[1] Φάλαρις .......... δ
Διονύσιος ........ κβ
Ἀγαθοκλῆς ....... η
Ἱππαρῖνος ....... α
Θεοκλῆς .......... β
Ἱπποκράτης ...... α
Δαφναῖος ......... α
Λεπτίνης ......... β
Ἄννων ........... α
Ἰμίλκων ......... ε
Γέσκων ........... α
Τιμολέων ......... γ
Ἀρίστων ......... α
Θρασυμήδης ....... β
Μεγακλῆς ......... α
Παμμένης ......... ε
Ἡρακλείδης ...... β
Ἀγαθόστρατος .... α
Λύκος ............ α
Μενεκράτης ....... α
Ἀθηνόδωρος ...... α
Διότιμος ......... δ
Τύννιχος ......... α
Κλείταρχος ....... α
Τίμαρχος ......... α
[2] Εὐδόκιμος ........ α
Παυσίστρατος ..... α
Θέογνις .......... β
Διοκλῆς .......... α
Χίλεος ........... α
Κύψελος .......... α
Τελεσίνικος ...... β
Πομπίσκος ........ Ϛ
Νίκων ............ α
Νέαρχος .......... α
Δωρόθεος ......... α
Σωσίστρατος ...... α
Διόγνητος ........ α
Ἀρχέβιος ........ α
Ἀριστοκράτης .... β
Ἀριστόμαχος ..... α
Χαριμένης ........ α
Καλλιάδης ........ α
Μέμνων ........... ε
Φιλόμηλος ........ α
Δημοκλῆς ......... α
Παναίτιος ........ α
Πυραίχμης ........
Σάτυρος ..........
[1] Καὶ τόδε ὑμῖν πέμπτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων οὐχ οὕτως ἐμαυτὸν ἄξιον ἐπαίνου ἡγούμενος ἐπὶ τῷ συγγράφειν, ὡς ὑμᾶς ἐπὶ τῷ σπουδάζειν ἀναγιγνώσκειν τοσαῦτα συγγράμματα, τοσαύτης ἀρχῆς προεστηκότας· νυνί γε μὴν μάλιστα, ὁπότε μὴ μόνον τὰ δίκαια τῆς εἰρήνης πρυτανεύετε, ἀλλὰ καὶ τὰ ἔργα τοῦ πολέμου διατάσσετε, καὶ τοῦτο ἄρα στρατήγημα νίκης ἡγούμενοι, εἰ δι' ὧν ἐνίκησαν οἱ παλαιοὶ στρατηγοὶ, ταῦτα καταμανθάνοιτε. βασιλεῦσι γὰρ πόλεμον ἐκτάσσουσι προσήκειν ὑπολαμβάνετε κατανοεῖν ἔργων ἀγώνισμα. λόγων μὲν γὰρ σπουδὴ τοῖς ἄγουσι σχολὴν χρῆμα ὠφέλιμον· ἔργων δὲ ἐπιστήμη τοῖς ὅπλων ἄρχουσιν ἀρίστη διδάσκαλος ὧν χρὴ δρᾶν κατὰ ζῆλον τῶν πάλαι κρατησάντων. ὅπως οὖν ζηλώσετε τὰς τῶν ἀρχαίων ἀρετὰς καὶ νίκας, αὐτὰ δείξει τὰ στρατηγήματα.
[1]
[1] Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατασκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἂν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἂν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελωνικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα 'ὃς ἂν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον'. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ 'οὐκοῦν', ἔφη, 'συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολιν'. συνεχώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέμενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναικῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκραγαντίνων πόλεως.
[2] Φάλαρις Ἀκραγαντίνων τὰ ὅπλα παρελέσθαι βουλόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν.
[3] Φάλαρις πολιορκούντων Ἀκραγαντίνων Σικανοὺς οὐ δυνάμενος ἑλεῖν αὐτοὺς πολὺν σῖτον παρεσκευασμένους, διελύσατο τὸν πόλεμον· ἀλλὰ καὶ τὸν ἀπὸ τοῦ στρατοπέδου σῖτον αὐτοῖς παρακατέθετο συνθέμενος ἀπολήψεσθαι τὸν θερίζεσθαι μέλλοντα. ἀσμένως ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν. ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν.
