6931 261 0 2 0 0 IV d. C. Retorica Libanius XL Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 50

Libanius - Declamatio XL

Νόμος τὸν ἄνδρα τὴν προῖκα τῆς μοιχευθείσης ἀποκερδαίνειν. ἐπείρασέ τις τὴν ἑαυτοῦ γυναῖκα ὡς ἀλλότριος ἐπὶ μοιχείᾳ καὶ εἷλεν. ὁ πατὴρ τὴν αἰσχύνην πτοηθεὶς ἐπέδωκεν ἑτέραν προῖκα. ὁ δὲ καὶ ταύτην ἐφ' οἷς καὶ τὴν προτέραν κατέσχε καὶ ὁ πατὴρ αὖθις ἑτέραν ἐπέδωκεν. ὡς δὲ ταῦτα πολλάκις ἐκεῖνος μὲν ἐποίει, ἡ δ' ἠπατᾶτο, τελευταῖον ὁ πατὴρ καὶ ἀμφοτέρους ἀποκτείνας κρίνεται.

[1]

Προθεωρία.

[1]    Δυστυχὴς ὁ πατὴρ καὶ τῶν πώποτε πατέρων ὁ δυστυχέστατος. ξίφος γὰρ πρὸ μικροῦ κατὰ νυμφίου καὶ παιδὸς νεονύμφου ἐπέσεισε. καὶ θερμὸν ἔτι τὸ ξίφος καὶ αἱ χεῖρες τοῦ λύθρου ἐναποστάζουσιν. ὅθεν δεῖ τῷ λόγῳ καὶ πάθους, ὡς ἔνι, μάλιστα. καὶ ὁσάκις μνησθῇ τῆς παιδός, καὶ ἐπιστενάξει τῷ λόγῳ καὶ ἀποκλαύσεται τῆς τύχης ἑαυτὸν καί τινα δαιμόνων τελχῖνα βαρὺν καταιτιάσεται, ὃς καὶ τῆς θυγατρὸς τὰς φρένας εἰς τοῦτο κακοῦ μετέστρεψε καὶ τὴν αὑτοῦ χεῖρα κατὰ τῆς παιδὸς ἐξεβίασε.

[2] τὸ μὲν οὖν δυστυχὴς εἶναι πατὴρ οὐκ ἀπαρνήσεται, τὸ δὲ κακός. τοῦτο δ', ὡς οἷόν τε, μὴ εἶναι διαγωνιεῖται καὶ προσαποδεῖξαι σπεύσει τὰ τῆς αὐτοχειρίας ἀβούλητα, ὅθεν καὶ τὸ ὑφορμοῦν θεραπεύσει καὶ τὰ τῆς ἀνάγκης ἐπιβεβαιώσει ὀλίγα μὲν τῆς παιδὸς ἐφαπτόμενος καὶ τὰ πολλὰ εἰς τὸ τῆς γυναικὸς ἀνάγων εὐεξαπάτητον, ἵνα μὴ πάντη ἀνεύθυνον δοκοίη διαχρήσασθαι, τὸ δὲ πᾶν τῆς σκαιωρίας τῷ νυμφίῳ προσάψει καὶ τοῦ ὅλου δράματος ἐκεῖνον εἶναι ποιητὴν ἰσχυρίσεται, ἐπάξει μέντοι καὶ ὅπως τὰ πρῶτα κἀκείνου ἐκήδετο, ἵνα πανταχόθεν τὸ θηριώδης εἶναι δοκεῖν ἐξέλῃ καὶ τὸ βεβιάσθαι ἀντεισάξει.

[3] οὕτω τοι καὶ οἱ παῖδες ἂν εἶεν οἱ καὶ τὸν πατέρα ἀδικεῖν ἀρξάμενοι μετὰ καὶ τοῦ παντὸς γένους, μετὰ τῆς ὅλης πόλεως καὶ αὐτοὶ ἐπὶ σφᾶς αὐτοὺς μονονουχὶ τὸ ξίφος ἄραντες καὶ ὁ πατὴρ ὁ τὴν ὕβριν τοῦ γένους ἐκκόψας καὶ τὸ τῆς πόλεως εὔφημον ἐν πλείονι τοῦ πατὴρ εἶναι θέμενος.

[2][t]

Ἡ μελέτη.

[1]    Εἰ μὴ πατέρας ὑμᾶς ὄντας ᾔδειν, ὦ ἄνδρες, τάχα τι καὶ λέγειν δοκεῖν ᾤμην ἂν τὸν κατήγορον, καὶ τὰ πατέρων ἐν οὐ πατράσι διαβάλλειν ἐπιχειρῶν ἦν ἂν οὗτος, οἶμαι, πολὺ πιθανώτερος· ἐπεὶ δὲ πατέρες μὲν ὑμεῖς καὶ τὴν περὶ τοὺς παῖδας φιλοστοργίαν οὐκ ἀγνοεῖτε, καὶ τοῦτο μόνον ὁ κατήγορος ἀφελέσθαι ‹με› μετὰ καὶ τῆς Τύχης οὐκ ἴσχυσε, πατὴρ δὲ καὶ αὐτὸς δυστυχὴς μὲν ἄλλως καὶ πατέρων ἁπάντων ἐλεεινότατος, κακὸς δὲ περὶ τὴν φύσιν ἑκὼν οὔτ' αὐτὸς γεγένημαι οὔθ' οὗτος ἂν εἰπεῖν ἔχοι, δέομαι ὑμῶν καὶ πάνυ δέομαι, μή μου πρότερον καταψηφιεῖσθε μηδ' ὡς ἄδικον περὶ τοὺς ἐμοὺς ἀποκτείνητε, πρὶν ἂν αὐτοὶ λογίσησθε παρεστάναι τῷ βήματι καὶ τῷ λογισμῷ, μὴ γὰρ δή ποτε τοῖς ἔργοις εἰς τοῦτο τύχης ἐλθεῖν δόξαιτε, καὶ πηλίκα μὲν ἡ φύσις δύναται παρὰ τοῖς πατράσι ξυλλογιεῖσθε, τίνα δὲ καὶ παῖδες τολμήσαιεν ὡς εἰς τοσοῦτον ἐγεῖραι τοὺς τεκόντας ἔχθος ὡς καὶ ξίφει τὴν δεξιὰν ὁπλίσαι καθ' ὧν ἔτεκον καὶ μεθ' οὓς οὐκέτι τὸ καλεῖσθαι πατέρες ἕξουσιν.

[2] εἰ μὲν οὖν ὡς ἁπλῶς ἀτυχῶν ἐγὼ κρίνομαι παρ' ὑμῖν καί τις εὐθύνας οἶδε παρά του τῶν νόμων τοῖς πρὸς οὓς τὰ τῆς Τύχης οὐκ εὐμενῆ, καὶ τοῦτο τῷ κατηγόρῳ τὸ σπούδασμα κτεῖναι τὸν μηδ' ὅπως ἐσεῖται βουλόμενον, ἡκέτω μὲν μετὰ ξίφους ὁ δήμιος, ὁ δὲ βέλτιστος εὐθυνέτω, ὑμεῖς δ' ἐπὶ τούτοις ποιεῖσθε τὰς ψήφους, μὴ μέλλετε, ὡς χαριεῖσθε μέν, εἰ οὕτω πατέρα δυστυχῆ μετὰ καὶ τῶν προσόντων συνεκκόψετε κακῶν καὶ τὸ ζῆν ἀφαιρήσεσθε τὸν εἰς τοσοῦτον συμφορᾶς ἀφικόμενον ὡς ταῖς αὑτὸν αὑτοῦ χερσὶν ἀφελέσθαι τὸ πατὴρ ὄνομα τοῦτο δὴ τὸ γλυκὺ μὲν τοῖς ἄλλοις, οὐ γὰρ δὴ τοιοῦτον καὶ ἡμῖν ὁ δαίμων παρῆκεν· εἰ δ' ἕτερον μὲν ἀτυχεῖν καὶ οἰκτείρεσθαι, ἕτερον δὲ κακουργεῖν καὶ κολάζεσθαι, κατελεήσατε τῆς τύχης τὸν μηδὲν μὲν ἠδικηκότα, μείζω δὲ τῶν ἁπάντων ἠτυχηκότα καὶ παῖδας μὲν αὐτὸν καὶ τεκόντα καὶ θρεψάμενον, οὐκέτι δὲ καὶ τῶν ἐλπίδων ἀπονάμενον, ἃς ἐπὶ τούτοις, ὦ θεοί, καλὰς καὶ γενναίας ὑπέτρεφον, μεθ' ὧν πρῴην ἐβίουν καὶ νῦν οἰχομένων ξυνοίχεσθαι κἀμοὶ βέλτιον ἂν εἴη.

[3] ἓν μὲν οὖν τοῦτο καὶ πρῶτον τῆς ὑμῶν φιλανθρωπίας δέομαι, δεύτερον δὲ μηδὲν εἰς δίκην καὶ τοῦ προτέρου τούτου λειπόμενον, ὅτι πατὴρ μὲν ὁ κρινόμενος ἐγὼ καὶ πρὸς γένους οἱ πεπτωκότες καὶ συγγενῆ τὰ κακὰ καὶ δεῖ με διὰ τούτων βαδίζειν ἐπὶ τὸ πείσειν ὡς οἱ μὲν ἠδίκουν, ἐγὼ δὲ τὴν ὕβριν ἀπεκρουόμην.

[4]

τούτου μὲν οὖν ὁ χρηστὸς οὗτος αἴτιος τοιαύτην μοι προθέμενος αἵρεσιν δυοῖν τούτοιν ἑλέσθαι θάτερον, ἢ μηδὲν εἰπεῖν ἀνεχόμενον μετὰ κακούργων κεῖσθαι ἢ μὴ κακουργεῖν ἐλέγχειν πειρώμενον αὐτὸν ἀνακαλύπτειν ὡς ἐπὶ θεάτρου τὰς ἐμαυτοῦ συμφοράς.

[5] ἔοικε δ' ἡ Τύχη μετὰ τοῦ παρόντος καὶ τοῦτό με τῶν πατέρων ἀφαιρεῖσθαι σπεύδειν τὸ μὴ τὰς τῶν παίδων ὕβρεις περιστέλλειν, ὡς οἷόν τε. ἂν οὖν ἐγὼ μὲν ἀναμνησθῶ τοῦ θαυμαστοῦ νυμφίου καὶ τῶν καλῶν τῆς παιδὸς ἐπιτηδευμάτων καὶ τὰ μὲν ἀθρόα προσεπιρρεύσῃ τὰ δάκρυα, τὰ δὲ τῆς φωνῆς ἐκκεκόψεται, τὰ δὲ τῶν λόγων οἰχήσεται, μὴ περιίδητε τῷ πάθει τῆς μνήμης ἐκκρουόμενον τὰ πολλά, ἀλλ' αὐτοὶ προσαναπληροῦν πειρᾶσθε τὰ τὸν ἐμὸν ἐκπεφευγότα λογισμὸν συγκεχυμένον οὕτω πολλοῖς τοῖς κακοῖς καὶ μηδ' ὅ τι καὶ χρὴ λέγειν ἀκριβῶς ἔχοντα ξυνορᾶν. τοῦτο γὰρ ἐμοὶ μὲν ἔσται τοῦ μὴ κακουργεῖν δικαία τις ἐπικουρία, ὑμῖν δ' οὐκ ἀγεννὴς βεβαίωσις ὡς τὰ πάντα ψηφίζεσθε εὔορκα.

[6]    Ἠγαγόμην, ὦ ἄνδρες, γυναῖκα κατὰ τοὺς τῆς πόλεως νόμους καὶ παίδων ἀκοῦσαι πατὴρ ἐπηυξάμην ὁ δυστυχὴς ὡς μὲν τοῖς τεκοῦσιν ἡμῖν πάνθ' ὁπόσα καὶ χρηστοὶ παῖδες γενησομένων, ὡς δὲ τῇ τε πόλει καὶ τῷ δήμῳ χρησιμευσόντων ἐν στρατηγίαις, ἐν χορηγίαις, ἐν δημαγωγίαις, ἐν εἰσφοραῖς, ἐπ' εἰρήνης ἔνδον, ἐν πολέμοις ἔξωθεν.

