερα πάθοιμι, δυναίμην ‹ἂν› τοῦτό ποτε καταλῦσαι, γνώμην δὲ ἔχων ἀφεστάναι τῆς ὑμῖν τε ἴσως ὀχληρᾶς ἐμοί τε ἐπικινδύνου πολιτείας.
[2] οὕτω δὲ ἐγνωκὼς ὅμως ὑπὲρ τοῦ ἑνὸς τούτου μόνου καὶ τελευταίου παρῆλθον ἐν ὑμῖν ἐρῶν, ᾧ πεισθέντες μὲν μεγάλα εἰς δόξαν ὠφεληθήσεσθε, μὴ δεξάμενοι δὲ πολλὴν καὶ μεγάλην αἰσχύνην, ἣ νῦν γέγονε, βέβαιον τηρήσετε τῇ πόλει. τοῦτο δέ ἐστιν ἀνῃρῆσθαι τουτονὶ τὸν βωμόν, ὃν ἐκ τῶν πρὸς ἐμὲ πεπραγμένων ἀπεφήνατε μάταιον.
[3] εἰ μὲν οὖν ἐφρόντιζον τῶν τῷ δήμῳ συμφερόντων οἱ φάσκοντες ὑμᾶς φιλεῖν, εὐθὺς ἂν μετὰ τὴν ἐμὴν παράδοσιν, ἣν πεποίησθε τὴν πρὸς τὸν βωμὸν αἰδῶ ῥᾳδίως ἀνελόντες, ἔλεγον ἂν τούτους τοὺς λόγους οὓς νῦν ἀκούσεσθε παρ' ἐμοῦ καὶ τὸν βωμὸν ἀνασπᾶν ἐκέλευον, ὡς ἂν οὐ καλῶς ἔχον ὑμῖν τὸν αὐτὸν θυσίαις μὲν τιμᾶν, τῷ δὲ τοὺς ἱκέτας ἀποσπᾶν ἀτιμάζειν· ἐπεὶ δὲ τουτὶ μὲν ὑπὸ τούτων τῶν χρηστῶν ὠλιγώρηται τῶν μεγάλας ὑμῖν ὀφειλόντων χάριτας ἀνθ' ὧν αὐτοῖς ὅ τι βούλονται ποιεῖν ἐπετρέψατε καὶ ζῆν ἐπ' ἐξουσίας ἁπάσης, ἔδει δὲ καὶ τὴν ὑπὲρ τούτου γνώμην μετὰ πολλῶν ὧν πρότερον δεδήλωκα παρ' ἐμοῦ προτεθῆναι, οὐχ ἡδέως μὲν ἐπὶ τὸ βῆμα τοῦτο ἀναβὰς τὸ πολλὴν μέν μου δεξάμενον καὶ συνεχῆ πολιτείαν, ἀμοιβὴν δέ μοι τοιαύτην ἐνηνοχὸς ὁποίαν ἴστε, τοσοῦτον δ' οὖν ὑπομενῶ δημηγορῆσαι καὶ διδάξαι τὴν πόλιν ὡς ἀμείνων ἂν εἴη τὸν βωμὸν ἀνελοῦσα.
[4] Καίτοι, μὰ τὴν Ἀθηνᾶν, οὐδ' εἰ πάντες οἱ μάντεις προὔλεγον ὡς ἐγώ ποτε ταῦτα ἐν Ἀθηναίοις φθέγξομαι καὶ τοιαῦτα ἀφήσει ῥήματα Δημοσθένης, οὐκ ἄν ποτε ἐπίστευσα λέγουσι. διὰ τί; ὅτι οὐ τῆς ἐμῆς, ὦ Ἀθηναῖοι, προαιρέσεως οἱ λόγοι, ἀλλ' ἑτέρων μὲν ἦν ἐκεῖνα, τὸ μὴ μεμνῆσθαι τῶν προγόνων μηδὲ μεμνῆσθαι τοῦ φρονήματος μηδὲ μιμεῖσθαι τοὺς πατέρας, ἑτέρους δὲ γενέσθαι, ἐγὼ δὲ πᾶν τοὐναντίον εἰς ἐκείνους βλέπειν ἠξίουν κἀκείνους ποιεῖσθαι παράδειγμα τοῦ βίου καὶ μὴ λιπεῖν τὴν παραδοθεῖσαν τάξιν.
[5] καί που καὶ ἐπιπλήττων ὑμῖν ὁ πάντα ἐγὼ θρασὺς εἶπόν τι καὶ τοιοῦτον· ἐξέστητε, ὦ Ἀθηναῖοι, τῆς ὑποθέσεως καὶ προσέθηκα τὴν περὶ τὰς ἐξόδους ὑμῶν ἀργίαν, τουτὶ γὰρ ἑώρων οὐχ ἥκιστα τὸ μέρος τῇ πόλει κατημελημένον, ὑπὲρ δὲ τῶν εἰς τὸν βωμὸν τουτονὶ τιμῶν ὡς κατερρᾳθυμημένων οὐδεπώποτε ἐπιτιμήσας οἶδα. οὐδὲ γὰρ ἑώρων τοιοῦτον οὐδὲν περὶ αὐτὸν συμβαῖνον, ἀλλὰ καίτοι τἄλλα πολὺ τοῦ τῶν προγόνων ἀφεστηκότες τρόπου καὶ τὴν ἐν τοῖς θεάτροις ἡδονὴν ἔμπροσθεν τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας πεποιημένοι τοὺς περὶ τοῦτον νόμους ἀκριβῶς ἐτηρήσατε καλῶς εἰδότες ὅτι τῇ πόλει δόξαν οὐ τὸ τοὺς ἐχθροὺς ἐν γῇ καὶ θαλάττῃ δύνασθαι νικᾶν ἤνεγκε μᾶλλον ἢ τὸ φιλανθρώπως διακεῖσθαι τὴν γνώμην καὶ πρὸς οἶκτον ἔχειν ἑτοίμως καὶ τὸν Ἔλεον ἐν τοῖς θεοῖς ἀριθμεῖν.
