2582 223 0 14 3 0 IV d. C. Retorica Libanius XX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 36

Libanius - Declamatio XX

Μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἐξῄτησε τὸν Δημοσθένην. ὁ δῆμος ᾔτησε πέντε ἡμέρας εἰς διάσκεψιν. ἐν ταύταις ὁ Δημοσθένης ἀποθανεῖν ἀξιοῖ.

‹Δημοσθένης›.

[1]   Ὃν μὲν ἐβουλόμην, ὦ ἄνδρες Ἀθηναῖοι, τρόπον ἀποθανεῖν, τοῦτον οὐκ ἐξεγένετό μοι τελευτῆσαι πρῴην ἐπὶ τῆς μάχης, ἔδει γὰρ οὕτως ἀπελθεῖν τοῦ βίου Δημοσθένην μαχόμενον καὶ μὴ μόνον διὰ τῶν λόγων, ἀλλὰ καὶ διὰ τοῦ σώματος χρήσιμον ὑμῖν γενόμενον· ἐπειδὴ δὲ οὐ κατὰ τὰς ἡμετέρας γνώμας εἴωθεν ἀπαντᾶν τὰ τέλη τῶν πραγμάτων, ἐφ' ὑμᾶς ἀπήντηκα βουλόμενος ἐκ προσαγγελίας ἀποθανεῖν, ἵνα τοῦτο γοῦν μοι παρ' ὑμῶν ὑπάρχῃ, ταφῆναι παρ' ὑμῖν ἀντὶ τῶν πεπολιτευμένων.

[2]    Τῷ δήμῳ μὲν οὖν οὐδὲν ἐγκαλῶ, καὶ γὰρ προθεσμίαν ᾔτησε παρὰ τοῦ Μακεδόνος καὶ μέχρι τοῦ νῦν βουλεύεται, ἀλλ' ἀμφότερα ταῦτα δεινά. τό τε γὰρ ἐκδοθῆναι Φιλίππῳ πάντων ἐστὶ χαλεπώτατον τό τε ζῆν οὕτως ἐλεούμενον οὐδεμιᾶς λείπεσθαι συμφορᾶς ὑπολαμβάνω. τί γὰρ ‹ἂν› ἀλγεινότερον τούτου γένοιτο ἢ ζῆν ἐμὲ παρ' ὑμῖν ἐκ ψηφίσματος;

[3]    Ἥκω δὲ οὐ περὶ στεφάνων ἀγωνιούμενος οὐδὲ περὶ δωρεᾶς, ἀλλ' ἀξιῶν μοι τοῦτο δοθῆναι παρ' ὑμῶν ἐν μέρει τῆς μεγίστης φιλανθρωπίας, ἀποθανεῖν. εἰς τοῦτο γὰρ τἀμὰ περιέστηκε πράγματα ὥστε τὴν τοῦ θανάτου κρίσιν δωρεὰν ὑπολαμβάνειν. οἴομαι δὲ Φίλιππον ἡσθήσεσθαι μαθόντα τὴν ἐμὴν συμφοράν. οὐ γὰρ ἰδεῖν, ἀλλ' ἀποθανεῖν Δημοσθένην βούλεται, ὥστε τά τε ἄλλα ὁ θάνατος οὗτος καὶ φίλον ὑμῖν ἀποφανεῖ τὸν Φίλιππον. δεῖ γὰρ ὑμᾶς διαλύσασθαι τὴν πρὸς ἐκεῖνον ἔχθραν ἐμοῦ τελευτήσαντος.

[4]    Δότε δή μοι μικρὰ περὶ τῶν ἐμοὶ πεπολιτευμένων διελθεῖν καὶ κατηγορῆσαι Δημοσθένην Δημοσθένους ὡς ἔνεστιν ἄλλως τε καὶ τῶν πραγμάτων ὑμῖν εἰς τοῦτο ἀπηντηκότων.

   Πολυπράγμων ἐγενόμην ἐξ ἀρχῆς ἐγὼ καὶ τοιοῦτος οἷος οὐδεὶς ἄλλος τῶν ῥητόρων, καὶ τὸν δῆμον ἐν ἡσυχίᾳ βιῶναι βουλόμενον καὶ θεώμενον τὰς θέας καὶ τὰς πομπὰς ἡδέως τὰς τῶν Διονυσίων περιεργάζεσθαι καὶ πόλεμον ἠνάγκασα φρόνημα λαβὼν ἀλλότριον καὶ κατὰ μηδὲν ἐμοὶ προσῆκον τί γὰρ ἐμοὶ τῆς ἀρετῆς τῆς Μιλτιάδου προσῆκε; τί δὲ τῶν Θεμιστοκλέους κατορθωμάτων; τί δέ, εἴ τι σεμνὸν ἐπράχθη τούτοις τοῖς ἀνθρώποις, καὶ ‹ἐγὼ› ταύτην εἱλόμην τὴν πολιτείαν οὔτε ἐμαυτῷ λυσιτελοῦσαν οὔτε ὑμῖν;

