[1] Περὶ δ' αἰσθήσεως αἱ μὲν πολλαὶ καὶ καθόλου δόξαι δύ' εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦσιν, οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλῆς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζῴοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δ' ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορροίᾳ γίνεται, τὸ δ' ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον.
[2] οἱ δὲ τὴν αἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου, τὸ δ' ἐναντίον παθητικόν, τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δὲ οἴονται καὶ τὸ περὶ τὴν ἁφὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν οὐ ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. [παρμενίδου]
[3] Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰ μόνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ ψυχρόν, ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας·
ὡς γὰρ ἑκάστοτε ‑ φησίν ‑ ἔχει κρᾶσιν μελέων πολυπλάγκτων,
τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτό
ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι
καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.
[4] τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δ' ἰσάζωσι τῇ μίξει, πότερον ἔσται φρονεῖν ἢ οὔ, καὶ τίς ἡ διάθεσις, οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθ' αὑτὸ ποιεῖ τὴν αἴσθησιν φανερόν, ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρός, ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὂν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν.
[5] Πλάτων δὲ ἐπὶ πλέον μὲν ἧπται τῶν κατὰ μέρος, οὐ μὴν εἴρηκέ γε περὶ ἁπασῶν, ἀλλὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός (διὸ καὶ τὸ χρῶμα φλόγα τιν' ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν), ὡς ἀπορροῆς τε γινομένης καὶ δέον συναρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμᾶς· ὥσπερ ἂν εἰς τὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προσπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν.
[6] ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται· φωνὴν γὰρ εἶναι πληγὴν ὑπ' ἀέρος ἐγκεφάλου καὶ αἵματος δι' ὤτων μέχρι ψυχῆς, τὴν δ' ὑπὸ ταύτης κίνησιν ἀπὸ κεφαλῆς μέχρι ἥπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ὅλως οὐδὲν εἴρηκεν, οὐδὲ εἰ παρὰ ταύτας ἄλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν.
[7] Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τοὺς πόρους τοὺς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν, ὅτι τῶν μὲν εὐρύτεροί πως, τῶν δὲ στενώτεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ αἰσθητόν, ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονεῖν, τὰ δ' ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν, ποία τίς ἐστι· καὶ φησὶ τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ ‹καὶ ὕδωρ›, τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, δι' ὧν διιέναι λεπτὸν ὂν καθάπερ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκά, τοῖς δὲ τοῦ ὕδατος τὰ μέλανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν.
[8] συγκεῖσθαι δ' οὐχ ὁμοίως, τὰς δ' ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ, ταῖς δ' ἐκτὸς εἶναι τὸ πῦρ, διὸ καὶ τῶν ζῴων τὰ μὲν ἐν ἡμέρᾳ, τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθ' ἡμέραν· ἐπανισοῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γὰρ καὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις ‹ἐναντίως› ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ καὶ οἷς ὑπερέχει τὸ πῦρ, ἐπεὶ αὐξηθὲν ἔτι μεθ' ἡμέραν ἐπιπλάττειν καὶ καταλαμβάνειν τοὺς τοῦ ὕδατος πόρους· οἷς δὲ τὸ ὕδωρ, ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος. ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δ' ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκρᾶσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκειμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει.
[9] τὴν δ' ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι ψόφων. ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ, ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα †τῶν ἴσων ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον †ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ· διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους, οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθ' ἑκατέραν οὔτε πῶς οὔτε δι' ἃ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ ἐναρμόττειν τοῖς πόροις αἴσθησίς ἐστιν· ἥδεσθαι δὲ τοῖς ὁμοίοις κατά τε †μόρια καὶ τὴν κρᾶσιν, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις.
[10] ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις, τὸ δ' ἀγνοεῖν τοῖς ἀνομοίοις, ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον ὂν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστῳ γνωρίζομεν ἐπὶ τέλει προσέθηκεν ὡς
ἐκ τούτων ‹γὰρ› πάντα πεπήγασιν ἁρμοσθέντα
καὶ τούτοις φρονέουσι καὶ ἥδοντ' ἠδ' ἀνιῶνται.
διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκρᾶσθαί †ἐστι τὰ στοιχεῖα τῶν μερῶν.
[11] ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διὰ πολλοῦ μηδ' αὖ μικρὰ μηδ' ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τοὺς ἐγγυτάτω τούτων, ὅσοις δ' ἐναντίως, ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα, νωθροὺς καὶ ἐπιπόνους· ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα, τοὺς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθ' ἕν τι μόριον ἡ μέση κρᾶσίς ἐστι, ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τοὺς μὲν ῥήτορας ἀγαθούς, τοὺς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν ταῖς χερσί, τοῖς δὲ ἐν τῇ γλώττῃ τὴν κρᾶσιν οὖσαν· ὁμοίως δ' ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις.
[12] Ἐμπεδοκλῆς μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν. ἀπορήσειε δ' ἄν τις ἐξ ὧν λέγει πρῶτον μέν, τί διοίσει τὰ ἔμψυχα πρὸς τὸ αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ ποιεῖ τὴν μῖξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μίγνυσθαι, τὰ δὲ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσεται καὶ ταὐτὸ ἔσται μῖξις καὶ αἴσθησις καὶ αὔξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων, ἐὰν μὴ προσθῇ τινα διαφοράν.
[13] ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζῴῳ πῦρ ἢ τὸ ἐκτός, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις· ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ ἀνάγκη διαφοράν τινα ἔχειν, εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους, τὸ δ' ἔξωθεν ἐπεισιόν· ὥστ' εἰ ὅμοιον ἦν πάντῃ καὶ πάντως, οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοί, συμβαίνει διαφωνεῖν ἑαυτῷ, φησὶ γὰρ ὅλως οὐκ εἶναι κενόν· εἰ δὲ πλήρεις, ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῷα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησί, τὸ ὅμοιον.
[14] καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν, εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γενέσθαι τῶν ἑτερογενῶν, ὥστ' ἐναρμόττειν, ἄλλως τε κἂν συμβαίνῃ, καθάπερ φησί, τὰς ὄψεις ὧν ἀσύμμετρος ἡ κρᾶσις ὁτὲ μὲν ὑπὸ τοῦ πυρός, ὁτὲ δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δ' οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς, ὅταν αἰσθάνηται, καὶ ποῦ ταῦτα ὑπεξέρχεται; δεῖ γάρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῷα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἁρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδ' ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν.
[15] ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον, ἀλλὰ μόνον ἅπτοιτο, καθ' ὁτιοῦν εὔλογον αἴσθησιν γίνεσθαι· δυοῖν γὰρ τούτοιν ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ καὶ τῇ ἁφῇ, διὸ καὶ τὸ 'ἁρμόττειν' εἴρηκεν· ὥστ' εἰ τὸ ἔλαττον ἅψαιτο τῶν μειζόνων, εἴη ἂν αἴσθησις. ὅλως τε κατά γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον, ἀλλὰ ἡ συμμετρία μόνον ἱκανόν. διὰ τοῦτο γὰρ οὐκ αἰσθάνεσθαί φησιν ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχουσιν· εἰ δ' ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον, οὐδὲν ἔτι προσαφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἡ αἴσθησις ἢ οὐ διά τινα ἀσυμμετρίαν οὐ κρίνουσιν, ἁπάσας ‹τ'› ἀνάγκη τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύσιν.
[16] ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογουμένως ἀποδίδωσιν ἥδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· 'ἐχθρὰ' γὰρ εἶναι, διότι
'πλεῖστον ἀπ' ἀλλήλων διέχουσι ...
γέννῃ τε κράσει ‹τε› καὶ εἴδεσιν ἐκμακτοῖσιν.'
αἰσθήσεις γάρ τινας ἢ μετ' αἰσθήσεως ποιοῦσι τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅπασι γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἁφῇ, καθάπερ φησί, τὰ σύμφυτα μάλιστ' ἂν ἥδοιτο καὶ ὅλως αἰσθάνοιτο· διὰ τῶν αὐτῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν.
[17] καίτοι πολλάκις αἰσθανόμενοι λυπούμεθα κατ' αὐτὴν τὴν αἴσθησιν, ὡς ‹δ'› Ἀναξαγόρας φησίν, ἀεί· πᾶσαν γὰρ αἴσθησιν εἶναι μετὰ λύπης. ἔτι δ' ἐν ταῖς κατὰ μέρος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνῶσιν· τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ, τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύναιτ' ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαιὸν καὶ τἄλλα χρώματα τὰ μικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος πόροις οὔτ' ἄλλοις ποιεῖ κοινοῖς ἐξ ἀμφοῖν· ὁρῶμεν δ' οὐδὲν ἧττον ταῦτα τῶν ἁπλῶν.
[18] ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας, τὰ δὲ νύκτωρ μᾶλλον ὁρᾷ· τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος φθείρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθ' ἀντιβλέπειν. ὥστε ὅσοις ἐνδεέστερον τὸ φῶς, ἧττον ἐχρῆν ὁρᾶν μεθ' ἡμέραν· ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησί, τὸ δὲ ἐναντίον φθείρει καὶ κωλύει, τὰ μὲν λευκὰ μᾶλλον ἐχρῆν ὁρᾶν ἅπαντας μεθ' ἡμέραν καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλεῖον τὸ φῶς, τὰ δὲ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθ' ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζῴων· τούτοις δ' εὔλογον τοῦτ' ἰσχύειν τὸ οἰκεῖον πῦρ, ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός.
[19] ἔτι δ' οἷς ἡ κρᾶσις ἐξ ἴσων, ἀνάγκη συναύξεσθαι κατὰ μέρος ἑκάτερον· ὥστ' εἰ πλεονάζον κωλύει θάτερον ὁρᾶν, ἁπάντων ἂν εἴη παραπλησία πως ἡ διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη χαλεπώτερον ἔσται διελεῖν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς κρίνωμεν τῷ ὁμοίῳ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφῳ τὸν ψόφον οὔτ' ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμογενέσιν, ἀλλὰ μᾶλλον ὡς εἰπεῖν τοῖς ἐναντίοις. ἀπαθῆ γὰρ δεῖ τὴν αἴσθησιν προσάγειν· ἤχου δὲ ἐνόντος ἐν ὠσὶν ἢ χυλῶν ἐν γεύσει καὶ ὀσμῆς ἐν ὀσφρήσει κωφότεραι πᾶσαι γίνονται ‹καὶ› μᾶλλον ὅσῳ ἂν πλήρεις ὦσι τῶν ὁμοίων, εἰ μή τις λεχθείη περὶ τούτων διορισμός.