[6] Πόθεν οὖν ἐπὶ τοὺς παρόντας ἀφῖγμαι λόγους;
Ἔπεμψε Φίλιππος βουλόμενός με παρ' ὑμῶν λαβεῖν, πρᾶγμα εἰκὸς ποιῶν, τὸν ὑπὲρ ὑμῶν ἀντιτεταγμένον αὐτῷ καὶ πολλῶν αὐτὸν ἐκκεκρουκότα λιμένων, πόλεων, τόπων καὶ τὸν δῆμον οὐκ ἐῶντα καθεύδειν ὑποχείριον ἐπιθυμῶν ἔχειν. τῷ μὲν οὖν τοιαύτας ὡς ὑμᾶς φοιτᾶν πρεσβείας θαυμαστῶς ὡς ἤλγουν, εἶχον δὲ ὅτῳ καὶ ἡσθείην ἂν παρ' αὐτῶν. μαρτυρία γὰρ δήπου τοῦτό γε σαφὴς ἐμὲ μάλιστα τῶν ἐν τῇ πόλει ταῖς ἐπιθυμίαις ἐμποδίζειν ἐκείνου. τὸ γὰρ ‹ἐμὲ› μόνον ἐξαιτεῖν δηλοῦντος ἦν ὡς οἱ μὲν αὐτῷ συμπράττουσιν, οἱ δ' οὐ σφόδρα λυποῦσι, Δημοσθένης δέ ἐστιν ὁ μεγάλων καὶ πολλῶν ὀφείλων δίκην Μακεδόσιν.
[7] ἐλογιζόμην δὴ πρὸς ἐμαυτόν· ὦ Δημόσθενες, τὸν μὲν κίνδυνον ὁρᾷς καὶ ἐπὶ τὸ σῶμα τὸ σὸν ἥκουσιν οὗτοι. τί δὴ διανοῇ δρᾶν; λόγων μὲν ἀφθόνων εὐπορεῖς, ἐπεὶ καὶ τοῖς ἰδιώταις περὶ μόνου τούτου τοῦ πράγματος ῥᾴδιον ὡς πλεῖστα καὶ δικαιότατα λέγειν, ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἴστε ποτὲ τοῦτο ἐν τῇδε τῇ πόλει γεγονὸς καί τις ἔχει ψήφισμα ἀναγνῶναι, καθ' ὃ πολίτης ἢ ξένος ἢ μέτοικος ἐξεδόθη παρ' ὑμῶν τοῖς ἐξαιτοῦσιν ἐχθροῖς, οὐ καλὸν μὲν πονηροῖς παραδείγμασιν ἀκολουθεῖν, γραφέσθω δ' οὖν καὶ πραττέσθω καὶ νῦν παραπλήσια καὶ μηδεμία βοήθεια τοῖς κινδυνεύουσιν ἔστω εἰ δὲ νόμον παρειλήφατε παρὰ τῶν πατέρων ἔργῳ κεκυρωμένον διὰ μηδένα φόβον προέσθαι τὸ δίκαιον, μηδὲ ἐμὲ νῦν ἐκδῶτε.
[8] Εἶχεν ἄν τις λέγειν καὶ τὰς ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς στρατείας, τὰς μὲν ναυτικάς, τὰς δὲ πεζῇ, τοῦτο μὲν τὴν ὑπὲρ Θηβαίων εἰς Ἁλίαρτον, τοῦτο δὲ τὴν ὑπὲρ Κορινθίων εἰς Κόρινθον, οἳ μεγίστων ὑμῖν ὀφείλοντες δίκας τοῖς ὑμετέροις κινδύνοις ἐσώζοντο. πολὺ τοίνυν τούτου λαμπρότερον τὸ καὶ Λακεδαιμονίους τῶν αὐτῶν τυχεῖν, δι' οὓς ἐδουλεύσατε μὲν τυράννοις τριάκοντα, τὰς δὲ ναῦς ἀφῃρέθητε, τὰ τείχη δὲ κατηνέγκατε. τί δὴ τὸ πεῖσαν ὑμᾶς τοιούτοις βοηθεῖν; οὐδὲν πλὴν τὸ ἐλεεῖν ἐπίστασθαι. τοῦ γὰρ ἱκετεύοντος ἀφέντες ἐξετάζειν τὸν τρόπον αὐτὸ ψιλὸν αἰδεῖσθε.
[9] Ἐμοὶ τοίνυν, ὦ Ἀθηναῖοι, καὶ ταῦτα καὶ πλείω τούτων ‹καὶ› πολλῷ δικαιότερα λέγειν ὑπῆρξεν ἂν ἐξετάζοντι τίς ποτε ἐγενόμην πρὸς ὑμᾶς τε καὶ τὸν ἐξαιτοῦντα. τίνος οὖν ποτε εἵνεκα τοῦτο οὐκ ἐποίουν οὐδὲ τῇ συνήθει παρρησίᾳ πρὸς τὸν δῆμον ἐχρώμην δεικνὺς ἐμαυτὸν αἰτίας τε καθαρὸν ἁπάσης καὶ σωτηρίας ἄξιον; ὅτι κἀνταῦθα περὶ πολλοῦ τὸ τῆς πόλεως ἐποιούμην. ἵνα γὰρ μὴ δοκῆτε λόγοις πεισθέντες ῥήτορος, ἀλλὰ φόβῳ τῶν θεῶν κωλυθέντες ἄπρακτον ἀποπέμψαι τὴν πρεσβείαν μηδ' ὑπολίπητε μηδεμίαν τῷ Φιλίππῳ πρόφασιν εἰς τὸ μέμφεσθαι τὸν δῆμον, τὸν βωμὸν ἀντέταξα τοῖς Μακεδόνων λόγοις καὶ μᾶλλον εἱλόμην ἀνάξιον ἐμαυτοῦ σχῆμα περιθέσθαι καὶ καθῆσθαι πρὸς ἱεροῖς ἱκέτης ἢ δοῦναι τοῖς τἀκείνου φρονοῦσιν ἐπιτιμᾶν ὑμῖν.