[5] καὶ δέον τὴν Εὐθυκράτους καὶ Λασθένους ζηλῶσαι προαίρεσιν τῶν εὐδοκιμούντων νυνὶ παρὰ τῷ Μακεδόνι ὁ πάντων σκαιότατος ἐμισούμην ἐγὼ τοὺς τετελευτηκότας σεμνύνων ἀντὶ τῶν θεῶν, τοὺς ἀποθανόντας ἀντὶ τῆς Πολιάδος, Μαραθῶνα ‹καὶ› Σαλαμῖνα ἀντὶ τῶν Ἐλευσινίων, καὶ βουλομένων πολλάκις ὑμῶν διαλύσασθαι τὴν ἔχθραν τὴν πρὸς Φίλιππον αὐτὸς ἐγενόμην ἐμποδὼν δέον ὑμᾶς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει καταριθμεῖσθαι καὶ τὰ Μεσσηνίων καὶ τὰ Εὐβοέων νοσήματα νοσεῖν.

[6] οὐκ ἐξήρκεσε δέ μοι ταῦτα οὐδὲ ὅρον τῆς πολιτείας μέχρι τούτων ἐποιησάμην, ἀλλ' ὁρῶν βαδίζοντα τὸν ἄνθρωπον ἐπὶ τὴν Ἀττικήν, ἵνα φίλος ὑμῖν γένηται, καὶ διὰ τοῦτο κεκινημένον μετὰ πάσης τῆς δυνάμεως, ἵνα τὸν δῆμον τῶν Ἀθηναίων εὐεργετήσῃ τὰς εὐεργεσίας ταύτας ἃς εἴωθε παρέχειν, ἔπεισα μὲν ὑμᾶς τὸν πόλεμον ἄρασθαι, ἑπτακόσια δὲ τῆς Ἀττικῆς στάδια προελθόντας τὴν συμβολὴν πρὸς αὐτὸν ποιήσασθαι δέον ἐνταῦθα, ἐπὶ τῶν ὅρων, πρὸς τῷ Πειραιεῖ, πρὸς τῷ Μαραθῶνι, ἵνα ἐξαλειφθῇ τὰ τρόπαια τὰ παλαιὰ τοῖς καινοῖς, ἀθύτων καὶ ἀκαλλιερήτων τῶν ἱερῶν ὑπαρχόντων κατασπεύσας δέον τὸ πρᾶγμα σχολὴν τοῦ πολέμου παρασχεῖν Μακεδόσι.

[7] τοιγαροῦν ἐπταίκαμεν καὶ πάθεσι κέχρηται τοιούτοις ὁ δῆμος οἵοις μηδέποτε πρότερον ἐχρήσατο, μήτ' ἐπὶ τῶν Μηδικῶν μήτ' ἐν τῷ πολέμῳ τῷ Δεκελεικῷ. τί γὰρ ἡ ἐν Σικελίᾳ συμφορὰ πρὸς τὸ ἐν Χαιρωνείᾳ πάθος; τί δὲ τὰ ἐν Ἑλλησπόντῳ πταίσματα πρὸς τὰ ἐν Βοιωτίᾳ σφάλματα; χίλιοι πότε τεθνήκασι; καὶ νῦν αἰχμάλωτοι δισχίλιοι. δεινὸν ἀνυπέρβλητον. τοιοῦτοι τὴν πόλιν ᾤκουν τὴν Ἀθηναίων οἱ γενναιότατοι τῶν πολιτῶν καὶ ὑμεῖς ἐπὶ μιᾶς ἡμέρας δυστυχήσαντες ὡς ἅπαντα τὸν ἀγῶνα νενικημένοι ταπεινῶς φρονεῖτε καὶ στένετε καὶ δακρύετε τὰς δυστυχίας οὐ φέροντες.

[8]    Ἀλλ' ἕν τι ὑμῖν εὐτύχημα συμβέβηκεν ἐν τοῖς κακοῖς. προστάττει Φίλιππος ὑμῖν καλὰ καὶ λαμπρὰ προστάγματα. ἃ δεῖ κυροῦν ἀντὶ τῶν μεγίστων δωρεῶν. ἀπαλλάξαι ῥήτορος ὑμᾶς ἐσπούδακεν ἐνοχλοῦντος, πόλεμον ἐξ εἰρήνης πραγματευομένου, συνεχῶς ἐρεθίζοντος ὑμᾶς ἐφ' ἃ μὴ προσῆκε. παρηγορῆσαι τὴν πόλιν ἐπὶ τοῖς ἐν Χαιρωνεία πάθεσι βούλεται. δέξασθε ταύτην τὴν παραμυθίαν.

