[802] Ὅτι τῆς ε ῥαψῳδίας ἐπιγραφὴ ἡ μὲν ἔμμετρος αὕτη· Εἶ· βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός. ἡ δὲ πεζὴ ἥδε· Διομήδους ἀριστεία. Ἰστέον δὲ ὅτι τὸ ε στοιχεῖον εἶ ἔλεγον οἱ παλαιοὶ προστιθέντες τὸ ι, ἵνα τῇ διὰ διφθόγγου ἐκτάσει δύνωνται περισπᾶν καὶ αὐτό, καθὰ καὶ τὰ ἄλλα στοιχεῖα. τοιοῦτον δὲ ποιοῦσι καὶ ἐπὶ τοῦ μικροῦ ο. καὶ ἐκεῖνο γὰρ διὰ τὴν αὐτὴν αἰτίαν οὖ λέγουσι. περὶ δὲ τούτων οἱ ἐξηγηταὶ τῆς γραμματικῆς γράφουσιν, ὅσα ἐνδέχεται. Ποιεῖ δὲ Ὅμηρος ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τὸν Διομήδην ὑπὲρ πάντας Ἀχαιοὺς ἀριστεύοντα κατ' ἐξαίρετον. ἀνεπτέρωται γὰρ ἤδη ἐρεθισθεὶς ὁ ἥρως τοῖς τοῦ βασιλέως λόγοις καὶ ἄλλως ὀξὺς ὢν καὶ φιλότιμος. ὅλως γάρ, ὡς ἐρρέθη, δραστικὸς παρ' Ὁμήρῳ πᾶς λόγος, καὶ οὐκ ἂν εὕροις τινὰ παρὰ τῷ ποιητῇ ὀνειδισθέντα ἢ κελευσθέντα ἢ ἄλλως λόγοις ἐρεθισθέντα καὶ μὴ οὐκ ἀνύσαντά τι καλὸν καὶ ἑαυτοῦ κρείττω γενόμενον, ὅπουγε καὶ ἐν τοῖς ἑξῆς ὁ Ἀλέξανδρος ἐρεθισθεὶς τοῖς τοῦ Ἕκτορος λόγοις ἀριστεύει καὶ πρὸ αὐτοῦ Ἕκτορος. καὶ δεικνύει οὕτως ὁ λογιώτατος Ὅμηρος, οἷα ὁ λόγος δύναται. Καὶ τοιοῦτος μὲν ὁ Διομήδης καὶ οὕτως ὀξύνεται φιλοτίμως εἰς πόλεμον. Αἴας δέ, εἰ καὶ πρωτεύει τῶν Ἑλλήνων ἀνδρίᾳ, ὡς δευτερεύων μόνου τοῦ Ἀχιλλέως, ἀλλὰ δυσκίνητός ἐστι τῷ πολλῷ τοῦ μεγέθους καὶ ἀεὶ κατὰ ὁμαλὴν κίνησιν ἄριστος καὶ οὐ κατὰ τὸν Διομήδην ὀξὺς ἐν καιρῷ. Ἄλλως δὲ καὶ φυλάττει Ὅμηρος αὐτὸν μάλιστα ὕστερον ὡς σταδαῖον μαχητὴν εἰς τὸν μέγαν κίνδυνον τὸν περὶ τῶν νηῶν. φρονήσει δὲ τὰ πλείω κατορθοῖ, ὡς εἰκός, ὁ Διομήδης. διὸ καὶ ἡ Ἀθηνᾶ συναίρεται αὐτῷ δι' ὅλου τοῦ γράμματος τούτου. ἔτι δὲ καὶ ἄλλως, ὀνειδισθεὶς ἐπὶ ἀνανδρίᾳ ὑπὸ τοῦ βασιλέως ὁ Διομήδης καὶ πτώσσειν ἀκούσας καὶ ὀπιπτεύειν πολέμοιο γεφύρας, νοεῖ δέον εἶναι δι' ἔργων πιστώσασθαι ψεύδεσθαι [803] τὸν βασιλέα. Διὸ οὐ μόνον οὐκ ἐγγὺς ἵσταται τῶν τοῦ πολέμου γεφυρῶν, ὡς φευξόμενος, ἀλλὰ καὶ μέσον γίνεται, ὅπου πλεῖστοι ἐκλονοῦντο. καὶ τοῦτό ἐστιν ἡ θαρσύνουσα αὐτὸν Ἀθηνᾶ, ἤγουν ἡ τοῦ δέοντος φρόνησις. καὶ ἰδοὺ εἰς ἶσον ἥκει τῷ πατρί, εἴγε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ὁ Τυδεὺς ἐπιτάρροθον εἶχε τὴν Ἀθηνᾶν. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι ἀρετῇ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται ὁ Διομήδης, ὡς ἐκ τῶν ἐφεξῆς δειχθήσεται.
(v. 13) Ὅτι ἡ Ἀθηνᾶ ἔδωκε τῷ Διομήδει μένος καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένοιτο, μένος μὲν κατὰ σῶμα, θάρσος δὲ κατὰ ψυχήν, οὐχ' ὡς πρότερον μὴ ἔχοντι, ἀλλὰ τὰ ἔμφυτα ἐπαυξάνουσα· ὧν ἑκάτερον θατέρου χωρὶς ἀλυσιτελές. δύναμίς τε γὰρ θάρσους χωρὶς ἀκινητίζειν ποιεῖ καὶ θάρσος δίχα δυνάμεως εἰς κενὸν σαλεύει τὸν ἄνθρωπον, ἄμφω δὲ εἰς ἓν ἐλθόντα τὸν ὄντως ἀνδρεῖον ἀποτελεῖ. Ὅτι δὲ χρεία τῷ ἀνδρείῳ καὶ θάρσους, δηλοῖ καὶ ὁ εἰπών, ὅτι κρεῖσσον πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμοῦ μηδὲν παθεῖν.
(v. 2) Ἔστι δὲ θάρσος, ἐπίτασις θαρραλέα ἢ κατὰ Στωϊκοὺς τὸ ἀσφαλῶς πεποιθέναι καὶ εὔελπιν εἶναι, ὅτι οὐδενὶ ἂν περιπέσοι δεινῷ. καὶ οἱ ἐκ τοῦ Περιπάτου δὲ τοῖς Στωϊκοῖς ὁμοίως φασί, προστιθέντες μόνον τὸ "ὅσον ἐφ' ἑαυτῷ", ἵνα εἴη ὁ θαρραλέος εὔελπις ἐν τοῖς δεινοῖς ὅσον ἐφ' ἑαυτῷ. Ἄλλοι δέ φασι θάρσος εἶναι τὸ ἐν δεινῶν ἐπελεύσει εὐσταθεῖν κατὰ λόγον, οἷόν τι καὶ Ὅμηρος λέγει, ὅτε φησί· "καί οἱ μυίας θάρσος ἐν στήθεσιν ἔθηκεν". ἔτι θάρσος μέν ἐστι, φασί, τὸ εὔλογον παράστημα τῆς ψυχῆς ἢ ἡ ὑπὸ θεοῦ ἄρσις ἤτοι θεῖον ἔπαρμα τῆς ψυχῆς· θράσος δὲ τὸ ἀνάπαλιν. Ἰστέον δὲ ὅτι τε μετ' ὀλίγα ἐκ τοῦ μένος καὶ θάρσος εὑρεθήσεται συγκείμενος ὁ θρασυμέμνων, καὶ ὅτι εἰς τὸν ποιοῦντά τι διὰ τιμὴν εἴποι τις ἂν οὕτω· "ἵνα ἔκδηλος μετὰ πᾶσι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο". Καὶ ὅρα τὰ καίρια σύντομα πάρισα τὸ ἄροιτο καὶ γένοιτο· καὶ ὅτι ἐφετὸν δοξάζει τὴν [804] τιμήν, ἐὰν διὰ τοῦτο ἡ Ἀθηνᾶ βοηθῇ τῷ Διομήδει, ἵνα κλέος ἐκεῖνος ἄροιτο. καὶ ὡς τοῦ "ἔκδηλος γένοιτο" διασαφητικόν ἐστι τὸ "καὶ κλέος ἐσθλὸν ἄροιτο".
(v. 47) Ὅτι φωσφόρον, ὡς καὶ ἐν ἄλλοις εἴρηται, ὁ μῦθος λέγει τὴν Ἀθηνᾶν, ὡς τῆς φρονήσεως οὔσης τοιαύτης. διὸ καὶ ἐν Ὀδυσσείᾳ νύκτωρ λύχνον ἔχουσα προοδεύει τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, καὶ ἐνταῦθα "δαῖέ οἱ", τουτέστιν ἀνέκαιε τῷ Διομήδει, "ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ", ὅ ἐστιν ἀκοπίατον, ἀκατάπαυστον, "ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα λαμπρὸν παμφαίνῃσι λελουμένος Ὠκεανοῖο", ἵνα καὶ οὕτως ἔκδηλος, ὡς εἴρηται, ὁ Διομήδης ἐν ἅπασιν Ἀργείοις γένηται, ἤγουν τῶν Ἀργείων ἐκδηλότατος πάντων. τὰ γὰρ πρὸ τούτου ἐπεσκοτεῖτο οἷον ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς. ἢ καὶ διότι ἐν τῷ φθάσαντι χρόνῳ τὴν Θρᾴκην ἐγεώργει, ὥς τινες ἱστοροῦσι, καὶ οὐκ ἦν ἐμφιλοχωρῶν τῷ πολέμῳ, ὡς ἂν εἴη διάδηλος καὶ λαμπρὸς καὶ ἐκφανέστατος. Τὸν δὲ Ὁμηρομάστιγα Ἐφέσιον Ζωΐλον μεμφόμενον τῷ ποιητῇ τούτου τοῦ πυρός, ὃ κατέφλεξεν ἄν, ὡς αὐτὸς λέγει, τὸν ἥρωα, καταρραπιστέον, εἴγε σπουδάζων τὴν φαντασίαν εἰς ἀλήθειαν ἕλκει καὶ οὐδὲ Ὁμήρου ἀκούει, πῦρ μὲν εἰπόντος, εἶτα ἑαυτὸν ἐφερμηνεύοντος καὶ τρόπον τινὰ λέγοντος, ὅτι οὐ πυρὶ φλέγοντι ἀλλ' ἀστέρι ἐῴκει λαμπρὸν παμφαίνοντι. Ἔτι μεμπτέον ἐκεῖνον καὶ ὅτι οὐδὲ τὴν ἐκ τῆς ἀλληγορίας θεραπείαν τῷ νοσοῦντι τοῦ μύθου προσάγειν ἐθέλει. οὐ γὰρ αὐτόχρημα πῦρ ἀνήπτετο ἐκ τῶν τοῦ Διομήδους ὅπλων, ἀλλ' ὡσανεὶ πῦρ διὰ τὴν τῶν ὅπλων λαμπρότητα, ὑπὲρ τὰς ἄλλας, ὡς εἰκός, οὖσαν. διὸ καὶ ὁ Πάνδαρος ἐν τοῖς ἑξῆς ἀσπίδι λέγει γινώσκειν τὸν Διομήδην καὶ τρυφαλείῃ. Ἢ καὶ ἄλλως, οἷόν τι πῦρ νοεῖται ἀνάπτεσθαι ἐκ τῶν ὑψηλοτέρων ὅπλων καὶ μερῶν τοῦ ἥρωος διὰ τὸ τὸν Διομήδην σήμερον κατὰ τὸν ποιητὴν ἔκδηλον γενέσθαι πᾶσιν Ἀργείοις καὶ ἐκφανθῆναι ὑπὲρ τοὺς ἄλλους καὶ εἰς μέσον ὠσθέντα, ὅθι πλεῖστοι κλονέοντο, τῶν ἄλλων φανερῶς ‑ εἰπεῖν δὲ ταὐτὸν φαεινῶς καὶ φανερῶς ‑ ὑπερφαίνεσθαι καὶ δοκεῖν οἷον πυρόεντα καὶ τῇ ὑπεροχῇ προλάμπειν, πέμποντα φλογίου πυρὸς φαντασίαν δαιομένου, ἐξ οὗ καὶ τὸ δῆλος καὶ τὸ ἔκδηλος γίνεται. ἀπὸ γὰρ τοῦ δαίω καὶ ταῦτα παράγεται. οὕτω δὲ καὶ ἡ Ἀθηνᾶ ἐν τοῖς ἑξῆς εἰς ὄχεα φλόγεα βαίνει, ὅ ἐστιν, εἰς λαμπρὰ καὶ δῆλα καὶ παμφαίνοντα. καὶ οἱ τοῦ Ἀγαμέμνονος [805] δέ που ὀφθαλμοὶ πυρὶ λάμποντι ἐῴκεσαν, οὐ μὴν αὐτὸ τοῦτο πῦρ ἦσαν. κατὰ τοιοῦτον δέ τινα λόγον καὶ ἐν τῇ σ΄ ῥαψῳδίᾳ φλόγα παμφανόωσαν ἐκ τοῦ Ἀχιλλέως ἀνακαίει ἡ Ἀθηνᾶ ἐκφοβοῦσα τοὺς Τρῶας. ἔνθα οὐδὲ ἀστέρι ἐκεῖνον εἰκάζει, ἀλλὰ μεγάλοις πυρσοῖς νησιωτικοῖς. καὶ ἔστιν ἐκεῖνο τούτου τοῦ πυρὸς λαμπρότερον καὶ φοβερώτερον. Πυρὶ μέντοι αὐτόχρημα ὥπλισται ὁ ἐν τοῖς ἑξῆς κατὰ τὸν μῦθον μάχιμος Ἥφαιστος. διὸ καὶ ὁ ποταμὸς Ξάνθος ἐρεῖ· οὐκ ἄν σοι μαχοίμην πυρὶ φλεγέθοντι. χρήσιμος δὲ ἐνταῦθα καὶ ἡ παρὰ τῷ Τραγικῷ ἀστραπὴ τῶν ὅπλων καὶ τὸ "τεύχεα ποικίλα ἔλαμπεν". Ὅτι δὲ ἐνδέχεται καὶ τὸ ὡς παραβολικὸν ἐπίρρημα ἐνταῦθα προσυπακούειν καὶ λέγειν ὅτι ὡς πῦρ ἀκάματον ἐκ τοῦ Διομήδους ἀνήπτετο, δηλοῖ ἐν τοῖς ἑξῆς λεχθησομένοις [4] καὶ τὸ "ἐμάχοντο δέμας πυρός". οὐ γὰρ δήπου πῦρ ἐμάχοντο ἀλλ' ὡς πῦρ. Σημείωσαι δὲ ὅτι καὶ ἐξ εἰκότων ὁ περὶ τοῦ πυρὸς τούτου