[1]
[1] Ἔχετε, ὦ βουλή, τὰς πεντακοσίας δραχμάς, τὸν θαυμαστὸν θησαυρόν, καὶ τοσαύτας ἑτέρας ἀπὸ τῆς προτέρας οὐσίας τῆς ἐμῆς τοῦ δυστυχοῦς. προσαφέλεσθε δή τι καὶ τρίτον, εἰ βούλεσθε, τὴν ἐμὴν ψυχὴν μικροῦ μοι μεταδόντες κωνείου. δεῖ γὰρ ὑμᾶς μὲν καὶ χαίρειν καὶ ζῆν ἐθέλειν ἔχοντας τὰ ἀλλότρια, τὸν δὲ ἠναγκασμένον διδόναι τοσαύτας δραχμὰς ἐμὲ τὰς μὲν ἄρτι κτησάμενον, τὰς δὲ πάλαι τελευτᾶν. τί γὰρ δεῖ ζῆν ἄνθρωπον νοῦν ἔχοντα τοσούτου τῆς οἰκίας ἐξεληλυθότος ἀργυρίου;
[2] μικροῦ μὲν οὖν ἔτι τῶν χρημάτων ἀριθμουμένων λειποψυχήσας ἀπέθανον, καὶ ἔδει γε οὕτω τοῦτο γενέσθαι καὶ πρὶν ἰδεῖν με τἀργύριον εἰς ὑμᾶς ἐλθὸν ἀπὸ τῶν πρώτων δραχμῶν κατενεχθέντα κεῖσθαι· ἐπεὶ δ' οὐκ οἶδ' ὅπως τοσοῦτον ἤνεγκα κακὸν καὶ οὐδὲ τοῦτο κεκέρδακα ὁ πάντα ἐγὼ ζημιούμενος, ὃ μὴ συνέβη τότε γενέσθω νῦν. καὶ οὗ τὸν οἶκον ἐσθίετε, τούτῳ δότε μικρὰν χάριν φάρμακον ὀλίγον μεγάλων κακῶν ἀπαλλαγήν, ἢ πάντων δεινότατον πράξετε τοῦτον ζῆν καταναγκάζοντες, ᾧ δι' ὧν ἀφείλεσθε χρημάτων ἀφόρητον κατεστήσατε τὴν ζωήν.
[3] ἔστι μὲν οὖν μοι ἀνιαρὸν καὶ τὸ θανάτῳ τῆς λοιπῆς οὐσίας ἀποστερεῖσθαι καὶ ἐμὲ μὲν σήπεσθαι κατορωρυγμένον, τὰ δὲ ὑπ' ἐμοῦ συνειλεγμένα μετὰ πολλῶν ἱδρώτων ἐν ἄλλων εἶναι χερσίν· ἀλλ' εἰ μὲν οἷόν τε ἦν λῦσαι τὴν συμφορὰν καὶ πάλιν εἰσενεγκεῖν οἴκαδε τὰς χιλίας, οὐκ ἂν ταῦτα ἔλεγον ἅπερ νῦν οὐδὲ ἠπειγόμην πρὸς θάνατον· ἐπειδὴ δὲ οὐκ ἔστι μοι τοῦτο ἐλπίσαι, τίς γὰρ ἂν λαβὼν ἀποδοίη ῥᾳδίως ἐξὸν ἔχειν; ἧττον ἡγοῦμαι κακὸν ἀποθανόντα μηδὲν ἐπαισθάνεσθαι τῶν ὕστερον ἢ ζῶντα τήκεσθαι τῇ λύπῃ τῶν ὁρωμένων κακῶν.
[4] Ὡς τοίνυν ταύτην εἰκότως φέρω κατ' ἐμαυτοῦ τὴν ψῆφον, μᾶλλον δὲ ἕπομαι τῇ τύχῃ ταύτην ἐνεγκούσῃ κατ' ἐμοῦ, πειράσομαι διδάσκειν ὑμᾶς. ἀλλ' ὅπως μὴ γέλωτα ποιήσησθε τὴν ἐμὴν δυστυχίαν μηδ', ἂν οἱ σκώπτειν οὗτοι εἰωθότες ῥήτορες τὸ αὐτὸ καὶ νῦν ποιῶσιν, ἀνάσχησθε. δεινὸν γὰρ ἕτερον μὲν στένειν, ἑτέρῳ δὲ τοῦτο ἡδονὴν εἶναι.
[5] Ἐμοὶ πατὴρ ἦν, ὦ βουλή, φειδόμενος καὶ οἰόμενος δεῖν τὰ ὄντα πλείω ποιεῖν οὐ τῷ τὰ τῶν ἄλλων ἁρπάζειν, τῷ δὲ μηδὲν εἰκῆ τῶν αὑτοῦ προΐεσθαι. τρέφων δέ με ἐν τοῖς αὐτοῖς ἤθεσι παρῄνει λέγων· ὦ παῖ, μέχρις ἂν εὐπορῇς, ἀνήρ τε εἶναι τοῖς σαυτοῦ πολίταις δόξεις καὶ γινώσκειν ἅπερ χρὴ καὶ τὰ δέοντα λέγειν, ἡνίκ' ἄν τι παραινῇς· ἂν δ' ἀναλώσας λάθῃς, ἡ πενία σου βλάψει τὴν φρόνησιν καὶ οὐδὲ τὰ ἄριστα λέγων ἕξεις ποτὲ τὸν πειθόμενον. κοινὸν γὰρ τοῦτο ἀνθρώπων τοῖς εὐποροῦσι προσέχειν. τῷ γὰρ ἃ βούλονται δύνασθαι καὶ τὸ βέλτιστον ὁρᾶν δοκοῦσι τοῖς ἄλλοις δύνασθαι.
[6] ἠξίου δέ με καὶ παρὰ τῶν ποιητῶν μαρτυρίας λαμβάνειν τῆς τῶν χρημάτων ἰσχύος, καὶ οὐχ εὕρισκον αὐτὸν ψευδόμενον. μεγάλων γὰρ ὡς ἀληθῶς ἐγκωμίων τὸ πρᾶγμα παρ' αὐτοῖς τετύχηκεν, οἳ καὶ τῶν θεῶν τὰ ἐκπώματα χρυσᾶ φασιν εἶναι καὶ τοσοῦτον αὐτοῖς ἐν οὐρανῷ κεῖσθαι χρυσίον ὥστε καὶ πόλεις ὅλας εὐδαίμονας ποιεῖν ὑετῷ χρυσίου. πρὸς ταῦτα τοίνυν, ὦ παῖ, βλέπων, ἔλεγεν, ἐπειδὰν παραλάβῃς τὸν κλῆρον, πειρῶ μάλιστα παῖς ἐμὸς εἶναι. τοῦτο δὲ ἐν τῷ κατὰ τὴν γνώμην ἐοικέναι ‹μοι› ποιήσεις.
