[1] ΖΕΥΣ
Ἀλλ' ἐπιτριβεῖεν ὁπόσοι τῶν φιλοσόφων παρὰ μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς. εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο. αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδ' ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων· ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα. ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τὴν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ' ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας· καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον χρὴ αὐτίκα μάλα παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαί οἱ τὴν δόξαν τῆς τέχνης. ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν. ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος "ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπ' ἀλλοτρίῃσί τε συμφορῇσιν ἰδίας καρποῦται λύπας." τί γὰρ ἂν ἢ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦ Ὕπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ; πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες.
[2] Καίτοι τὰ μὲν τῶν ἄλλων μέτρια· ἐγὼ δὲ αὐτὸς ὁ πάντων βασιλεὺς καὶ πατὴρ ὅσας μὲν ἀηδίας ἀνέχομαι, ὅσα δὲ πράγματα ἔχω πρὸς τοσαύτας φροντίδας διῃρημένος· ᾧ πρῶτα μὲν τὰ τῶν ἄλλων θεῶν ἔργα ἐπισκοπεῖν ἀναγκαῖον ὁπόσοι τι ἡμῖν συνδιαπράττουσι τῆς ἀρχῆς, ὡς μὴ βλακεύωσιν ἐν αὐτοῖς, ἔπειτα δὲ καὶ αὐτῷ μυρία ἄττα πράττειν καὶ σχεδὸν ἀνέφικτα ὑπὸ λεπτότητος· οὐ γὰρ μόνον τὰ κεφάλαια ταῦτα τῆς διοικήσεως, ὑετοὺς καὶ χαλάζας καὶ πνεύματα καὶ ἀστραπὰς αὐτὸς οἰκονομησάμενος καὶ διατάξας πέπαυμαι τῶν ἐπὶ μέρους φροντίδων ἀπηλλαγμένος, ἀλλά με δεῖ καὶ ταῦτα μὲν ποιεῖν ἀποβλέπειν δὲ κατὰ τὸν αὐτὸν χρόνον ἁπανταχόσε καὶ πάντα ἐπισκοπεῖν ὥσπερ τὸν ἐν τῇ Νεμέᾳ βουκόλον, τοὺς κλέπτοντας, τοὺς ἐπιορκοῦντας, τοὺς θύοντας, εἴ τις ἔσπεισε, πόθεν ἡ κνῖσα καὶ ὁ καπνὸς ἀνέρχεται, τίς νοσῶν ἢ πλέων ἐκάλεσεν, καὶ τὸ πάντων ἐπιπονώτατον, ὑφ' ἕνα καιρὸν ἔν τε Ὀλυμπίᾳ τῇ ἑκατόμβῃ παρεῖναι καὶ ἐν Βαβυλῶνι τοὺς πολεμοῦντας ἐπισκοπεῖν καὶ ἐν Γέταις χαλαζᾶν καὶ ἐν Αἰθίοψιν εὐωχεῖσθαι.
Τὸ δὲ μεμψίμοιρον οὐδὲ οὕτω διαφυγεῖν ῥᾴδιον, ἀλλὰ πολλάκις οἱ μὲν ἄλλοι θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὕδουσι παννύχιοι, τὸν Δία δὲ ἐμὲ οὐκ ἔχει νήδυμος ὕπνος· ἢν γάρ τί που καὶ μικρὸν ἐπινυστάσωμεν, ἀληθὴς εὐθὺς ὁ Ἐπίκουρος, ἀπρονοήτους ἡμᾶς ἀποφαίνων τῶν ἐπὶ γῆς πραγμάτων. καὶ ὁ κίνδυνος οὐκ εὐκαταφρόνητος εἰ ταῦτα οἱ ἄνθρωποι πιστεύσουσιν αὐτῷ, ἀλλ' ἀστεφάνωτοι μὲν ἡμῖν οἱ ναοὶ ἔσονται, ἀκνίσωτοι δὲ αἱ ἀγυιαί, ἄσπονδοι δὲ οἱ κρατῆρες, ψυχροὶ δὲ οἱ βωμοί, καὶ ὅλως ἄθυτα καὶ ἀκαλλιέρητα πάντα καὶ ὁ λιμὸς πολύς. τοιγαροῦν ὥσπερ οἱ κυβερνῆται ὑψηλὸς μόνος ἐπὶ τῆς πρύμνης ἕστηκα τὸ πηδάλιον ἔχων ἐν ταῖν χεροῖν, καὶ οἱ μὲν ἐπιβάται μεθύοντες εἰ τύχοι ἐγκαθεύδουσιν, ἐγὼ δὲ ἄγρυπνος καὶ ἄσιτος ὑπὲρ ἁπάντων "μερμηρίζω κατὰ φρένα καὶ κατὰ θυμὸν" μόνῳ [3] τῷ δεσπότης εἶναι δοκεῖν τετιμημένος. ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, πότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι μυρία ὅσα ἔχοντας πράγματα.
Ἰδού γέ τοι ὑπ' ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπ' εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλ' ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν. τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν.
ΕΡΜΗΣ
[4] Καὐτός, ὦ Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων. ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω. πάνυ ἀγανακτοῦσιν, ὦ πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον· οὓς ἔδει πάλαι τὰ καθ' αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμένοις.
ΖΕΥΣ
Τί οὖν, ὦ Ἑρμῆ, δοκεῖ; προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, ἢ θέλεις εἰς νέωτα παραγγελοῦμεν;
ΕΡΜΗΣ
Οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν.
ΖΕΥΣ
Οὕτω ποίει· σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε. πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων· εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπ' ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο. σὺ δέ, ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.
ΔΙΚΗ
[5] Αὖθις εἰς τὴν γῆν, ἵν' ἐξελαυνομένη πρὸς αὐτῶν δραπετεύω πάλιν ἐκ τοῦ βίου τὴν Ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα;
ΖΕΥΣ
Χρηστὰ ἐλπίζειν σε δεῖ· πάντως γὰρ ἤδη πεπείκασιν αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς Ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας.
ΔΙΚΗ
Πάνυ γοῦν ὃν φὴς αὐτὸν ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθεὶς τοῖς ἕνδεκα καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν ἔπιεν ἄθλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδεδωκώς· παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς Ἀδικίας φιλοσοφοῦντες.
ΖΕΥΣ
[6] Ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως εἰς τὸν Ἄνυτον καὶ Μέλητον ἔρρεπεν τὰ δικαστήρια. τὸ δὲ νῦν εἶναι, οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι; καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσι, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλεται. πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ᾄξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον εἰς τὸ Αἰθιοπικὸν ἐπιχράναντες αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων περινοστοῦσι σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες. ὥστε κατὰ τὴν παροιμίαν, θᾶττον ἄν τις ἐν πλοίῳ πεσὼν διαμάρτοι ξύλου ἢ ἔνθα ἂν ἀπίδῃ ὁ ὀφθαλμός, ἀπορήσει φιλοσόφου.