[10] ἐγὼ μὲν δὴ τούτοις τοῖς λογισμοῖς ἐπὶ τὸν βωμὸν ἔδραμον καὶ παραχρῆμα πολλοὶ περιειστήκεισαν ἐπιτήδειοι καὶ συγγενεῖς, πάντες, ὦ Ἀθηναῖοι, δακρύοντες ὁρῶντες οἵῳ τρόπῳ Δημοσθένης Ἀθήνησιν ἐχθρῶν διαφεύγει χεῖρας, ἔμελλον δὲ ἄρα μηδὲ οὕτω διαφεύξεσθαι. τοσαύτη τις ἦν ὑπερβολὴ τῆς ἐμῆς δυστυχίας. ὡς γὰρ εἶπον μὲν οἱ πρέσβεις ὑπὲρ ὧν ἧκον, συνεῖπον δὲ αὐτοῖς οἱ πολλὰ δὴ συνειρηκότες Μακεδόσι, τῶν δὲ ταὐτά μοι φρονούντων ὁ φόβος ἀφῃρεῖτο τὴν φωνήν, ἤγγελλε δέ τις εἰς τὸν δῆμον Δημοσθένην τὸν Παιανιέα καταπεφευγέναι πρὸς τὸν Ἐλέου βωμόν, ἐψηφίσασθε, ὦ Ἀθηναῖοι, τὸ γενναῖον ἐκεῖνο ψήφισμα μάταιον εἶναι τὴν ἱκετείαν, λῆρον τὴν τοιαύτην ἐπικουρίαν, γέλωτα τὸν περὶ τοῦ βωμοῦ νόμον. ταῦτα γὰρ πάντα ἐνῆν ἐν τῷ δεῖν ἀποσπᾶν καὶ διδόναι τοῖς βουλομένοις λαβεῖν.
[11] ἦλθον οἱ τοξόται τρέχοντες ἀπὸ τῆς ἐκκλησίας, εἶδόν με ἐπὶ τοῦ βωμοῦ καθήμενον, ἔκλαυσαν πρότερον, εἶτ' ἀπήγγειλαν ἃ οὐκ ἂν ἠβούλοντο· ἀνάστα, ὦ Δημόσθενες, καὶ τοῖς πρέσβεσι δεδεμένος ἕπου. ταυτὶ γὰρ Ἀθηναίοις ἔδοξεν. ἀνέστην, ὑπήκουσα στένων ἐπ' ἐμαυτοῦ πολλὰ τὸν οὐκ ἔτ' ὠφελεῖν τοὺς ἱκετεύοντας ἔχοντα βωμόν. οἱ δὲ περιβαλόντες δεσμοῖς ἀπῆγον ἐγκεκαλυμμένον, οὐ γὰρ ἔφερον βλέπειν εἰς τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας οὐδ' εἰς τὸ βουλευτήριον οὐδ' εἰς τὸ Μητρῷον, τὰ χωρία τῶν ἐμῶν λόγων καὶ ψηφισμάτων.
[12] τοῦ λόγου δὲ προεκδραμόντος μὲν τοῦ περὶ τῆς ἱκετείας, οὔπω δὲ ἱκανῶς πεπιστευμένου προσιόντες μοι Θεσπιέων τινὲς καὶ Πλαταιέων, δι' ὧν ἐπορευόμην, ὀδυρόμενοί τε καὶ προπέμποντες καὶ τὰ ἄλλα δὴ τὰ τῶν φίλων ποιοῦντες τελευτῶντες ἠρώτων, εἰ ταῦτα ὄντως ἀπὸ τοῦ βωμοῦ. ἐγὼ δὲ ἀρνεῖσθαι μὲν οὐκ εἶχον, ὁμολογεῖν δὲ οὐκ ἤθελον. ἤκουσά τι τοιοῦτον καὶ παρὰ Φωκέων γερόντων, οὗτοι γὰρ ἐν Φωκίδι μόνοι διὰ τοὺς ἐν ταῖς ὑποσχέσεσι λαμπρούς, οὓς ἐγὼ διελέγχων ἐλύπουν τοὺς ἡδέως ἐξαπατωμένους. Θετταλοί γε μὴν καὶ κατεγέλων ὡς ἂν ὑπ' ἐμοῦ πολλάκις κακῶς ἀκηκοότες ἀντὶ τῆς προδοσίας ἣν προὔδοσαν τὴν τῶν Ἑλλήνων ἐλευθερίαν.