[20] ἔτι δὲ τὸ περὶ τὴν ἀπορροήν, καίπερ οὐχ ἱκανῶς λεγόμενον περὶ μὲν τὰς ἄλλας ὅμως ἔστι πως ὑπολαβεῖν, περὶ δὲ τὴν ἁφὴν καὶ γεῦσιν οὐ ῥᾴδιον. πῶς γὰρ τῇ ἀπορροῇ κρίνωμεν ἢ πῶς ἐναρμόττον τοῖς πόροις τὸ τραχὺ καὶ τὸ λεῖον; μόνου γὰρ δοκεῖ τῶν στοιχείων τοῦ πυρὸς ἀπορρεῖν, ἀπὸ δὲ τῶν ἄλλων οὐδενός. ἔτι δ' εἰ ἡ φθίσις διὰ τὴν ἀπορροήν, ᾧπερ χρῆται κοινοτάτῳ σημείῳ, συμβαίνει δὲ καὶ τὰς ὀσμὰς ἀπορροῇ γίνεσθαι, τὰ πλείστην ἔχοντα ὀσμὴν τάχιστ' ἐχρῆν φθείρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμωδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς φιλίας ὅλως μὴ εἶναι αἴσθησιν ἢ ἧττον διὰ τὸ συγκρίνεσθαι τότε καὶ μὴ ἀπορρεῖν.
[21] ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφοις, ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν, ἔνδον ποιήσαντα ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω δι' ἐκεῖνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὄσφρησιν εἴρηκεν. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδ' ἀναπνέει τῶν ὀσφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὔηθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαινούσης ἢ μὴ ἀνεῳγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρῶσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἕλκουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοὐναντίον.
[22] οὐ γὰρ ἴσως καθ' αὑτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ὀσφρήσεως, ἀλλὰ κατὰ συμβεβηκός, ὡς ἔκ τε τῶν ἄλλων ζῴων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δ' ὡς ταύτης οὔσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὥσπερ ἐπισημαινόμενος
ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν.
οὐκ ἀληθὲς ‹δὲ› οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κούφων, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κουφότατα μέν, οὐ ποιοῦσι δὲ αἴσθησιν ὀσμῆς.
[23] ὡσαύτως δ' ἄν τις καὶ περὶ τὴν φρόνησιν ἀπορήσειεν, εἰ γὰρ τῶν αὐτῶν ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἅπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ δὴ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζῴων ἄναιμα, τῶν δὲ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὀστοῦν καὶ θρὶξ αἰσθάνοιτ' ἄν, ἐπεὶ οὖν ἐξ ἁπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸ εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ ‹τὸ› λυπεῖσθαι καὶ [τὸ] ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθ' ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην, τῷ δὲ φρονεῖν ἡδονήν.
[24] ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡς ἢ τὴν γλῶτταν αἰτίαν τοῦ εὖ λέγειν ‹οὖσαν ἢ› τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλ' οὐκ ὀργάνου τάξιν ἔχοντα. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, ἣ χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζῴων. Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.
[25] Τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῷα διαφοράν. ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνος ξυνίησι, τὰ δ' ἄλλα αἰσθάνεται μὲν οὐ ξυνίησι δέ, ὡς ἕτερον ὂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὔ, καθάπερ Ἐμπεδοκλῆς, ταὐτόν. ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσίν, διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν. φθέγγεσθαι δὲ τῷ κοίλῳ, τὸν ἀέρα δ' ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα καὶ ἁπαλότητα.
[26] ὀφθαλμοὺς δὲ ὁρᾶν διὰ τοῦ πέριξ ὕδατος· ὅτι δ' ἔχει πῦρ δῆλον εἶναι, πληγέντος γὰρ ἐκλάμπειν. ὁρᾶν δὲ τῷ στίλβοντι καὶ τῷ διαφανεῖ, ὅταν ἀντιφαίνῃ, καὶ ὅσῳ ἂν καθαρώτερον ᾖ μᾶλλον. ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον, διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνειν γὰρ τοὺς πόρους, δι' ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἁφῆς οὐκ εἴρηκεν οὔτε πῶς οὔτε τίνι γίνεται. [ἀλλ'] Ἀλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν.
[27] Ἀναξαγόρας δὲ γίνεσθαι μὲν τοῖς ἐναντίοις· τὸ γὰρ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. καθ' ἑκάστην δ' ἰδίᾳ πειρᾶται διαριθμεῖν. ὁρᾶν μὲν γὰρ τῇ ἐμφάσει τῆς κόρης, οὐκ ἐμφαίνεσθαι δὲ εἰς τὸ ὁμόχρων, ἀλλ' εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθ' ἡμέραν, ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρων, διὸ ὀξυωπεῖν τότε. ἁπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρων εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεσθαι δὲ μεθ' ἡμέραν, ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χρόαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεσθαι [εἰς].
[28] τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἁφὴν καὶ τὴν γεῦσιν κρίνειν· τὸ γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον οὐδὲ δὴ τὸ γλυκὺ καὶ τὸ ὀξὺ δι' αὐτῶν γνωρίζειν, ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρόν, τῷ δ' ἁλμυρῷ τὸ πότιμον, τῷ δ' ὀξεῖ τὸ γλυκὺ κατὰ τὴν ἔλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν †ἐστὶν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τὸ μὲν ἅμα τῇ ἀναπνοῇ, τὸ δὲ τῷ διικνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὀστοῦν εἶναι κοῖλον, εἰς ὃ ἐμπίπτειν τὸν ψόφον.
[29] ἅπασαν δ' αἴσθησιν τὰ λύπης, ὅπερ ἂν δόξειεν ἀκόλουθον εἶναι τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἁπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ χρόνου πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τά τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐμποιεῖν καὶ οὐ πολὺν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μείζω ζῷα καὶ ἁπλῶς εἶναι κατὰ τὸ μέγεθος τὴν αἴσθησιν. ὅσα μὲν γὰρ μεγάλους καὶ καθαροὺς καὶ λαμπροὺς ὀφθαλμοὺς ἔχει, μεγάλα τε καὶ πόρρωθεν ὁρᾶν, ὅσα δὲ μικρούς, ἐναντίως.
[30] ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν, τὰ δ' ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸν λεπτὸν ἀέρα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀναπνέον δὲ τὸ μὲν μέγα ζῷον ἅμα τῷ μανῷ καὶ τὸ πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸ μανόν, διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμὴν ἐγγὺς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνοτέραν εἶναι, σκεδαννυμένην δὲ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἰπεῖν οὐκ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς [ἀέρος], τὰ δὲ μικρὰ τῆς πυκνῆς.
[31] Τὸ μὲν οὖν τοῖς ἐναντίοις ποιεῖν τὴν αἴσθησιν ἔχει τινὰ λόγον, ὥσπερ ἐλέχθη· δοκεῖ γὰρ ἡ ἀλλοίωσις οὐχ ὑπὸ τῶν ὁμοίων, ἀλλ' ὑπὸ τῶν ἐναντίων εἶναι. καίτοι καὶ τοῦτο δεῖται πίστεως, εἰ ἀλλοίωσις ἡ αἴσθησις εἴ τε τὸ ἐναντίον τοῦ ἐναντίου κριτικόν. τὸ δὲ μετὰ λύπης ἅπασαν εἶναι [ψεῦδος] οὔτ' ἐκ τῆς χρήσεως ὁμολογεῖται, τὰ μὲν ‹γὰρ› μεθ' ἡδονῆς τὰ δὲ πλεῖστα ἄνευ λύπης ἐστίν, οὔτ' ἐκ τῶν εὐλόγων. ἡ μὲν γὰρ αἴσθησις κατὰ φύσιν, οὐδὲν δὲ τῶν φύσει βίᾳ καὶ μετὰ λύπης, ἀλλὰ μᾶλλον μεθ' ἡδονῆς, ὅπερ καὶ φαίνεται συμβαῖνον. τὰ γὰρ πλείω καὶ πλεονάκις ἡδόμεθα καὶ αὐτὸ δὲ τὸ αἰσθάνεσθαι χωρὶς τῆς περὶ ἕκαστον ἐπιθυμίας διώκομεν.
[32] ἔτι δ' ἐπεὶ καὶ ἡδονὴ καὶ λύπη γίνεται διὰ τῆς αἰσθήσεως, ἅπαν δὲ φύσει πρὸς τὸ βέλτιόν ἐστι, καθάπερ ἡ ἐπιστήμη, μᾶλλον ἂν εἴη μεθ' ἡδονῆς ἢ μετὰ λύπης. ἁπλῶς δ' εἴπερ μηδὲ τὸ διανοεῖσθαι μετὰ λύπης, οὐδὲ τὸ αἰσθάνεσθαι· τὸν αὐτὸν γὰρ ἔχει λόγον ἑκάτερον πρὸς τὴν αὐτὴν χρείαν. ἀλλὰ μὴν οὐδὲ αἱ τῶν αἰσθητῶν ὑπερβολαὶ καὶ τὸ τοῦ χρόνου πλῆθος οὐδὲν σημεῖον ὡς μετὰ λύπης ἐστίν, ἀλλὰ μᾶλλον ὡς ἐν συμμετρίᾳ τινὶ καὶ κράσει πρὸς τὸ αἰσθητὸν ἡ αἴσθησις. διόπερ ἴσως τὸ μὲν ἐλλεῖπον ἀναίσθητον, τὸ δ' ὑπερβάλλον λύπην τε ποιεῖ καὶ φθείρει.
[33] συμβαίνει τοίνυν τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν σκοπεῖν· ἡ γὰρ ὑπερβολὴ παρὰ φύσιν. ἐπεὶ τό γε ἀπ' ἐνίων καὶ ἐνίοτε λυπεῖσθαι, καθάπερ καὶ ἥδεσθαι, φανερὸν καὶ ὁμολογούμενον· ὥστ' οὐδὲν μᾶλλον διά γε τοῦτο μετὰ λύπης ἢ μεθ' ἡδονῆς ἐστιν, ἀλλ' ἴσως μετ' οὐδετέρου κατά γε τὸ ἀληθές· οὐδὲ γὰρ ἂν δύναιτο κρίνειν, ὥσπερ οὐδὲ ἡ διάνοια συνεχῶς οὖσα μετὰ λύπης ἢ ἡδονῆς. ἀλλὰ τοῦτο μὲν ἀπὸ μικρᾶς ἀρχῆς ἐφ' ὅλην μετήνεγκε τὴν αἴσθησιν.
[34] ὅταν δὲ λέγῃ τὰ μείζω μᾶλλον αἰσθάνεσθαι καὶ ἁπλῶς κατὰ τὸ μέγεθος τῶν αἰσθητηρίων εἶναι τὴν αἴσθησιν, τὸ μὲν αὐτῶν ἔχει τινὰ ἀπορίαν, οἷον πότερον τὰ μικρὰ μᾶλλον ἢ τὰ μεγάλα τῶν ζῴων αἰσθητικά· δόξειε γὰρ ἂν ἀκριβεστέρας αἰσθήσεως εἶναι τὰ μικρὰ μὴ λανθάνειν, καὶ ἅμα τὸ τὰ ἐλάττω δυνάμενον καὶ τὰ μείζω κρίνειν οὐκ ἄλογον. ἅμα δὲ καὶ δοκεῖ περὶ ἐνίας αἰσθήσεις βέλτιον ἔχειν τὰ μικρὰ τῶν μεγάλων, ὥστε ταύτῃ μὲν χείρων ἡ τῶν μειζόνων αἴσθησις.