ΔΙΚΗ
[7] Καὶ μὴν οὗτοί με, ὦ Ζεῦ, δεδίττονται πρὸς ἀλλήλους ἐρίζοντες καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται. φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν εἰς τὴν οἰκίαν παραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἢν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας· πάλαι γὰρ τὴν Ἀδικίαν προεπεξενῶσθαι αὐτοῖς.
ΖΕΥΣ
Οὐ πάντες, ὦ θύγατερ, μοχθηροί εἰσιν· ἱκανὸν δὲ κἂν ἐνίοις τισὶν χρηστοῖς ἐντύχῃς. ἀλλ' ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμερον ἐκδικασθῶσιν.
ΕΡΜΗΣ
[8] Προΐωμεν, ὦ Δίκη, ταύτῃ εὐθὺ τοῦ Σουνίου μικρὸν ὑπὸ τὸν Ὑμηττὸν ἐπὶ τὰ λαιὰ τῆς Πάρνηθος, ἔνθα αἱ δύο ἐκεῖναι ἄκραι· σὺ γὰρ ἔοικας ἐκλελῆσθαι πάλαι τὴν ὁδόν. ἀλλὰ τί δακρύεις καὶ σχετλιάζεις; μὴ δέδιθι· οὐδέθ' ὅμοια τὰ ἐν τῷ βίῳ· τεθνᾶσιν ἐκεῖνοι πάντες οἱ Σκείρωνες καὶ Πιτυοκάμπται καὶ Βουσίριδες καὶ Φαλάριδες οὓς ἐδεδίεις τότε, νυνὶ δὲ Σοφία καὶ Ἀκαδήμεια καὶ Στοὰ κατέχουσι πάντα καὶ πανταχοῦ σε ζητοῦσιν καὶ περὶ σοῦ διαλέγονται, κεχηνότες εἴ ποθεν εἰς αὐτοὺς καταπτοῖο πάλιν.
ΔΙΚΗ
Σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἔν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ ‑ καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις ‑ ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρ' αὐτοῖς ἡ μονή.
ΕΡΜΗΣ
Νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων. οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας ὠφέληνται οἱ πολλοὶ αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν. πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισιν ἐντεύξῃ αὐτῶν ‑ χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν ‑ ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις. ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ σοφία παραλαβοῦσα, ὁπόσοι μὲν εἰς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ εἰς βάθος παρεδέξαντο ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου, τῶν ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν. εἰσὶ δ' οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβάφθαι. σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ ἔσται.
[9] Ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ Ἀττικῇ· ὥστε τὸ μὲν Σούνιον ἐν δεξιᾷ καταλείπωμεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀπονεύωμεν ἤδη. καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο εἰς τὴν πνύκα ὁρῶσα καὶ περιμένουσα ἔστ' ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δὲ εἰς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι.
ΔΙΚΗ
Μὴ πρότερον ἀπέλθῃς, ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ τοῖς σκελοῖν.
ΕΡΜΗΣ
Τί φής; ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον; οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθῶνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς Ἀθηναίοις σύμμαχος, καὶ τὸ ἀπ' ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ εἰς τὸ μετοίκιον συντελῶν. καὶ νῦν ὡς τὸ εἰκὸς ἰδὼν ἡμᾶς ἐκ γειτόνων πρόσεισι δεξιωσόμενος.
ΠΑΝ
[10] Χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη.
ΕΡΜΗΣ
Καὶ σύ γε, ὦ Πάν, μουσικώτατε καὶ πηδητικώτατε Σατύρων ἁπάντων, Ἀθήνησι δὲ καὶ πολεμικώτατε.
ΠΑΝ
Τίς δὲ ὑμᾶς, ὦ Ἑρμῆ, χρεία δεῦρο ἤγαγεν;
ΕΡΜΗΣ
Αὕτη σοι διηγήσεται τὰ πάντα· ἐγὼ δὲ ἐπὶ τὴν ἀκρόπολιν ἄπειμι καὶ τὸ κήρυγμα.
ΔΙΚΗ
Ὁ Ζεύς, ὦ Πάν, κατέπεμψέ με ἀποκληρώσουσαν τὰς δίκας. σοὶ δὲ πῶς τὰ ἐν Ἀθήναις ἔχει;
ΠΑΝ
Τὸ μὲν ὅλον οὐ κατ' ἀξίαν πράττω παρ' αὐτοῖς, ἀλλὰ πολὺ καταδεέστερον τῆς ἐλπίδος, καὶ ταῦτα τηλικοῦτον ἀπωσάμενος κυδοιμὸν τὸν ἐκ τῶν βαρβάρων. ὅμως δὲ δὶς ἢ τρὶς τοῦ ἔτους ἀνιόντες ἐπιλεξάμενοι τράγον ἔνορχην θύουσί μοι πολλῆς τῆς κινάβρας ἀπόζοντα, εἶτ' εὐωχοῦνται τὰ κρέα, ποιησάμενοί με τῆς εὐφροσύνης μάρτυρα καὶ ψιλῷ τιμήσαντες τῷ κρότῳ. πλὴν ἀλλ' ἔχει τινά μοι ψυχαγωγίαν ὁ γέλως αὐτῶν καὶ ἡ παιδιά.
ΔΙΚΗ
[11] Τὰ δ' ἄλλα, ὦ Πάν, ἀμείνους πρὸς ἀρετὴν ἐγένοντο ὑπὸ τῶν φιλοσόφων;
ΠΑΝ
Τίνας λέγεις τοὺς φιλοσόφους; ἆρ' ἐκείνους τοὺς κατηφεῖς, τοὺς συνάμα πολλούς, τοὺς τὸ γένειον ὁμοίους ἐμοί, τοὺς λάλους;
ΔΙΚΗ
Καὶ μάλα.