[7] ὁ μὲν οὖν ἐτελεύτησεν, ὦ βουλή, τὸν βίον πολλὰ τοιαῦτα εἰπών, ἐγὼ δὲ οὐκ ἠμνημόνουν τῶν λόγων, ἀλλ' ἦν κληρονόμος ἀκριβῶς τῆς ἐκείνου προαιρέσεως καὶ διῃτώμην τε ᾗπερ ἐκεῖνος καὶ ὅπως τι καθ' ἡμέραν ἢ μικρὸν ἢ μεῖζον προσθῶ τοῖς οὖσι μάλιστα ἐφρόντιζον καὶ γυναῖκά τε ἠγαγόμην πλείω μᾶλλον κεκτημένην ἢ καλήν, ᾔδειν γὰρ οὐδεμίαν οὖσαν ἀπὸ τοῦ κάλλους πρόσοδον, ἀλλὰ τὰ χρήματα μὲν τοῦ χρόνου προϊόντος ἐπιδιδόντα, τὴν ὥραν δὲ ἀναλισκομένην ὥσπερ ὑπὸ τῶν ἀσώτων τὴν οὐσίαν, ἔν τε τοῖς γάμοις αὐτοῖς ἑωρᾶτέ με τοῦ πατρὸς μεμνημένον ἀριθμῷ δᾴδων, ἀριθμῷ δαιτυμόνων, τῷ μέτρῳ τῆς ἐδωδῆς. τί γὰρ ἔδει πολλοῦ πυρὸς ἀρκοῦντος ἐλάττονος; τί δὲ εἰς δεῖπνα μέρος τῆς προικὸς οὐκ ὀλίγον δαπανᾶν καὶ τοὺς μὲν ἀποπέμπειν ἐμπεπλησμένους, αὐτὸν δὲ ὕστερον λογιζόμενον ἀλγεῖν;
[8] ἐνῆγον δὲ καὶ τὴν γυναῖκα πρὸς τὰ αὐτὰ καὶ τῶν μὲν οἴκοθεν ἔπειθον ἐπιλανθάνεσθαι τρόπων, μιμεῖσθαι δὲ τὰ τοῦ γεγαμηκότος. ταῦτα δὲ ἦν μέγα ἀγαθὸν νομίζειν ἀργύριον καὶ μήτε περὶ τὰς τρίχας μήτε περὶ τὸ πρόσωπον μήτ' αὖ περὶ τὰς ἐσθῆτας μηδὲν ποιεῖσθαι μάταιον ἀνάλωμα. χρυσοφορεῖν δὲ ἐπέτρεπον καὶ ταύτῃ καλλωπίζειν καὶ δέρην καὶ χεῖρας καὶ πόδας. τὸ μὲν γὰρ ψιμύθιον, ἔφην, καὶ τὰ τοιαῦτα περιπλύνεται καὶ δεῖ πάλιν ἑτέρου καὶ δαπάνης ἑτέρας, τὰ χρυσία δὲ οἷάπερ ἦν μένει καὶ οὐδὲ τὰ τῶν ἱματίων ταῦτά γε δεῖ πάσχειν οὐδὲ τρίβεσθαι τὰ τούτοις συμβαίνοντα.
[9] καὶ τὰς θεραπαίνας τὰς αὐτῆς ἐπαίδευον, αἱ μὲν γὰρ τοῦ πατρὸς ὑπ' ἐκείνου βέλτισται ἐγεγένηντο. πάντως οὖν ἦσαν ἐν ἔργοις συνεχῶς, χειμῶνος μὲν προστιθεμένου ταῖς ἡμέραις μέρους τῆς νυκτὸς οὐ μικροῦ, τοῦ θέρους δὲ οὐδενὸς τῆς ἡμέρας μέρους ὕπνῳ διδομένου. καὶ τὸ πρᾶγμα κοῦφον ἦν τοῖς οἰκέταις τῷ καὶ ἡμᾶς κοινωνεῖν τῶν πόνων. ταῦτα δὲ ἐφέρομεν ῥᾳδίως τῷ μὴ βαρύνεσθαι κρέασί τε καὶ ποτοῖς καὶ μαγείρων τέχναις. ἤρκει γὰρ τὰ ἀπὸ γῆς καὶ δένδρων, σῦκα, βότρυες, λάχανα, οἶνος ὀλίγος, ὕδωρ πολύ. τὸ δὲ ἀπ' αὐτῶν γινόμενον ἦν ἀργύριον, καλὸς τῆς ἐγκρατείας μισθός. ἤδη τινὸς τῶν φίλων πέμψαντος ἰχθὺν καὶ ὄρνιν ἥσθην μὲν φαγών, ἦν δὲ τὸ πλέον τῆς ἡδονῆς ἐν τῷ μὴ πριάμενον ἔχειν ἐσθίειν.
[10] εἶτ' ἐπὶ τούτοις ἤκουον κακῶς ὑπὸ τῶν τρυφώντων καὶ κραιπαλώντων καὶ μηδὲ ὀρθοῦσθαι δυναμένων καὶ φυλάξαι μὲν ἃ παρέλαβον οὐ βουληθέντων, τοῖς δὲ τὰ αὑτῶν ηὐξηκόσι φθονούντων. καί τις εἶπέ που λέγων· τοῦτον δὲ πλουτεῖν καὶ κεκτῆσθαι τοσαῦτα; τούτῳ δὲ ἑκάστην ἡμέραν ἀργύριον φέρειν; τί τὴν πόλιν ἀδικοῦντι, βέλτιστε; πρόσθες γάρ, εἴπερ ἔχεις. ἀλλ' οὐκ ἂν ἔχοις.
[11] οὐ γὰρ ἱεροσυλῶν οὐδὲ νεκροὺς ἀδικῶν οὐδὲ τοίχους ὀρύττων οὐδὲ τὰ κοινὰ κλέπτων οὐδὲ κατὰ τῆς πατρίδος λαμβάνων οὐδ' ἀπ' ἄλλου πονηροῦ λήμματος οὐδενὸς ταῦτα ἐφ' οἷς ῥήγνυσθε ὑμεῖς ἐκτησάμην, ἀλλ' ὀβολὸν ὀβολῷ προστιθεὶς καὶ δραχμῇ δραχμὴν καὶ ταῖς τοῦ σώματος ἡδοναῖς οὐδαμῶς χαριζόμενος μαίνεσθαι μὲν νομίζων τοὺς κυβεύοντας, μαίνεσθαι δὲ τοὺς ἑταίρας τρέφοντας, μαίνεσθαι δὲ τοὺς ὑπερεσθίοντας καὶ οὐ λογιζομένους ὅτι κρεῖττον ἐν βαλαντίῳ φρουρεῖσθαι τὸ χρυσίον ἢ διὰ τῆς γαστρὸς διεξιὸν ἀπολωλέναι. ἃ πολλάκις ἐγκατέλιπε τῷ σώματι μέγα τι καὶ ἀνίατον κακόν, ταῦτα πολλοὺς ἐξέβαλε τῶν πατρῴων, ταῦτα πτωχοὺς οὐκ ὀλίγους ἔδειξεν, οὓς νόμος ἀφαιρεῖται τὴν παρρησίαν δέον τὰς ψυχάς, ὥσπερ τοὺς τῶν πατρίδων προδότας. καὶ γὰρ οὗτοι τῶν οἰκείων προδόται.