[35] εἰ δ' αὖ φαίνεται καὶ πολλὰ λανθάνειν τὰ μικρά [τῶν μειζόνων οἷον οἱ ψόφοι, χρώματα], βελτίων ἡ τῶν μειζόνων· ἅμα δὲ καὶ εὔλογον, ὥσπερ καὶ τὴν ὅλην τοῦ σώματος κρᾶσιν, ὁμοίως ἔχειν καὶ τὰ περὶ τὰς αἰσθήσεις. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη, διαπορήσειεν ἄν τις, εἰ ἄρα καὶ δεῖ λέγειν οὕτως· οὐ γὰρ ἐν τοῖς ὁμοίοις γένεσιν ἀφώρισται κατὰ τὸ μέγεθος, ἀλλὰ κυριώτατα ἴσως ἡ τοῦ σώματος διάθεσίς τε καὶ κρᾶσις. τὸ δὲ πρὸς τὰ μεγέθη τὴν συμμετρίαν ἀποδιδόναι τῶν αἰσθητῶν ἔοικεν ὁμοίως λέγειν Ἐμπεδοκλεῖ· τῷ γὰρ ἐναρμόττειν τοῖς πόροις ποιεῖ τὴν αἴσθησιν. πλὴν ἐπὶ τῆς ὀσφρήσεως ἴδιον συμβαίνει δυσχερές· ὄζειν μὲν γάρ φησι τὸν λεπτὸν ἀέρα μᾶλλον, ὀσφραίνεσθαι δὲ ἀκριβέστερον ὅσα τὸν πυκνὸν ἢ τὸν μανὸν ἕλκει.
[36] περὶ δὲ τῆς ἐμφάσεως κοινή τίς ἐστιν ἡ δόξα· σχεδὸν γὰρ οἱ πολλοὶ τὸ ὁρᾶν οὕτως ὑπολαμβάνουσι διὰ τὴν γινομένην ἐν τοῖς ὀφθαλμοῖς ἔμφασιν. τοῦτο δὲ οὐκέτι συνεῖδον ὡς οὔτε τὰ μεγέθη σύμμετρα τὰ ὁρώμενα τοῖς ἐμφαινομένοις οὔτε ἐμφαίνεσθαι πολλὰ ἅμα καὶ τἀναντία δυνατόν, ἔτι δὲ κίνησις καὶ διάστημα καὶ μέγεθος ὁρατὰ μέν, ἔμφασιν δὲ οὐ ποιοῦσιν. ἐνίοις δὲ τῶν ζῴων οὐδὲν ἐμφαίνεται, καθάπερ τοῖς σκληροφθάλμοις καὶ τοῖς ἐνύδροις. ἔτι δὲ καὶ τῶν ἀψύχων διά γε τοῦτο πολλὰ ἂν ὁρῷεν· καὶ γὰρ ἐν ὕδατι καὶ χαλκῷ καὶ ἑτέροις πολλοῖς ἐστιν ἀνάκλασις.
[37] φησὶ δὲ καὶ αὐτὸς ἐμφαίνεσθαι μὲν εἰς ἄλληλα ‹τὰ› χρώματα, μᾶλλον δὲ τὸ ἰσχυρὸν εἰς τὸ ἀσθενές· ὥστε ἑκάτερον μὲν ἐχρῆν ὁρᾶν, μᾶλλον δὲ ‹τὸ› μέλαν καὶ ὅλως ‹τὸ› ἀσθενέστερον. διὸ καὶ τὴν ὄψιν ὁμόχρων ποιεῖ τῇ νυκτὶ καὶ τὸ φῶς αἴτιον τῆς ἐμφάσεως. καίτοι πρῶτον μὲν τὸ φῶς ὁρῶμεν αὐτὸ δι' οὐδεμιᾶς ἐμφάσεως, ἔπειτα οὐδὲν ἧττον τὰ μέλανα τῶν λευκῶν οὐκ ἔχει φῶς. ἔτι δὲ κἀν τοῖς ἄλλοις ἀεὶ τὴν ἔμφασιν ὁρῶμεν εἰς τὸ λαμπρότερον καὶ καθαρώτερον γινομένην, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ὑμένας τῶν ὀμμάτων λεπτοὺς εἶναι καὶ λαμπρούς. τιθέασι δὲ καὶ τὴν ὄψιν αὐτὴν οἱ πολλοὶ πυρός, ‹ὡς› τούτου τὰς χρόας μετεχούσας μᾶλλον. Ἀναξαγόρας μὲν οὖν, ὥσπερ ἐλέχθη, κοινήν τινα ταύτην καὶ παλαιὰν δόξαν ἀναφέρει. πλὴν ἰδίως ἐπὶ πάσαις λέγει ταῖς αἰσθήσεσι καὶ μάλιστα ἐπὶ τῇ ὄψει, διότι τὸ μέγα αἰσθανόμενόν ἐστιν, οὐ δηλοῖ δὲ τὰς σωματικωτέρας αἰσθήσεις.
[38] Κλείδημος δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως· αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς μόνον ὅτι διαφανεῖς· ταῖς ‹δ'› ἀκοαῖς, ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ· ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα, τοῦτον γὰρ ἀναμίγνυσθαι· τῇ δὲ γλώσσῃ τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι· τῷ δὲ ἄλλῳ σώματι παρὰ μὲν ταῦτ' οὐθέν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία· μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν, εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ Ἀναξαγόρας ἀρχὴν ποιεῖ πάντων τὸν νοῦν.
[39] Διογένης δ' ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν τῷ ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει· διὸ καὶ δόξειεν ἂν τῷ ὁμοίῳ ποιεῖν (οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν, εἰ μὴ πάντα ἦν ἐξ ἑνός)· τὴν μὲν ὄσφρησιν τῷ περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῇ ὀσμῇ· τὸν γὰρ ἐγκέφαλον αὐτὸν μανὸν καὶ ‹τὰ› φλεβία, λεπτότατον δ' ἐν οἷς ἡ διάθεσις ἀσύμμετρος, καὶ οὐ μίγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῇ κράσει σύμμετρος, δῆλον ὡς αἰσθανόμενον ἄν.
[40] τὴν δ' ἀκοήν, ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῷ πρὸς τὸν ἐγκέφαλον. τὴν δὲ ὄφιν [ὁρᾶν] ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ μιγνυμένην τῷ ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δέ· ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν, οὐ μίγνυσθαι τῷ ἐντὸς οὐδ' ὁρᾶν ὁμοίως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῇ γλώττῃ διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν, οὔτε πῶς οὔτε τίνων ἐστίν. ἀλλὰ μετὰ ταῦτα πειρᾶται λέγειν, διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων.
[41] ὄσφρησιν μὲν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῇ κεφαλῇ, τάχιστα γὰρ μίγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκῃ διὰ μακροτέρου καὶ στενωτέρου, θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζῴων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῷ ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δ' ὀξύτατα, ὧν αἵ τε φλέβες λεπταὶ καθάπερ †τῇ αἰσθήσει καὶ τῇ ἀκοῇ τέτρηται βραχὺ καὶ λεπτὸν καὶ ἰθὺ καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρυτέρα ᾖ, κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν.
[42] ὁρᾶν δ' ὀξύτατα, ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτάς, ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δ' ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα· διὸ τοὺς μελανοφθάλμους μεθ' ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾶν, τοὺς δ' ἐναντίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ, σημεῖον εἶναι, διότι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ' ὁρῶμεν οὔτ' ἀκούομεν.
[43] ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον. ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσγηται τῷ αἵματι καὶ κουφίζῃ κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιών, ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος καὶ ἀσθενεστέρου καὶ πυκνοτέρου γινομένου, λύπην. ὁμοίως καὶ θάρσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς αὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπ' αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζῴων τὰ χρώματα μηνύειν· ὁπόσα γὰρ ἂν ᾖ καὶ ὁποῖα, τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίνεσθαι.
[44] φρονεῖν δ', ὥσπερ ἐλέχθη, τῷ ἀέρι καθαρῷ καὶ ξηρῷ· κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν· διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαις καὶ ἐν ταῖς πλησμοναῖς ἧττον φρονεῖν. ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν, σημεῖον, διότι τὰ ἄλλα ζῷα χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρόν, φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφράν, καὶ τὸ πνεῦμα οὐ διιέναι διὰ παντός, ἀλλὰ ἑστάναι περὶ τὴν κοιλίαν. διὸ τὴν μὲν τροφὴν ταχὺ πέττειν, αὐτὸ δ' ἄφρον εἶναι. συμβάλλεσθαι δέ τι πρὸς τῇ τροφῇ καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνεῖναι ἀλλήλων. τὰ δὲ φυτὰ διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφῃρῆσθαι τὸ φρονεῖν.
[45] ταὐτὸν δ' αἴτιον εἶναι καὶ ὅτι τὰ παιδία ἄφρονα. πολὺ γὰρ ἔχειν τὸ ὑγρόν, ὥστε μὴ δύνασθαι διὰ παντὸς διιέναι τοῦ σώματος, ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη, διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα. ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐμετάπτωτα διὰ τὸ ἐκ μικρῶν κρίνεσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι συνεῖναι· σημεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνησκομένοις τὴν ἀπορίαν εἶναι περὶ τὸ στῆθος, ὅταν δὲ εὕρωσιν, 'διασκίδνασθαι' καὶ ἀνακουφίζεσθαι τῆς λύπης.
[46] Διογένης μὲν οὖν πάντα βουλόμενος ἀνάπτειν τῷ ἀέρι πολλῶν ἀπολείπεται πρὸς πίστιν. οὔτε γὰρ τὴν αἴσθησιν οὔτε τὴν φρόνησιν ἴδιον ποιεῖ τῶν ἐμψύχων. ἴσως γὰρ καὶ ἀέρα τοιοῦτον καὶ κρᾶσιν καὶ συμμετρίαν ἐνδέχεται πανταχοῦ καὶ πᾶσιν ὑπάρχειν, εἰ δὲ μή, τοῦτο αὐτὸ λεκτέον. ἔτι δὲ καὶ ἐν αὐταῖς ταῖς διαφόροις αἰσθήσεσιν, ὥστε ἐνδέχεσθαι τὰ τῆς ὄψεως τὴν ἀκοὴν κρίνειν καὶ ἅπερ ἡμεῖς τῇ ὀσφρήσει, ταῦτα ἄλλο τι ζῷον ἑτέρᾳ διὰ τὸ τὴν αὐτὴν ἔχειν κρᾶσιν· ὥστε καὶ τῇ περὶ τὸν θώρακα ἀναπνοῇ κρίνειν τότε τὰς ὀσμάς· ἐνδέχεται γὰρ ἐνίοτε σύμμετρον εἶναι ταύταις.