ΠΑΝ
Οὐκ οἶδα ὅλως ὅ τι καὶ λέγουσιν οὐδὲ συνίημι τὴν σοφίαν αὐτῶν· ὄρειος γὰρ ἔγωγε καὶ τὰ κομψὰ ταῦτα ῥημάτια καὶ ἀστικὰ οὐ μεμάθηκα, ὦ Δίκη. πόθεν γὰρ ἐν Ἀρκαδίᾳ σοφιστὴς ἢ φιλόσοφος; μέχρι τοῦ πλαγίου καλάμου καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δ' ἄλλα αἰπόλος καὶ χορευτὴς καὶ πολεμιστής, ἢν δέῃ. πλὴν ἀλλ' ἀκούω γε αὐτῶν ἀεὶ κεκραγότων καὶ ἀρετήν τινα καὶ ἰδέας καὶ φύσιν καὶ ἀσώματα διεξιόντων, ἄγνωστα ἐμοὶ καὶ ξένα ὀνόματα. καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προιούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων τό τε πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. διαταράξαντες γοῦν τοὺς λόγους καὶ τὸ ἐξ ἀρχῆς ἐπισκοπούμενον συγχέαντες ἀπίασι λοιδορησάμενοι ἀλλήλοις οἱ πολλοί, τὸν ἱδρῶτα ἐκ τοῦ μετώπου ἀγκύλῳ τῷ δακτύλῳ ἀποξυόμενοι, καὶ οὗτος κρατεῖν ἔδοξεν ὃς ἂν μεγαλοφωνότερος αὐτῶν ᾖ καὶ θρασύτερος καὶ διαλυομένων ἀπέλθῃ ὕστερος. πλὴν ἀλλ' ὅ γε λεὼς ὁ πολὺς τεθήπασιν αὐτούς, καὶ μάλιστα ὁπόσους μηδὲν τῶν ἀναγκαιοτέρων ἀσχολεῖ, καὶ παρεστᾶσι πρὸς τὸ θράσος καὶ τὴν βοὴν κεκηλημένοι. ἐμοὶ μὲν οὖν ἀλαζόνες τινὲς ἐδόκουν ἀπὸ τούτων καὶ ἠνιώμην ἐπὶ τῇ τοῦ πώγωνος ὁμοιότητι. εἰ δέ γε δημωφελές τι ἐνῆν τῇ βοῇ αὐτῶν καί τι ἀγαθὸν ἐκ τῶν ῥημάτων ἐκείνων ἀνεφύετο αὐτοῖς, οὐκ ἂν εἰπεῖν ἔχοιμι. πλὴν ἀλλ' εἴ γε δεῖ μηδὲν ὑποστειλάμενον τἀληθὲς διηγήσασθαι ‑ οἰκῶ γὰρ ἐπὶ σκοπῆς, ὡς ὁρᾷς ‑ πολλοὺς αὐτῶν πολλάκις ἤδη ἐθεασάμην περὶ δείλην ὀψίαν ‑
ΔΙΚΗ
[12] Ἐπίσχες, ὦ Πάν. οὐχ ὁ Ἑρμῆς σοι κηρύττειν ἔδοξεν;
ΠΑΝ
Πάνυ μὲν οὖν.
ΕΡΜΗΣ
Ἀκούετε λεῴ, ἀγορὰν δικῶν ἀγαθῇ τύχῃ καταστησόμεθα τήμερον Ἐλαφηβολιῶνος ἑβδόμῃ ἱσταμένου. ὁπόσοι γραφὰς ἀπήνεγκαν, ἥκειν εἰς Ἄρειον πάγον, ἔνθα ἡ Δίκη ἀποκληρώσει τὰ δικαστήρια καὶ αὐτὴν παρέσται τοῖς δικάζουσιν· οἱ δικασταὶ ἐξ ἁπάντων Ἀθηναίων· ὁ μισθὸς τριώβολον ἑκάστης δίκης· ἀριθμὸς τῶν δικαστῶν κατὰ λόγον τοῦ ἐγκλήματος. ὁπόσοι δὲ ἀποθέμενοι γραφὴν πρὶν εἰσελθεῖν ἀπέθανον, καὶ τούτους ὁ Αἰακὸς ἀναπεμψάτω. ἢν δέ τις ἄδικα δεδικάσθαι οἴηται, ἐφέσιμον ἀγωνιεῖται τὴν δίκην· ἡ δὲ ἔφεσις ἐπὶ τὸν Δία. ΠΑΝ
Βαβαὶ τοῦ θορύβου· ἡλίκον, ὦ Δίκη, ἀνεβόησαν, ὡς δὲ καὶ σπουδῇ συνθέουσιν ἕλκοντες ἀλλήλους πρὸς τὸ ἄναντες εὐθὺ τοῦ Ἀρείου πάγου. καὶ ὁ Ἑρμῆς δὲ ἤδη πάρεστιν. ὥστε ὑμεῖς μὲν ἀμφὶ τὰς δίκας ἔχετε καὶ ἀποκληροῦτε καὶ διακρίνατε ὥσπερ ὑμῖν νόμος, ἐγὼ δὲ ἐπὶ τὸ σπήλαιον ἀπελθὼν συρίξομαί τι μέλος τῶν ἐρωτικῶν ᾧ τὴν Ἠχὼ εἴωθα ἐπικερτομεῖν· ἀκροάσεων δὲ καὶ λόγων τῶν δικανικῶν ἅλις ἔχει μοι ὁσημέραι τῶν ἐν Ἀρείῳ πάγῳ δικαζομένων ἀκούοντι.
ΕΡΜΗΣ
[13] Ἄγε, ὦ Δίκη, προσκαλῶμεν.
ΔΙΚΗ
Εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν.
ΑΘΗΝΑΙΟΣ
Εἴληφά σε, ὦ κατάρατε.
ΑΛΛΟΣ
Συκοφαντεῖς.
ΑΛΛΟΣ
Δώσεις ποτὲ ἤδη τὴν δίκην.
ΑΛΛΟΣ
Ἐξελέγξω σε δεινὰ εἰργασμένον.
ΑΛΛΟΣ
Ἐμοὶ πρώτῳ ἀποκλήρωσον.
ΑΛΛΟΣ
Ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον.
ΑΛΛΟΣ
Μὴ ἄγχε με.
ΔΙΚΗ
Οἶσθα ὃ δράσωμεν, ὦ Ἑρμῆ; τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. καί μοι ταύτας ἀνάδος τῶν γραφῶν.
ΕΡΜΗΣ
Μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ.
ΔΙΚΗ
Ἑπτὰ κλήρωσον.
ΕΡΜΗΣ
Ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.
ΔΙΚΗ
Πέντε ἱκανοί.
ΕΡΜΗΣ
Περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν.
ΔΙΚΗ
Πέντε καὶ τούτοις δικασάτωσαν.
ΕΡΜΗΣ
Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει.
ΔΙΚΗ
Τρεῖς ἀποκλήρου μόνους.
ΕΡΜΗΣ
Γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.
ΔΙΚΗ
Ἐννέα κρινάτωσαν.
ΕΡΜΗΣ
[14] Βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;
ΔΙΚΗ
Τὰς παλαιὰς πρότερον διανύσωμεν· αὗται δὲ εἰς ὕστερον δεδικάσονται.
ΕΡΜΗΣ
Καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.
ΔΙΚΗ
Ἔοικας, ὦ Ἑρμῆ, χαριζομένῳ τὴν δέησιν. ἀποκληρῶμεν δ' ὅμως, εἰ δοκεῖ, πλὴν ἀλλὰ ταύτας μόνας· ἱκαναὶ γὰρ αἱ ἀποκεκληρωμέναι. δὸς τὰς γραφάς.
ΕΡΜΗΣ
Ῥητορικὴ κακώσεως τῷ Σύρῳ· Διάλογος τῷ αὐτῷ ὕβρεως.
ΔΙΚΗ
Τίς δὲ οὗτός ἐστιν; οὐ γὰρ ἐγγέγραπται τοὔνομα.