[9] καὶ δέδεχθε, τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν; πέντε ἡμέρας ᾐτήσασθε, προθεσμίαν μακράν. ἔδει γὰρ βουλεύσασθαι καὶ περὶ τούτων σκέψιν προθεῖναι καὶ οὐκ εὐθέως τῆς ἐπιστολῆς ἀναγνωσθείσης ἔκδοτον παρασχεῖν τὸν αἰτούμενον, ἀλλ' ἐν μὲν τῷ πολέμῳ ‹εἶναι› ταχεῖς, ἐν δὲ τῇ κρίσει τῇ περὶ τῶν πολιτῶν βραδεῖς. ἥκω τοίνυν εἰς τὸ βουλευτήριον, φθάνω τὸ ψήφισμα τὸ ὑμέτερον πρὶν δοῦναι τὰς ἀποκρίσεις. ἐκ δημοκρατουμένης ἔτι τῆς πόλεως ἀπαλλάσσομαι. ἀλλὰ μὴ λάβῃ με Φίλιππος ἐξ Ἀθηναίων ὡς αἰχμάλωτον. ἐξαρκοῦσιν οἱ πρῴην ἑαλωκότες.

[10]

ἥκω δὴ πεπεικὼς ἐμαυτὸν ἔννομον ἔχων καὶ λαμπρὰν τὴν βούλησιν τοῦ θανάτου. τοῦτο ἔξαρκες τὸ προελέσθαι. τὸν μὲν γὰρ ἀδικοῦντα ἐξετασθέντα καὶ κριθέντα δεῖ τὴν τιμωρίαν ὑπομένειν, τὸν δυστυχοῦντα δὲ θελῆσαι μόνον. οὐκ ἔστι μοι περὶ δωρεᾶς ὁ λόγος, οὐκ ἔστι μοι περὶ κηρύγματος, ἵν' ἀντιλέγητε καὶ κωλύητε, ἵνα βασκαίνητε καὶ φθονῆτε οἷς οὐχ ὅσιον φθονεῖν.

[11] πολλή γε, ὡς ἔοικεν, ἡ μεταβολὴ γέγονε τῶν Ἀθήνησι πραγμάτων οὐδὲ ἀποθανεῖν ἔξεστι βουλευσάμενον, ἀλλὰ συκοφαντοῦσιν ἡμῶν τὰς συμφοράς. ποῖ δὴ τράπηταί τις; ποῖ καταφύγῃ; παρὰ τίνων εὕρηται ταύτην τὴν φιλανθρωπίαν; ἂν ἄξιος ᾖ τοῦ ζῆν τις, ἀποθνήσκειν τοῦτόν φασι δεῖν· ἂν ἄξια θανάτου πεπολιτευμένος, ζῆν τούτῳ παρακελεύονται.

[12]

   Ταύτην μὲν ἴσως ἐξῆν τὴν δωρεὰν λαβεῖν

παρὰ Φιλίππου. καὶ γὰρ εἰ τὰ ἄλλα ἀνήμερός ἐστι καὶ σκυθρωπός, δίδωσι γοῦν τοῦτον τὸν ἔλεον τοῖς ἐξελθεῖν τοῦ βίου προαιρουμένοις. ἀλλὰ δεῖ καὶ τὰς αἰτίας εἰπεῖν. οὐκοῦν ἀκούσατε. πρῶτον μὲν γεγήρακα πολιτευόμενος καὶ πᾶσι παρηκολούθηκα τοῖς Ἑλληνικοῖς ἀτυχήμασι καὶ θεατὴς γέγονα δεινῶν πραγμάτων. δεῖ δὲ τὸν ἀγαθὸν πολίτην εὐτυχούσης μὲν τῆς πατρίδος ἐφίεσθαι τοῦ βίου καὶ τοῦ ζῆν ἐρᾶν, μεταβολῆς δ' ἐν τοῖς πράγμασι γενομένης ὡς τάχιστα τὸν βίον ἀπολιμπάνειν.

[13] εἶτα καὶ αὐτὸς πολλὰ ἡμάρτηκα. τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν πρὸς ὑμᾶς; τί δὲ οὐ περὶ τὴν ὑστάτην ἡμέραν παρρησιάσομαι; ὁ δῆμος [ὁ] τῶν Ἀθηναίων ἐβούλετο φίλος εἶναι Μακεδόσι καὶ παραχωρεῖν αὐτοῖς τῆς ἡγεμονίας. οὐκοῦν ἔδει ταῦτα πράττειν ἐπιτρέπειν; τί γάρ, ὦ πάντων ἀνθρώπων πονηρότατε Δημόσθενες, δότε γὰρ ἐμαυτῷ με ἐπιτιμῆσαι καὶ κατηγορίαν τῶν ἐμοὶ πεπολιτευμένων ποιήσασθαι, τί οὖν, ὦ Δημόσθενες, τὸν δῆμον ἐτάραττες; τί δὲ ἐκίνεις ἀκαίρως αὐτὸν ἐπὶ τοιαύτας φιλοτιμίας ἄρχετε τῆς θαλάττης λέγων; οὐ θέλετε ἐμβαίνειν εἰς τὰς τριήρεις; οὐ βούλεσθε ναυμαχεῖν; μὴ χρῆσθε ξενικῇ τῇ δυνάμει, τοὺς πολίτας εἰς τὸν κατάλογον τῶν μαχομένων ἐμποιήσασθε. καὶ οὐ κάλλιον θεάσασθαι τούτους ἢ μάχεσθαι. τοὺς πόρους τῶν στρατιωτῶν μὴ νέμεσθε.