[12] Θαυμαστὸν οὖν εἶναί τῳ φαίνεται χρήματα εἶναί μοι καὶ ἀποπνίγεται; τί οὐκ ἐμιμήσατο; καὶ ἦν ἂν τῶν εὐπορούντων μᾶλλον ἢ τῶν λυπουμένων. ὅτ' ἀπεδήμουν οὗτοι θεασόμενοι τοὺς ἀγῶνας καὶ συνῆγον θεωροὺς ἐπὶ δεῖπνα καὶ ἐδόκουν εἶναι καὶ ἐκαλοῦντο λαμπροί, τότ' ἐγὼ καθήμενος οἴκοι φακῇ καὶ κρομμύοις ἄριστον ἐμέτρησα πολλάκις. εἶθ' οἱ μὲν ἐπανῄεσαν ἀντ' ἀργυρίου πολλὴν διήγησιν φέροντες ἀκάρπου πυγμῆς τινος ἢ πάλης, ἐγὼ δὲ ἀντὶ ματαίου θέας εἶχον ὀβολούς.
[13] ὅθ' οὗτοι παρ' ἡμῖν κόλακας εἱστίων, τότ' ἐγὼ μετὰ τῆς γυναικὸς καὶ τῶν παιδίων μόνα ἐδείπνουν ἃ ἐκώλυε μὴ τελευτᾶν. τί δ' ἄν τις τούτου σωφρονῶν ζητήσειε πλέον; οὐ γὰρ δὴ τοῖς μὲν ἐκείνως διαιτωμένοις ἐστὶν εἰς γῆρας ἐλθεῖν, τούτοις δὲ ἀνάγκη προαπελθεῖν, ἀλλ' ὡς ἐπὶ πλεῖστον τούτων μᾶλλον ἢ ἐκείνων τὸ πρὸς γῆρας ἥκειν ἐστίν.
[14] ἔτι τοίνυν οἱ μὲν τἀκ τῶν ἀγρῶν ἃ δίδωσιν ἐνιαυτὸς μόλις ἐν ἀκαρεῖ χρόνῳ διαρριπτοῦσι, κἂν ἐπαινέσῃ τις ἐξαπατῶν, ἀπῆλθε λαβὼν ὁπόσον ἠθέλησεν· ἐγὼ δὲ ἐμαυτὸν πλέον ἢ τοὺς ἀπατεῶνας φιλῶ καὶ ἀξιῶ γε κερδαίνειν οὐκ ἀπὸ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ῥόδων ὀλίγων καὶ ἴων καὶ κρίνων. οὐ γὰρ περὶ τὴν ῥῖνα αὐτὰ μαραίνω τὴν ἐμαυτοῦ οὐδ' ἐπιρρίπτω τραπέζῃ καὶ φιάλαις, ἀλλ' ἀπολαύω μὲν τῆς εὐωδίας ἣν ἐπὶ τῆς γῆς ἑστῶτα παρέχεται τὰ ἄνθη, κείρας δὲ κελεύω φέρειν εἰς ἀγορὰν γενησόμενά μοι χρήματα, οἱ δὲ καταπατοῦσιν οἱ ἠλίθιοι ἃ πωλεῖν ἐξῆν.
[15] οἱ μὲν ἄλλοι ζεύγη τρέφουσιν ἵππων ἀδηφαγούντων, ἀφ' ὧν αὐτοῖς κότινος καὶ μικρὸν ὕστερον λιμός, ἐγὼ δ' οὐδ' εἰς ἀγρὸν ἐφ' ἵππου κομίζομαι, τί γὰρ δεῖ πράγματα ἔχειν μαχόμενον πολλάκις ἑτερογνάθῳ καὶ κυφαγωγοῦντι καὶ ἀποσειομένῳ τὸν δεσπότην; ὁ δὲ ἐπὶ τοσούτοις κακοῖς καὶ τρυφᾶν ἀξιοῖ, ἀλλ' ὁ βέλτιστος ὄνος ἀρκεῖ μοι φέρων αὐτὸν καὶ στρώματα καὶ μετ' ἐκείνων παιδίον καὶ τὰ αὑτοῦ πονήσας οὐκ ἀπαιτεῖ κριθὰς οὐδὲ ὀλύρας, ἀλλ' ἀπέχρησεν ἄχυρα οὐ πολλὰ καὶ πόα που φανεῖσα.
[16] καὶ ἀπέρχομαι τῶν ἀγρῶν οὐ προσαψάμενος οὐκ αἰπολίων, οὐ ποιμνίων, οὐ συβοσίων οὐδὲ κωλύσας δελφάκιον εἰς ἀκμὴν ἐλθεῖν, ὑμῶν δέ, ὦ πεντακόσιοι, τινὲς ἀντὶ λύκων γίνονται τοῖς βοσκήμασιν εἰς ἀγρὸν ἰόντες καὶ τὰ τῶν λῃστῶν αὐτοὶ σφᾶς αὐτοὺς ἐργάζονται τά τε ἄλλα καὶ ζεύγεσιν ὀρικοῖς πληροῦσι τὰς ἐκεῖ φάτνας. εἶτα λοιδορεῖτε τοὺς ἀγροὺς ὡς οὐδὲν διδόντας ἀφέντες ὑμᾶς αὐτοὺς τοὺς οὐκ εἰδότας σώζειν.
[17] Ἐγὼ δὲ οἶδα καὶ τῆς γε περὶ ταῦτα τέχνης τὰ μὲν ἀκηκόατε, τὰ δὲ ἀκούσεσθε. ὁπότε γάρ, ὦ βουλή, γένοιντο εἰσφοραὶ μεγάλων πολέμων ἀναγκαζόντων, κατηρώμην μὲν καὶ τοῖς πολεμίοις καὶ τοῖς ῥήτορσιν οὓς ὠφελοῦσιν οἱ πολέμιοι, τὸ δὲ ἐπιβάλλον εἰσφέρων ἀηδῶς μέν, δεῖ γάρ με τἀληθῆ λέγειν, οὐ μὴν ἔφυγόν γε πώποτε τῶν ὑφ' ὑμῶν ἐψηφισμένων οὐδέν. τοῦτο δὴ τὸ ἀναλισκόμενον ἐπλήρουν τῷ τῆς εἰωθυίας ἀφαιρεῖν τροφῆς οὔσης μὲν οὐ πολλῆς οὐδὲ ἐκείνης, ὅμως δὲ ἐπειρώμην διὰ τῆς γαστρὸς τὸ ἀναλισκόμενον κομίζεσθαι μήτ' αὐτὸς καθ' ἡμέραν ἐσθίων μήτε τὴν γυναῖκα καὶ τοὺς θεράποντας συγχωρῶν.