ἐνταῦθα λόγος πέπλασται τῷ ποιητῇ, ὡς πολλάκις καὶ τοιούτων τινῶν γινομένων, καθὰ καὶ ἐπὶ τοῦ μεγάλου Ἀλεξάνδρου συνέπεσε. κινδυνεύων γὰρ ἐκεῖνός που ἐν Ἰνδίᾳ ἐτινάξατο τοῖς ὅπλοις κατὰ τὴν ἱστορίαν. οἱ δὲ βάρβαροι σέλας τι καὶ φάσμα πρὸ τοῦ σώματος ἔδοξαν φέρεσθαι. καὶ Ὅμηρος μὲν ὡς μῦθον εἰπὼν συμβιβάζεται ἀλληγορικῶς, ἡ δέ γε ἱστορία πολλὰ σώματα πυροβολῆσαι διδάσκει. Τιβερίου τε γὰρ ἵππος σπινθῆρας ἠφίει ποτὲ τοῦ στόματος καὶ τὸ τέρας ἀπέβη αἴσιον. ὑπάτευσε γὰρ ἐκεῖνος. καὶ Βαλίμερ δέ, ὁ Θευδερίχου πατήρ, ὁ κατακρατήσας Ἰταλίας, φασίν, ἁπάσης, τοῦ οἰκείου σώματος σπινθῆρας ἀπέπαλλε. καί τις δὲ σοφὸς παλαιός φησι περὶ ἑαυτοῦ, ὅτι ἐνδυομένου ποτὲ καὶ ἐκδυομένου αὐτοῦ σπινθῆρες ἀπεπήδων ἐξαίσιοι, ἔστιν ὅτε καὶ κτυποῦντες, ἐνίοτε δὲ καὶ φλόγες ὅλαι κατέλαμπον, φησί, τὸ ἱμάτιον μὴ καίουσαι. καὶ τὸ τέρας ἐκεῖνος ἀγνοεῖν λέγει εἰς ὃ τελευτήσειεν. Ἐνταῦθα δὲ μνηστέον καὶ ὅτι Κλεομένης καθ' Ἡρόδοτον καλλιερευόμενος εἶδεν ἐξ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψασαν. Προσενθυμητέον δὲ καὶ τόν, ὡς αὐτὸς λέγει, καιόμενον χρυσὸν ἐπὶ πρώτῳ ἀδελφῷ Σκύθῃ καὶ δευτέρῳ, ὃς ἐπὶ τῷ τρίτῳ καὶ νεωτάτῳ κατέσβη, φησίν. ὑποθετέον οὖν καὶ τὸν Διομήδην οὕτω πως πυρεκβολεῖσθαι δι' Ἀθηνᾶς. [5] καὶ τοιοῦτον μὲν τοῦτο. [Ἔδοξε δέ τισι καὶ κατοπτρικήν τινα ἐπίνοιαν μεμηχανῆσθαι τῷ Διομήδει ἔν τε τῇ αὐτοῦ, ὡς εἰκός, περικεφαλαίᾳ καὶ τῇ ἀσπίδι, καὶ οὕτω λίαν καταυγεῖν τὰς ὄψεις τῶν εἰς αὐτὸν βλεπόντων, ὅτε ἀντικρὺ πρὸς λάμποντα ἥλιον ἔστραπτο, καθ' ἣν δὴ ταύτην μέθοδον Ἀρχιμήδης μὲν ὁ σοφώτατος πολεμικὰς ἐνεπύρισε νῆας ὡς οἷά τις κεραυνοβόλος· Ἀνθέμιος δέ τις ὕστερον γείτονα πονηρὸν καταστράπτων καὶ οὕτως ἐκφοβῶν μακρὰν ἑαυτοῦ ἀπῴκισε. Χρήσιμα δὲ εἰς τὸ κατανοῆσαι τὸ τοῦ Διομήδους πῦρ καὶ Σαλουστίου ῥηθὲν περί τινος τὸ "πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα". ἔτι δὲ καὶ τὸ "Ἀβροβάστης Φράγγος κατὰ ἀλκὴν σώματος καὶ θυμοῦ τραχύτητα φλογοειδὴς ἦν". ναὶ μὴν καὶ τὸ "ἀπαντήσας τοῖς βαρβάροις, πυρὶ προσφερής, ἔργα ἐπεδείκνυτο χεῖράς τε καὶ πόδας ἀνθρώπου παρατρέχοντα". Ταῦτα δὴ καὶ ὅσα τοιαῦτα τίς οὐκ ἂν εἴποι ἐκ τῶν τοῦ Ὁμήρου παραπεποιῆσθαι πυρώσαντος τὸν Διομήδην, ὡς αὐτὸς ἔφρασε; Χρησιμεύει δ' ἐνταῦθα καὶ τὸ προσενθυμηθῆναι, ὡς καυστειρά ἡ μάχη λέγεται καὶ δηΐς καὶ δηϊοτής διὰ τὸ ἔνθερμον καὶ ὡς εἰπεῖν πυρόεν τῆς κατὰ πόλεμον κινήσεως καὶ τὸν στρατιωτικὸν θυμόν. Ὅθεν καὶ θερμός λέγεται ὁ ἀναιδής καὶ οὕτω μάχιμος, καὶ θερμουργός ἐπαίνου λόγῳ ὁ ἀνδρεῖος, καὶ θερμὸν ἔργον ἄλλως τὸ θρασύ, ἐπεὶ καὶ τὸ θράσος καὶ πρὸ αὐτοῦ τὸ θάρσος ἐκ τοῦ θέρω θέρσω παρῆκται, ἀφ' οὗ καὶ ὁ θερμός. Ἔτι καλόν ἐννόημα ἐπὶ τοῖς εἰρημένοις καὶ ἡ πυρπαλάμη καὶ τὸ πυρπαλαμᾶσθαι, ὧν ἡ μὲν πανοῦργον ἄνδρα σημαίνει, τὸ δὲ ἀντὶ τοῦ κακοτεχνεῖν εἴληπται καὶ οἷον διὰ πυρὸς ἰέναι τῇ κακοτεχνίᾳ. πάντως γὰρ τροπικῶς τοῖς [6] τοιούτοις ἅπασι τὸ πῦρ καὶ τὰ κατ' αὐτὸ ἐμφαίνεται, καθὰ καὶ ἐν τῷ "βριθὺς ὁπλιτοπάλας, δάϊος ἀντιμάχοισι" καὶ ἐν τῷ "πῦρ ὀφθαλμοῖσι δεδορκώς". καὶ τοιαῦτα μὲν καὶ ταῦτα.]
(v. 7) Ἡ δὲ τῆς ῥηθείσης παραβολῆς ἀπόδοσις εἰποῦσα· "τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων" διασαφητική ἐστι τοῦ "ἐκ κόρυθός τε καὶ ἀσπίδος", ἵνα μὴ μόνα τὰ ὅπλα φαίνηται πυρὶ δαιόμενα ἐξ ἐπιπολῆς, ἀλλὰ πρὸ αὐτῶν ἡ κεφαλὴ καὶ οἱ ὦμοι τοῦ ἥρωος, ἐξ ὧν ἠκοντίζετο καὶ εἰς τὰ ἔξω τὸ πῦρ ὡσεὶ καὶ φῶς διά τινων φανῶν. ἅμα δὲ ἡ τοιαύτη ἀπόδοσις δηλοῖ καί, ὡς οὐ πᾶσα ἡ ἀσπὶς τῷ Διομήδει ἐλάμπετο πυρί, ἀλλὰ μόνον αὐτῆς τὸ πρὸς τοῖς ὤμοις ἐκείνου. Ὅρα δὲ καὶ ὅτι ἐνταῦθα μὲν ἀναλόγως τῷ μεγάλῳ ἥρωϊ ἐπλάτυνε τὴν ἐκ τοῦ ἀστέρος παραβολήν, ἐν δὲ τοῖς ἑξῆς ἐπὶ βασιλικοῦ βρέφους πάνυ συνέστειλεν, εἰπὼν ἐκεῖνον ἀλίγκιον ἀστέρι καλῷ. ἡ δὲ τραγῳδία τοῦτο παραποιήσασά φησί τινα "Ἑλλανίας φανερώτατον ἀστέρ' Ἀθάνας", ἤγουν ἀστέρα τῆς παρ' Ἕλλησιν Ἀθηνᾶς, ταὐτὸν δ' εἰπεῖν διάδηλον ἐν Ἀθήναις, αἳ παρονομάζονται τῇ Ἀθηνᾷ. ὅμοιον γὰρ διάδηλον εἰπεῖν καὶ φανερώτατον, καθότι συγγενῆ ἀλλήλοις καὶ τὸ δαίειν καὶ τὸ φαίνειν, ὧν ἐκ μὲν τοῦ δαίειν ὁ δῆλος, ἐκ δὲ τοῦ φαίνειν ὁ φανερός, ὁ καὶ καλός διὰ τὴν φαῦσιν, ὡς ταὐτίζεσθαι οὕτω τὸ καλὸν ἀστέρα καθ' Ὅμηρον καὶ φανερώτατον ἀστέρα, ὃς πάνυ ᾠκείωται τῷ ἐνταῦθα παραβολικῶς δαιομένῳ πυρί, ὡς ἀπὸ τοῦ αἴθειν παραγόμενος, ὃ ταὐτὸν τῷ δαίειν ἐστίν. αἰστὴρ γάρ τις ἀπὸ τοῦ αἴθειν καὶ ἀπελεύσει τοῦ διχρόνου ἀστήρ. καὶ οὕτω μὲν καὶ τάδε.
(v. 4) Ἰστέον δὲ καὶ ὡς τὸ "δαῖέ οἱ ἐκ κόρυθος πῦρ", χωρὶς τοῦ ν ἐν πολλοῖς ἀντιγράφοις φερόμενον, αἰτίας ἀπαιτεῖ ζήτησιν. μετ' ὀλίγον γὰρ ἐν τῷ "πῦρ δαῖεν ἀπὸ κρατός", μετὰ τοῦ ν ἐκφέρεται, ταὐτοδύναμον ὄν. Εἰ μὲν οὖν δι' εὐρυφωνίαν λειοτέραν καὶ οὐ πάνυ ἀηδῆ καὶ τραχεῖαν ἐνταῦθα χασμᾶται τὸ μέτρον, εὕρηται ἰδοὺ λύσις αὕτη, εἰ δὲ μή, ζητητέον ἑτέραν αἰτίαν, διὰ τί τὸ δαῖε δίχα τοῦ ν γράφεται πρὸ [7] φωνήεντος. Τινὲς μέντοι οὕτω γράφουσι "δαῖε δέ οἱ ἐκ κόρυθος". Ἕτεροι δὲ ἀποκοπῆναί φασιν ἐκ τοῦ δαίετο καὶ διὰ τοῦτο ἐξ ἀνάγκης γράφεσθαι δίχα τοῦ ν. Πῦρ δὲ ἀκάματον λέγεται οὐ τὸ διόλου ἀναπτόμενον, ἀλλὰ τὸ τῇ οἰκείᾳ φύσει τοιοῦτον. εἰ γὰρ καὶ κάμνει τῇ σβέσει, ἀλλ' ὅτι πῦρ ἐστιν, ἀκάματόν ἐστι. Διὰ τί δὲ ἐκτείνεται ἡ ἄρχουσα τοῦ ἀκάματον, ὅτι δηλαδὴ πρὸς ἀναγκαῖον δακτύλου ἀπαρτισμόν, ὃ δὴ γίνεται καὶ ἐν τῷ ἀθάνατος, δηλοῦται καὶ ἀλλαχοῦ.
(v. 5) Ἄστρου δὲ καὶ ἀστέρος διαφορά, ὡς καὶ ἑτέρωθι δηλοῦται, καθότι ὁ μὲν ἀστὴρ ἓν σῶμά ἐστι, τὸ δὲ ἄστρον ὡς περιεκτικόν. ἄστρον γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, μιᾷ φαντασίᾳ ὄψεως ὑποπίπτον, μετά τινος μυθολογίας ἀποδιδόμενον, ὡς ἐν τοῖς Ἀράτου φαίνεται. καὶ οὕτω μὲν κατὰ τοὺς παλαιούς. οἱ δὲ ὕστερον συνέχεαν τὰς λέξεις, ὡς εἶναι παρ' αὐτοῖς ταὐτὸν ἄστρον καὶ ἀστέρα. Τὸ δὲ "ἀστέρ' ὀπωρινῷ" συναληλιμμένως ἔχον διὰ δακτύλου χρείαν, γράφεται καὶ ἄλλως ἐντελῶς "ἀστέρι ὀπωρινῷ". καὶ ἔχουσι καὶ τοῦτο οἱ παλαιοὶ παράδειγμα συνιζήσεως, ἐν ᾗ δύο βραχεῖαι εἰς μίαν λογίζονται. τὸ ρι γὰρ καὶ τὸ ο εἰς μίαν συνεκφωνοῦνται βραχεῖαν συλλαβήν. Τοιοῦτον δ' ἐν τοῖς ἑξῆς καὶ τὸ "χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσεύς, ἠρᾶτο δ' Ἀθήνῃ". ἡ γὰρ τελευταία τοῦ ὄρνιθι καὶ ἡ ἄρχουσα τοῦ Ὀδυσεύς εἰς ἕνα βραχὺν πόδα συνιζάνουσι καὶ ποιοῦσι μετὰ τῆς δυ βραχείας καὶ αὐτῆς συλλαβῆς δάκτυλον. Ὀπώρα δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὥρα μεταξὺ κειμένη θέρους καὶ τοῦ μετ' αὐτὴν μετοπώρου.
(v. 6) Τὸ δὲ "λελουμένος Ὠκεανοῖο" ἐλλέλειπται προθέσεως, ἵνα ᾖ λελουμένος ἐπὶ Ὠκεανοῦ. τὸ δέ γε κοινὸν καὶ σύνηθες "λελουμένος Ὠκεανῷ".
(v. 5) Λέγει δὲ ἀστέρα ὀπωρινὸν τὸν κύνα, [8] ὃν ἡ κοινὴ λαλιὰ διὰ τὸ σαφέστερον κύναστρον λέγει, οὗ ἐπιτέλλοντος ἡλίῳ ἤτοι μικρόν τι προανατέλλοντος οἱ πολλοὶ γίνονται καύσωνες. διὸ καὶ οὔλιον αὐτὸν ἐρεῖ ἀλλαχοῦ. Ἀστείως δὲ καὶ προσφυῶς παρέβαλεν ὁ ποιητής. ὡς γὰρ ἐπιτέλλει ὁ κύων ἡλίῳ, ὅτε ὀλέθρια γίνεται καύματα, οὕτω καὶ Διομήδης, μικρὸς οὗτος ἀστήρ, τῷ μεγάλῳ Ἀχιλλεῖ ἐπιτέλλει, ἤτοι προανατέλλει αὐτοῦ. ὃς μετὰ μικρὸν ἀναλάμψας καὶ τὸν θυμὸν ἐκκαύσας διώξει τοὺς Τρῶας, ὡς πῦρ ἀκρίδας, καθά φησιν ἀλλαχοῦ Ὅμηρος ἐν παραβολῇ.
