3934 333 0 3 1 0 II-III d. C. Storiografia Cassius Dio LXVII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 1

Cassius Dio - Historiae Romanae LXVII

   Δομιτιανὸς δὲ ἦν μὲν καὶ θρασὺς καὶ ὀργίλος, ἦν δὲ καὶ ἐπίβουλος καὶ κρυψίνους, ὥστε ἀφ' ἑκατέρων τῶν μὲν τὸ προπετὲς τῶν δὲ τὸ δόλιον ἔχων, πολλὰ μὲν ὥσπερ σκηπτὸς ὀξέως ἐμπίπτων [2] τισὶν ἐλυμαίνετο, πολλὰ δὲ καὶ ἐκ παρασκευῆς ἐκακούργει. θεῶν μὲν γὰρ τὴν Ἀθηνᾶν ἐς τὰ μάλιστα ἤγαλλε, καὶ διὰ τοῦτο καὶ τὰ Παναθήναια μεγάλως ἑώρταζε, καὶ ἐν αὐτοῖς ἀγῶνας καὶ ποιητῶν καὶ λογογράφων μονομάχων τε κατ' ἔτος ὡς εἰπεῖν ἐν τῷ Ἀλβανῷ ἐποίει· τοῦτο γὰρ τὸ χωρίον ὑπὸ τὸ ὄρος τὸ Ἀλβανόν, ἀφ' οὗπερ [3] οὕτως ὠνομάσθη, ὂν ὥσπερ τινὰ ἀκρόπολιν ἐξείλετο· ἀνθρώπων δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλὴν γυναικῶν τινων, ἐπλάττετο δὲ ἀγαπᾶν ἀεὶ ὃν ἀεὶ μάλιστα ἀποσφάξαι ἤθελεν. οὕτω γὰρ ἄπιστος καὶ πρὸς αὐτοὺς τοὺς χαριζομένους τι ἔς τε τὰ δεινότατα ὑπηρετοῦντάς οἱ ἐγένετο ὥσθ', ὁπότε τινὲς ἢ χρήματα αὐτῷ πολλὰ πορίσειαν ἢ ἀνθρώπους πολλοὺς συκοφαντήσειαν, πάντως αὐτοὺς ἔφθειρε, καὶ μάλιστα τοὺς δούλους τοὺς κατὰ δεσποτῶν τι μηνύσαντας.

[4] καὶ οὕτω καὶ ἐκεῖνοι, καίπερ ἀργύριον καὶ τιμὰς καὶ ἀρχὰς ὁμοῦ οἱ λαμβάνοντες, οὔτ' ἐντιμότερον τῶν ἑτέρων οὔτ' ἀσφαλέστερον διῆγον, ἀλλ' ἐπ' αὐτοῖς οἷς ὑπὸ τοῦ Δομιτιανοῦ παρακαλούμενοι ἔπραττον ἀπώλλυντο, ἵνα δὴ καὶ τὰ ἀδικήματα ὑπ' αὐτῶν μόνων γεγονέναι δοκῇ. τῇ δ' αὐτῇ ταύτῃ διανοίᾳ καὶ προέγραψέ ποτε ὅτι αὐτοκράτωρ ὅταν μὴ κολάζῃ τοὺς συκοφάντας, αὐτός σφας ποιεῖ τοιούτους. Xiph. 217, 827 R. St. (14 13), et (14 1. 3, 4) Exc. Val. 274 (p. 705).

[2]

[1]    τοιοῦτος δὲ δὴ πρὸς πάντας παρ' ὅλην τὴν ἡγεμονίαν γενόμενος πολὺ καὶ ἑαυτὸν ὑπερεβάλετο ἐν τῇ τῶν τοῦ πατρὸς τοῦ τε ἀδελφοῦ φίλων ἀτίμῳ τε καὶ ὀλεθρίῳ μεταχειρίσει. καίτοι καὶ αὐτὸς γράμμα ἐξέθηκεν τηρῶν πάντα τὰ πρός τε ἐκείνων καὶ πρὸς τῶν ἄλλων αὐτοκρατόρων [2] δοθέντα τισίν. ἀλλὰ τοῦτο μὲν καλλώπισμα ἄλλως ἦν. ἐμίσει γὰρ αὐτούς, ὅτι τε μὴ πάνθ' ὅσα ᾔτει, πολλά τε καὶ οὐ προσήκοντα ὄντα, παρέσχον αὐτῷ, καὶ ὅτι ἐν τιμῇ τινι ἐγεγένηντο· πᾶν γὰρ τὸ ὑπὲρ τοὺς πολλοὺς ἀγαπηθέν τε ὑπ' αὐτῶν καὶ δυνηθὲν [3] ἐν ἐχθροῦ μοίρᾳ ἐτίθετο. καὶ διὰ τοῦτο, καίπερ καὶ αὐτὸς Ἐαρίνου τινὸς εὐνούχου ἐρῶν, ὅμως, ἐπειδὴ καὶ ὁ Τίτος ἰσχυρῶς περὶ τοὺς ἐκτομίας ἐσπουδάκει, ἀπηγόρευσεν ἐπὶ ἐκείνου ὕβρει μηδένα ἔτι ἐν τῇ τῶν Ῥωμαίων ἀρχῇ ἐκτέμνεσθαι. τὸ δ' ὅλον ἔλεγε τοὺς αὐτοκράτορας τοὺς μὴ πολλοὺς κολάζοντας οὐκ ἀγαθοὺς ἀλλ' εὐτυχεῖς εἶναι. Xiph. 217, 27-218, 4 R. St., et (usque ad ἐκτέμνεσθαι) Exc. Val. 275 (p. 705 sq.)