[4] Φάλαρις πρὸς Τεῦτον ἄρχοντα Οὐέσσης, ἥπερ εὐδαιμονεστάτη καὶ μεγίστη Σικανῶν πόλις, ἔπεμψε τοὺς μνηστευσομένους αὐτῷ τὴν ἐκείνου θυγατέρα. ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θεραπαινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελάβοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δ' εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο.
[2]
[1] Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μισθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάντες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβὼν καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεοντίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν.
[2] Διονύσιος Ἑρμοκράτους, Συρακουσίοις ὑπηρετῶν καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ [τῷ] πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβὼν τύραννος ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν.
[3] Διονύσιος τοὺς ἐπιβουλεύοντας φωρᾶν μάλιστα πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν πόλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἵνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· 'ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει.' ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρωπον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματοφύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμαστὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι.
[4] Διονύσιος ἀπέπλει καταστήσας Ἄνδρωνα φύλακα τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρεκάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν [τῆς] ἀκροπόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν ὁ Διονύσιος μετ' ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρ' ἄλλων· ὅμως δὲ καὶ παρ' αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξαπατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν μὲν Ἄνδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοκράτην καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, δι' ἣν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο.
[5] Διονύσιος συνθέμενος πρὸς τοὺς ἐνδιδόντας Νάξον αὐτὸς μὲν ὀψὲ τῆς ὥρας προσῆλθε τοῖς τείχεσιν ἑπτακισχιλίους στρατιώτας ἔχων· οἱ δὲ Νάξιοι τῆς προδοσίας αἰσθόμενοι ὥρμησαν ἐπὶ τοὺς πύργους. οἱ δὲ προδιδόντες ἀπὸ τῶν πύργων ἐκάλουν τὸν Διονύσιον μετὰ τῆς δυνάμεως ἁπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφάξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διονυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέπλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧν (ἂν) ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπιπλεῖν τοσαύτας τριήρεις, ὅσους (ἑώρων) κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν.
[6] Διονύσιος, Ἱμίλκωνος ἐπιπλεύσαντος καὶ τὸ στόμα τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τὸ πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατ' ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρατιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγὴν τῶν τριήρων [διὰ] τῆς περιεχούσης ἄκρας τὸν λιμένα. τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια· τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερήνεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν διεσώσατο.
[7] Διονύσιος ὑπὸ Δίωνος [πολιορκούμενος] τὴν ἀκρόπολιν κατέχων ἐπρεσβεύσατο πρὸς Συρακουσίους ὑπὲρ διαλλαγῶν. οἱ δὲ ἀπεκρίναντο 'εἰ μὲν ἀφίησι τὴν ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ πόλεμος ἔστω'. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέλευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγὼν μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν.
[8] Διονύσιος τοὺς πρεσβευτὰς τῶν Συρακουσίων, οὓς κατέσχε, τῆς ὑστεραίας ἀνέπεμψε τοῖς πολίταις· συνηκολούθησαν δὲ αὐτοῖς καὶ γυναῖκες ἐπιστολὰς φέρουσαι πρὸς Δίωνα καὶ Μεγακλέα παρὰ τῆς ἀδελφῆς καὶ τῆς γυναικὸς καὶ πρὸς τοὺς ἄλλους Συρακουσίους, ὧν ἦσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες [συναγαγόντες] ἐκκλησίαν φανερῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαι γυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας, [ἀλλὰ] διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς ἔξωθεν ἐγέγραπτο 'παρὰ Ἱππαρίωνος τῷ πατρί' τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοίξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθ' ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει.
[9] Διονύσιος Καρχηδονίων ἐπιόντων χειρὶ μυριάδων τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυνάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνίκησεν.