[7] οἱ δ' ἄρα θεοὶ τὸ μέν τι καὶ ἔδοσαν, τὸ δ' ἐπέσχον. παῖδα μὲν γὰρ ἐχαρίσαντο καὶ πατὴρ ἐντεῦθεν ὡρώμην ἐγὼ καὶ τοῦτο προσάπαξ ὡς ἄν, οἶμαι, τῶν θεῶν καὶ ταῦτα βίᾳ πειθομένων καὶ τοῖς ἐμοῖς ἱερείοις οὐ πάνυ τι τὸν νοῦν προσεχόντων· τὸ δέ μοι καὶ μέχρι παντὸς ταυτηνὶ φυλάξαι τὴν προσηγορίαν, τοῦτο δ', ὡς ἔοικεν, οὔτ' ἐκείνοις ἐδέδοκτο οὔτ' αὐτῷ μοι τοῦ λοιποῦ περίεστιν.

[8] ἀλλὰ ταῦτα μὲν τῆς ὑστέρας βαρυδαιμονίας καὶ τοῦ μετέπειτα πονηροῦ τελχῖνος, τῷ δ' οὖν τότε μεθ' ἡδονῆς ἐδεχόμην τὸ πρᾶγμα. θεῶν δῶρον ἡγούμην τὴν παῖδα καὶ τοῦ παντὸς γένους ἐκεῖθεν ὥσπερ τι δεδόσθαι μοι ζώπυρον. ἐπεὶ δὲ καὶ μεῖραξ ἐγεγόνει καὶ τῆς φρονούσης ἡλικίας ἥπτετο καὶ τὴν μορφὴν μὲν οὐκ ἄσημος ἦν, ἀλλά τι καὶ κάλλους τῷ προσώπῳ ἐνέλαμπε καὶ τὸν νοῦν, ὥς γε ἐδόκει τέως, οὐ πάνυ τῆς ἔξωθεν ὥρας ἐλείπετο, ἐγὼ μὲν ἐνουθέτουν, ἡ δὲ μήτηρ ἐπαίδευεν ἐπὶ τῇ ταλασίᾳ διαπονουμένην πάνθ' ὅσα γυναικῶν ἔργα.

[9] ἐγὼ δὲ ὁ τότε μὲν πατήρ, οὐ γὰρ ἔτι καὶ νῦν παραμένει μοι τοὔνομα τοῦτο, ὡς εἴθε μηδὲ τὴν ἀρχὴν μήτ' ἐκείνη μήτηρ μήτ' αὐτὸς ἐγὼ πατὴρ ἠκούσαμεν, τὸ γὰρ νῦν ἐπὶ τοιούτοις θρηνεῖν πάντως ἂν τὸ μηδὲ τεκεῖν ὅλως παρείλετο, τότε δ' οὖν ὅμως τί μὲν ἐπὶ σωφροσύνῃ τῆς παιδὸς οὐκ ἐτεχνώμην; τί δὲ οὐ παρῄνουν; κάλλους μὲν ἤδη, λέγων, ἱκανῶς ἔχεις, ὦ παῖ, τοῖς θεοῖς οὕτω καὶ τῇ τύχῃ δοκοῦν, καὶ τά γε δῶρα τῆς φύσεως οὐ μεμπτά, δεῖ δέ σε καὶ τοῖς ἔξωθεν τὰ παρὰ σαυτῆς ἐποικοδομεῖν, ὥστε καὶ τὴν ψυχὴν μηδὲν ἧττον ἐπανθεῖν ἢ τὰ περὶ τὸ σῶμα. τούτου μὲν γὰρ τὴν φύσιν ἅπας θαυμάσει κἀκείνης εἶναι δῶρον τὰ τῆς ὥρας νομίσει, ἢν δὲ σὺ σωφρονοίης καὶ πᾶν ὅ τι καὶ παρθένοις πρέπον ἐπιτηδεύοις, τοῦτο δὲ οὐκ ἔσται τῶν ἁπάντων οὐδεὶς ὃς οὐχὶ σὸν εἶναι τὸ καλὸν φαίη.

[10] ὡς εἴ γε τὸν μὲν τοῦ προσώπου λειμῶνα λαμπρὸν ὑποφανεῖς, τὰ δὲ τῆς ψυχῆς, ὃ μὴ θεοὶ δοῖεν, τοῖς χείροσι τῶν ἔργων καταρρυπανεῖς καὶ τὸ μὲν τῆς σωφροσύνης ἀπέσται καλόν, τὸ δὲ τῆς αἰδοῦς οὐ προσέσται σεμνόν, ἐς οὐδὲν ἄν σοι καὶ τὰ τῆς ὥρας περισταίη. αἰσχυνεῖς μὲν γὰρ τὸ γένος, αἰσχυνεῖς δὲ σαυτὴν μετὰ καὶ τῆς μορφῆς, τὴν δὲ τοῦ σώματος ἀγλαΐαν ἐπελέγξει σοι τὸ τῆς ψυχῆς ἄκοσμον.

[11] ἐπὶ τούτοις καθ' ἑκάστην πολλὰ μὲν ἐπέρρει μοι τὰ παραδείγματα, πολλαὶ δ' εἰσήγοντο τοῦ προτέρου γένους ἐφ' ἑκατέρου τρόπου τὴν δόκησιν ἔχουσαι. καὶ τῶν μὲν τοὺς ἐπαίνους εἰς μέσον προὐτίθουν, ὁπόσας ἢ λόγοις ἄνδρες ἐθαύμασαν ἢ ποιηταὶ τοῖς ἔπεσιν ἀπεσέμνυναν, ταῖς δὲ διελοιδορούμην, ὁπόσαι μὴ πρὸς καλόν τι τῆς ὥρας ἀπώναντο.

[12] ὡς οὖν ἐγὼ μὲν ἔλεγον, ἡ δ' οὐκ ἀηδῶς τοὺς λόγους ἐδέχετο, ὁ δὲ χρόνος θᾶττον ἐπιτρέχων τὸ τῆς ἡλικίας παρεῖχεν ἐπίγαμον, ἐνταῦθα ἐγὼ μὲν ἐσκοπούμην ὅπως καλῶς ἕξει μοι τὰ τοῦ κήδους, καὶ τῶν μὲν τὸ γένος ἐξηρευνώμην, τῶν δὲ τοὺς τρόπους διεσκοπούμην, τῶν δ' ἄλλως ἀπεπειρώμην. ἀλλ' ὁ δαίμων ἐκεῖνος ὃς εἰς τοῦτό με συμφορᾶς παρήγαγεν ἕτερον, ὡς ἔοικε, τρόπον ἡμῖν ἀντεπαλαμᾶτο. ὃς τοὺς μὲν ἄλλους παραδραμεῖν ἔπεισε, τῷ δὲ πάντων κακίστῳ ξυνάψαι μοι τὸ θυγάτριον κατηνάγκασεν.

[13] ἤγετο μὲν οὖν τὰ τοῦ κήδους καὶ παρῆσαν τοὺς τῆς θυγατρός μοι γάμους συνεορτάσοντες ἑταῖροι, ξένοι, πάντες οἱ τοῦ γένους, οἱ τῆς πόλεως, τῶν εἰσέπειτα συμφορῶν εἶπεν ἄν τις φιλότιμον θέατρον· ἐγὼ δὲ ὁ δείλαιος, οὐ γὰρ ἐπὶ τούτοις ᾤμην ἀποτελευτῆσαί μοι τὰ τῆς Τύχης, δᾷδας γαμηλίους ὑπανῆπτον καὶ τῆς θαυμασίας ἐκείνης παιδὸς προεπόμπευσα καὶ τὰ βελτίω προσεπηυξάμην καί τι τῆς εὐχῆς καὶ τῷ καλῷ νυμφίῳ προσέθηκα, ὡς γένοιτο μὲν ἐκεῖνος εὐδαίμων πατήρ, ὦ θεοί, γένοιτο δ' ἐμὲ καὶ πάππον ἀκοῦσαι μετὰ πατρός.

[14] οὐκ ᾔδειν δὲ ἄρα ὡς τὰ μὲν τῆς εὐχῆς ἀποπεσεῖται πάντως ἀτέλεστα, ταῖς δὲ χερσὶ ταύταις ὑφ' ὧν τὴν μὲν ἐθρεψάμην, τὸν δ' ἐνυμφοκόμουν, ξίφους, οἴμοι καὶ σφαγέως ἅψομαι καὶ τούτους ἀνελεῖν ἐκβιασθήσομαι, παρ' οἷς καὶ μόνοις τὰς ἀμείνους ἔτρεφον ἐλπίδας, οὓς ἐπὶ μακρὸν βιῶναι τοὺς θεοὺς ἐλιπάρουν, παρ' ὧν τὰς τελευταίας ἐσχηκέναι τιμὰς καὶ τἄλλα ὅσια τῶν οἰχομένων.

[15]

ἔθυον μὲν οὖν ἤδη τοὺς γάμους καὶ τὸ γαμήλιον πῦρ ὑπανάπτων ἔχαιρον ὁ μετ' οὐ πολὺ τὰς ἐπιθανατίους ἀναψόμενος δᾷδας καὶ τὴν ἐπικηδείαν πομπὴν ἐκπομπεύσων, ὡς δὲ τὰ τοῦ γάμου ἦν ἐπὶ τῷ τέλει, ἐντεῦθεν ὁ μὲν εἶχε τὸ θυγάτριον ὑπὸ νόμοις ἀγόμενος, ἡμεῖς δὲ καὶ υἱωνοὺς ὠνειρώττομεν ἐπιδεῖν οἱ μετ' οὐ πολὺ καὶ τὴν μόνην παῖδα προσαφῃρημένοι.

[16]

αὕτη τῶν καθ' ἡμᾶς ἀτυχημάτων ἀρχή,

τοῦτο τῶν ἡμετέρων συμφορῶν τὸ προοίμιον. ὡς γὰρ οἴκοι μετὰ τῶν ἕδνων τοὐμὸν εἶχε θυγάτριον καὶ δεσπότης ἦν τοῦ τῆς γυναικὸς σώματος, βουλεύεται βουλὴν ἀνοσιωτάτην καὶ τοῦ κήδους ἀνάξιον. ὁρᾷ τὰ χρήματα, λογίζεται τὴν ἀφαίρεσιν, συλλογίζεται τὸν νόμον ὑφ' οὗ τὸ μηδὲν ἔχειν τὴν μοιχευομένην διώρισται. ἐντεῦθεν ἐπιβουλεύειν ἄρχεται τῇ γυναικί.

[17] καὶ τὰ τῆς ἐπιβουλῆς, ὦ Ζεῦ καὶ Ἥρα καὶ πάντες ἄλλοι δαίμονές τε καὶ θεοὶ γαμήλιοι, ἐπὶ τὴν τῆς γυναικὸς ἀπάτην ὥρμησε καὶ τὸν μοιχὸν αὐτὸς σχηματισάμενος ἀγγελίας καὶ λόγους ὁ θεοῖς ἐχθρὸς προὔπεμψεν οἷς ἂν καὶ μοιχὸς ἀληθὴς χρήσαιτο καὶ δῶρα προὔτεινε καὶ ὑποσχέσεις προὐβάλλετο δι' ὧν ἂν καὶ σωφρονοῦσα γυνὴ ῥᾳδίως ἂν εἰς ἀπάτην προήχθη.

[18] ἡ δὲ καὶ προσάπαξ ἐνοχλοῦντα καὶ πολλάκις ἀποσεισαμένη τελευταῖον τὸ μὲν ὑπαχθεῖσα τοῖς δώροις, τὸ δ' ἀπατηθεῖσα τοῖς ὑπεσχημένοις, τί γὰρ εἰς ἀπάτην ἁπλούστερον γυναικός; ἢ τί τῆς μιαρᾶς ἐκείνης ἐπιβουλῆς δολιώτερον, ἣν ὑπὸ παλαμναίῳ τῷ δαίμονι κακὸς κακῶς ἐκεῖνος ὁ κατάρατος ἐσκαιώρησε; παρορᾷ μὲν τοὺς ἐμοὺς λόγους οὓς πολλοὺς πολλάκις αὐτῇ περὶ σωφροσύνης ἐπήντλουν, παρατρέχει δὲ τὴν ἐντεῦθεν τοῦ γένους αἰσχύνην, τὸν δὲ τοῦ ἀνδρὸς οὐχ ὑφορᾶται δόλον καὶ γίνεται τοῦ λοχήσαντος λάφυρον.

