2268 129 0 10 4 0 IV d. C. Retorica Libanius XXIX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 12

Libanius - Declamatio XXIX

Παράσιτος τοῦ τρέφοντος αὐτὸν φιλοσοφήσαντος ἑαυτὸν προσαγγέλλει.

[1]   Ἐὰν μὴ προλαβόντες ἐπινεύσητέ μοι πρὸς τὴν αἴτησιν, ὦ βουλή, καὶ συνδράμητε τῷ κηρύγματι, δώσει τὴν χάριν ὁ λιμός. κἀκεῖνος πληρώσει τῆς προσαγγελίας τὴν αἴτησιν. καὶ γὰρ ἀπόλωλα τῷ πλείστῳ μέρει καὶ τοσοῦτόν μοι καταλέλειπται ἐμπνεῖν ὅσον δηλῶσαι τὴν συμφορὰν καὶ τὸν εὐπρεπῆ δέξασθαι θάνατον.

[27] ὁ μὲν οὖν τρόφιμος ἡμῖν καινόν τινα τρόπον καὶ αὐτὸς ἀπόλωλε λιμὸν μελετῶν καὶ σχολῇ μετιὼν τὸν θάνατον. ἐμοὶ μὲν οὖν καιρὸς κατατήκεσθαι, ἀλλ' ἐπειδή τις δαίμων που προσεβάσκηνέ μοι τῆς τροφῆς καὶ παρείλετό μου τὴν ἀφορμὴν τοῦ βίου τὴν καθ' ἡδονήν, ἐπὶ τὸ κώνειόν μοι βαδιστέον, διότι τῶν περὶ δεῖπνον οὐδεὶς ἡγεῖται.

[28] εἰ μὲν οὖν οἷόν τε ἦν τὸν τρόφιμον ἐπανελθεῖν ἐκ τῆς ἄγαν ταύτης μανίας ἐπὶ τὸν πρότερον καὶ συνήθη βίον, ἔδει καρτερεῖν καὶ τὴν μεταβολὴν ἐλπίζειν· ἐπειδὴ δ' ἀνιάτως ἔχει καὶ οὐδεὶς ἡμῖν ἀντ' ἐκείνου φαίνεται ἐπιτήδειος, πῶς ἐστι βιωτὸν ἐμοί; ἀλλ' ἀφέντες, πρὸς θεῶν, τὸν ἐπ' ἐμοὶ γέλωτα νῦν καὶ συνιδόντες τὴν κατ' ἐμὲ τύχην ᾗ περιπέπτωκα δότε μοι τῶν λυπούντων τὴν ἀπαλλαγὴν τῷ θανάτῳ λαβεῖν.

[29] πάλαι μὲν οὖν ἐγέλων ἀκούων ὅτι βούλεταί τις ἀποθανεῖν καὶ σπεύδει προλαβεῖν τὸ πάντως ἀποκείμενον καὶ περὶ τούτου πρόσεισι τῇ βουλῇ καὶ χάριν αἰτεῖ κατὰ τοὺς νόμους τοιαῦτα γίγνεσθαι, καὶ μανίαν τὸ πρᾶγμα ἡγούμην, εἰ ζῆν ἐξὸν αἱρεῖταί τις ἀποθανεῖν καὶ ὃ τοῖς κακούργοις εἰς τιμωρίαν ὥρισται, τοῦτο κέρδος τις ἡγεῖται λαβεῖν. πάλαι μὲν οὖν οὕτως ταῦτα ἐδόξαζον, νυνὶ δὲ ἔγνων, ὡς μήποτε ὤφελον, ὅτι τοῦτο τὸ τοῦ θανάτου περισπούδαστον καὶ ἀναγκαῖον αἰτῆσαι καὶ λαβεῖν εὐτυχές, καὶ τὴν κατ' ἐμαυτὸν τύχην οὐ φέρω. εἰ γὰρ καὶ μὴ ζῆν ἔξεστιν ὁπωσοῦν, τὸ τοῦ θανάτου καταλείπεταί μοι μόνον. μυρίαι δ' ἀτυχημάτων ὁδοὶ ‹δι'› ὧν ἄν τις ἕλοιτο ἀποθανεῖν, ἐγὼ δὲ καινήν τινα ἦλθον τοῦ θανάτου τὴν ὁδόν, καί, πρὸς θεῶν, ἀφέντες τὸν γέλωτα τὸ καθ' ἡμᾶς ἀνθρωπίνως ἐπακούσατε.