[4]    ὅτι ὁ αὐτὸς οὐκ ἐφρόντιζεν οὔτε τῶν τὸν Τίτον ἐπαινούντων ὅτι μηδένα βουλευτὴν ἀπέκτεινεν, οὔθ' ὅτι ἡ γερουσία πολλάκις ἠξίου ψηφισθῆναι μὴ ἐξεῖναι τῷ αὐτοκράτορι τῶν ὁμοτίμων τινὰ ἀπολέσαι· πάνυ γὰρ οὖν σφισι πολὺ διέφερεν εἴτε ἰδίᾳ τινὰ αὐτῶν εἴτε καὶ δι' ἐκείνων καταχρήσαιτο, ὥσπερ τι ἀντειπεῖν ἢ καὶ μὴ [5] καταψηφίσασθαί τινος δυναμένοις. ἐπῄνουν δὲ τὸν Τίτον τινὲς οὐχ ὅτι καὶ ἀκούοντος τοῦ Δομιτιανοῦ (ἴσον γὰρ ἂν ἡμάρτανον ὥσπερ ἂν εἰ αὐτὸν ἐκεῖνον παρόντα καὶ ἀκούοντα ἐλοιδόρουν), ἀλλ' ........ ...... ὅτι ἠπίστατο αὐτοὺς λάθρᾳ τοῦτο ποιοῦντας. ἐπεί τοι καὶ [6] ἕτερον σκηνοποιίᾳ τινὶ ἐοικὸς ἐγίγνετο. αὐτός τε γὰρ καὶ φιλεῖν τὸν ἀδελφὸν καὶ πενθεῖν προσεποιεῖτο, καὶ τούς τε ἐπαίνους τοὺς ἐπ' αὐτῷ μετὰ δακρύων ἔλεξε καὶ ἐς τοὺς ἥρωας αὐτὸν σπουδῇ ἐσέγραψε, πάντα τὰ ἐναντιώτατα ὧν ἐβούλετο σκηπτόμενος (ἀμέλει καὶ τὴν [7] ἱπποδρομίαν τὴν τῶν γενεσίων αὐτοῦ κατέλυσε)· καὶ οἱ ἄλλοι οὔθ' ὅπως συνάχθοιντο οὔθ' ὅπως συνήδοιντο ἀσφαλῶς εἶχον, τὸ μὲν ὅτι τὴν γνώμην αὐτοῦ λυπεῖν, τὸ δὲ ὅτι τὴν προσποίησιν ἐλέγχειν ἔμελλον. Exc. Val. 276 (p. 706), et (14 6. 7) Xiph. 218, 4-10 R. St.

[3]

[1]    τὴν δὲ γυναῖκα τὴν Δομιτίαν ἐβουλεύσατο μὲν σφάξαι ἐπὶ μοιχείᾳ, παρακληθεὶς δὲ ὑπὸ τοῦ Οὔρσου ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι' αὐτὴν φονεύσας. ἐπειδὴ δὲ πολλοὶ καὶ ἄνθεσι καὶ μύροις τὸν τόπον ἐκεῖνον ἐτίμων, ἐκέλευσε τούτους [2] σφάττεσθαι. κἀκ τούτου τῇ ἀδελφιδῇ τῇ ἰδίᾳ, ἤγουν τῇ Ἰουλίᾳ, ἀπαρακαλυπτότερον ὡς γαμετῇ συνῴκει. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, ἐχρῆτο δ' οὐδὲν ἧττον τῇ Ἰουλίᾳ. Xiph. 218, 1016 R. St., Zon. 11, 19 p. 499, 13-18 B. (p. 58, 1015 D.)

[2]    πολλοὺς δὲ τῶν πρώτων ἀνδρῶν κατὰ πολλὰς προφάσεις φόνοις τε καὶ ὑπερορίαις ἐκποδὼν ποιούμενος (οὐδὲ τῶν ἀειπαρθένων κ.τ.λ. 14 34`2). Xiph. 218, 16. 17 R. St.

[2]    ὅτι καὶ συχνοὺς μεθιστάς που κατεχρήσατο, καὶ οὐκ ὀλίγους γε αὐτοὺς ὑφ' ἑαυτῶν παρεσκεύαζε τρόπον τινὰ ἀποθνήσκειν, ἵνα ἐθελοντηδὸν ἀλλ' οὐχ ὑπ' ἀνάγκης δοκῶσι τοῦτο πάσχειν. Exc. Val. 277 (p. 706).

[2]    (.. ποιούμενος 14 34`1.) οὐδὲ τῶν ἀειπαρθένων ἐφείσατο ἀλλ' ὡς καὶ ἠνδρωμένας ἐτιμωρήσατο, ὅτε καὶ λέγεται, σκληρᾶς καὶ τραχείας τῆς περὶ αὐτὰς ἐξετάσεως γενομένης καὶ πολλῶν αἰτιαθέντων καὶ κολαζομένων, οὐκ ἐνεγκὼν εἷς τῶν ποντιφίκων Ἕλουιος Ἀγρίππας ἀλλ' ἐκπλαγεὶς αὐτοῦ ἐν τῷ συνεδρίῳ, ὥσπερ εἶχεν, ἀποψῦξαι. Xiph. 218, 1722 R. St.

[2]    ὅτι καὶ ἐπὶ τούτῳ ἠγάλλετο, ὅτι τὰς ἀειπαρθένους ὡς ἠνδρωμένας οὐ κατώρυξεν, ὡς ἦν ἔθος, ἀλλὰ ἄλλως ἀποθνήσκειν ἐκέλευσε. Exc. Val. 278 (p. 706).

[5]    καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τῶν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκώς, καὶ τοῖς στρατιώταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην· πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ' ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. Zon. 11, 19 p. 500, 19 B. (p. 58, 16-25 D.)

[4]

[1]    ἐκστρατεύσας δὲ ἐς τὴν Γερμανίαν (cf. c. 3, 5) καὶ μηδ' ἑορακώς που πόλεμον ἐπανῆκε.

   τί γὰρ δεῖ καὶ λέγειν ἃ διὰ τοῦτο καὶ ἐκείνῳ τότε καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις αὐτῷ αὐτοκράτορσιν ἀεὶ ἐδόθη, ἵνα μὴ προσυποπτεύοντες ἔκ τε τῆς ὀλιγότητος καὶ ἐκ τῆς σμικρότητος τῶν [2] τιμῶν ἐλέγχεσθαι χαλεπαίνωσι; καίτοι καὶ τοῦτο δεινότατον ἔσχεν, ὅτι καὶ κολακεύεσθαι ἤθελε, καὶ ἀμφοτέροις ὁμοίως ἤχθετο καὶ τοῖς θεραπεύουσι καὶ τοῖς μή, τοῖς μὲν ὅτι θωπεύειν τοῖς δὲ ὅτι καταφρονεῖν ἐδόκουν. οὐ μὴν ἀλλὰ τῇ μὲν βουλῇ χαίρειν ἐφ' οἷς ἐψηφίζοντο προσεποιεῖτο, τὸν δὲ δὴ Οὖρσον ὀλίγου ἀπέκτεινεν, ὅτι μὴ τοῖς πρασσομένοις ὑπ' αὐτοῦ ἠρέσκετο, καὶ τῆς Ἰουλίας αἰτησαμένης ὕπατον ἀπέδειξεν. Xiph. 218, 2229 R. St. (usque ad ἐδόκουν, p. 168, 20), et 14 2) exc. Val. 279 (p. 706).