[47] εὐήθη δὲ καὶ τὰ περὶ τὴν ὄψιν, ὡς τῷ ἀέρι τῷ ἐντὸς ὁρῶμεν· ἀλλὰ ἐλέγχει μέν πως τοὺς τὴν ἔμφασιν ποιοῦντας, οὐ μὴν αὐτὸς λέγει τὴν αἰτίαν. ἔπειτα τὸ μὲν αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ φρονεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ μίξει τοῦ αἵματος ἀποδίδωσι. πολλὰ δὲ τῶν ζῴων τὰ μὲν ἄναιμα, τὰ δὲ ὅλως οὐκ ἀναπνεῖ· καὶ εἰ δεῖ διὰ παντὸς τοῦ σώματος διιέναι τὴν ἀναπνοήν, ἀλλὰ ‹μὴ› μορίων τινῶν (μικροῦ γὰρ ἕνεκα τοῦτ' ἔστιν), οὐθὲν ἂν κωλύοι διά γε τοῦτο καὶ τὰ πάντα καὶ μεμνῆσθαι καὶ φρονεῖν. ἔτι δὲ εἰ καὶ τοῦτο συνέβαινεν, οὐκ ἂν ἦν ἐμποδών. οὐ γὰρ ἐν ἅπασι τοῖς μέρεσιν ὁ νοῦς, οἷον ἐν τοῖς σκέλεσι καὶ τοῖς ποσίν, ἀλλὰ ἐν ὡρισμένοις, δι' ὧν καὶ οἱ ἐν ἡλικίᾳ καὶ μέμνηνται καὶ φρονοῦσιν.
[48] εὔηθες δὲ καὶ τὸ τοὺς ἀνθρώπους διαφέρειν τῷ καθαρώτερον ἀναπνεῖν, ἀλλ' οὐ τὴν φύσιν, καθάπερ καὶ τὰ ἔμψυχα τῶν ἀψύχων. ἐχρῆν γὰρ εὐθὺς μεταλλάξαντα τόπον διαφέρειν τῷ φρονεῖν καὶ τῶν ἀνθρώπων δὲ τοὺς ἐν τοῖς ὑψηλοῖς ἐμφρονεστέρους εἶναι, τῶν πάντων δὲ μάλιστα τοὺς ὄρνιθας· οὐ γὰρ τοσοῦτον ἡ τῆς σαρκὸς διαφέρει φύσις, ὅσον ἡ τοῦ ἀέρος καθαριότης. ἔτι δὲ τὰ φυτὰ μὴ φρονεῖν διὰ τὸ μὴ ἔχειν κενόν. οἷς δ' ἐνυπάρχει, ταῦτα πάντα φρονεῖν. Διογένης μὲν οὖν, ὥσπερ εἴπομεν, ἅπαντα προθυμούμενος ἀνάγειν εἰς τὴν ἀρχὴν πολλὰ διαμαρτάνει τῶν εὐλόγων.
[49] Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει, πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ‹τῷ› ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι, δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δ' ‹εἰ› τὸ μὲν αἰσθάνεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι ‹τῷ› πάσχειν, ἀδύνατον δέ, φησί, τὰ μὴ ταὐτὰ πάσχειν, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῇ οὐχ ‹ᾗ› ἕτερα ἀλλ' ᾗ ταὐτόν τι ὑπάρχει, τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἔστιν ὑπολαβεῖν. περὶ ἑκάστης δ' ἤδη αὐτῶν ἐν μέρει πειρᾶται λέγειν.
[50] ὁρᾶν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δὲ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι, ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς. καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι, τὸ δὲ ὑγρὸν διιέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾶν, εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη, τὰ δ' ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ στιφρᾶς σαρκός, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες ‹αἱ› κατὰ τοὺς ὀφθαλμοὺς εὐθεῖαι καὶ ἄνικμοι, ὡς 'ὁμοιοσχημονεῖν' τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν.
[51] Πρῶτον μὲν οὖν ἄτοπος ἡ ἀποτύπωσις ἡ ἐν τῷ ἀέρι. δεῖ γὰρ ἔχειν πυκνότητα καὶ μὴ 'θρύπτεσθαι' τὸ τυπούμενον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων τοιαύτην εἶναι τὴν ἐντύπωσιν, οἷον εἰ ἐκμάξειας εἰς κηρόν. ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατόν, ὅσῳ πυκνότερον· ἧττον δὲ ὁρᾶται, καίτοι προσῆκε μᾶλλον. ὅλως δὲ ἀπορροὴν ποιοῦντα τῆς μορφῆς, ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδῶν, τί δεῖ τὴν ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα.
[52] εἰ δὲ δὴ τοῦτο συμβαίνει καὶ ὁ ἀὴρ ἀπομάττεται καθάπερ κηρὸς ὠθούμενος καὶ πυκνούμενος, πῶς καὶ ποία τις ἡ ἔμφασις γίνεται; δῆλον γὰρ ὡς ἐπὶ προσώπου ‹ὁ› τύπος ἔσται τῷ ὁρωμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. τοιούτου δ' ὄντος ἀδύνατον ἐξ ἐναντίας ἔμφασιν γίνεσθαι μὴ στραφέντος τοῦ τύπου. τοῦτο δ' ὑπὸ τίνος ἔσται καὶ πῶς, δεικτέον· οὐχ οἷόν τε γὰρ ἄλλως γίνεσθαι τὸ ὁρᾶν. ἔπειτα ὅταν ὁρᾶται πλείονα κατὰ τὸν αὐτὸν τόπον, πῶς ἐν τῷ αὐτῷ ἀέρι πλείους ἔσονται τύποι; καὶ πάλιν πῶς ἀλλήλους ὁρᾶν ἐνδέχεται; τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὄντα ἀφ' ὧν ἐστιν. ὥστε τοῦτο ζήτησιν ἔχει.
[53] καὶ πρὸς τούτῳ διὰ τί ποτε ἕκαστος αὐτὸς αὑτὸν οὐχ ὁρᾷ; καθάπερ γὰρ τοῖς τῶν πέλας ὄμμασιν, οἱ τύποι καὶ τοῖς ἑαυτῶν ἐμφαίνοιντ' ἄν, ἄλλως τε εἰ καὶ εὐθὺς ἀντιπρόσωποι κεῖνται καὶ ταὐτὸ συμβαίνει πάθος ὥσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλᾶσθαι γάρ φησι καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυποῦσθαι τὰ σώματα καὶ πολλὰ ἐναλλάττειν, ὃ καὶ πρὸς τὴν ὄψιν ἐμπόδιον ἂν εἴη καὶ ἄλλως οὐκ εὔλογον. ἔτι δὲ εἴπερ ἡ τύπωσις διαμένει, καὶ μὴ φανερῶν [ὄντων] μηδὲ πλησίον ὄντων τῶν σωμάτων ἐχρῆν ὁρᾶν εἰ καὶ μὴ νύκτωρ, ἀλλὰ μεθ' ἡμέραν. καίτοι τούς γε τύπους οὐχ ἧττον εἰκὸς διαμένειν νυκτός, ὅσῳ ἐμψυχρότερος ὁ ἀήρ.
[54] ἀλλ' ἴσως τὴν ἔμφασιν ὁ ἥλιος ποιεῖ καὶ τὸ φῶς ὥσπερ ἐπιφέρων ἐπὶ τὴν ὄψιν, καθάπερ ἔοικε βούλεσθαι λέγειν· ἐπεὶ τό γε τὸν ἥλιον ἀπωθοῦντα ἀφ' ἑαυτοῦ καὶ ἀποπληττόμενον πυκνοῦν τὸν ἀέρα, καθάπερ φησίν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὄμμασιν, ἀλλὰ καὶ τῷ ἄλλῳ σώματι μεταδιδόναι τῆς αἰσθήσεως· φησὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν ὀφθαλμόν, ἵν' ἐπὶ πλέον δέχηται καὶ τῷ ἄλλῳ σώματι παραδιδῷ. ἄλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾶν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἔμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένων τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς ἐμφαίνεται, καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν.
[55] περὶ μὲν οὖν ὄψεως ἰδίως ἔνια βουλόμενος λέγειν πλείω παραδίδωσι ζήτησιν. τὴν δ' ἀκοὴν παραπλησίως ποιεῖ τοῖς ἄλλοις. εἰς γὰρ τὸ κενὸν ἐμπίπτοντα τὸν ἀέρα κίνησιν ἐμποιεῖν· πλὴν ὅτι κατὰ πᾶν μὲν ὁμοίως τὸ σῶμα εἰσιέναι, μάλιστα δὲ καὶ πλεῖστον διὰ τῶν ὤτων, ὅτι διὰ πλείστου τε κενοῦ διέρχεται καὶ ἥκιστα 'διαμίμνει'. διὸ καὶ κατὰ μὲν τὸ ἄλλο σῶμα οὐκ αἰσθάνεσθαι, ταύτῃ δὲ μόνον. ὅταν δὲ ἐντὸς γένηται, 'σκίδνασθαι' διὰ τὸ τάχος· τὴν γὰρ φωνὴν εἶναι πυκνουμένου τοῦ ἀέρος καὶ μετὰ βίας εἰσιόντος. ὥσπερ οὖν ἐκτὸς ποιεῖ τῇ ἁφῇ τὴν αἴσθησιν, οὕτω καὶ ἐντός.
[56] ὀξύτατα δ' ἀκούειν, εἰ ὁ μὲν ἔξω χιτὼν εἴη πυκνός, τὰ δὲ φλεβία κενὰ καὶ ὡς μάλιστα ἄνικμα καὶ εὔτρητα κατά τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τὰς ἀκοάς, ἔτι δὲ τὰ ὀστᾶ πυκνὰ καὶ ὁ ἐγκέφαλος εὔκρατος καὶ τὸ περὶ αὐτὸν ὡς ξηρότατον· ἀθρόον γὰρ ἂν οὕτως εἰσιέναι τὴν φωνὴν ἅτε διὰ πολλοῦ κενοῦ καὶ ἀνίκμου καὶ εὐτρήτου εἰσιοῦσαν καὶ ταχὺ 'σκίδνασθαι' καὶ ὁμαλῶς κατὰ τὸ σῶμα καὶ οὐ διεκπίπτειν ἔξω.
[57] τὸ μὲν οὖν ἀσαφῶς ἀφορίζειν ὁμοίως ἔχει τοῖς ἄλλοις. ἄτοπον δὲ καὶ ἴδιον ‹τὸ› κατὰ πᾶν τὸ σῶμα τὸν ψόφον εἰσιέναι, καὶ ὅταν εἰσέλθῃ διὰ τῆς ἀκοῆς, διαχεῖσθαι κατὰ πᾶν, ὥσπερ οὐ ταῖς ἀκοαῖς, ἀλλ' ὅλῳ τῷ σώματι τὴν αἴσθησιν οὖσαν. οὐ γὰρ κἂν συμπάσχῃ τι τῇ ἀκοῇ, διὰ τοῦτο καὶ αἰσθάνεται. πάσαις γὰρ τοῦτό γε ὁμοίως ποιεῖ, καὶ οὐ μόνον ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς οὕτως ἀποδίδωσι, τὰς δὲ ἄλλας αἰσθήσεις σχεδὸν ὁμοίως ποιεῖ τοῖς πλείστοις.