[13] ἐγὼ δὲ τοῖς μὲν φίλοις συνωδυρόμην, τοὺς δυσμενεῖς δ' ὁρῶν κατεδυόμην, οὐχ ὡς ἄν τις ἀδικῶν, ποῖον γὰρ ἀδίκημα πολιτεύεσθαι μετ' ἀνδρείας; ἀλλ' ὡς ὑμῶν οὐκέθ' ὁμοίων ὄντων. ἐπεὶ δὲ ὡς τὸν Φίλιππον ἤλθομεν, ἃ μὲν πρὸ τῶν βασιλείων ἤκουον παρὰ τῶν ξένων καὶ πεζεταίρων τωθαζόντων καὶ κροτούντων καὶ γεγηθότων ὡς ἂν αὐτὰς ἐχόντων τὰς Ἀθήνας, τίς ἂν διηγήσασθαι δύναιτο; ἀλλ' ἐπειδὴ σεμνὸς σεμνῶς ἐκάθητο Φίλιππος γέμων χαρᾶς καὶ δοῦλον ἔχων ὃν οὐκ ἠδυνήθη πρίασθαι καὶ διὰ τῶν δορυφόρων εἰσηγόμην, τοὺς μὲν ἀπέστησέ μου τοῦ σώματος τοὺς ἐπικειμένους, ἐμὲ δὲ εἰς αὑτὸν βλέψαι κελεύσας ἤρετο τί παθὼν ἐγὼ δεινὸν ὑπὸ τῆς οἰκίας τῆς αὑτοῦ τοσαῦτα αὑτὸν ἀνιάσαιμι παροξύνων τὸν δῆμον καὶ δυνάμεις ἐκπέμπων καὶ παραινῶν τὴν Μακεδονίαν λῃστεύειν.
[14] ἐγὼ δὲ οὐδὲν ὑποπτήξας οὐδ' ὑπὸ τοῦ καιροῦ ταπεινωθείς, οὐχ ὡς ἐκδεδομένος, ἀλλ' ὡς ἄν τις πρεσβεύων, ἀπὸ τῆς συνήθους διελεγόμην παρρησίας ὅτι πᾶς εὖ φρονῶν, ὦ Φίλιππε, καὶ τὰ δίκαια ποιῶν τὴν αὑτοῦ πατρίδα φιλεῖ. καὶ ὥσπερ σὺ ζῇς ἐν τοῖς ὅπλοις ἐπὶ τῷ μείζω ποιῆσαι τὴν βασιλείαν, οὕτως οὐδὲν θαυμαστὸν τὰς Ἀθήνας τὸν Ἀθηναῖον φρουρεῖν. οὐδὲ γὰρ ἐκεῖνό γ' ἂν εἴποις ὅτι μικρὸν φρονοῦσαν τὴν πόλιν παραλαβὼν ἔπειθον τάξεως οὐ προσηκούσης ὀρέγεσθαι, ἀλλ' οἶσθα δήπου μαθὼν τὸν Μαραθῶνα, τὴν Σαλαμῖνα, τὸ Ἀρτεμίσιον, τὰς Πλαταιάς, τὴν Μυκάλην, τὴν Κύπρον, οὓς ἔστησεν ὅρους βασιλεῖ, καὶ μυρία ἂν ἔχοιμί σοι διελθεῖν, ὦ Φίλιππε, μεστὸς ὢν ἐγὼ διηγήσεων, καὶ διαδεξάμενος βῆμα ‹γέμον› σεμνῶν καὶ καλῶν λόγων ἐπειρώμην, ὁμολογῶ, μὴ λείπεσθαι τῶν παλαιῶν ῥητόρων.
[15] καὶ περὶ τῆς αἰτίας δέ, ὦ Ἀθηναῖοι, τῆς πολλῆς ταύτης, ὡς ἄρα ἐγὼ πόλεμον ἐποίουν ἐξὸν εἰρήνην ἄγειν εἶπον καὶ τὰ πράγματα ἐξήτασα καὶ διορίσας τὸν ἀμυνόμενον ἀπὸ τοῦ κινοῦντος πόλεμον οὐδαμοῦ λύων εἰρήνην ἐφάνην, ἀλλ' Εὔβοια, Πελοπόννησος, τὰ πλοῖα, Μέγαρα, Ἑλλήσποντος, μικρά, μείζω, πάντα με ταύτης ἐλεύθερον ἐποίει τῆς μέμψεως.
[16] ἐγὼ μὲν οὖν σιωπήσας ἤλπιζον μάστιγας καὶ κέντρα καὶ πῦρ καὶ τὸ τελευταῖον, σφαγήν, ὁ δὲ μικρὸν ἐπισχών, ἀφίημί σε, φησί, καὶ ποιῶ κύριον τῆς ὅποι βούλει πορείας, καὶ σώζου καὶ μένε μέν, εἰ τοῦθ' ἥδιον, ἐν ταῖς ἐμαῖς πόλεσι, βάδιζε δὲ Ἀθήναζε καὶ κομίζου τὴν οἰκείαν, εἰ τοῦτό σοι κατὰ νοῦν. καὶ μειδιῶν ἅμα καὶ βλέπων εἰς τοὺς παρόντας, ἐπιμελοῦ δέ, φησί, καὶ τοῦ Ἐλέου βωμοῦ. παρ' ὑμῖν γάρ ἐστι τοῖς ἡμέροις, ἡμεῖς δὲ ὠμοί τε καὶ βάρβαροι.