[19] καὶ τὸ λοιπὸν ὁ καλὸς ἐκεῖνος καὶ τῷ τῆς πόλεως καλῷ, δηλαδὴ τοῖς νόμοις, ἐπὶ τὰ πάντων αἴσχιστα χρώμενος τὴν μὲν ὡς ἀληθῶς μοιχευθεῖσαν τῆς οἰκίας ἀπέκλεισεν, αὐτὸς δ' ὁ τὸ ξύμπαν δρᾶμα συσκευασάμενος οὐ μόνον τὸ μηδέν τι παθεῖν ἐδικαίωσεν, ἀλλ' ἤδη καὶ τῆς προικὸς ἀποκερδαίνειν ἠξίου. τὸν γὰρ νόμον, ὡς ἔοικεν, ἐπὶ γυναιξὶ μόναις γεγράφθαι τὴν ἀρχὴν ᾤετο.

[20] ἐπεὶ δὲ καὶ ταῦτ' ἐπυθόμην ἐγὼ καὶ τὸ θυγάτριον ἤδη κινδυνεύουσαν εἶδον ἐκβεβλῆσθαι μεθ' ὕβρεων, τὰ μὲν πρῶτα οὐκ εἶχον ἐπὶ τοῖς παροῦσιν ὅ τι καὶ χρήσομαι, ἀλλ' εἱστήκειν αὖος ὅλος, ἀπόπληκτος, τὸ γὰρ τῆς ξυμφορᾶς ἀπροσδόκητον ὅλον μοι τὸν νοῦν διέσεισεν, ὀψὲ δ' οὖν ἀνανήψας καὶ τὸν νοῦν εἰς ἑαυτὸν συλλεξάμενος τὰ μὲν τὴν τοῦ γένους ἀδοξίαν ὑφορώμενος, εἰ ταῦθ' ἡ πόλις πύθοιτο, τὰ δὲ καὶ μέχρις ἅπαξ τὴν μὲν ἠπατῆσθαι, τὸν δὲ ‹οὐχ› οὕτω σκαιωρήσασθαι ὑποτοπήσας ἑτέραν ἐπέδωκα προῖκα καὶ γάμον δεύτερον, ὡς ἂν εἴποι τις, ἀπὸ δευτέρων ἕδνων ἐκρότησα τί μὲν εἰς ὄνειδος οὐκ ἐπειπὼν τῇ θυγατρί, τί δὲ πρὸς ὕβριν οὐκ ἐπαπειλήσας, τί δὲ πρὸς ὀργὴν οὐκ ἐπιπλήξας; ἐκείνῳ δὲ τὰ μὲν παραινέσας, τὰ δ', εἰ χρημάτων δέοιτο, παρ' ἑκόντων λαβεῖν ὑπεσχημένος σιγᾶν ἐδεόμην, μὴ καί τις αἴσθησις τοῦ κακοῦ τοῦδε τῇ πόλει προσβάλλοι.

[21] κἀγὼ μὲν οὕτως ἄμφω ξυνάψας καὶ συνδήσας δῆθεν αὖθις πρὸς εὔνοιαν ᾤμην ἤδη τοῦ λοιποῦ κακουργοῦντας παύσειν, οἱ δ' αὖθις ὁ μὲν τὸν δόλον ἐπήρτυεν, ἡ δ' ἐπὶ τοσοῦτον ἦλθεν ἀνοίας ὡς καὶ ταὐτὰ τοῖς προτέροις παραχθῆναί τε καὶ πρὸς ὕβριν τοῦ γένους ἀσχημονῆσαι. καὶ πάλιν ὁ μὲν ἀπεκέρδαινεν, ἡ δ' ἀπεκλείετο, ἐγὼ δ' ὁ κακοδαίμων καὶ τρίτον γάμον ἀπὸ τῶν ἐμῶν ἐτέλουν χρημάτων καὶ τῇ μὲν πάλιν ἐνεβριμώμην, τὸν δ' ἀνεῖναι τῆς σκαιωρίας ἠξίουν ἑαυτοῦ πάντα τὰ τῆς γυναικὸς εἰδότα.

[22] ὡς δ' οἱ μὲν ταὐτὰ καὶ πάλιν οὐκ ἐπαύοντο σκαιωρούμενοι, ἐγὼ δὲ τὴν μὲν οἰκίαν ἑώρων εἰς τὸ παντελὲς τῆς περιουσίας ἐκκενουμένην, τὴν δὲ πόλιν ἁπανταχῆ τῆς ὕβρεως γέμουσαν, τὴν μὲν τῆς ἄκρας ἀνοίας ἀποστραφείς, τὸν δὲ τῆς οὕτως ἀτόπου κακουργίας, ὡς προσῆκε, μυσαχθεὶς θυμὸν ἐπ' αὐτοὺς ἀναλαμβάνω δίκαιον καὶ τῶν κοινῶς ἐπ' ἀλλήλοις ἐξαμαρτόντων κοινὴν καταψηφίζομαι καὶ τὴν δίκην καὶ μιᾷ πλήξας τοὺς πολλὰς κατὰ καρδίας πλήξαντας τοὺς μὲν ἀπαλλάττω τοῦ βίου καὶ τῆς ἐντεῦθεν αἰσχύνης, τὸ δὲ γένος τοὐμὸν καὶ τὴν ὅλην πόλιν τῆς ἐκεῖθεν ὕβρεως.

[23]    Ἐγὼ μὲν οὖν ἐπὶ τούτοις δυστυχὴς μέν, εἰ καί τις ἄλλος πατέρων, δόξειν ὑπώπτευον, κακὸς δ' οὔτ' αὐτός ποτε, μὰ τοὺς θεούς, ἐλογιζόμην οὔθ' ἑτέρους τοῦτ' αὐτὸ κακουργεῖν ὑπολήψεσθαι, ἀλλ' ἠξίουν τῶν πολιτῶν τούς γε μετριωτέρους μάλιστα μὲν οἰκτείρειν ἐμὲ τῆς συμφορᾶς, εἰ δ' οὖν, ἀλλὰ τὴν τύχην, ὀκνῶ γὰρ τοὺς παῖδας λέγειν, αἰτιᾶσθαι. ὁ δ' ὥσπερ ἐπιχαίροντά με τῷ κακῷ τοῦ γένους ὁρῶν καὶ φαιδρότερον γεγενημένον οἷς ἐκεῖνοι πεπτώκασιν ἕπου, φησί, δώσων δίκας ὧν κατὰ παίδων τετόλμηκας καὶ ψιλὸν ἐπὶ τούτοις τοῦ φόνου προβάλλεται τοὔνομα.

[24] ἐγὼ δ' οἶμαι προσήκειν μὴ τὸ πραχθὲν αὐτὸ καθ' αὑτὸ μόνον προφέρειν μηδ' οὕτως εὐθύνας ἀπαιτεῖν τὸν εἰργασμένον, εἰ μὴ καὶ τὴν γνώμην μεθ' ἧς εἴργασται πύθοισθε. πολλὰ γὰρ τῶν πραγμάτων φαυλοτέραν ἔχει τὴν κλῆσιν, ἀλλ' εἰ καὶ τὸν τρόπον προσεπιθήσει τις, εὐθὺς καὶ τὸ δοκοῦν φαῦλον ἀπέωσται καὶ τὰ τῶν κακούργων ὁ δράσας ἐκπέφευγε.

[25] καὶ νῦν ὁ μὲν κατήγορος ψιλὸν ἐπιφέρει τὸ εἰργασμένον καὶ εἰ μὴ τοὺς παῖδας ἀπέκτεινα, τοῦτο καὶ μόνον τῶν ἄλλων ἀποχωρίσας πολλάκις καὶ πυκνὸν ἐρωτᾷ, ἐγὼ δὲ τὸ μὲν εἰργάσθαι παράπαν οὐκ ἔξαρνος γίνομαι, τὸ δ' ὅτι καλῶς, τοῦθ' ὑμᾶς ἀναδιδάξαι πειράσομαι, εἴ που καὶ τὸν χρηστὸν τουτονὶ καὶ τοῦ πατρὸς περὶ τοὺς παῖδας φιλοστοργότερον καταιδέσαι δυνήσομαι βαρύτερον ἡμῖν καὶ τῆς τύχης ἀναφανέντα.

[26]    Τῶν ἀδικημάτων, ὦ κατήγορε, τῶν μέν τις καὶ δίκας ἀπέτισεν, ὅσαπερ ἢ πρὸς ἔχθραν κακουργήσας πεφώραται ἢ πρὸς κέρδος ἀφορῶν ἐπεβούλευσεν ἢ καὶ τρόπον ἕτερον σκευωρήσας ἐλήλεγκται· ἐφ' οἷς δ' ὁ μὲν ἠδικηκὼς πέπτωκεν, ὁ δ' οὐ προεπιβουλεύσας, ἀλλ' ὡς ἀδίκως ὑπ' ἐκείνου παθὼν πρότερον οἷς εἶχε δικαίως ἠμύνατο, τοῦτον δ' οὔποτ' ἂν οὐδεὶς οὐδὲν οὔθ', ὡς οἶμαι, νόμος οὔτε δικαστὴς αἰτιάσαιτο.

[27] εἰ μὲν οὖν ἔχεις τι καὶ σὺ τούτων εἰπεῖν, διάβαλλε τὸν περὶ τὴν φύσιν ὠμόν. καίτοι τίς οὐκ οἶδεν ὡς πατὴρ μὲν ὁ δυστυχὴς περὶ τοὺς παῖδας ἐγώ, ἐκεῖνοι δ' οἱ πεπτωκότες, ἡ μὲν κόρη τῶν νεογάμων, ἐφ' ᾗ πρὸ μικροῦ καὶ γαμηλίου πυρὸς ἡψάμην καὶ μέχρι καὶ εἰς παστάδα προεπόμπευσα καὶ πάνθ' ὁπόσα καὶ πατὴρ ἀγαθὸς ἐπεύξαιτο τοὺς θεοὺς ὑπὲρ τῆς παιδὸς ἱκέτευσα, εἰ καὶ μηδέν τι τῆς εὐχῆς ἐκείνης ἀπωνάμην καὶ τῶν θυμάτων ὧν ἐπὶ τελουμένοις τοῖς γάμοις ἀνόνητά γε, ὡς ἔοικεν, ὁ δείλαιος ἐκαλλιέρουν. ἐκεῖνος δ' ὁ τὴν τοῦ παντός μοι γένους ἐρημίαν συσκευασάμενος καὶ τὰ φίλτατα ἐκπολεμώσας νυμφίος μὲν ἦν, παῖς δ' οὖν καὶ οὗτος ἐμός, κἂν γονῆς ἑτέρας, ὡς ἀπὸ τῆς ἐμῆς ποτε θυγατρὸς ἐγνωρίζετο.

[28] οὗτοι μὲν οὖν πάντες ὁπόσοι τοῦ βήματος ἐπιστατεῖν εἰλήχασι καὶ νόμοις τὴν πόλιν ἰθύνειν πατέρες τέ εἰσι καὶ τὴν ἐντεῦθεν περὶ τοὺς παῖδας φιλοστοργίαν οὐκ ἀγνοοῦσι, σὺ δέ, εἰ μὲν οὔπω πατὴρ ἔφθης πρὸς τῆς Τύχης γενόμενος, συγγνωστὸς μὲν οὐδ' οὕτως ἂν εἴης, τί γὰρ ὧν οὐκ οἶσθα τὴν φύσιν, περὶ τούτων διατείνεσθαι τολμᾷς ἐπ' ἐκκλησίας; εἴης δ' ἂν ὅμως περὶ τὸ δοκεῖν θρασύνεσθαι μετριώτερος οἷς οὐκ ἀπό τινος κακουργίας, ἀλλ' ἐξ ἀγνοίας τὸν μηδὲν ἠδικηκότα διαβάλλειν ἐπιχειρεῖς· εἰ δὲ πατὴρ μὲν εἶ καὶ αὐτὸς καὶ παῖδας πρὸς θεῶν ἔσχες ἐπιδεῖν τε καὶ θρέψασθαι, ὅρα μὴ κακοῦργός τις εἶναι περὶ τοὺς σαυτοῦ δόξῃς.

[29] καί που καὶ ξύνοιδάς τινα περὶ τοὺς παῖδας τρέφων ἀπέχθειαν. ὡς δὲ σαυτὸν ἔγνως περὶ τὴν φύσιν σκαιόν, οὕτω καὶ τοὺς ἄλλους ἔχειν οὐ δικαίως νομίζεις. εἰ δ' οὐκ ἀπηχθανόμην, δῆλον ὡς οὐδὲ φθόνος οὐδεὶς τὴν ἐμὴν κατὰ τῶν φιλτάτων ὥπλισε δεξιάν. εἰ γάρ τις τὸ δυσμεναίνειν τῶν πατέρων ἐξέλοιτο, πάντως καὶ τὸ φθονεῖν συνεξείλετο.