[18] ἀχθεσθείσης δέ ποτε τῆς γυναικὸς ἐπὶ τούτοις καὶ θαυμαζούσης τὴν πολυτέλειαν τοῦ γείτονος καὶ προσειπούσης μακάριον διὰ τί; ἔφην. διὰ τὴν ἡδονήν; πάνυ γε, ἔφησεν. εἶτ' οἴει τὴν ἡδονήν, ἔφην, ἐκείνην ἐγγὺς εἶναι τῆς ἡμετέρας καὶ οὐχ ὁρᾷς ὡς ἡ μὲν ἐφήμερος, ἡ δὲ διηνεκὴς ἀργύριον ἔχοντα ζῆν;
[19] ἐπῄνεσε τὸ ῥητὸν καὶ συνεχώρησε καὶ τοῦτο καὶ ἕτερόν τι πρὸς τούτῳ, τὰς παρ' ἐμοὶ πλίνθους καὶ τὸν πηλὸν τῶν ἑτέρωθι καὶ λίθων καὶ γραφῶν εἶναι βελτίω. οἱ μὲν γὰρ εἰς ἐκεῖνα βλέποντες πολλάκις, ἔφην, ὑπὸ τοῖς δανείζουσι κεῖνται καὶ οὐ τέρπονται τούτοις μᾶλλον ἢ ἐκείνους πεφρίκασιν, ἡμῖν δὲ τὸ χρυσίον ἐν κιβωτίοις κατακείμενον τὴν ἐκ τῶν πλίνθων ἀηδίαν ἀφαιρεῖται. ὅσῳ τοίνυν βέλτιον χρυσίῳ ἢ γραφαῖς καὶ λίθοις τέρπεσθαι, τοσούτῳ ἡμεῖς ἐκείνων μᾶλλον τερπόμεθα. κατένευσε καὶ πάλιν ἡ γυνὴ καὶ τοῖς ἐμοῖς οὐδὲν ἐμέμφετο τρόποις.
[20] Ἀλλ' ἐμοί, ὦ ἄνδρες, τοῦτο μόνον δεινὸν ἐφαίνετο καὶ παγχάλεπον, ὡς ἄλλοις μὲν αὐτομάτως ἐπιρρεῖ τὰ τοῦ πλούτου καλά, ἐμοὶ δὲ τὴν γαστέρα στενοῦντι καὶ τὴν γυναῖκα θλίβοντι καὶ τοὺς οἰκέτας λιμῷ ταλαιπωροῦντι. διὰ ταῦτα τοίνυν ἠδημόνουν καὶ ἔστενον οὐκ ὢν εἷς καὶ αὐτὸς ἐκείνων καὶ τὸν ἐμαυτοῦ δαίμονα ἐκάκιζον ὡς ῥᾴθυμον προστάτην, εἰ τοῖς μὲν ἄλλοις ἀπόνως ἀφικνεῖται τἀγαθά, ὁ δὲ περιορᾷ με γλίσχρως καὶ μόλις καὶ ταλαιπώρως ἀγείροντα χρυσίον.
[21] λαβὼν δὴ λιβανωτὸν καὶ στεφάνους αὐτοφυῶν ἀνθέων ἦλθον εἰς Διὸς Κτησίου καὶ Ἑρμοῦ Κερδῴου καὶ θεραπεύσας οἷς ἔφην, οὐ γὰρ δὴ βοῦν γε οὐδὲ κριὸν οὐδὲ κάπρον ἔθυσα οὐδὲ χρυσίδα ἀνέθηκα φέρων ἀνάξιον νομίζων τῶν θεῶν τηλικαύτης βλάβης αἰτίους καθίστασθαι τοῖς ἀνθρώποις καὶ ἐν τιμῆς σχήματι φανερῶς λαμβάνειν ἃ τοῖς κλέπτουσιν ὀργιζόμεθα καὶ τὸ πᾶν διδόντας τοσοῦτον ζητεῖν μέρος.
[22] βλέπων τοίνυν εἰς τὰ ἀγάλματα καὶ τοὺς ἐκ θησαυρῶν πεπλουτηκότας ἀριθμήσας ηὐχόμην, ἐδεόμην, ἱκέτευον τῶν ἴσων καὶ αὐτὸς τυχεῖν. ἀπῆλθον ἡγούμενος πεπεικέναι τοὺς θεούς. καὶ πρώτη νὺξ καὶ ὀνείρων ὄψις ἀσαφὴς οὔθ' ὅλως ἀφεστηκυῖα θησαυρῶν οὔτε διδοῦσα παντελῶς. πάλιν οὖν ἐγὼ περὶ τοὺς βωμοὺς ἅμα λιβανωτῷ, τοῦτο γὰρ ἦν τὸ δεινόν, καὶ ᾔτουν σαφῶς μηνυθῆναι τὸ κέρδος.
[23] ἡ νὺξ ἡ δευτέρα πλέον μέν τι τῆς προτέρας εἶχεν, οὔπω δὲ ἐδίδου καθαρῶς οὐδὲν οὐδὲ αὕτη. εἵμαρτο γάρ με, ὡς ἔοικε, καὶ τρὶς ἐνεγκεῖν λιβανωτόν. γίνεται δὴ τελεία τις ὄψις καὶ ἐκέλευσεν ὁ φανεὶς θεὸς ἐλθόντα εἰς ἀγρὸν ὀρύττειν χωρίον, εἰπὼν ὅ τι τοῦτο ἦν, ὡς ἐκεῖθέν με κερδανοῦντα. ἐγείρομαι περιχαρὴς καὶ οὐδὲ ὑποδησάμενος εἶπον τοῖς οἰκέταις ἅμας τε καὶ θυλάκους ὡς πλείστους λαβόντας ἀκολουθεῖν.
[24] ἡγούμην τρέχων. ὡς δὲ ἥκων ἐπέγνων τὸ χωρίον, πρῶτον μὲν αὐτό τε ἐκεῖνο καὶ τὸν πέμψαντα ἐκεῖσε προσεκύνησα δαίμονα, ἔπειτα ὤρυττον προσπεσὼν αὐτός τε ταῖς ἐμαυτοῦ χερσὶ καὶ ταῖς τῶν θεραπόντων. καὶ πολὺς μὲν ὁ πόνος, οὔπω δὲ δῆλον οὐδέν, ἀπειπεῖν δὲ οὐκ ἐνῆν. ἡ γὰρ ἐλπὶς ἐπερρώννυε. καὶ ἐδόκει δεῖν εἰς πᾶν βάθος ἰέναι καὶ εἰδέναι κερδαίνειν.
[25] ὡς δὲ ἦσαν ὀργυιαὶ πολλαὶ τὸ ὀρωρυγμένον, δείκνυταί τι μόλις ἀγγεῖον σμικρὸν κεραμεοῦν. εὐθὺς μὲν ἠθύμησα τῇ σμικρότητι καὶ τὸν κατορύξαντα ἐμεμφόμην, ὅτι μὴ μεῖζον, παρεμυθούμην δ' οὖν ἐμαυτὸν μεστὸν εἶναι χρυσίου τὸ φαινόμενον πειθόμενος. ὡς δὲ ἀνελόμενος εἶχον ἐν χεροῖν καὶ μέλλειν οὐκ ἠδυνάμην, ἀλλ' ἐγύμνουν τὸ φρουρούμενον, σκεδάννυνται πεντακόσιαι δραχμαί. καὶ τοῦ πολλοῦ πόνου καὶ τῆς μεγάλης ἐλπίδος τοῦτο ἦν τὸ πέρας. οὐ μὴν ὑπεριδὼν ἀφεὶς ἀπῆλθον, ἀλλ' ἀνάξιον μὲν ἡγούμην θεοῦ τὸ δῶρον, δῶρον δὲ ὅμως, καὶ λαβὼν φαιδρότερος ᾔειν οἴκαδε. πεντακόσιαι γὰρ ἔξω τόκων προσεγεγένηντό μοι.