[10] Διονύσιος χειρώσασθαι βουλόμενος Ἱμέραν πρὸς μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλησίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον· ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν Ἱμέραν αὐτὴν καὶ βίᾳ προσβαλὼν ἐξεῖλε τὴν πόλιν.
[11] Διονύσιος τοὺς πρεσβυτέρους τῶν στρατιωτῶν ἀπομίσθους ἐβούλετο ποιῆσαι· οἱ δὲ ἠγανάκτουν πρὸς αὐτὸν καὶ οἱ νέοι ὡς ἄδικον, εἰ γηρῶντες ἐκβάλλοιντο. ὁ δὲ, τὸν θόρυβον μαθὼν συναγαγὼν ἐκκλησίαν ἀναγορεύει τάδε· 'τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον.' ἥσθησαν οἱ στρατιῶται πάντες καὶ διῃρέθησαν ἀπ' ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατ' ὀλίγους εἰς πολλὰς φυλακὰς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας.
[12] Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλει κατὰ θάλατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν, βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ, πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρ' ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν. ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν.
[13] Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέκρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφημοῦντας μαθὼν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐδίωξεν.
[14] Διονύσιος τὰ ὅπλα τῶν πολιτῶν παρελόμενος, ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπὸ τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελθεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας.
[15] Διονύσιος βουλόμενος εἰδέναι, τίνες εἶεν οἱ πρὸς τὴν τυραννίδα ἀλλοτρίως ἔχοντες, κατέπλευσεν ἐκ τῆς Ἰταλίας ἐς τὸ κρυπτὸν νεώριον ὡς ἀπολωλὼς [ὑπὸ] τῶν ἰδίων στρατιωτῶν. οἱ δὲ δυσμενῶς ἔχοντες συνθέοντες μετὰ χαρᾶς ἀλλήλοις τὸ πταῖσμα διηγοῦντο· [Διονύσιος] συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν.
[16] Διονύσιος ἀρρωστεῖν προσποιησάμενος λόγον διέδωκεν, ὡς ἐσχάτως εἴη διακείμενος. ἐπεὶ δὲ πολλοὶ πρὸς τὴν φήμην ὑπερήσθησαν, αὐτὸς μετὰ τῶν δορυφόρων ἐπεξελθὼν ἅπασιν ἐφάνη καὶ τοὺς ἐφηδομένους ἀπαχθῆναι προσέταξεν.
[17] Διονύσιος Καρχηδονίους ἐπὶ μεγάλοις λύτροις ἀπεδίδου, τοὺς δὲ Ἕλληνας ἄνευ λύτρων. Καρχηδόνιοι τὴν τυράννου φιλανθρωπίαν ὑποπτεύσαντες, οὓς εἶχον μισθοφόρους Ἕλληνας ἀπέπεμψαν· τῷ Διονυσίῳ δὲ ἄριστα εἶχε πολεμίων Ἑλλήνων ἀπηλλάχθαι.
[18] Διονύσιος πολεμῶν Μεσηνίοις, παρ' οἷς ἦσαν ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύσιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαντον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ [τοῦ] χρυσίου λαβόντες, ἀνακρίναντες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι.
[19] Διονύσιος ἐν σπάνει χρημάτων παρὰ τῶν πολιτῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φασκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκληπιοῦ ‑ πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ ‑ ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπουδῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς [τι] τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύσιος δὲ εἶχε τὰ χρήματα.
[20] Διονύσιος πόλιν ἑλὼν, ἧς τῶν πολιτῶν οἱ μὲν τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν ‑ ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι ‑ φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἁλοῦσιν οἰκέταις τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες [τοῖς δεσπόταις] αὑτῷ πιστοὶ φύλακες τῆς πόλεως γένοιντο.
[21] Διονύσιος ἐς Τυρρηνίαν πλεύσας ἑκατὸν τριήρεσι καὶ ἱππαγωγοῖς, παρελθὼν ἐς τὸ τῆς Λευκοθέας ἱερὸν, λαβὼν νομίσματος τάλαντα πεντακόσια παραχρῆμα ἀπέπλευσεν. μαθὼν δὲ ἐν ἀπορρήτῳ χρυσίου τάλαντα χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρήματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προσεκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν.