[58] περὶ δὲ τοῦ φρονεῖν ἐπὶ τοσοῦτον εἴρηκεν, ὅτι γίνεται συμμέτρως ἐχούσης τῆς ψυχῆς κατὰ τὴν κρᾶσιν· ἐὰν δὲ περίθερμός τις ἢ περίψυχρος γένηται, μεταλλάττειν φησί. διὸ καὶ τοὺς παλαιοὺς καλῶς τοῦθ' ὑπολαβεῖν, ὅτι ἐστὶν 'ἀλλοφρονεῖν'. ὥστε φανερόν, ὅτι τῇ κράσει τοῦ σώματος ποιεῖ τὸ φρονεῖν, ὅπερ ἴσως αὐτῷ καὶ κατὰ λόγον ἐστὶ σῶμα ποιοῦντι τὴν ψυχήν. αἱ μὲν οὖν περὶ αἰσθήσεως καὶ τοῦ φρονεῖν δόξαι σχεδὸν αὗται καὶ τοσαῦται τυγχάνουσιν οὖσαι [παρὰ] τῶν πρότερον.
[59] Περὶ δὲ τῶν αἰσθητῶν, τίς ἡ φύσις καὶ ποῖον ἕκαστόν ἐστιν, οἱ μὲν ἄλλοι παραλείπουσιν. τῶν μὲν γὰρ ὑπὸ τὴν ἁφὴν περὶ βαρέος καὶ κούφου καὶ θερμοῦ καὶ ψυχροῦ λέγουσιν, οἷον ὅτι τὸ μὲν μανὸν καὶ λεπτὸν θερμόν, τὸ δὲ πυκνὸν καὶ παχὺ ψυχρόν, ὥσπερ Ἀναξαγόρας διαιρεῖ τὸν ἀέρα καὶ τὸν αἰθέρα· σχεδὸν δὲ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον τοῖς αὐτοῖς καὶ ἔτι ταῖς ἄνω καὶ κάτω φοραῖς, καὶ πρὸς τούτοις περί τε φωνῆς ὅτι κίνησις τοῦ ἀέρος, καὶ περὶ ὀσμῆς ὅτι ἀπορροή τις. Ἐμπεδοκλῆς δὲ καὶ περὶ τῶν χρωμάτων καὶ ὅτι τὸ μὲν λευκὸν τοῦ πυρός, τὸ δὲ μέλαν τοῦ ὕδατος. οἱ δὲ ἄλλοι τοσοῦτον μόνον, ὅτι τό τε λευκὸν καὶ τὸ μέλαν ἀρχαί, τὰ δ' ἄλλα μιγνυμένων γίνεται τούτων. καὶ γὰρ Ἀναξαγόρας ἁπλῶς εἴρηκε περὶ αὐτῶν.
[60] Δημόκριτος δὲ καὶ Πλάτων ἐπὶ πλεῖστόν εἰσιν ἡμμένοι, καθ' ἕκαστον γὰρ ἀφορίζουσι, πλὴν ὁ μὲν οὐκ ἀποστερῶν τῶν αἰσθητῶν τὴν φύσιν, Δημόκριτος δὲ πάντα πάθη τῆς αἰσθήσεως ποιῶν. ποτέρως μὲν οὖν ἔχει τἀληθές, οὐκ ἂν εἴη λόγος. ἐφ' ὅσον δὲ ἑκάτερος ἧπται καὶ πῶς ἀφώρικε, πειραθῶμεν ἀποδοῦναι πρότερον εἰπόντες τὴν ὅλην ἔφοδον ἑκατέρου. Δημόκριτος μὲν οὖν οὐχ ὁμοίως λέγει περὶ πάντων, ἀλλὰ τὰ μὲν τοῖς μεγέθεσι, τὰ δὲ τοῖς σχήμασιν, ἔνια δὲ τάξει καὶ θέσει διορίζει. Πλάτων δὲ σχεδὸν ἅπαντα πρὸς τὰ πάθη καὶ τὴν αἴσθησιν ἀποδίδωσιν. ὥστε δόξειεν ἂν ἑκάτερος ἐναντίως τῇ ὑποθέσει λέγειν.
[61] ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως καθ' αὑτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθ' αὑτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδίδωσι.
Βαρὺ μὲν οὖν καὶ κοῦφον τῷ μεγέθει διαιρεῖ Δημόκριτος. εἰ γὰρ διακριθείη καθ' ἓν ἕκαστον, εἰ καὶ κατὰ σχῆμα διαφέροι [διαφέρει], σταθμοῦ ἂν ἐπὶ μεγέθει τὴν φύσιν ἔχειν. οὐ μὴν ἀλλ' ἔν γε τοῖς μικτοῖς κουφότερον μὲν εἶναι τὸ πλέον ἔχον κενόν, βαρύτερον δὲ τὸ ἔλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν.
[62] ἐν ἄλλοις δὲ κοῦφον εἶναί φησιν ἁπλῶς τὸ λεπτόν. παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνόν, μαλακὸν δὲ τὸ μανόν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον καὶ †μάλιστα κατὰ λόγον. διαφέρειν δέ τι τὴν θέσιν καὶ τὴν ἐναπόληψιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου. διὸ σκληρότερον μὲν εἶναι σίδηρον, βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σίδηρον ἀνωμάλως συγκεῖσθαι καὶ τὸ κενὸν ἔχειν πολλαχῇ καὶ κατὰ μεγάλα, πεπυκνῶσθαι δὲ κατὰ ἔνια, ἁπλῶς δὲ πλέον ἔχειν κενόν. τὸν δὲ μόλυβδον ἔλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι ‹καὶ› κατὰ πᾶν ὁμοίως, διὸ βαρύτερον μέν, μαλακώτερον δ' εἶναι τοῦ σιδήρου.
[63] περὶ μὲν ‹οὖν› βαρέος καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀφορίζει. τῶν δὲ ἄλλων αἰσθητῶν οὐδενὸς εἶναι φύσιν, ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως ἀλλοιουμένης, ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. οὐδὲ γὰρ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν, ἀλλὰ τὸ σχῆμα 'μεταπῖπτον' ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοίωσιν· ὅ τι γὰρ ἂν ἄθρουν ᾖ, τοῦτ' ἐνισχύειν ἑκάστῳ, τὸ δ' εἰς μακρὰ διανενεμημένον ἀναίσθητον εἶναι. σημεῖον δ' ὡς οὐκ εἰσὶ φύσει τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι τοῖς ζῴοις, ἀλλ' ὃ ἡμῖν γλυκύ, τοῦτ' ἄλλοις πικρὸν καὶ ἑτέροις ὀξὺ καὶ ἄλλοις δριμὺ τοῖς δὲ στρυφνὸν καὶ τὰ ἄλλα δ' ὡσαύτως.
[64] ἔτι δ' αὐτοὺς μεταβάλλειν τῇ κράσει κατὰ τὰ πάθη καὶ τὰς ἡλικίας· ᾗ καὶ φανερόν, ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. ἁπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτω δεῖν ὑπολαμβάνειν. οὐ μὴν ἀλλ' ὥσπερ καὶ τὰ ἄλλα καὶ ταῦτα ἀνατίθησι τοῖς σχήμασι· πλὴν οὐχ ἁπάντων ἀποδίδωσι τὰς μορφάς, ἀλλὰ μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τοὺς χυλοὺς ἀναφέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον.
[65] τὸν μὲν οὖν ὀξὺν εἶναι τῷ σχήματι γωνοειδῆ τε καὶ πολυκαμπῆ καὶ μικρὸν καὶ λεπτόν. διὰ γὰρ τὴν δριμύτητα ταχὺ καὶ πάντῃ διαδύεσθαι, τραχὺν δ' ὄντα καὶ γωνοειδῆ συνάγειν καὶ συσπᾶν, διὸ καὶ θερμαίνειν τὸ σῶμα κενότητας ἐμποιοῦντα· μάλιστα γὰρ θερμαίνεσθαι τὸ πλεῖστον ἔχον κενόν. τὸν δὲ γλυκὺν ἐκ περιφερῶν συγκεῖσθαι σχημάτων ‹καὶ› οὐκ ἄγαν μικρῶν, διὸ καὶ διαχεῖν ὅλως τὸ σῶμα καὶ οὐ βιαίως, καὶ οὐ ταχὺ πάντα περαίνειν· τοὺς ‹δ'› ἄλλους ταράττειν, ὅτι διαδύνων πλανᾷ τὰ ἄλλα καὶ ὑγραίνει· ὑγραινόμενα δὲ καὶ ἐκ τῆς τάξεως κινούμενα συρρεῖν εἰς τὴν κοιλίαν· ταύτην γὰρ εὐπορώτατον εἶναι διὰ τὸ πλεῖστον ἐνεῖναι κενόν.
[66] τὸν δὲ στρυφνὸν ἐκ μεγάλων σχημάτων καὶ πολυγωνίων καὶ περιφερὲς ἥκιστ' ἐχόντων· ταῦτα γὰρ ὅταν εἰς τὰ σώματα ἔλθῃ, ἐπιτυφλοῦν ἐμπλάττοντα τὰ φλεβία καὶ κωλύειν συρρεῖν, διὸ καὶ τὰς κοιλίας ἱστάναι. τὸν δὲ πικρὸν ἐκ μικρῶν καὶ λείων καὶ περιφερῶν, τὴν περιφέρειαν εἰληχότα καὶ καμπὰς ἔχουσαν· διὸ καὶ γλισχρὸν εἶναι καὶ κολλώδη. ἁλμυρὸν δὲ τὸν ἐκ μεγάλων καὶ οὐ περιφερῶν, ἀλλ' ἐπ' ἐνίων καὶ σκαληνῶν, διὸ οὐδὲ πολυκαμπῶν (βούλεται δὲ σκαληνὰ λέγειν, ἅπερ παράλλαξιν ἔχει πρὸς ἄλληλα καὶ συμπλοκήν)· μεγάλων μέν, ὅτι ἡ ἁλμυρὶς ἐπιπολάζει· μικρὰ γὰρ ὄντα καὶ τυπτόμενα τοῖς περιέχουσι μίγνυσθαι ἂν τῷ παντί· οὐ περιφερῶν δ', ὅτι τὸ μὲν ἁλμυρὸν τραχύ, τὸ δὲ περιφερὲς λεῖον· [οὐ] σκαληνῶν δὲ διὰ τὸ μὴ περιπλάττεσθαι, διὸ ψαφαρὸν εἶναι.
