99
[1] ὅτι ὁ Μιθριδάτης πρέσβεων ἡκόντων Ῥωμαίων οὐδὲν ἐκίνησεν, ἀλλ’ ἀνταιτιασάμενός τινα, καὶ προσαποδείξας τοῖς πρέσβεσι τὸ πλῆθος τῶν χρημάτων ὧν τῷ τε κοινῷ καὶ ἰδίᾳ τισὶν ἀναλώκει, ἡσυχίαν ἔσχεν. ὁ δὲ Νικομήδης τῇ συμμαχίᾳ αὐτῶν ἐπαρθεὶς καὶ χρημάτων δεηθεὶς ἐσέβαλεν ἐς τὴν χώραν αὐτοῦ. UG 22 (p. 386).
1a Δίωνος λαʹ βιβλίῳ "καὶ τῷ Μιθραδάτῃ αὐτὸς πρός τε τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς προστετάχθαι." Bekk. Anecd. 166 18.
[2] ὅτι ὁ Μιθριδάτης πρέσβεις ἀπέστειλεν ἐς τὴν Ῥώμην, ἀξιῶν, εἰ μὲν φίλον τὸν Νικομήδην νομίζουσι, πεῖσαι αὐτὸν ἢ ‹καὶ› καταναγκάσαι τὰ δίκαιά οἱ ποιῆσαι, εἰ δὲ μή, αὐτῷ γε ἐπιτρέψαι τὸν ἐχθρὸν ἀμύνασθαι. οἱ δὲ οὐχ ὅτι τι ἔπραξαν ὧν ἤθελεν, ἀλλὰ καὶ ἐπηπείλησαν αὐτῷ, ἂν μὴ τῷ Ἀριοβαρζάνῃ τὴν Καππαδοκίαν ἀποδῷ καὶ πρὸς τὸν Νικομήδην εἰρήνην ἄγῃ. τούς τε πρέσβεις αὐτοῦ αὐθημερὸν ἀπέπεμψαν, καὶ προσαπηγόρευσαν αὐτῷ μηκέτι μηδένα ἄλλον, ἂν μὴ πειθαρχῇ σφίσι, πέμψαι. UG 23 (ib.).
[2a] Δίωνος λαʹ βιβλίῳ "τῶν δὲ ἄλλων ὡς καὶ ἐπικουρίας τινὸς παρ’ ἑαυτοῦ δεομένων ἐπιμνησθείς." Bekk. Anecd. 137 20.
100
[1] ὅτι Κάτων ἀστικὸν καὶ ἀφηλικέστερον τὸ [τε] πλεῖον τοῦ στρατοῦ ἔχων ἐς τὰ ἄλλα ἧττον ἔρρωτο, καί ποτε ἐπιτιμῆσαί σφισιν, ὅτι μήτε πονεῖν μήτε τὰ παραγγελλόμενα προθύμως ... ἤθελον, ἐπιτολμήσας ὀλίγου κατεχώσθη βληθεὶς ὑπ’ αὐτῶν. καὶ ἐτεθνήκει γ’ ἂν εἰ λίθων εὐπορήκεσαν· ἐπεὶ δὲ τὸ χωρίον ἐν ᾧ συνειλέχατο ἐγεωργεῖτο καὶ δίυγρον κατὰ τύχην ἦν, οὐδὲν ὑπὸ βώλων ἔπαθεν. συνελήφθη δὲ ὁ τῆς στάσεως ἄρξας Γάιος Τίτιος, ἀνὴρ ἀγοραῖος καὶ ἐκ δικαστηρίων τὸν βίον ποιούμενος, τῇ τε παρρησίᾳ μετὰ ἀναισχυντίας κατακορεῖ χρώμενος, καὶ ἐς τὸ ἄστυ ἐς τοὺς δημάρχους ἐπέμφθη, οὐκ ἐκολάσθη δέ. V. 99 (p. 641).
101
[1] ὅτι πάντες τοὺς Ῥωμαίους ἐφόνευον κελεύσαντος Μιθριδάτου οἱ Ἀσιανοί, πλὴν καθ’ ὅσον Τραλλιανοὶ οὐδένα ἀπέκτειναν, Θεόφιλον δέ τινα Παφλαγόνα ἐμισθώσαντο, ὥσπερ που ἧττόν σφων ἀπόλλυσθαι μελλόντων, ἢ καὶ διαφέρον αὐτοῖς ὑφ’ ὅτου σφαγήσοιντο. V. 100 (p. 642).
[2] ὅτι οἱ Θρᾷκες ἀναπεισθέντες ὑπὸ τοῦ Μιθριδάτου τήν τε Ἤπειρον καὶ τἆλλα τὰ μέχρι τῆς Δωδώνης κατέδραμον, ὥστε καὶ τὸ τοῦ Διὸς ἱερὸν συλῆσαι. V. 101 (ib.).