ΕΡΜΗΣ
Οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ· κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.
ΔΙΚΗ
Ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.
ΕΡΜΗΣ
Εὖ γε, ὦ Δίκη, φείδῃ μὴ πολὺ ἀναλίσκεσθαι τὸ δικαστικόν.
ΔΙΚΗ
[15] Οἱ πρῶτοι καθιζέτωσαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ· σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ Μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε, ὦ Ἑρμῆ, προσελθών.
ΕΡΜΗΣ
"Οὐ δύναμαι," φησί, "τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ γέλωτα ὄφλω ἐν τῷ δικαστηρίῳ." μόλις δὲ καὶ ἕστηκεν, ὡς ὁρᾷς.
ΔΙΚΗ
Οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.
ΕΡΜΗΣ
Ἀλλ' οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.
ΔΙΚΗ
Τὰ ποῖα;
ΕΡΜΗΣ
"Ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτ' ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν," φησίν, "ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ."
ΔΙΚΗ
Καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.
ΑΚΑΔΗΜΕΙΑ
[16] Ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης· ἐκείνης γὰρ τό γε νῦν ῥέον.
Ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθ' ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς στεφάνοις διηνθισμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα ἐπαίδευσεν· ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τὸ δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς.
Εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω.
ΔΙΚΗ
Τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλ' ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.
ΑΚΑΔΗΜΕΙΑ
[17] Οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢν δὲ κἀμοῦ μετ' εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα.
Τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν Μέθην, ἀλλ' οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ ἅ γε ὑπὲρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε· περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καὶ γέλως τοῖς ξένοις.
Ἐπεὶ μέντοι γε παρ' ἐμὲ ἧκεν, ἐγὼ μὲν ἔτυχον, ὥσπερ εἴωθα ποιεῖν, ἀναπεπταμένων τῶν θυρῶν πρὸς τοὺς παρόντας τῶν ἑταίρων λόγους τινὰς περὶ ἀρετῆς καὶ σωφροσύνης διεξιοῦσα· ὁ δὲ μετὰ τοῦ αὐλοῦ καὶ τῶν στεφάνων ἐπιστὰς τὰ μὲν πρῶτα ἐβόα καὶ συγχεῖν ἡμῶν ἐπειρᾶτο τὴν συνουσίαν ἐπιταράξας τῇ βοῇ· ἐπεὶ δὲ οὐδὲν ἡμεῖς ἐπεφροντίκειμεν αὐτοῦ, κατ' ὀλίγον ‑ οὐ γὰρ τέλεον ἦν διάβροχος τῇ Μέθῃ ‑ ἀνένηφε πρὸς τοὺς λόγους καὶ ἀφῃρεῖτο τοὺς στεφάνους καὶ τὴν αὐλητρίδα κατεσιώπα καὶ ἐπὶ τῇ πορφυρίδι ᾐσχύνετο, καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἀνεγρόμενος ἑαυτόν τε ἑώρα ὅπως διέκειτο καὶ τοῦ πάλαι βίου κατεγίγνωσκεν. καὶ τὸ μὲν ἐρύθημα τὸ ἐκ τῆς Μέθης ἀπήνθει καὶ ἠφανίζετο, ἠρυθρία δὲ κατ' αἰδῶ τῶν δρωμένων· καὶ τέλος ἀποδρὰς ὥσπερ εἶχεν ηὐτομόλησεν παρ' ἐμέ, οὔτε ἐπικαλεσαμένης οὔτε βιασαμένης, ὡς αὕτη φησίν, ἐμοῦ, ἀλλ' ἑκὼν αὐτὸς ἀμείνω ταῦτα εἶναι ὑπολαμβάνων.
Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ. ‑ τοῦτον, ὦ ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα· καί μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ.
Εἴρηκα· ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι.
ΔΙΚΗ
[18] Ἄγε δή, μὴ μέλλετε, ψηφοφορήσατε, ἀνάστητε· καὶ ἄλλοις χρὴ δικάζειν.
ΕΡΜΗΣ
Πάσαις ἡ Ἀκαδήμεια κρατεῖ πλὴν μιᾶς.
ΔΙΚΗ
Παράδοξον οὐδέν, εἶναί τινα καὶ τῇ Μέθῃ [19] τιθέμενον. καθίσατε οἱ τῇ Στοᾷ πρὸς τὴν Ἡδονὴν λαχόντες περὶ τοῦ ἐραστοῦ δικάζειν· ἐγκέχυται τὸ ὕδωρ. ἡ κατάγραφος ἡ τὰ ποικίλα σὺ ἤδη λέγε.
ΣΤΟΑ
[20] Οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες δικασταί, ὡς πρὸς εὐπρόσωπόν μοι τὴν ἀντίδικον ὁ λόγος ἔσται, ἀλλὰ καὶ ὑμῶν τοὺς πολλοὺς ὁρῶ πρὸς μὲν ἐκείνην ἀποβλέποντας καὶ μειδιῶντας πρὸς αὐτήν, ἐμοῦ δὲ καταφρονοῦντας, ὅτι ἐν χρῷ κέκαρμαι καὶ ἀρρενωπὸν βλέπω καὶ σκυθρωπὴ δοκῶ. ὅμως δέ, ἢν ἐθελήσητε ἀκοῦσαί μου λεγούσης, θαρρῶ πολὺ δικαιότερα ταύτης ἐρεῖν.
Τοῦτο γάρ τοι καὶ τὸ παρὸν ἔγκλημά ἐστιν, ὅτι οὕτως ἑταιρικῶς ἐσκευασμένη τῷ ἐπαγωγῷ τῆς ὄψεως ἐραστὴν ἐμὸν ἄνδρα τότε σώφρονα τὸν Διονύσιον φενακίσασα πρὸς ἑαυτὴν περιέσπασεν, καὶ ἥν γε οἱ πρὸ ὑμῶν δίκην ἐδίκασαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ, ἀδελφὴ τῆς παρούσης δίκης ἐστίν· ἐξετάζεται γὰρ ἐν τῷ παρόντι πότερα χοίρων δίκην κάτω νενευκότας ἡδομένους χρὴ βιοῦν μηδὲν μεγαλόφρον ἐπινοοῦντας ἢ ἐν δευτέρῳ τοῦ καλῶς ἔχοντος ἡγησαμένους τὸ τερπνὸν ἐλευθέρους ἐλευθέρως φιλοσοφεῖν, μήτε τὸ ἀλγεινὸν ὡς ἄμαχον δεδιότας μήτε τὸ ἡδὺ ἀνδραποδωδῶς προαιρουμένους καὶ τὴν εὐδαιμονίαν ζητοῦντας ἐν τῷ μέλιτι καὶ ταῖς ἰσχάσιν. τὰ τοιαῦτα γὰρ αὕτη δελέατα τοῖς ἀνοήτοις προτείνουσα καὶ μορμολυττομένη τῷ πόνῳ προσάγεται αὐτῶν τοὺς πολλούς, ἐν οἷς καὶ τὸν δείλαιον ἐκεῖνον ἀφηνιάσαι ἡμῶν πεποίηκεν, νοσοῦντα τηρήσασα· οὐ γὰρ ἂν ὑγιαίνων ποτὲ προσήκατο τοὺς παρὰ ταύτης λόγους.