[67] τὸν δὲ δριμὺν μικρὸν καὶ περιφερῆ καὶ γωνιοειδῆ, σκαληνὸν δὲ οὐκ ἔχειν. τὸν μὲν γὰρ δριμὺν πολυγώνιον ποιεῖν τῇ τραχύτητι θερμαίνειν καὶ διαχεῖν. [διὰ τὸ μικρὸν εἶναι καὶ περιφερῆ καὶ †ἀγωνιοειδῆ] καὶ γὰρ τὸ γωνιοειδὲς εἶναι τοιοῦτον. ὡσαύτως δὲ καὶ τὰς ἄλλας ἑκάστου δυνάμεις ἀποδίδωσιν ἀνάγων εἰς τὰ σχήματα. ἁπάντων δὲ τῶν σχημάτων οὐδὲν ἀκέραιον εἶναι καὶ ἀμιγὲς τοῖς ἄλλοις, ἀλλ' ἐν ἑκάστῳ πολλὰ εἶναι καὶ τὸν αὐτὸν ἔχειν λείου καὶ τραχέος καὶ περιφεροῦς καὶ ὀξέος καὶ τῶν λοιπῶν. οὗ δ' ἂν ἐνῇ πλεῖστον, τοῦτο μάλιστα ἐνισχύειν πρός τε τὴν αἴσθησιν καὶ τὴν δύναμιν. ἔτι δὲ εἰς ὁποίαν ἕξιν ἂν εἰσέλθῃ, διαφέρειν [γὰρ] οὐκ ὀλίγον. καὶ διὰ τοῦτο τὸ αὐτὸ τἀναντία καὶ τἀναντία τὸ αὐτὸ πάθος ποιεῖν ἐνίοτε.
[68] καὶ περὶ μὲν τῶν χυλῶν οὕτως ἀφώρικεν· ἄτοπον δ' ἂν φανείη πρῶτον μὲν τὸ μὴ πάντων ὁμοίως ἀποδοῦναι τὰς αἰτίας, ἀλλὰ βαρὺ μὲν καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ μεγέθει καὶ σμικρότητι καὶ τῷ μανῷ καὶ πυκνῷ, θερμὸν δὲ καὶ ψυχρὸν καὶ τὰ ἄλλα τοῖς σχήμασιν . ἔπειτα βαρέος μὲν καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ καθ' αὑτὰ ποιεῖν φύσεις (μέγεθος μὲν γὰρ καὶ σμικρότης καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν οὐ πρὸς ἕτερόν ἐστι), θερμὸν δὲ καὶ ψυχρὸν καὶ τὰ ἄλλα πρὸς τὴν αἴσθησιν, καὶ ταῦτα πολλάκις λέγοντα, διότι τοῦ χυλοῦ τὸ σχῆμα σφαιροειδές.
[69] ὅλως δὲ μέγιστον ἐναντίωμα καὶ κοινὸν ἐπὶ πάντων, ἅμα μὲν πάθη ποιεῖν τῆς αἰσθήσεως, ἅμα δὲ τοῖς σχήμασι διορίζειν, καὶ τὸ αὐτὸ φαίνεσθαι τοῖς μὲν πικρόν, τοῖς δὲ γλυκύ, τοῖς δ' ἄλλως. οὔτε γὰρ οἷόν ‹τε› τὸ σχῆμα πάθος εἶναι οὔτε ταὐτὸν τοῖς μὲν σφαιροειδές, τοῖς δ' ἄλλως. ἀνάγκη δ' [εἴπερ] ἴσως, εἴπερ τοῖς μὲν γλυκύ, τοῖς δὲ πικρόν, οὐδὲ κατὰ τὰς ἡμετέρας ἕξεις μεταβάλλειν τὰς μορφάς. ἁπλῶς δὲ τὸ μὲν σχῆμα καθ' αὑτό ἐστι, τὸ δὲ γλυκὺ καὶ ὅλως τὸ αἰσθητὸν πρὸς ἄλλο καὶ ἐν ἄλλοις, ὥς φησιν. ἄτοπον δὲ καὶ τὸ πᾶσιν ἀξιοῦν ταὐτὸ φαίνεσθαι τῶν αὐτῶν αἰσθανομένοις καὶ τούτων τὴν ἀλήθειαν ἐλέγχειν, καὶ ταῦτα εἰρηκότα πρότερον τὸ τοῖς ἀνομοίως διακειμένοις ἀνόμοια καὶ πάλιν τὸ μηθὲν μᾶλλον ἕτερον ἑτέρου τυγχάνειν τῆς ἀληθείας.
[70] εἰκὸς γὰρ τὸ βέλτιον τοῦ χείρονος καὶ τὸ ὑγιαῖνον τοῦ κάμνοντος· κατὰ φύσιν γὰρ μᾶλλον. ἔτι δὲ εἴπερ μὴ ἔστι φύσις τῶν αἰσθητῶν διὰ τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι, δῆλον ὡς οὐδὲ τῶν ζῴων οὐδὲ τῶν ἄλλων σωμάτων· οὐδὲ γὰρ περὶ τούτων ὁμοδοξοῦσι. καίτοι εἰ μὴ καὶ διὰ τῶν αὐτῶν γίνεται πᾶσι τὸ γλυκὺ καὶ τὸ πικρόν, ἀλλ' ἥ γε φύσις τοῦ πικροῦ καὶ τοῦ γλυκέος ἡ αὐτὴ φαίνεται πᾶσιν. ὅπερ καὶ αὐτὸς ἂν δόξειεν ἐπιμαρτυρεῖν. πῶς γὰρ ἂν τὸ ἡμῖν πικρὸν ἄλλοις ἦν γλυκὺ καὶ στρυφνόν, εἰ μή τις ἦν ὡρισμένη φύσις αὐτῶν;
[71] ἔτι δὲ ποιεῖ σαφέστερον, ἐν οἷς φησι γίνεσθαι μὲν ἕκαστον καὶ εἶναι κατ' ἀλήθειαν, ἰδίως δ' ἐπὶ πικροῦ 'μοῖραν ἔχειν συνέσεως'. ὥστε διά τε τούτων ἐναντίον ἂν φανείη τὸ μὴ ποιεῖν φύσιν τινὰ τῶν αἰσθητῶν καὶ πρὸς τούτοις, ὅπερ ἐλέχθη καὶ πρότερον, ὅταν σχῆμα μὲν ἀποδιδῷ τῆς †οὐσίας ὥσπερ καὶ τῶν ἄλλων, μὴ εἶναι δὲ λέγῃ φύσιν· ἢ γὰρ οὐδενὸς ὅλως ἢ καὶ τούτων ἔσται τῆς αὐτῆς γε ὑπαρχούσης αἰτίας. ἔτι δὲ τὸ θερμόν τε καὶ ψυχρόν, ἅπερ ἀρχὰς τιθέασιν, εἰκὸς ἔχειν τινὰ φύσιν, εἰ δὲ ταῦτα καὶ τὰ ἄλλα. νῦν δὲ σκληροῦ μὲν καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου ποιεῖ τιν' οὐσίαν, ἅπερ οὐχ ἧττον ἔδοξε λέγεσθαι πρὸς ἡμᾶς, θερμοῦ δὲ καὶ ψυχροῦ καὶ τῶν ἄλλων οὐδενός. καίτοι τό γε βαρὺ καὶ κοῦφον ὅταν διορίζῃ τοῖς μεγέθεσιν, ἀνάγκη τὰ ἁπλᾶ πάντα τὴν αὐτὴν ἔχειν ὁρμὴν τῆς φορᾶς, ὥστε μιᾶς τινος ἂν ὕλης εἴη καὶ τῆς αὐτῆς φύσεως.
[72] ἀλλὰ περὶ μὲν τούτων ἔοικε συνηκολουθηκέναι τοῖς ποιοῦσιν ὅλως τὸ φρονεῖν κατὰ τὴν ἀλλοίωσιν, ἥπερ ἐστὶν ἀρχαιοτάτη δόξα. πάντες γὰρ οἱ παλαιοὶ καὶ [οἱ] ποιηταὶ καὶ σοφοὶ κατὰ τὴν διάθεσιν ἀποδιδόασι τὸ φρονεῖν. τῶν δὲ χυλῶν ἑκάστῳ τὸ σχῆμα ἀποδίδωσι πρὸς τὴν δύναμιν ἀφομοιῶν τὴν ἐν τοῖς πάθεσιν· ὅπερ οὐ μόνον ἐξ ἐκείνων, ἀλλὰ καὶ ἐκ τῶν αἰσθητηρίων ἔδει συμβαίνειν ἄλλως τε καὶ εἰ πάθη τούτων ἐστίν. οὐ γὰρ πᾶν τὸ σφαιροειδὲς οὐδὲ τὰ ἄλλα σχήματα τὴν αὐτὴν ἔχει δύναμιν, ὥστε κατὰ τὸ [κάτω] ὑποκείμενον ἔδει διορίζειν, πότερον ἐξ ὁμοίων ἢ ἐξ ἀνομοίων ἐστὶ καὶ πῶς ἡ τῶν αἰσθήσεων ἀλλοίωσις γίνεται, καὶ πρὸς τούτοις ὁμοίως ἐπὶ πάντων ἀποδοῦναι τῶν διὰ τῆς ἁφῆς καὶ μὴ μόνον τὰ περὶ γεῦσιν. ἀλλὰ καὶ ταῦτα μὲν ἤτοι διαφοράν τινα ἔχει πρὸς τοὺς χυλούς, ἣν ἔδει διελεῖν, ἢ καὶ παρεῖται δυνατὸν ὂν ὁμοίως εἰπεῖν.
[73] τῶν δὲ χρωμάτων ἁπλᾶ μὲν λέγει τέτταρα. λευκὸν μὲν οὖν εἶναι τὸ λεῖον. ὃ γὰρ ἂν μὴ τραχὺ μηδ' ἐπισκιάζῃ μηδὲ δυσδίοδον ᾖ, τοιοῦτον πᾶν λαμπρὸν εἶναι. δεῖ δὲ καὶ εὐθύτρυπα καὶ διαυγῆ τὰ λαμπρὰ εἶναι. τὰ μὲν οὖν σκληρὰ τῶν λευκῶν ἐκ τοιούτων σχημάτων συγκεῖσθαι οἷον ἡ ἐντὸς πλὰξ τῶν κογχυλίων· οὕτω γὰρ ἂν ἄσκια καὶ εὐαγῆ καὶ εὐθύπορα εἶναι. τὰ ‹δὲ› ψαθυρὰ καὶ εὔθρυπτα ἐκ περιφερῶν μὲν λοξῶν δὲ τῇ θέσει πρὸς ἄλληλα καὶ κατὰ δύο συζεύξει, τὴν δ' ὅλην τάξιν ἔχειν ὅτι μάλιστα ὁμοίαν. τοιούτων δ' ὄντων ψαθυρὰ μὲν εἶναι, διότι κατὰ μικρὸν ἡ σύναψις· εὔθρυπτα δ', ὅτι ὁμοίως κεῖνται· ἄσκια δέ, διότι λεῖα καὶ πλατέα· λευκότερα δ' ἀλλήλων τῷ τὰ σχήματα τὰ εἰρημένα καὶ ἀκριβέστερα καὶ ἀμιγέστερα εἶναι καὶ τὴν τάξιν καὶ τὴν θέσιν ἔχειν μᾶλλον τὴν εἰρημένην.