(v. 6) Ὠκεανὸς δὲ κατὰ μὲν ἀλληγορίαν ἐστὶ κύκλος, διχάζων ἐννοηματικῶς τὴν οὐρανίαν σφαῖραν κατὰ ἰσότητα τοῦ τῆς γῆς ἐπιπέδου καὶ τέμνων διχῇ κατ' ἐπίνοιαν αὐτὴν εἴς τε τὸ ὑπὲρ γῆν καὶ εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον καὶ διὰ τοῦτο ὁρίζων λεγόμενος. Ἐκ τοῦ τοιούτου Ὠκεανοῦ, κύκλῳ περιειληφότος τὴν γῆν, οἱ ἀστέρες ἀνέρχονται καὶ εἰς αὐτὸν αὖθις δύονται. διὸ καὶ οὕτω καλεῖται ὡς δι' αὐτοῦ τῶν ἀστέρων ὠκὺ ἄνω γινομένων ἢ καὶ ὠκέως ἀνυόντων τὰς ἑαυτῶν κινήσεις. Ἡ δὲ ποίησις Ὠκεανὸν βούλεται εἶναι ποταμὸν περιρρέοντα κύκλῳ τὴν γῆν. Ἡ δὲ ἀληθὴς ἱστορία τὴν ἔξω θάλασσαν Ὠκεανὸν λέγει. διὰ τούτου τοῦ Ὠκεανοῦ οἱ πολλοὶ ἀνατέλλειν τοὺς ἀστέρας δοκοῦσιν, ὡς οἷον ἐγγίζοντας ἢ καὶ ψαύοντας μυθικῶς τοῦ ὕδατος. Διὸ καὶ Ὅμηρος ποιητικώτερον λελοῦσθαι ἐπὶ Ὠκεανοῦ ἀστέρα λέγει, ὡς εἴπερ εἶχε τὴν λαμπρότητα διὰ τὸ ἐκεῖ λούσασθαι, καθ' [9] ὁμοιότητα τῶν λουτρῷ λαμπρυνομένων σωμάτων. Σημείωσαι δὲ καὶ ὅτι ἐν οἷς λέγει ὁ ποιητὴς πῦρ ἐκ τοῦ Διομήδους καίεσθαι ἀστέρι ἐναλίγκιον, δοξάζειν φαίνεται πυρά τινα καὶ τοὺς ἀστέρας εἶναι. Ὅθεν καὶ ἀπὸ τοῦ αἴθειν ὁ ἀστήρ, ὡς ἐρρέθη, παράγεται. [Διὸ καὶ ὁ ζηλωτὴς Ὁμήρου Σοφοκλῆς πυρπνόα τὰ ἄστρα δοξάζει, ἔνθα τὸν Διόνυσον κατά τινα μυστικὸν λῆρον πῦρ πνεόντων χορηγὸν ἀστέρων φησίν.]
(v. 8) Ὅτι θαρσαλέου καὶ ἀνδρείου ἔργον τὸ ὁρμῆσαι κατὰ μέσον, ὅθι πλεῖστοι κλονέοντο.
(v. 9) Ὅτι κατὰ τοὺς παλαιοὺς τὸ Δάρης κύριον, ἐὰν ὀξύτονον ἦν, ὥς τινες οἴονται, εἰς ους ἂν εἶχε τὴν γενικήν. τὰ γὰρ εἰς ης, φασί, δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα πρὸ τοῦ η σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικήν· σαφοῦς, πρηνοῦς, πρυλοῦς, φραδοῦς, οἷον "φραδέος νόου ἔργα τέτυκται". τὸ ψιλής ψιλῆτος παρ' Αἰσχύλῳ καὶ τὸ "Κουρῆτες ἐμάχοντο" παρὰ τῷ ποιητῇ καὶ τὸ κριτής ἔχουσιν ἄλλον λόγον, ὃν ζητητέον παρὰ τοῖς παλαιοῖς.
(v. 9-12) Χρῆσις δὲ τοῦ Δάρητος αὕτη· "Ἦν δέ τις ἐν Τρώεσσι Δάρης, ἀφνειός, ἀμύμων, ἰρεὺς Ἡφαίστοιο. δύω δέ οἱ υἱέες ἤστην Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης", οἵ, φησίν, ἀποκρινθέντες ἐναντίοι τῷ Διομήδει ὡρμήθησαν.
(v. 12) Λέγει δὲ ἀποκρινθῆναι τὸ χωρισθῆναι τοῦ ὁμίλου. Ἄλλως δὲ ἀποκρίνεσθαι τὸ ἀπολογεῖσθαι οὐκ οἶδεν ὁ ποιητής, ἀλλ' ὑποκρίνεσθαι λέγει αὐτό, καθὰ φανεῖται ἀλλαχοῦ. Ποιητικώτερον δὲ τὸ ἀποκρινθέντε μετὰ τοῦ ν. ἡ μὲν γὰρ κοινὴ φράσις ἀποκριθῆναι λέγει καὶ ἀποκριθέντε, ὥσπερ καὶ κλιθῆναι καὶ κλιθέντε, οἱ δὲ ποιηταὶ φυλάττουσι τὸ ν [10] τοῦ θέματος ἐν τούτοις τῷ νόμῳ τῶν ἀμεταβόλων. Ἰστέον δὲ ὅτι τὰ εἰρημένα ἔπη ἐπαινεῖται τῆς διηγηματικῆς ἕνεκεν ἀρετῆς, ἤγουν τῆς σαφηνείας, τῆς συντομίας, τῆς πιθανότητος, αἳ δὴ ἀρεταί εἰσι διηγήματος. ἔγκειται γὰρ τὸ ἔθνος οἱ Τρῶες, τὸ κύριον ὄνομα ὁ Δάρης, οἰκεῖον ἱερεῖ ἐκδέροντι τὰ θυόμενα, ἡ τύχη, τὸ ἀφνειός, ἡ ἀρετή, ἀμύμων γάρ, ἡ τῆς ἀρχῆς λειτουργία, ὅτι ἱερεύς, τὰ τῶν παίδων ὀνόματα καὶ ἡ περὶ πόλεμον αὐτῶν ἀρετή. Ἔστι δ' ἐν τούτοις ἰδέσθαι ὑπεμφαινόμενον καὶ ὡς δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. Ὁ γὰρ τοῦ ἀφνειοῦ Δάρητος υἱὸς Ἰδαῖος, εἰ καὶ μάχης εὖ οἶδε πάσης, ἀλλὰ τὸν ἀδελφὸν ἀφεὶς ἀβοήθητον κεῖσθαι φευξεῖται μετ' ὀλίγα φιλοψυχῶν.
(v. 9) Σύνηθες δὲ τῷ ποιητῇ οὕτως ἀφελῶς ἀπὸ ὑπαρκτικοῦ ῥήματος ἄρχεσθαι ἐν πολλαῖς τῶν διηγήσεων, οἷον "ἦν δέ τις ἐν Τρώεσσιν", "ἔστι πόλις Ἐφύρη", "ἔστι δέ τις αἰπεῖα" πέτρα.
(v. 13-26) Σημείωσαι δὲ ὅτι ἐν τοῖς ἑξῆς μέλλων ὁ ποιητὴς διὰ τοῦ Διομήδους δύο ἀριστέας κατασπάσαι τοῦ ἅρματος, Πάνδαρον καὶ Αἰνείαν, φθάνει προγυμνάζων τὸν ἥρωα ἐν ἑτέραις ξυνωρίσιν, ἀδελφικαῖς μέντοι πάσαις. καὶ νῦν μὲν Ἰδαῖον καὶ Φηγέα καταβάλλει τοῦ ἅρματος, εἶτα φονεύει τοὺς τοῦ Εὐρυμέδοντος ὀνειροπόλου γέροντος υἱούς, εἶτα τοὺς τῷ Φαίνοπι τηλυγέτους ὄντας δύο υἱούς, ἐπὶ τούτοις δὲ δύο Πριαμίδας νόθους τοῦ δίφρου κατέρριψε καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἑτάροις εἰς νῆας ἐλαύνειν ἔδωκεν, ἐφ' οἷς καὶ κατὰ Πανδάρου καὶ Αἰνείου τῆς ἡρωϊκῆς συζυγίας ἀνδρίζεται καὶ τὸ ἅρμα νικήσας ἀπάγει.
(v. 10) Τὸ δὲ ἰρεύς ψιλοῦται, ὡς ἐν τοῖς Ἀπίωνος κεῖται καὶ Ἡροδώρου, συναλιφὲν ἐκ τοῦ ἱερεύς, ὡς τὸ πόλιες πόλις. καὶ λέγουσιν οἱ αὐτοὶ καὶ κανόνα αἰτιολογικὸν τῆς ψιλώσεως οὐ πάνυ ἀναγκαῖον. Κάλλιον οὖν λέγειν ἐψιλῶσθαι αὐτὸ ὡς Ἰωνικόν. ψιλωτικοὶ γὰρ καὶ οἱ Ἴωνες. Τὸ δὲ ἤστην δοκεῖ πλεονασμὸν ἔχειν τοῦ σ, εἴπερ ἀπὸ τοῦ ἦν πρώτου προσώπου ἑνικοῦ γίνεται. εἰ δ' ἄλλως ἐκ τοῦ ἦον γίνεται, ἔχοι ἂν σὺν τῷ ῥηθέντι πλεονασμῷ καὶ συγκοπήν. ἦον γάρ, ἦες ἦεν, δυϊκὰ ἤετον, ἠέτην, καὶ κατὰ δύο [11] πάθη ἤστην.
(v. 11) Ἡ δὲ τοῦ Φηγέως κλῆσις ἔοικε τῇ τοῦ Ἰδαίου ἀκολουθεῖν. εἰ γὰρ ὁ Ἰδαῖος τῇ Ἴδῃ τῷ ὄρει παρωνόμασται, εἴη ἂν ὁ Φηγεὺς παρώνυμος ταῖς Ἰδαίαις φηγοῖς, ὅ ἐστι δρυσίν, αἳ καὶ χρήσιμοι πρὸς θυσίαν ἦσαν τῷ πατρὶ Δάρητι, σχίζαις κατακαίοντι τὰ ἱερευόμενα.
(v. 13) Ἐν τούτοις δὲ καὶ τὸν πεζὸν ἑρμηνεύων ὁ ποιητής φησιν ὁρμηθῆναι τοὺς μὲν Δαρητιάδας ἀφ' ἵππων, τὸν δὲ Διομήδην ἀπὸ χθονὸς πεζόν. ἐξ οὗ δῆλον ὅτι πεζὸς ὁ περὶ τὸ πέδον, ἀφ' οὗ καὶ γίνεται.
(v. 14) Ὅτι τὸ σχεδόν ἀεὶ παρ' Ὁμήρῳ ἀντὶ τοῦ ἐγγύς λαμβάνεται. ἀφ' οὗ καὶ σχεδία ἡ δι' ὀλίγου συμπαγεῖσα ναῦς, καὶ σχέδιον τὸ αὐθωρόν, καὶ σχέδην τὸ πλησίον. καὶ παρὰ τοῖς ὕστερον δέ, εἰ καὶ διστακτικῶς ἡ λέξις λαμβάνεται, ἀλλὰ καὶ παρ' αὐτοῖς ἐγγύτητα δηλοῖ, οἷον "σχεδὸν ἀφραίνεις", ἤγουν ἐγγὺς καὶ παρ' ὀλίγον. Κεῖται δ' ἐνταῦθα τὸ σχεδόν οὕτως· "οἳ δ' ὅτε σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες", [ἀντὶ τοῦ κατ' ἀλλήλων ἰόντες ἢ ἐπιόντες ἀλλήλοις. καὶ τοῦτο μὲν καινότερον καὶ χρηστὸν καὶ τοῖς ὕστερον, τὸ δὲ κοινότερον "ἐπ' ἀλλήλους ἰόντες".]
(v. 17) Ὅτι ἐν τῷ "οὐδ' ἔβαλεν αὐτόν" φανερῶς τὸ βάλλειν ἀντὶ τοῦ ἐπιτυγχάνειν λαμβάνεται. Τὸ δὲ "οὐκ ἔβαλεν" ἀλλαχοῦ οὐκ ἔτυχε λέγεται ἐν τῷ "ἤμβροτες οὐδ' ἔτυχες".
(v. 18) Τὸ δὲ μὴ ἐπιτυχὸν βέλος ἅλιον λέγεται τῆς χειρὸς ἐκφυγεῖν, οὗ ἀναπάλιν τὸ "τοῦ δ' οὐχ' ἅλιον βέλος ἔκφυγε χειρός". καὶ σημείωσαι τὸ "βέλος ἔκφυγεν". Οὕτω γὰρ καὶ ἔπος φεύγειν ἕρκος ὀδόντων φησίν, ὅταν ὁ λόγος εἴη μὴ καίριος.
(v. 19) Ὅτι ὥσπερ ἐκ τοῦ παρὰ ποταμὸν παραποτάμιος σύνθετον ὄνομα, οὕτω καὶ ἐκ τοῦ μετὰ μαζὸν στῆθος μεταμάζιον τὸ μεταξὺ τῶν μαζῶν, ὡς καὶ μεταίχμιον τὸ μεταξὺ τῶν αἰχμῶν.