[3]    οὐ μὴν ἀλλ' ἐπὶ πλεῖον ἐπαρθεὶς ὑπ' ἀνοίας ὕπατος μὲν ἔτη δέκα ἐφεξῆς, τιμητὴς δὲ διὰ βίου πρῶτος δὴ καὶ μόνος καὶ ἰδιωτῶν καὶ αὐτοκρατόρων ἐχειροτονήθη, ῥαβδούχοις τε τέσσαρσι καὶ εἴκοσι καὶ τῇ στολῇ τῇ ἐπινικίῳ, ὅταν ἐς τὸ βουλευτήριον [4] ἐσίῃ, χρῆσθαι ἔλαβε. τόν τε Ὀκτώβριον Δομιτιανὸν ἀντωνόμασεν, ὅτι ἐν αὐτῷ ἐγεγέννητο. τοῖς δὲ ἁρματηλάταις δύο γένη ἕτερα, τὸ μὲν χρυσοῦν τὸ δὲ πορφυροῦν ὀνομάσας, προσκατέστησε. τοῖς τε θεωμένοις συχνὰ διὰ τῶν σφαιρίων ἐδίδου, καί ποτε καὶ ἐδείπνισεν αὐτοὺς κατὰ χώραν καθημένους, οἶνόν τέ [5] σφισι πολλαχῇ ῥέοντα νυκτὸς παρέσχεν. ἃ δὴ τοῖς μὲν πολλοῖς ἐν ἡδονῇ, ὡς εἰκός, ἦν, τοῖς δὲ δυνατοῖς ὀλέθρου αἴτια καθίστατο· οὐ γὰρ ἔχων ὁπόθεν ἀναλώσει, συχνοὺς ἐφόνευε, τοὺς μὲν ἐσάγων ἐς τὸ βουλευτήριον, τῶν δὲ καὶ ἀπόντων κατηγορῶν. ἤδη δὲ καὶ ἐξ ἐπιβουλῆς ἐνίους λαθραίοις φαρμάκοις ἀπήλλασσε. Xiph. 218, 29-219, 10 R. St.

[6]    πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες· τούς τε γὰρ τῶν χρημάτων πράκτορας ἔφθειραν, καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τἆλλά τε ἐπιτήδεια καὶ οἶνον ἐμπλησθέντες ὕπνωσαν, καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέφθειρεν ἅπαντας. ἐφ' ᾧ ὁ Δομιτιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι "Νασαμῶνας ἐκώλυσα εἶναι".

[7]    ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο ἀλλὰ καὶ ἐγράφετο. Zon. 11, 19 p. 500, 13-501, 1 B. (p. 58, 3159, 10 D.)

[6]   μέγιστος δὲ δὴ πόλεμος Ῥωμαίοις τότε πρὸς τοὺς Δακοὺς ἐγένετο, ὧν τότε Δεκέβαλος ἐβασίλευε, δεινὸς μὲν συνεῖναι τὰ πολέμια δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργάτης, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθέσθαι εἰδώς· ἀφ' οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις [8] ἐγένετο. Δακοὺς δὲ αὐτοὺς προσαγορεύω, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ οἱ Ῥωμαῖοί σφας ὀνομάζουσιν, οὐκ ἀγνοῶν ὅτι Ἑλλήνων τινὲς Γέτας αὐτοὺς λέγουσιν, εἴτ' ὀρθῶς εἴτε καὶ μὴ λέγοντες· ἐγὼ γὰρ οἶδα Γέτας τοὺς ὑπὲρ τοῦ Αἵμου παρὰ τὸν [9] Ἴστρον οἰκοῦντας. ὁ Δομιτιανὸς μὲν οὖν ἐξεστρατεύσατο μὲν ἐπ' αὐτούς, οὐ μέντοι καὶ τοῦ πολέμου προσήψατο, ἀλλ' ἐν πόλει τινὶ Μυσίας ὑπομείνας ὕβριζεν ὥσπερ εἰώθει· οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. ἄλλους δὲ πέμπων ἐς τὸν πόλεμον στρατηγοὺς τὰ πλείω κακῶς ἀπήλλασσεν. Xiph. 219, 1024 R. St., et (14 1) Exc. Val. 284 6 Suid. s. v. δεινός et καίριος, et (v. 710) Exc. Val. 285, item (v. 810) Exc. Val. 280.

[5]    ὅτι Δεκέβαλος ὁ Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος· ἐφ' οὗ ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν ὁ Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκεβάλῳ ἑκάστου ἔτους τελεῖν, εἰρήνην πρὸς αὐτὸν τίθεσθαι· εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι κακά. Petr. Patr. exc. de leg. 3 (Hoeschel p. 15 6 fr. 4 Muell. Fragm. hist. Gr. 4 p. 185).

[6]    Δίων ...... ξζ΄ βιβλίῳ ....· "ἐπείδη οἱ μετὰ τοῦ Φούσκου στρατευσάμενοι ἡγήσασθαι σφῶν αὐτῶν ἠξίωσαν". Bekk. Anecd. 147, 2931.

[7]

[1]    ὅτι ὁ Δομιτιανὸς Κουάδους καὶ Μαρκομάνους ἀμύνασθαι, ὅτι μὴ ἐβοήθησάν οἱ κατὰ Δακῶν, ἠθέλησε, καὶ ἦλθεν ἐς Παννονίαν σφίσι πολεμήσων, καὶ τοὺς πρεσβευτὰς τοὺς δευτέρους, οὓς ἔπεμψαν ὑπὲρ εἰρήνης, ἀπέκτεινεν. Exc. U4G 42 (p. 399).

[6]

[4]    ὅτι ὁ αὐτὸς πταίσας τοῖς στρατιάρχαις ἐπεκάλει. τὰ μὲν γὰρ ἀμείνω πάντα, καίτοι μηδὲν αὐτῶν πράττων, προσεποιεῖτο, τῶν δὲ δὴ χειρόνων ἑτέρους, εἰ καὶ ἐκ τῆς ἐκείνου τι κελεύσεως συνεβεβήκει, ᾐτιᾶτο. καὶ ἐμίσει μὲν τοὺς κατορθώσαντάς τι, ἐμέμφετο δὲ τοὺς πταίσαντας. Exc. Val. 281 (p. 709).

[7]

[2]    ὅτι ὁ Δομιτιανὸς ἡττηθεὶς ὑπὸ Μαρκομάνων καὶ φυγὼν ἔπεμψε διὰ ταχέων πρὸς τὸν Δεκέβαλον τὸν Δακῶν βασιλέα, καὶ ἐς σπονδὰς αὐτὸν ὑπηγάγετο, ἃς πολλάκις αἰτήσαντι αὐτῷ πρότερον οὐκ ἐδεδώκει. καὶ ὃς ἐδέξατο μὲν τὴν σύμβασιν (δεινῶς γὰρ ἐτεταλαιπώρητο), οὐ μέντοι καὶ αὐτὸς ἠθέλησεν ἐς λόγους αὐτῷ ἐλθεῖν, ἀλλ' ἔπεμψε τὸν Διῆγιν μετὰ τῶν ἀνδρῶν, τά τε ὅπλα καὶ αἰχμαλώτους [3] τινάς, ὡς καὶ μόνους ἐκείνους ἔχων, δώσοντα. γενομένου δὲ τούτου ὁ Δομιτιανὸς τῷ Διήγιδι διάδημα ἐπέθηκε καθάπερ ὡς ἀληθῶς κεκρατηκὼς καὶ βασιλέα τινὰ τοῖς Δακοῖς δοῦναι δυνάμενος, καὶ τοῖς στρατιώταις καὶ τιμὰς καὶ ἀργύριον ἐχαρίσατο, καὶ ἐς τὴν Ῥώμην ὡς νενικηκὼς ἐπέστειλε τά τε ἄλλα καὶ πρέσβεις παρὰ τοῦ Δεκεβάλου ἐπιστολήν τε, ὥς γε ἔφασκεν, ἣν ἐλέγετο πεπλακέναι [4] καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλε (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος) ἀλλ' ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος. Exc. U4R 14 (p. 400).