Καίτοι τι ἂν ἔγωγε ἀγανακτοίην κατ' αὐτῆς, ὅπου μηδὲ τῶν θεῶν φείδεται, ἀλλὰ τὴν ἐπιμέλειαν αὐτῶν διαβάλλει; ὥστε εἰ σωφρονεῖτε, καὶ ἀσεβείας ἂν δίκην λάβοιτε παρ' αὐτῆς. ἀκούω δὲ ἔγωγε ὡς οὐδὲ αὐτὴ παρεσκεύασται ποιήσασθαι τοὺς λόγους, ἀλλὰ τὸν Ἐπίκουρον ἀναβιβάσεται συναγορεύσοντα· οὕτως ἐντρυφᾷ τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἐκεῖνά γε· αὐτὴν ἐρωτᾶτε, οἵους ἂν οἴεται γενέσθαι τὸν Ἡρακλέα καὶ τὸν ὑμέτερον Θησέα, εἰ προσθέντες τῇ ἡδονῇ ἔφυγον τοὺς πόνους· οὐδὲν γὰρ ἂν ἐκώλυεν μεστὴν ἀδικίας εἶναι τὴν γῆν, ἐκείνων μὴ πονησάντων.
Ταῦτα εἶπον οὐ πάνυ τοῖς μακροῖς τῶν λόγων χαίρουσα. εἰ δέ γε ἐθελήσειε κατὰ μικρὸν ἀποκρίνασθαί μοι συνερωτωμένη, τάχιστα ἂν γνωσθείη τὸ μηδὲν οὖσα. πλὴν ἀλλὰ ὑμεῖς γε τοῦ ὅρκου μνημονεύσαντες ψηφίσασθε ἤδη τὰ εὔορκα μὴ πιστεύσαντες Ἐπικούρῳ λέγοντι μηδὲν ἐπισκοπεῖν τῶν παρ' ἡμῖν γιγνομένων τοὺς θεούς.
ΔΙΚΗ
Μετάστηθι. ὁ Ἐπίκουρος ὑπὲρ τῆς Ἡδονῆς λέγε.
ΕΠΙΚΟΥΡΟΣ
[21] Οὐ μακρά, ὦ ἄνδρες δικασταί, πρὸς ὑμᾶς ἐρῶ· δεῖ γὰρ οὐδὲ πολλῶν μοι τῶν λόγων.
Ἀλλ' εἰ μὲν ἐπῳδαῖς τισιν ἢ φαρμάκοις ὅν φησιν ἐραστὴν ἑαυτῆς ἡ Στοὰ τὸν Διονύσιον κατηνάγκασεν ταύτης μὲν ἀπέχεσθαι, πρὸς ἑαυτὴν δὲ ἀποβλέπειν ἡ Ἡδονή, φαρμακὶς ἂν εἰκότως ἔδοξεν καὶ ἀδικεῖν ἐκέκριτο ἐπὶ τοὺς ἀλλοτρίους ἐραστὰς μαγγανεύουσα. εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθεὶς καὶ ἥν φησι κεφάλαιον τῶν πόνων τὴν εὐδαιμονίαν παραγίγνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν Ἡδονὴν ἄσμενος ἐδραπέτευσεν ὥσπερ δεσμά τινα διακόψας τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα δι' ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον;
Καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδ' ὅτι μακρὰ χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους· ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ,
λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖσ' ἔχει.
Εἴρηκα· ὑμεῖς δ' ἐπὶ τούτοις ψηφοφορήσατε.
ΣΤΟΑ
[22] Μηδαμῶς, ἀλλ' ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.
ΕΠΙΚΟΥΡΟΣ
Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.
ΣΤΟΑ
Κακὸν ἡγῇ τὸν πόνον;
ΕΠΙΚΟΥΡΟΣ
Ναί.
ΣΤΟΑ
Τὴν ἡδονὴν δὲ ἀγαθόν;
ΕΠΙΚΟΥΡΟΣ
Πάνυ μὲν οὖν.
ΣΤΟΑ
Τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;
ΕΠΙΚΟΥΡΟΣ
Μάλιστα.
ΕΡΜΗΣ
Οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ.
ΣΤΟΑ
Καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.
ΔΙΚΗ
Τίς ὑπερέσχεν;
ΕΡΜΗΣ
Πάσαις ἡ Ἡδονή.
ΣΤΟΑ
Ἐφίημι ἐπὶ τὸν Δία.
ΔΙΚΗ
Τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.
ΕΡΜΗΣ
[23] Περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.
ΑΡΕΤΗ
Προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν· ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.
ΤΡΥΦΗ
Οὐ μὲν οὖν, ἀλλ' ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.
ΔΙΚΗ
Μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστ' ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι. ὥστ' ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή· νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος. ὥστε ἄλλοι παρέστωσαν. τὸ δεῖνα μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ δικαστικόν· ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν αὐτοῖς.
ΕΡΜΗΣ
Μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μακρὰν τὴν ἀνάβασιν;
ΔΙΚΗ
Ἱκανόν, εἰ τριτημόριον λάβοιεν. ἄπιτε, μὴ ἀγανακτεῖτε, αὖθις δικάσετε.
ΕΡΜΗΣ
[24] Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε.
ΔΙΟΓΕΝΗΣ
Καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων τραυμάτων· ἐγὼ γὰρ αὐτίκα μάλα πατάξας τῷ ξύλῳ ‑
ΔΙΚΗ
Τί τοῦτο; πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι. τὸν Πύρρωνα κήρυττε.
ΕΡΜΗΣ
[25] Ἀλλ' ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν.
ΔΙΚΗ
Διὰ τί, ὦ Ἑρμῆ;
ΕΡΜΗΣ
Ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι.
ΔΙΚΗ
Τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρῴην ἀπηνέχθησαν κατ' αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλ' ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην. βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν.
ΕΡΜΗΣ
Εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ ξένην, χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην, καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων.
ΡΗΤΟΡΙΚΗ
[26] Πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχουσα διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ' ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα, ἔπειθ' ὅπερ ἐστὶ μάλιστα δίκαιον, τοῦτο παραστῆσαι τοὺς θεοὺς ὑμῖν, τὸν μὲν ἀντίδικον σιωπᾶν κελεύειν, ἐμὲ δὲ ὡς προῄρημαι καὶ βεβούλημαι τὴν κατηγορίαν ἐᾶσαι ποιήσασθαι. οὐχὶ δὲ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὅταν τε εἰς ἃ πέπονθα ἀποβλέψω καὶ ὅταν εἰς τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους ὡς ὁμοιοτάτους τοῖς ἐμοῖς οὗτος ἐρεῖ πρὸς ὑμᾶς, τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα ὄψεσθε ὥστε ὅπως μὴ χεῖρόν τι πείσομαι πρὸς αὐτοῦ σκέψασθαι δέον. ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας.