[14] ὢ τῆς ἐπηρείας. οὐ συγχωρεῖς τοῖς Ἀθηναίοις τρυφᾶν, ἀλλ' ἐξάγεις αὐτοὺς ἐκ τῶν Διονυσίων ἐπὶ τὴν θάλατταν καὶ κατακεκλιμένους ἐν τῷ θεάτρῳ καὶ ταῖς πανηγύρεσι ταῖς τοιαύταις τὰ τῶν Ἑλλήνων καταναγκάζεις πολυπραγμονεῖν πράγματα. Θετταλῶν καταλύει τὰς πολιτείας ὁ Φίλιππος. τί δὲ σοὶ μέλει τῶν ἐν Θετταλοῖς ἀτυχημάτων; τυραννίδας ἐν Εὐβοίᾳ καθίστησιν. εἶτα δακρύεις Εὐβοέας τυραννουμένους; διοικίζει τὸ Φωκέων ἔθνος. κάλλιον γὰρ οἰκεῖσθαι κατὰ κώμας αὐτοὺς ἢ κατὰ πόλεις [ἀεί]. εἰς τὴν ἀμφικτυονίαν παραδύεται. ἐγκαλύπτου. οὐδείς σε τῶν ὅπλων ἕνεκεν τῶν Φιλίππου κρινεῖ. ἀπάγει τὴν ἱερὰν τριήρη τῆς Ἀττικῆς. καὶ γὰρ Λύσανδρος πρότερον πολλὰς ἡμῶν τριήρεις κατεναυμάχησεν. ἐπιβουλεύει τοῖς Ἀθηναίοις. σὺ μόνος οἶδας ταῦτα ‹καὶ› καταμαντεύῃ τὰ μέλλοντα. πόσῳ κάλλιον ζηλῶσαι Φιλοκράτην, μιμήσασθαι τὴν Αἰσχίνου καὶ Δημάδου πολιτείαν, αἰχμαλώτους λαμβάνειν, ἐκπώματα, χρυσίον. εὐδοκιμοῦσιν οὗτοι καὶ τὸν δῆμον δοκοῦσι τῶν Ἀθηναίων φιλεῖν. κἂν μαστιγώσῃ τις αὐτῶν Ὀλυνθίαν γυναῖκα, θαυμάζεται. κἂν φιλοτησίας προπίῃ Φιλίππῳ, παρ' ὑμῖν ἐπαινεῖται.

[15] ἀλλ' ἀλγεῖς καὶ στένεις ἐπὶ τοῖς γιγνομένοις. οὐκοῦν οἴκοι στένε καὶ λυπούμενος λάνθανε. τί δὲ εἰς ἐκκλησίαν, τί δὲ εἰς τὸ θέατρον παρελθὼν ἐπιτιμᾷς τοῖς Ἀθηναίοις, ἀργοὺς δὲ αὐτοὺς καὶ ῥᾳθύμους καλεῖς καὶ μικρῶν λημμάτων ἥττους καὶ τῷ θεωρικῷ δελεαζομένους καὶ ἐοικότας τοῖς νοσοῦσι; ταῦτα σὺ ἐτόλμησας εἰπεῖν Ἀθηναίοις, ὀνειδίσαι, λοιδορήσασθαι. οὐ γὰρ ἔδει σε ἀποθανεῖν εὐθέως τὸν Κυρσίλου θάνατον ἐπὶ ῥήμασι πονηροῖς;

[16] ἐτόλμησας, ὦ μιαρώτατε πάντων, εἰπεῖν Ἀθηναίοις· ἐξέστητε τῆς ὑποθέσεως ἐφ' ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον. καὶ πάλιν· μανδραγόραν ἐοίκατε πεπωκόσιν ἀνθρώποις ὑποκατακλινόμενοι Φιλίππῳ. ἐλοιδόρησας τὸν εὐεργέτην πάντων Φίλιππον, τὸν σωτῆρα τῆς Ἑλλάδος βάρβαρον εἴπας αὐτὸν ὅθεν οὐδὲ ἀνδράποδον σπουδαῖον ἔστι πρίασθαι. τοιγαροῦν ὁ δοῦλος, ὁ βάρβαρος ἐπιτάσσει νῦν Ἀθηναίοις. τὸν φιλέταιρον ἄνθρωπον ἐχθρὸν σεαυτῷ καὶ τῇ πόλει κατεσκεύασας. ἔμελέ σοι περὶ Δορίσκου καὶ Σερρίου. πάνυ γὰρ ἐκεῖνα θαυμαστὰ τὰ χωρία. Θρᾴκην ὠδύρου καθάπερ ‹ἂν› τὴν Ἀττικὴν πολιορκουμένην. ὑπὲρ πάντων σὺ κλαίεις, Δημόσθενες, ὑπὲρ Ἰλλυριῶν, ὑπὲρ Τριβαλλῶν, ὑπὲρ Ἀμφιπόλεως, ὑπὲρ Ποτιδαίας. τοιγαροῦν ταῦτά σε ἀπολώλεκε τὰ δάκρυα. Φίλιππός σου κρατεῖ.