[8]

[1]    (ἐς δὲ τὴν Ῥώμην ὡς καὶ κεκρατηκὼς ἐπέστειλε, c. 7, 3), καὶ τοσαῦτα αὐτῷ ἐψηφίσθη ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν οἰκουμένην τὴν ὑπ' αὐτὸν οὖσαν εἰκόνων αὐτοῦ καὶ ἀνδριάντων καὶ ἀργυρῶν καὶ χρυσῶν ἐμπλησθῆναι. ἐποίησε δὲ καὶ θέαν πολυτελῆ, ἐν ᾗ ἄλλο μὲν οὐδὲν ἐς ἱστορίαν ἐπίσημον παρελάβομεν, πλὴν ὅτι καὶ παρθένοι τῷ δρομικῷ ἠγωνίσαντο· μετὰ δὲ ταῦτα ἑορτάς τινας [2] νικητηρίους δῆθεν ἐπιτελῶν ἀγῶνας συχνοὺς ἐποίησε. τοῦτο μὲν γὰρ ἐν τῷ ἱπποδρόμῳ μάχας καὶ πεζῶν πρὸς ἀλλήλους καὶ ἱππέων αὖ συνέβαλε, τοῦτο δὲ καὶ ἐν καινῷ τινι χωρίῳ ναυμαχίαν ἐπετέλεσε. καὶ ἀπέθανον ἐν αὐτῇ πάντες μὲν ὀλίγου δεῖν οἱ ναυμαχήσαντες, [3] συχνοὶ δὲ καὶ ἐκ τῶν θεωμένων· ὑετοῦ γὰρ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδενὶ ἐπέτρεψεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ' αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνους οὐδὲν εἴασε μεταβαλεῖν, καὶ ἐκ τούτου ἐνόσησαν οὐκ ὀλίγοι καὶ ἐτελεύτησαν.

[4] ἐφ' ᾧ που παραμυθούμενος αὐτοὺς δεῖπνόν σφισι δημοσίᾳ διὰ πάσης τῆς νυκτὸς παρέσχε. πολλάκις δὲ καὶ τοὺς ἀγῶνας νύκτωρ [9] [1] ἐποίει, καὶ ἔστιν ὅτε καὶ νάνους καὶ γυναῖκας συνέβαλλε.

   τὸ μὲν οὖν πλῆθος οὕτως τότε ἐδείπνισεν, αὖθις δὲ τοὺς πρώτους τῆς γερουσίας καὶ τῶν ἱππέων τόνδε τὸν τρόπον. οἶκον μελάντατον ἁπανταχόθεν ἔκ τε τῆς ὀροφῆς καὶ ἐκ τῶν τοίχων τοῦ τ' ἐδάφους παρασκευάσας, καὶ κλισίας ἐπ' αὐτοῦ τοῦ δαπέδου γυμνὰς ὁμοίας ἑτοιμάσας, ἐσεκάλεσεν αὐτοὺς μόνους νυκτὸς ἄνευ τῶν ἀκολούθων.

[2] καὶ πρῶτον μὲν στήλην ταφοειδῆ ἑκάστῳ σφῶν παρέστησε, τό τε ὄνομα αὐτοῦ ἔχουσαν καὶ λυχνοῦχον μικρόν, οἷος ἐν τοῖς μνημείοις κρεμάννυται· ἔπειτα παῖδες εὐπρεπεῖς γυμνοί, μέλανι καὶ αὐτοὶ κεχρισμένοι, ἐσῆλθον ὥσπερ εἴδωλα, καὶ περιελθόντες αὐτοὺς [3] μετ' ὀρχήσεώς τινος φοβερᾶς πρὸ ποδῶν ἱδρύθησαν· καὶ μετὰ τοῦτο πάνθ' ὅσαπερ ἐν τοῖς ἐναγίσμασι καθαγίζεται, καὶ ἐκείνοις μέλανα ἐν σκεύεσιν ὁμοίοις προσηνέχθη, ὥστε καὶ φοβεῖσθαι καὶ τρέμειν καθ' ἕκαστον αὐτῶν πάντας, ἀεί τε ὅσον οὐκ ἤδη σφαγήσεσθαι προσδέχεσθαι, ἄλλως τε καὶ ὅτι παρά τε τῶν ἄλλων σιωπὴ πολλὴ ὥσπερ ἐν τεθνηκόσιν ἤδη ἦν, καὶ αὐτὸς ὁ Δομιτιανὸς πάντα ἔς τε [4] θανάτους καὶ ἐς σφαγὰς φέροντα διελάλει. τέλος δὲ ἀφῆκε μὲν αὐτούς, προαπαλλάξας δὲ δὴ τοὺς οἰκέτας σφῶν τοὺς ἐν τοῖς προθύροις ἑστηκότας, δι' ἑτέρων τινῶν ἀγνώστων τοὺς μὲν ὀχήμασι τοὺς δὲ φορείοις παραδοὺς πολὺ πλέον δέος αὐτοῖς ἐνέβαλε. ἄρτι δὲ ἕκαστός σφων οἴκαδε ἐσεληλύθει καὶ τρόπον τινὰ ἀναπνεῖν ἤρχετο, [5] καὶ αὐτῷ ἐσηγγέλθη ὅτι παρὰ τοῦ Αὐγούστου τις ἥκοι. προσδοκώντων τε ἐκ τούτου τότε δὴ πάντως ἀπολεῖσθαι, ἐσεκόμισέ τις τὴν στήλην ἀργυρᾶν οὖσαν, εἶτ' ἄλλος ἄλλο τι καὶ ἕτερος ἕτερον τῶν σκευῶν τῶν ἐν τῷ δείπνῳ παρατεθέντων, πολυτελεστάτου τινὸς γένους πεποιημένα· καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος ... καὶ οὕτω διὰ πάσης τῆς νυκτὸς φοβούμενοι τὰ δῶρα ἔλαβον.