102
[1] ὅτι ὁ Κίννας ἐπειδὴ τάχιστα τὴν ἀρχὴν παρέλαβεν, οὐδὲν οὕτω τῶν πάντων ἐσπούδασεν ὡς καὶ τὸν Σύλλαν ἐκ τῆς Ἰταλίας ἐκβαλεῖν, πρόφασιν μὲν τὸν Μιθραδάτην ποιησάμενος, ἔργῳ δὲ ἐπιθυμήσας αὐτὸν ἀπαρτῆσαί οἱ, ὅπως μὴ ἐγγύθεν ἐφεδρεύων ἐμποδὼν πρὸς ἃ ἔπραττε γένηται. καίτοι ‹τῇ› τοῦ Σύλλου σπουδῇ ἀπεδέ [2] δεικτο, καὶ οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ πράξειν ὑπέσχητο. ὁ γὰρ Σύλλας τήν τε ἀνάγκην τοῦ πολέμου ὁρῶν καὶ τῆς δόξης αὐτοῦ γλιχόμενος, τά τε ἄλλα τὰ οἴκοι πρὸς τὸ ἐπιτηδειότατον ἑαυτῷ πρὶν ἐξορμηθῆναι κατεστήσατο, καὶ τὸν Κίνναν Γναῖον τέ τινα Ὀκτάουιον διαδόχους ἀπέφηνεν, ἐλπίσας μάλιστα ἂν οὕτω καὶ ἀπὼν [3] ἰσχῦσαι. τοῦτον μὲν γὰρ ἐπί τε ἐπιεικείᾳ ἐπαινούμενον ἠπίστατο καὶ οὐδὲν παρακινήσειν ἐνόμιζεν, ἐκεῖνον δὲ εὖ μὲν ᾔδει κακὸν ἄνδρα ὄντα, οὐκ ἠθέλησε δὲ ἐκπολεμῶσαι δυνάμενόν τέ τι καὶ αὐτὸν ἤδη, καὶ ἑτοίμως, ὥς γε καὶ ἔλεγε καὶ ὤμνυεν, ἔχοντα πᾶν ‹οἱ› [4] ὁτιοῦν ὑπουργῆσαι. αὐτός τε οὖν, καίτοι δεινότατος ὢν τάς τε γνώμας τῶν ἀνθρώπων συνιδεῖν καὶ τὰς φύσεις τῶν πραγμάτων συλλογίσασθαι, πάνυ ἐν τούτῳ διεσφάλη, καὶ πόλεμον τῇ πόλει μέγαν κατέλιπεν. V. 102 (p. 642)
.[5] ὅτι Ὀκτάουιος φύσει βραδὺς ἦν πρὸς τὰ πολιτικά. V. 103 (ib.).
[7] ὅτι οἱ Ῥωμαῖοι στασιάσαντες πρὸς ἀλλήλους τὸν Μέτελλον μετεπέμψαντο, κελεύσαντες αὐτῷ πρὸς τοὺς Σαυνίτας, ὅπως ποτ’ ἂν δύνηται, συμβῆναι· οὗτοι γὰρ ἔτι τότε μόνοι τὴν Καμπανίαν καὶ τὴν ἐπέκεινα αὐτῆς ἐκακούργουν.
ὁ δὲ τούτοις οὐκ ἐσπείσατο· τήν τε γὰρ πολιτείαν ἠξίουν οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ηὐτομοληκόσι πρὸς σφᾶς δοθῆναι, καὶ οὔτε τι τῆς λείας ἣν εἶχον ἀποδοῦναι ἤθελον, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους σφῶν πάντας ἀπῄτουν, ὥστε μηδὲ τοὺς βουλευτὰς τὴν εἰρήνην ἔτι τὴν πρὸς αὐτοὺς ἐπὶ τούτοις ἑλέσθαι. UR 9 (p. 385).
[8] ὅτι ἐπειδὴ ὁ Κίννας τὸν νόμον τὸν περὶ τῆς καθόδου τῶν φυγάδων ἀνενεώσατο, ὁ Μάριος οἵ τε ἄλλοι οἱ σὺν αὐτῷ ἐκπεσόντες ἐσεπήδησαν ἐς τὴν πόλιν μετὰ τοῦ λοιποῦ στρατοῦ κατὰ πάσας ἅμα τὰς πύλας, καὶ ἐκείνας τε ἔκλεισαν ὥστε μηδένα διαδρᾶναι, καὶ πάντας τοὺς ἐντυγχάνοντάς σφισι ἐξειργάσαντο, μηδένα αὐτῶν ἀποκρίνοντες, ἀλλὰ πᾶσιν αὐτοῖς ὁμοίως ὡς πολεμίοις χρώμενοι.
[9] μάλιστα δὲ τούς τι ἔχοντας ἐπιθυμίᾳ χρημάτων ἔφθειρον, καὶ τούς τε παῖδας καὶ τὰς γυναῖκάς σφων ὕβριζον, ὥσπερ τινὰ ἀλλοτρίαν πόλιν ἠνδραποδισμένοι. καὶ τὰς κεφαλὰς τῶν ἐλλογιμωτάτων ἐπὶ τὸ βῆμα ἀνετίθεσαν. καὶ ἦν τό [τε] θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πρᾳότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.