[17] Τί δὴ τὸ τῆς μεταβολῆς αἴτιον καὶ τοῦ χάριν ὃν ἔσπευσε λαβεῖν ἔχων ἀφῆκε, τὸ μὲν ἀκριβὲς αὐτὸς ἂν εἰδείη καὶ πρὸς ἄλλον ἂν εἴποι, τεκμαιρομένῳ δὲ πολλά, ὦ Ἀθηναῖοι, φανείη. καὶ γὰρ ὡς ἀπέχρησεν αὐτῷ γενέσθαι κυρίῳ καὶ ὡς ἡττήθη τῶν δικαίων καὶ ὡς ἠλέησε τὴν τύχην καὶ ὡς ἔδεισε τὸ τοῦ μέλλοντος ἀφανὲς καὶ ὡς δόξαν μεγαλοψυχίας ἐδίωξεν ἐχθροῦ φειδόμενος καὶ ὡς ἐξῄτησε φιλανθρωπότερος νομισθῆναι τοῦ δήμου τῶν Ἀθηναίων ζητῶν. ἀκούομεν δὲ αὐτὸν καὶ πρὸς τὰς Ἀπολλοφάνους θυγατέρας ποιῆσαί τι παραπλήσιον. ἀφεῖναι γὰρ αὐτὰς Σατύρῳ τῷ τῆς κωμῳδίας ὑποκριτῇ τοῦ πατρὸς τῶν κορῶν ἀπεκτονότος αὐτῷ τὸν ἀδελφόν.
[18] Περὶ μὲν οὖν τῆς ἐμῆς σωτηρίας τοιαῦτα ἄν τις ὑπολάβοι, λελυμένος δὲ ἤδη καὶ τετυχηκὼς ἀδείας οὐκ ἂν φαίην ὡς ἐβουλευσάμην ὅποι χρὴ τραπέσθαι. καίτοι παρὰ πολλοῖς τῶν Ἑλλήνων ἦσαν εὐεργεσίαι μοι κείμεναι, καὶ μετέδωκαν ἀσμένως ἄν μοι καὶ πολιτείας καὶ γῆς καὶ τῶν ἄλλων ἀγαθῶν, ἀλλ' οὐκ ἦν ταῦτα τῆς ἐμῆς ψυχῆς, ἀλλ' εὐθὺς οἴκαδε ἠπειγόμην. οὕτως ἰσχυρὸς ἔρως ἐντέτηκέ μοι τῆς πατρίδος καὶ οὐδ' ἡ ἔκδοσις αὐτὸν καταπαῦσαι δύναται.
[19] τὴν τοίνυν πορείαν ὡς μάλιστα λανθάνων ἐποιούμην τοῦ μὴ πάλιν ὁρᾶσθαι παρὰ τῶν Ἑλλήνων μηδὲ ἀναγκάζεσθαι πικρῶν ἀκούειν καθ' ὑμῶν ῥημάτων. ἦσαν γάρ, ἦσαν οἱ παραβάλλοντες τῇ ἐκδόσει τὴν ἄφεσιν, τοῖς Ἀθηναίοις τὸν Φίλιππον, τοῖς πολίταις τὸν ἐχθρόν. ἃ καὶ νῦν μὲν ἀνάγκη πολλαχοῦ λέγεσθαι τῆς Ἑλλάδος. ἐγνωσμένων γάρ, οἶμαι, καὶ τούτων κἀκείνων εἰκὸς ἑκατέρῳ γίνεσθαι τοὺς προσήκοντας λόγους. ὅπως οὖν μὴ πολλοῖς ἐντεύξομαι τοῦ βωμοῦ μεμνημένοις, εἰς ὅσον οἷόν τ' ἦν, κρύπτων ἐμαυτὸν ἐχώρουν. ἥκων τοίνυν ἓν τοῦτο ὅπερ ἔφην πολιτεύομαι πολίτευμα καὶ γράφω τὸν ἑστηκότα τηνάλλως ἀνατρέπειν.
[20] Εἶτα σὺ τολμᾷς, φησί, βωμὸν ἀρχαῖον καὶ τίμιον καὶ δόξαν ἀγαθὴν ἐνηνοχότα τῇ πόλει τῆς εἰωθυίας τιμῆς ἐκβαλεῖν; ἐγὼ γάρ εἰμι ὁ τοῦτο ποιῶν, ὦ Ἀθηναῖοι; ἐγὼ καταλύω τιμὴν κρατοῦσαν ὁ τῇ πρὸς αὐτὸν καταφυγῇ βεβαιώσας αὐτῷ τὸν νόμον; εἰρωνεία ταῦτα ἔστι καὶ παιδιὰ τῶν οὐ βουλομένων εἰδέναι δοκεῖν ὡς ἃ τοῖς ἔργοις ἤδη πέπρακται, ταῦτα νυνὶ τυγχάνει λόγου. τίς γὰρ οὐκ οἶδεν ὡς ἀπ' ἐκείνης ἀπέρριπται τῆς ἡμέρας ὁ βωμός, ἐν ᾗ τὸν ἱκέτην οὐκέτ' εἶχεν ἐξελέσθαι;
[21] φέρε γάρ, τίς ἡ τιμὴ τοῦ βωμοῦ; τὸν ἀδικούμενον ὡς αὐτὸν ἥκοντα σῶσαι. τί οὖν; ἤρκεσέ με ῥύσασθαι; πόθεν; οὐκοῦν ὁ μὲν λίθος ἕστηκε, τὸ γέρας δὲ πέπαυται, καὶ τῷ μὲν δοκεῖν μένει, τῇ δ' ἀληθείᾳ κεκίνηται. τὴν γὰρ ἐκ τῶν νόμων αἰδῶ τοῖς βωμοῖς ὑπάρχουσαν ἂν ἀφέλῃς, οἴχεται ὁ βωμὸς καὶ τοῦτ' ἔστιν ὃ πρὶν ἢ βωμὸς νομισθῆναι. καὶ γὰρ τὰ τῶν θεῶν ἕδη τῶν ἄλλων τύπων αἰδεσιμώτερα ταῖς τιμαῖς, ἄνευ δὲ τούτων οὐδὲν ἀμείνω τῶν λοιπῶν ἀνδριάντων οὐδέ γε τῶν οὔπω ξεσθέντων λίθων.