[6]    ὁ μὲν οὖν Δομιτιανὸς τοιαῦτα νικητήρια, ἢ ὥς γε ὁ ὅμιλος ἔλεγε, τοιούτους ἐναγισμοὺς ἐπί τε τοῖς ἐν τῇ Δακίᾳ καὶ ἐπὶ τοῖς ἐν τῇ Ῥώμῃ τεθνηκόσιν ἐποίησε, καί τινας καὶ τότε τῶν πρώτων ἀπέσφαξε, τοῦ τε θάψαντος τὸ σῶμα ἑνὸς αὐτῶν, ὅτι ἐν τοῖς [10] [1] ἐκείνου χωρίοις ἐτεθνήκει, τὴν οὐσίαν ἀφείλετο· ἐν δὲ τῷ Δακικῷ πολέμῳ καὶ τάδε συνεκύρησεν ἀξιόλογα. ὁ γὰρ Ἰουλιανὸς ἐπιταχθεὶς ὑπὸ τοῦ αὐτοκράτορος τῷ πολέμῳ τἆλλά τε παρεσκευάσατο εὖ, καὶ τοὺς στρατιώτας τά τε ἑαυτῶν ὀνόματα καὶ τὰ τῶν ἑκατοντάρχων ἐπὶ τὰς ἀσπίδας ἐπιγράψαι ἐκέλευσεν, ἵνα ἐκφανέστεροι οἵ τι ἀγαθὸν [2] αὐτῶν ἢ κακὸν ποιοῦντες γένωνται. συμβαλὼν δὲ ἐν ταῖς Τάπαις τοῖς πολεμίοις πλείστους αὐτῶν ἀπέκτεινεν· ἐν οἷς καὶ Οὐεζίνας, τὰ δεύτερα μετὰ Δεκέβαλον ἔχων, ἐπειδὴ οὐκ ἠδυνήθη διαφυγεῖν ζῶν, πέπτωκεν ἐξεπίτηδες ὡς καὶ τετελευτηκώς, κἀκ τούτου λαθὼν [3] τῆς νυκτὸς ἔφυγε. δείσας οὖν ὁ Δεκέβαλος μὴ καὶ ἐπὶ τὰ βασίλεια αὐτοῦ οἱ Ῥωμαῖοι ἅτε κεκρατηκότες ὁρμήσωσι, τά τε δένδρα τὰ ἐπ' αὐτοῖς ὄντα ἔκοψε καὶ ὅπλα τοῖς στελέχεσι περιέθηκεν, ἵνα φοβηθέντες ὡς καὶ στρατιωτῶν ὄντων ἀναχωρήσωσιν· ὃ καὶ ἐγένετο. Xiph. 219, 24221, 20 R. St.

[5]   ὅτι Χαριόμηρος ὁ τῶν Χερούσκων βασιλεύς, ὑπὸ Χάττων ἐκ τῆς ἀρχῆς διὰ τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐκπεσών, τὸ μὲν πρῶτον ἑτέρους τινὰς παρέλαβε καὶ κρείττων ἐν τῇ καθόδῳ ἐγένετο, ἔπειτα ἐγκαταλειφθεὶς ὑπ' αὐτῶν ἐπειδὴ ὁμήρους τοῖς Ῥωμαίοις ἔπεμψε, τὸν Δομιτιανὸν ἱκέτευσε καὶ συμμαχίας μὲν οὐκ ἔτυχε, χρήματα δὲ ἔλαβεν. Exc. U4G 43 (p. 399).

[11]   Ἀντώνιος δέ τις ἐν Γερμανίᾳ ἄρχων κατὰ τοῦτον τὸν χρόνον τῷ Δομιτιανῷ ἐπανέστη, ὃν Λούκιος Μάξιμος κατηγωνίσατο καὶ καθεῖλεν· ὃς ἐπὶ μὲν τῇ νίκῃ οὐδὲν μέγα ἄξιός ἐστιν ἐπαινεῖσθαι (πολλοὶ γάρ που καὶ ἄλλοι παρὰ δόξαν ἐνίκησαν, οἵ τε στρατιῶται [4] αὐτῷ συνηγωνίσαντο)· ὅτι δὲ τὰ γράμματα ὅσα ἐν τοῖς τοῦ Ἀντωνίου κιβωτίοις εὑρέθη, παρὰ βραχὺ τὴν ἑαυτοῦ ἀσφάλειαν πρὸς τὸ μηδένα ἐξ αὐτῶν συκοφαντηθῆναι θέμενος ἔκαυσεν, οὐχ ὁρῶ πῶς ἂν αὐτὸν ἀξίως ὑμνήσαιμι. Xiph. 221, 20-26 R. St., Exc. Val. 282 (p. 709).

   ὁ δὲ Δομιτιανὸς ἀφορμῆς ἐντεῦθεν εὐπορήσας, ἐπὶ τοὺς φόνους καὶ τῶν γραμμάτων χωρὶς ὁρμήσας, οὐδ' ἂν εἴποι τις ὅσους ἀπέκτεινεν.

[5] Xiph. 221, 26-28 R. St.

[6]    εἷς δ' οὖν τις νεανίσκος Ἰούλιος Κάλουαστρος, κεχιλιαρχηκὼς ἐς βουλείας ἐλπίδα, παραδοξότατα ἐσώθη. ἐπειδὴ γὰρ πολλάκις κατὰ μόνας συμμεμιχὼς ἠλέγχετο, καὶ οὐκ εἶχεν ὅπως ἄλλως τὴν αἰτίαν τῆς συνωμοσίας ἀπολύσηται, ἔφη κατ' ἐρωτικὴν χρείαν αὐτῷ συγγεγονέναι· καὶ γὰρ ἦν οἷος ἐρᾶσθαι δύνασθαι. καὶ ὁ μὲν οὕτως ἀφείθη, ‹ἐγὼ δ'› ἓν ἔτι τοῦτο εἰπὼν περὶ τῶν [7] τότε γενομένων παύσομαι. Λουσιανὸς Πρόκλος βουλευτὴς γέρων, ἐν ἀγρῷ τὰ πολλὰ διατρίβων, συνεξῆλθε μὲν αὐτῷ ἐκ τῆς Ῥώμης καταναγκάσαντι, ἵνα μὴ δόξῃ κινδυνεύοντα αὐτὸν προλιπεῖν καὶ διὰ τοῦτο καὶ ἀποθάνῃ, τῆς δ' ἀγγελίας ἐλθούσης ἔφη τε "ἐνίκησας, αὐτοκράτορ, ὥσπερ ηὐχόμην· ἀπόδος οὖν με τῷ ἀγρῷ", καὶ ἐγκαταλιπὼν αὐτὸν ἀπῆλθεν ἐς τὸ χωρίον, καὶ οὐκέτι μετὰ τοῦτο, καίτοι πολὺν ἐπιζήσας χρόνον, προσῆλθεν αὐτῷ.

[8]    ἐν δὲ τῷ χρόνῳ τούτῳ ἐπετήδευσάν τινες, φαρμάκῳ βελόνας [6] χρίοντες, κεντεῖν αὐταῖς οὓς ἐβούλοντο· καὶ πολλοὶ μὲν ἐκείνων μηδὲ αἰσθόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ μηνυθέντες ἐτιμωρήθησαν. καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἀλλὰ καὶ ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ ἐγένετο.