[26] καὶ παραγγέλλω δὴ τοῖς οἰκέταις, ὁμολογῶ γάρ, σιγᾶν καὶ μηδὲ πρὸς ἀλλήλους μηδὲν τοιοῦτον λέγειν. τῶν δὲ ἄρα ἦν τις γλώττης ἀκρατὴς καί, ὡς εἰκός, ἐξελάλησεν. ὡς δὲ ᾔσθετό τις τῶν φθονερῶν, ἀγγέλλει πρὸς τὴν ἀρχὴν καὶ παραχρῆμα ἐφειστήκει τις συνάγων τὸ πρόσωπον καί, ὦ φίλτατε, φησί, γνώριζε τὸν νόμον καὶ θησαυρὸν εὑρηκώς, ἀκούω γὰρ καὶ ποῦ καὶ ὅπως, κατάβαλε χιλίας.
[27] ἐξεπήδησέ μοι μικροῦ πρὸς τὰ ῥηθέντα ἡ καρδία, πάντα γὰρ διηγεῖτο σαφῶς ὡς ἂν σὺν ἡμῖν παρὼν, καὶ οὐκ ἦν ἄρνησις. μόλις οὖν ἐμαυτοῦ γενόμενος κομίζειν ἐκέλευον τὸν οἰκέτην τὰς ἀπὸ τῆς γῆς τὰς ἐμὰς εἴτ' οὐκ ἐμάς. ὡς δὲ εἶχε, ταχύ, φησίν, ἑτέρας τοσαύτας τίθει. πάλιν ἐκέλευον μικρᾷ τῇ φωνῇ καὶ τρεμούσῃ. ὁ δὲ ἐξέφερε πεντακοσίας παλαιὰς ἀποσπῶν ὥσπερ ἀπὸ σώματος μέλος.
[28] ἐγὼ δὲ ταῦτα ἑώρων, μᾶλλον δὲ οὐκ ἀκριβῶς ἑώρων· οὕτω πολλή τις ἀχλὺς ἐπεκέχυτο τοῖς ὀφθαλμοῖς. τούτων δὲ πεπραγμένων ἐσθίειν ἐπιχειρῶν οὐχ οἷός τε ἦν, καθεύδειν βουλόμενος οὐκ ἠδυνάμην, φίλων ἀκούων παραμυθουμένων οὐ γίνομαι ῥᾴων. πολλὰ βουλευσάμενος ὑπὲρ ἀπαλλαγῆς μίαν μόνην εὗρον τὸ κώνειον. οὗ μετάδοτέ μοι, πρὸς θεῶν, καὶ μή με ἀναγκάσητε ζῆν οὐ δυνάμενον.
[29] Δεῖξον, φησί, τὸ σῶμα λελωβημένον ἤ τι νόσημά σε κατέχον κρεῖττον ἰατρικῆς ἢ τοὺς παῖδας ἀπολωλεκὼς ἢ τὴν οὐσίαν ὅλην. ταῦτα γὰρ οἴει με, βέλτιστε, μόνα πείθειν ἐρᾶν θανάτου, τἄλλα δὲ εἶναι πάντα τοῖς ἀνθρώποις φορητά; οὐκ οἶσθ' ὅτι καὶ τούτων αὐτῶν τὸ μὲν ὁ δεῖνά γε ἤνεγκεν, ἄλλο δὲ ἄλλος, καὶ πάλιν ὅ τι περ ἑτέρῳ δεινόν, τοῦτο τῷ δεῖνι κοῦφον; οἷον ὁ μὲν παῖδας ἀποβαλὼν ἧκεν ἐπὶ τὸ κώνειον οὐδὲν τοιοῦτον πεποιηκὼς πρὸς τὰς τοῦ σώματος τύχας, ὁ δὲ παίδων στερηθεὶς εἵλετο μὲν ζῆν, κρατουμένου δὲ αὐτῷ τοῦ σώματος ὑπὸ νοσημάτων κωνείου τὸν καιρὸν ἐνόμισεν.
[30] ἄλλα ἄλλοις, ὦ βουλή, μεγάλα κέκριται, κἂν περὶ ταῦτα ζημιωθῶσιν, οὐκ ἀνέχονται ζῆν τοῦθ' ἕκαστος νομίζων ἀνιαρότατον, ὅτι δυστυχεῖ περὶ ἃ μάλιστα ἐσπούδακεν. ὁ ἀθλητὴς οὐ τυχὼν τοῦ στεφάνου βούλοιτ' ἂν ἀποθανεῖν, ὁ στρατηγὸς αἰχμαλώτων αὐτὸν διαφυγόντων, ὁ ῥήτωρ εἰπὼν μὲν τὰ βέλτιστα, τοῦ τέλους δὲ ἁμαρτών, ὁ ζῶν ἐν οἷσπερ ἐγὼ καὶ φροντίζων ἀργυρίου περὶ τοῦτο βλαβείς.
[31] ἐγὼ δὲ βουλοίμην ἂν καὶ τὸ σῶμα ἐρρῶσθαι καὶ τὰ ἐμαυτοῦ κεκτῆσθαι, εἰ δ' ἀναγκαῖον εἴη περὶ θάτερον γενέσθαι βλάβην, νοσῶν εὐπορεῖν ἑλοίμην ἂν ἢ μὴ νοσῶν ἀπορεῖν. τὴν μὲν γὰρ νόσον δύναιτ' ἂν ἐλαφρὰν ποιεῖν τὸ χρυσίον, ὁ δ' ὑγιαίνων ἐν πενίᾳ στένει τῶν ἀρρώστων πλέον καὶ ἡ τῆς ὑγείας χάρις τῇ τῶν χρημάτων ἀπουσίᾳ διαφθείρεται. πάλιν τοὺς παῖδας εὐξαίμην ἂν ζῆν ὄντων ἡμῖν χρημάτων, εἰ δ' ἡ Τύχη θάτερον νέμοι, βούλεσθέ με εἰπεῖν ἃ φρονῶ; τὸ πλουτεῖν παίδων οὐκ ὄντων τοῦ πένεσθαι μετὰ παίδων προτιμότερον. τί γὰρ δεῖ βλέποντας εἰς ἀλλήλους δακρύειν, ὃ πενία ποιεῖν πέφυκε;
[32] καὶ νῦν εἰ μὲν οὐδείς με οὐδὲν ἀφῄρηται τῶν ἐμῶν, ἀλλὰ μένει μέν μοι τὸ πόνοις συνειλεγμένον, μένει δὲ τὸ παρὰ τῶν θεῶν δοθέν, φεύγω τὸν θάνατον, ἐπιθυμῶ ζῆν, εὐεργέτης ὁ κωλύων τελευτᾶν· εἰ δὲ ἔχετε τὰ ἐμὰ καὶ γέγονέ μοι χείρω τὰ ἔνδον καὶ πενέστερος ἐγὼ χιλίαις, τί θαυμαστὸν εἰ γλυκὺν νομίζω τὸν θάνατον; ἢ ὅτι μὴ ὅλης τῆς οὐσίας ἐκβέβλημαι; τότε δὴ οὐκ ἂν ὑμῖν ὑπὲρ κωνείου διελεγόμην οὐδ' ἂν ἔδει με δεῦρο καταφυγόντα πείθειν ὑμᾶς ἀποκτεῖναί με. τὸ γὰρ τῆς συμφορᾶς μέγεθος ἀπέχρησεν ἂν ὀξύτερόν με σιδήρου κατενεγκεῖν. δήμευσις μὲν οὖν τῶν ὄντων ἐκεῖνο ἂν ἐποίει, αἱ δὲ χίλιαι οὐ τοῦτο;
[33] ἦλθον εἰς τὸ βουλευτήριον, λέγω λόγον, μόλις μέν, καὶ γὰρ τὸ πλέον τῆς ψυχῆς ἀπελήλυθε, λέγω δὲ ὅμως. τί οὖν λέγω; ὅτι δημεύσεως μὲν τὸ παρὸν ἧττον, θανάτου δὲ ἄξιον. ἐπεὶ καὶ πλέων, ὦ βουλή, κατ' ἐμπορίαν, εἰ τῶν ἀγωγίμων ἐδέησεν ἐκβαλεῖν τι τοῦ κλύδωνος ἀναγκάζοντος, κἂν ἐπὶ μικρῷ μέρει, ἐπὶ μικρῷ λέγω; τριῶν μὲν οὖν ἢ τεττάρων κεραμίων ἐκριπτουμένων εἱπόμην ἂν καὶ ἐπαπωλλύμην, μὴ γὰρ ἀπολλύσθω μηδὲν τῷ μέλλοντι δυσχεραίνειν τὸ ζῆν.