[17] ἀλλ' ἔδει καὶ τὸ τέλειον τῶν ἀτυχημάτων Ἀθηναίοις γενέσθαι, τὸ περὶ Χαιρώνειαν πάθος. μέχρι γὰρ τούτων τῶν καιρῶν ζῆν ἐσπούδακας ὃν ὑπὸ τοὺς πρώτους χρόνους ἔδει τετελευτηκέναι. εἰ γὰρ οὐ δύνασαι φέρειν τὴν φορὰν τοῦ Μακεδόνος οὐδὲ τοὺς Ἕλληνας ἀπολλυμένους ὁρᾶν ἡδέως, ἀλλ' ἀλγεῖς καὶ λυπῇ, μετὰ τὴν πρώτην πόλιν ἁλοῦσαν σαυτὸν προσάγγειλον. σὺ δ' ἀναμένεις ἐφησθῆναι πᾶσι τοῖς δημοσίοις κακοῖς. ἐχρῆν πρὸ Φωκέων τετελευτηκέναι, πρὸ τῆς Ὀλυνθίων συμφορᾶς, πρὸ τῆς Εὐβοίας δεδουλωμένης. ἐκέρδανας ἂν τὸ μέγιστον κέρδος, ἐξῆλθες ἂν ἐκ τοῦ ζῆν ἀθέατος χαλεπῶν τοσούτων ἀτυχημάτων. σὺ δὲ διὰ πάντων ἔμεινας φιλοψυχῶν. ἄνανδρος ὡς ἀληθῶς ἦσθα καὶ δειλός. βραδέως ἀποθνήσκεις.

[18] οὐκ ἤρκεσέ σοι τὴν παλαιὰν ἐκείνην πολιτείαν ‹καταλυομένην› ἰδεῖν, ἀλλ' εἰς τοῦτο περιέστησας Ἀθηναίων τὴν τύχην ὥστε προστεθῆναι καὶ Βοιωτίαν τοῖς προτέροις δυστυχήμασι. τειχίζει τὴν Ἐλάτειαν Φίλιππος. ἀμέλει, τὸ χωρίον ἐστὶ Φωκικόν. ἐπὶ Θήβας πάρεστι. βοιωτιάζεις. ἀπολλύσθωσαν Θηβαῖοι μετὰ Φωκέων, Ἀθηναῖοι δὲ ἔνδον ἀκουέτωσαν τὰ δεινὰ μᾶλλον ἢ θεασάσθωσαν.

[19] ἀλλὰ φοβῇ καὶ δέδοικας μὴ μέχρι τῆς Ἀττικῆς ἔλθῃ Φίλιππος. τί θαυμαστόν; καὶ γὰρ Λακεδαιμονίους πολιορκοῦντας ἠνέγκαμεν τὸ πρότερον. οὐκ ἔστιν Ἀρχιδάμου Φίλιππος χαλεπώτερος. ἀλλὰ δεῖ τὸν στρατὸν ἐξαγαγεῖν. ἔασον καλλιερήσασθαι τῇ πόλει, βραδῦναι, μελλῆσαι, παρασκευάσασθαι, δεηθῆναι τῶν συμμάχων, μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων τὸν πόλεμον ποιήσασθαι, πέμψαι παρὰ τὸν Πύθιον, ἐρωτῆσαι τί συμβουλεύει πράττειν Ἀθηναίοις, οὐ γὰρ συνεβούλευσεν ἡμῖν ἐπὶ τῶν Μηδικῶν ἃ δεῖ πράττειν, ἀλλ' ἔδει καινοῦ χρησμοῦ τινος συμβούλους ποιήσασθαι τοὺς θεούς, εἰ δεῖ τὴν πόλιν ἐλευθέραν εἶναι.

[20]    Δι' ἐμὲ ἡ πόλις ἐδυστύχησε, δι' ἐμέ, ὁμολογῶ, δυστυχίαν μεγίστην. ὑπὲρ τῶν Ἑλλήνων ἁπάντων ἐπὶ Χαιρωνείας παρετάξατο μόνη. καὶ γὰρ Θεμιστοκλῆς ἥμαρτε τὸ πρότερον ἐκλιπεῖν πείσας Ἀθηναίους τὴν πόλιν. σὺ δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα ἐφοβήθης, ἀλλὰ τοσούτους στρατιώτας εἰς Βοιωτίαν ἀπέστειλας. οὐκοῦν εἰκότως ἐδυστυχήσαμεν;