[12]

[1]    Τραϊανῷ δὲ δὴ τῷ Οὐλπίῳ καὶ Ἀκιλίῳ Γλαβρίωνι ὑπατεύσασι τότε τὰ αὐτὰ σημεῖα λέγεται γενέσθαι· καὶ ἀπ' αὐτῶν τῷ μὲν Γλαβρίωνι ὄλεθρος, τῷ δὲ Τραϊανῷ ἡ τῆς αὐτοκρατορίας ἀρχὴ προερρέθη.

   συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν, ὧν ἔνιαι καὶ ὑπ' αὐτοῦ ἐμοιχεύθησαν. καὶ ἄλλαις δ' αἰτίαις [2] πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον· γυνὴ γάρ τις ὅτι ἀπεδύσατο ἐναντίον εἰκόνος αὐτοῦ ἐκρίθη τε καὶ ἀπώλετο, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. ἐν δὲ τοῖς τότε τελευτήσασι πολλοῖς [3] οὖσι καὶ Μέττιος Πομπουσιανὸς ἐγένετο, ὃν ὁ μὲν Οὐεσπασιανὸς μαθὼν ἐκ φήμης τινὸς ὅτι μοναρχήσει οὐδὲν κακὸν εἰργάσατο, ἀλλὰ καὶ ἐτίμα, λέγων ὅτι "πάντως μου μνημονεύσει καὶ πάντως με ἀντιτιμήσει", ἐκεῖνος δὲ πρότερον μὲν ἐς Κύρνον ἐξώρισε, [4] τότε δὲ καὶ ἐφόνευσεν, ἐγκληθέντα ἄλλα τε καὶ ὅτι τὴν οἰκουμένην ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχεν ἐγγεγραμμένην, καὶ τὰς δημηγορίας τὰς τῶν βασιλέων τῶν τε ἄλλων ἀνδρῶν τῶν πρώτων, τὰς [5] παρὰ τῷ Λιουίῳ γεγραμμένας, ἐξειλόχει τε καὶ ἀνεγίνωσκε. Μάτερνον δὲ σοφιστήν, ὅτι κατὰ τυράννων εἶπέ τι ἀσκῶν, ἀπέκτεινε. συνεγίνετο δὲ καὶ αὐτὸς τοῖς κατηγορήσουσι καὶ τοῖς καταμαρτυρήσουσι, καὶ συνέπλαττε καὶ συνετίθει πάνθ' ὅσα λεχθῆναι ἔδει. καὶ πολλάκις καὶ τοῖς δεσμώταις κατὰ μόνας ἐλάλει, τὰ δεσμὰ αὐτῶν ἐν ταῖς χερσὶ κατέχων· οὔτε γὰρ ἄλλοις τὰ λεχθησόμενα ἐπίστευε, καὶ ἐκείνους καὶ δεδεμένους ἐδεδίει. Xiph. 221, 28–222, 31 R. St., additis p. 178, 11–13. 14. 15 ex Zonara 11, 19 p. 501, 6-10 B. (p. 59, 17–23 D.)

[5]

[2]    ὅτι ἐν τῇ Μυσίᾳ Λύγιοι Σουήβοις τισὶ πολεμωθέντες πρέσβεις ἔπεμψαν, αἰτοῦντες συμμαχίαν παρὰ Δομιτιανοῦ, καὶ ἔλαβον οὐ τῷ πλήθει ἰσχυρὰν ἀλλὰ τῷ ἀξιώματι· ἑκατὸν γὰρ ἱππεῖς μόνοι αὐτοῖς ἐδόθησαν. ἀγανακτήσαντες ἐπὶ τούτῳ οἱ Σουῆβοι προσπαρέλαβον Ἰάζυγας, καὶ προπαρεσκευάζοντο ὡς καὶ μετ' αὐτῶν τὸν Ἴστρον διαβησόμενοι. Exc. U4G 44 (p. 399).

[3]    ὅτι Μάσυος ὁ Σεμνόνων βασιλεὺς καὶ Γάννα (παρθένος ἦν μετὰ τὴν Οὐελήδαν ἐν τῇ Κελτικῇ θειάζουσα) ἦλθον πρὸς τὸν Δομιτιανόν, καὶ τιμῆς παρ' αὐτοῦ τυχόντες ἀνεκομίσθησαν. Exc. U4G 45 (p. 400) 6 Suid. s. v. θειάζουσα.

[13]   ἔπραξε δέ τι καὶ ὡς τιμητὴς ἀξιόλογον· Καικίλιον γὰρ Ῥουφῖνον ἀπήλασεν ἐκ τοῦ συνεδρίου, ὅτι ὠρχεῖτο, Κλαύδιόν τε Πακᾶτον τῷ δεσπότῃ καίπερ ἑκατονταρχηκότα ἀπέδωκεν, ὅτι ἠλέγχθη [4] δοῦλος ὤν. οὐ μὴν καὶ τὸ μέλλον ῥηθῆναι τούτοις ὅμοιόν ἐστιν, ὅπερ ὡς αὐτοκράτωρ ἐπεποιήκει· τὸν γὰρ δὴ Ῥούστικον τὸν Ἀρουλῆνον ἀπέκτεινεν ὅτι ἐφιλοσόφει καὶ ὅτι τὸν Θρασέαν ἱερὸν ὠνόμαζε, καὶ Ἑρέννιον Σενεκίωνα ὅτι τε οὐδεμίαν ἀρχὴν ἐν πολλῷ βίῳ μετὰ τὴν ταμιείαν ᾐτήκει καὶ ὅτι τοῦ Πρίσκου τοῦ Ἑλουιδίου τὸν [5] βίον συνέγραψεν. ἄλλοι τε ἐκ τῆς αὐτῆς ταύτης τῆς κατὰ τὴν φιλοσοφίαν αἰτίας συχνοὶ διώλοντο, καὶ οἱ λοιποὶ πάντες ἐξηλάθησαν αὖθις ἐκ τῆς Ῥώμης. Ἰουουέντιος μέντοι τις Κέλσος συνομόσας τε ἀνὰ πρώτους μετά τινων ἐπ' αὐτῷ καὶ κατηγορηθεὶς ἐπὶ τούτῳ [6] θαυμαστῶς ἐσώθη. μέλλων γὰρ ἁλίσκεσθαι ᾐτήσατο δι' ἀπορρήτων εἰπεῖν τι αὐτῷ, κἀν τούτῳ προσκυνήσας αὐτῷ, δεσπότην τε καὶ θεόν, ἃ παρὰ τῶν ἄλλων ἤδη προσηγορεύετο, πολλάκις ὀνομάσας, "οὐδὲν μέν" ἔφη "πεποίηκα τοιοῦτον, ἂν δ' ἀναβολὴν λάβω, πολυπραγμονήσω πάντα, καὶ συχνούς σοι καὶ μηνύσω καὶ ἐξελέγξω". ἀφεθείς τε ἐπὶ τούτῳ οὔτε ἐνέδειξέ τινα, καὶ ἄλλοτε ἄλλας προφάσεις προτείνων διήγαγε μέχρις οὗ Δομιτιανὸς ἀπέθανεν.