(v. 20) Ὅτι πάνυ φίλιππον τὸν Διομήδην [12] εἰδώς ποθεν, οἷα εἰκός, ὁ ῥηθεὶς Ἰδαῖος, ἀφεὶς τοὺς ἵππους ἀπόρουσεν, ἀντιδοὺς οἷον αὐτοὺς εἰς λύτρον τῷ Διομήδει. ὁ δὲ περὶ αὐτοὺς πονηθεὶς ἀπέσχετο τοῦ Ἰδαίου, ἵππους ἀγαθοὺς ἀγεννοῦς ἐχθροῦ ἀλλαξάμενος, ὃ τρόπον ἄλλον καὶ ὁ βασιλεὺς ἐπὶ τῆς Αἴθης φανεῖται πεποιηκὼς τῆς εὐγενοῦς καὶ δρομάδος ἵππου. Γελοῖος δὲ ὁ ἀφεὶς μὲν τὸ ἅρμα, δι' οὗ τάχιον ἂν ἔφυγε, φεύγων δὲ πεζός. εἰ μὴ ἄρα ἵππους εἰς σωτηρίαν ἑαυτοῦ, ὡς ἐρρέθη, ἀντέδωκεν, οὓς καὶ ἐξελάσας ὁ Διομήδης ἔδωκεν ἑταίροις κατάγειν κοίλας ἐπὶ νῆας. Ὅτι δὲ φίλιππος ὁ Διομήδης, δηλοῖ καὶ τὰ κατὰ τὸν Αἰνείαν, οὗ καὶ τοὺς ἵππους ἐξ ἀκριβοῦς πολυπραγμοσύνης γενεαλογεῖ. καὶ ἐν τοῖς κατὰ Δόλωνα δὲ δηλωθήσεται περὶ τοὺς ἵππους ἐνδιακειμένως ἔχειν αὐτόν. Ἴσως δὲ καὶ ταραχθεὶς τὰς φρένας ὁ Ἰδαῖος ὑπὸ φόβου παρεπλάγχθη τοῦ συμφέροντος, ὃ καὶ Πάρις ἔπαθεν, ὁπηνίκα ἑλκόμενος τῆς κόρυθος καὶ ἀγχόμενος οὐκ ἐνόησε χρήσασθαι ξίφει κατὰ τοῦ ἕλκοντος. Ἐνταῦθα δὲ καὶ ὡς ἄφιλον τὸν δειλὸν Ἰδαῖον Ὅμηρος ὑποσκώπτειν ἔοικεν, εἴπερ ἀπόρουσεν λιπὼν περικαλλέα δίφρον, σὺν αὐτοῖς δηλαδὴ ἵπποις, οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο. Ἔστι δὲ καὶ νῦν περιβῆναι τὸ ἐπάνω τοῦ νεκροῦ στάντα ὑπερμαχῆσαι, ὃ καὶ ἀμφιβῆναι λέγεται, ὡς προεγράφη. Κυριολεκτεῖται δὲ μάλιστα ἡ λέξις ἐπὶ κυνῶν καὶ λεόντων καὶ τοιούτων, ἃ τῶν σκύμνων ὑπερμάχονται ἀμφιβαίνοντα.
(v. 22) Ὅτι τὸ "οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν" καὶ τὸ "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός" καὶ ὅσα τοιαῦτα, περιττὴν ἔχουσι τὴν μίαν ἀπόφασιν κατὰ Ἀττικὴν συνήθειαν. ἔστι δὲ τῶν δύο ἀρνήσεων ἡ μὲν μία τοῦ ῥηματικοῦ πράγματος, ἡ ἑτέρα δὲ τοῦ προσώπου, ἵνα λέγῃ ὅτι οὐδὲ ὑπεξέφυγεν ἂν οὐδὲ αὐτός. καὶ ἐνδείκνυνται τὴν παντελῆ ἄρνησιν τοῦ πράγματος.
(v. 23) Ὅτι τὸ θεὸς σάωσε νυκτὶ καλύψας, ἀντὶ τοῦ ἀορασίᾳ κρύψας, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου πῦρ ἔφη ἀνῆφθαι τῷ Διομήδει τὸ ὁρᾶσθαι καὶ φαίνεσθαι πᾶσιν, ὡς προγέγραπται. ταὐτὸν δέ ἐστιν εἰπεῖν νυκτὶ καλύψαι καὶ ἠέρι. ἄμφω γὰρ ἀορασίαν δηλοῖ. [Τοιαύτη δέ τις νὺξ δηλοῦται καὶ ἐν τῷ "ὀρώρει δ' οὐρανόθεν νύξ".]
(v. 24) Ὅτι οἶκτον ἐπὶ γέροντι λυπουμένῳ φράζει τὸ "ὡς δὴ μὴ πάγχυ γέρων ἀκαχήμενος [13] εἴη", ἤγουν ἵνα μὴ πάντῃ λυποῖτο.
(v. 27 s.) Ὅτι καινόν τι σχῆμα τὸ "ἐπεὶ ἴδον υἱοὺς Δάρητος, τὸν μὲν ἀλευάμενον", ὅ ἐστι φυγόντα, "τὸν δὲ κτάμενον". τὸ γὰρ σύνηθες οὕτω· τῶν παίδων τοῦ Δάρητος τὸν μέν, τὸν δέ. Αἰτία δὲ αὕτη τοῦ τοιούτου σχήματος. εἰπὼν ἐξ ἀρχῆς ὁ ποιητὴς ὡς ἐν σχεδιασμῷ τοὺς υἱούς, καὶ μὴ δυνάμενος τῇ τοιαύτῃ πληθυντικῇ καταρχῇ τοῦ λόγου ἓν ῥῆμα συντάξαι διὰ τὴν τοῦ πάθους ἀμφοῖν τῶν παίδων ἀνομοιότητα ‑ ὁ μὲν γὰρ πέφευγεν, ὁ δὲ τέθνηκε ‑ διαιρεῖ ἐξ ἀνάγκης τὸ συνημμένον καὶ λύει τὴν πληθυντικὴν αἰτιατικὴν εἰς δύο ἑνικὰς αἰτιακάς. Σχηματίζει δὲ καὶ ἄλλα πολλὰ ὁμοίως ὁ ποιητής. Οὕτω δέ πως πρὸ τούτου ᾐτιολόγηται καὶ τὸ "ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς". Ὅμοια δὲ τῷ ῥηθέντι κατὰ τοὺς υἱοὺς τοῦ Δάρητος σχήματι καὶ ἕτερα μυρία οὐ μόνον παρ' Ὁμήρῳ ἀλλὰ καὶ ἑτέροις, ἐν οἷς καὶ Σοφοκλέους τὸ "τὼ κασιγνήτω", ἤγουν τοὺς κασιγνήτους, "τὸν μὲν προτίσας, τὸν δ' ἀτιμάσας ἔχει". Πάρισα δὲ ποιητικὰ καίρια τῷ ποιητῇ ἀγλαΐζοντι τὸν λόγον ἐπὶ τῇ τοῦ ἥρωος ἀριστείᾳ τὸ ἀλευάμενον καὶ τὸ κτάμενον, ὧν τοῦ μὲν ἀλέω τὸ θέμα, οὗ ἐκ παραγώγου μὲν τὸ ἀλεείνω γίνεται, ἐξ ἐπενθέσεως δὲ τοῦ υ τὸ ἀλεύω. τούτου ἀόριστος ἤλευα, ὅθεν τὸ ἠλευάμην καὶ ὁ ἀλευάμενος. Τοῦ δὲ κτάμενον προϋπάρχει ῥῆμα κτῶ, ἀφ' οὗ δύο παράγωγα· τὸ κτείνω ῥητὸν καὶ τὸ κτῆμι ἄρρητον, οὗ μετοχαὶ ὁ κτάς ὡς ἱστάς, καὶ ὁ κτάμενος ὡς ἱστάμενος. Καὶ μετ' ὀλίγα δὲ ὁμοίως παρισοῖ ὁ ποιητὴς ἐν τῷ "χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν".
(v. 29-35) Ἀθηνᾶ, ἡ φρόνησις, χειρὸς ἑλοῦσα τὸν τοῖς Τρωσὶ βοηθοῦντα θοῦρον Ἄρηα, ἤτοι τὸ ἄλογον θράσος, [14] ἐξάγει τῆς μάχης, ὡς ἤδη τῆς ἀλογίστου θρασύτητος ἀποσβεννυμένης κατὰ βραχὺ τοῖς Τρωσί. συναποχωρεῖ δὲ καὶ αὐτὴ ἡ Ἀθηνᾶ, διότι οὐκέτι βουλευμάτων χρεία τοῖς ἔμφροσιν Ἕλλησιν οὐδὲ θεωρίας βουλευτικῆς, ἀλλὰ πράξεων ῥωμαλέων καὶ ἀνδρικῶν. Συντομώτερον δὲ ἄλλως εἰπεῖν, διότι οὔτε οἱ Ἕλληνες νῦν βουλεύονται οὔτε οἱ Τρῶες ἀλογίστως μάχονται, καὶ ὅτι οὐδὲ μέγα τι εὐθὺς γίνεται ὡς μετὰ ταῦτα, οὐδὲ θεῶν παρουσίας δεόμενον. ἔτι δὲ καὶ ἵνα σεμνύνῃ τοὺς Ἀχαιούς, ὡς ἐν τῇ κατὰ μόνας καὶ δίχα θεῶν μάχῃ ὑπερτεροῦντας τῶν Τρώων. Ἔτι ποιεῖ Ὅμηρος τοῦτο καί, ἵνα μὴ τὰ λεγόμενα ἐνταῦθα μῦθοι δόξωσι. διὸ ἐξάγει τοὺς μυθικοὺς θεοὺς καὶ ἐκ μέσου τίθησι.
(v. 30) Τὸ δὲ "χειρὸς ἑλοῦσα" ἢ πέπλου καὶ τὰ τοιαῦτα Ἀττικά, ἀντὶ τοῦ· ἐκ τῆς χειρὸς ἢ τοῦ πέπλου. ἢ καὶ τὸ ἑλεῖν ἀντὶ τοῦ ἅψασθαι καὶ νῦν εἴληπται.
(v. 31) Ὅτι ἀναδιπλασιάζων ἐνταῦθα Ὅμηρος τὴν τοῦ Ἄρεος κλητικὴν ἐν τῷ "Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα", ὅπερ ἀπαραλλάκτως που καὶ ἐν τοῖς ἑξῆς κεῖται, ἐκτείνει ἐν τῇ πρώτῃ κλήσει τὸ δίχρονον, συστέλλει δὲ ἐν τῇ δευτέρᾳ. Καὶ ὅρα ὅπως ὁμοῦ παρέθετο τὸ αὐτὸ ὄνομα ἐν ἐκτάσει τε διχρόνου καὶ ἐν συστολῇ, ὡς ἂν ἐνδείξηται σαφέστατα τὴν διφόρησιν τῶν δισήμων διχρόνων, ἥτις πολλαχοῦ φαίνεται. [Καὶ μὴν ἐνταῦθα δόξοι ἂν λόγος κανονικὸς ὑπεῖναι τῇ διφορήσει, ἵνα τὸ μὲν δεύτερον Ἄρες συστέλλῃ τὸ δίχρονον, ὡς τοῦ Ἄρης ἐκ βραχυνομένου τοῦ στερητικοῦ α καὶ ἐκ τοῦ ῥῶ, τὸ λέγω, συγκειμένου κατά τινας. Τὸ δὲ πρῶτον Ἆρες ἐκτείνει τὴν ἄρχουσαν ὡς ἐκ τῆς ἀρᾶς καὶ τοῦ ἀρᾶσθαι. Ὡς γὰρ τοῦ ἴσχω θέσει μακρὰν ἔχοντος τὴν παραλήγουσαν διὰ τὰ ἐπαγόμενα δύο σύμφωνα ὁ ἐκεῖθεν γενόμενος ἰχώρ ἐν ἀπελεύσει τοῦ σ, οὐ [15] θέσει ἀλλὰ φύσει, μακρὰν ἔχει τὴν παραλήγουσαν, οὕτως ἐκ τοῦ ἀρνός, ἐν ᾧ θέσει μακρὰ ἡ ἄρχουσα, γενόμενα τὸ ἀρᾶσθαι καὶ ἡ ἀρά τὸν μὲν ἄρνα θέσει μακρὸν ἀφιᾶσιν ἔχειν τὸ παραλῆγον α, ἐκεῖνα δὲ φύσει ἐκτείνουσι τὸ ἐν αὐτοῖς ἀρκτικὸν α, ὡς δῆλον καὶ ἐκ τοῦ "ἀλλ' ἕνεκ' ἀρητῆρος" καὶ ἐκ τοῦ "θεοὶ δ' ἐτέλειον ἐπαράς". Οὐκοῦν καὶ Ἄρης ὁ ἐκ τοῦ ἀρᾶσθαι ἢ τῆς ἀρᾶς γενόμενος φύσει μακρὸν ἔχει τὸ κατάρχον δίχρονον; καὶ ταῦτα μὲν οὕτως ἔχοιτο ἂν λόγου.] Τινὲς δέ φασι γενέσθαι τοῦτο οὐ μόνον κατὰ ἀδιαφορίαν διχρόνου, ἀλλὰ καὶ ὅτι φυσικώτερον ὁ ποιητὴς ἐνταῦθα, ὡς οἷόν τε ἦν, φυσικὴν ἐξαλλαγὴν Ἄρεος, ἤτοι πολέμου, μιμεῖται, ὃς ἐξ ἐπιτάσεως πολλῆς καὶ μεγίστης συντονίας ὕστερον ἄνεσιν δέχεται καὶ οἷόν τινα συστολήν, ὡς κεκμηκότων τῶν μαχομένων, ἀπ' ἐναντίας τῇ καθ' Ὅμηρον ἀλλαχοῦ Ἔριδι. ἐκείνη γὰρ πολέμου προάρχουσα ἐκ μικροῦ εἰς μέγα ἄνεισιν. Ἰστέον δέ, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, ὅτι τοῦ "Ἆρες Ἄρες", τὸ σχῆμα παλιλλογία ἐστί, καὶ ὅτι ὁ γραμματικὸς Ἰξίων τὸ δεύτερον Ἄρες ὀξύνει, γράφων ἀρές, ὅ ἐστι βλαπτικέ. Οὐδέποτε γάρ, φησί, κυρίου ὀνόματος κλητικὴ παραλλήλως κεῖται παρὰ τῷ ποιητῇ. πρόδηλον δέ, φησί, καὶ ἐκ τοῦ βροτολοιγέ καὶ τοῦ μιαιφόνε, ὅτι καὶ τὸ Ἄρες ἐπιθετικόν ἐστιν. ὁ δὲ Πτολεμαῖος καὶ ἡ παράδοσις διὰ μείζω ἔμφασιν κύριον καὶ τὸ δεύτερον Ἄρες παραλαμβάνει. Σημειωτέον δὲ ὅτι κοινὴ μὲν καὶ καθωμιλημένη κλίσις τοῦ Ἄρεος κατὰ τὸν Δημοσθένην ἐστὶ καὶ κατὰ τὰ ὅμοια ἐκείνῳ· κλίνεται δὲ καὶ ἄλλως κατὰ τοὺς παλαιούς. Ἡρῳδιανὸς οὖν