[21] τίς ἂν ἐνέγκαι θέαν νεκρῶν χιλίων; τίς ἂν ἐνέγκαι δισχιλίων αἰχμαλώτων συμφοράν; οἱ μὲν τεθνήκασιν, οἱ δὲ οἰκοῦσι τὸ Φιλίππου δεσμωτήριον. εὐτυχέστεροι δέ γε οἱ τετελευτηκότες. μακαρίζω τούτους μᾶλλον τῆς τελευτῆς. νικῶντες τεθνήκασιν ἐλευθέροις σώμασιν. οὐκ εἶδον Φίλιππον νενικηκότα, οὐκ εἶδον τὴν πόλιν ἡττωμένην· καὶ ταῖς μὲν ψυχαῖς ἐκράτησαν, τοῖς σώμασι δὲ ἀπεῖπον. ἐπὶ τούτῳ ἔζησας, ὦ Δημόσθενες, ἵνα λέγῃς ἐπιταφίους τῶν ἀποθανόντων, ἵνα σεμνύνῃς τὴν ἀρετὴν τῶν κειμένων. οὐχ ἱκανὰ ταῦτα προσαγγελίᾳ, οὐ μέγιστα τὰ ἐγκλήματα, οὐ μυρίων θανάτων ἄξια;

[22]    Ἀλλ' ὅρα λοιπὸν καὶ τὸ κεφάλαιον τῶν σῶν ἀτυχημάτων. πέμπει Φίλιππος Ἀθηναίοις ἐπιτάγματα δεινὰ καὶ χαλεπά. οὐ τριήρεις αἰτεῖ νῦν, οἰστὸν γὰρ ‹ἂν› ἦν τὸ δεινόν, οὐδὲ τείχη καθελεῖν, ἀλλ' ἄνδρας δημαγωγοὺς τῆς πόλεως, τὴν παρρησίαν τῶν Ἀθηναίων, τὴν ἐκκλησίαν, τὸ βῆμα. ἁρπάζει τὴν παρρησίαν οἰκουμένων Ἀθηνῶν καί φησι· λεγέτω μηδείς, δημαγωγείτω μηδείς. ἄφωνος ὁ δῆμος ἔστω. καὶ τούτων ἀνέχεσθε ὑμεῖς, τί γὰρ ὀκνήσω καὶ ὑμῖν ἐπιτιμῆσαι ἄνθρωπος μέλλων ἀποθανεῖν;

[23] ἀλλὰ γῆν μὲν καὶ ὕδωρ αἰτήσαντος βασιλέως τὸν ἄνθρωπον ἐκεῖνον ἐξεκηρύξατε καὶ πρὶν ἥλιον δῦναι τῆς Ἀττικῆς ἐξελθεῖν ἐκελεύσατε, Φιλίππου δὲ αἰτοῦντος τὸ μέγιστον κτῆμα τῶν Ἀθηνῶν ἡττήθητε τῶν ἐπιταγμάτων. ᾐτήσασθε γὰρ πέντε ἡμέρας οὐκ ἐλεοῦντες οὐδὲ φιλανθρωπίᾳ χρώμενοι, ἀλλ' ἵνα με τῇ λύπῃ προαναλώσαντες οὕτως ἔκδοτον Μακεδόσι παράσχητε.

[24] οὐκ ἐγνώρισα τὴν ἐκκλησίαν, οὐκ ἐγνώρισα τὰς ἀποκρίσεις. οὕτως ὁ δῆμος τῶν Ἀθηναίων βουλεύεται. εἴτε γὰρ μισοῦντες ᾐτήσασθε τὰς ἡμέρας, φθάνω τὸ μῖσος τὸ ὑμέτερον, εἴτ' ἐλεοῦντες, ἵνα συνεὶς τῆς φιλανθρωπίας τῆς ὑμετέρας προσαγγείλω, βεβαιῶ τὴν γνώμην τὴν ὑμετέραν. Δημοσθένης ἐπὶ μιᾶς ἡμέρας περὶ τῶν αὑτοῦ βουλεύεται.

[25] τέθνηκα ἤδη τῷ λογισμῷ. πᾶσιν ἀπεταξάμην, τοῖς οἰκείοις, τοῖς φίλοις, τῇ θυγατρὶ ἣν καταλείπω μόνην. ἐάσατέ με ὑπὸ τῶν ταύτης ταφῆναι χειρῶν. ἀγήοχα καὶ ταύτην εἰς τὸ βουλευτήριον δεησομένην ὑμῶν καινὴν δέησιν· ἐλεήσατέ μου τὸν πατέρα, ἀπόδοτε αὐτῷ ταύτην τὴν χάριν ἀντὶ Βυζαντίου καὶ Χερρονήσου καὶ τῶν ψηφισμάτων ὧν ἐπολιτεύσατο, ἀντὶ τῶν ἀποστόλων ὧν ἔπεμψεν, ἀντὶ τῶν τειχῶν ἃ κατεσκεύασεν, ἀντὶ θαλάττης ἣν ἐτείχισεν, ἀντὶ νεῶν, ἀντὶ συμμάχων. λαβόντες αὐτὸν ἀποκτείνατε. ἀλλ' ἀναμείνω τὰς ὑμετέρας κρίσεις καὶ τῆς γνώμης τὸ τέλος μανθάνω καὶ διελέγξω τὰ ἀπόρρητα τὰ ὑμέτερα; φθάσαι κάλλιον, προλαβεῖν λυσιτελέστερον.