[14]

[1]    ἐν τούτῳ τῷ χρόνῳ ἡ ὁδὸς ἡ ἀπὸ Σινοέσσης ἐς Πουτεόλους ἄγουσα λίθοις ἐστορέσθη. κἀν τῷ αὐτῷ ἔτει ἄλλους τε πολλοὺς καὶ τὸν Φλάουιον ‹τὸν› Κλήμεντα ὑπατεύοντα, καίπερ ἀνεψιὸν ὄντα καὶ γυναῖκα καὶ αὐτὴν συγγενῆ ἑαυτοῦ Φλαουίαν Δομιτίλλαν ἔχοντα, [2] κατέσφαξεν ὁ Δομιτιανός. ἐπηνέχθη δὲ ἀμφοῖν ἔγκλημα ἀθεότητος, ὑφ' ἧς καὶ ἄλλοι ἐς τὰ τῶν Ἰουδαίων ἤθη ἐξοκέλλοντες πολλοὶ κατεδικάσθησαν, καὶ οἱ μὲν ἀπέθανον, οἱ δὲ τῶν γοῦν οὐσιῶν ἐστερήθησαν· [3] ἡ δὲ Δομιτίλλα ὑπερωρίσθη μόνον ἐς Πανδατερίαν. τὸν δὲ δὴ Γλαβρίωνα τὸν μετὰ τοῦ Τραϊανοῦ ἄρξαντα, κατηγορηθέντα τά τε ἄλλα καὶ οἷα οἱ πολλοὶ καὶ ὅτι καὶ θηρίοις ἐμάχετο, ἀπέκτεινεν. ἐφ' ᾧ που καὶ τὰ μάλιστα ὀργὴν αὐτῷ ὑπὸ φθόνου ἔσχεν, ὅτι ὑπατεύοντα αὐτὸν ἐς τὸ Ἀλβανὸν ἐπὶ τὰ Νεανισκεύματα ὠνομασμένα καλέσας λέοντα ἀποκτεῖναι μέγαν ἠνάγκασε, καὶ ὃς οὐ μόνον οὐδὲν ἐλυμάνθη ἀλλὰ καὶ εὐστοχώτατα αὐτὸν κατειργάσατο.

[4]    ὑποπτεύων οὖν ἐκ τούτων πάντας ἀνθρώπους οὐκέτι οὐδὲ ἐν τοῖς ἐξελευθέροις, ὥσπερ οὐδὲ ἐν τοῖς ἐπάρχοις, οὕς γε καὶ παρ' αὐτὴν τὴν ἡγεμονίαν κρίνεσθαι ἐποίει, ἐλπίδα ἀσφαλείας εἶχε. καὶ τὸν Ἐπαφρόδιτον δὲ τὸν Νέρωνος πρότερον μὲν ἐξεδίωξε τότε δὲ καὶ ἔσφαξεν, ἐπικαλέσας αὐτῷ ὅτι μὴ ἤμυνε τῷ Νέρωνι, ἵν' ἐκ τῆς τιμωρίας, ἣν ὑπὲρ ἐκείνου ἐποιεῖτο, πόρρωθεν τοὺς ἰδίους ἐξελευθέρους [5] ἐκφοβήσῃ μηδὲν τοιοῦτο τολμῆσαι. οὐ μὴν ὠφελήθη τι ἐκ τούτου, ἀλλὰ καὶ ἐπεβουλεύθη τῷ ἑξῆς ἔτει ἐπί τε Γαΐου Οὐάλεντος, ὃς ἐνενηκοστῷ ἔτει ὑπατεύσας ἐτελεύτησε, καὶ ἐπὶ Γαΐου Ἀντιστίου ὑπάτων, ‹καὶ› ἀπώλετο.

[15]

[1]    ἐπέθεντο δὲ αὐτῷ καὶ συνεσκευάσαντο τὴν πρᾶξιν Παρθένιός τε ὁ πρόκοιτος αὐτοῦ, καίπερ οὕτω τιμώμενος παρ' αὐτοῦ ὡς καὶ ξιφηφορεῖν, καὶ Σιγηρὸς ἐν τῇ προκοιτίᾳ καὶ αὐτὸς ὤν, Ἔντελλός τε ὁ τὰ τῆς ἀρχῆς βιβλία διέπων μετὰ Στεφάνου ἀπελευθέρου.

[2] καὶ αὐτὸ οὔτε ἡ Δομιτία ἡ γυνὴ αὐτοῦ οὔτε δὲ ὁ Νωρβανὸς ὁ ἔπαρχος οὐδ' ὁ συνάρχων Πετρώνιος Σεκοῦνδος ἠγνόησαν, ὥς γε καὶ λέγονται· ἥ τε γὰρ Δομιτία ἀεί ποτε ὑπ' αὐτοῦ ἐμισεῖτο καὶ διὰ τοῦτ' ἐφοβεῖτο μὴ καὶ ἀποθάνῃ, καὶ οἱ ἄλλοι οὐκέτ' αὐτὸν ἐφίλουν, οἱ μὲν ὅτι ἐνεκαλοῦντό τινα, οἱ δ' ὅτι προσεδέχοντο.

[3] ἤκουσα δὲ ἔγωγε καὶ ἐκεῖνο, ὅτι πάντας ἅμα αὐτοὺς ὁ Δομιτιανὸς ὑποπτεύσας ἀποκτεῖναι ἠθέλησε, καί σφων τὰ ὀνόματα ἐς σανίδιον φιλύρινον δίθυρον ἐσγράψας ὑπὸ τὸ προσκεφάλαιον ἐν τῇ κλίνῃ ἐν ᾗ ἀνεπαύετο ὑπέθηκε, καὶ αὐτὸ παιδίον τι τῶν γυμνῶν τῶν ψιθύρων καθεύδοντος αὐτοῦ μεθ' ἡμέραν ἀφελόμενον εἶχεν, [4] οὐκ εἰδὸς ὅ τι φέροι, προστυχοῦσα δὲ αὐτῷ ἡ Δομιτία τά τε γεγραμμένα ἀνέγνω καὶ ἐμήνυσε καὶ ἐκείνοις, κἀκ τούτου καὶ ἄλλως διανοούμενοι συνετάχυναν τὴν ἐπιβουλήν. οὐ μέντοι πρότερον ἐπεχείρησαν ἔργῳ πρὶν τὸν διαδεξόμενον τὴν ἀρχὴν αὐτοῦ βεβαιώσασθαι.