φησιν, ὅτι πλείοσι κλίσεσιν ὁ Ἄρης κέχρηται. καὶ γὰρ καὶ ὡς ἰαμβικὸν μὴ ἔχον ἐπ' εὐθείας τὸ τ περιττοσύλλαβον ἔχει τὴν γενικήν· Ἄρης Ἄρητος, ὅθεν Ἀρητιάδης παρ' Ἡσιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριστικόν. Κλίνεται δὲ καὶ ὡς σπονδειακόν· Ἄρης Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον [16] ἐπεκτείνας Ἀρχίλοχος ἔφη ἐν τοῖς τριμέτροις "παῖδα Ἄρεω μιῃφόνου". Ἔστι, φησί, καὶ ἄλλη πλάγιος παρ' Ὁμήρῳ "Ἄρεος ἀνδροφόνοιο", καθ' ὁμοιότητα τῶν ὑπὲρ δύο συλλαβάς. ὡς γοῦν Σωκράτης Σωκράτεος ὦ Σώκρατες, οὕτως Ἄρης Ἄρεος Ἄρες. Ἔστι καὶ Ἄρεως γενική, ἣ οὐ χρὴ γενέσθαι ἀπὸ τοῦ Ἄρης. Ὡς γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείναντες ἐροῦσιν ἀπὸ τοῦ Σωκράτεος Σωκράτεως διὰ τοῦ ω μεγάλου, ἀλλ' οὐδὲ Ἴωνες Σωκράτηος, οὕτως οὐδὲ ἀπὸ τοῦ Ἄρης Ἄρεος τοιοῦτόν τι γενήσεται. ἀλλὰ μὴν εὑρίσκομεν καὶ Ἄρηος καὶ Ἄρηϊ κρατερῷ καὶ Ἄρηα. Λεκτέον οὖν ὅτι Ἀττικοὶ καὶ Ἴωνες ἑτέραν κατάληξιν, φησίν, ὑποστησάμενοι, οὕτω πεποίηνται ταύτην τὴν κλίσιν. Ἔσται δὴ καὶ Ἄρευς εὐθεῖα, ἥτις παρ' Ὁμήρῳ μὲν οὐκ ἔστι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, οὗ καὶ χρῆσιν προαγαγὼν λέγει καί, ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰς ευς ὡς Αἰολικόν. Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἡρῳδιανοῦ. Ἰστέον δὲ καὶ ὅτι τὸ τειχεσιπλῆτά τινες διὰ τοῦ β γράφουσιν. ἀμφοτέρων δὲ μία ἔννοια. ἔστι γὰρ τειχεσιπλήτης μέν, ὡς ἄν τις εἴπῃ, πολιορκητής, ὁ τοῖς τείχεσι πλησιάζων ἐπὶ πορθήσει, τειχεσιβλήτης δὲ ὁ καταβάλλων τὰ τείχη. [Καὶ ὅτι βροτολοιγός κοινότερον μὲν ὁ ἀνδροφόνος, δύναται δέ ποτε σκωφθῆναι τοιοῦτος καὶ ὁ ἄτεχνος ἰατρός. Ὁ δὲ Κωμικός, φασί, βροτολοιγόν ἰδίως που ἔφη τὸν καὶ αἰσχρολοιχόν λεγόμενον κατὰ ἀναλογίαν τοῦ ματιολοιχοῦ διὰ τὸ τοὺς τοιούτους παραιτίους γίνεσθαι τοῦ μὴ κύειν τὰς γυναῖκας καὶ οὕτως ἐπ' ὀλέθρῳ βροτῶν εἶναι. Ἡ δὲ τὰ τοιαῦτα μεθοδεύουσα βλασφημία, ἥν, φασί, κατεδείξατο μὲν Ὅμηρος ἀρχῆθεν καὶ οἱ τῷ χρόνῳ ἐγγὺς αὐτοῦ ποιηταί, ἐπηύξησαν δὲ ὕστερον κωμικοί τε καὶ ῥήτορες, ἔστι δ' ὅποι καὶ τῶν συγγραφέων τινὲς καὶ ἄλλας λέξεις ὁμοίως ἐκαινοτόμησαν, ὡς ἑξῆς που φανεῖται.] Σημείωσαι δὲ καὶ ὅτι τὸ μιαιφόνος οὐδ' ἐνταῦθα ἐπὶ ὕβρει κεῖται. τί γὰρ ἔδει μάτην οὕτω καὶ οὐκ ἐν καιρῷ λοίδορον εἶναι τὴν Ἀθηνᾶν; δηλοῖ δὲ ἁπλῶς οὕτως ὡς ἐν μετρίῳ σκώμματι τὸν αἱμοβαφῆ. Ἔστι γὰρ μιαίνεσθαι μὲν τὸ βάπτεσθαι, ὡς καὶ προγέγραπται, [ἀφ' οὗ καὶ μιαρός που [17] νεκρός ἐν τοῖς ἑξῆς ὁ αἱμοβαφής.] Φόνος δὲ τὸ αἷμα. Ἐνθυμητέον δὲ καὶ ὡς ἐν τῇ προσεχῶς ἐκτεθείσῃ χρήσει τοῦ Ἀρχιλόχου τὸν παρ' Ὁμήρῳ μιαιφόνον μιῃφόνον ἐκεῖνος ἔφη.
(v. 33) Ὅτι ὀρέξαι καὶ ἐνταῦθα τὸ δοῦναι. φησὶ γάρ· "ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξει", ἤγουν ἐκτείνας τὴν χεῖρα δώσει. Κυρίως γὰρ ὀρέγειν τὸ ἐκτείνειν, ὅθεν καὶ ὀρεκτόν, ὡς προεδηλώθη, δόρυ. καὶ ὄργυια ἡ εἰς πλάτος ἔκτασις ἀμφοῖν ταῖν χεροῖν. τὸ μέντοι ὀρέξασθαι παθητικῶς οὐ δόσιν ἀλλὰ μόνην ἔκτασιν δηλοῖ.
(v. 32-34) [Ἰστέον δὲ ὅτι τὸν ἐνταῦθα Ὁμηρικὸν τόπον ἐπὶ προσώποις εἰρηνικοῖς παρῳδήσας ἐρεῖ τις οὕτω· οὐκ ἂν δὴ τούσδε μὲν ἐάσαιμεν καὶ τούσδε μάρνασθ', ὁπποτέροισι θεὸς κῦδος ὀρέξῃ, νῶϊ δέ, τουτέστιν ἡμεῖς, χαζώμεσθα θεοῦ δ' ἀλεώμεθα μῆνιν, ὅ ἐστιν ἐκκλίνωμεν, ὡς πρὸ βραχέων εἴρηται.]
(v. 35) Ὅτι μάχην ἔλλογον δηλοῖ, ὡς καὶ προεδηλώθη, τό· ἡ Ἀθηνᾶ μάχης ἐξήγαγε θοῦρον Ἄρηα. ἔνθα φανερῶς ἑτεροῖον παρὰ τὴν μάχην ὁ Ἄρης ἐστίν.
(v. 36) Ἐνταῦθα δὲ καὶ τὸν Σκάμανδρον ἠϊόεντα λέγει διὰ τὰ περὶ αὐτόν, ὡς εἰκός, ὀχθώδη αἰγιαλοῦ δίκην, ἵνα εἴη συγκοπεὶς ἐκ τοῦ ἠϊονόεις. ἠϊόνες γὰρ οἱ αἰγιαλοί. Δύναται δὲ καὶ ἀπὸ ἄνθους τοῦ ἴου εἶναι πλεονασμῷ τοῦ η ἠϊόεις, οἱονεὶ ὁ ἀνθηρός, διὰ τὸν προρρηθέντα ἐκεῖσε ἀνθεμόεντα λειμῶνα.
(v. 3740) Ὅτι ὅτε Τρῶας ἔκλιναν Δαναοί, ἕλε δ' ἄνδρα ἕκαστος ἡγεμόνων, πρῶτος ὁ Ἀγαμέμνων ἐξέβαλε, τουτέστιν ἐξέρριψε, τινα τοῦ δίφρου Ὀδίον, ἀρχὸν Ἁλιζώνων "πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξε". Καὶ σημείωσαι ὅτι πρῶτος ὁ βασιλεὺς ἀνδραγαθεῖ ἐνταῦθα καὶ ὅτι τὸν πρῶτον στρεφθέντα εἰς φυγὴν ὡς λειποτάκτην μισῶν Ὅμηρος οὐκ ἐᾷ διεκσωθῆναι.
(v. 40) Ὅρα δὲ καὶ ὅπως ὁ τὰ νῶτα δείξας ἀβοήθητός ἐστιν ὡς ἤδη κείμενος. διὸ καὶ ὁ Νέστωρ τῷ Διομήδῃ κειμένῳ πού [18] φησιν· "ἔγρεο, μή τις τοι καθεύδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ". Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ἐμπαγῆναι τὸ δόρυ τῷ στήθει καὶ διεκπεσεῖν εἰς ὤμους καὶ μετάφρενα οὐ μωμητὸν ἦν, ὡς πολλαχοῦ φαίνεται, τὸ δὲ ἀνάπαλιν ἀγεννὲς ἦν.
(v. 39) Καὶ ὅτι τὸ Ὀδίος παροξύνεται ὡς τρίβραχυ κύριον κατὰ κανόνα, ὃς ἤδη γνωσθεὶς ὅμως που καὶ μετὰ τοῦτο γραφήσεται. Ἁλιζώνους δὲ οἱ μὲν τοὺς Παφλαγόνας φασί, οἱ δὲ τοὺς περὶ τὴν ἀγκάλην τοῦ Πόντου τὴν μεταξὺ Τραπεζοῦντος καὶ Παφλαγονίας, παρὰ τὸ τῇ ἁλὶ ζώννυσθαι ἤτοι περιέχεσθαι. Ἄλλοι δὲ θέλουσι περὶ τὴν Καρικὴν αὐτοὺς κεῖσθαι θάλασσαν. τολμῶσι δέ τινες καὶ ἔθνος αὐτοὺς καλεῖν Θρᾳκικόν. Εἴρηται δὲ περὶ αὐτῶν πλατύτερον ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.
(v. 40) Σημείωσαι δὲ καὶ ὅτι φιλεῖ Ὅμηρος στρεφθέντα λέγειν, οὐ μὴν στραφέντα, ὡς καὶ Εὐριπίδης θρεφθῆναι εἶπεν ἀντὶ τοῦ τραφῆναι. Προτιμῶνται γὰρ οἱ σοφοὶ τὴν καίριον τραχυφωνίαν τῆς ἀκαίρου λειότητος, ὡς δηλοῖ καὶ τὸ βρεχθῆναι τὴν γῆν παρὰ Δίωνι ἀντὶ τοῦ βραχῆναι, καὶ τὸ θαφθεῖσι παρ' Ἡροδότῳ ἀντὶ τοῦ ταφεῖσι, καὶ "χλανιδίων ἔσω κρυφθείς" παρ' Εὐριπίδῃ, καὶ βλαφθείς παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ βλαβείς.
(v. 40 s.) Ὅτι διασαφῶν ὁ ποιητής, ποῖον λέγει μετάφρενον, ἐπάγει γνώρισμα σαφές, ὅτι τὸ μεταξὺ μὲν τῶν ὤμων, ἀντικρὺ δὲ τοῦ στήθους. φησὶ γάρ· "μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασε", καὶ πάλιν μετ' ὀλίγα· "μετάφρενον οὔτασε δουρὶ ὤμων μεσσηγύ", καὶ ἑξῆς ὁμοίως.
(v. 42) Ὅτι οὐχ' οὕτω τραχὺν ἦχον ὁ δοῦπος ἔχει, ὡς ὁ ἄραβος, καθὰ δηλοῖ [19] καὶ ὁ ποιητὴς εἰπών· "δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχεα ἐπ' αὐτῷ", τῷ μὲν σώματι δοὺς τὸν δοῦπον, τοῖς ὅπλοις δὲ τὸν ἄραβον.
(v. 43 s.) Ὅτι Φαιστός μὲν ὀξυτόνως πόλις Κρήτης, Φαῖστος δὲ βαρυτόνως κύριον ὄνομα, ὃν Ἰδομενεὺς ἀναιρεῖ. Ἔνθα καὶ ὅρα ὅπως ἀστείως ὁ ποιητὴς τῷ τῆς Κρήτης βασιλεῖ ἄνδρα ὑποκλίνει ἐκεῖθέν πως τὸ ὄνομα ἔχοντα. ὁ γὰρ Φαῖστος οὗτος ὁ ἐκ Τάρνης, φησίν, ἐριβώλακος, τῇ Φαιστῷ παραλαλεῖται πόλει Κρητικῇ. Τάρνη δὲ Μῃόνων ἤτοι Λυδῶν πόλις, ἐπίκουρος Τρώων. Ὁ δὲ γράφων τὰ Ἐθνικὰ καὶ πόλιν Ἀχαΐας Τάρνην φησί. γέγονε δέ τις μνήμη Τάρνης καὶ ἐν Βοιωτίᾳ.
(v. 46) Ὅτι τὸ κεντῆσαι ἤτοι τρῶσαι νύξαι λέγει. φησὶ γάρ· ἔγχει μακρῷ ἔνυξεν ἵππων ἐπιβησόμενον.
(v. 47) Ὅτι φανερῶς καὶ ἐνταῦθα κεῖται ὁ σκότος ἀρσενικῶς ἐν τῷ "στυγερὸς δ' ἄρα μιν σκότος εἷλε", λέγει δὲ τὸν θάνατον. διὸ παρακατιών φησι· "θάνατος δέ μιν ἀμφεκάλυψε", καὶ πάλιν· "τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος". Τὸ μέντοι ἐπὶ τοῦ ἀέρος καὶ αὐτὸ τὰ μὲν πολλὰ οἱ παλαιοὶ ἀρσενικῶς προάγουσι, ἔστι δὲ ὅτε καὶ κατὰ γένος οὐδέτερον.
(v. 48) Ἐνταῦθα δὲ καὶ τὸ σκυλεύειν συλεύειν φησί, διότι καὶ τὰ σκῦλα σῦλα λέγεται. ὅθεν καὶ τὸ συλαγωγεῖν. Προσφυῶς δὲ τὸν ἐν Ἅιδου σκότον στυγερόν ἔφη παρὰ τὴν ἐκεῖσε Στύγα.