[22] Πάριοι, ζηλωταὶ Πυθαγορείων λόγων, διῆγον ἐν τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοιτῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίζετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν, ἡλίκων δι' αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὑτῷ καὶ μαθητὰς, τύραννον δ' οὐδὲ ὄψει γνώριμον. [ὁ δὲ] αὐτοῦ θάνατον κατέγνω. Εὐήφενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· 'τοῖς μὲν δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι.' πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύσιος ἐθαύμασε καὶ ἤρετο 'τίς ἂν οὖν πίστις γένοιτο;' ὁ δὲ 'ἐγγυητὴν', ἔφη, 'τοῦ θανάτου καταστήσω', καὶ μεταπεμψάμενος τὸν Εὔκριτον ἠξίωσεν ἐγγυήσασθαι. ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον. ἦν τὸ χρῆμα ἤδη [θαυμαστόν]· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικελίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρίτον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρ' αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγαθῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρασχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰταλιωτῶν Διονυσίῳ πιστεύειν.
[3]
[1] Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πολεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόντας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν 'δειπνήσαντες ἐξεμέσωμεν τοὺς ὅρκους'.
[2] Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὑτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνοι καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρατηγὸς ἐπηρώτησεν 'ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα'. ὁ τοίνυν Ἀγαθοκλῆς 'δοκεῖ μοι', ἔφη, 'πάντας ἀνελεῖν'. ἦσαν δὲ μύριοι. καὶ δὴ περιστάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκκλησίας.
[3] Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακουσίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπινίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεγαλοπρεπὴς ἡ τῶν κληθέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὠρχήσατο· ὥστε ὑφ' ἡδονῆς θόρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἕνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους.
[4] Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνάμει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείδην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέχρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θεραπείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγὼν τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέλαβεν οὐχ ὑβρισθέντα.
[5] Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδιαπλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν 'ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν ἰδίων κτημάτων'. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν.
[6] Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρακούσιοι. ὁ δὲ λαβὼν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν.
[7] Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων 'ταύτην', [ἔφη], 'τὴν ἡμέραν ηὐξάμην, ἐν ᾗ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχοντας'. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὑτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρεψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύσας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχιλίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν.
[8] Ἀγαθοκλῆς μαθὼν τοὺς περὶ Τίσαρχον καὶ Ἀνθρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὑτῷ καλέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἵνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ 'αὔριόν γε', ἔφη, 'συνελθόντες εἰς τὸ Τιμολεόντειον μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξοδον'. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.
[4]
[1] Ἱππαρῖνος ἐν Λεοντίνοις ὢν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν.
[5]
[1] Θεοκλῆς Χαλκιδέας τοὺς ἀπ' Εὐβοίας ἀγαγὼν τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἳ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο], αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπολιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ καταληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Μεγαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν.
[2] Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἓξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν 'ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομπὴν ὅπλοις κεκοσμημένην'. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρ' αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κατέστησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· 'Μεγαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίου'. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεοκλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώτιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ τοσούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.
[6]
[1] Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπουδακὼς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύτης ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄνδρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοῦ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελάβετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέλευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας. [7]
[1] Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρχηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόντων Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκούσας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰταλιωτῶν κατὰ τὴν εὐώνυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρ' αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν 'παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμεν'· καὶ δὴ προθύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.
[8]
[1] Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχηδόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφ' ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο.
[2] Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τάραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Ταραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν στολὴν ἀποθέμενος καὶ λαβὼν ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀποκόψας τὰ πρυμνήσια τὸ σκάφος ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβὼν ἀνέπλευσεν ὡς Διονύσιον.
[9]
[1] Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπ' αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὑτοῦ νεῶν καθαιρεῖ τὰ ἱστία, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναντίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης.