[10] τοσαύτη γὰρ ἑνὶ λόγῳ ἥ τε ἐπιθυμία καὶ ἡ ἀπληστία τῶν φόνων τὸν Μάριον κατέσχεν ὥστε, ἐπειδὴ τὸ πλεῖστον τῶν ἐχθρῶν ἀπεκτόνει καὶ οὐκέτ’ οὐδεὶς ὧν ἐξολέσαι ἐγλίχετο ἐπὶ τὸν νοῦν ἅτε ἐν τοσαύτῃ ταραχῇ ἐπῄει, σύνθημα τοῖς στρατιώταις δοῦναι σφάττειν πάντας ἑξῆς οἷς ἂν τῶν προσιόντων μὴ ὀρέξῃ τὴν χεῖρα. πρὸς γὰρ τοῦτο τὰ τῶν Ῥωμαίων πράγματα ἀφίκετο ὥστε μὴ μόνον ἀκρίτως μηδ’ ἀπ’ ἔχθρας, ἀλλὰ καὶ πρὸς τὴν οὐκ ἔκτασιν τῆς ἐκείνου χειρὸς ἀπόλλυσθαι. καὶ (ἦν γάρ, ὥσπερ εἰκός, ἔν τε ὄχλῳ καὶ ἐν θορύβῳ τοσούτῳ οὐδ’ αὐτῷ τῷ Μαρίῳ ἐπιμελές, ἀλλ’ οὐδὲ δυνατὸν οὐδ’ εἰ πάνυ ἐβούλετο, κατὰ γνώμην τῇ χειρὶ χρῆσθαι) πολλοὶ κἀκ τούτου μάτην ἀπέθανον, οὓς οὐδαμῇ οὐδαμῶς ἀποκτεῖναι ἐδεῖτο. τὸ μὲν οὖν σύμπαν τῶν τε γὰρ ἀποθανόντων ἀνεξεύρετόν ἐστι· πέντε γὰρ ὅλαις ἡμέραις καὶ νυξὶν ἴσαις αἱ σφαγαὶ ἐγένοντο. V. 104 (p. 642).
[11a] Δίων λαʹ βιβλίῳ "κἀνταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρκέσειν ἑαυτὸν διεχρήσατο". Bekk. Anecd. 140 25.
[12] ὅτι θυόντων τῶν Ῥωμαίων ἱσταμένου τοῦ ἔτους τὰ ἐσιτήρια, καὶ τῇ ἡγεμονίᾳ τὰς εὐχὰς κατὰ τὰ πάτρια ποιουμένων, ὁ υἱὸς Μαρίου δήμαρχόν τινα αὐθεντίᾳ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ τοῖς ὑπάτοις ἔπεμψε, καὶ ἄλλον ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισεν, ὅπερ οὐδεὶς ἄλλος ἐπεπόνθει, καὶ δύο στρατηγοὺς καὶ πυρὸς καὶ ὕδατος εἶρξεν. V. 105 (p. 645).
104
[1] ὅτι ὁ ὑποστράτηγος Φλάκκου Φιμβρίας ἐς Βυζάντιον ἐλθόντι αὐτῷ ἐστασίασεν. ἦν γὰρ ἐς πάντα δὴ τολμηρότατος καὶ προπετέστατος, δόξης τε ὁποιασοῦν ἐραστὴς καὶ παντὸς τοῦ ἀμείνονος ὀλίγωρος. ἐξ ὧν που καὶ τότε, ἀφ’ οὗπερ ἀπῆρεν ἀπὸ τῆς Ῥώμης, ἀρετήν τε ἐς χρήματα καὶ σπουδὴν περὶ τοὺς στρατιώτας προσποιησάμενος ἀνηρτήσατό τε αὐτοὺς καὶ τῷ Φλάκκῳ συνέκρουσεν.
[2] ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι ἐκεῖνος χρημάτων τε ἄπληστος ἦν καὶ οὐκ ἠγάπα τὰ περιγιγνόμενα σφετεριζόμενος, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τῶν στρατιωτῶν τροφῆς, ἔκ τε τῆς λείας, ἣν ἰδίαν ἑκάστοτε ἐνόμιζεν εἶναι, ἐχρηματίζετο. V. 112 (p. 650).
[3] ὅτι ἐπεὶ πρὸς τὸ Βυζάντιον ἀφίκοντο Φλάκκος καὶ Φιμβρίας, καὶ ὁ Φλάκκος ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι κελεύσας ἐς τὴν πόλιν ἐσῆλθε, παραλαβὼν δὲ τοῦτο ὁ Φιμβρίας χρήματά τε αὐτὸν εἰληφέναι κατῃτιᾶτο, καὶ διέβαλλε λέγων ὡς ἐκεῖνος μὲν ἔνδον τρυφῴη, σφεῖς δὲ ὑπὸ σκηναῖς ἐν χειμῶνι ταλαιπωροῖντο. οἱ δὲ στρατιῶται ἔς τε τὸ ἄστυ θυμῷ ἔπεσον, καί τινας τῶν ἐμπεσόντων σφίσιν ἀποκτείναντες ἐς τὰς οἰκίας ἐσκεδάσθησαν. V. 113 (ib.).