(v. 49-54) Ὅτι Σκαμάνδριόν [20] τινα λέγει ὑπὸ Μενελάου πεσεῖν θήρης αἵμονα, ἤγουν ἐπιστήμονα, ἐσθλὸν θηρητῆρα, ἑκηβολίαις κεκασμένον, ὃν ἐδίδαξεν Ἄρτεμις αὐτὴ βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη. ἔπαινοι δὲ ταῦτα κυνηγοῦ. Ὅτι δὲ κυνηγετικὴ ἡ Ἄρτεμις, πολλαχοῦ ὁ μῦθός φησιν. Ὥσπερ δὲ τὸν ἄριστον χαλκεύειν ὁ Ἥφαιστος λέγεται διδάξαι, καὶ τῷ τοξότῃ διδάσκαλος ὁ Ἀπόλλων, καὶ ὁ δεξιὸς δὲ κλέπτειν Ἑρμοῦ πλάττεται μαθητής, Ἀθηνᾶς δὲ ὁ τέκτων, ὡς μετ' ὀλίγα ὁ Φέρεκλος, οὕτω καὶ τὸν κυνηγετικὸν Σκαμάνδριον ἡ Ἄρτεμις ὡς θηρατικὴ διδάξαι τὴν θήραν λέγεται, [οὐ διά τινος μεθοδεύοντος ἢ ἐνεργοῦντος τὰ ἐκείνης, ἀλλ' αὐτὴ ἐκείνη, ὃ δὴ κατ' ἐξοχὴν ῥηθὲν τεχνικώτατον ὡς θυμόσοφον ἢ θεόσοφον εἶναι τὸν Σκαμάνδριον ὑποδηλοῖ. Οὕτω καὶ Φέρεκλος μετ' ὀλίγιστα φιλητὸς φανεῖται τῇ Ἀθηνᾷ ὡς ἀγαθὸς ναυπηγός.]
(v. 51) Ἰστέον δὲ ὅτι τὸ "ἐσθλὸν θηρητῆρα" ἐφερμηνευτικόν ἐστι τοῦ "αἵμονα θήρης", ὥσπερ καὶ τὸ Ἄρτεμις αὐτὸν ἐδίδαξεν. Ἔστι δὲ αἵμων οἱονεὶ δαίμων ἤτοι δαήμων, τουτέστι μεμαθηκώς· οὗ τὸ ἐναντίον ἀδαήμων, οἷον "μάχης ἀδαήμονι φωτί". Ἡ δὲ τραγῳδία ἔχει καὶ κύριον ὄνομα Αἵμονα.
(v. 52) Τὸ δὲ "ἃ τρέφει οὔρεσιν ὕλη" φιλοσόφως πρόσκειται. ἄγρια μὲν γὰρ φύσει πάντα τὰ ἄλογα, ὧν διαστέλλεται τῷ ἡμέρῳ ὁ ἄνθρωπος. Κυνηγός δὲ οὐχ' ὁ πᾶν ἁπλῶς ἄγριον βάλλων, ἀλλ' ὁ τὰ ἐν ὄρεσι. τὰ κατοικίδια γὰρ ἄγρια ἢ τὰ περιειργμένα καὶ ὁ τυχὼν ἂν βάλλοι.
(v. 54) Σημείωσαι δὲ καὶ ὡς τὸ μὲν ἑκηβόλος Ἀπόλλωνος ἐπίθετον εἶναι θέλει ὁ ποιητής, τὸ δὲ θηλυκὸν παράγωγον, τὴν ἑκηβολίαν, οὐκ ὀκνεῖ καὶ ἀνδρὶ θνητῷ ἐπιλέγειν, ὥσπερ ἐνταῦθα τῷ Σκαμανδρίῳ αὐτὴν προσμαρτυρεῖ. Ἐκ τοῦ ἑκὰς δὲ βάλλειν ὁ ἑκηβόλος συντεθείς, καθὰ καὶ ἡ ἑκηβολία, ὅμως διὰ τὸ συχνὸν τῶν βραχειῶν συλλαβῶν ἔτρεψαν τὸ α τῆς δευτέρας μετὰ τὴν ἄρχουσαν [21] συλλαβῆς εἰς μακρὸν τὸ η διὰ συντέλειαν δακτυλικήν. Τὸ δ' αὐτὸ αἴτιον καὶ τὴν ἐλαφοβολίαν ἐλαφηβολίαν ἔφρασε καὶ τὴν σταχυολόγον σταχυηλόγον καὶ τὸν λαμπαδοφόρον λαμπαδηφόρον.
(v. 53) Ὅτι τὸ "ἀλλ' οὔ οἱ τότε χραῖσμεν Ἄρτεμις" ἁπλῶς οὕτω παρέρριψεν ἀφελῶς ὁ ποιητής, οὐ σκώπτων τὴν Ἄρτεμιν, ὡς μὴ ἔχουσαν τῷ μαθητῇ κυνηγῷ Σκαμανδρίῳ βοηθεῖν, ἀλλ' αὐτὸ λέγων ἁπλοϊκῶς δίχα εἰρωνείας τὸ πρᾶγμα, ὅτι δηλαδὴ οὐδὲν ἐλυσιτέλησε τῷ Σκαμανδρίῳ ἡ τοξικὴ τέχνη. Εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ σχήματα, καθὰ καὶ ὅτε ξενοδόχου τινὸς πεσόντος φησίν, ὡς οὐδέν τι τότε αὐτῷ ἔχραισμεν ἡ φιλοξενία καὶ τὸ πάντας φιλεῖν "ὁδῷ ἔπι οἰκία ἔχοντα". καὶ ἐκεῖ γὰρ οὐ σκώπτει ἀπανθρώπως τὸ τῆς φιλοξενίας φιλάνθρωπον, ἀλλὰ φιλαλήθως ἱστορεῖ οἷος ἐκεῖνος ὢν οἷον ἔπαθεν.
(v. 59-64) Ὅτι ἀναιρεῖται ἐνταῦθα ὑπὸ Μηριόνου Φέρεκλος, τέκτονος υἱὸς Ἁρμονίδου, ὃς ὑπὸ Ἀθηνᾶς, φησίν, ἔξοχα φιλούμενος "χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν". "ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο, οἷ τ' αὐτῷ". Ἰστέον δὲ ὡς φέρεται λόγος, ὅτι Λακεδαιμονίοις λοιμῷ πιεζομένοις ἔχρησεν Ἀπόλλων ἐξιλάσκεσθαι τοὺς τῶν Τεύκρων, ἤγουν τῶν Ἰλιέων, δαίμονας. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον ἐποίει τὸ προσταχθέν. κἀκεῖθεν συμπλεύσαντος αὐτῷ Ἀλεξάνδρου συμπαραγέγονεν εἰς Δελφούς. καὶ αὐτὸς μὲν ἐζήτει χρησμὸν λήψεσθαι περὶ παίδων γενέσεως, Ἀλέξανδρος δὲ περὶ γυναικὸς ἐμαντεύετο. χρᾷ οὖν αὐτοῖς ἡ Πυθία· "Τίπτε δύο βασιλῆες, ὃ μὲν Τρώων, ὃ δ' Ἀχαιῶν, οὐκέθ' ὁμὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὃ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὃ πῶλον ἑλεῖν. τί νυ μήσῃ, ὦ μεγάλε Ζεῦ"; τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι.
(v. 63 s.) Διὸ καὶ Ὅμηρός φησιν, ὅτι αἱ νῆες κακὸν ἐγένοντο τοῖς Τρωσὶ καὶ τῷ ναυπηγησαμένῳ, "ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη", τὸν ῥηθέντα δηλαδὴ χρησμόν, ἢ ἃ ὤφειλεν εἰδέναι. πυθέσθαι γὰρ ἐχρῆν καὶ μαθεῖν θεόθεν, εἰ ναυπηγητέον. οἱ δέ φασιν ὅτι θέσφατα λέγει ὧδε ὁ ποιητὴς τὸν χρησμόν, ὃς δοθεὶς τοῖς Τρωσὶν ἐκέλευε ναυτιλίας μὲν ἀπέχεσθαι, γεωργίᾳ δὲ προσέχειν τὸν νοῦν, μή ποτε θαλάσσῃ χρώμενοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἀπολέσωσιν.
(v. 59) Ἰστέον δὲ ὅτι τὸ "τέκτονος [22] υἱόν" οἱ μὲν ἀκριβέστεροι ἐπίθετόν φασιν, οἷα τέκτονος λεγομένου καὶ τοῦ ναυπηγοῦ, ὡς δηλοῖ τὸ "τεκτήνατο νῆας ἐΐσας", ὥστε εἶναι ἐνταῦθα δύο πρόσωπα, υἱὸν μὲν τὸν Φέρεκλον, πατέρα δὲ τὸν Ἁρμονίδην. Τινὲς δὲ κύριον ἐνόησαν ὄνομα καὶ τὸν Τέκτονα καὶ τρία φασὶ πρόσωπα, ἵνα ὁ μὲν Φέρεκλος εἴη Τέκτονος υἱός, ὁ δὲ Τέκτων υἱὸς τοῦ Ἅρμονος. Καὶ ὅρα ὅπως οἰκεῖα ναυπηγοῖς τὰ ὀνόματα. ὁ γὰρ νῆα τεκταινόμενος κλᾷ τε φερόμενα τὰ ξύλα καὶ εὖ δὲ συναρμόττει αὐτά. Οὕτω δὲ καὶ πρὸ ὀλίγου Δάρητά τινα ἔλεγεν ἱερέα καὶ υἱὸν αὐτοῦ ἱστορεῖ Φηγέα. ἐκδέρειν γὰρ δεῖ τὰ θυόμενα καὶ φηγοῖς καίειν, ὅ ἐστιν ξύλοις.
(v. 60-62) Τὸ δὲ "ὃς ἠπίστατο δαίδαλα τεύχειν" καὶ "ὃς Ἀλεξάνδρῳ τεκτήνατο νῆας" τινὲς μὲν περὶ τοῦ Φερέκλου νοοῦσιν. ὃ καὶ κάλλιον. Οὕτω γὰρ ἱστοροῦσι πολλοί, ὧν καὶ ὁ Λυκόφρων ἐστί. Τινὲς δὲ περὶ τοῦ Ἁρμονίδου. καὶ ἔστιν ὁ τρόπος ἀμφιβολία. Ἀθηνᾶ δὲ λέγεται τῷ τέκτονι τούτῳ διδάσκαλος, ἐπεὶ αἱ κατὰ χειρωναξίαν τοιαῦται τέχναι τὴν Ἀθηνᾶν ἐπιστάτιν ἐπιγράφονται, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται.
(v. 63) Τὸ δὲ "αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο" τρόπος ἐτυμολογίας ἐστίν. ἵνα γὰρ μή τις νοήσῃ κοινὸν πάσης νηὸς ἐπίθετον τὸ ἀρχέκακον, διαφωτίζει τὸ ἀσαφὲς ὁ ποιητής, εἰπὼν ὅτι αὗται αἱ νῆες λέγονται νῦν ἀρχέκακοι, ὡς κακῶν κατάρξασαι τοῖς Τρωσὶ πᾶσι. Καὶ ὅρα τὸ πᾶσιν. ἐγένοντο μὲν γὰρ ἀρχὴ κακοῦ καὶ τοῖς Ἀχαιοῖς, ἀλλὰ μάλιστα τοῖς Τρωσίν. Ἑλλήνων μὲν γὰρ πολλοὶ δι' αὐτὰς ὤλοντο, οἱ Τρῶες δὲ μικροῦ δεῖν πάντες παθόντες πανωλεθρίαν. Σημείωσαι δὲ ὅτι ταὐτὸν εἰπεῖν συνθέτως ἀρχέκακον καὶ διαλελυμένως ἀρχὴν κακοῦ κατὰ Ἴωνας. [23] Φησὶ γοῦν Ἡρόδοτος Ἀττικάς τινας νῆας, αἳ τοῖς Ἴωσι πεμφθεῖσαι, φησίν, εἰς βοήθειαν ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροις. Τοιοῦτον παρ' αὐτῷ καὶ τὸ "αἱρεθεὶς εἰς ἀρχήν". ἀφ' οὗ ὕστερον τὸ ἀρχαιρεσιάζειν συντέθειται, καὶ τὸ θέης ἄξιος, ἀντὶ τοῦ ἀξιοθέατος, καὶ ἕτερα.
(v. 64) [Τὸ δὲ "οἷ τ' αὐτῷ" ἀρχὴ γέγονε γνωμικοῦ, πρῶτα μὲν Ἡσιόδῳ, εἶτα καὶ Καλλιμάχῳ, τοῦ εἰπόντος, ὡς ὁ τεύχων ἑτέρῳ κακὸν ἑῷ ἥπατι τεύχει. ὃ δὴ καὶ τῷ Φερέκλῳ συνέπεσε.] Τὸ δὲ "θεῶν θέσφατα" ἔστι μὲν οἷον ἐτυμολογικὸς τρόπος, εἴρηται δὲ πρὸς διαστολὴν θεσφάτων, ἅπερ οὐκ αὐτὸς θεὸς λέγει ἀλλὰ τέχνη μαντική.
(v. 61) Ἐν δὲ τοῖς ῥηθεῖσιν εἰπόντος Ὁμήρου "ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη" ὅρα τὸ ἐφίλατο, κλιθὲν φανερῶς ὡς τὸ ἵστατο. ἀφ' οὗ κατά τινας ἐν τοῖς ἑξῆς τὸ "νῦν με φίλαι, Ἀθήνη", ἀντὶ τοῦ φίλησον, ὡς ἀπὸ τοῦ ἐφιλάμην καθ' ὁμοιότητα τοῦ ἐτυψάμην τύψαι. Ἡ δὲ ἐΐση οὐ μόνον ἐστὶ νηῶν ἐπίθετον, ἀλλὰ καὶ δαιτός, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ οἷ αὐτῷ συνθέτως ἑαυτῷ φασιν οἱ μεθ' Ὅμηρον, ὡς καὶ τὸ αὐτόν μιν ἑαυτόν καὶ τὸ ἔμ' αὐτὸν ἐμαυτόν.