[34] ἐγὼ δὲ καὶ δοίδυκος οἴκοθεν κλαπέντος ὡρακιῶ, κἂν χύτρα συντριβῇ, πλήττομαι τὴν ψυχήν, κἂν ἔκπωμα τοῦτο πάθῃ, τῷ παραπεσόντι βέλει χρῶμαι κατὰ τῶν διακόνων καὶ οὐδὲν ὅλως ἐξαιρεῖ μου τὴν λύπην. τὸ γὰρ ζωμοῦ, τὸ γὰρ ἁλῶν ὑφελέσθαι τινὰ καὶ εἴ τι τοῦδε φαυλότερον οὐκ ἐν ζημίᾳ θετέον; ἢ οὐ καὶ τῶν ἁλῶν καὶ τῶν τοιούτων ἁπάντων τιμὴν καταβάλλομεν; χιλίων οὖν δραχμῶν ἀπὸ τῆς ἐμῆς οἰκίας ἡρπασμένων ζῆν μοι παραινεῖ; εἰ γὰρ ἐνείμασθε πρός με τὸν θησαυρόν, οὐκ ἐχρῆν ἀποθνήσκειν· νῦν δὲ ὅλον ἔχοντες ἀπέσχεσθε οὐδὲ τῶν ἄλλων, ἀλλ' ἐπορθήσατέ μου τὴν κιβωτόν.
[35] Ναί, φησί, νόμος γὰρ ἦν. τοῦτο δέ, εἰ μὲν κατηγόρουν ὑμῶν ἐν δικασταῖς, ἦν ἄν τις ἀπολογία. καίτοι καὶ τότε εἶπον ἄν· κακῶς, ὦ πολῖται, χρῆσθε τῷ νόμῳ καὶ τῶν μὲν γραμμάτων ἔχεσθε, τὴν διάνοιαν δὲ τοῦ θέντος ἰδεῖν οὐ βούλεσθε. τίς οὖν αὕτη; ἐκεῖνος ἀπὸ τῶν μεγάλων θησαυρῶν ὠφελεῖ τὸ κοινόν, ὧν μέρος πολλοστὸν αἱ χίλιαι, καὶ ποιεῖ τοῦθ' ὅπερ ἐπὶ τῶν τελῶν. ὥσπερ γὰρ ἐκεῖ παρὰ τῶν ἐμπόρων ἀξιοῖ τι κερδαίνειν τὴν πόλιν, οὕτω κἀνταῦθα παρὰ τῶν εὑρηκότων κείμενά που χρήματα μεγάλα. καὶ εἶναι βούλεται τὸ πολὺ μὲν τῶν ἐπιτυχόντων, ὀλίγον δέ τι τοῦ δήμου.
[36] καὶ εἰ μὲν ὀρθῶς καὶ τοῦτο ἢ μή, νῦν οὐ καιρὸς ἐξετάζειν, ὃ δ' οὖν ἐβούλετο, τοῦτο ἔστιν. ὅπου δὲ ὁ θησαυρὸς πεντακόσιαι, τίν' ἔχει λόγον ἀπὸ τῶν πεντακοσίων τούτων χιλίας γενέσθαι τῇ πόλει, ὥσπερ ἂν εἴ τις γεωργὸν λαβόντα παρὰ τῆς γῆς ἑκατὸν μεδίμνους διακοσίους ἀναγκάζοι καταβαλεῖν ἀπὸ τῶν ἑκατὸν τῇ πόλει;
[37] ταῦτα καὶ πλείω τούτων ἔλεγον ἄν, εἰ πρὸς ὑμᾶς ἐδικαζόμην καί, νὴ Δία γε, ἐλθὼν ἐπὶ τὸν τοῦ νομοθέτου τάφον ἐβόων ‹ἄν›· ὦ τιμῶν σὺ πολλῶν παρ' ἡμῶν τετυχηκὼς διὰ τοὺς νόμους οὓς ἔγραψας πρὸς τοσοῦτον ἀτοπίας ἦλθες, εἰπέ μοι, καὶ ἀποπληξίας ὥστ' ἀπὸ τοσούτων τῇ πόλει τοσαῦτα διδόναι; ὁ δέ μοι δοκεῖ κἂν ῥῆξαι φωνήν, εἴπερ οἷόν τε ἦν, ὡς οὐ ταῦτα ἐφρόνουν, ἀλλ' ὁρῶν τινας θησαυροὺς ὑπερφυεῖς οὐκ ὀλίγους εὑρημένους οὕτω ταῦτα ἐτίθην, θησαυρὸν δὲ πεντακοσίας δραχμὰς οὐκ ἤλπιζον ἔσεσθαι. νοῦν δὲ ὁ δῆμος ἔχει καὶ τὸ ἐκφυγόν με εἴσεται.
[38] Τοιαῦτα μέν, εἰ ὅπως μὴ δοίην ἠγωνιζόμην, ἔλεγον ἄν, δεδομένων δὲ καὶ κειμένων τῶν δραχμῶν καὶ τελευτῆς ἐπιθυμοῦντος ἐμοῦ τίς ὁ καιρὸς ἢ τούτους πρὸς ἐμὲ τοῦ νόμου μεμνῆσθαι ἢ ἐμὲ ζητεῖν τίς ὁ νοῦς τῶν γραμμάτων; τιμαῖς ἀντιλεγέτω τις ἐπιλαμβανόμενος τῶν αἰτήσεων, ὡς οὐδὲν ἀγαθὸν εἰργασμένος ὁ ἄνθρωπος οὗτος ἐπὶ δωρεὰν ἧκε τὴν τῶν ἀγαθῶν ἀνδρῶν, τῷ δὲ ζῆν οὐ βουλομένῳ συμπραττέτωσαν ἅπαντες εἰς τὸ μηκέτ' εἶναι. πολλῆς γὰρ ἐπηρείας κωλύειν ὃ τὸν μὲν λαβόντα εὐφραίνει, βλάπτει δὲ τῶν ἄλλων οὐδὲν οὐδένα.