[22] οὐδεὶς ἐτόλμα πρότερον ἅπτεσθαι τῶν ἐκεῖσε καταφευγόντων. οὐδεὶς ἤκουσέ μου λέγοντος ὅτι χρὴ τοῦτον ἀνελεῖν. ἀνῄρηται τοῖς εἰς ἐμὲ πραχθεῖσιν ἡ παρ' αὐτοῦ συμμαχία. μηδ' ὁράσθω τοίνυν ὁ βωμός, μέχρις ἂν θεραπεύηται Παναθηναίοις μὲν Ἀθηνᾶ, μυστηρίοις δὲ Δημήτηρ, τῇ λαμπάδι δὲ ὁ Πὰν καὶ τῶν ἄλλων ἕκαστος θεῶν τοῖς παλαιοῖς νομίμοις.
[23] καλῶς αὐτοῖς ἑστήκασιν οἱ βωμοί, τῶν ἑορτῶν δὲ καὶ τῶν ἄλλων αὐτοῖς ἁγιστειῶν ἀπολλυμένων μωρία τοὺς βωμοὺς διαφυλάττειν. ἑορτὴ τοίνυν ἔστιν Ἐλέῳ καὶ θεραπεία μία τοῖς ἐκεῖσε καταφεύγουσιν εἶναι σωθῆναι, τούτου δὲ οὐκ ἔτ' ὄντος τί δεῖ βωμοῦ; ὥσπερ ἂν εἴ τινες ἀφελόμενοι τὴν ἀρχὴν τὸν στρατηγὸν εἶτ' αὐτὸν ἀξιοῖεν στρατηγὸν καλεῖν. ἀλλ' οὐδὲν ἡ προσηγορία τῶν ἔργων χωρίς.
[24] Τί οὖν κερδανοῦμεν, φησίν, ἀνελόντες τὸν βωμόν; διαφεύξεσθε, ὦ Ἀθηναῖοι, τὰς νυνὶ κατηγορίας ἃς ἐκ τοῦ μὲν θεὸν ἡγεῖσθαι τὸν Ἔλεον, ἀποσπᾶν δὲ τοὺς ἱκετεύοντας ἔχετε. τουτὶ γάρ ἐστιν αὐτῶν αὑτοῖς ἐναντία ποιούντων καὶ μαχομένων, ὃ μέγιστον ἔγωγε ὀνειδῶν ἡγοῦμαι. τὸ μὲν γὰρ οὕς τις οὐχ ἡγεῖται τιμῶν ἀξίους μηδὲ θαυμάζειν ἀγνοίας ἂν αἰτίαν λάβοι, τὸ δ' ἅ τις ἐν θεῶν ἄγει τάξει, πρὸς ταῦτα ἀναισχυντεῖν οὐδὲν ἀσεβείας ἐλλείπει.
[25] οὐκοῦν ἐν μὲν τῷ καθάπαξ ἀνελεῖν τὸ μὴ νομίζειν ἐστὶ θεόν, ἐν δὲ τῷ τὸν βωμὸν ἐᾶν τὸ μηδ' ἃ βωμῶν ἠξιώσατε, ταῦτα ὑβρίζειν ὀκνεῖν. ὁρᾶτε γὰρ τὸ γιγνόμενον. ἥξουσι παρ' ὑμᾶς τινες, ὄψονται τὸν βωμόν, εἴσονται τὰ γενόμενα. τούτους τί βούλεσθε περὶ ὑμῶν φρονεῖν; ὡς Ἀθηναῖοι ψεύδονται καὶ φενακίζουσι πάντας ἀνθρώπους καὶ τοὺς ἀτυχοῦντας ἐνεδρεύουσι καὶ τὸν Ἐλέου βωμὸν ἀντὶ θηράτρων ἔχουσιν οἷς ἐξῆν φεύγουσι σωθῆναι, τούτους διὰ τῆς ἐλπίδος τοῦ βωμοῦ λαμβάνοντες;
[26] καὶ γὰρ εἰ μὲν οὐδεὶς ἐπ' αὐτὸν ἥξει τῶν ἐμῶν μεμνημένος, ἐπὶ τί καὶ φυλάττοιτο ἄν; εἰ δὲ ἥξουσι καὶ κερδανοῦσι καὶ σωτῆρα ἀξιόχρεων εὑρήσουσι, τίς ἂν ὑμῖν ὑπάρχοι λόγος περὶ τῆς ἐμῆς ἐκδόσεως; ὅτι, νὴ Δία, πονηρότατος ἐγώ τις καὶ ἥκιστα φιλανθρωπίας ἄξιος; ἢ πονηρὸς μὲν οὐ λίαν, ἄχρηστος δὲ ὁ βοῶν ὑπὲρ Ὀλυνθίων, ὦ Ἀθηναῖοι, καὶ πρεσβεύων ὑγιῶς καὶ φιλοτιμίᾳ χορηγῶν καὶ τριηραρχῶν ἐθελοντὴς καὶ λυόμενος αἰχμαλώτους καὶ θυγατέρας συνεκδιδούς; ὁ πολλοὺς μὲν ἐλεῶν, ἐλέου δὲ οὐ τετυχηκώς; ὁ νόμοις ὠφελῶν τὸ ναυτικόν; ὁ τὰς προσόδους αὔξων; ὁ τῇ συμμαχίᾳ προστιθείς; ὁ τῆς σιτοπομπίας φύλαξ; ὁ κηρυττόμενος; ὁ στεφανούμενος; εἴπω τι τούτων ἄμεινον; ὁ ἐξαιτούμενος; ἃ τίνι τῶν πώποτε τῷ βωμῷ χρησαμένων ὑπῆρχεν; ἃ οὐδέν με ὀνῆσαι δεδύνηται. τοῦτον οὖν ὑπεριδόντες ἄλλον ἐλεήσετε; καὶ πῶς οὐ πολλῆς ἐμπληξίας;