[30] ἢ μισεῖν μὲν καὶ φθονεῖν ὄντα πατέρα καὶ τοῦτον ἄνθρωπον μὴ καὶ λέγειν οὐ καλόν; ἃ γὰρ οὐδὲ θῆρες περὶ τὰ ἔκγονα δράσειν ἀνάσχοιντο, ταῦτα πῶς οὐκ ἂν ἀνθρώπῳ προσάπτειν αἰσχρὸν καὶ τούτῳ μὴ βαρβάρου λαχόντι παιδείας, ἀλλ' ὑπὸ νόμοις καὶ δημοκρατίᾳ τραφέντι καὶ γυναῖκα κατὰ τοὺς νόμους ἀγαγομένῳ καὶ παῖδας ἐπιδεῖν ἐπευξαμένῳ καὶ ἰδόντι θρέψασθαι καὶ θρεψαμένῳ εἰς καλὸν τῶν ἐπὶ τούτοις ἀπόνασθαι πόνων; ἀλλὰ τὸ πρὸς κέρδος τοιαῦτα κακουργεῖν εὐχερὲς ἂν εἰπεῖν ἔχοις;

[31] καίτοι τί κέρδος ἐντεῦθεν ἀνδρὶ βελτίστῳ προσγινόμενον εἰπεῖν ἂν ἔχοις; νὴ Δία, τοὺς τῶν πεπτωκότων κλήρους ἀνελέσθαι καὶ τὴν οἰκίαν ἐντεῦθεν χρήμασιν ἐπαυξῆσαι; ὡς καλόν γε, ὦ θεοί, τὸ κέρδος, ἄνθρωπον τῆς αὐτῆς φύσεως, τῆς αὐτῆς πόλεως ἀφελέσθαι τὸ ζῆν καὶ οὐδὲ τοῦτον ἕνα οὐδ' ἁπλῶς ἄνθρωπον, ἀλλ' οὓς ἔτεκεν, ἀλλ' οὓς ἔθρεψεν, ἀλλ' οὓς ἐπαίδευσεν, ἀφ' ὧν ἐπιδεῖν καὶ παῖδας πλείους ἤλπισε, τούτους αὐτοχειρὶ διαχρήσασθαι, ἵν' αὐτὸς ἔχῃ πλουτεῖν ὅθεν ὁ νόμος οὐκ ἐφῆκεν.

[32] ἡδέως δ' ἂν ἐροίμην σὲ τὸν οὐκ οἶδ' ὅθεν οὐδ' ὅπως ἡμῖν ἐπιφυόμενον καὶ δυστυχῆ πατέρα πάλαι καὶ τὸ πολὺ τῆς ψυχῆς προσαφῃρημένον μετὰ τῶν παίδων θεατρίζειν ἐπὶ μέσου βήματος ἀναγκάζοντα τὰς αὑτοῦ συμφορὰς καὶ λέγειν ἃ καὶ λεγόντων ἑτέρων αὐτὸς ἂν εἰκότως κατεδυόμην, πόσων ταλάντων αὐτός, εἴπου σοι τέκνα περίεστι, τιμήσαις ἂν τὸ πατὴρ εἶναι πρὸς τῆς αὑτοῦ δεξιᾶς ἀφελέσθαι; εἶτα σὺ μὲν οὐδ' ἂν τοῦ παντὸς πλούτου προδοῦναι τὴν φύσιν κομπάζεις, ἐγὼ δ' οὕτω σμικρολόγος περὶ τὰ πᾶσιν ἀνθρώποις τιμιώτατα καὶ ἃ βάρβαροι καὶ τί λέγω βάρβαροι; ἀλλὰ καὶ θῆρες καὶ πᾶν ὅσον τῆς γῆς ἀγριώτατον πλείστου τιμῶνται, μᾶλλον δὲ τοῦ παντός, καί πως ἀποβαλόντες, εἰ τύχοι, καὶ τὰς ψυχὰς αὐτὰς μετὰ καὶ τοῦ ζῆν αὐθαιρέτως καταπροΐενται; [33] ἀλλ' οὐχ οὕτως ἐγὼ τοῦ τε δικαίου καὶ τῶν νόμων ἀξύνετος ὡς μὴ ξυνιδεῖν ὡς περιόντας μὲν ἐκείνους καὶ καλῶς πολιτευομένους καὶ τύχης εὖ ἥκοντας παῖδάς τε προσειπεῖν ἕξω καὶ πατὴρ αὐτὸς ὑπ' ἐκείνων ἀκοῦσαι, τοῦτο δὴ τὸ πᾶσιν ἀνθρώποις εὐκταιότατον, καὶ τὰ μὲν τῶν προσόντων μεταδοῦναι νόμῳ πατέρων, τὰ δ' αὖθις αὐτός, ὁπηνίκα καὶ ὅτου καὶ ὅσον δεοίμην τῆς ἐκείνων εὐδαιμονίας, παρ' ἑκόντων κομιεῖσθαι.

[34] εἰ δ' ἐκεῖνοι μὲν οἰχήσονται, τὸ δὲ ζῆν ἐμοὶ περιέσται, στερήσομαι μὲν ἁπάντων ὁπόσων ἂν ἐχαρίσαντο περιόντες, τὸ δὲ καλεῖσθαι πατὴρ μετὰ καὶ τῶν ἄλλων προσαπολέσας ἀθλίως καὶ κακοδαιμόνως βιώσομαι. ἢν δέ μοι καὶ ἡ χεὶρ ἀθεμίτως ταῦτα καὶ μὴ προσηκόντως ξυνείσεται, ἃ νῦν εὐλόγως, οἶμαι, καὶ κατὰ νόμον ξύνοιδεν, ἐκεῖνοι μὲν οὐδὲν ἧττον αὖθις οἰχήσονται, ἐγὼ δ' οὐ μόνον ὧν ἐκεῖθεν ἀποκερδᾶναι οὐχ ὁσίως ἤλπισα παρὰ τῶν νομοφυλάκων τούτων ἀποκεκλείσομαι, ἀλλὰ μετὰ καὶ τοῦ κακοῦργος εἶναι δοκεῖν καὶ τῶν περὶ τὴν φύσιν πονηρῶν ὁ σκαιότατος καὶ τὰς ἐπὶ τοῖς ἀσεβοῦσι δίκας ἀποίσομαι καὶ δημίου χεὶρ τὴν ἐμὴν δεξιὰν μετ' οὐ πολὺ διαδέξεται.

[35] εἰ δὲ καὶ τοῦτο δοίη τις ὡς ἔσται τις τῶν ἁπάντων οὕτω μὲν ἄδικος περὶ τοὺς κοινοὺς τῆς φύσεως νόμους, οὕτω δὲ τῶν ἔξωθεν τῇ πόλει νενομοθετημένων ἐς τὸ παράπαν ἀμύητος, ἀλλ' οὖν τό γε τοῖς ὅ τι καὶ τύχοι κακουργεῖν βουλομένοις τὰ μάλιστα σπουδαζόμενον, δηλαδὴ τὸ λαθεῖν κακουργήσας δυνήσεσθαι, τοῦτο δὲ πάντως ὅλαις ἂν μηχαναῖς ἐθηρώμην, ὡς μηδὲ τὴν ἀρχὴν ὅλως ὁμολογεῖν τοῦ ξίφους ἐφάψασθαι καὶ τὴν ὄντως ἀτυχῆ ταυτηνὶ δεξιὰν ἐπικεχρωσμένην ἔτι τῷ τῶν παίδων λύθρῳ προτείνειν μόνον οὐ τὸ τοῦ δημίου ξίφος ἑαυτῷ ἐπακονῶντα. ὡς ἔγωγε οὐδὲν ἕτερον τὰς δυστυχεῖς ταύτας χεῖρας αἰτιασαίμην ἂν εἰ μὴ τοῦθ' ὅτι μὴ κἀμὲ τρίτον προσέθηκαν, ἵν' εἶχον τὸ μηκέτ' ἀλγεῖν τοῦ κακοῦ μηδὲν αἰσθανόμενος μηδ' ὑπὸ σοῦ τὰ νῦν ἐπ' ἐκκλησίας ἐρεσχελούμενος.

[36]

ἦν ἄν μοι τρόπος ἕτερος, εἰ δυσμενῶς εἶχον, καὶ ὅλον τὸν θυμὸν ἀποπλῆσαι καὶ τὸ καταφανὴς ἐπὶ τοιούτοις γενέσθαι φυλάξασθαι· εἴ μέ τι τῶν ἐκείνοις προσόντων ἔθελγε, παρ' ἑκόντων εἶχον ἂν κομισάμενος. εἰ δὲ καὶ πρὸς τὴν δόσιν ἀνένευον, ἀλλ' ἦν ὑφελέσθαι δόλῳ παρακρουσάμενον. εἴ μέ τι δυσμεναίνειν εἰς τοσοῦτον ἐκείνοις ἔπειθεν, ἦν ἂν τοὺς μὲν ἀλλοτρίας ἔργον γεγονέναι χειρός, ἐμὲ δὲ τὸ μὴ δοκεῖν ἀδικεῖν ἀπενέγκασθαι. εἰ δὲ καὶ φαρμάκοις ἀνελεῖν ἐπεχείρουν, ποῖος ἄν τις τῶν ἁπάντων ᾔσθετο; νῦν δ' οὔτε κακουργεῖν εἱλόμην καὶ λαθεῖν οὐκ ἐμηχανώμην.

[37]

   Τίς οὖν καὶ πῶς ὁ τῶν παίδων ὄλεθρος ἐκεῖνος ἐγίγνετο; ζῆλος ἦν ὑπὲρ τοῦ γένους αἰσχυνομένου καὶ θυμὸς δίκαιος. ἀλλ', οἴμοι, δεῖ γάρ με καὶ πάλιν ἐκτραγῳδεῖν τὸ κακὸν καὶ πάλιν οὐδὲν ἧττον καὶ πεπτωκότας τὰ μὲν αἰσχύνειν καὶ μηκέτ' ὄντας ὡς κακῶς δεδρακότας τοὺς παῖδας, τὰ δ' ὑπὲρ ἐκείνων καὶ τῆς ἐκείνων τόλμης αὐτὸν ἐγκαλύπτεσθαι, ἔρως ἐκεῖνον ἠνώχλει χρημάτων καὶ τοῦ μὲν τῆς γυναικὸς ὑπερεφρόνει κάλλους, τῆς δὲ προικὸς μᾶλλον ἤπερ ἐκείνης ἡλίσκετο.

[38] ἐντεῦθεν ὁ μὲν δόλους ἐπήρτυεν, ἡ δ' ὑπήγετο. καὶ ὁ μὲν ἐξὸν ἀνὴρ καλεῖσθαι μοιχὸς ἤθελεν εἶναι καὶ ἣν ὑπὸ νόμοις εἶχε, ταύτην ὑποκλέπτειν ἐπεχείρει. ἡ δ' οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἑάλω τε πειρῶντος καὶ τοσαύτην ἄνοιαν ἀκρασίᾳ συνέμιξεν ὡς μηδὲ μετὰ τὴν πρώτην πεῖραν τἀνδρὸς ὑπιδέσθαι τὸ πικρὸν ἐκεῖνο ἐνθύμιον καὶ φρονῆσαι μὲν ἀξίως τοῦ γένους, ἐμὲ δὲ τὸν πατέρα καταιδεσθῆναι τηλικαῦτα τούτοις ἐπαισχυνόμενον.

[39] ἤκουσεν ἡ πόλις τοῦ σκαιωρήματος, ἠχθέσθη καὶ πρὸς ἄμφω τοὺς τὸ καινὸν ἐκεῖνο δρᾶμα ἐκμελετήσαντας τὰ τῆς φήμης ἐπῄρετο, τὰ τῆς αἰσχύνης ἐπηύξετο καὶ τὸ κακὸν ἐπ' ἀγορᾶς μέσης ἐπόμπευε, καὶ τὸ λοιπὸν διὰ γλώττης ᾔδετο πανταχοῦ ὁ παλαμναῖος καὶ μοιχείας ἑτέρας ἐφευρετής, ἡ σώφρων ἐκείνη θυγάτηρ καὶ νοῦ πολλοῦ γέμουσα καὶ φρενῶν, τρίτος ἐπὶ τούτοις ἐγώ. καὶ τὸν δεῖνά τις προσειπὼν ἐπέσκωψεν ἂν καὶ τὸν τῆς θαυμασίας κόρης πατέρα προσέθηκε.