[30]    Νέμουσιν οἱ θεοὶ τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἄλλοις ἄλλα διδόντες, ἃ τέως μὲν ἂν ἔχῃ τις, κέρδος τὸ ζῆν, εἰ δ' ἐκπέσοι, βέλτιον ἀποθανεῖν· εἰ γὰρ δεῖ ζῆν τῆς ἡδονῆς χάριν, ταύτην δ' οὐκ ἔστι δίχα ἀγαθῶν ἔχειν, πῶς οὐκ, εἴ τις ἐκπέσοι τῶν ὑπαρχόντων, καὶ τὸ ζῆν προσαπολώλεκε;

[31] πλούσιός τίς ἐστιν ἐκ προγόνων πολὺν κλῆρον παρειληφώς. εὐδαίμων οὗτος ἀκονιτὶ τρυφῶν. ἕτερος γυναῖκα ἠγάγετο πλουσίαν. δεύτερον εἰς εὐδαιμονίαν τοῦτο. οἴκοθεν οὐκ ἔχων [ἢ πατέρων οὐκ ἔχων] θησαυρῷ τις περιπέπτωκε. θεοῦ τὸ δῶρον ἄντικρυς καὶ φθόνος οὐδεὶς ἀπολαύειν τῶν παρὰ τῆς Τύχης. φίλον τις ἐκληρονόμησεν ἢ συγγενῆ. τὰ χρυσᾶ δάκρυα ταῦτ' ἂν εἴη ἀφ' ὧν ἔστι δακρύσαντα τὸν πλοῦτον ἔχειν. [παρὰ γυναικὸς πλουτεῖν καὶ κλῆρον ἕτερον διαδέξασθαι ἑρμαίῳ περιπεσεῖν ἐστι.]

[32] δευτέρα λῆξις ἀγαθῶν ἐμπορίᾳ χρησάμενον πλούσιον ἐπανελθεῖν, ἀπὸ γεωργίας εὔπορον. καλὰ μὲν καὶ ταῦτα, ἔχει δὲ προηγουμένους τοὺς πόνους. καὶ τοὺς στρατιώτας δὲ τοὺς πλουσίους ζηλοῦμεν οἱ πολλοί, ἀλλ' ὅτι γε μετὰ ‹τῶν› πόνων καὶ τῶν ὅπλων καὶ τῶν φόνων, οὐ καθ' ἡδονὴν ἔμοιγε δοκεῖ τὸ τοιοῦτον.

[33] τρίτη δὲ λῆξις ἀγαθῶν αἱ τέχναι καὶ τὸ ἀπ' αὐτῶν εὐπορεῖν, ἀλλ' οὐδὲ τοῦτο καθ' ἡδονήν, ὅτι δὴ πανταχοῦ τὰ τῶν πόνων συνέζευκται καὶ μαθεῖν δεῖ καὶ τεχνίτην γενέσθαι καὶ κατ' ὀλίγον εὐπορεῖν. ἀλλὰ καὶ μουσικοὶ τὴν τέχνην πορισταὶ τῆς εὐπορίας καὶ τοὺς στεφανίτας ἀγῶνας οἱ μετιόντες πολλὰ μὲν ἐσθίουσι καὶ τοῦτο ἔστι τὸ δέλεαρ τῶν ἀθλητῶν, ἀλλ' ὅταν ἀποδύσωνται καὶ κονίσωνται, ταῦτα, Ἡράκλεις, τῆς συμφορᾶς πράγματα παρέχειν ἑτέροις καὶ μηδενὸς παροξύνοντος ‹πρὸς› τοιοῦτο διαπληκτίζεσθαι.