[27] Πολεμεῖν γὰρ ἦν ἀνάγκη, φησί, μὴ τοῦτο πεποιηκόσιν. ἐγὼ δὲ εἶχον μὲν ‹ἂν› δεικνύειν ὡς πάτριον ὑμῖν ὑπὲρ τῶν τοιούτων πολεμεῖν, καὶ πολλοὺς ἂν ἀγῶνας, εἴπερ ἐβουλόμην, ἐξηρίθμουν, ἐφ' οἷς ἐν ταῖς τραγῳδίαις ἐπαινούμενοι χαίρετε, τοῦτο μὲν τὸν ὑπὲρ τῶν Ἡρακλειδῶν πρὸς Πελοπόννησον ὅλην ἣν ἧκεν ἄγων Εὐρυσθεὺς ὃς αὐτῷ πράγματα παρεῖχεν Ἡρακλεῖ, τοῦτο δὲ τὸν ὑπὲρ τῶν νεκρῶν πρὸς Θηβαίους ἄνδρας ἐπηρμένους τῇ νίκῃ καὶ διὰ τὴν παροῦσαν τύχην τοιαῦτα ὑβρίζοντας. καίτοι καὶ εἰ σεμνὸς Ἡρακλῆς, ἀλλὰ τοῖς ἐκείνου παισὶν οὐδὲν περὶ ὑμᾶς οὔτε μικρὸν οὔτε μεῖζον ἐπεπόνητο. Ἄδραστος δὲ οὔτ' αὐτὸς οὔθ' ὁ τούτου πατὴρ Ταλαὸς χάριν ἦσαν οὐδεμίαν τῇ πόλει προεισενεγκόντες, ἀλλ' ἦν ταῦτα ἐλέου ψιλοῦ καὶ φιλανθρωπίας καὶ τοῦ πάσχειν τι πρὸς τοὺς ἱκετεύοντας.
[28] τί δ' Ἰνάρως ὁ Λίβυς, τί δὲ Νικίας ὁ Κρής, τί δὲ Ὀρέστης ὁ Θετταλός; οὐ νεῶν ἔτυχον ἐνθένδε καὶ στρατοπέδων, ἵν' ἄρχωσιν ἄνθρωποι ξένοι καὶ μηδὲν ὑμῖν προσήκοντες; τί δ' ἦν δεινὸν ὑπὲρ Ἀθηναίου ῥήτορος ἀδόλως πεπολιτευμένου δι' ὑμᾶς μισουμένου τῶν εἰωθότων τι δρᾶσαι καὶ πράξει μιᾷ τὸν δῆμον ἐξελέσθαι τοιούτων ἐπιταγμάτων διδάξαντας ὡς οὐκ ἴστε τὰ τοιαῦτα διδόναι;
[29] ταυτὶ μὲν εἶπον ἄν, εἰ δῆλον ἦν ὡς πόλεμον ἤνεγκεν ἂν τὸ τὰ δίκαια ποιεῖν, νῦν δέ μοι δοκεῖ Φίλιππος οὐκ ἂν εἰς τοσοῦτον ἀτοπίας ἐλθεῖν ὥστε πολέμου ποιήσασθαι πρόφασιν τὴν τοῦ δήμου πρὸς τὸ δαιμόνιον εὐλάβειαν. τί γὰρ ἂν καὶ πέμψας ᾐτιᾶτο; ὅτι ἀδικεῖτε, ὦ Ἀθηναῖοι, οὐ μᾶλλον ἐμὲ δεδοικότες ἢ τοὺς θεοὺς οὐδὲ τὴν πρὸς ἐμὲ χάριν πρὸ τῶν βωμῶν θεραπεύοντες;
[30]
ἀλλ' οὐκ ἂν οὕτω ποτὲ μανικὸν ἐφθέγξατο ῥῆμα δύο ἐντεῦθεν ὁρῶν ζημίας, τὴν μὲν γέλωτα παρὰ τοῖς ἀνθρώποις ὀφείλειν, τὴν δὲ χαλεποὺς ἀνταγωνιστὰς ἐπισπᾶσθαι τοὺς ὑβριζομένους θεούς, οὓς ᾔδει μεθ' ἡμῶν ἐπ' αὐτὸν ἥξοντας ἐν τῷ τοιούτῳ πολέμῳ. ἀλλ' οὐχ οὕτως ἔκφρων οὐδὲ ἀνόητος ἐκεῖνος ἀνὴρ εἰδὼς χρήσασθαι πράγμασιν ὥστε ἑλέσθαι παραπαίειν τε δοκεῖν καὶ κινεῖν ἐφ' ἑαυτὸν τοὺς κρείττονας, ἀλλ' ἀπέχρησεν ἂν αὐτῷ ‹τὸν› καὶ λοιδορούμενον καὶ μέγαν μὲν παρ' ὑμῖν, μέγαν δὲ παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἐλέῳ σώζεσθαι καὶ δάκρυσι καὶ τῷ τῶν ἱκετευόντων κλάδῳ. αἱ γὰρ τῶν χαλεπαινόντων πρὸς τοὺς λελυπηκότας ὀργαὶ τῇ τῶν παροξυνάντων δυστυχίᾳ λύονται.[31] τεκμήριον δὲ ὑμῖν ἔστω ταῦτα ἃ νῦν δέδρακε. λαβὼν γὰρ ἤδη καὶ ἔχων καὶ ὁρῶν καὶ κύριος ὢν κατακρημνίσαι καὶ κατακόψαι καὶ ὅ τι βούλοιτο χρήσασθαι στήσας εἰς ἐμὲ τοὺς ὀφθαλμοὺς καί τι πρὸς αὑτὸν ἐνθυμηθεὶς ἀφῆκεν. ὅ μοι δοκεῖ κἂν πρὸς τὴν ἱκετείαν, εἴ τις ἀπήγγειλε, δρᾶσαι. τί γὰρ ἂν πλέον ἐζήτησεν ἥττης ἐχθροῦ; ὅλως δὲ ὁ τοῦ πολέμου καὶ τοῦ φόβου λόγος τὴν μὲν ‹ἐκδόσεως› αἰτίαν ἔχει, τοῦ δὲ τὸν βωμὸν ἐν τοῖς ἔμπροσθεν μένειν οὐκ ἔστιν ἀπόδειξις.