[40] τί οὖν ἔδει με, πρὸς θεῶν, ποιεῖν, ὦ κατήγορε; βαδίζειν ἐπ' ἀγορᾶς ἀπὸ τῆς ὕβρεως καλούμενον; δημηγορεῖν ἐπὶ βήματος ὑπὸ τῶν δεινῶν τούτων ῥητόρων καταγελώμενον; καὶ τίσιν ἂν ὀφθαλμοῖς ἢ δικαστὰς προσεῖδον ἢ φίλους προσειπεῖν ἐθάρρησα ἢ καί τῳ τῶν ἄλλων ξυνήθων προσδιαλέξασθαι; πῶς δ' ἂν ταῖς ἀκοαῖς ταύταις ἤνεγκα τῶν μὲν ἐπιχλευαζόντων ἀκούων, τῶν δὲ κατελεουμένων τῶν γε μετριωτέρων τῆς τύχης, τῶν δὲ καὶ τοῖς οὐκ εἰδόσι διηγουμένων ὡς οὗτος τῆς δεῖνος ὁ πατὴρ καὶ νυμφίον ἔσχε πολλῷ τῆς κόρης σεμνότερον;

[41]    Ἦ ταῦτα βαρέα μὲν ἀκούειν καὶ οὐδ' ἐπὶ σμικρὸν ἀνεκτὰ τοῖς γε νοῦν ἔχουσιν, ἔδει δὲ νουθετοῦντα πειρᾶσθαι σωφρονίζειν, ταῦτα γὰρ πατρὸς ὑγιαίνοντος ἔργα. οὐκ οὖν ἐνουθέτουν, παρῄνουν; ἀλλ' ἐπὶ τὰ τῆς χειρὸς τελευτᾶν τῶν λόγων ἀπελεγχομένων. οὐκ οὖν ἐπὶ τοῦτο κἀγὼ τελευτῶν ὥρμησα μετὰ τὰς πολλὰς παραινέσεις ἐκείνας, μετὰ τὰς μυρίας ἐπιπλήξεις τὰς πρότερον, μετὰ τὰς ψιλὰς τοῦ φόνου προσδοκίας ἃς αὐτοῖς πολλάκις ἐπέσεισα; τὸ γὰρ δεδιέναι φρουρὰν αὐτοῖς οὐ παροπτέαν ἐπιστήσειν ἐδόκουν ὁ μάταιος καὶ τοῖς ἁπαλοῖς ἐξαπορήσας λόγοις τοῖς δριμυτέροις ἐπιστύφειν διενοούμην ἃ δράσειν ἤμελλον, ταῦτα πρὸ τῶν ἔργων ἐπαπειλούμενος.

[42] ὡς δ' οὐδὲν οὐδ' οὕτω τοῖς λόγοις ἐπέραινον, ὁπλίζω μετὰ τοῦ δικαίου τὴν χεῖρα καὶ πρὸ τῆς χειρὸς τὴν γνώμην καὶ τῶν Ἀσκληπιαδῶν μιμοῦμαι τοὺς σοφωτέρους οἳ πρὸς τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀφορῶσιν, ἐπειδὰν εἰς οὐδὲν αὐτοῖς τὰ φάρμακα τελευτήσῃ. τοῦτο τέλος τοῖς μὲν τοῦ δόλου καὶ τῆς μιαρᾶς ἰπάτης ἐκείνης, ἡμῖν δὲ τῆς ἐκεῖθεν ἀδοξίας, οὐ γὰρ δήπου καὶ τῆς ἀτυχίας ἔχω λέγειν.

[43] ἐξέκοψα μοιχὸν ἄνδρα τῆς πόλεως, ἀνεῖλον νυμφίον πολέμιον, ἐπέθηκα καὶ φόβον τοῖς κηδεσταῖς, ἐτήρησα τοῖς πατράσι τὰς περιουσίας, ἐδίδαξα τοὺς ἄνδρας τὴν νόμῳ γημαμένην στέργειν, ἐφόβησα τὰς γυναῖκας ἀποκλίνειν πρὸς ἑτέρους παρ' οὓς οἱ πατέρες αὐτῶν ἠγάγοντο, ἐπετείχισα τὴν ὑποψίαν τοῖς γένεσι. τίς γὰρ ἂν εὐνὴν ἑτέρου κακῶς ὑποκλέπτειν ἔτι τολμήσειεν οὕτω μέχρι καὶ σήματος ὁρῶν τὸν μοιχὸν κολαζόμενον;

[44]    Τί μοι τὸν λόγον ἐπιταράττειν ἐπιχειρεῖς καὶ τοῦ μοιχὸς ὀνόματος μεταξὺ λεγομένου δραξάμενος μέγα τι καὶ σχετλιάζων ἀνέκραγες· ἀλλ' οὐ μοιχὸς ὁ πεσὼν οὐδ' ἡ κειμένη μεμοίχευτο; τίνα γάρ σοι καὶ δοκοῦσι τὰ μοιχῶν, ὦ βέλτιστε; ἀλλὰ καὶ πάλιν μετὰ τῶν δεινῶν ἐπιρρεῖ μοι τὰ δάκρυα. δεῖ γάρ με δυστυχῆ τινα τοῦτον ἀγῶνα δραμεῖν καὶ τοῖς αὐτὸν αὑτοῦ κακοῖς, ὡς ἔοικε, πολλή τις ἀνάγκη σώζεσθαι.

[45] ὡς εἴθε λέγειν παρῆν μηδὲν αἰσθανόμενον. νῦν δ' ἅμα δεῖ με δυοῖν κακοῖν ἀνέχεσθαι βαλλόμενον καὶ νῦν μὲν ἐπιστομίζειν πειρᾶσθαι τουτονὶ τὸν καὶ τῆς τύχης βαρύτερον, νῦν δ', ὡς οἷόν τε, πρὸς τὴν τοῦ πάθους ἀπομάχεσθαι μνήμην αὐτῆς μου τῆς ψυχῆς μέσης καθικνουμένην καὶ ὅλας δακρύων πηγὰς ἐκ τῶν ὀφθαλμῶν ὀχετηγοῦσαν, ὡς καὶ τὸν νοῦν καταβαπτίζειν καὶ καθ' ὁδὸν οὐκ ἐᾶν προβαίνειν τοὺς λόγους.

[46]    Σκοπητέον δ' οὖν ὅμως, ὦ ἄνδρες, τίς μὲν ὁ μοιχός, τίνα δὲ καὶ τὰ τῆς μοιχευομένης. οὐκοῦν ὁ μοιχεύσων πρῶτα μὲν δεῖται προαγωγῶν, μαστροπίδων, θεραπαινίδων. λόγους τοὺς μὲν εἰς ἔρωτα καὶ γυναικὸς ἀπάτην ἐπετεχνάσατο, τοὺς δὲ πολλάκις, εἰ τύχοι, καὶ προσεπιχαράξας τῷ πίνακι τὸ πάθος ἐσήμηνε. δῶρα πολλὰ τὰ μὲν παραυτίκα προὔτεινε, τὰ δὲ μετ' οὐ μακρὸν ὑπισχνεῖται. ἐπὶ δὴ τούτοις ἡ κόρη προσίεται τοὺς λόγους, τὰ δῶρα, τὰς ἀγγελίας, τὰ γράμματα καὶ πρὸς ὅπερ ἐκεῖνος ὁ γεγραφὼς ἐθέλει κατένευσεν. ἔπειτα δέχεται τὴν ὑπόσχεσιν, ἐκεῖνος λαμβάνει τὸ ξύνθημα, καὶ πέρας ἔχει τὸ τόλμημα.

[47] τούτων οὐδὲν ἐνταυθοῖ παρῆκεν οὔθ' ἡ σεμνὴ παῖς ἐκείνη καὶ σώφρων οὔθ' ὁ καλὸς ἐκεῖνος νυμφίος ὁ μᾶλλον τῆς ἐμῆς περιουσίας ἢ τῆς παιδὸς ἐραστής, ἀλλ' ὑπ' ἀμφοῖν καὶ τὰ τῶν ἀλλοτρίας εὐνῆς πειρωμένων πάντα τετέλεσται καὶ τῶν ὅσα γυναικὸς παραγομένης οὐδὲν ἐνεδέησεν, ἀλλ' ὁ μὲν ἀγγελίας καὶ δώρων ὑποσχέσεις προὔπεμπε καὶ ἦσαν οἱ ταῦτα φέροντες, ἡ δ' ἡδέως ἐδέχετο. καὶ τὸ δὴ μεῖζον καὶ τελευταῖον, ὡς ἐπὶ τοιούτοις ξυνῄεσαν ἄμφω καὶ τέλος εἶχεν ἡ σκηνὴ καὶ τὸ δρᾶμα, ὁ μὲν τὸ τοῦ μοιχοῦ περικείμενος προσωπεῖον ἐλάνθανεν, ἡ δ' ὡς ἀλλοτρίῳ περιεπλέκετο καὶ τοὖργον ἦν ὡς οὐκ ἐν εἰδόσι γιγνόμενον. ὅπου δὲ ταῦτα πάντα ξυνεληλύθεσαν, πρὸς Διός, πῶς οὐ μοιχεία τὸ σκαιωρούμενον;

[48]    Περὶ μὲν οὖν τῆς παιδὸς τοσοῦτον ἐγὼ δυστυχὴς καὶ τοῦτο τὸ μέρος ὁ κακοδαίμων ὡς μηδὲ πλειόνων δεῖσθαι λόγων ὡς οὐ πάλαι προὔδωκε τὴν σωφροσύνην ἐκείνη. εἰ γὰρ τὸ βούλεσθαι πανταχοῦ τοῖς νόμοις ὑπεύθυνον καὶ τὰ τῆς γνώμης ἀνιχνεύειν προὔργου τοῖς δικασταῖς, τό γε μή τινα τῶν ἀλλοτρίων εἶναι τὸν ἐξαπατῶντα οὐκ οἶμαι τοῦ μεμοιχεῦσθαι ταύτην δοκεῖν ἐξελέσθαι, ὅτι μηδὲ τὸν ὡς ἀποκτενοῦντα τὸ βέλος ἐπιρρίψαντα μέν, οὐκ εὐτυχήσαντα δὲ τὴν βολὴν τοῦ δοκεῖν ἀνδροφόνον τὸ μὴ τὰ καίρια τυχεῖν ἀπολύσεται οὐδὲ τὸν νυκτὸς ἐπιθέμενον μὲν ὡς ὑφαιρησόμενον, φωραθέντα δὲ πρότερον τοῦτ' αὐτὸ τὸ μὴ λαβεῖν ὡς ἀνέγκλητον ἐξαιρήσεται.

[49] τοῦτό τοι καὶ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ ἐξηπίστατο καὶ τῇ προαιρέσει τὴν μοιχείαν ἐπέγραφε καὶ τοσαύτας εἶχε προῖκας ὁπόσα τὸν νοῦν ἐκείνη πρὸς ἑτέρους ἀπέκλινε. καί μοι τίς ἂν καὶ τολμήσαι φθέγξασθαι μὴ μοιχὸν εἶναι τὸν τὰ τοιαῦτα πειρώμενον; αὐτὸς ἐκεῖνος οἷς τὴν ἐμὴν παῖδα τὰ τῶν μοιχευομένων κατέκρινε, τούτοις ἑαυτὸν ἐν τοῖς αὐτοῖς ἐνεχόμενον προδήλως ἀπέφαινεν. οὐ γὰρ ἂν ἐκείνην μὲν ἀποκλείεσθαι δίκαιον τὴν παθοῦσαν, τὴν ἠπατημένην, τὴν τὰ μείζω πάντων ἐξυβρισμένην, τὸν δ' οὕτω παρακρουσάμενον καὶ τὴν ὅλην ἐπεσκευακότα ὕβριν ἀζήμιον εἶναι καὶ παντάπασι πρόδηλον καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καί, τὸ δὴ μεῖζον, προσαποκερδαίνειν τῆς ὕβρεως.