[39] οὐχ ἱκετεύω τήμερον ἀπολαβεῖν τὰς χιλίας ἤ, εἰ μὴ τοῦτο ῥᾴδιον, τὰς πεντακοσίας, ἀλλ' ἔστω μὲν τῆς πόλεως ἅπαν τοῦτο, εἰ δοκεῖ, γενέσθω δὲ τῷ τῶν χρημάτων ἀφαιρεθέντι τὸ φάρμακον. καλόν, ὦ βουλή, ζῆν, καλὸν τὴν τῆς Τύχης ἔχοντα ῥοπήν, πολεμούσης δὲ ἐκείνης ἐν τῷ δοκεῖν βοηθεῖν εἰκτέον καὶ οὐ δοτέον αὐτῇ κακῶς αὖθις ποιεῖν. ἐν μόνοις γὰρ ἐκείνη δυναστεύει τοῖς ζῶσι, νεκρὸν δὲ λυπεῖν οὐκ ἔχει.
[40] Τὰ καινά, ὦ βουλή, πανταχοῦ μεγάλα, κἂν ἀγαθὰ ᾖ κἂν θάτερα. τῷ γὰρ μηδὲν εἶναι τοῦ πεπραγμένου παράδειγμα τὴν ὑπερβολὴν ἑκάτερον λαμβάνει. καινὸν δὴ καὶ τὸ νῦν κατ' αὐτὸ τοῦτο τὸ μόνῳ μοι τῶν πάντων συμβεβηκέναι. ἐν εὐτυχήμασιν ἠτύχηκα, ἐν κέρδεσιν ἐζημίωμαι, ἐν οἷς εὗρον ἀπολώλεκα. μόνον με τῶν πάντων θησαυρὸς ἔδειξεν ἄθλιον καὶ δι' εὐφροσύνης εἰς πένθος παρεπέμφθην ὁ κακοδαίμων.
[41]
πόσης, ὦ βουλή, δυστυχίας γέμει τὸ πρᾶγμα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων χωρὶς μέν ἐστι τὸ εὖ πράττειν, χωρὶς δὲ τὸ κακῶς, καὶ ἐν μὲν τῷ στένουσιν, ἐν δὲ τῷ χαίρουσι, καὶ κειμένοις αὐτοῖς ἐν συμφοραῖς ἡ τῶν βελτιόνων ἐλπὶς ἔχει παραμυθίαν· ὅτῳ δὲ τὰ βελτίω γέγονε χείρω καὶ τὰ χρηστὰ πονηρὰ καὶ τὸ δοκοῦν τῆς Τύχης εὐμενὲς πικρόν, πῶς ἂν οὗτος αἱροῖτο ζῆν, ᾧ κίνδυνος εὐτυχεῖν;[42]
Ἀλλ' ἔξεστιν εὔξασθαι, φησί, πάλιν καὶ ῥᾴδιον τῇ Τύχῃ δοῦναι δεύτερα. καλῶς. τί οὖν, ἂν παραπλήσια καὶ πάλιν ἡ μὲν δῷ πεντακοσίας, ὑμεῖς δ' ἀφέλησθε χιλίας; δύναται μὲν γὰρ δοῦναι καὶ μείζω, τί δ', ἂν μὴ βούληται μείζω; τί δ', ἂν τῶν νῦν ἐλάττω; δι' εὐχῶν καὶ θησαυρῶν ὑμῖν ἀποστήσομαι τῶν ἐμαυτοῦ; καὶ ἡ μὲν εὐφημία τοῦ ῥήματος ἐμή, τὰ χρήματα δὲ ὑμέτερα;
[43] εἴθε μηδὲ πρότερον ηὐξάμην μηδὲ ἔσχον ἐπινεύουσαν τὴν Τύχην, μᾶλλον δὲ εἰρωνευομένην, ἄμεινον δὲ εἰπεῖν, ἐνεδρεύουσαν. ἤρκει μοι τὰ πρὸ τοῦ θησαυροῦ, ἐγὼ δὲ κατὰ τὴν ἐν τῷ μύθῳ κάμηλον ζητῶν τὸ πλέον ἐν οἷς εἶχον ἐβλάβην. φοβοῦμαι ταύτην ἐγὼ τὴν θεὸν ἣ γέλωτα ἐξ ἐμοῦ πεπόρισται. καὶ οἱ πλωτῆρες φεύγουσιν, ὦ βουλή, θάλατταν ἐν ᾗ τὸ πλοῖον αὐτοῖς περὶ τὰς ὑφάλους ἐρράγη. δέδοικα κἀγὼ τὰς ὑφάλους τῆς Τύχης. ἴσως που με παιδιὰν τέθεικε τοῖς ἄλλοις θεοῖς. ὅτι μὲν γὰρ τοῖς ἀνθρώποις, ὁρᾶτε. γελῶντες γοῦν οὐ διαλελοίπατε.
[44] εἰ μὲν οὖν εἰσελθοῦσα εἰς τουτὶ τὸ βουλευτήριον λέγει μὴ ταὐτά με δράσειν καὶ καθίστησι τῶν θεῶν τινας ἐγγυητὰς ὡς δώσει πλῆθος ταλάντων, ἀναμενῶ θησαυρὸν ἕτερον βεβαιοῦντα τοὔνομα τῷ μέτρῳ· εἰ δὲ ἕν τι τοῦτο τῶν ἀμηχάνων καὶ οὐδὲ ἐκεῖνο δυνατὸν ἀδικοῦσαν αὐτὴν ἐν δικαστηρίῳ λαβεῖν, ἀλλὰ πράττουσα ἃ βούλεται κρείττων ἐστὶν ἢ παθεῖν, τί με τηρεῖτε κακοῖς δευτέροις, ἵν' ὑμεῖς διὰ τῶν ἐμῶν θησαυρῶν εὑρίσκητε χρήματα;
[45] εἰ μὲν γὰρ οἷός τε ἦν φανέντος ὀνείρατος δηλοῦντος θησαυροῦ τι χωρίον κατασχεῖν ἐμαυτὸν καὶ μὴ δραμεῖν ᾗπερ πρότερον, ἀπῆν ἂν δευτέρας ζημίας φόβος· εἰ δ' ἕλκομαι μὲν ὑπὸ τῶν ἐνυπνίων καὶ τῆς ἀμείνονος γίνομαι προσδοκίας, τὰ δ' ἴσως, ἂν ἐπιβουλεύσῃ καὶ πάλιν, ὁποῖα δὴ καὶ τὰ νῦν, πῶς οὐκ ἐσχάτης ἀνοίας κακῷ τὸ κακὸν ἐπιχειρεῖν ἰάσασθαι καὶ περιμένειν ἐχθρούς τε ὀνείρους καὶ πολέμιον νόμον;
[46] καὶ γὰρ εἰ μὲν ἐμέλλετε λύσειν τουτονὶ τὸν νόμον, οἷα πολλὰ περὶ τοὺς παλαιοὺς πεποιήκατε πολλάκις ἔργῳ πονηροὺς ἐλεγχθέντας, ἴσως ἄν τι λέγειν ὁ πείθων ζῆν ἐδόκει· εἰ δ' ἔσται κύριος καὶ ταῦτα οὐχὶ δίκαια ποιῶν, ἐρῶ γὰρ οὐδὲν φοβηθείς, ποῦ γάρ ἐστι δίκαιον, ὦ βουλή, τὴν ἑτέρων εὐτυχίαν ἁρπάζειν καὶ τῶν μὲν χαλεπωτέρων μηδενὸς ἰέναι μεθέξοντα, τῶν χρηστῶν δὲ οὐ μικρὸν ἀποτέμνεσθαι;