(v. 66 s.) Ὅτι γλουτός κατὰ τοὺς παλαιοὺς τὸ σφαίρωμα τῆς κοτύλης κατὰ τὸν μηρόν. Ῥοῦφος δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, ἐφ' ὧν καθίζομεν, πυγὰς εἰπὼν ἐπάγει· ἄλλοι δὲ γλουτοὺς καλοῦσι. Διὸ καὶ οἱ Ἐτυμολόγοι παρὰ τὸν γλοιὸν ἐτυμολογοῦσιν αὐτοὺς διὰ τὸ ἐν αὐτοῖς τρυφερόν, φασί, καὶ ἁπαλὸν καὶ γλοιῶδες. κατὰ δέ τινας λαγόνα, φασίν, ὁ γλουτός σημαίνει. Ὅμηρος δέ, καθὰ πρὸ βραχέων διεσάφησε τὸ μετάφρενον ἐκ τοῦ ἀντικρὺ τόπου, ὅς ἐστι τὰ στήθη, οὕτω πως καὶ τὸν γλουτόν εἰπὼν "βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή". Δοκεῖ γὰρ λέγειν ἀντικρὺ ἑτέρωθεν τοῦ ῥηθέντος γλουτοῦ κεῖσθαι τὴν κύστιν, ἣ καὶ ἀπὸ τοῦ κεύθω γενομένη ἐξῶσε τὸ ε ὁμοίως τῷ πεύθω πύστις, ἡ μάθησις, καὶ ἑτέροις πολλοῖς [24] δηλουμένοις ἀλλαχοῦ. [Ἰστέον δὲ ὅτι μετ' ὀλίγα ὁμοίᾳ μεθόδῳ ἑρμηνεύσει καὶ τὸ κατὰ κεφαλὴν ἰνίον ποῦ ἐστι τῆς κεφαλῆς.] Ὅτι πολλὰς καὶ ἐν τοῖς παροῦσι Τρωϊκὰς ἱστορίας ὁ ποιητὴς παραπλέκει. ἕκαστον γὰρ τῶν πιπτόντων ὑπὸ τοῖς Ἕλλησι Τρώων γενεαλογεῖ. τὸν τοῦ Δάρητος Φηγέα, ὃν ἀνεῖλεν ὁ Διομήδης, τὸν Ὁδίον, ὃς ἔπεσεν ὑπὸ Ἀγαμέμνονος, τὸν Φαῖστον, οὗ περιγέγονεν Ἰδομενεύς, τὸν Σκαμάνδριον, ὃς ὑπὸ Μενελάου πέπτωκε, τὸν ὑπὸ Μηριόνου πεσόντα Φέρεκλον, τὸν ῥηθησόμενον Πήδαιον, ὃν ἔπεφνε Μέγης, τὸν Ὑψήνορα, ὃν μετ' ὀλίγα ὁ Εὐρύπυλος πρόσθεν αὐτοῦ φεύγοντα μεταδρομάδην ἤλασεν ὦμον. Ποιεῖ δὲ ταῦτα καὶ πυκναῖς ἱστορίαις ἀρτύει τὸν τόπον τοῦτον ἅμα καὶ τοὺς ἀκροατὰς ἐνάγων εἰς πολυμάθειαν, ὡς καὶ ἐν ἄλλοις τόποις, καὶ τοὺς ἀριστέας τῶν Ἀχαιῶν σεμνύνων, ὡς ἀξιολόγων Τρώων περιγινομένους, καὶ τὴν ποίησιν καταποικίλλων, καὶ τὸ ὕπτιον δὲ τῆς διηγήσεως ἀνιστῶν εἰς γοργότητα τῇ παρεμπλοκῇ τῶν ἱστοριῶν, καὶ ἑαυτὸν δὲ δεικνύων ἐν ἱστορίαις πολύϊδριν. τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιήσει ἐν πολλοῖς τόποις διὰ τὰς αὐτὰς αἰτίας. Σημείωσαι δὲ καὶ ὅτι πολλαχῶς καὶ ἐνταῦθα σχηματίζει τὰ πράγματα. Τῶν γὰρ πιπτόντων ὁ μὲν ἐκβάλλεται τοῦ δίφρου, βάθος τι δηλαδὴ ἔχοντος, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ "ἐξ ἵππων βῆσεν", ὁ δὲ νύττεται ἔγχεϊ, ἵππων ἐπιβησόμενος. ὁ δὲ πεζὸς φεύγων οὐτάζεται τὸ μετάφρενον. καὶ ὅλως πολλὴ διὰ πάντων ἡ τῆς πολυσχημοσύνης διάθεσις παρὰ τῷ ποιητῇ, ὃς καὶ ἑκάστῳ τῶν πιπτόντων τοιαῦτα ἐπιλέγει "δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ", καὶ "ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε", καὶ "ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ", καὶ "γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε", καὶ "ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν". ‑ [25] Ἔνθα καὶ σημείωσαι τὴν τοῦ βληθέντος ὀδύνην, δι' ἣν κατέσφιγξε τοῖς ὀδοῦσι τὸν σίδηρον. ‑ καὶ αὖθις "τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή". οὕτω πολύφωνόν τι χρῆμα ἡ Ὁμηρικὴ γλῶσσα. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅπως καιρία λέξις ἐστίν, ὡς ἐν ποιήσει, τὸ ἐριπεῖν. διὸ καὶ ἐνέμεινεν αὐτῇ ὁ ποιητὴς ἐπὶ πολύ. τῷ δὲ πεσεῖν δὶς μόνον ἐνταῦθα ἐχρήσατο ἐν τῷ "δούπησε δὲ πεσών", καὶ "αἱματόεσσα χεὶρ ἐν πεδίῳ πέσεν".
(v. 70 s.) Ὅτι ἔστιν ἐνταῦθα ἰδεῖν μητρυιὰν ἀγαθήν, Θεανώ, τὴν Ἀντήνορος γυναῖκα, ἥτις νόθον ὄντα τὸν Πήδαιον ἔτρεφεν ἐπιμελῶς ἶσα φίλοις τέκνοις χαριζομένη τῷ ἀνδρί. Καὶ σημείωσαι τὴν ἀγαθότητα τῆς μητρυιᾶς γενομένην οὐ διὰ τὸν πρόγονον, ἀλλὰ διὰ τὸ φίλανδρον. Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω "Πήδαιον Ἀντήνορος υἱόν, ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι, χαριζομένη πόσεϊ ᾧ".
(v. 72 s.) Λέγει δὲ καὶ ὅτι τοῦτον Μέγης ἐγγύθεν ἐλθὼν βεβλήκει. Ἔνθα ὅρα τὸ βεβλήκει ῥηθὲν ἀντὶ τοῦ ἔκρουσεν, ἔτυψεν, ἔτρωσεν. Οὐ γὰρ πόρρωθεν ἀλλ' ἐγγὺς ἐλθὼν ἔβαλε κατὰ τοὺς οὐτάζοντας.
(v. 73 s.) Ὅτι ἰνίον λέγεται τὸ μετὰ κορυφὴν ὄπισθεν τῆς κεφαλῆς. δόρυ γοῦν ἐκεῖ που ἐμπαγὲν διεξέδυ "ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός". Οἱ δὲ ἰνίον φασὶ τὸ κοῖλον τοῦ τένοντος ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα. Σημείωσαι δὲ ὡς οὐ μόνον ἐνταυθοῖ, ἀλλὰ καὶ ἑτέρωθι πεφιλοτίμηται ὁ ποιητής, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, μέρη τινὰ σωματικὰ ὑποδηλῶσαι διὰ τῶν ἀντικρὺ αὐτοῖς ἀντικειμένων ἑτέρωθεν. Καὶ ὅτε γοῦν εἶπεν ὅτι πληγέντος τινὸς τὴν κόρσην τὸ δόρυ διῆλθεν ἑτέρου κροτάφου, τῷ ἀντικρὺ κροτάφῳ ἐδήλωσε καὶ τὴν κόρσην, ὡς ἐκεῖ ἐρρέθη. ὅμοιον καὶ τὸ "βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἀντικρὺ δὲ κατὰ κύστιν ὑπ' ὀστέον ἦλθεν ἀκωκή", ὡς καὶ αὐτὸ πρὸ ὀλίγων ἐδηλώθη. καὶ ὅτε δὲ τὰ μετάφρενα πληγέντος τινὸς τὸ δόρυ διὰ τοῦ στήθους εἶπεν ἐλαθῆναι, τὴν τῶν μεταφρένων [26] θέσιν ἐδήλωσεν, ὡς καὶ τοῦτο πρὸ μικροῦ εἴρηται.
(v. 77-79) Ὅτι Δολοπίονά τινα ἱστορῶν Ὅμηρος ὡς ἀγαθὸν ἱερέα φησὶν "ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ". ὁ δὲ τοιοῦτος θεοείκελος ἂν εἴη καὶ θεοειδής. Ὅτι οἱ ἀρχαῖοι καὶ ἐν μέσῳ λέξεων ἐπνευμάτιζον καὶ τὰ φωνήεντα καὶ τὸ ῥῶ. εὕρηται οὖν ἐν ὑπομνήμασι παλαιῶν τοιαῦτά τινα. ὅτι τοῦ Εὐαἴμων τὴν αι δίφθογγον, κἂν ἐκ τοῦ αἷμα γίνεται, ὅμως ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται ὄνομα, ὥσπερ καὶ τὸ Φίλἰππος καὶ Μελάνἰππος. καὶ ἐν αὐτοῖς γὰρ ἐψίλουν τὸ πρὸ τοῦ π δίχρονον διὰ τὸ κύρια εἶναι, κἂν ἐκ τοῦ ἵππος παράγωνται. Φασὶ δὲ καὶ ὅτι ἐν τῷ ταλαύρινος, ὃ δηλοῖ τὸν εὔτολμον καὶ ἰσχυρόν, Ἀρίσταρχος μὲν ψιλοῖ τὸ ρ, λέγων οὐ σύνθετον εἶναι σχηματισμόν, ἀλλὰ ἔννοιαν ἁπλῆν. Τρύφων δὲ ἀρέσκεται σύνθετον εἶναι τὴν λέξιν παρὰ τὸ ταλαόν καὶ τὸ ῥινός. διὸ καὶ ἐδάσυνε τὸ ρ. λέγουσι δὲ οἱ παλαιοὶ καὶ ὅτι εἴτε λεκτὸν τὸ ἐπὶ τέλους φωνῆεν εἴτε καὶ παρέλκει, φυλαττέσθω τὸ πνεῦμα. καὶ ὅτι εὕρηται τὸ Πάνὁρμος δασυνόμενον καὶ τὸ μελιἡδὴς οἶνος. καὶ ὅτι κακῶς δασύνουσί τινες τοῦ Ἐνυώ τὸ υ. ἄμεινον γάρ, φασί, ψιλοῦν, διότι οὐκ ἔστι κύριον, ἀλλὰ τὴν πολεμικὴν δηλοῖ, ἀφ' ἧς καὶ ὁ Ἐνὐάλιος. ἢ καὶ διότι ἀπὸ τοῦ ἐναύειν γίνεται κατὰ Ἀπολλόδωρον, ὅ ἐστιν ἐμφωνεῖν. ἤ, ὡς ὁ Ἡρακλέων φησίν, ἀπὸ τοῦ ἕνω, τὸ φονεύω, ὅθεν καὶ αὐτοἕντης καὶ αὐθέντης [27] ὁ αὐτοφόντης. Εὕρηνται δὲ λέγοντες οἱ παλαιοὶ καὶ ὅτι ἡ ἁλός γενικὴ ἐπὶ μὲν κυρίων ὀνομάτων συνθέτων ψιλὸν ἀποφέρεται πνεῦμα, οἷον Εὐρύἀλος, Ἀστύἀλος, ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα, οἷον "ἐν ἀμφιἅλῳ Ἰθάκῃ", ὕφἁλος πάρἁλος, καὶ ὅτι τὸ ἀἕκων δασύνει τὸ ε. στέρησις γάρ ἐστι τοῦ ἑκόντος καὶ ἐξ αὐτοῦ κατὰ κρᾶσιν τὸ ἄκων. ἀπὸ γοῦν τῶν τοιούτων καὶ ἑτέρων δὲ πλειόνων σημειούμεθα, ὡς οἱ ἀρχαῖοι οὐ μόνον ἐν ταῖς ἀρχαῖς τῶν λέξεων τὸ ρ στοιχεῖον καὶ τὰ φωνήεντα ἐπνευμάτιζον, ἀλλὰ καὶ ὁπουδήποτε. Οἱ γοῦν Ἀττικοί, ὡς καὶ Ἀθήναιός φησι, τοῦ ταὧς τὴν λήγουσαν περιέσπων τε καὶ ἐδάσυνον, ὥσπερ αὖ πάλιν τοῦ λαὄς, κριὄς, ἰὄς καὶ τῶν ὁμοίων τὰ τέλη ἐψίλουν. Ἡρῳδιανὸς δὲ περὶ τοῦ, ὡς ἐρρέθη, κατὰ τὸν Φίλιππον πνευματισμοῦ νοήσας ἑτεροῖόν τι, φησίν, ὅτι Φίλιππον μὲν τὸ κύριον ἀξιοῦσιν οἱ γραμματικοὶ ψιλῶς λέγεσθαι, δασέως δὲ τὸ ἐπίθετον, ἀγνοοῦντες ὅτι καθ' ἓν ἑκάτερα δύνανται εἶναι. καὶ γὰρ λεύκιππος λέγεται παρὰ Στησιχόρῳ ἐπιθετικῶς. ἀλλὰ καὶ Λεύκιππος ὀνομάζεται ὁμοίως ὁ Φοίβης καὶ Ἑλαείρας πατήρ. Ὥστε ψιλοῖ αὐτὸς ἐν ἀμφοῖν τούτοιν τοῦ ἵππος τὴν ἄρχουσαν καὶ οὐκ ἐν μόνῳ τῷ κυρίῳ. Χρῆσις δὲ τοῦ ἐπιθετικοῦ λευκίππου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "λεύκιππος Αἰνιὰν γένος", ὃ καθὰ ἐκ τοῦ εἷμα λευχείμων, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἵππος λεύχιππος ἂν ἦν κοινότερον.
(v. 80) Ὅτι τὸ μὲν ἐπιτροχάδην ἐπὶ γλώσσης, ὥς που ἐπὶ Μενελάου, εἴρηται, τὸ δὲ μεταδρομάδην ἐπὶ ποδῶν, ὡς ἐνταῦθα "μεταδρομάδην ἤλασεν ὦμον". Καὶ σημείωσαι ὅπως, εἰ καὶ ὁμοίαν πως ἔχουσιν αἱ λέξεις ἄμφω παραγωγήν, ἀλλὰ τὸ σημαινόμενον αὐταῖς διάφορον. εἰ γὰρ καὶ τρόχος καὶ δρόμος ταὐτόν, ἀλλ' ἰδοὺ γλώσσης μὲν τὸ ἐπιτροχάδην, ποδῶν δὲ τὸ ἐπιδρομάδην. Οὕτω καὶ τὸ πανοῦργος καὶ τὸ παντουργός, εἰ καὶ λέξις ἡ αὐτὴ ἀμφοῖν ἔγκειται, τὸ ἔργον δηλαδή, ἀλλ' ἔχουσι διαφορὰν παρὰ τοῖς ὕστερον, εἰ καὶ Σοφοκλῆς ἄνδρα παντουργόν τὸν Ὀδυσσέα εἰπὼν εἰς ταὐτὸν ἄγειν [28] δοκεῖ ἑκάτερα.
(v. 81 s.) Ὅτι ἐν τῷ "ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν, αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε" τὸ ἀπέξεσεν ἀντὶ τοῦ ῥᾷστα ἀπέκοψεν εἴληπται. ῥᾷον γὰρ τὸ ξέειν τοῦ κόπτειν. τοῦτο δὲ καὶ ἀπαράσσειν λέγεται.