[50] εἰ δ' οὐκ ἐκεῖνος τὰ τῶν μοιχῶν ἐκακούργει, τί τὴν συνοικοῦσαν λοιπὸν ὡς ἀπὸ μοιχικῶν νόμων ἐξώθει τῆς οἰκίας; οὔτε γὰρ ξίφους ἔργον γένοιτ' ἄν τις μὴ παρούσης ἀνδροφόνου χειρὸς οὔτ' ἂν γυνὴ μοιχείας ὑποσταίη γραφὴν μὴ προϋφεστῶτος τοῦ τὴν εὐνὴν ὑποκλέψαντος.

[51] ἔπειτα τίς οὐκ ἂν μυσαχθείη τῆς πονηρίας ἄνδρα γυναικὸς ὑβριστήν, νυμφίον τοῦ κήδους πολέμιον, ξύνοικον τοῦ γένους ἐπίβουλον καὶ τοσαύτης ἀδοξίας κέρδος μικρὸν ἀνθελόμενον καὶ τοῦτο πικρὸν καὶ θεοῖς ἀποτρόπαιον καὶ ταῦτα παρὸν κεκτῆσθαι μετ' εὐδοξίας καὶ προσαπολαύειν μετὰ καὶ τῆς γυναικὸς βέλτιον, εἰ σωφρονεῖν ἐκεῖνος ἠπίστατο;

[52]    Εἰ δὲ μοιχὸς οὗτος ἦν καὶ μοιχῶν ἁπάντων ἔχθιστος καὶ τοσούτῳ μᾶλλον κολάζεσθαι δίκαιος, ὅσῳ καὶ πολλῷ καινότερον ἐφεῦρε πονήρευμα, τί μὴ δικαιότατα πέπτωκεν, ὦ σὺ καὶ ὑπὲρ τὸ δέον φιλάνθρωπε; εἰ δ' ἐχρῆν τοιαύτην πονηρίαν ἐκκόψαι τῆς πόλεως, αὐτὸς ἐγὼ πρὸς ἐκείνου τηλικαῦτα περιύβρισμαι, αὐτὸς ἐγὼ τὸ λοιπὸν καὶ καλῶς ἠμυνάμην καὶ κακῶς ὑπ' ἐκείνου παθὼν οὐ κακῶς ἐπήνεγκα καὶ τὴν δίκην καὶ ἄμφω τῆς ἐκ τοῦ ζῆν ἀδοξίας ἔπαυσα, καὶ τοῦτο τὸ μέρος ἐκεῖνοι καὶ πεσόντες παρ' ἡμῶν εὐηργέτηνται. τί γὰρ ἂν τοῦ κακῶς καὶ μετ' αἰσχύνης βιῶναι λέγειν ἔχοι τις αἴσχιον;

[53] εἰ δ' ἐκεῖνοι νοῦν γενναῖον ἐτύγχανον ἔχοντες καὶ λογισμὸν ἐκ μεταμελείας ἀνελάμβανον σώφρονα, οὐκ ἂν ἑαυτοὺς αὐτοὶ τοῦθ' ὅπερ ἡμεῖς πάλαι προὔλαβον δράσαντες, ἐξότουπερ πανταχῆ τὸ κακὸν διακεκωδώνιστο καὶ τὰ κάλλιστα τῶν ὀνομάτων εἰς τὰ πάντων αἰσχίω μετέβαλον ἀντὶ μὲν νυμφίου μοιχός, ἀντὶ δὲ γυναικὸς ἐννόμου καὶ σώφρονος ἀκόλαστος καὶ τῆς εὐνῆς προδότις ἀποκαλούμενοι;

[54]

πόσοι τοῦ κακῶς ἀκοῦσαι τὸ μηκέτι ζῆν ἀντηλλάξαντο. ἤδη τινὲς ὕβριν εἰς τὸ σῶμα δεξάμενοι βίᾳ τυχὸν πολεμίων εἶθ' ὑπὸ ἑτέρας ἡστινοσοῦν ἀνάγκης πίπτουσι μετὰ τὴν ὕβριν αὐτόχειρες καὶ τὸ τῇ γνώμῃ σωφρονεῖν ἐπιβεβαιοῦσι, κἂν τὸ σῶμα ἡ τύχη ἐξεβιάσατο. τί γὰρ τοῦ μοιχὸν εἶναι δοκεῖ σχετλιώτερον; τί δὲ γυναικὶ σωφρονούσῃ τοῦ τὴν τἀνδρὸς καταισχύνειν εὐνὴν οὐ κουφότερον;

[55] ὑπὲρ τίνων καὶ πατέρες μαχόμεθα καὶ ἄνδρες φέρουσι πίπτοντες; ὅτι παῖδές που πάντως καὶ γυναῖκες ἡμῖν τὰ τιμιώτατα. κἄν τις εἰς τὰ φίλτατα ἐξυβρίσῃ, τὰ ὅπλα εὐθὺς ἁρπάζομεν. ὑπὲρ τίνων καὶ πόλεις ἔχομεν καὶ νόμους ταττόμεθα καὶ ὅπλα φέρομεν καὶ βουλὰς ἀθροίζομεν καὶ πρὸς βῆμα φθεγγόμεθα, τοὺς δὲ τυραννεῖν ἑλομένους καὶ τὰς ἀκροπόλεις περισκοποῦντας οὐ τούτου γε ἕνεκα καὶ μισοῦμεν καὶ κολάζομεν καὶ πᾶν ὅ τι καὶ δεινὸν μικρὸν καὶ οὐδὲν ὡς ἐπὶ τυραννίδι νομίζομεν;

[56] οὐκοῦν ἃ πρὸς ἑτέρους τοὐμὸν γένος αἰσχύνοντας διεπραξάμην ἂν δικαίως, ταῦτα καὶ τοὺς οἰκείους ὑπ' αὐτῶν περιυβρισμένος διέθηκα. καίτοι τοῦτο πολλῷ χεῖρον καὶ πλείονος γέμον αἰσχύνης ἤπερ εἰ παρά του τῶν πολεμίων ἀδοξεῖν ἠναγκάζοντο. ἐκεῖ γὰρ μόνης τῆς βίας ἂν ἐδόκει τὸ κακόν, ἐνταῦθα δὲ πρὸς τὴν γνώμην ἡ φαυλότης ὁρᾷ. τὸ δ' ἑκόντας ἐξαμαρτεῖν οὔτε τινὰ παρὰ τοῖς νόμοις ἀποφέρεται συγγνώμην καὶ τὸ παντελῶς ἀδοξεῖν προσεφέλκεται.

[57] εἰ μὲν οὖν ἕτερόν τινα τρόπον ἐνῆν τὴν ὕβριν ἀποσκεδάσαι καὶ τηλικαύτην ἀδοξίαν ἀποφυγεῖν τῆς τυχούσης τιμησάμενον δίκης, ἐμοὶ μὲν τοῦτο οὔτε πρότερον ἐπῄει λογίσασθαι, ἀλλ' οὐδὲ νῦν ἔχω ξυνορᾶν ὅπως οὕτω τι μέγα καὶ δεινὸν αἶσχος ἑτέρως ἄν τις ἐνθυμηθεὶς ἀποτρίψαιτο.

[58] εἰ δὲ νῦν ὁ κατήγορος ξυνῆκέ τι σοφώτερον, ἐγὼ μὲν ξυγγνωστὸς ἂν εἴην ὡς ἐς τοσοῦτον κακοῦ μέγεθος ἀξίαν καὶ τὴν τομὴν ἐφευράμενος καὶ τοῦτο μόνον τὸ τὴν ἐπιπονωτέραν ἴσως τραπέσθαι κακίζεσθαι δίκαιος καὶ ἅμα ἄνθρωπος τὸ πολὺ τοῦ φρονεῖν, μᾶλλον δὲ τὸ πᾶν ἀφῃρημένος οἷς ὁ θυμὸς μετὰ βαρείας οὕτω τοι τῆς ἀθυμίας πολὺς κατὰ καρδίαν ἐπιχυθεὶς ὅλον μοι τὸν νοῦν συνεθόλωσεν· ὁ δ' οἷς οὐ πρὸς ξυμβουλὴν τοῦτό μοι τὸ σοφὸν φέρων κατέθηκε πρότερον, εὐλόγως ἄν, οἶμαι, νομίζοιτο τῶν ἁπάντων ἀνδρῶν ὁ σκαιότατος καὶ τοῖς τῶν πολιτῶν ἐλλοχῶν κακοῖς καὶ τοῦτο τῆς ἐκκλησίας καρπούμενος.

[59]    Εἰ δὲ καὶ βαθύτερόν τι διαλογιεῖσθε, γνοίητ' ἂν ὡς μέχρις ἂν ἐπὶ τῆς πόλεως εἶχον ἐκεῖνοι τὰ σώματα, καὶ τὸ αἶσχος ἐπήνθει καὶ τὸ κακὸν ἐπεκώμαζε. μᾶλλον μὲν οὖν οὐκ ἔσθ' ὅπως μὴ καὶ τὸ τῆς φήμης πτερὸν ταχὺ φερόμενον τὴν ὕβριν ἁπανταχῆ διεσύριττε καὶ ζώντων ἂν τὰ τῆς αἰσχύνης συνέζη τε πάντως καὶ συνηύξετο.

[60] καί που καὶ πολὺς τοιοῦτος ὑφεῖρπε λόγος παρὰ τοῖς ἀστυγείτοσι, παρὰ τοῖς ἐνταυθοῖ ξένοις, παρ' ἡμῖν αὐτοῖς· ἄνθρωπος εἷς ὅλην πόλιν, ὅλον γένος ἐξύβρικε. καὶ οὔθ' ὁ τῆς κόρης πατὴρ οὔθ' οἱ τοῦ λοιποῦ γένους οὔθ' οἱ τῆς πόλεως φροντισταὶ τὴν ὕβριν περιαιροῦσιν. ἀλλ' ἡ μὲν φήμη οὕτω πικρά τις καὶ πάνδημος καὶ οὐκ ἔσθ' ὅποι οὐ φέρεται, ὁ δὲ πατὴρ οὐ λογίζεται τὴν ὕβριν, τὸ δ' ἄλλο γένος οὐχ ὑφορᾶται τὴν ἀδοξίαν. οἱ δὲ σεμνοὶ καὶ νομοφυλακοῦντες οὗτοι κάθηνται ὥσπερ γεγηθότες ἐφ' οἷς ἡ πόλις αἰσχύνεται καὶ οὔτε τῶν νόμων παραβαινομένων ὑπεραλγοῦσιν οὔτ' αὖ τῶν ὅρκων φόβος οὐδεὶς αὐτοὺς ὕπεισιν, οἷς ἔμπεδα τὰ τῶν νόμων τηρεῖν ἐπωμόσαντο.

[61] τὸ γένος περιύβρισται, τοῖς δὲ τοῦ γένους λόγος οὐδείς. ὁ τῶν ὅλων πατὴρ Ζεύς, τὸ ἐπὶ τούτοις, ἠτίμωται, ὁ δὲ πατὴρ οὐκ ἀλγεῖ. Ἥρας γαμηλίου θεσμὸς ἠδίκηται, τοῖς δ' ἐπὶ τοῦτο τεταγμένοις τοῦ πράγματος ὅλως οὐκ ἐμέλησεν. ἡ πόλις ὅλη μετὰ καὶ τῆς δίκης αὐτῆς ἀδοξεῖ, τῶν δὲ δικαστῶν οὐκ ἔστιν ὃς οὐκ ἀποσιωπᾷ.