[47] Καὶ μὴν οὐδ' ἐκεῖνό γε ἴσον τῶν μὲν θησαυρῶν αὐτῶν τοὺς μὲν εἶναι μείζους, τοὺς δὲ ἐλάττους, καὶ πολὺ διαφέρειν ἀλλήλων κατὰ τὸ μέτρον, ἐφ' ἑκάστου δὲ γίνεσθαι τῇ πόλει τὰς χιλίας, κἂν ἑκατὸν τάλαντα ὁ θησαυρὸς ᾖ κἂν πεντήκοντα κἂν δέκα κἄν τε ἄργυρος κἄν τε χρυσὸς κἄν τε πέντε μναῖ, τοῦτο δὴ τοὐμὸν τὸ δυστυχές. καίτοι πῶς εὔλογον τὰς μὲν εἰσφορὰς κατὰ τὴν οὐσίαν ἑκάστῳ τίθεσθαι, τῶν θησαυρῶν δὲ τοῦτο ἐκβεβλῆσθαι τὸ δίκαιον;
[48] Ἀλλὰ γὰρ κατηγορῆσαι μὲν τοῦ νόμου ῥᾴδιον, πεῖσαι δὲ ὑμᾶς ἀποστῆναι τοῦ κέρδους οὐκ ἔστιν. ἀλλ' ἀποθανεῖν γε ἔστι τῷ μὴ δυναμένῳ πεῖσαι. καὶ γὰρ εἰ μέλλει μοί τις ἔσεσθαί ποθ' ὕστερον θησαυρός, ἀλλὰ τὸν πρὸ τοῦ γε θησαυροῦ χρόνον πῶς ἂν βιῴην τοῦ μὲν κέρδους οὔπω φαινομένου, τῆς ζημίας δὲ ὁρωμένης; ποῖος γὰρ ἰατρὸς παῦσαι δύναιτ' ἂν τὴν λύπην; τί δὲ τῶν πάντων οὐχ ὑπόμνημα ἔσται μοι τοῦ πράγματος;
[49] ἂν ἐπ' ἀγορᾶς διατρίψω, τοὺς εἰληφότας ὑμᾶς θεωρῶν ἀνιάσομαι, ἂν οἴκοι, τὸ κεκενωμένον κιβώτιον, ἂν ἐν ἀγρῷ, τὸν προδότην τόπον. ἂν μηδαμόθεν ἀργύριον γίγνηταί μοι, μᾶλλον ἐκεῖνο ζητήσω. ἂν φανῇ ποθεν πρόσοδος, ὅτι μὴ προστίθεται τοῦτο ταῖς χιλίαις, ἀλγήσω. τὸν οὖν ἐν μέσῳ τοσούτων βελῶν τίς ῥύσεται; θάνατος.
[50] Ὦ τράπεζαι καὶ τραπεζῖται καὶ ἐμπορίαι καὶ ἔμποροι καὶ ναύκληροι καὶ ὁλκάδες, ὁ πολλὰ ἤδη πολλάκις ὑμῖν ἐγὼ χρησάμενος καὶ συμβαλὼν καὶ προέμενος καὶ κομισάμενος κἀν τῇ χειρὶ φέρων ἐπιεικῶς χρυσίον ἀπέρχομαι τοῖς μὲν ἀφ' ὑμῶν καρποῖς εἰδὼς χάριν, ὑπὸ θησαυροῦ δὲ πεσών.
[51] Καλείτω μοί τις τοὺς παῖδας. τί κλάετε; τί ὀδύρεσθε; εἰ μὲν διὰ τὰς χιλίας, καλῶς ποιεῖτε καὶ τῆς παρ' ἐμοῦ παιδείας ἀξίως· εἰ δὲ ὅτι οἰχήσομαι, κακῶς βεβούλευσθε. καὶ γὰρ ὑμεῖς, ἤν τι τοιοῦτον ὑμᾶς καταλαμβάνῃ, ταὐτὰ παρὰ τούτων αἰτεῖτε. καὶ μὴ τῷ φέρειν ῥᾳδίως ζημίας ἐλέγχετε τὰς γονάς. ἔτι μέντοι καὶ θεραπεύσει τι τῶν οἴκοι κακῶν ὑμῖν ἡ ἐμὴ τελευτή. ἃ γὰρ ἂν ἤσθιον ζῶν ἀργύριον ὑμῖν ἀποθανόντος γενήσεται.
[52] τί οὖν ἐπισκήπτω; ταὐτὰ ἅπερ ἀεὶ παρῄνουν καὶ οὐδὲν καινόν. ἄρτον καὶ ὕδωρ ἱκανὴν ἡγεῖσθε τροφήν, λαμβάνοντες χαίρετε, διδόντες δακρύετε. μὴ διαβάλλετέ μου τὸν βίον τῷ τὸν ζῆλον φυγεῖν. βραχὺ φροντίζετε τῶν καταγελώντων ὄντων ὑμῖν χρημάτων. ὁ τάφος ἔστω μοι χῶμα μικρόν, ἐντάφια δὲ ταῦτα ἃ φορῶν νυνὶ λέγω. κοσμούντων δ' ἕτεροι τοὺς νεκροὺς ὑπὲρ τοὺς νυμφίους. οὕτως οἰκεῖτε τὴν οἰκίαν ὡς ἐμοῦ ζῶντος καὶ παρόντος καὶ πάντα ἀκούοντος καὶ πάντα ὁρῶντος καὶ μηδαμῶς ἐκφέρεσθε τῶν ἰχνῶν.
[53] Καὶ σοὶ δέ, ὦ γύναι, παραινῶ μενούσῃ μὲν ἔνδον τηρεῖν ἃ μεμάθηκας, εἰ δ' ἑτέρῳ δέοι συνοικεῖν, ζητεῖν ἄνδρα ἐμοὶ προσόμοιον καὶ ἴσως οὐκ ἀπορήσεις.
[54] Ἐγὼ δὲ ἐλπίζω βελτίω τινὰ χώραν ἕξειν παρὰ τοῖς κάτωθεν ἀδικήσας μὲν οὐδένα, τἀμαυτοῦ δὲ φυλάξας. τῆς δὲ ἐκεῖ διαίτης καὶ τῶν πραγμάτων τὸ μὲν ἐπαινῶ, τὸ δὲ οὔ. καλὸν εἶναί μοι φαίνεται τὸ μήτε εἰσφέρειν μήτε χορηγεῖν μήτε ὠνεῖσθαι μηδέν, ἀηδὲς δὲ τὸ μὴ εἶναι παρὰ τοῖς τεθνεῶσιν ἀργύριον. ἔδει γάρ, οἶμαι, καὶ κεκτῆσθαι καὶ μὴ δαπανᾶσθαι, καὶ ἦν ἂν τοῦτο τῶν ἐν μακάρων νήσοις κεφάλαιον. ἀλλ' ὅμως βέλτιον μήτ' ἔχειν μήτε περικόπτεσθαι ἢ τὸ μὲν ἔχειν, τὸ δὲ ὁρᾶν ἑτέρους ἀφαιρουμένους.