[4] ὅτι διαφορᾶς τινὸς τῷ Φιμβρίᾳ πρὸς τὸν ταμίαν γενομένης ἠπείλησεν αὐτῷ ὁ Φλάκκος ἄκοντα ἐς Ῥώμην ἀποπέμψειν, λοιδορησάμενόν τέ τι διὰ τοῦτο αὐτῷ τὴν ἡγεμονίαν ἀφείλετο. ὁ δὲ Φιμβρίας ἐς τὴν ἀποπορείαν δῆθεν ἐπαχθέστατα στειλάμενος πρὸς τοὺς στρατιώτας τοὺς ἐν Βυζαντίῳ ἀφίκετο, καὶ ὡς ἐπὶ τῇ ἀφόδῳ αὐτοὺς ἠσπάζετο, γράμματά τε ᾔτει, καὶ ἑαυτὸν ὡς καὶ ἀνάξια πεπονθὼς ὠδύρετο· [5] μεμνῆσθαί τέ σφισι ὧν ὑπουργήκει, καὶ φυλακήν σφων ποιεῖσθαι, αἰνιττόμενος ἐς τὸν Φλάκκον ὡς καὶ ἐπιβουλεύσοντα αὐτοῖς, παρῄνει. καὶ μαθὼν τὰ λεγόμενα δεχομένους καὶ ἑαυτῷ εὔνοιαν ἔχοντας καὶ ἐς ἐκεῖνον ὑποπτεύοντας, ἀνέβη ἐπὶ μετέωρον καὶ προσπαρώξυνέ σφας, ἄλλα τέ τινα τοῦ Φλάκκου κατηγορήσας, καὶ ὅτι προδώσει αὐτοὺς ὑπὸ χρημάτων· ὥστε τοὺς στρατιώτας Θέρμον τὸν ἐπιτεταγμένον σφίσιν ἀπελάσαι. V. 11 (ib.).
[6] ὅτι ὁ Φιμβρίας ἄνδρας πολλοὺς οὐ πρὸς τὸ δικαιότατον οὐδὲ πρὸς τὸ τῇ Ῥώμῃ συμφορώτατον, ἀλλ’ ὀργῇ καὶ ἐπιθυμίᾳ φόνων ἀπώλλυεν. τεκμήριον δέ, σταυρούς ποτε πολλούς, οἷς προσδέων αὐτοὺς καὶ αἰκιζόμενος διεχρῆτο, γενέσθαι προστάξας, ἔπειτ’ ἐπειδὴ πολὺ πλείους τῶν θανατωθησομένων εὑρέθησαν ὄντες, ἐκέλευσεν ἐκ τῶν περιεστηκότων τινὰς συλληφθῆναι καὶ πρὸς τοὺς λοιποὺς προσδεθῆναι, ἵνα μὴ μάτην δόξωσι γεγονέναι. V. 115 (p. 653).
[7] ὅτι ὁ αὐτὸς τὸ Ἴλιον λαβὼν τοὺς ἀνθρώπους ὅσους ἠδυνήθη μηδενὸς φεισάμενος κατεχρήσατο, καὶ τὴν πόλιν πᾶσαν ὀλίγου κατέπρησεν. εἷλε δὲ αὐτοὺς οὐ κατὰ τὸ ἰσχυρόν, ἀλλ’ ἀπατήσας· ἔπαινον γάρ τινα αὐτῶν ἐπὶ τῇ πρεσβείᾳ τῇ πρὸς τὸν Σύλλαν πεμφθείσῃ ποιησάμενος, καὶ διαφέρειν μηδὲν [εἰ] ὁποτέρῳ σπείσονται (ἀμφοτέρους γάρ σφας Ῥωμαίους εἶναι) εἰπών, ἔπειτα ὡς παρὰ φίλους αὐτοὺς ἐσῆλθε καὶ ἐξειργάσατο ταῦτα. V. 116 (p. 653).
[8] ἐν δὲ λγʹ βιβλίῳ (Δίων) "δι’ οὖν ταῦτα ἐκεῖνος τὸν μὲν ἄλλον χρόνον οὔτε τι προσεποιεῖτο αὐτῶν ...." Bekk. Anecd. 165 15.
106
[1] ὅτι ὁ Μέτελλος ὑπὸ Κίννου ἡττηθεὶς ἐς τὸν Σύλλαν ἧκε καὶ πλεῖστα αὐτῷ συνήρατο· πρὸς γάρ τοι τὴν δόξαν τῆς τε δικαιοσύνης αὐτοῦ καὶ τῆς εὐσεβείας οὐκ ὀλίγοι καὶ τῶν τἀναντία τῷ Σύλλᾳ πραττόντων, νομίσαντες αὐτὸν οὐκ ἀκρίτως οἱ συνεῖναι ἀλλὰ τά τε δικαιότερα καὶ τὰ τῇ πατρίδι συμφορώτερα ὄντως αἱρεῖσθαι, προσεχώρησαν σφίσι. V. 117 (p. 653).
107
[1] ὅτι ὁ Πομπήιος υἱὸς ἦν τοῦ Στράβωνος, συνεκρίθη δὲ ὑπὸ Πλουτάρχου Ἀγησιλάῳ τῷ Λακεδαιμονίῳ. ἀχθόμενος δὲ τοῖς τὴν πόλιν ἔχουσι ἐξωρμήθη ἐς τὸ Πικηνὸν αὐτὸς ἐφ’ ἑαυτοῦ, οὐδὲ ἐς ἄνδρας πω πάνυ τελῶν, καὶ παρ’ ἐκείνων χεῖρά τινα διὰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ἀθροίσας δυναστείαν ἰδίαν συνίστη, καὶ ᾠήθη ἐλλόγιμόν τι πρᾶξαι καθ’ ἑαυτόν· καὶ τῷ Σύλλᾳ προσεχώρησε. καὶ ὁ μὲν τούτων ἀρξάμενος οὐδὲν μείων ἐκείνου ἐγένετο, ἀλλ’ ὥσπερ που καὶ ἡ ἐπίκλησις αὐτῷ προσετέθη, μέγας ηὐξήθη. V. 118 (p. 653).