[62] τούτους μετήλλαξα τοὺς λόγους ἐγώ, ταύτας μετήμειψα τὰς φωνάς, τηλικαύτην ἀδοξίαν ἔπαυσα. καὶ νῦν τό τε τῆς φήμης πικρὸν ἔσβεσται καὶ οὔτ' ἐμὲ τὸν πατέρα οὔτε τοὺς λοιποὺς τοῦ γένους οὔθ' ὑμᾶς αὐτοὺς οὐδ' ἂν τῶν πάνυ φιλαιτίων ἔχοι τις αἰτιᾶσθαι, ἀλλ' ἔστι πολὺς οὗτος ὁ λόγος παρὰ τοῖς ξένοις, παρὰ τοῖς αὐτόχθοσιν, ἐπὶ θεάτρων, ἐπ' ἀγορᾶς, ἐπ' ἐκκλησίας, ὡς οὐκ ἦν ἄρα ἐπὶ μακρὸν λήσεσθαι τοὺς ἐπὶ τοιαύτης ὑβρίζοντας πόλεως οὐδὲ πρὸς δημοκρατίας οὕτω σεμνῆς περιόψεσθαι τὸ δεινὸν ὑφέρπον τε καὶ λωβώμενον, ἀλλ' ὁ συζευξάμενος τὸν γάμον πατὴρ καὶ τὰ πατρὸς ἐτήρησε καὶ ὁμόγνιον Δία καὶ Ἥραν συζυγίαν ἐτίμησε πρότερον καὶ νῦν οὗτος τούς τε τοῦ γένους τήν τε πόλιν ἀδοξίας οὐ τῆς τυχούσης ἐξείλετο καὶ γάμων ὕβριν ἐξέκοψε καὶ οὔτε τῆς παιδὸς ὑπεισῆλθέ τις οἶκτος αὐτὸν οὔθ' ὅσα ἐφ' οἷς ἔτρεφεν ἐκείνην ἀνάλωσεν ἐπῆλθε τῷ λογισμῷ οὔθ' ὡς οὐδὲν πατέρων ὀφθαλμοῖς γλύκιον τοῦ παῖδας ὁρᾶν ἔχειν ἐσκέψατο, ἀλλ' ὑπερεῖδε πατρικῶν σπλάγχνων ἀνάγκην, ὑπερεῖδε τοὺς ἐπὶ παιδοτροφίᾳ πόνους, οὐκ ἐλογίσατο τὴν περὶ τοὺς γάμους δαπάνην, οὐκ ἐσκέψατο τοὺς μετέπειτα παῖδας οὓς εἶχεν ἄν, εἰ μὴ τὴν κόρην ἐφ' οἷς εἷλε μετεπορεύσατο, ἀλλ' ἐπὶ τοὺς νόμους ἔβλεψεν, ἐπὶ τὴν πόλιν ὅλους ἀφῆκε τοὺς λογισμούς.

[63] εἶδεν ὡς τὸ μηδὲν παρ' ἐκείνοις οἱ νόμοι καὶ τὰ τῆς πόλεως περιύβρισται καὶ παραυτίκα ὅλος τοῦ δικαίου καὶ τῆς θρεψαμένης γίγνεται καὶ δραμάτων τὴν οἰκίαν ἐνέπλησεν, ἵν' ἔχοι μηδὲν ἡ πόλις αἰσχύνεσθαι καὶ οὐδὲ δικαστῶν καὶ βήματος ἐπὶ τούτοις ἠνέσχετο, ἀλλ' ἐξ ἧς οἰκίας, ἀφ' οὗ γένους τὸ κακὸν ἀνεφύη, παρ' αὐτῶν ἐκείνων ἔκρινε δεῖν ἐκκεκόφθαι.

[64]    Ὅτι δὲ καὶ τὰ τῆς τιμωρίας ἐς οὐδὲν μείζω τοῦ πονηρεύματος, ἀναλογίσασθε, ὦ ἄνδρες, ὅσα καὶ ὅπως τοὺς τηλικαῦτα ἐξαμαρτάνοντας ὁ νομοθέτης ἐκόλασεν. εἶδε κἀκεῖνος τὸ πολὺ τοῦ κακουργήματος καὶ παραυτίκα ἐπὶ τὴν σφαγὴν ὥρμησε καὶ τὸ ξίφος ἐπέσεισε. τίνος οὖν ἂν εἴη λόγου, ποίας δὲ δίκης παρ' ὑμῖν εὐθυνόμενον ἑστάναι τὸν ἅπερ ἂν καὶ ὑμεῖς ἐργάσασθαι οὐκ ἂν ἀποκνήσαντα; ἢ μὴ ξίφους ὁ νομοθέτης τουτὶ τὸ δεινὸν ἐτιμήσατο; ἐπέξιθί μοι τὸ γράμμα καὶ τοῦ βήματος ἀποστήσομαι.

[65] εἰ δ' οὖν, ἀλλ' ὅτι μὴ μοιχὸς ἐκεῖνος ἐξέλεγχε. εἰ δὲ τοῦτο μὲν πρὸς τῆς ἀληθείας, ἐκεῖνο δὲ παρ' ἡμῶν, μᾶλλον δὲ ὑπὸ τῶν νόμων ἀφῄρησαι, μὴ σύ γε μάτην γίνου κατήγορος. ἦ γὰρ οὐκ αἰσχύνῃ, πρὸς τῆς Δίκης αὐτῆς, οὕτω γραφόμενος ἄτοπα πατέρα ἄνθρωπον καὶ τοῦτον, ὡς οἶμαι καὶ πάντες ἴστε, τῶν μετριωτέρων τοὺς τρόπους καὶ λήματος καὶ ὀργῆς ἀνθρωπικώτερον ἔχοντα καὶ μὴ κατὰ τοὺς τῶν θηρῶν ἀγρίους ἐπιπηδῶντα.

[66] καὶ τί λέγω περὶ τῶν ἐμῶν καὶ οὓς αὐτὸς καὶ γάμοις ἔζευξα καὶ ἔθρεψα καὶ ἐπαίδευσα; ἀλλὰ τίνα τῶν τῆς αὐτῆς πόλεως, ἀλλὰ τίνα τῶν ἐξ ἀστυγείτονος, ἀλλὰ τίνα τῶν πορρωτέρω μόνον ἁπλῶς ἄνθρωπον δοκεῖς μ' ἂν ἐθελῆσαι κτείνειν δίκης ἄνευ καὶ νόμων; ἀλλὰ τί μὴ τοὺς τῆς αὐτῆς φύσεως ἀφείς, οὓς ἄν τις καὶ ἄκων οἰκτίσαι ἀνθρώπους γε ὄντας ἄνθρωπος, ἀπὸ τῶν φαυλοτέρων ποιοῦμαι τοὺς λόγους;

[67] ὁρᾷς τοὺς φυτηκομοῦντας τούτους ἐπὶ τῶν ἀγρῶν; οὐδ' οὗτοί ποτε τοῦ τῶν φυτῶν στοίχου μὴ ὅτι δένδρον ὅλον, ἀλλ' οὐδὲ κλάδον ἐκκόπτουσιν ἀλόγως, εἰ μὴ πρότερον αὐτοῦ καταγνοῖεν τὸ ἄκαρπον. καὶ οὐ τὴν αὐτὴν περὶ μόνα ταῦτα γνώμην ἔχουσιν, ἀλλ' οὐδὲ πόαν τινά, τοῦ κηπεύματος τὸ φαυλότατον, οὐχ ὑπούσης αἰτίας ἀπέσπασαν.

[68]    Ποῦ δέ σοι καὶ κατηγορίας ἄξιον τὸ καθελεῖν οὓς ὁ νόμος ἐπέτρεψεν; εἰ δ' ἐμὲ δεῖν φόνου νενόμικας γράφεσθαι, τί μὴ καὶ τοὺς δικαστάς, ὅτι καὶ παρ' αὐτῶν οὐκ ὀλίγοι πεπτώκασιν ἔννομα; ξίφος ἐνταῦθα κἀκεῖ πάντως καὶ τοὖργον ἓν καὶ ἡ χεὶρ ἐπίσης ἐξώπλισται. καὶ τόν γε τῶν πεπτωκότων τρόπον ἔνεστιν ἰδεῖν οὐκ ἀνόμοιον. μοιχοὶ καὶ κακοῦργοι καὶ παρ' ἐκείνοις.

[69] τοῦτο δὴ τὸ κακὸν καὶ νῦν ἤνθησεν ἐκ τῆς ἐμῆς οἰκίας, ἐκ τοῦ αὐτοῦ μοι γένους, ὦ θεοὶ ἐφέστιοι, καὶ τοιοῦτον μῦσος ὑμεῖς ἐπ' οἴκου τελούμενον ἰδεῖν ἠνέσχεσθε τάχα που καὶ παρὰ τὴν ὑμετέραν ἑστίαν ἐκμελετώμενον. εἰ δὲ πάντα παρ' ἀμφοτέροις ταὐτὰ καὶ τοῦ πεσεῖν ἄξιοι, δῆλον ὅτι καὶ παρ' ἀμφοῖν τὸ μὴ κακίζεσθαι λείπεται.

[70] ἀπέκτεινα μέν, ἀλλ' οὐ νυμφίον. ἐξέκοψα μέν, ἀλλ' οὐ παῖδα. ἐφηψάμην ξίφους, ἀλλ' ἐν οἷς ὁ νόμος ἐφῆκεν. ὥπλισα τὴν δεξιάν, ἀλλ' ἔνθα καὶ ὁ νομοθέτης τὸν δήμιον. μοιχὸν ἀνεῖλον καὶ τὴν μοιχευομένην προσέθηκα. καὶ τό γ' ἀξίως ἀπεκτονέναι τὸ καὶ φόνον εἶναι δοκεῖν ἀφαιρεῖται. οὐκ ἀφαιρεῖται τὸ φόνον εἶναι τὸ πρᾶγμα ἄλλο τι ἢ ὅτι δικαίως ἠγώνισμαι.

[71] εἰ δὲ τοιοῦτος ὁ τρόπος, οὐδ' εὐθύνας ἐπὶ τοιούτοις ἀπαιτεῖν εὔλογον. οὐ καθαρὸν πολίτην ἀφειλόμην τῆς πόλεως, ἀλλ' ὑβριστήν, ἀλλὰ μοιχόν, ἀλλ', εἰ οἷόν τ' ἦν, καὶ πολλάκις ἀπολέσθαι δίκαιον. οἷς μὲν γὰρ ἠδίκει πεπτωκὼς οὐκ ἠδίκηται, οἷς δ' ἀξίαν ἐδέχετο τὴν πληγὴν οὐδ' ἡ πόλις προσεζημίωται.

[72] ἐχρῆν δ', οἶμαι, καὶ τοὺς ἐξ Ἀσκληπιοῦ τῶν σωμάτων ἀποκόπτειν ὁπόσα καὶ σέσηπε καὶ τὸν φυτηκόμον ὁπόσους ἂν φωράσειε τῶν κλάδων ἀποθνήσκοντας καὶ τοὺς πατέρας οὐδὲν ἧττον τοῦ γένους ἐκκαθαίρειν τὸ ἄκοσμον οὐ μᾶλλον ὑπὲρ αὑτῶν τοῦτο μηχανωμένους ἤπερ τῆς πόλεως ἣ τούτους ἐθρέψατο. τὸ γὰρ ἄνδρα πονηρὸν ἐξελέσθαι πόλεως ἴσον τῷ καὶ μέλος διεφθορὸς σώματος ἐκτεμεῖν.

[73]

   Ἀλλ' ἐνταῦθα μὲν οὐδὲν ἔχουσι λέγειν οἱ μηδὲν ἧττον τῆς τύχης ἐμπηδῶντες ἡμῖν οὗτοι, τὸ δ' ὅτι μὴ κοινωσάμενος τῷ δήμῳ τὴν γνώμην ἐπλήρουν, τοῦτο δὲ γραφῆς τιμῶνται καὶ δίκης. ἐγὼ δ' εἰ μὲν ᾔδειν ἕτερόν τι τὸν δῆμον περὶ τῶν ἐμῶν βουλευσόμενον, ἀλλ' οὐ τοῦθ' ὅπερ αὐτῷ μοι νενόμιστο δίκαιον, τάχ' ἂν ἔκρινα δεῖν ἐπὶ δικασταῖς ποιεῖσθαι τὰς ψήφους καὶ ὡς ἐκείνοις δοκοῦν, ἐπὶ τοὺς παῖδας ἁμαρτόντας φέρεσθαι· ἐπεὶ δὲ ταῦτα ἅπερ ἐγὼ ψηφιεῖσθαι καὶ πέρα τούτων οὐδὲν ἤμελλον, οὔ μοι δικαίως τοῦ σοῦ τούτου βουλεύματος προσεδέησεν. ἐν οἷς γὰρ ὅ τι καὶ δεῖ πράττειν οὐκ ἔγνωσται, ταῦτα καὶ κοινοῦσθαι τῷ δήμῳ ξυμφέρον, ὡς ἔνθα τὸ πρακτέον δῆλον, μὴ καὶ περιττὸν ἐκκλησίας προσδεῖσθαι.