[27] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τουτονὶ κομιδῇ μειράκιον ὄντα, βάρβαρον ἔτι τὴν φωνὴν καὶ μονονουχὶ κάνδυν ἐνδεδυκότα εἰς τὸν Ἀσσύριον τρόπον, περὶ τὴν Ἰωνίαν εὑροῦσα πλαζόμενον ἔτι καὶ ὅ τι χρήσαιτο ἑαυτῷ οὐκ εἰδότα παραλαβοῦσα ἐπαίδευσα. καὶ ἐπειδὴ ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν εἰς ἐμέ ‑ ὑπέπτησσε γὰρ τότε καὶ ἐθεράπευεν καὶ μόνην ἐθαύμαζεν ‑ ἀπολιποῦσα τοὺς ἄλλους ὁπόσοι ἐμνήστευόν με πλούσιοι καὶ καλοὶ καὶ λαμπροὶ τὰ προγονικά, τῷ ἀχαρίστῳ τούτῳ ἐμαυτὴν ἐνεγγύησα πένητι καὶ ἀφανεῖ καὶ νέῳ προῖκα οὐ μικρὰν ἐπενεγκαμένη πολλοὺς καὶ θαυμασίους λόγους. εἶτα ἀγαγοῦσα αὐτὸν εἰς τοὺς φυλέτας τοὺς ἐμοὺς παρενέγραψα καὶ ἀστὸν ἀπέφηνα, ὥστε τοὺς διαμαρτόντας τῆς ἐγγύης ἀποπνίγεσθαι. δόξαν δὲ αὐτῷ περινοστεῖν ἐπιδειξομένῳ τοῦ γάμου τὴν εὐποτμίαν, οὐδὲ τότε ἀπελείφθην, ἀλλὰ πανταχοῦ ἑπομένη ἄνω καὶ κάτω περιηγόμην· καὶ κλεινὸν αὐτὸν καὶ ἀοίδιμον ἐποίουν κατακοσμοῦσα καὶ περιστέλλουσα. καὶ τὰ μὲν ἐπὶ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας μέτρια, εἰς δὲ τὴν Ἰταλίαν ἀποδημῆσαι θελήσαντι αὐτῷ τὸν Ἰόνιον συνδιέπλευσα καὶ τὰ τελευταῖα μέχρι τῆς Κελτικῆς συναπάρασα εὐπορεῖσθαι ἐποίησα.
Καὶ μέχρι μὲν πολλοῦ πάντα μοι ἐπείθετο καὶ συνῆν ἀεί, μηδεμίαν νύκτα γιγνόμενος ἀπόκοιτος [28] παρ' ἡμῶν. ἐπεὶ δὲ ἱκανῶς ἐπεσιτίσατο καὶ τὰ πρὸς εὐδοξίαν εὖ ἔχειν αὐτῷ ὑπέλαβεν, τὰς ὀφρῦς ἐπάρας καὶ μέγα φρονήσας ἐμοῦ μὲν ἠμέλησεν, μᾶλλον δὲ τέλεον εἴασεν, αὐτὸς δὲ τὸν γενειήτην ἐκεῖνον, τὸν ἀπὸ τοῦ σχήματος, τὸν Διάλογον, Φιλοσοφίας υἱὸν εἶναι λεγόμενον, ὑπεραγαπήσας μάλα ἐρωτικῶς πρεσβύτερον αὐτοῦ ὄντα, τούτῳ σύνεστιν. καὶ οὐκ αἰσχύνεται τὴν μὲν ἐλευθερίαν καὶ τὸ ἄνετον τῶν ἐν ἐμοὶ λόγων συντεμών, εἰς μικρὰ δὲ καὶ κομματικὰ ἐρωτήματα κατακλείσας ἑαυτόν, καὶ ἀντὶ τοῦ λέγειν ὅ τι βούλεται μεγάλῃ τῇ φωνῇ βραχεῖς τινας λόγους ἀναπλέκων καὶ συλλαβίζων, ἀφ' ὧν ἀθρόος μὲν ἔπαινος ἢ κρότος πολὺς οὐκ ἂν ἀπαντήσειεν αὐτῷ, μειδίαμα δὲ παρὰ τῶν ἀκουόντων καὶ τὸ ἐπισεῖσαι τὴν χεῖρα ἐντὸς τῶν ὅρων καὶ μικρὰ ἐπινεῦσαι τῇ κεφαλῇ καὶ ἐπιστενάξαι τοῖς λεγομένοις. τοιούτων ἠράσθη ὁ γενναῖος ἐμοῦ καταφρονήσας. φασὶν δὲ αὐτὸν μηδὲ πρὸς τὸν ἐρώμενον τοῦτον εἰρήνην ἄγειν, ἀλλὰ ὅμοια καὶ ἐκεῖνον ὑβρίζειν.
[29] Πῶς οὖν οὐκ ἀχάριστος οὗτος καὶ ἔνοχος τοῖς περὶ τῆς κακώσεως νόμοις, ὃς τὴν μὲν νόμῳ γαμετὴν παρ' ἧς τοσαῦτα εἴληφεν καὶ δι' ἣν ἔνδοξός ἐστιν οὕτως ἀτίμως ἀπέλιπεν, καινῶν δὲ ὠρέχθη πραγμάτων, καὶ ταῦτα νῦν ὁπότε μόνην ἐμὲ θαυμάζουσιν καὶ ἐπιγράφονται ἅπαντες προστάτιν ἑαυτῶν; ἀλλ' ἐγὼ μὲν ἀντέχω τοσούτων μνηστευόντων, καὶ κόπτουσιν αὐτοῖς τὴν θύραν καὶ τοὔνομα ἐπιβοωμένοις μεγάλῃ τῇ φωνῇ οὔτε ἀνοίγειν οὔτε ὑπακούειν βούλομαι· ὁρῶ γὰρ αὐτοὺς οὐδὲν πλέον τῆς βοῆς κομίζοντας. οὗτος δὲ οὐδὲ οὕτως ἐπιστρέφεται πρὸς ἐμέ, ἀλλὰ πρὸς τὸν ἐρώμενον βλέπει, τί, ὦ θεοί, χρηστὸν παρ' αὐτοῦ λήψεσθαι προσδοκῶν, ὃν οἶδε τοῦ τρίβωνος οὐδὲν πλέον ἔχοντα;
Εἴρηκα, ὦ ἄνδρες δικασταί, ὑμεῖς δέ, ἢν εἰς τὸν ἐμὸν τρόπον τῶν λόγων ἀπολογεῖσθαι θέλῃ, τοῦτο μὲν μὴ ἐπιτρέπετε, ‑ ἄγνωμον γὰρ ἐπ' ἐμὲ τὴν ἐμὴν μάχαιραν ἀκονᾶν ‑ κατὰ δὲ τὸν αὑτοῦ ἐρώμενον τὸν Διάλογον οὕτως ἀπολογείσθω, ἢν δύνηται.