[2] Δίων λγʹ βιβλίῳ "καὶ γὰρ γελοῖόν ἐστιν, ἐν Καμπανίᾳ τε αὐτοῦ ὄντος καὶ δυναμένου διὰ ταχέων ὧν αἰτίαν ἔχει λόγον ὑποσχεῖν, ἐμὲ ὑπερδικεῖν". Bekk. Anecd. 177 30.
[3] Δίων λγʹ βιβλίῳ "πῶς δ’ ἄν τις πιστεύσειεν αὐτῷ;" Bekk. Anecd. 162 19.
108
1 ὅτι ὁ Σύλλας τὸ στράτευμα παρέδωκεν ἀνδρὶ μήτ’ ἄλλως ἐπαινουμένῳ, καίπερ πολλοὺς ἐκ τῶν ἀπ’ ἀρχῆς συγγενομένων οἱ ἔχων καὶ ἐμπειρίᾳ καὶ πράξει προφέροντας, οἷς που καὶ ἐς ἐκεῖνο τοῦ χρόνου πρὸς πάντα τὰ ἀναγκαῖα ὡς καὶ πιστοτάτοις ἐκέχρητο. καὶ πρὶν μὲν νικῆσαι ἐδεῖτό τε αὐτῶν καὶ ταῖς ἀπ’ αὐτῶν ὠφελίαις ἀπεχρῆτο· ἐπεὶ δὲ ἐγγυτέρω τῆς ἐλπίδος τοῦ παντελῶς κρατήσειν ἐγένετο, οὐδένα αὐτῶν ἔτι λόγον ἐποιεῖτο, τοῖς δὲ κακίστοις καὶ μήτε ἐν περιφανείᾳ γένους μήτε ἐν δόξῃ ἀρετῆς οὖσι μᾶλλον ἐπί στευσεν. 2 αἴτιον δὲ ὅτι τοὺς μὲν τοιούτους πρὸς πάντα αὐτῷ καὶ τὰ χείριστα ἑτοίμους ὄντας ὑπουργεῖν ἑώρα, καὶ χάριν τε ἑαυτῷ πλείστην κἂν ἐλαχίστου τινὸς τύχωσιν ὀφειλήσειν, καὶ μήθ’ ὑπερφρονήσειν ποτὲ μήτε τῶν ἔργων ἢ τῶν βουλευμάτων ἀντιποιήσεσθαι ἐνόμιζεν, τὸ δ’ ἀρετὴν ἔχον οὔτε συγκακουργεῖν οἱ ἐθελήσειν, ἀλλὰ καὶ ἑαυτῷ ἐπιτιμήσειν, καὶ τὰ γέρα τῶν εὐεργετημάτων κατ’ ἀξίαν ἀπαιτήσειν, καὶ μηδεμίαν χάριν ἐπ’ αὐτοῖς ἅτε καὶ ὀφειλόμενά σφισι ἀπολαμβάνοντας ἕξειν, τάς τε πράξεις καὶ τὰς συμβουλίας ὡς καὶ ἑαυτῶν οὔσας προσποιήσεσθαι. V. 119 (p. 654).
109
[1] ὅτι ὁ Σύλλας νικήσας τοὺς Σαυνίτας μέχρι μὲν δὴ οὖν τῆς ἡμέρας ἐκείνης διαπρεπὴς ἦν, καὶ ὄνομα ἀπό τε τῶν στρατηγημάτων καὶ ἀπὸ τῶν βουλευμάτων μέγιστον ἔσχε, φιλανθρωπίᾳ τε καὶ εὐσεβείᾳ πολὺ προέχειν ἐνομίζετο, ὥστε καὶ τὴν τύχην σύμμαχον [2] ἀπὸ τῆς ἀρετῆς πάντας ἔχειν αὐτὸν ἡγεῖσθαι· μετὰ δὲ δὴ τοῦτο τοσαύτην μεταβολὴν ἐποιήσατο ὥστε μηδ’ ‹ἂν› τοῦ αὐτοῦ τινα φάναι ταῦτά τε καὶ τὰ ἔπειτα εἶναι. οὕτως, ‹ὡς› ἔοικεν, οὐκ ἤνεγκεν εὐτυχήσας. καὶ γὰρ ἐκεῖνα ἃ ἕως ἀσθενὴς ἦν ἄλλοις ἐπεκάλει, καὶ ἕτερα πλείω καὶ ἀτοπώτερα ἔπραξε, βουλόμενος μέν που καὶ ἀεὶ αὐτά, ἐλεγχθεὶς δὲ ἐν τῇ ἐξουσίᾳ. ἀφ’ οὗπερ καὶ τὰ μάλιστα ἔδοξέ [3] τισιν ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν. ὁ γὰρ Σύλλας ὡς τάχιστα τῶν Σαυνιτῶν ἐκράτησε καὶ τέλος τῷ πολέμῳ ἐπιτεθεικέναι ἐνόμισε (τὰ γὰρ δὴ λοιπὰ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο), μετεβάλετο, καὶ ἑαυτὸν μὲν ἔξω τε τῶν τειχῶν τρόπον τινὰ καὶ ἐν τῇ μάχῃ κατέλιπεν, τὸν δὲ δὴ Κίνναν καὶ τὸν Μάριον ‹τούς τε› ἄλλους τοὺς μετ’ αὐτὸν γενομένους πάντας ἅμα ὑπερέβαλεν. ὅσα γὰρ μηδένα τῶν δήμων τῶν ὀθνείων ἀντιπολεμησάντων οἱ ἔδρασε, ταῦτα [4] τότε τὴν πατρίδα καθάπερ καὶ ἐκείνην νικήσας ἐξειργάσατο. τοῦτο μὲν γὰρ αὐθημερὸν τὰς κεφαλὰς τοῦ τε Δαμασίππου καὶ τῶν συνεξετασθέντων αὐτῷ πρὸς τὸ Πραινέστε πέμψας ἀνεσκολόπισε, καὶ τῶν παραδόντων σφᾶς ἐθελοντὰς συχνοὺς ὡς καὶ ἄκοντας ἑλὼν [5] ἀπέκτεινεν. καὶ τῇ ὑστεραίᾳ τοῖς τε βουλευταῖς ἐς τὸ Ἐνυεῖον, ὡς καὶ ἀπολογιούμενός τι αὐτοῖς, καὶ τοῖς ζωγρηθεῖσι ἐς τὸν ἀγρὸν τὸν δημόσιον καλούμενον ὡς καὶ ἐς τὸν κατάλογον αὐτοὺς ἐσγράψων συνελθεῖν κελεύσας, τούτους ἅμα δι’ ἑτέρων ἐφόνευσε (καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως ἀνθρώπων ἀναμιχθέντες σφίσι παραπώλοντο), καὶ ἐκείνοις αὐτὸς πικρότατα διελέξατο. V. 120 (p. 654).