[32] Δεῖ δὲ νῦν οὐ τοῦτο ζητεῖν, τί τὸ πεῖσαν ἀμελῆσαι τῆς τιμῆς, ἀλλ' εἰ μὴ λυσιτελεῖ καθάπαξ ἠφανίσθαι τὸν οὐδενὸς ἄξιον. τί οὖν μέλλετε, ὦ Ἀθηναῖοι; τί μὴ τὴν ταχίστην ἐπ' αὐτὸν φέρεσθε; τί μὴ λακτίζοντες ἀνατρέπετε; μᾶλλον δέ, τί μὴ καταποντίζετε; τίνων δεῖ χειρῶν γενέσθαι τὸ ἔργον; ἐκείνων αἳ τοῦ βωμοῦ τὸ σῶμα τοὐμὸν ἀφελκύσασαι τοῖς ἐχθροῖς παρέδωκαν. μᾶλλον δέ, κοινὸν ὑμῶν ἁπάντων γενέσθω. πάντες ἐχειροτονήσατε, πάντες ἀνασπάσατε, ἤ, εἰ βούλεσθε, οἱ μὲν ἀνασπώντων, οἱ δὲ παρακαλούντων.
[33] ἀκολουθήσατε τοῖς ὑμετέροις αὐτῶν ‹τρόποις›, ἐπειδὴ μὴ τοῖς τῶν προγόνων, οἳ τοὺς σφαγέας τῶν τῷ Κύλωνι συγκατασχόντων τὴν ἀκρόπολιν ἐξήλασαν ἐναγεῖς τε νομίσαντες καὶ τῆς Ἀθηνᾶς ἀλιτηρίους. καίτοι μεῖζον ἠδίκησαν τὴν πόλιν οἱ τύραννον ἐπαγαγόντες τοῖς νόμοις, ἀλλ' ὅμως καὶ τοῖς τὰ τηλικαῦτα τολμῶσιν ‹ᾤοντο› ἀρκεῖν εἰς σωτηρίαν τοὺς θεούς.
[34] Τότε μὲν οὖν εἰκότως οὐδὲν ἐγράφετο τοιοῦτον τιμωμένων τῶν βωμῶν, νῦν δὲ τί φείδεσθε λίθων ὧν ἐξηλείψατε τὴν ἰσχύν; τί στένεις, Ὑπερίδη καὶ Πολύευκτε καὶ Λυκοῦργε καὶ πάντες οἱ τῆς ἐμῆς μιμηταὶ πολιτείας; οὐκ ἀφαιροῦμαι καταφυγῆς ὑμᾶς, οὔ. ἀλλ' οὐκ ἐῶ κεναῖς ἐλπίσιν ἀπατᾶσθαι. τίς γὰρ ὑμῶν ἀνθέξεται Δημοσθένους οὐκ ἀντιλαβόμενος; τίς ὑμᾶς ἐλεήσει τοὺς ἐμοὺς πόνους οὐκ αἰσχυνθείς; τίς ἀποδώσει τῷ βωμῷ τὴν ῥώμην ἐν ὑμετέροις κινδύνοις, ἣν ἐν τοῖς ἐμοῖς ἀφείλετο; προσδοκῶντες μὲν οὖν ὁμοίας καθ' ὑμῶν αὐτῶν πρεσβείας νοῦν ἔχειν μοι δοκεῖτε, ὥρα δὲ ὑμῖν ζητεῖν ἑτέραν ἀποστροφήν.
[35] ἐγὼ μὲν οὖν ὅπως ἂν σωζοίμην εὗρον. χαιρέτω μὲν τὸ φίλτατόν μοί ποτε τουτὶ χωρίον ἐν ᾧ τὸν δῆμον ἐνουθέτουν, χαιρέτω δὲ τὸ βουλευτήριον καὶ προβουλεύματα καὶ ψηφίσματα καὶ πρεσβεῖαι καὶ ταλαιπωρίαι τοὺς μὲν ἄλλους ὠφελοῦσαι, τὸν δὲ λέγοντα ζημιοῦσαι. καίτοι Φίλιππος τοῦτό γε οὐκ ἐπέταττεν, ἀλλ' ὑπὸ τῶν παθῶν παιδεύομαι σιωπᾶν. ὑμεῖς δὲ μένετε μὲν ἐπὶ τῆς τάξεως, εἰ δοκεῖ, περισκοπεῖτε δὲ ἤδη λιμένα ἕτερον, ὡς ὅ γε τοῦ βωμοῦ κέκλεισται. ἂν δ' ἄρα ποτὲ Ἀθηναῖοι γένωνται φιλάνθρωποι καὶ δείξωσι πάλιν ὡς ἔχουσιν ἐν ταῖς φύσεσιν οἶκτον, καὶ τοῖς ἔργοις ἀνανεώσωνται τὸν ἔλεον, ἔσται τις ὁ γράφων ἱδρύεσθαι πάλιν τὸν βωμόν.