[74] τὸ μὲν οὖν λευκὸν ἐκ τοιούτων εἶναι σχημάτων. τὸ δὲ μέλαν ἐκ τῶν ἐναντίων, ἐκ τραχέων καὶ σκαληνῶν καὶ ἀνομοίων· οὕτω γὰρ ἂν σκιάζειν καὶ οὐκ εὐθεῖς εἶναι τοὺς πόρους οὐδ' εὐδιόδους. ἔτι δὲ τὰς ἀπορροίας νωθεῖς καὶ ταραχώδεις· διαφέρειν γάρ τι καὶ τὴν ἀπορροὴν τῷ ποιὰν εἶναι πρὸς τὴν φαντασίαν, ἣν γίνεσθαι διὰ τὴν ἐναπόληψιν τοῦ ἀέρος ἀλλοίαν.
[75] ἐρυθρὸν δ' ἐξ οἵωνπερ καὶ τὸ θερμόν, πλὴν ἐκ μειζόνων. ἐὰν γὰρ αἱ συγκρίσεις ὦσι μείζους ὁμοίων ὄντων τῶν σχημάτων μᾶλλον ἐρυθρὸν εἶναι. σημεῖον δ' ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμᾶς τε γὰρ θερμαινομένους ἐρυθραίνεσθαι καὶ τὰ ἄλλα τὰ πυρούμενα, μέχρις ἂν οὗ ἔχῃ τὸ τοῦ πυροειδοῦς. ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων ὄντα σχημάτων οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αὔων, καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἔλαττον. διὸ καὶ ἧττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν [μὲν] γὰρ τὸ λεπτόν. τὸ δὲ χλωρὸν ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι †μεγάλων ἐξ ἀμφοῖν, τῇ θέσει δὲ καὶ τάξει αὐτῶν τὴν χρόαν.
[76] τὰ μὲν οὖν ἁπλᾶ χρώματα τούτοις κεχρῆσθαι τοῖς σχήμασιν· ἕκαστον δὲ καθαρώτερον, ὅσῳ ἂν ἐξ ἀμιγεστέρων ᾖ. τὰ δὲ ἄλλα κατὰ τὴν τούτων μῖξιν· οἷον τὸ μὲν χρυσοειδὲς καὶ τὸ τοῦ χαλκοῦ καὶ πᾶν τὸ τοιοῦτον ἐκ τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ· τὸ μὲν γὰρ λαμπρὸν ἔχειν ἐκ τοῦ λευκοῦ, τὸ δὲ ὑπέρυθρον ἀπὸ τοῦ ἐρυθροῦ· πίπτειν γὰρ εἰς τὰ κενὰ τοῦ λευκοῦ τῇ μίξει τὸ ἐρυθρόν. ἐὰν δὲ προστεθῇ τούτοις τὸ χλωρόν, γίνεσθαι τὸ κάλλιστον χρῶμα, δεῖν δὲ μικρὰς τοῦ χλωροῦ τὰς συγκρίσεις εἶναι· μεγάλας γὰρ οὐχ οἷόν τε συγκειμένων οὕτω τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ. διαφόρους δὲ ἔσεσθαι τὰς χρόας τῷ πλέον καὶ ἔλαττον λαμβάνειν.
[77] τὸ δὲ πορφυροῦν ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ, πλείστην μὲν μοῖραν ἔχοντος τοῦ ἐρυθροῦ, μακρὰν δὲ τοῦ μέλανος, μέσην δὲ τοῦ λευκοῦ· διὸ καὶ ἡδὺ φαίνεσθαι πρὸς τὴν αἴσθησιν. ὅτι μὲν οὖν τὸ μέλαν καὶ τὸ ἐρυθρὸν αὐτῷ ἐνυπάρχει, φανερὸν εἶναι τῇ ὄψει, διότι δὲ τὸ λευκόν, τὸ λαμπρὸν καὶ διαυγὲς σημαίνειν· ταῦτα γὰρ ποιεῖν τὸ λευκόν. τὴν δ' ἴσατιν ἐκ μέλανος σφόδρα καὶ χλωροῦ, πλείονα δὲ μοῖραν ἔχειν τοῦ μέλανος· τὸ δὲ πράσινον ἐκ πορφυροῦ καὶ τῆς ἰσάτιδος, ἢ ἐκ χλωροῦ καὶ πορφυροειδοῦς. τὸ γὰρ θεῖον εἶναι τοιοῦτον καὶ μετέχειν τοῦ λαμπροῦ. τὸ δὲ κυανοῦν ἐξ ἰσάτιδος καὶ πυρώδους, σχημάτων δὲ περιφερῶν καὶ βελονοειδῶν, ὅπως τὸ στίλβον τῷ μέλανι ἐνῇ.
[78] τὸ δὲ καρύινον ἐκ χλωροῦ καὶ κυανοειδοῦς. ἐὰν δὲ †χλωρὸν μιχθῇ, φλογοειδὲς γίνεσθαι, τὸ γὰρ ἄσκιον καὶ μελανόχρων ἐξείργεσθαι. σχεδὸν δὲ καὶ τὸ ἐρυθρὸν τῷ λευκῷ μιχθὲν ‹τὸ› χλωρὸν ποιεῖν εὐαγὲς καὶ οὐ μέλαν· διὸ καὶ τὰ φυόμενα χλωρὰ τὸ πρῶτον εἶναι πρὸ τοῦ θερμανθῆναι καὶ †διαχεῖσθαι. καὶ πλήθει μὲν τοσούτων ἐπιμέμνηται χρωμάτων, ἄπειρα δὲ εἶναι καὶ τὰ χρώματα καὶ τοὺς χυλοὺς κατὰ τὰς μίξεις, ἐάν τις τὰ μὲν ἀφαιρῇ, τὰ δὲ προστιθῇ, καὶ τῶν μὲν ἔλαττον μίσγῃ, τῶν δὲ πλεῖον. οὐθὲν γὰρ ὅμοιον ἔσεσθαι θάτερον θατέρῳ.
[79] Πρῶτον μὲν οὖν τὸ πλείους ἀποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν· οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν ὡς τούτων ἁπλῶν ὄντων μόνων. ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφήν, ἀλλ' ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. εἰ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναι τοῖς διαφόροις κατὰ τὴν ἁφήν, οὐ δἂν ἔτι τὸ σχῆμα αἴτιον εἴη τῆς διαφορᾶς, ἀλλὰ μᾶλλον ἡ θέσις· ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἁπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δέ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται· διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάξιν ὡς τὴν αὐτὴν ἔχοντα τῷ μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων· ἐκ μεγάλων γὰρ εἶναι ταῦτα καὶ τὰς συνδέσεις οὐ περιφερεῖς, ἀλλὰ 'προκρόσσας' καὶ τῶν σχημάτων τὰς μορφὰς ἀγνυμένας, ὥσπερ ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει χώματα· τοιοῦτον γὰρ ὂν ἄσκιον εἶναι καὶ οὐ κωλύεσθαι τὸ λαμπρόν.
[80] πρὸς δὲ τούτοις πῶς λέγει καὶ ζῴων τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθείησαν οὕτως, ὥστ' ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εὐδίοπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς· †ἐπὶ πόσα δὲ λευκὰ τοῦ διαφανοῦς. ἔτι δὲ τὸ μὲν εὐθεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν, ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἔστιν· ὁρᾶν δέ φησι διὰ τὴν ἀπορροὴν καὶ τὴν ἔμφασιν τὴν εἰς τὴν ὄψιν· εἰ δὲ τοῦτό ἐστι, τί διοίσει τοὺς πόρους κεῖσθαι κατ' ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τὴν ἀπορροὴν ἀπὸ τοῦ κενοῦ πως γίνεσθαι ῥᾴδιον ὑπολαβεῖν· ὥστε λεκτέον τούτου τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν. [διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιᾶται πρὸς τὸ φαίνεσθαι μέλαν.]
[81] ἔτι δὲ πῶς τὸ μέλαν ἀποδίδωσιν, οὐ ῥᾴδιον καταμαθεῖν· ἡ σκιὰ γὰρ μέλαν τι καὶ ἐπιπρόσθησίς ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευκὸν τὴν φύσιν. ἅμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν, ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιᾶται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εὐδίοπτον ἢ καὶ ἄλλῳ γίνοιτ' ἂν καὶ ποίῳ [ἢ μέλαν], οὐ διασαφεῖ.
[82] ἄτοπον δὲ καὶ τὸ τοῦ χλωροῦ μὴ ἀποδοῦναι μορφήν, ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταῦτά γε πάντων καὶ ἐξ ὁποίων οὖν ἔσται σχημάτων. χρῆν δ' ὥσπερ κἀν τοῖς ἄλλοις ἴδιόν τι ποιῆσαι, καὶ εἰ μὲν ἐναντίον τῷ ἐρυθρῷ, καθάπερ τὸ μέλαν τῷ λευκῷ, τὴν ἐναντίαν ἔχειν μορφήν· εἰ δὲ μὴ ἐναντίον, αὐτὸ τοῦτ' ἄν τις θαυμάσειεν, ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἐν πᾶσιν οὕτω. μάλιστα δ' ἐχρῆν τοῦτο διακριβοῦν, ποῖα τῶν χρωμάτων ἁπλᾶ καὶ διὰ τί τὰ μὲν σύνθετα, τὰ δὲ ἀσύνθετα· πλείστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν. ἐπεὶ καὶ τῶν χυμῶν εἴ τις δύναιτο τοὺς ἁπλοῦς ἀποδοῦναι, μᾶλλον ἂν ὅδε λέγοι. περὶ δὲ ὀσμῆς προσαφορίζειν παρῆκεν πλὴν τοσοῦτον, ὅτι τὸ λεπτὸν ἀπορρέον ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀδμήν. ποῖον δέ τι τὴν φύσιν ὂν ὑπὸ τίνος πάσχει, οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. Δημόκριτος μὲν οὖν οὕτως ἔνια παραλείπει.
[83] Πλάτων δὲ θερμὸν μὲν εἶναί φησι τὸ διακρῖνον δι' ὀξύτητα τῶν γωνιῶν· ψυχρὸν δὲ ὅταν δι' ὑγρότητα ἐκκρίνοντα τὰ ἐλάττω καὶ μὴ δυνάμενα εἰσιέναι τὰ μείζω κύκλῳ περιωθῇ· τῇ γὰρ μάχῃ τρόμον καὶ τῷ πάθει ῥῖγος εἶναι ὄνομα. σκληρὸν ‹δέ›, ᾧ ἂν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὃ ἂν τῇ σαρκί, καὶ πρὸς ἄλληλα ὁμοίως. ὑπείκειν δὲ τὸ μικρὰν ἔχον βάσιν. βαρὺ δὲ καὶ κοῦφον τῷ μὲν ἄνω καὶ κάτω διορίζειν οὐ δεῖν, οὐ γὰρ εἶναι τοιούτων φύσιν· ἀλλὰ κοῦφον μὲν εἶναι τὸ εἰς τὸν παρὰ φύσιν τόπον ῥᾳδίως ἑλκόμενον, βαρὺ δὲ τὸ χαλεπῶς. τραχὺ δὲ καὶ λεῖον ὡς ἱκανῶς ὄντα φανερὰ παραλείπει καὶ οὐ λέγει.