[6] ὅτι ὁ φόνος τῶν ἑαλωκότων καὶ τότε οὐδὲν ἧττον ὑπὸ τοῦ Σύλλου ἐγίγνετο, καὶ αὐτῶν ἅτε ἐγγὺς τοῦ ναοῦ θνησκόντων πολὺς μὲν θόρυβος πολὺς δὲ καὶ θρῆνος οἰμωγαί τε καὶ ὀδυρμοὶ ἐς τὸ συνέδριον ἐσέπιπτον, ὥστε τὴν γερουσίαν ἀμφοτέρωθεν ἐκταράττεσθαι. [7] καὶ γὰρ οὐδὲ πόρρω ἔτι τοῦ τι καὶ αὐτοὶ δεινὸν πείσεσθαι προσδοκᾶν ἦσαν, οὕτως ἀνόσια αὐτοῦ καὶ λέγοντος ἅμα καὶ πράττοντος· καὶ διὰ τοῦτο πολλοί, ἅτε ἐπ’ ἀμφοτέροις ἐν ταὐτῷ περιαλγοῦντες, ἐπεθύμουν τῶν ἔξω καὶ αὐτοὶ τῶν ἤδη ἀπολλυμένων [8] εἶναι, ἵνα παύσωνταί ποτε φοβούμενοι. ἀλλ’ αὐτοὶ μὲν ἀνεβέβληντο, οἱ δ’ ἄλλοι κατεσφάγησαν καὶ ἐς τὸν ποταμὸν ἐρρίφησαν, ὥστε τὸ τοῦ Μιθριδάτου πολὺ δεινὸν νομισθέν, ὅτι ποτὲ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ Ῥωμαίους ἐν μιᾷ ἡμέρᾳ ἀπέκτεινεν, ἐν βραχεῖ πρός τε ‹τὸ› πλῆθος [9] καὶ πρὸς τὸν τρόπον τῶν τότε φονευθέντων νομισθῆναι. οὐδὲ ἐνταῦθα τὸ δεινὸν ἔστη, ἀλλ’ ὥσπερ ἀπὸ φρυκτωρίας τινὸς ἐκεῖθεν αἱ σφαγαὶ ἀρξάμεναι καὶ ἐν τῷ ἄστει καὶ ἐν τῇ χώρᾳ ταῖς τε πόλεσι ταῖς ἐν τῇ Ἰταλίᾳ πάσαις ἐγένοντο. πολλοὺς μὲν γὰρ αὐτὸς ὁ Σύλλας πολλοὺς δὲ καὶ οἱ ἑταῖροι αὐτοῦ, οἱ μὲν ἐπ’ ἀληθείας οἱ δὲ καὶ προσποιούμενοι, ἐμίσουν, ὅπως ἐκ τῆς τῶν ἔργων ὁμοιότητος τό τε ὁμόηθές οἱ ἐνδεικνύοντες καὶ τὴν φιλίαν βεβαιοῦντες, ‹μὴ› ἐκ τοῦ διαφόρου αὐτῷ ὑποπτευθῶσί τε [καὶ] καταγιγνώσκειν τι αὐτοῦ καὶ [10] διὰ τοῦτο κινδυνεύσωσιν. ἔσφαζον δὲ καὶ ὅσους πλουτοῦντας ἢ καὶ ἄλλως πως ὑπερέχοντάς σφων ἑώρων, τοὺς μὲν φθόνῳ τοὺς δὲ διὰ τὰ χρήματα· πλεῖστοι γὰρ ἐν τῷ τοιούτῳ καὶ τῶν μέσων, κἂν μηδετέρᾳ στάσει συναίρωνται ......, ἴδιόν τι ἔγκλημα τὸ κατ’ ἀρετὴν ἢ καὶ γένει πλούτῳ τέ τινος προέχειν λαμβάνοντες. καὶ ἀσφάλεια οὐδεμία οὐδενὶ πρὸς τοὺς ἐν κράτει τινὶ ἀδικεῖν βουλομένους εὑρίσκετο. V. 121 (p. 657).