[74] ταῦτα ἄρα κατ' ἐμαυτὸν εἶδον τὸ καλόν, ἐσκόπησα τὸ τοῖς νόμοις περὶ τούτου δοκοῦν, κατεψηφισάμην μετὰ καὶ τοῦ νόμου θάνατον, ἐπεκύρωσα τοῦτο τὸ ψήφισμα καὶ τὸ ἐντεῦθεν, ὡς ὁ νόμος οἶδεν, ἐπράττετο. ἐπὶ τούτοις ἐξηπιστάμην ἐμαυτὸν τὸν πατέρα τῶν ἁμαρτόντων, τοὺς δὲ νόμους πάντα τῷ πατρὶ περὶ τοὺς παῖδας ἐφιέντας. οὐ γάρ ἐστιν ὅπου καὶ νομοθέτης τὴν γνώμην πεφόβηται, μή τι καὶ δεινὸν παραπολαύσωσι τῆς τοῦ πατρὸς αὐτονομίας οἱ παῖδες, εἰ μὴ πρότερον ἐκεῖνοι μονονοὺ τὸ ξίφος ἐπὶ σφᾶς αὐτοὺς ὠθήσουσιν.

[75] ὡς οὖν πατὴρ περὶ τοὺς παῖδας οὐ βάρβαρος τὰ πρῶτα προσηνῶς τε εἶχον καὶ πᾶν ὁτιοῦν τοῦ καλῶς ἐκείνους βιῶναι δεύτερον ἐτίθετο παρ' ἡμῖν. ἐπεὶ δ' ἐκεῖνοί με τῶν ἐλπίδων ἐψεύσαντο, κἀγὼ τοῦ στέργειν ἐκείνους ἐξέπεσον. τοσοῦτο δέ μοι τὸ τῷ δήμῳ περὶ τῶν ἐμῶν δοκοῦν ἐνέδει μαθεῖν βούλεσθαι ὡς μηδ' εἰς νοῦν λαβεῖν ὅλως ὡς ἔσται τις ὡς μὲν ἀναιδείας γέμων, ὡς δ' ἐπὶ κενοῖς φιλόμαχος ἄνθρωπος ὡς οὐ μόνον οὐκ οἰκτείρειν ὧν ἐπεπόνθειμεν δράσαντες, τὸ γὰρ ἐπὶ τῶν παίδων τι δρᾶν ἴσον ἐστὶ καὶ πάσχειν, ἀλλὰ καὶ διασύρειν τολμᾶν ἐπὶ βήματος καὶ ταῦτα προσαφαιρεῖσθαι τοὺς πατέρας ἃ καὶ φύσις καὶ νόμος δίδωσιν.

[76]    Ἀλλ' ἴσως ἄν, φησίν, ὁ δῆμος οὐχ ὅσα καὶ μοιχῶν ἐκείνων κατεψηφίσατο, ἀλλ' ὡς ἐπὶ κακῷ τῶν προσόντων σοι χρημάτων σκευωρουμένους ἐκόλασεν ἂν μετριώτερα. ἀλλ' εἰ καὶ τὰ μοιχῶν ἐκακούργουν, πῶς ἂν μὴ καὶ τὰ τῶν μοιχῶν ὁ δῆμος εἶχεν ἐπιψηφίσασθαι; τὸ γὰρ ὅτι μοιχοὶ πάλαι τε πρὸς ἡμῶν ἀποδέδεικται καὶ πρὸ ἡμῶν αὐτοῖς ἔργοις τοῦτο δὴ τοὔνομα κληρωσάμενοι φαίνονται.

[77] ποσάκις, δοκεῖ σοι, περὶ τούτων ἐκείνοις διείλεγμαι; ποσάκις τὸν νυμφίον, ποσάκις τὴν παῖδα καταιδέσειν ταῦτα λέγων ἐδόκουν; εἴ σοι δεῖ χρημάτων πλειόνων, ὦ παῖ, καὶ κλήρου μείζονος, ὁ πατὴρ ἐγώ σοι τὰ δυνατὰ προσεπιδαψιλεύσομαι καὶ τὸ περιττὸν τοῦ πόθου προσαναπληρώσω. μόνον ἐξ ἑκόντων αἴτει καὶ λάμβανε καὶ παῦσαι τὸ γένος αἰσχύνουσα. ἀναλόγισαι τὸ τῆς φήμης αἰσχρόν. εἰ δ' οὖν, ἀλλ' ἐμὲ τὸν πατέρα καταίδεσαι, εἰ δ' οὐκ ἐμέ, τούς γε νόμους φοβήθητι. ἐγώ σοι πατήρ, τὰ δὲ τοῦ πατρὸς ὑμῶν τῶν παίδων κειμήλια. μικρὸν ἔτι μοι τὸ βιώσιμον ὑπολείπεται καὶ τετελευτηκότος κερδανεῖς ὑπὸ νόμοις ἃ νῦν βιάζῃ προαφαιρεῖν ὡς αἴσχιστα.

[78] ταῦτα καὶ τὰ τοιαῦτα νῦν μὲν τῆσδε, νῦν δ' ἐκείνου κατεπᾴδων ἐν μέρει ληρεῖν ἐδόκουν. οἱ δ' ὧν ἔσπευδον σκαιωρεῖν οὐκ ἐπαύοντο. παῦσαι καὶ σύ, πρὸς θεῶν, ὦ κατήγορε. τί καὶ τοῦ παρόντος δαίμονος βαρύτερος ἡμῖν ἀναπέφηνας; ἱκανῶς ἔχω θρηνήσας ἐμαυτὸν τῆς συμφορᾶς, ἱκανῶς ἔχω τοῦ πάθους ἀποκλαυσάμενος. μὴ γίνου πατρὸς πρὸς τοὺς παῖδας φιλοστοργότερος. μὴ φαίνου καὶ νόμων φιλανθρωπότερος. ἔα πεσεῖν οὓς ὁ πατὴρ μετὰ καὶ τῶν νόμων οὐκ ᾤκτειρεν. εἴ σοι τὰ τῶν παίδων οἰκτρά, πολὺ χείρω τὰ τοῦ πατρὸς λόγισαι. οἱ μὲν γὰρ μετὰ τῆς ψυχῆς καὶ τὴν αἴσθησιν προσαφῄρηνται, ἐγὼ δ' ὁ δείλαιος νῦν μὲν πονηροὺς τοὺς παῖδας ἀνακαλοῦμαι, νῦν δ' ἐμαυτὸν ἁπάντων πατέρων ἐπὶ τῇ γονῇ ἀτυχέστατον ἀποκλαίομαι.

[79] ὁσάκις τὴν δεξιὰν ὄψομαι, μνημονεύω τοῦ ξίφους, φαντάζομαι τὴν σφαγὴν καὶ τὴν ἐπὶ τούτοις ἀπαιδίαν ἀπολοφύρομαι, ὡς ἦν μέν ποτε πατὴρ ἐγὼ καὶ παῖδες ἐκεῖνοι καὶ τὰ τῆς ἐλπίδος φαιδρὰ παῖδας ἑτέρους ἀπὸ τῆς παιδὸς ὄψεσθαι καὶ πάππος μετὰ καὶ τοῦ πατὴρ ἀκοῦσαι, καὶ πάντα τἄλλα τὰ τῆς τύχης λαμπρά. ἀλλ' ἀντέπνευσέ τις δαίμων βάσκανος, ἵνα μὴ λέγω τοὺς παῖδας, καὶ τὰ μὲν προσόντα ἀπόλωλε, τὰ δ' ἐλπιζόμενα προσαπόλωλε. καὶ νῦν μὲν ἐπ' οὐ καλοῖς ἑάλωσαν καὶ πεπτώκασιν, ἐγὼ δ', ὡς μὴ ὤφελον, περιλέλειμμαι μόνος μετὰ τῆς τύχης ἔρημος παίδων, ἐκκεκομμένος τὰς ἐλπίδας, περιῃρημένος τὰ φίλτατα.

[80]    Ὡς ἀνομοίαν, ὦ θεοί, τὴν ἡμέραν εἶδον ἐκείνην, ὁπότε παστάδα ἐκόσμουν καὶ πῦρ πρὸ τῆς παιδὸς ὑπανεῖχον γαμήλιον. τότε πατὴρ ἐκαλούμην ἐγὼ καὶ θυγάτηρ ἐκείνη καὶ τρόπον ἕτερον παῖς ὁ νυμφίος. ἀλλ' οὔτε παῖδες ἐκεῖνοι μετὰ τὸν γάμον τὸν δυστυχῆ, τὸν ἐπάρατον οὔτ' ἐγὼ πατὴρ ἔτι καλοῦμαι. ἐκεῖνον τὸν γάμον Τελχῖνες ἐζεύξαντο, ἐκείνην τὴν παστάδα Ἐριννύες ἐπήξαντο. τάφος ἦν ὁ γάμος ἐκεῖνος καὶ Πυριφλεγέθων αἱ δᾷδες καὶ Κωκυτὸς ὁ ὑμέναιος.

[81] καὶ νῦν παστὰς νυμφικὴ πρὸς τραγῳδίαν ἀπετελεύτησεν. ὅλος ἐμαυτοῦ πολέμιος γίνομαι καὶ σύνοικον ἔχω τὸ κακὸν μετὰ τοῦ θαλάμου, μετὰ τῆς δεξιᾶς, μετὰ τῶν ὀφθαλμῶν τούτων τῶν δυστυχῶν ὑφ' ὧν καὶ νυμφευομένους εἶδον τὸ πρῶτον καὶ τὸ τελευταῖον, οἴμοι, παῖδας παρὰ πατρὸς πίπτοντας. τί γὰρ ἐμοὶ τῶν κακῶν ἀφαιρεῖται τὴν λήθην; ἂν ἴδω τὸν θάλαμον ἐν ᾧ τοὺς γάμους ἐκείνοις εἱστίων, εὐθὺς μέγα τι ἀνῴμωξα. ἂν ὄψομαι τὴν παστάδα, τὰ τῆς ὑστέρας τύχης λογίζομαι καὶ τὸ βαρὺ τοῦ πάθους οὐ φέρω. ἂν δὲ καὶ τοῦ ξίφους ἀναμνησθῶ, τότε δή, τότε καὶ ταῖς χερσὶν ἐπαρῶμαι ταύταις, ὅτι μὴ κἀμὲ τρίτον προσέθηκαν, ἵν' εἶχον τὸ μηκέτ' ἀλγεῖν αἰσθανόμενος καὶ σοὶ κόρος ἄν τις τῶν ἡμετέρων κακῶν προσεγένετο.

[82]

   Ἐμοὶ μὲν οὖν τὸ τεθνάναι οὐχ ὅπως οὐ φοβερόν, εἰ μὴ καὶ μᾶλλον εὐκταῖον τῶν προσόντων κακῶν ἀπαλλάξον. κἄν τις ἀποκτείνῃ βαλών, χάριν ἕξω βαλλόμενος. μόνον τὸ μὴ δικαίως ἐπὶ τοὐμοῦ γραφέσθω σήματος. τὸ δ' ὅτι καὶ ὡς ἐπ' αὐτοφώρῳ τοὺς ἐμοὺς ἀνῄρουν, τοῦτο δ' οὐκ ἐμοὶ μᾶλλον ἢ τοῖς παισὶ καὶ τῷ λοιπῷ γένει χαρίσασθε. οὐ βούλομαι δυστυχὴς εἶναι δικαίως οὐδ' ἀφ' ὧν ἐκεῖνοι δικαίως πεπτώκασιν, αὐτὸς ἀδικώτατα κείσεσθαι.

[83] ὑμεῖς δ' οὓς τὸ καλεῖσθαι πατέρας ὁ δαίμων ἀφείλετο, ἀλλ' ὅπως μὴ καὶ τοῖς νόμοις αὐτοῖς προσκρούσητε ψηφιζόμενοι καὶ γράφοντες ἃ μὴ δίδωσι νόμος. εἰ δὲ καὶ πατέρες ἐστὲ καὶ παῖδας ὡραίας γάμων ἔχετε, εὐξαίμην ἂν ὑμᾶς ἔγωγε μὴ πρὸς τοῦτο τύχης ἐλθεῖν μηδὲ νυμφίον δυστυχῆσαι τοιοῦτον ἐπ' αἰσχύνῃ τοῦ γένους.

[84] τοῦ δ' οὖν ψηφίσματος τούτου δέδοικα μὴ καί τις ὑμῶν εἰς κακὸν ἀπολαύσῃ, καὶ δικαίως ἴσως οἷς τοὺς τὰ μοιχῶν καθαιροῦντας εὐθύνετε καὶ τοῖς γε νυμφίοις τὸ περὶ τοὺς κηδεστὰς κακουργεῖν ἀνεύθυνον ἔδοτε.