[10]
[1] Ἰμίλκων Καρχηδόνιος εἰδὼς τῶν Λιβύων τὸ φίλοινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρησεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὢν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.
[2] Ἰμίλκων Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λιβύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀποσπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἵνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δ' ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.
[3] Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, ἐφ' ἣν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λίβυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκων ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· 'ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχωσθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκαφήσεται, ὅπως μὴ διὰ ταύτης ὁρμησάντων κυκλωθήσωνται'. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλαττόντων.
[4] Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρατοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγγελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δ' Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόντων. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.
[5] Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν ‑ πολλὴ δὲ ἦν καίειν ‑ παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέρετο, Ἰμίλκων δὲ ἔλαθε διελθὼν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.
[11]
[1] Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελφὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρήματα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τούτων πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κινδυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέσκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδωκαν εἰς τιμωρίαν καθ' ὃν ἂν βούληται τρόπον. Γέσκων δὲ παραλαβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλήθους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναιρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν 'οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλ' ἀγαθῷ κακόν'. τοιγαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.
[12]
[1] Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παραταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρατιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρ' αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων 'καὶ μὴν μᾶλλον', ἔφη, 'φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἴσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.' ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.
[2] Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολλοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμολέοντι παραδώσειν ἑαυτὸν ἐφ' ᾧ τε] κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγὼν αὐτὸν εἰς τὴν ἐκκλησίαν 'κατηγορήσω μὲν οὐδαμῶς', ἔφη, 'τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἂν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.'
[3] Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθὼν ἐπί τινα λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδὼν Καρχηδονίους πεντακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· 'νῦν ἁλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρησμὸν ὁ χειμὼν ἐξαπίνης κινούμενος.' οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.
[13]
[1] Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συναγαγὼν ἐγγὺς αὐτῶν παρέπλει, ἵνα, ἢν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπολαμβάνοι μέσην αὑτοῦ καὶ τῶν ὁλκάδων.
[2] Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρονοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἱ δὲ ἠριστηκότες εὐκολώτερον ἐκράτησαν.
[14]
[1] Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγατρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμὼν ἐφίλησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φερόντων καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος 'ἢν τοὺς φιλοῦντας', ἔφη, 'κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;' Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπ' Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆσθαι αὐτοῖς ᾧ βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαντες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιότητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανίσκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρ' αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.
[15]
[1] Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράττων διετέλει καὶ πολλοὺς Σικελιώτας κατ' αὐτοῦ συνίστη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρεσκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἑλὼν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλ' ἑκὼν αὑτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους 'ἐγώ τοι', ἔφη, 'καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλων'. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Μεγακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη 'εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἂν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;' τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μειδιάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φείδεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσάμενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.
[16]
[1] Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον ἐς Θήβας. οἱ πολέμιοι τὸν Φιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βαθύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευτικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμὼν ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.
[2] Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολλοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελταστὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτ' ἐγένετο, λαβὼν τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περιίππευσεν ἐπ' αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων ἀναστρεψάντων.
[3] Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρμει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θόρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κωλύοντος τὸν λιμένα κατέσχον.
[4] Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι. τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν.
[5] Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθὼν ἐπανελθὼν ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος.
[17]
[1] Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συντάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἳ κτενοῦσιν Ἡρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν Ἰλισσὸν, οὗ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρατηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέπραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυκλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἳ πάντας αὐτοὺς εἰσελθόντας ἐφόνευσαν.
[1] Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥοδίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβὼν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἦσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων 'ἱκέτης ἦλθον προπηλακιζόμενος δι' ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν'. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.
[18]
[1] Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφεσον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχὺν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανῄεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπ' ἀμφοτέρων τῶν κεράτων ἐπέπλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφροδίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.
[19]
[1] Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειραταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβὼν εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνητον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πειραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώτους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.
[20]
[1] Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρατιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νικήσαντες κατέσχον τὴν Σαλαμῖνα.