[11] ὅτι τοιαῦται συμφοραὶ τὴν Ῥώμην περιέσχον. τί γὰρ ἄν τις τὰς τῶν ζώντων ὕβρεις λέγοι, αἳ πολλαὶ μὲν περὶ τὰς γυναῖκας πολλαὶ δὲ περὶ τοὺς παῖδας τοὺς εὐγενεστάτους καὶ ἐλλογιμωτάτους καθάπερ αἰχμαλώτους ἐγίγνοντο; οὐ μὴν ἀλλὰ ἐκεῖνα, καίπερ χαλεπώτατα ὄντα, τῷ γοῦν ὁμοιοτρόπῳ τῶν ἤδη σφίσι συμβεβηκότων [12] οἰστὰ τοῖς γε ἐκτὸς τούτων οὖσιν ἐδόκει εἶναι. ὡς δὲ οὐκ ἐξήρκει τῷ Σύλλᾳ, οὐδ’ ἠγάπα τὰ αὐτὰ ἑτέροις δρῶν, ἀλλά τις αὐτῷ πόθος ἐσῄει καὶ ἐν τῇ πολυτροπίᾳ τῶν φόνων πολὺ πάντων περιεῖναι, ὥσπερ τινὰ ἀρετὴν οὖσαν τὸ μηδὲ ἐν ταῖς μιαιφονίαις τινὸς ἡττᾶσθαι, τινὰ καινότητα ἐξέθηκε λελευκωμένον πίνακα, ἐς ὃν ἐνέγραφε [13] τὰ ὀνόματα. οὐ μέντοι γε ἧττον πάντα ὅσα καὶ πρὶν ἐγίγνετο, οὐδὲ ἐν τῷ ἀσφαλεῖ οἱ μὴ ἐς τὰ λευκώματα ἐγγεγραμμένοι ἦσαν. πολλοὶ μὲν γὰρ οἱ μὲν ζῶντες οἱ δὲ καὶ τεθνηκότες ἐπ’ ἀδείᾳ τῶν ἀποκτεινάντων σφᾶς προσενεγράφοντο, ὥστε ἐν τούτῳ μηδὲν διενεγκεῖν τὸ πρᾶγμα, τῇ τε δεινότητι τῇ τε ἀτοπίᾳ αὐτοῦ πάνυ πάν τας χαλεπανθῆναι.
[14] τά τε γὰρ πινάκια ὥσπερ τις ἀναγραφὴ βουλευτῶν ἢ κατάλογος στρατιωτῶν νομιζομένων ἐξετίθετο, καὶ συνέθεον ἐπ’ αὐτὰ πάντες οἱ ἀεὶ παριόντες σπουδῇ, καθάπερ τινὰ χρηστὴν ἐπαγγελίαν ἔχοντα· καὶ πολλοὶ μὲν συγγενεῖς, ἤδη δέ τινες καὶ ἑαυτοὺς εὕρισκον ἐγγεγραμμένους κτείνεσθαι, κἀκ τούτου τὸ πάθος οἷα ἐξαπιναίῳ κακῷ φοβερόν σφας κατελάμβανεν· [15] καὶ συχνοὶ καὶ ἀπ’ αὐτοῦ τούτου γνωριζόμενοι διώλλυντο. καὶ ἦν οὐδενὶ ἔξω τῶν ἐκ τῆς ἑταιρείας ἀσφαλὲς οὐδέν. εἴτε γὰρ προσίοι τις ‹τοῖς› λευκώμασιν, αἰτίαν ὡς καὶ πολυπραγμονῶν τι εἶχεν, εἴτε μὴ προσίοι, δυσχεραίνειν ἐδόκει. καὶ ὅ τε ἀναλεγόμενος ἢ καὶ ἐπερωτῶν τινα τὰ ἐγγεγραμμένα ὕποπτος, ὡς καὶ περὶ ἑαυτοῦ τι τῶν τε ἑταίρων ζητῶν, ἐγίγνετο, καὶ ὁ μὴ ἀναγιγνώσκων μηδὲ πυνθανόμενος ἄχθεσθαί τε αὐτοῖς ὑπωπτεύετο καὶ διὰ τοῦτο καὶ [16] ἐμισεῖτο. τό τε δακρῦσαι ἢ καὶ γελάσαι θανάσιμον τὸ παραχρῆμα ἐγίγνετο· καὶ διὰ τοῦτο καὶ πολλοί, οὐχ ὅτι καὶ εἶπόν τι ἢ καὶ ἔπραξαν ὧν ἀπείρητο, ἀλλ’ ὅτι καὶ ἐσκυθρώπασαν ἢ καὶ ἐμειδίασαν, ἐφθείροντο. οὕτω καὶ τὰ σχήματα αὐτῶν ἀκριβῶς ἐτηρεῖτο, καὶ οὐκ ἐξῆν οὐδενὶ οὔτε ἐπὶ φίλῳ ὀδύρασθαι οὔτε ἐπ’ ἐχθρῷ ἐφησθῆναι, [17] ἀλλὰ καὶ ἐκεῖνοι ὡς καὶ χλευάζοντές τινα ἐσφάζοντο. καὶ προσέτι καὶ ‹αἱ› ἐπικλήσεις συχνοῖς πράγματα παρεῖχον· ἀγνοοῦντες γάρ τινες τοὺς ἐπικεκηρυγμένους ἐπὶ πάντας οὓς ἐβούλοντο τὰς ἐπωνυμίας αὐτῶν ἦγον, καὶ πολλοὶ διὰ τοῦτ’ ἀνθ’ ἑτέρων ἀπέθανον. ὥστε καὶ ἐν τούτῳ ταραχήν, τῶν μὲν ὅπως ποτὲ ἐβούλοντο τὸν προστυχόντα ὀνομαζόντων, τῶν δὲ ἀρνουμένων μὴ οὕτω καλεῖσθαι, [18] γίγνεσθαι. ἐφονεύοντο δὲ οἱ μὲν ἀγνοοῦντες ὅτι τελευτήσουσιν, οἱ δὲ καὶ προειδότες, πανταχοῦ ὅπουπερ ἐτύγχανον ὄντες· καὶ οὐδὲν ἦν αὐτοῖς χωρίον, οὐχ ὅσιον, οὐχ ἱερόν, οὔτ’ ἀσφαλὲς οὔτ’ ἄσυλον. οὐ μὴν ἀλλ’ οἱ μὲν ἐξαίφνης, πρὶν μαθεῖν τὴν ἐπικρεμαμένην συμφοράν, ἢ καὶ ἅμα τῇ πύστει αὐτῆς, διαφθειρόμενοι [19] τῇ γοῦν εὐτυχίᾳ τῆς μὴ προεκφοβήσεως ἐπεκουφίζοντο· οἱ δὲ δὴ προαισθόμενοι τοῦ δεινοῦ καὶ κατακρυπτόμενοι χαλεπώτατα ἀπήλλασσον· οὐ γὰρ ἀποχωρῆσαι μὴ φωραθεῖεν ἐτόλμων, οὔτ’ αὖ κατὰ χώραν μένειν μὴ καὶ προδοθεῖεν ὑπέμενον. πλεῖστοι δὲ καὶ ὑπὸ τῶν συνόντων καὶ φιλτάτων σφίσι προεδόθησαν καὶ ἀπώλοντο.
[20] κἀκ τούτου τῇ προσδοκίᾳ τοῦ ἀεὶ τὸν θάνατον προσδέχεσθαι οὐχ ὅτι οἱ ἐς τὰ πινάκια ἐγγεγραμμένοι μόνον, ἀλλὰ καὶ οἱ λοιποὶ ὁμοίως ἔπασχον. V. 122 (p. 658).
[21] ὅτι πάντων τῶν σφαζομένων ὁπουδὰν αἱ κεφαλαὶ ἐς τὴν τῶν Ῥωμαίων ἀγορὰν ἐκομίζοντο καὶ ἐπὶ τοῦ βήματος ἐξετίθεντο, ὥσθ’ ὅσα περὶ τὰς προγραφὰς συνέβαινεν, ταῦτα καὶ περὶ ἐκείνας γίγνεσθαι. V. 123 (p. 662).
111
[1] ὅτι τῶν Κρητῶν πρεσβευσαμένων πρὸς τοὺς Ῥωμαίους, καὶ ἐλπιζόντων τάς τε παλαιὰς σπονδὰς ἀνανεώσεσθαι καὶ προσέτι καὶ εὐεργεσίαν τῆς τοῦ ταμίου τῶν τε συστρατιωτῶν αὐτῶν σωτηρίας εὑρήσεσθαι, οὗτοι ὀργὴν μᾶλλον ὅτι μὴ ἑάλωσαν λαβόντες ἢ χάριν αὐτοῖς ὅτι μὴ ἐκείνους ἔφθειραν γνόντες, οὔτ’ ἄλλως μέτριόν τι ἀπεκρίναντο, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους [2] ἅπαντας παρ’ αὐτῶν ἀπῄτησαν. καὶ ὁμήρους χρήματά τε πολλὰ αἰτήσαντες, τάς τε ναῦς τὰς μείζους καὶ τοὺς ἄνδρας τοὺς κορυφαίους ἐξαιτήσαντες, οὐκ ἀνέμειναν τὴν οἴκοθεν αὐτῶν ἀπόκρισιν, ἀλλὰ τῶν ὑπάτων αὐτίκα τὸν ἕτερον ταῦτά τε ληψόμενον καὶ πολεμήσοντά σφισιν, ἂν μὴ διδῶσιν, ὥσπερ οὐκ ἔμελλον, ἐξέπεμψαν· [3]οἱ γὰρ ἀπ’ ἀρχῆς, πρὶν αἰτηθῆναί τι τοιοῦτο καὶ κρατῆσαι, μὴ θελήσαντες ὁμολογῆσαι πῶς ἂν μετὰ τὴν νίκην τοσαῦτά τε ἅμα καὶ τοιαῦτα προσταττόμενοι ἤνεγκαν; τοῦτό τε οὖν σαφῶς εἰδότες, καὶ προσυποπτεύσαντες τοὺς πρέσβεις ἐπιχειρήσειν τινάς, ὡς καὶ κωλύσοντας τὴν στρατείαν, διαφθεῖραι χρήμασιν, ἐψηφίσαντο ἐν τῇ βουλῇ μηδένα αὐτοῖς μηδὲν δανεῖσαι. UG 29 (p. 388).
[3b] ἐν λεʹ βιβλίῳ (Δίων) "τοῖς πολεμίοις ἡμῶν προσποιῆσαι". Bekk. Anecd. 165 18. 36.1a.