[34]    Ἔμπειρος ἐγενόμην καὶ αὐτὸς τῆς τῶν ἀγαθῶν λήξεως. καινοτάτην ἀκούσεσθε καὶ οὐχ οἵαν ὁ λόγος προείρηκεν. οὐ πατρὸς ἐγενόμην πλουσίου ἢ οἷον ἄν τις ἐπεύξαιτο παῖδα ἰδεῖν, οὐ πλουσίαν ἠγαγόμην γυναῖκα, οὐ κληρονομίαν συγγενοῦς ἢ φίλου διεδεξάμην, οὐ τῶν εὐπόρων ‹ἦν› οὐδ' ὁτιοῦν, καὶ γὰρ ἤμην ἀργὸς φύσει καὶ δυσμαθὴς καὶ πρὸς τὸ πονεῖν ἀνεπιτήδειος.

[35]

εἰς φιλίαν δὲ καὶ εὐφροσύνην ἦν μάλιστα εὐφυής, ἱκανὸς παραμυθήσασθαι, παραγαγεῖν, τῷ λυπουμένῳ μὲν συλλυπηθῆναι, πράττοντι δὲ καλῶς ἐπιτεῖναι τὴν εὐφροσύνην, ἐπὶ τὰ κάλλιστα τοῦ βίου προαγαγεῖν, ὑπηρετήσασθαι τὰ μέτρια, [ταῦτα δὲ ἦν πρὸς τὴν ἔνστασιν], ἐπιτήδειος δὲ σκώμματα εἰπεῖν καὶ ᾆσαι μέλος καὶ ὀρχήσασθαι, ὡς ὀλίγοι, καὶ μιμήσασθαι.

[36]

καὶ τοιοῦτος ὢν ἔσχον ἃ ἐβουλόμην, καὶ ἐμοὶ ὁ δαίμων ἐχαρίσατο οἷον μηδὲ τοῖς ἐν τυραννίσι καὶ δυναστείαις. ἐκεῖνοι μέν γε φραξάμενοι τοῖς ὅπλοις τρυφῶσι καὶ πλείων καιρὸς αὐτοῖς τοῦ δρᾶσαί τι κακὸν ἢ τοῦ ζῆσαι μεθ' ἡδονῆς, ἐμοὶ δ' ἄφοβος ἡ τρυφὴ καὶ γυμνὴ δορυφόρων ἦν καὶ δρᾶσαι μὲν οὐδὲν οὐδὲ ἐνθυμηθῆναι δεινὸν ἦν, λογίζεσθαι δὲ καὶ πράττειν ἀγαθόν.

[37] εἶδον τὸν νεανίσκον ἐκεῖνον ἐκ προγόνων λαμπρόν τε καὶ πλούσιον, φιλότιμον μὲν περὶ τὰ δημόσια ἐν ταῖς λειτουργίαις, φιλάνθρωπον δὲ πρὸς τοὺς δεομένους καὶ κατὰ τὸν βίον ἥδιστον, φιλόγελών τε καὶ φιλοπότην καὶ πολυτελῆ τὴν δίαιταν. ἐκείνῳ συνήφθην θεοῦ τινος τὰ κάλλιστά μοι προξενοῦντος καὶ πάντων ἥδιστα παρεχομένου, ᾧ καὶ φίλος ἐγενόμην καὶ συνήθης καὶ οὐ μέχρι τούτου, ἀλλὰ καὶ συνέστιος καὶ συμπότης καὶ βίον ἔχων εὐδαίμονα καὶ μακάριον.

[38] καὶ πολλοὶ τὰ καθ' ἡμᾶς ἐζήλουν. πατρὸς γὰρ καὶ μητρὸς ἦν ἐκεῖνος πολὺ φέρτερος. παρ' ἐκείνων μὲν γὰρ οὐδὲν ἔσχον λαβών, ὁ δὲ κοινὰ τὰ παρ' αὑτοῦ προὐτίθει πρὸς ἡδονήν. οὐδὲν εἶχον λυπηρόν, οὐδὲν ἔργον ἐπίπονον. πάντα δ' ἦν ἥδιστά μοι, καὶ τὰ παρόντα καὶ ὅσα δὴ ἤλπιζον, καὶ πολλὴ ῥᾳστώνη τοῦ βίου. ἐτρύφων γὰρ οὐδὲν ἀναλίσκων οὐδὲ προϊέμενος οὐδ' ὅθεν εὐπορήσω ζητῶν, ἀλλ' ἕτερος ἦν μοι κηδεστὴς καὶ φροντὶς ἑτέρῳ ἦν τῆς καθ' ἡμέραν τροφῆς.

[39] ἐπλούτουν οὐδὲν κεκτημένος, ἐτρύφων οὐδὲν ἀναλίσκων, ἔπινον, ἐμέθυον, ἐν μύροις ἤμην καὶ πότοις καὶ ὀρχήμασι καὶ πάντα ἐπανηγύριζον τὸν ἐμαυτοῦ βίον. οὐ τῶν ἐπ' ἀγορᾶς ἤμην, οὐ τῶν ἐρανιζομένων, οὐ τῶν ἐπὶ βήματος ἑτέροις πράγματα παρεχόντων, οὐ τῶν γεωργῶν, οἷς ἐν πόνοις ὁ βίος, οὐκ ἔμπορος ἐγενόμην καὶ τῶν πλεόντων τὴν θάλατταν. τοὺς λιμένας εἶδον μέχρι τῶν ἰχθύων μόνον. οὐ στρατιώτης ἦν τὸν βίον, πρᾶγμα κινδύνων μεστὸν καὶ ξιφῶν, ἀλλ' εὐδαίμων ἄνθρωπος, ῥᾴθυμος, ἀργός, παράσιτος, τοῦτο δὴ τὸ φίλτατον ἐμοὶ μὲν ἀκοῦσαι, ἄλλος δ' ὀνειδιζέτω λέγων.

[40] ἡ γῆ μὲν ἔφερε τὰ παρ' αὑτῆς, ὀπώραν καὶ τὸν πολὺν ἄκρατον, ἡ θάλασσα δὲ τοὺς ἰχθύας πολλούς. καὶ ξύμπαντες ἐμοὶ μὲν ἐθήρων οἱ θηρῶντες καὶ πτηνὰ καὶ χερσαῖα, μάγειροί τε καὶ ὀψοποιοὶ τὰ παρὰ τῆς τέχνης ἔφερον, ἓν ‹δ'› ἔργον ἦν ἐμοὶ τὸ τὸν τρόφιμον προσαγορεύειν καὶ εἴ τι πάνυ χάριεν ἦν τῶν ἐδωδίμων ἐπ' ἀγορᾶς, καταμηνύειν τοῖς ὀψοποιοῖς τε καὶ μαγείροις, ἐπιέναι τῶν οἴνων ἀπογεύεσθαι, δοκιμάζειν τοὺς ὀψοποιούς, τοὺς ἀρίστους ἐπαινεῖν καὶ παρακαλεῖν φιλοτιμότερον χρῆσθαι τῷ πράγματι, πάντα ἐπαινεῖν, πάντα θαυμάζειν, πάντα τῷ τροφίμῳ χαρίζεσθαι, τοὺς μαγείρους οἰκειοῦσθαι, τοῖς οἰνοχόοις προσμειδιᾶν, τοὺς τρέφοντας ἡδοναῖς θεραπεύειν.

[41] μόλις ὄρθρος ἦν, ἐγὼ δὲ ἐπὶ τὸν τρόφιμον ἔσπευ[16]δον τὰ πρὸς ἡδονὴν ἀπαγγεῖλαι. καὶ μετὰ ταῦτα ὁ μὲν ἔπραττέ τι κατ' ἀγοράν, ἐμοὶ δ' ἔργον ἦν περὶ τὸ ἄριστον ὅπως ἕξει καλῶς ἡμῖν προνοεῖν καὶ τὴν ὥραν ἀπήγγελλον, ἐπιταχύνειν ἔπειθον, καὶ μετὰ ταῦτα ἐνεπιμπλάμην ἁπάντων ἁπτόμενος, πάντα ἐπαινῶν, τὰ δεύτερα μᾶλλον ἀεὶ τῶν προτέρων ἀποδεχόμενος, καὶ ἤδη διατηρήσων εἰς ἑσπέραν τὰ περιόντα ἐταμιευόμην. ὕπνος ἦν ἐπὶ τούτοις ἥδιστος καὶ τὴν ἑστίασιν ὠνειροπόλουν.

[17] καὶ λουτρῶν καιρός, ἐγὼ δ' ἔσπευδον καὶ λαμπρῶς ἐκεῖθεν ἐπανελθὼν ἐπὶ τὴν μακαρίαν ἐπανῄειν τράπεζαν πάντα θαυμάζων, πάντα ἐπαινῶν, ἀνιώμενος ὅτι μὴ διπλῆν μοι καὶ τριπλῆν τὴν γαστέρα ἔχειν ἐξῆν, ἦν γὰρ πάντα ἄφθονα, καὶ διερρηγνύμην ἐμπιμπλάμενος. ἑσπέρα πάλιν καὶ ὕπνος ἀφρόντιστος. οὔτε γὰρ ἀποδόσθαι τι ἐχρῆν οὔτε ὠνήσασθαι, ἀλλὰ καὶ μέχρι τῆς εὐνῆς ἄλλος ἦν ὁ φροντίζων τοῦ πράγματος, ἄριστον αἱρεῖσθαι, δειπνεῖν πολυτελῶς. πενίαν οὐκ ἐδεδοίκειν, τοῦ πλουτεῖν οὐδὲν ἐδεόμην.

[18] πᾶσιν ἡδόμην τοῖς καιροῖς. ἔαρ ἦν ἥδιστον ἐμοί, καὶ γὰρ ἦν ὁ πότος ἐν ῥόδοις, τὸ δὲ θέρος τοιοῦτον ἕτερον πάντων μὲν εὔφορον τῶν καλῶν, ἐκτεινόμενον δὲ ταῖς ἡμέραις, ‹ὥστε› καὶ πολλὴν ἀρίστου σχολὴν εἶναι καὶ δείπνου πλείστην διατριβήν. τὸ φθινόπωρον εἶχε τὰς ὥρας εὐκραεῖς καὶ θᾶττον ἦν τὰ σιτία καταπέττειν καὶ μᾶλλον ἐσθίειν. ὁ χειμὼν ἐπεγίνετο καὶ πρὸς τὸ φαγεῖν ἐπερρώννυε μᾶλλον καὶ τῶν μὲν ἔξωθεν πόνων καὶ πραγμάτων ἡσυχίαν ἦγεν, οἴκοι δὲ μένειν ἔπειθεν. ἓν μὲν ἐδόκει λυπεῖν, ἡ τῶν νυκτῶν παράτασις, ἀλλ' εὐθὺς [ἂν] ἑωθινῶν ἀρίστων ἔδει καὶ οὐδεὶς ἂν ἐπετίμησε. καὶ εἰς ἑσπέραν δὲ βαθεῖαν τὸν πότον ἔδει παρατείνειν, ὅτι καιρὸς ἀπέκειτο καὶ ὕπνου ἱκανός.

[19]    Ἀλλ' ἀληθὲς ἦν τὸ λεγόμενον ὅτι φθόνος ἀνθίσταται τοῖς καλοῖς καὶ νεμεσᾷ τὸ δαιμόνιον ταῖς εὐπραγίαις ταῖς ἄγαν καὶ τὰ ἀνθρώπινα ἐν μεταβολαῖς ἐπιεικῶς φιλεῖ γίνεσθαι. λέγω δὲ ταῦτα οὐ τὰ ἑτέρων σκοπῶν, ἀλλὰ τὰ κατ' ἐμαυτὸν λογιζόμενος.

[20] τρόφιμος ἐκεῖνος ὁ πάντα ἐμοὶ καὶ ἀντὶ πάντων, ὁ τὸν βίον ἐμοὶ ἥδιστον ἐπιδεικνύς, ὁ πλούσιος, ὁ πολυτελής, ὁ πλουτῶν οὐχ ἧττον ἐμοί, ὅλην τὴν τύχην οἰκείαν ἔχων, ἀλλ' οὐκ ἔχω ὅ τί ποτε φῶ περὶ αὐτοῦ, ἐμοὶ μὲν γὰρ οἴχεται, ἐμπνεῖ δ' ἑαυτῷ μόνῳ. καὶ δοκεῖ ζῆν καὶ περιεῖναι, ἔξω δὲ τοῦ βίου παντός ἐστιν. οὐ γυμνάσια τοῦτον ἔχει ‑ ἀπόλωλεν; ἤρετό τις. τοῦτο μὲν γεγονὸς ἂν εἴποι τις· μή ποτε, ὦ θεοί ‑ οὐ μὲν καὶ λουτρά, οὐδὲ ἐν πότοις ἄνθρωπος ἔτι οὐδ' ἐν ἑστιάσεσιν, ἀλλὰ τοῦ βίου παντὸς ἔξω τυγχάνων, ὡς ἂν εἴποι τις, καὶ γυμνὸς ἁπάσης περιβολῆς, εἰ καὶ πλουτῶν ἦν ἄλλοις, κεκτημένος νόσον χαλεπωτάτην.

[21] καὶ οὐδὲ τὸ τῆς συμφορᾶς προσιδέσθαι μοι δοκεῖ, ἀλλ' ἐπῆκται νόσον ἢ μανίαν ἢ οὐκ οἶδ' ὅ τι φῶ περὶ τοῦ πράγματος. δοκεῖ εὐδαιμονεῖν ἑαυτῷ καὶ οὕτως οἴεται, πράττει δὲ κάκιον ‹ἢ› ὡς ἂν καταρώμενος ἑαυτῷ. μισεῖ τὸν πλοῦτον, ἀποστρέφεται τὴν τρυφήν. τὴν ‹μὲν› προτέραν εὐδαιμονίαν συμφορὰν ἡγεῖται, τῶν δὲ παρόντων κακῶν ἐραστής ἐστιν. αὐχμηρός ἐστι τὴν κόμην, ὠχρὸς τὴν χρόαν, κατηφὴς τῷ βλέμματι, ῥυπῶν τῷ σώματι καὶ μέχρι ἱματίου τοιοῦτος ὑπαίθριος ταλαιπωρῶν, χαμευνῶν ἀνέχεται· τὸν ἥλιον φέρει, πρὸς κρύος ἀποδέδυται, κατείληπται δὲ λιμῷ, καίτοι αὔταρκες σίτου μεταλαβεῖν αὐτῷ καὶ ὕδατος εἰς κόρον ἐλθεῖν. καὶ βραχὺ καταδαρθὼν τὰ πολλὰ τῆς νυκτὸς διαγρυπνῶν μελαγχολᾷ.

[22]    Τὸ δὲ ὅπως εἰς τοῦτο ἦλθε; δεινοί τινές εἰσι παρ' ἡμῖν ἑτέρους διαφθείρειν ὄντες κακοδαίμονες αὐτοὶ τὴν τύχην, οἷς ἔργον οὐδὲν ἢ τὸ τιμωρεῖσθαι σφᾶς αὐτοὺς ὡς ἀδικοῦντας καὶ πιέζειν ἀγρυπνίᾳ καὶ λιμῷ καὶ πόνοις, τοὺς ὠχριῶντας λέγω, τοὺς ἀνυποδήτους, τοὺς γυμνοὺς ἐξ ἡμισείας, οἷς ἀπεύξαιτ' ἄν τις καὶ περιτυχεῖν.

[23] ἐκεῖνοι τὸν τρόφιμον λαβόντες κατεγοήτευσαν πολλοῖς ῥήμασι παθόντες μὲν οὐδὲν δυσχερές, ὅτι δ' εὐδαιμονεῖ φθονήσαντες καὶ σπεύδοντες αὐτοὶ μὴ μόνον ζῆν ἐλεεινῶς, ἀλλ' ἔτι καὶ τοὺς ἄλλους ὁρᾶν ἐν τοῖς ἴσοις. γόητες ἄνθρωποι καὶ πονηροὶ καὶ πάντα πείθειν δυνάμενοι, ὧν καλῶς ἡ Τύχη κατεψηφίσατο ταῦτα ἐν οἷς εἰσι, πενίαν, παράνοιαν, λιμόν, τὸ τεθνηκότας ἐν ἀνθρώποις εἶναι, οὗτοί μοι τὸν τρόφιμον ἀπολωλέκασι καί μοι τὸ κώνειον παρ' ὑμῖν προπίνουσι αὐτοὶ πιόντες ἂν εἰκότως καὶ πρὸ ἡμῶν, εἴ γε ἐσωφρόνουν.

[24] ἀρίστου καιρὸς ἦν, ὁ τρόφιμος δ' οὐδαμοῦ. δειπνεῖν ἔδει καὶ πάντα ηὐτρέπιστο, ὁ δ' ἦν ἔτι παρ' ἐκείνοις μελαγχολῶν. ἑσπέρα καὶ περαιτέρω τῆς ὥρας, ὁ δ' ἐπάνεισι λιμοῦ μετέχων καὶ αὑτὸν κατέβαλεν οὐκ ἐπὶ σκίμποδος, ἀλλ' ἐπὶ τῆς γῆς καὶ φαύλην εὐνὴν ὑποθεὶς ἄρτου μετάδοτε, φησίν, ἀρκεῖ δέ μοι καὶ ὕδωρ πίνειν. καὶ ὕπνον ᾑρεῖτο ἐπὶ τοῦ σχήματος. ἑωθινὸς δ' ἀναστὰς καὶ φυγὰς τῆς οἰκίας γενόμενος ἦν παρ' ἐκείνοις πανημέριος. ἑσπέρα πάλιν, ὁ δ' ἐπὶ τὴν οἰκίαν ᾔει τῶν κυνῶν ἐλεεινότερον καὶ φαυλότερον δεῖπνον αἱρούμενος. τρίτη περίοδος καὶ τὸ αὐτὸ δρᾶμα ἀνεδιδάσκετο τῷ κακῷ τῷ ἐμῷ. τετάρτη καὶ πέμπτη ἡμέρα πάλιν, καὶ ἡ συνήθεια τῶν κακῶν ἐκράτει.

[25] ἐγὼ δ', ἕως τὰ λείψανα ἦν τῆς πάλαι παρασκευῆς, ἐνεφορούμην οὔπω τὸ κατ' αὐτὸν αἰσθανόμενος, πολλὰ γὰρ ἔνδον ἦν, ὡς δ' ὑπανήλωτο, ἡ χρεία γνωρίζειν ἐποίει με τοῦ τροφίμου τὴν συμφοράν. τί πέπονθεν ὁ ἄνθρωπος, ἐσκόπουν καὶ συμβαλεῖν οὐκ εἶχον τὸ δεινόν. μανία γὰρ τὸ πρᾶγμα ἦν. καὶ μὴν ἔτι γ' ἐσωφρόνει. ἀλλὰ νόσημα τὸ συμβεβηκός. ἀλλ' ὑγιαίνειν ἐδόκει καὶ κλινήρης οὐκ ἦν. ἠρώτων τοὺς ἐντυγχάνοντας περὶ αὐτοῦ ποῦ γῆς ἐστι; τί πέπονθε; τί βούλεται ὁ βίος αὐτῷ;

[26] πονηροὶ οἱ πλεῖστοι καὶ οὐδεὶς ἂν συναχθεσθείη τῷ παρόντι κακῷ, ἀλλ' ὁ φθόνος μὲν ἐπὶ τοῖς εὖ πράττουσιν, ἔλεον δ' οὐδεὶς οἶδεν ἐπὶ τοῖς ἀτυχοῦσιν. οὐκ ἐκεῖνόν τις ἐπέστρεψεν ἐπὶ τὸ βέλτιον οὐδ' ἀπήγαγε τῆς ἀπάτης οὐδὲ πρὸς ἐμὲ φιλάνθρωπά τινα εἶπε πολυπραγμονοῦντα ἰδὼν τὰ κατ' ἐκεῖνον, ἀλλ' ὁ μὲν σιωπῇ παρῆλθεν, ὁ δ' ἐγέλασε, μᾶλλον δὲ κατεγέλασε τῆς κατ' ἐμὲ τύχης, ὁ δ' οὐκ οἰμώξῃ; φήσας καὶ τί σοί, τί δ' ἐμοὶ τῶν ἐκείνου μέλει; καὶ μονονοὺ πληγὰς ἐντείνας ἀπῆλθεν.

[27]    Ἐγὼ δὲ μετῄειν τὸν τρόφιμον καὶ τὰ ἐκείνου μεταβάλλεσθαι ἠξίουν πείθων σωφρονεῖν, ὁπότε ὀλίγον ῥαΐσας ἦν ἐν ἑαυτοῦ. ὡς δὲ καὶ δεύτερον προσοιμώζειν ἔλεγε καὶ τρίτον προσιόντα χαλεπῶς ἑώρα, οὐκ ἔχων δὴ τί χρήσωμαι ἐμαυτῷ πρὸς ὑμᾶς ἀπήντηκα. μηδέ μοι λεγέτω τις· ἐφ' ἑτέροις ἡ προσαγγελία μηδ' ἐρωτάτω τις, τί πέπονθα. πέπονθα γὰρ ἃ οὐδεὶς ἕτερος. ἐκπέπτωκα τῆς μεγάλης ἐκείνης εὐδαιμονίας, τῆς πολλῆς ἀπεστέρημαι τρυφῆς, τοῦ ῥᾴστου βίου καὶ πρὸς ἡδονῆς μάλιστα ἐμοί.