[5] διελέξαντο μὲν δὴ καὶ ἄλλοις τισί, μηδενὸς δὲ ἐκείνων δεξαμένου (πάντες γὰρ αὐτοὺς ὡς διαπειρωμένους σφῶν ἐφοβήθησαν) ἐπὶ τὸν Νέρουαν ἦλθον, ἐπειδὴ καὶ εὐγενέστατος καὶ ἐπιεικέστατος ἦν, καὶ προσέτι καὶ ἐκινδύνευσε διαβληθεὶς ὑπ' ἀστρολόγων, ὅτι μοναρχήσει φησάντων· ἐξ οὗπερ ῥᾷον ἔπεισαν αὐτὸν ἀναδέξασθαι [6] τὴν ἡγεμονίαν. πάντως γὰρ καὶ ὁ Δομιτιανὸς τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους οὐδὲ ἐκ τούτων ἐλπιζόντων ἐν δυνάμει τινὶ ἔσεσθαι προανήλισκε· καὶ τόν γε Νέρουαν ἀπέσφαξεν ἄν, εἰ μή τις τῶν ἀστρολόγων εὔνοιαν αὐτῷ ἔχων ἔφη ὅτι ἐντὸς ὀλίγων ἡμερῶν τελευτήσει. πιστεύσας γὰρ ὄντως τοῦτ' ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. Xiph. 222, 31- 225, 4 R. St., additis v. 7 et 13. 14 ex Zon. 11, 20 p. 505, 6–12 B. (p. 63, 1–9 D.)

[16]

[1]    καὶ οὐ γάρ ἐστιν οὐδὲν τῶν τηλικούτων ἀπρόοπτον, ἄλλα τε αὐτῷ σημεῖα ἐγένετο οὐκ αἴσια, καὶ αὐτὸς ἐν τῷ ὕπνῳ τόν τε Ῥούστικον ξίφει προσιέναι οἱ, καὶ τὴν Ἀθηνᾶν, ἣν ἐν τῷ κοιτῶνι ἱδρυμένην εἶχε, τὰ ὅπλα ἀποβεβληκέναι καὶ ἐπὶ ἅρματος ἵππων μελάνων ἐς χάσμα ἐσπίπτειν ἔδοξεν. ὃ δὲ δὴ μάλιστα διὰ πάντων [2] ἄξιον θαυμάσαι ἐστί, Λαργῖνός τις Πρόκλος δημοσίᾳ προειπὼν ἐν Γερμανίᾳ ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ ἀπέθανε τελευτήσει, ἀνεπέμφθη τε ἐς τὴν Ῥώμην ὑπὸ τοῦ ἄρχοντος, καὶ ἐσαχθεὶς πρὸς τὸν Δομιτιανὸν ἔφη καὶ τότε τοῦθ' οὕτως ἕξειν, καὶ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀνεβλήθη τε ὅπως διαφυγόντος αὐτοῦ τὸν κίνδυνον ἀποθάνῃ, κἀν τούτῳ τοῦ Δομιτιανοῦ σφαγέντος ἐσώθη καὶ [3] δέκα μυριάδας δραχμῶν παρὰ τοῦ Νέρουα ἔλαβεν. ἕτερός τέ τις πρότερόν ποτε εἰπὼν αὐτῷ καὶ ὁπότε καὶ ὅπως φθαρήσεται, ἔπειτα ἐρωτηθεὶς ὁποίῳ αὐτὸς τέλει τοῦ βίου χρήσεται, καὶ ἀποκρινάμενος ὅτι ὑπὸ κυνῶν ἀναλωθήσεται, ἐκελεύσθη μὲν ζῶν κατακαυθῆναι καὶ τὸ πῦρ αὐτῷ προσήχθη, ὑετοῦ δὲ ἐν τούτῳ πολλοῦ καταρρυέντος ἥ τε πυρὰ ἐσβέσθη καὶ ἐκεῖνον κύνες ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον ἐπ' αὐτῆς εὑρόντες διεσπάραξαν.

[17]

[1]    ἔχω δὲ καὶ ἄλλο τι εἰπεῖν παραδοξότατον, ὃ ἐπειδὰν περὶ τῆς τελευτῆς αὐτοῦ φράσω, σημανῶ. ἐπειδὴ γὰρ τάχιστα ἐκ τοῦ δικαστηρίου ἀνέστη καὶ ἀναπαύσεσθαι τὸ μεθημερινόν, ὥσπερ εἰώθει, ἔμελλε, πρῶτον μὲν τοῦ ξίφους, ὃ ἀεί ποτε ὑπὸ τῷ προσκεφαλαίῳ αὐτοῦ ἔκειτο, τὸ σιδήριον ὁ Παρθένιος ἐξεῖλεν, ὅπως μὴ χρήσηται, ἔπειτα τὸν Στέφανον ἐρρωμενέστερον τῶν ἄλλων ὄντα ἐσέπεμψε· [2] καὶ ἐκεῖνος ἔπληξε μὲν τὸν Δομιτιανόν, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ' αὐτοῦ ἔκειτο. οὕτω δὲ δείσας μὴ διαφύγῃ, ἐπεσεπήδησεν, ἢ ὥς γέ τισι δοκεῖ, Μάξιμον ἐξελεύθερον ἐπεσέπεμψε. καὶ ὅ τε Δομιτιανὸς οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος παραχρῆμα συνδραμόντων ἐπ' αὐτὸν τῶν οὐ συμμετεσχηκότων τῆς συνωμοσίας προσαπώλετο.

[18]

[1]    ὃ δ' εἶπον ὅτι ὑπὲρ πάντα τἆλλα θαυμάσας ἔχω, τόδ' ἐστίν. Ἀπολλώνιός τις Τυανεὺς ἔν τε τῇ ἡμέρα ἐκείνῃ καὶ τῇ ὥρᾳ αὐτῇ ἐκείνῃ ἐν ᾗ ὁ Δομιτιανὸς ἐσφάττετο (τοῦτο γὰρ ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη) ἀναβὰς ἐπί τινα λίθον ὑψηλὸν ἐν Ἐφέσῳ, ἢ καὶ ἑτέρωθι, καὶ συγκαλέσας τὸ πλῆθος ταῦτα εἶπε· [ἐπί τινα ὥραν ἐνεὸς ἔστη, εἶτα ἐξεβόησεν Zon.] "καλῶς Στέφανε, εὖ γε Στέφανε· παῖε τὸν μιαιφόνον. ἔπληξας, [2] ἔτρωσας, ἀπέκτεινας". τοῦτο μὲν οὕτως ἐγένετο, κἂν μυριάκις τις ἀπιστήσῃ· Δομιτιανὸς δὲ ἔζησε μὲν ἔτη τέσσαρα καὶ τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ ἔτη πεντεκαίδεκα καὶ ἡμέρας πέντε. καὶ αὐτοῦ τὸ σῶμα Φυλλὶς ἡ τροφὸς κλέψασα ἔθαψεν. Xiph. 225, 42-26, 10 R. St.