(v. 83) Ὅτι πορφύρεον Ὅμηρος θάνατον λέγει οὐ μόνον τὸν ἐξ αἵματος ἢ τὸν μέλανα, ὡς καὶ κῦμα πορφύρεον, ἀλλὰ καὶ τὸν ἐκ μιᾶς πληγῆς, ὡς καὶ ὁ Αἰλιανός φησιν, ἱστορῶν τοὺς πορφυρέας μιᾷ καταφορᾷ χειρὸς τὴν ζῶσαν πορφύραν συντρίβειν, ἵνα καλὸν οὕτω τὸ βάμμα τῆς πορφύρας γένηται. ὅθεν καὶ θάνατος πορφύρεος, ὁποῖον ἂν πάθοι πορφύρα, μιᾷ καὶ αὐτὴ θανατουμένη πληγῇ. [Γνωστὸν δὲ ἐξ ἱστορίας ἐστίν, ὅτι πορφυρεύς τις δολιευσάμενος ἐν βαφῇ καὶ ἀπαγόμενος εἰς θάνατον κατ' ἔθος προὐκαλέσατό ποθεν εἰς ἀστεῖον σκῶμμα ἐκ τῶν Ὁμήρου τὸ "τὸν δ' ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή".]
(v. 85 s.) Ὅτι ἐμψύχου λόγου καὶ ἀληθῶς ἐνδιαθέτου καὶ θερμοῦ ἡ τοιαύτη παρ' Ὁμήρῳ πρὸς τὸν ἀκροατὴν ἀποστροφὴ "Τυδείδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη ἢ μετὰ Τρώεσιν ὁμιλέει ἢ μετ' Ἀχαιοῖς". Καὶ δείκνυσι κατὰ τοὺς παλαιοὺς τὸ βεβακχευμένον τοῦ Διομήδους ἡ τῆς ἑρμηνείας ταύτης θερμότης. Σημείωσαι δὲ καὶ νῦν, ὡς καὶ πρὸ τούτων, ἐν τῷ "οὐδ' ἂν φαίης τόσσον λαόν" καὶ ἑξῆς, ὅτι ταῖς τοιαύταις ἀποστροφαῖς μυθικῶς μὲν ἡ Μοῦσα χρᾶται πρὸς τὸν ποιητήν, ἀληθῶς δὲ ὁ ποιητὴς πρὸς τὸν ἀκροατήν, καὶ ὅτι τὸ "οὐκ ἂν γνοίης τὸν Διομήδην εἴτε Τρωσὶν ὁμιλεῖ εἴτε Ἕλλησιν", ἐφερμηνευτικόν ἐστι τοῦ "ὁποτέροισι μετείη", καὶ ὅτι ὁ λόγος οὗτος ἐνθουσιᾶν τὸν στρατηγὸν δηλοῖ καὶ εἰς βάθος ἔρχεσθαι, ποτὲ μὲν τῶν Τρωϊκῶν τάξεων, ὡς δοκεῖν καὶ αὐτὸν Τρωϊκὸν εἶναι, ποτὲ δὲ τῶν Ἑλληνικῶν, ὀτρύνοντα ταύτας εἰς πόλεμον.
(v. 87-94) Ὅτι ἐν παραβολῇ σεμνύνων τὸν τοῦ Διομήδους ἐνθουσιασμόν φησιν· "ἔθυνεν ἀνὰ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας. τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων ἐλθόντ' ἐξαπίνης, ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος. πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν. ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ κλονέοντο φάλαγγες Τρώων, οὐδ' ἄρα [29] μιν μίμνον πολέες περ ἐόντες".
(v. 87) Ἰστέον δὲ ὅτι τε διὰ τὴν καιρικὴν ἀνδραγαθίαν οὐκ ἀεννάῳ τὸν Διομήδην εἴκασε ποταμῷ ἀλλὰ χειμάρρῳ, καὶ ὅτι τὸ "ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος", ἤτοι ὁ ἐξ ἀέρος ὑετός, ὁ ἐξ ὕλης ὁρισμός ἐστι τοῦ χειμάρρου. τί γάρ ἐστι χείμαρρος; ἢ πάντως ὄμβρος ἐλθὼν ἐξαπίνης καὶ ῥέων ὅπῃ τύχῃ, καθ' οἷον ἄν τις εἴπῃ καιρόν, εἰ καὶ ἐκ τοῦ πλεονάζειν ἐν χειμῶνι χείμαρρος ἐκλήθη, ὡς καὶ προερρέθη. Ἡσίοδος δὲ καὶ τὸν ἐν τῷ ἐδάφει τοῦ πλοίου πάτταλον χείμαρρον καλεῖ, τὸν καὶ ἴβδην λεγόμενον. ποιεῖ δὲ τοῦτο ἀστείως διὰ τὸ ἐκεῖθεν τῆς νηὸς ἀπορρέειν τὸ ὄμβριον ὕδωρ, ὡς διὰ χειμάρρου τινός.
(v. 91) Τὸ δὲ "ὅτ' ἐπιβρίσει" πάνυ ἀσφαλῶς εἴρηται. Ὅταν μὲν γὰρ κοῦφοι ὦσιν ὑπὸ θερμότητος οἱ ἄνω ἀτμοί, οὐχ' ὕει. ἐπιλιπούσης δ' αὐτῆς, πιλοῦνται καὶ βρίθοντες κάτω φέρονται.
(v. 87) Τὸ δὲ πλήθειν ταὐτόν ἐστι τῷ πλημύρειν. ἐκ γὰρ τοῦ πλήθω ῥήματος ἥ τε παρὰ τῷ Γεωγράφῳ πλήμη γίνεται καὶ ἡ ἐξ αὐτῆς πλημύρα. Ὅρα δὲ καὶ ὅπως οὐ συνήθως ἐσχημάτισε τὴν παραβολήν, οἷον "ἠΰτε χείμαρρος" ἢ "ὡς δ' ὅτε", ἀλλὰ δίχα τοιούτου ἐπιρρήματος ἤρξατο, εἰπών· ἔθυνε ποταμῷ ἐοικώς. Καὶ σημείωσαι καὶ νῦν τὸ ἐοικώς. ἐκ τούτου γὰρ εἰκόνα οἱ ὕστερον λέγουσι τὴν παραβολήν.
(v. 88) Τὸ δὲ "ὦκα ῥέων" τὸ αἴτιόν ἐστι τοῦ τὰς γεφύρας καὶ τὰ ἕρκη σκεδάζεσθαι. τὰ γὰρ οὕτως ὠκὺ ῥέοντα ὕδατα κατασύρειν ἔχουσι τὰ παραπίπτοντα. Τοῦ δὲ κεδάζω, ἐξ οὗ τὸ ἐκέδασε, πρωτότυπον τὸ κεδῶ, οὗ παράγωγον καὶ τὸ κεδαίω. Γίνεται δέ, φασίν, ἀπὸ τοῦ χέω. ἴσως δὲ καὶ παρὰ τὸ κεάσαι, ὡς τὸ "διά τε ξύλα [30] πολλὰ κεάσαι". Λέγεται δὲ καὶ σὺν τῷ σ σκεδάζω καὶ δίχα τοῦ σ κεδάζω, καθ' ὁμοιότητα τοῦ μικρός σμικρός, σῦς ὗς καὶ τῶν ἄλλων, ἃ προδεδήλωται.
(v. 88 s.) Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ ὁ χείμαρρος τὰς πυκνὰς καὶ συνεχεῖς γεφύρας τὰς χειροκμήτους, οὕτω καὶ ὁ Διομήδης τὰς λεγομένας τοῦ πολέμου γεφύρας ἐσκέδασε καὶ συνέχεε. τίνες δέ εἰσιν αἱ τοῦ πολέμου γέφυραι, προείρηται ἀλλαχοῦ. Ὅρα δὲ καὶ ὅτι τὸ "ἐσκέδασε γεφύρας" ἐφερμηνεύων σαφέστερον ἐπάγει· "ὃν οὔτε γέφυραι ἐεργμέναι", ἤγουν κατησφαλισμέναι, ἰσχανόωσιν, ἤτοι ἐπέχουσι, κωλύουσιν. οὗ πάλιν ἐφερμηνευτικὸν τὸ "οὔτ' ἂρ ἕρκεα ἴσχει ἀλωάων". ταὐτὸν γὰρ τὸ ἴσχειν καὶ ἰσχανάαν, ὅπερ παράγεται οὕτω· ἔχω, ἀφ' οὗ ἴσχω, ἐξ οὗ ἰσχαίνω καὶ ὁ μέλλων ἰσχανῶ. τοῦτο δὲ μεταχθὲν εἰς ἐνεστῶτα συζυγίας δευτέρας ποιεῖ τὸ ἰσχανῶ.
(v. 90-94) Ἕρκη δὲ ἀλωῶν τῶν ἀμπελοφύτων χωρίων τοὺς φραγμοὺς λέγει. Εἶεν δ' ἂν ἕρκη τὰ εἴργοντα καὶ ἐέργοντα, ὅθεν καὶ ἐεργμέναι γέφυραι, ἃς διὰ τὸ κατησφαλίσθαι καὶ πυκινὰς ἔστιν εἰπεῖν, ὃ κεῖται οἰκείως καὶ προσφυῶς ἐν τῇ ἀποδόσει τῆς παραβολῆς, ἥτις ἐστὶ τὸ "πυκιναὶ κλονέοντο φάλαγγες", ἧς διασαφητικὸν τὸ "οὐδ' ἄρα μιν μίμνον". ταὐτὸν γὰρ τὸ κλονεῖσθαι καὶ τὸ μὴ μένειν. τούτοις δὲ ὅμοιον καὶ τὸ σκεδάζεσθαι τὸ ἐν τῇ παραβολῇ.
(v. 92 s.) Καλὰ δὲ ἔργα αἰζηῶν λέγει καὶ ἄλλα μέν τινα, οἷον οἰκοδομάς, καὶ αὐτὰ δὲ τὰ ἕρκη τῶν ἀλωῶν καὶ τὰς γεφύρας, οἷς διὰ τὸ πυκνὸν εἰκάζονται αἱ τῶν Τρώων φάλαγγες. διό φησι "πυκιναὶ κλονέοντο φάλαγγες". Αἰζηούς δὲ καὶ ἐνταῦθα ἢ τοὺς νέους λέγει, ὡς τοῦ ἐργάζεσθαι νέοις μάλιστα πρέποντος, ἢ ἁπλῶς τοὺς ἄνδρας, ὡς καὶ Ἡσίοδός πού φησι "τεσσαρακονταετὴς αἰζηός".
(v. 96) Σημείωσαι δὲ καὶ ὅτι τῆς ἐπὶ τῷ Διομήδει παραβολῆς ἀρξαμένης μὲν ἀνωτέρω ἀπὸ τοῦ "θῦνε δ' ἂν πεδίον", ληξάσης δὲ εἰς τὸ "κλονέοντο φάλαγγες", ἄμφω ταῦτα συνελὼν ὁ ποιητὴς κατωτέρω φησὶ τὸν Διομήδην "θύνοντ' ἂν πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας". Καὶ ὅρα τὸ "πρὸ ἕθεν κλονέοντα", ἤγουν ἔμπροσθεν αὐτοῦ. οὐ γὰρ τὸ ἁπλῶς κλονεῖν ἀνδρίας ἐστίν, ἀλλὰ τὸ ἐπιδιώκειν τινὰ τοὺς ἔμπροσθεν ὑπ' [31] αὐτῷ κλονουμένους.
(v. 93) Τὸ δὲ "ὑπὸ Τυδείδῃ κλονέοντο" συνήθης Ὁμήρῳ σύνταξις Ἀττική, ἀντιπτωτικῶς ἡ αὐτὴ οὖσα τῷ "ὑπὸ Τυδείδου".
(v. 95-99) Ὅτι ὁ τοῦ Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος ἔβαλε τὸν Διομήδην, "τυχὼν κατὰ δεξιὸν ὦμον θώρηκος γύαλον, διὰ δ' ἔπτατο πικρὸς ὀϊστός, ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ". Καὶ σημείωσαι τὰς τοῦ πολέμου τύχας. οὐ γάρ ἐστι δρῶντά τι μὴ καὶ ἀντιπαθεῖν, ὡς καὶ Διομήδης ἀριστεύων βέβληται, εἰ καὶ μὴ μέγα τι ἐντεῦθεν βέβλαπται. Ὅρα δὲ καὶ ὅτι εὔστοχος μὲν τοξότης ὁ Πάνδαρος, δυστυχὴς δέ. ὡς γὰρ τοῦ Μενελάου ἔτυχε μέν, οὐκ ἔβλαψε δέ, οὕτω καὶ τοῦ Διομήδους. Πιθανὰ δὲ βουλόμενος ὁ ποιητὴς λαλεῖν, ὁρίζει καὶ τὸν τόπον, ἔνθα ὁ Διομήδης ἐβλήθη. κατὰ γὰρ τὸν ὦμον τὸν δεξιόν φησι.
(v. 99) Θώρακος δὲ γύαλον, ἤγουν κοίλωμα, λέγει τὸ περὶ τοὺς ὤμους καὶ τὰ στήθη πρὸς ἀντιδιαστολὴν τῆς τῶν χειρίδων στενότητος. [Οὐ θώρακι δὲ μόνον ᾠκείωται τὸ γύαλον, ἀλλὰ καί τισιν ἄλλοις, ὡς δῆλον καὶ ἐκ τοῦ "ὦ κοίλης πέτρας γύαλον".] Ἀπίων δὲ καὶ Ἡρόδωρός φασι γύαλον μὲν θώρηκος προπαροξύνεσθαι, γυαλὸν δὲ λίθον ὀξυτόνως λέγεσθαι, οἷον "γυαλὸν λίθον ἀγκάσασθαι". Τὸ δὲ διέπτατο τὸ τάχος δηλοῖ τοῦ πτερόεντος ὀϊστοῦ τὸ μετὰ τὴν ἐκ τόξου ὁρμήν. ἐκεῖθεν γὰρ πτάμενος, εἶτα βαλών, οὐκέτι διέπτατο, ἀλλ' ἐνεσχέθη. διὸ Σθένελος διαμπερὲς ἐξείρυσεν αὐτόν. Καὶ ἔστι καὶ οὗτος ὁ τρόπος ὑστερολογία, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Τῆς δὲ ἀναλογίας τοῦ διέπτατο καὶ τὸ "πολιὸν αἰθέρ' ἀμπτάμενος", καὶ τὸ "διαπτάσθαι σκάφος". Ἔστι δὲ καὶ δεύτερος ἐν τούτοις μέσος ἀόριστος, οἷον "περιχαρὴς δ' ἀνεπτόμην", ἐξ οὗ καὶ τὸ πτέσθαι, ὡς τὸ "μηδέπω πτέσθαι σθένοντες". κατὰ δὲ τὸ διέπτατό [32] ἐστι καὶ τὸ "τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο".
(v. 100) Τὸ δὲ "ἀντικρὺ διέσχεν", ἀντὶ τοