1656 92 0 4 1 0 IV d. C. Retorica Libanius XXVIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 18

Libanius - Declamatio XXVIII

Παράσιτος ἐπὶ δεῖπνον κληθεὶς βουλόμενος θᾶττον ἀπαντῆσαι ἵππον λαβὼν τῶν ἐξ ἱπποδρόμου ἦλθεν εἰς τὴν οἰκίαν τοῦ κεκληκότος. βωμὸς δὲ ἦν πρὸ τῆς αὐλείου θύρας, νομίσας δὲ καμπτὸν εἶναι τὸν βωμὸν ὁ ἵππος ἔκαμψε καὶ συναρπάσας τὸν παράσιτον ἀπήγαγε. καὶ μείνας ἄδειπνος τῇ ὑστεραίᾳ ἑαυτὸν προσαγγέλλει.

   Ἰσχύω μὲν οὐδ' ἃ πέπονθα πρὸς ὑμᾶς εἰπεῖν, οὕτω δυστυχῶ τοῖς ἅπασιν, οὔτε γὰρ φωνὴ πάρεστί μοι λιμῷ προαπειρηκότι καὶ τὸ τῆς μνήμης ὑπέρρει μὴ ὕπνου τετυχηκότι, πῶς γὰρ ἂν ἐπὶ κενῇ τῇ γαστρὶ καθεύδειν ὑπῆρχε; τοσοῦτον δ' οὖν ὅμως ἤρκεσα πρὸς τὸν λιμὸν ἀντισχεῖν ὅσον ἃ πέπονθα πρὸς ὑμᾶς εἰπὼν καταλῦσαι τὸν βίον.

[2] τί γὰρ ἔτι μοι βιωτὸν εὐωχίας πολυτελοῦς ἐκπεπτωκότι; πῶς δ' οὐ προεπειχθῆναι πολλῷ βέλτιον ἢ παρ' ἑτέρων ἀκοῦσαι διηγουμένων οἵας μὲν αὐτοὶ διαίτης ἀπολελαύκασιν, οἵων δ' ἐμοὶ διαμαρτεῖν ἀγαθῶν μόνῳ συμβέβηκεν, ᾧ καὶ πρώτῳ τυγχάνειν καὶ τοῖς ἄλλοις ἐξηγεῖσθαι τὰ τοιαῦτα σύνηθες ἦν.

[3]    Τοῖς μὲν οὖν ἄλλοις, ὦ ἄνδρες, τοῖς τὴν αὐτὴν ἡμῖν ἐπανῃρημένοις τὴν τέχνην τότε τοῦ ζῆν ὁ θάνατος αἱρετώτερος εἶναι δοκεῖ, ὅταν ἐπιλίπωσι μὲν οἱ δειπνίζοντες, οἴκοι δὲ τὴν ἀναγκαίαν τροφὴν ἐκφροντίζωσι. καὶ καλῶς, οἶμαι, καὶ δικαίως ἀφειδοῦσι πρὸς τὴν τελευτήν. οἷς γὰρ οὐκ ἔστιν ἕτοιμον ἀζημίως παρατίθεσθαι τράπεζαν, τούτοις ἀνθ' ὅτου καὶ ζῆν αἱρετέον;

[4] ἐγὼ δὲ ὁ δείλαιος ἐν ἀκμῇ τῆς εὐτυχίας, ὅτε μοι τὸ παρὰ τῶν φίλων ἀφθονέστερον ἐστρατήγησεν ἡ Τύχη, τότε βασκανίᾳ δαίμονος, οὐκ οἶδ' ὅπως, ὥσπερ ἐν πολιορκίᾳ μεμένηκα ἄσιτος καὶ διπλῇ τρυχόμενος ἀσιτίᾳ τεταλαιπώρημαι. τῆς τε γὰρ προσδοκωμένης εὐωχίας ἐν παρασκευῇ γεγονὼς ὅλον ἐμαυτὸν ἐκένωσα πρὸς ὑποδοχὴν τῆς ἐλπιζομένης πλησμονῆς διαμαρτών τε ὧν ἤλπισα τὴν συμφορὰν οὐκ ἔσχον ἑτέρωθεν ἐπικουφίσαι. τί οὖν ἕτερον ἢ θάνατος ἔσται μοι τοῦ κακοῦ λύσις;

[5]    Τοσοῦτον δ' οὖν ὅμως τὸ δυστύχημα χαλεπώτερον συμβέβηκεν, ὅσον μηδὲ τὴν αἰτίαν ἔστιν ἐφ' ἕτερον ἀγαγεῖν ἀλλ' ἢ ἐμαυτοῦ ἀβουλίαν μόνην καταμέμψασθαι. οὐκ οἶδα δ' ὅ τι πρῶτον ὀδύρωμαι τῶν συμβεβηκότων, μᾶλλον δὲ οὐδ' αὐτὰ δίδωσιν ὀδύρεσθαί μοι τὰ δάκρυα, πότερον τὴν ζηλωτὴν ἐκείνην καὶ μακαρίαν κλῆσιν ἢ τὴν περίβλεπτον πορείαν, μᾶλλον δὲ πομπὴν ἣν ἐπὶ δεῖπνον αὐτὸς ὁ δείλαιος πομπεύων ᾠχόμην, ἢ τὴν περὶ τὸ δεῖπνον αὐτὸ συμβᾶσαν ἀτυχίαν ἢ τὸ κατὰ τὴν οἰκίαν ὕστερον σκότος καὶ τὴν ἑστίαν τὴν ἀφεγγῆ καὶ τὸν ἀπολέσαντά με λιμόν, ὃς οὐδ' ὀδύρασθαι σαφῶς ἐπιτρέπει μοι τὸ συμβεβηκός. βιαστέον δ' οὖν ὅμως ἃ πέπονθα πρὸς ὑμᾶς ἄνωθεν εἰπεῖν, ἐπεὶ καὶ τοῖς ἀλγοῦσι φέρει παραμυθίαν ἃ πάσχουσι πρὸς ἑτέρους ἐξαγγέλλειν.

[6]    Ἐκάλει μέ τις ἐπὶ δεῖπνον τῇ προτεραίᾳ τῶν γνωρίμων παρακελευσάμενος ὡς τάχιστα συμβάλλειν, ἐνεανιεύσατο γὰρ περὶ τῆς διαίτης· ἐγὼ δὲ καὶ ἄλλως ἐκ παιδὸς τὸ περισπούδαστον ἐκεῖνο μάθημα τοῖς περὶ τραπέζας πονουμένοις ἤμην πρὸς ἐμαυτὸν ἐκμανθάνων οὐδέν τι παυόμενος τοῖς ἐπὶ δεῖπνα πρώτοις ἀπηντηκόσιν ὅ τε νοῦς σωφρονεῖ καὶ ὁ τόπος εὐτρεπής. τότε δ' ὡς ἐδεξάμην τὸ σύνθημα, πολλῷ πλέον εἰς ὀξύτητα διηγειρόμην.

[7] καὶ πρῶτον κατεμεμφόμην τῇ φύσει, διότι με μὴ πτερωτὸν ἐποίησεν, ἵν' ἔχοιμι περιπέτεσθαι τὰς εὐωχίας εὐμαρῶς, ‹πρὸς› ἑτέραν δ' ἐτραπόμην τοῦ τάχους μηχανήν, ὡς μὲν ἤλπιζον ὁ δυστυχής, σωφρόνως, ὡς δ' ἤλεγξε τοὖργον, ἐπισφαλῶς. τὴν γὰρ διὰ τῶν ποδῶν ἀτιμάσας διακονίαν, καίτοι γε πολλάκις οἶδα πτηνῷ παρεικασθείς, ὅτε καιρὸς ἐπὶ δεῖπνον ἐκάλει, τρέχειν ἐπενόησα κατὰ τοὺς Μήδων ἀλαζόνας ὁ πάντα περιττὸς καὶ ἐφ' ἵππου στειλάμενος εὐπρεπῶς οὕτως ἐπείγεσθαι παρὰ τὸν κεκληκότα. τάχος τε γὰρ οὕτως ἡγησάμην προσθήσειν τῷ σπουδάσματι καὶ τοῖς ἐντυγχάνουσιν ἔσεσθαι περιφανέστερος.

[8]

ὁ κρίνας δ' οὕτως, εἴ γε δεῖ κρίσιν ταύτην, ἀλλ' οὐκ ἀλογίαν καλεῖν, τὸ μὲν παρά τινος τῶν γνωρίμων ἢ τῶν πολιτῶν ἵππον αἰτεῖν ἀπεδοκίμαζον, ᾔδειν γὰρ οὐκ ἀγαθοὺς ὄντας ἱπποτρόφους παρ' οἷς οὐκ ἔλαττον ἐμοῦ τὸ λιμώττειν οἱ ἵπποι παιδεύονται, τουτωνὶ δὲ περισκοπήσας τινὰ τῶν ἐξ ἱπποδρόμου καὶ γυμνασίων καὶ τῆς τοιαύτης ἀγωνίας ἠσκημένων εὐθὺ τῶν λουτρῶν ὁ μάταιος ὠχούμην, ὡς αὐτίκα δὴ μάλα πάντας τῷ τε παραδόξῳ τῆς θέας καὶ τῇ ταχυτῆτι τῶν δρόμων ἐκπλήξων.

[9] ἐλάνθανον δ' ὁ κακοδαίμων ἀσιτίαν ἐμαυτῷ καὶ λιμόν, οὐ φιλοτιμίαν περισκοπῶν, καὶ θάνατον, ἀλλ' οὐχ ἵππον αἰτήσας. ὡς γὰρ ἔδει λελουμένον οἴχεσθαι, τί λέγω λελουμένον; παρέδραμον μὲν οὖν καὶ τὸ λουτρόν, ὑπὸ γὰρ τῆς περιχαρείας πάντα ἦν πάρεργα τὰ γιγνόμενα, ἐπέβην εὖ μάλα σεμνῶς.

[10] καὶ τὰ μὲν πρῶτα, νὴ τοὺς ἅλας τούτους, ποῖ δὲ ὁ δυστυχὴς παρατρέπομαι συμπόσιον τὸ δικαστήριον οἰηθείς; ἀλλ' οὖν τά γε πρῶτα κατὰ γνώμην ὁ σκοπὸς ἐχώρει καὶ τοσαύτῃ ταχυτῆτι τάς τε ὁδοὺς καὶ τὰς ἀγυιὰς καθιπτάμην ὥστε ἀκούειν ἐνίων μέν με ἱπποκενταύρῳ παρεικαζόντων, ἑτέρων δὲ τὸν Βελλεροφόντην ἀποκαλούντων, τοὺς πλείους δὲ πρὶν ἀκριβῶς ὀφθῆναι παραδραμὼν οἶδα καὶ προσρηθεὶς μὲν ὑφ' ἑτέρων, ἑτέροις δ' ἀποκρινάμενος. οὕτω δή τι τὸ τάχος ἀμήχανον ἦν.

[11] ἀλλὰ γὰρ πάλαι μὲν ἤκουον ὡς παρομαρτεῖ τοῖς εὐτυχοῦσιν ὁ φθόνος, νυνὶ δ' ὑπὸ τῆς πείρας ἐδιδάχθην ἀκριβέστερον. ὁ γὰρ ζηλωτὸς ἐκεῖνος ὁ πτερωτός, ὁ πάντας εἰς ἐμαυτὸν ἀναγκάζων βλέπειν ἀκούσατε οἷα καὶ πέπονθα. ἐτύγχανε μὲν γὰρ πρὸ τῆς τοῦ κεκληκότος οἰκίας βωμός. βωμὸς λέγω; τάφος μὲν οὖν ἐμοὶ καὶ μνῆμα καθιδρυμένον.

[12] ὡς δὲ δὴ πλησίον ἐγενόμην καὶ μονονοὺ τῆς αὐλείου θύρας ἐπεβεβήκειν ἤδη καὶ κνίσσης αἰσθανόμενος, μικρὸν γάρ τι καὶ τῶν Κρητικῶν κυνῶν αἱ ῥινηλατοῦσαι πρὸς ἡμᾶς, ἤδη καὶ κτυπούντων ‹τῶν› ὀψοποιῶν ἀκούων, μικροῦ τὴν χεῖρα τοῖς οἰνοχόοις ὀρέγων, τὰς σιαγόνας κινῶν, τὰς γνάθους ἐξασκῶν καὶ τί πλέον ἢ κατακεκλίσθαι προσδοκῶν ἐξαίφνης ὥσπερ καταιγίδος πεσούσης ἢ μύωπος πλήξαντος ὥσπερ νύσσαν τινὰ περὶ τὸν βωμὸν ἐνεχθεὶς μικροῦ μὲν τὰ λαιὰ παρεδρύφθην τοῦ σώματος, οὕτως ἀκριβῶς περὶ τὸν βωμὸν ἐκάμπτετο, μικροῦ δὲ καταπεσὼν ἐκείμην.

[13] ὡς εἴθε γε τοῦτο ἦν πεπονθώς. ἦ γὰρ ἄν με καταπεσόντα λαβόντες εἴσω ῥᾳδίως ἀνεκτήσαντο, ἔστι δ' ἡμῖν ἀλεξιφάρμακον ἐν νόσοις, ἐν ἀηδίαις πάσαις ἡ σιτίου δόσις. νῦν δ' οὐκ ἐμαντευόμην τὸ γενησόμενον, τὴν δ' ἐμπειρίαν ἀωρὶ τὴν περὶ τοὺς ἵππους ἐπεδεικνύμην. ἐφερόμην αὖθις ἐπὶ τὴν αὐτὴν ὁδόν. ἡλίκον μὲν οὖν ἐκίνησα γέλωτα τοῖς βασκαίνουσιν ἢ τοῖς ἀμφὶ τὰς αὐλείους θύρας ἔκπληξιν, οὐδὲ εἰπεῖν ἔχω.

[14] φερόμενος δ' ἀκατασχέτῳ τῇ ῥύμῃ, θεήλατον γάρ τι μήνιμα τὸ γιγνόμενον ἦν, ἐδεόμην τῶν προστυγχανόντων στήσατε βοῶν, ἄνθρωποι, μᾶλλον δὲ φιλάνθρωποι, ἐπίσχετε τὴν ὀλεθρίαν ταύτην φοράν, πρὸς παίδων, πρὸς γυναικῶν. τὸ δὲ ἦν ἄρα κρεῖττον ἀνθρωπίνης ἐπικουρίας. ὅσῳ γὰρ βοῶντος ἤκουε, τοσούτῳ πλέον εἰς τάχος παρωξύνετο. σύνηθες δέ, οἶμαι, τούτοις τοῖς περὶ τὰς ἁμίλλας καὶ τοὺς δρόμους ἀσκουμένοις, ἐπειδὰν θορυβούντων τῶν θεατῶν ἀκούωσι, πάσῃ δυνάμει συντείνειν εἰς τάχος ἑαυτούς. καὶ γάρτοι τοσοῦτον ἁρπάσας ᾤχετό με τὸν δείλαιον ὡς νύκτα με ἐπιλαβεῖν καὶ [σκότους] ἀωρίαν καὶ μηδὲν ἀναστείλαντα τὴν φορὰν ὥσπερ ὑπερήμερόν με τῶν τῆς εὐωχίας χρόνων ἐκπεσεῖν.

[15]    Ὢ βραδυτάτου τάχους, ὢ παραδόξου καὶ καινῆς ὀξύτητος, ὢ δεσμῶν, ἀλλ' οὐ δρόμων ἐκείνων. ἐπεπήγειν ἱπτάμενος, ἐπειχόμην ἐπείγεσθαι δοκῶν, ὑστέριζον φθάνων, εἱστήκειν ἐλαυνόμενος. ὦ πολυθρήνητε βωμέ, πολυτίμητον γὰρ οὐκ ἂν εἴποιμί σε, ὦ πρόθυρα ἀποτρόπαια, ὦ μισάνθρωπος ἑστία.

[16] τοὺς Λωτοφάγους οἱ ποιηταὶ τραγῳδοῦσιν ὅτι τοὺς ἐπιμιγνυμένους ἀπώλλυον, ἀλλ' εἰ ἐσθίοντας ἀπώλλυον, ὡς εὐτυχεῖς γε τῆς ἀπωλείας. τὰ Κίρκης ἄντρα μυθεύουσιν, ἀλλ' εἰ καὶ μετέβαλλεν εἰς σύας καὶ ποικίλων θηρίων ὄψεις, ἤδη καὶ τροφὴν ἐχορήγει τὴν ἑκάστῳ πρόσφορον. ὑπὲρ τοὺς Λαιστρυγόνας, ὑπὲρ τὸ Κυκλώπων καταγώγιον ἡ ἀποτρόπαιος ἐκείνη γέγονεν ἑστία.

[17]    Τοιγαροῦν ἐξ ἀνθρώπων οἰχήσομαι, πέπονθα γὰρ ὑπὲρ ἄνθρωπον. ἑτέρῳ μὲν γὰρ χρημάτων ἀποβολὴ ἀνιαρόν, ἑτέρῳ παίδων ἀποβολὴ πρὸς θάνατον ἡγήσατο, ἐμὲ δὲ ταῦτα μὲν οὐχ οὕτως ἀνιᾶν πέφυκεν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν τούτων τι παρ' ἡμῖν σπουδάζεται, θοίνης δὲ καὶ διαίτης ἐκπεσεῖν ἀλλαχοῦ πληρουμένης συμφορῶν ἐστιν ἡ μεγίστη.

[18]    Νὴ Δία, φήσει τις, θάρσει. παραμυθήσεταί σοι τὸ συμβεβηκὸς ἑστίασις ἑτέρα τοῦ κεκληκότος. ἐλπίδες αὗται καλαὶ καὶ ψυχαγωγίαι λόγων. οἶδα πηλίκαι τοῖς καλοῦσιν ὀργαὶ προσιζάνουσιν, ἐπειδὰν τῶν κεκλημένων τις ἐκλίπῃ τὴν σύνοδον, οἶδα πηλίκον βρενθύεσθαι σύνηθες αὐτοῖς, κἂν ἀνάγκην, κἂν συμφορὰν οἱ κεκλημένοι προβάλωνται.

[19] τοῦτο γὰρ ἤδη καὶ τὸ πάντων ἐστὶ δυστυχέστατον. οὓς γὰρ ἔδει παραμυθίας τυχεῖν ἐφ' οἷς διήμαρτον, οὗτοι καὶ δίκην ὑπεροψίας φεύγουσι. κἂν ὀμόσωσι, κἂν δακρύσωσι παρεστῶτες, οὐ δυστυχεῖς, ἀλλ' ἔτι πονηροὶ νομίζονται. οἰόμενοι γὰρ αὐτὸν ὀργίλως ἔχειν ὥσπερ ἐκ προνοίας ἠδικημένοι μηδὲ συγγνώμης ἀπολειφθέντι μεταδώσουσιν, ὅσῳ καὶ τεχνίτην ἠπίσταντο τοῦ πράγματος.

[20] τί γὰρ αἰτιάσαιτ' ἂν τὸ συμβεβηκός; ἀσχολίαν; ἀλλ' ᾔδει πάντα σχολάζοντά με πρὸς τοῦτο. τῶν οἴκοι ἐπιμέλειαν; ᾧ μηδὲ οἶκος ἔστιν. παῖδας ἢ γυναῖκα βεβιάσθαι πρὸς ἑαυτούς; ἀλλ' ᾔδει καὶ μονήρη καὶ μόλις ἀρκοῦντα. ἀλλ' ὅσῳ προφανὴς ἡ πρόφασις, τοσούτῳ πλέον ἀποστραφήσεται τῆς ἀκαίρου τρυφῆς, ὅτι καὶ βαδίζειν ἀρκῶν, ὅτι καὶ τάχει τοὺς ἅπαντας ἐν ταῖς περὶ δεῖπνα ἁμίλλαις παριών, εἰ καὶ μηδὲν ἕτερον, βαίνειν γοῦν ἐπὶ γῆς ἔχων, ἑτέρων ἐδεήθην ποδῶν, ᾧ εἰ καὶ πρὸς ἅπαντα πονηρῶς εἶχον οἱ πόδες, πρός γε τὰς εὐωχίας πτερωτοῖς ἔδει παρεικάζεσθαι. ἡγοῦμαι γοῦν ἀποστρέφεσθαι τῆς ἐπινοίας ἡμᾶς.

[21] εἰ δὲ καὶ μεγαλοψυχότερον ἀφήσει τὰς μέμψεις καὶ τύχην οἰκτείρας εἰς ἑσπέραν αὖθις ἐπαγγελεῖ κλῆσιν, πόθεν μοι δεῖπνον οὕτω λιμὸν ὑποστάντι; πῶς δ' οὐκ οἰχήσομαι πρὸ τοῦ φιλανθρωπεύματος; πῶς δ' οὐκ ἀπαλλαχθήσομαι πρὸ τῆς εὐτυχίας; καὶ δευτέραν ὑποστήσομαι συμφορὰν ἤδη καὶ πολλῷ μείζονα, ὅσῳ καὶ σφαλῆναι δεύτερον καὶ τεθνάναι δὶς ἀποκείσεται;

[22]    Μὴ ὤφελεν ἵππου γένεσις εἰς ἀνθρώπους παρελθεῖν ἢ παρελθοῦσα μεῖναι μέχρι παντὸς ἀχείρωτος ἀνθρώποις. οἷά με διέθηκεν ὁ παλαμναῖος ἐκεῖνος, οἵων ὄψων ἀφείλετο καὶ τρυφῆς. πάλαι πολέμιον ἀνθρώποις τὸ χρῆμα, πάλαι σκηνὰς τραγικὰς πεπληρώκασιν αἱ δι' αὐτοὺς κινηθεῖσαι συμφοραί.

[23] τὰς Ἀμαζόνας οὐχ οὗτοι ψεύσασθαι τὴν οἰκείαν ἐπῆραν φύσιν; ἀλλ' ἀρθεῖσαι γοῦν τούτοις καὶ γυναῖκες ἠλέγχθησαν καὶ τῇ πρώτῃ πείρᾳ συγκατέλυσαν τὸ γένος. τὰς Αἰτωλικὰς τὰς Διομήδους ἵππους οὐκ ἀκούομεν ἀντὶ τῆς νομιζομένης τροφῆς ἀνθρωπίνοις σιτεῖσθαι σώμασι; τὰς δὲ Τρωικὰς συμφορὰς καὶ τὴν Ἰλίου πόρθησιν οὐχ ἵππος ἦν ὁ πορίσας; [24] ἀλλ' εἴθε μὲν οὖν τῶν ἐπὶ Τροίας ὀλωλότων ἐτύγχανον. ἐκεῖ μέθαι καὶ πλησμοναὶ καὶ κῶμοι καὶ θάνατος ἀναίσθητος ἦν, ὁ δὲ ἐμὸς ἵππος ἄσιτον, ἄποτον, ἀκώμαστον, νήφοντα πρὸς τὴν συμφορὰν ἐκδέδωκεν. ὦ θειότατε ποιητῶν Ὅμηρε, πάντα μέν σοι σὺν ἀληθείᾳ πεποίηται, τὸ λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν ὅλην ἔχει τῆς ἀληθείας τὴν ἐπίνοιαν. καί μοι δοκεῖς ἀντ' Ὀδυσσέως λιμώττων ταυτὶ πεποιηκέναι. δαιμονίως γὰρ εἴρηται καὶ σὺν ἀληθείᾳ.

[25]    Μίαν αἰτῶ, ἄνδρες δικασταί, χάριν παρ' ὑμῶν, ἀλύω γὰρ ἤδη καὶ νάρκης αἰσθάνομαι, χοὰς ἐπαγαγεῖν ὁσημέραι τελευτήσαντί μοι. φασὶ γὰρ οὐκ ὀλίγην τὰ τοιαῦτα διδόναι τοῖς ἀπελθοῦσι παραμυθίαν. εἰ δὲ βούλεσθε, δότε καὶ λαβόντα φαγεῖν.

[26] εἰ δὲ θελήσετε γραφῇ τὴν κατ' ἐμὲ κηρύξαι συμφοράν, ἐπικουφιεῖτε πλέον ἐμοὶ τὸ δεινόν. γράφετε δ' αὐτόθι συμπότας καὶ δεῖπνα καὶ συγκατακείμενον ἐμὲ μὴ κἀκεῖ δυστυχοῦντα. μή μοι τὸν ἵππον ἀγέτω τις μηδὲ παρέστω τῷ μνήματι μηδ' ἐποχούμενον αὐτῷ γραφέτω ‹με› μηδείς, ἀπολεῖ γάρ με κἀκεῖ, φεύξεταί με λαβὼν ἄσιτον. ἀλλ' ἔστω τις κἀν τῇ γραφῇ πλησμονή, καὶ αὐτόθι δείκνυτέ ‹με› σωφρονοῦντα.