[26] ἀλλὰ παραμυθοῦνταί με οὗτοι καί φασιν [τοῦ διοχλοῦντος] ὁ δῆμος ἀνθέξεταί μου τοῦ σώματος καὶ οὐκ ἔστιν ὅπως προήσεταί με τοῖς Μακεδόσι. τί οὖν οὐκ εὐθέως ἀπεκρίνατο οὐδὲ παραυτὰ τὴν γνώμην ἐξέφηνε τὴν ἑαυτοῦ; ἀλλ' ἵν' ἄξια φρονήσῃ τῶν πατέρων, πέντε ἡμερῶν δεῖ; τί δ' ἂν καὶ γενοίμην αὐτῷ χρήσιμος ἐνταυθοῖ μένων; ἵνα τί εἴπω παρελθών; τίνας συμβουλίας ποιήσωμαι; ἵνα ἐρεθίσω πάλιν ὑμᾶς ἐπὶ τὰς μάχας; οὐ γὰρ ἔστιν ὅπως ἐμπνέων ἔτι Δημοσθένης ταύτης τῆς τάξεως ἀποστήσεται.

[27] ἀλλὰ κἂν μυριάκις ἡττηθῶμεν μαχόμενοι, ἀήττητον τὴν προαίρεσιν ἐπιδείξομαι τὴν ἐμαυτοῦ. ἐρῶ· πλεῖτε, κἂν μὴ πλέητε, ἐρῶ· στρατεύεσθε, κἂν ἡσυχάζητε. παρώξυγκέ με τὸ περὶ Χαιρώνειαν πάθος. τολμηρότερόν με καὶ θρασύτερον ἐπὶ τὰς δημηγορίας πεποίηκεν. ἔχω ταύτην τοῦ μίσους ὑπόθεσιν. κἂν οἱ νέοι στρατεύεσθαι μὴ θέλωσι, τοὺς πατέρας τῶν περὶ Χαιρώνειαν τετελευτηκότων παρατάξαι πειράσομαι.

[28] ἵν' οὖν μηκέτι τούτων ἀκούητε τῶν λόγων, ἀλλ' ἀπαλλαγῆτε τοῦ διοχλοῦντος, τοῦ διολλύντος ὑμᾶς, ἀποκτείνατε. λυπήσατε Φίλιππον. ἀχθεσθήσεται Δημοσθένους τετελευτηκότος ἐν Ἀθήναις ‹καὶ› ταφέντος. μὴ γὰρ ἴδοιμι ταύτην ἐγὼ τὴν ἡμέραν μηδὲ θεασαίμην ἐκεῖνο τὸ θέαμα, ἐμαυτὸν ὑπὸ τῶν δορυφόρων ἀγόμενον καὶ βαδίζοντα τὴν ἐπὶ Μακεδονίαν ὁδὸν διὰ Πυλῶν, ἃς ἔκλεισα, διὰ Φωκέων, οὓς ἔκλαυσα. οὐ βούλομαι τὰς κενὰς κώμας ἰδεῖν τῶν ἑαλωκότων. οἷα γὰρ καὶ πείσομαι, θεάσεταί με Φίλιππος δεδεμένον, εἰσάξει με εἰς τὸ δεσμωτήριον τῶν ἑαλωκότων, ὃν οὐκ ἐχειρώσατο.

[29] ἐρεῖ ταῦτα· ἐκείνους ἐπὶ Χαιρωνείας ἔλαβον, τοῦτον ἐξ Ἀθηνῶν, ἐκείνους ἐκ μάχης, τοῦτον ἐκ προστάγματος. κἂν μὲν εὐθέως ἀνέλῃ με, μετριώτατον πολλῷ τὸ δεινόν· νυνὶ δέ, οἶδα γὰρ τὴν ὠμότητα τοῦ βαρβάρου καὶ τὴν ἀκολασίαν καὶ τὴν ἀσέλγειαν καὶ τὸ μῖσος, ἐμπλησθήσεται τοῦ σώματος καθ' ἑκάστην δημηγορίαν καινῶν βασάνων, προπηλακίσεται τὸν δημαγωγὸν τῶν Ἀθηναίων. ὑπὲρ Βυζαντίου βασανισθήτω. ὑπὲρ Πυλῶν καυσάτω τις αὐτόν, ὑπὲρ Χαλκιδέων ἀναλωσάτω. πολλοὺς ὑπὲρ Ὀλυνθίων λόγους ἐποιήσατο. ὄψεταί με ‹Λασθένης, ὄψεται› Εὐθυκράτης δεδεμένον. ὀνειδιοῦσί μοι τὴν εὔνοιαν τὴν πρὸς ὑμᾶς, ἐπαινέσουσιν αὑτοὺς τῆς προδοσίας.

[30] πῶς ἄν τις ταῦτα ἐνέγκαι τὰ δεινά, πῶς τις ὑπομείναι τὸ μέγεθος τῶν κακῶν; ἐκεῖνο ‹δὲ› πάντων ἀλγεινότατον ἔσται, ἂν εἴπῃ παραστὰς Φίλιππος· ὦ πάντων ἀγενέστατε Δημόσθενες, οὐκ ἔδοξας Ἀθηναίοις οὐδὲ προσαγγελίας ἄξιος. ἐφθόνησάν σοι καὶ τελευτῆς ἀναγκαίας. μή, πρὸς τῆς Ἀθηνᾶς, ὦ ἄνδρες, μηδὲν ἐάσητε πραχθῆναι τούτων τῶν ἀτυχημάτων, ἀλλ' αὐτοὶ καταψηφίσασθε τὸν θάνατον.