[84] ἡδὺ δὲ καὶ λυπηρόν, τὸ μὲν εἰς φύσιν ἀθρόον πάθος, τὸ δὲ παρὰ φύσιν καὶ βίᾳ [λυπηρόν], τὰ δὲ μέσα καὶ ἀναίσθητα ἀνὰ λόγον. διὸ καὶ κατὰ τὸ ὁρᾶν οὐκ εἶναι λύπην οὐδ' ἡδονὴν τῇ διακρίσει καὶ συγκρίσει. περὶ δὲ χυμῶν ἐν μὲν τοῖς περὶ ὕδατος τέτταρα λέγει ὕδατος εἴδη· ἐν χυλοῖς μὲν οἶνον ὀπὸν ἔλαιον μέλι, ἐν δὲ τοῖς πάθεσι τὸν γεώδη χυμόν· καὶ διὰ ταῦτα συνάγοντα τοὺς χυμοὺς καὶ συγκρίνοντα τὰ μὲν τραχύτερα στρυφνὰ εἶναι, τὰ δὲ ἧττον αὐστηρά. τὸ δὲ ῥυπτικὸν τῶν πόρων καὶ ἀποκαθαρτικὸν ἁλμυρόν· τὸ δὲ σφόδρα ῥυπτικόν, ὥστε καὶ ἐκτήκειν, πικρόν. τὰ δὲ θερμαινόμενα καὶ ἄνω φερόμενα καὶ διακρίνοντα δριμέα· τὰ δὲ κυκῶντα ὀξέα· τὰ δὲ σὺν τῇ ὑγρότητι τῇ ἐν τῇ γλώττῃ καὶ διαχυτικὰ καὶ συστατικὰ εἰς τὴν φύσιν γλυκέα.
[85] τὰς δὲ ὀσμὰς εἴδη μὲν οὐκ ἔχειν, ἀλλὰ τῷ λυπηρῷ καὶ ἡδεῖ διαφέρειν. εἶναι δὲ τὴν ὀσμὴν ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ παχύτερον. σημεῖον δὲ ὅτι ὅταν ἐπιφράξαντες ἀνασπῶσιν, ἄνευ ὀσμῆς τὸ πνεῦμα εἰσέρχεται· διὸ καθάπερ καπνὸν καὶ ὁμίχλην εἶναι τῶν σωμάτων ἀόρατον. εἶναι δὲ καπνὸν μὲν μεταβολὴν ἐξ ὕδατος εἰς ἀέρα, ὁμίχλην δὲ τὴν ἐξ ἀέρος εἰς ὕδωρ. φωνὴν δὲ εἶναι πληγὴν ὑπὸ ἀέρος ἐγκεφάλου καὶ αἵματος δι' ὤτων μέχρι ψυχῆς· ὀξεῖαν δὲ καὶ βαρεῖαν τὴν ταχεῖαν καὶ βραδεῖαν· συμφωνεῖν δ', ὅταν ἡ ἀρχὴ τῆς βραδείας ὁμοία ᾖ τῇ τελευτῇ τῆς ταχείας.
[86] τὸ δὲ χρῶμα φλόγα εἶναι ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν τῇ ὄψει· λευκὸν μὲν τὸ διακριτικόν, μέλαν δὲ τὸ συγκριτικὸν ἀνὰ λόγον [δὲ] τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶσσαν στρυφνοῖς καὶ δριμέσι, λαμπρὸν δὲ τὸ πυρῶδες λευκόν, τὰ δὲ ἄλλα ἐκ τούτων· ἐν οἷς δὲ λόγοις, οὐδ' εἴ τις εἰδείη χρῆναι λέγειν φησίν, ὧν οὐκ ἔχομεν εἰκότα λόγον ἢ ἀναγκαῖον· οὐδ' εἰ πειρωμένῳ μὴ γίγνοιτο, οὐθὲν ἄτοπον, ἀλλὰ τὸν θεὸν δύνασθαι τοῦτο δρᾶν. ἃ μὲν οὖν εἴρηκε καὶ πῶς ἀφώρικε, σχεδὸν ταῦτά ἐστιν.
[87] Ἄτοπον δὲ καὶ τοῦτο· πρῶτον μὲν τὸ μὴ πάντα ὁμοίως ἀποδοῦναι μηδὲ ὅσα τοῦ αὐτοῦ γένους. ὁρίσας γὰρ τὸ θερμὸν σχήματι τὸ ψυχρὸν οὐχ ὡσαύτως ἀπέδωκεν. ἔπειτ' εἰ μαλακὸν τὸ ὑπεῖκον, φανερὸν ὅτι τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ ἐστι μαλακά· φησὶ γὰρ ὑπείκειν τὸ μικρὰν ἔχον βάσιν, ὥστε τὸ πῦρ ἂν εἴη μαλακώτατον. δοκεῖ δὲ τούτων οὐθὲν οὐδ' ὅλως τὸ μὴ ἀντιμεθιστάμενον εἶναι μαλακόν, ἀλλὰ τὸ εἰς τὸ βάθος ὑπεῖκον ἄνευ μεταστάσεως.
[88] ἔτι δὲ τὸ βαρὺ καὶ κοῦφον οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ τῶν γεωδῶν ἀφώρικε· τούτων γὰρ δοκεῖ τὸ μὲν βαρὺ χαλεπῶς, τὸ δὲ κοῦφον ῥᾷον ἄγεσθαι πρὸς ἀλλότριον τόπον· τὸ δὲ πῦρ καὶ ὁ ἀὴρ ταῖς εἰς τοὺς οἰκείους τόπους φοραῖς κοῦφα καὶ ἔστι καὶ δοκεῖ. διόπερ οὐκ ἔσται τὸ μὲν ἔλαττον τῶν ὁμογενῶν ἔχον βαρύ, τὸ δὲ πλεῖον κοῦφον· τὸ μὲν γὰρ πῦρ ὅσῳ ἂν ᾖ πλεῖον, κουφότερον, ἀλλ' ἄνω μὲν τιθεμένου τοῦ πυρὸς ἐφαρμόσουσιν οἱ λόγοι καὶ οὗτος κἀκεῖνος, ἐνταῦθα δ' οὐδέτερος. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς γῆς· ἄνωθεν γὰρ δεῦρο θᾶττον οἰσθήσεται τὸ πλέον. ὥστε οὐχ ἁπλῶς ἡ γῆ καὶ τὸ πῦρ ἐστι τὸ μὲν βαρὺ τὸ δὲ κοῦφον, ἀλλ' ἑκάτερον πρὸς τὸν τόπον· οὐδ' ὁμοίως ἐνταῦθα καὶ τὸ γεῶδες, ἀλλ' ἀνάπαλιν· ἐνταῦθα μὲν τὸ ἔλαττον, ἐκεῖ δὲ τὸ πλέον ἔχον τῶν ὁμογενῶν κουφότερον.
[89] ταῦτα δὲ πάντα συμβαίνει διὰ τὸ μὴ ἁπλῶς περὶ κούφου καὶ βαρέος, ἀλλὰ περὶ τοῦ γεώδους ἀφορίζειν. τῶν δὲ χυλῶν τὰς μὲν φύσεις οὐ λέγει τίς ἕκαστος, εἰ ἄρα τέσσαρες αἱ πᾶσαι διαφοραί, τὰ δὲ πάθη τὰ συμβαίνοντα ἀπ' αὐτῶν δηλοῖ. συνάγειν γὰρ τοὺς πόρους τὸ στρυφνὸν ἢ στυπτικὸν καὶ καθαίρειν τὸ ἁλμυρόν, ὅπερ πάθος ἐστὶν ἡμέτερον· ὁμοίως δὲ καὶ τὰ ἄλλα. ζητοῦμεν δὲ τὴν οὐσίαν μᾶλλον καὶ διὰ τί ταῦτα δρῶσιν, ἐπεὶ τά γε πάθη θεωροῦμεν.
[90] ἀπορήσειε δ' ἄν τις καὶ περὶ τῶν ὀσμητῶν εἰ ἔστιν εἴδη· καὶ γὰρ τοῖς πάθεσι καὶ ταῖς ἡδοναῖς διαφέρουσιν, ὥσπερ οἱ χυλοί. καὶ ἅμα δόξειεν ἂν ὁμοίως ἔχειν ἐπὶ πάντων. περὶ δὲ τῆς ὀσμῆς ὅτι μὲν ἀπορροή τίς ἐστι καὶ ἀνάπνευσις τοῦ ἀέρος, σχεδὸν ὁμολογεῖται. τὸ δὲ ἀφομοιοῦν καπνῷ καὶ ὁμίχλῃ ταὐτά τε λέγειν οὐκ ἀληθές. οὐδὲ γὰρ αὐτὸς φαίνεται ποιεῖν· τὸν μὲν γὰρ ἐξ ὕδατος εἰς ἀέρα, τὴν δ' ὁμίχλην ἐξ ἀέρος εἰς ὕδωρ λέγει μεταβάλλειν. καίτοι δοκεῖ γ' ἀνάπαλιν ἔχειν ἐπὶ τῆς ὁμίχλης, διὸ καὶ παύεται τὰ ὕδατα γινομένης ὁμίχλης.
[91] ἐνδεεστέρως ‹δὲ› καὶ ὁ τῆς φωνῆς εἴρηται λόγος· οὔτε γὰρ κοινὸς ἅπασι τοῖς ζῴοις ἐστὶν οὔτε τὴν αἰτίαν λέγει τῆς αἰσθήσεως βουλόμενος. ἔτι δὲ οὐ τὸν ψόφον καὶ τὴν φωνήν, ἀλλὰ τὴν ἡμετέραν αἴσθησιν ἔοικεν ἀφορίζειν. περὶ δὲ χρωμάτων σχεδὸν ὁμοίως Ἐμπεδοκλεῖ λέγει· τὸ γὰρ σύμμετρα ἔχειν μόρια τῇ ὄψει τῷ τοῖς πόροις ἐναρμόττειν ἐστίν . ἄτοπον δὲ τὸ μόνην ταύτην ἀποδιδόναι τῶν αἰσθήσεων· ἔτι δὲ τὸ ἁπλῶς τὸ χρῶμα φλόγα λέγειν· τὸ μὲν γὰρ λευκὸν ἔχει τινὰ ὁμοιότητα, τὸ δὲ μέλαν ἐναντίον ἂν φανείη. τὴν δὲ τῶν ἄλλων μῖξιν †τὸ ἀφαιρεῖν ὅλως οὐκ ἐνδέχεται ἀποδοῦναι ταῖς αἰτίαις, δεῖται δέ τινος λόγου καὶ πίστεως.