[28] οὐδεὶς φιλάνθρωπος, οὐδεὶς ἕτερος τοιοῦτος οἷος ἐκεῖνος πρός με. φεῦ τῆς μεταβολῆς ἀπὸ τῆς πλησμονῆς ἐκείνης, ἀπὸ τῆς μέθης. ὁ τοὺς στεφάνους περικείμενος, ὁ τὸν ἄκρατον πίνων εἰς κόρον καὶ προπίνων ἑτέροις ἐνδεὴς τῶν ἀναγκαίων εἰμί. καὶ καταλαμβάνει με ἡ νὺξ τὴν παλαιὰν τρυφὴν ὀνειροπολοῦντα, κατηφὴς δὲ ‹καὶ ἡμέρα καὶ› ἑσπέρα καὶ νύξ. κἂν ἑτέρους ἴδω μεθύοντας ἀναλύοντας ἐκ πότου, διαρρήγνυμαι τῷ φθόνῳ καὶ τὰς ἐμαυτοῦ στένω συμφοράς.

[29] οὐδεὶς φιλάνθρωπος, οὐδεὶς ἐλεήμων. ὁ μὲν ἐγέλασεν ἰδών, ὁ δ' ἐπενέβη πράττοντι κακῶς. εἰ δέ τις δεξιὸς τὸν τρόπον, ἄχρι τοῦ φιλανθρωπεύεσθαι τῷ ῥήματι, φιλανθρωπία δὲ οἰκτεῖραι πράττοντα κακῶς, ἐπὶ πότον δὲ καλέσαι ἢ ἑστίασιν οὐδεὶς ἐπιτήδειος.

[30]    Δότε μοι τὴν χάριν, δότε. ὀρέξατε τὸ κώνειον. ταύτην μοι προπίνει τὴν φιλοτησίαν ἡ Τύχη. ἐμοὶ μήτηρ οὐκ ἔστιν οὐδ' ὁ γεννήσας ἔτι καταλείπεται, οὐ συγγενὴς οὐδείς, οὐ φίλος ἐστὶ λοιπός. ὃν δ' ἀντὶ πάντων εἶχον φιλοσοφεῖ, τὸ δ' ἴσον εἰπεῖν, οὗτος καὶ τέθνηκέ μοι. τίς δὴ γένωμαι τῆς παλαιᾶς συνηθείας ἑαλωκώς; πῶς ἐπαρκέσω πρὸς τὴν χρείαν ἐμαυτῷ τρυφᾶν μεμαθηκώς, ἐσθίειν εἰς κόρον, πίνειν εἰς μέθην; ἡ γαστὴρ μὲν ἀπαιτεῖ τὴν συνήθειαν, ὁ δώσων δ' οὐκ ἔστι. τέχνην δ' οὐκ ἔχω, οὐδὲ γὰρ ἔμαθον τὴν ἀρχήν. πονεῖν οὐκ ἔτι δύναμαι τῷ σώματι διεφθαρμένος ὑπὸ τῆς πολλῆς ἐκείνης τρυφῆς. βαρὺ ἐμοὶ καὶ τὸ μέχρι τῶν ἀναγκαίων ἀπορεῖν, ἀλλ' οὐδὲ ταῦτα ῥᾴδιον ἔχειν.

[31]    Μὴ δή με πολυχρονίῳ δῶτε νοσήματι, ἀλλ' ἐπιτέμετέ μοι τὴν συμφοράν. πάντες μὲν στυγεροὶ θάνατοι, οἴκτιστον δὲ τὸ λιμώττοντα ἀποθανεῖν. πῶς δ' ἂν ἐκφύγοι τις τὸν οἴκτιστον ἢ τοῦ κωνείου τοσοῦτον ἐκπιὼν ‹ὡς› μηκέτι δεῖσθαί τινος παρασκευῆς;