ΕΡΜΗΣ
Τοῦτο μὲν ἀπίθανον· οὐ γὰρ οἷόν τε, ὦ Ῥητορική, μόνον αὐτὸν ἀπολογεῖσθαι κατὰ σχῆμα τοῦ Διαλόγου, ἀλλὰ ῥῆσιν καὶ αὐτὸς εἰπάτω.
ΣΥΡΟΣ
[30] Ἐπεὶ καὶ τοῦτο, ὦ ἄνδρες δικασταί, ἡ ἀντίδικος ἠγανάκτησεν, εἰ μακρῷ χρήσομαι τῷ λόγῳ, καὶ ταῦτα τὸ δύνασθαι λέγειν παρ' ἐκείνης λαβών, πολλὰ μὲν οὐκ ἐρῶ πρὸς ὑμᾶς, τὰ κεφάλαια δὲ αὐτὰ ἀπολυσάμενος τῶν κατηγορηθέντων ὑμῖν ἀπολείψω σκοπεῖν περὶ ἁπάντων. πάντα γὰρ ὁπόσα διηγήσατο περὶ ἐμοῦ ἀληθῆ ὄντα διηγήσατο· καὶ γὰρ ἐπαίδευσεν καὶ συναπεδήμησεν καὶ εἰς τοὺς Ἕλληνας ἐνέγραψεν, καὶ κατά γε τοῦτο χάριν ἂν εἰδείην τῷ γάμῳ. δι' ἃς δὲ αἰτίας ἀπολιπὼν αὐτὴν ἐπὶ τουτονὶ τὸν Διάλογον ἐτραπόμην, ἀκούσατε, ὦ ἄνδρες δικασταί, καί με μηδὲν τοῦ χρησίμου ἕνεκα ψεύδεσθαι ὑπολάβητε.
[31] Ἐγὼ γὰρ ὁρῶν ταύτην οὐκέτι σωφρονοῦσαν οὐδὲ μένουσαν ἐπὶ τοῦ κοσμίου σχήματος οἷόν ποτε ἐσχηματισμένην αὐτὴν ὁ Παιανιεὺς ἐκεῖνος ἠγάγετο, κοσμουμένην δὲ καὶ τὰς τρίχας εὐθετίζουσαν εἰς τὸ ἑταιρικὸν καὶ φυκίον ἐντριβομένην καὶ τὠφθαλμὼ ὑπογραφομένην, ὑπώπτευον εὐθὺς καὶ παρεφύλαττον ὅποι τὸν ὀφθαλμὸν φέρει. καὶ τὰ μὲν ἄλλα ἐῶ· καθ' ἑκάστην δὲ τὴν νύκτα ὁ μὲν στενωπὸς ἡμῶν ἐνεπίμπλατο μεθυόντων ἐραστῶν κωμαζόντων ἐπ' αὐτὴν καὶ κοπτόντων τὴν θύραν, ἐνίων δὲ καὶ εἰσβιάζεσθαι σὺν οὐδενὶ κόσμῳ τολμώντων. αὐτὴ δὲ ἐγέλα καὶ ἥδετο τοῖς δρωμένοις καὶ τὰ πολλὰ ἢ παρέκυπτεν ἀπὸ τοῦ τέγους ᾀδόντων ἀκούουσα τραχείᾳ τῇ φωνῇ ᾠδάς τινας ἐρωτικὰς ἢ καὶ παρανοίγουσα τὰς θυρίδας ἐμὲ οἰομένη λανθάνειν ἠσέλγαινε καὶ ἐμοιχεύετο πρὸς αὐτῶν. ὅπερ ἐγὼ μὴ φέρων γράψασθαι μὲν αὐτὴν μοιχείας οὐκ ἐδοκίμαζον, ἐν γειτόνων δὲ οἰκοῦντι τῷ Διαλόγῳ προσελθὼν ἠξίουν καταδεχθῆναι ὑπ' αὐτοῦ.
[32] Ταῦτά ἐστιν ἃ τὴν Ῥητορικὴν ἐγὼ μεγάλα ἠδίκηκα. καίτοι εἰ καὶ μηδὲν αὐτῇ τοιοῦτο ἐπέπρακτο, καλῶς εἶχέ μοι ἀνδρὶ ἤδη τετταράκοντα ἔτη σχεδὸν γεγονότι θορύβων μὲν ἐκείνων καὶ δικῶν ἀπηλλάχθαι καὶ τοὺς ἄνδρας τοὺς δικαστὰς ἀτρεμεῖν ἐᾶν, τυράννων κατηγορίας καὶ ἀριστέων ἐπαίνους ἐκφυγόντα, εἰς δὲ τὴν Ἀκαδήμειαν ἢ εἰς τὸ Λύκειον ἐλθόντα τῷ βελτίστῳ τούτῳ Διαλόγῳ συμπεριπατεῖν ἠρέμα διαλεγομένους, τῶν ἐπαίνων καὶ κρότων οὐ δεομένους.
Πολλὰ ἔχων εἰπεῖν ἤδη παύσομαι. ὑμεῖς δὲ εὔορκον τὴν ψῆφον ἐνέγκατε.
ΔΙΚΗ
Τίς κρατεῖ;
ΕΡΜΗΣ
Πάσαις ὁ Σύρος πλὴν μιᾶς.
ΔΙΚΗ
Ῥήτωρ τις ἔοικεν εἶναι ὁ τὴν ἐναντίαν θέμενος.
[33] ὁ Διάλογος ἐπὶ τῶν αὐτῶν λέγε. ὑμεῖς δὲ περιμείνατε, διπλάσιον ἀποισόμενοι τὸν μισθὸν ἐπ' ἀμφοτέραις ταῖς δίκαις.
ΔΙΑΛΟΓΟΣ
Ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, μακροὺς μὲν ἀποτείνειν τοὺς λόγους οὐκ ἂν ἐβουλόμην πρὸς ὑμᾶς, ἀλλὰ κατὰ μικρὸν ὥσπερ εἴωθα. ὅμως δὲ ὡς νόμος ἐν τοῖς δικαστηρίοις, οὕτω ποιήσομαι τὴν κατηγορίαν ἰδιώτης παντάπασιν καὶ ἄτεχνος τῶν τοιούτων ὤν· καί μοι τοῦτο ἔστω πρὸς ὑμᾶς τὸ προοίμιον.