[21]
[1] Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἦ μὴν μαχέσασθαι, μέχρις ἂν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τὸν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.
[22]
[1] Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόντων εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.
[2] Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμονίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελὼν, [κατὰ δύο] ζεύξας πρὸς ἀλλήλας, τὰ ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Λακεδαιμόνιοι πέντε ἱστίων φαινομένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλὼν δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς ἐπιστήμης, τὰς μὲν ἓξ τῶν Λακωνικῶν κατέδυσε, τὰς δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.
[3] Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγὼν τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβὼν ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἵνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.
[4] Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πολεμίας ἀφ' ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας τοὺς μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων διασκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδραμόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκείμενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπιφανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοιποὺς δ' ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.
[23]
[1] Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορκουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ, δεξάμενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διάστημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παραλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πληροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.
[24]
[1] Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβὼν ἔδειξε τοῖς στρατιώταις. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.
[25]
[1] Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆθος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν.
[26]
[1] Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἤδη δὲ καὶ ἐπ' ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττε κηρύττειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὑτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον.
[27]
[1] Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.
[28]
[1] Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρατιώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιάζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατ' ἄκρον τι χωρίον, ἀφ' οὗ μάλιστα ἔμελλον ὀφθήσεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πολεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· 'ὑμεῖς δὲ', ἔφη, 'τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἣν αὑτοῖς δεδώκατε.'
[2] Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωριζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.
[29]
[1] Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν τῇ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφ' ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον.
[30]
[1] Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προΐεσθαι προεῖπεν 'Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τὰ οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι'. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.
[31]
[1] Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κορινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κορινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραννίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.
[32]
[1] Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρακουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρατιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκαζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλὼν ἐνίκησε.
[2] Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιουμένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβεβηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.
[33]
[1] Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.
[2] Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.
[3] Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληϊζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέμενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.
[4] Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετ' οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας, ἐπιθέμενος, καταλαβὼν ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.
[5] Πομπίσκος, ἵνα θᾶττον οἱ κατάσκοποι τῶν πολεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρ' αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.
[6] Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας ἀλλήλοις, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.
[34]
[1] Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πολεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὑτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολεμίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εὐρωστοτάτους ἐρέτας ἔπλει παρ' αὐτὰς τὰς πρώρας τῶν πολεμίων τριήρων ὡς φίλος ὢν αὐταῖς. προελθὼν ἐπ' ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπεπληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὢν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.
[35]
[1] Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρ' αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δ' εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖκας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρχος ἐκράτησεν.
[36]
[1] Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δ' ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα καταδυομένην εὐθὺς ὥρμησε φεύγειν.
[37]
[1] Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄνδρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμπράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλαβόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρακουσίων.
[38]
[1] Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθ' ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνεδρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.
[39]
[1] Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνεδρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.
[40]
[1] Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἔχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρτιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχειριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεὼς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέπλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπελυτρώσατο.
[41]
[1] Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβὼν, μετεμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὑτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.
[42]
[1] Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορμουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.
[43]
[1] Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ' ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας.
[44]
[1] Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυράννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολεμίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστόνικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.
[2] Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλαβόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὑτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσε φράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβηθέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλίζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολεμίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπ' ἀλλήλους, ἀλλὰ μετ' ἀλλήλων ἐπ' αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαντας ἐποιήσαντο.
[3] Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσβείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρατιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγειλάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδια, ἑσπέρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι. τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παράδοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνάμεως τὴν ἀκρόπολιν κατειληφότος.
[4] Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μαγνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευασμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολεμίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.
[5] Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφ' αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶντες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ σύμμαχος ἥκοι βοηθήσων, προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.
[45]
[1] Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενολογήσας κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώμενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.
[46]
[1] Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου 'ἐμοὶ πρὸς τούτους', ἔφη, 'γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους'· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.
[47]
[1] Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέλευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπιβάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφόνευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.