[31]    Βούλομαι δὲ ἀπαλλαττόμενος τοῦ λόγου καλέσαι τοὺς ῥήτορας ἅπαντας. ἐγὼ μὲν ἐξέρχομαι τοῦ βίου καὶ ταύτην ἄπειμι τὴν πορείαν ἣν ἐβράβευσεν ἡ τύχη καὶ τὸ δαιμόνιον, ὑμῖν δὲ καταλιμπάνω τὰς Ἀθήνας οἰκουμένας, τὸν Πειραιέα μεστὸν σκαφῶν. οὐδεὶς ἐκεῖ Μακεδόνων ὁρμίζεται. κενὸς ὁ λιμὴν τριήρων πολεμίων. ἔχετε καὶ τεῖχος, ἔχετε καὶ συμμάχους. ἔστιν ὑμῖν καὶ χρήματα. πρὸ τούτων ἁπάντων ἐκεῖνο λογίσασθε· μίαν μάχην νενίκησθε. πολυάνθρωπός ἐστιν ἡ τῶν Ἀθηναίων πόλις. οὐκ ἦσαν μόνοι τρισχίλιοι. ἐντεῦθεν ἐξέπλευσαν ἀπόστολοι πολλοί, ἐντεῦθεν συμμαχίαι γεγόνασι πολλαί.

[32] μετὰ τὸν θάνατον τὸν ἐμὸν τὰς ἐμὰς δημηγορίας ἀναγνώσεσθε. ἀπολείπω γὰρ ὑμῖν κτήματα τιμιώτερα χρημάτων, τοὺς λόγους τοὺς κατὰ τῶν Μακεδόνων. ἐνταῦθα πάντα ὄψεσθε, τὰς ἀρετάς, τὰ κατορθώματα. πεισθήσεσθέ μοι μετὰ τὴν τελευτήν, εἰ καὶ ζῶντος ὠλιγωρήσατε. ἐγὼ δ' εἰ καὶ νῦν δυστυχῶ καὶ τοῖς πολλοῖς ἐπταικέναι δοκῶ, τεύξομαι τῶν ἄθλων τῶν προσηκόντων.

[33] οὐκ εἰκῆ ταῦτα οἱ μυθογράφοι λέγουσιν οὐδὲ πλάττουσι τοὺς λόγους, ἀλλ' ὡς ἔνθεοι γεγονότες τἀληθῆ τεκμαίρονται. ἔστι τις χῶρος ἀνιερωμένος τοῖς καθαρῶς τὸν βίον διαγαγοῦσι καὶ κρίσεις καὶ δικαστήρια. εἰς ἐκεῖνον ἀφίξεται Δημοσθένης τὸν τόπον, ὅπου τὸν Ἀριστείδην εἶναι λέγουσιν, ὅπου Μιλτιάδην, ὅπου Θεμιστοκλέα, ὅπου Θησέα, ὅπου τοὺς ἥρωας τοὺς παλαιούς.

[34]    Διαδικάσομαι πρὸς ἐκείνους περὶ τῶν κατορθωμάτων. πρὸς μὲν Θησέα τούτους ἐρῶ τοὺς λόγους· σὺ μὲν συνῴκισας τὴν πόλιν τῶν Ἀθηναίων κατὰ δήμους οἰκουμένην, ἐγὼ δὲ σώαν ἐτήρησα. σύ, Μιλτιάδη, τὴν ἐν Μαραθῶνι μάχην ἐνίκησας. μιᾶς μοι λέγεις ἡμέρας ἔργον, ἐγὼ δὲ ἐν πολλῷ χρόνῳ πρὸς τὴν φορὰν τοῦ Φιλίππου παρεταξάμην. σὺ δέ, Θεμιστόκλεις, ἐπὶ Σαλαμῖνος κατώρθωσας. ἐγγὺς ἡ θάλασσα τῆς Ἀττικῆς καὶ τὸ χωρίον πλησίον ὁρώμενον ‹ἀπὸ› τῶν Ἀθηνῶν, ἐγὼ δὲ μέχρις Ἑλλησπόντου καὶ τῶν ‹πέραν› τόπων τὴν εὐψυχίαν ἐξαγώγιμον ἀπέφηνα τῶν Ἀθηναίων. σὺ δὲ τοὺς φόρους ἔταξας, Ἀριστείδη, ταῖς πόλεσι καὶ τοῖς συμμάχοις, ἐγὼ δὲ αὐτὰς τὰς πόλεις ἐξειλόμην τῶν ὅπλων τῶν Φιλίππου, ὑμεῖς στρατευόμενοι καὶ πονοῦντες, ἐγὼ δὲ σεμνύνων τὰ ὑμέτερα κατορθώματα.