Ἃ δὲ ἠδίκημαι καὶ περιύβρισμαι πρὸς τούτου, ταῦτά ἐστιν, ὅτι με σεμνὸν τέως ὄντα καὶ θεῶν τε πέρι καὶ φύσεως καὶ τῆς τῶν ὅλων περιόδου σκοπούμενον, ὑψηλὸν ἄνω που τῶν νεφῶν ἀεροβατοῦντα, ἔνθα ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται, κατασπάσας αὐτὸς ἤδη κατὰ τὴν ἁψῖδα πετόμενον καὶ ἀναβαίνοντα ὑπὲρ τὰ νῶτα τοῦ οὐρανοῦ καὶ τὰ πτερὰ συντρίψας ἰσοδίαιτον τοῖς πολλοῖς ἐποίησεν, καὶ τὸ μὲν τραγικὸν ἐκεῖνο καὶ σωφρονικὸν προσωπεῖον ἀφεῖλέ μου, κωμικὸν δὲ καὶ σατυρικὸν ἄλλο ἐπέθηκέ μοι καὶ μικροῦ δεῖν γελοῖον. εἶτά μοι εἰς τὸ αὐτὸ φέρων συγκαθεῖρξεν τὸ σκῶμμα καὶ τὸν ἴαμβον καὶ κυνισμὸν καὶ τὸν Εὔπολιν καὶ τὸν Ἀριστοφάνη, δεινοὺς ἄνδρας ἐπικερτομῆσαι τὰ σεμνὰ καὶ χλευάσαι τὰ ὀρθῶς ἔχοντα. τελευταῖον δὲ καὶ Μένιππόν τινα τῶν παλαιῶν κυνῶν μάλα ὑλακτικὸν ὡς δοκεῖ καὶ κάρχαρον ἀνορύξας, καὶ τοῦτον ἐπεισήγαγεν μοι φοβερόν τινα ὡς ἀληθῶς κύνα καὶ τὸ δῆγμα λαθραῖον, ὅσῳ καὶ γελῶν ἅμα ἔδακνεν.
Πῶς οὖν οὐ δεινὰ ὕβρισμαι μηκέτ' ἐπὶ τοῦ οἰκείου διακείμενος, ἀλλὰ κωμῳδῶν καὶ γελωτοποιῶν καὶ ὑποθέσεις ἀλλοκότους ὑποκρινόμενος αὐτῷ; τὸ γὰρ πάντων ἀτοπώτατον, κρᾶσίν τινα παράδοξον κέκραμαι καὶ οὔτε πεζός εἰμι οὔτε ἐπὶ τῶν μέτρων βέβηκα, ἀλλὰ ἱπποκενταύρου δίκην σύνθετόν τι καὶ ξένον φάσμα τοῖς ἀκούουσι δοκῶ.
ΕΡΜΗΣ
[34] Τί οὖν πρὸς ταῦτα ἐρεῖς, ὦ Σύρε;
ΣΥΡΟΣ
Ἀπροσδόκητον, ὦ ἄνδρες δικασταί, τὸν ἀγῶνα τοῦτον ἀγωνίζομαι παρ' ὑμῖν· πάντα γοῦν μᾶλλον ἂν ἤλπισα ἢ τὸν Διάλογον τοιαῦτα ἐρεῖν περὶ ἐμοῦ, ὃν παραλαβὼν ἐγὼ σκυθρωπὸν ἔτι τοῖς πολλοῖς δοκοῦντα καὶ ὑπὸ τῶν συνεχῶν ἐρωτήσεων κατεσκληκότα, καὶ ταύτῃ αἰδέσιμον μὲν εἶναι δοκοῦντα, οὐ πάντῃ δὲ ἡδὺν οὐδὲ τοῖς πλήθεσι κεχαρισμένον, πρῶτον μὲν αὐτὸν ἐπὶ γῆς βαίνειν εἴθισα εἰς τὸν ἀνθρώπινον τοῦτον τρόπον, μετὰ δὲ τὸν αὐχμὸν τὸν πολὺν ἀποπλύνας καὶ μειδιᾶν καταναγκάσας ἡδίω τοῖς ὁρῶσι παρεσκεύασα, ἐπὶ πᾶσι δὲ τὴν κωμῳδίαν αὐτῷ παρέζευξα, καὶ κατὰ τοῦτο πολλήν οἱ μηχανώμενος τὴν εὔνοιαν παρὰ τῶν ἀκουόντων, οἳ τέως τὰς ἀκάνθας τὰς ἐν αὐτῷ δεδιότες ὥσπερ τὸν ἐχῖνον εἰς τὰς χεῖρας λαβεῖν αὐτὸν ἐφυλάττοντο.
Ἀλλ' ἐγὼ οἶδ' ὅπερ μάλιστα λυπεῖ αὐτόν, ὅτι μὴ τὰ γλίσχρα ἐκεῖνα καὶ λεπτὰ κάθημαι πρὸς αὐτὸν σμικρολογούμενος, εἰ ἀθάνατος ἡ ψυχή, καὶ πόσας κοτύλας ὁ θεὸς ὁπότε τὸν κόσμον εἰργάσατο τῆς ἀμιγοῦς καὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας ἐνέχεεν εἰς τὸν κρατῆρα ἐν ᾧ τὰ πάντα ἐκεράννυτο, καὶ εἰ ἡ Ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, κολακείας τὸ τέταρτον. χαίρει γὰρ οὐκ οἶδ' ὅπως τὰ τοιαῦτα λεπτολογῶν καθάπερ οἱ τὴν ψώραν ἡδέως κνώμενοι, καὶ τὸ φρόντισμα ἡδὺ αὐτῷ δοκεῖ καὶ μέγα φρονεῖ ἢν λέγηται ὡς οὐ παντὸς ἀνδρός ἐστι συνιδεῖν ἃ περὶ τῶν ἰδεῶν ὀξυδορκεῖ.
Ταῦτα δηλαδὴ καὶ παρ' ἐμοῦ ἀπαιτεῖ καὶ τὰ πτερὰ ἐκεῖνα ζητεῖ καὶ ἄνω βλέπει τὰ πρὸ τοῖν ποδοῖν οὐχ ὁρῶν. ἐπεὶ τῶν γε ἄλλων ἕνεκα οὐκ ἂν οἶμαι μέμψαιτό μοι, ὡς θοἰμάτιον τοῦτο τὸ Ἑλληνικὸν περισπάσας αὐτοῦ βαρβαρικόν τι μετενέδυσα, καὶ ταῦτα βάρβαρος αὐτὸς εἶναι δοκῶν· ἠδίκουν γὰρ ἂν τὰ τοιαῦτα εἰς αὐτὸν παρανομῶν καὶ τὴν πάτριον ἐσθῆτα λωποδυτῶν.
Ἀπολελόγημαι ὡς δυνατὸν ἐμοί· ὑμεῖς δὲ ὁμοίαν τῇ πάλαι τὴν ψῆφον ἐνέγκατε.
ΕΡΜΗΣ
[35] Βαβαί, δέκα ὅλαις κρατεῖς· ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι οὐδὲ νῦν ὁμόψηφός ἐστιν. ἀμέλει τοῦτο ἔθος ἐστίν, καὶ πᾶσι τὴν τετρυπημένην οὗτος φέρει· καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις. ἀλλ' ὑμεῖς μὲν ἄπιτε ἀγαθῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.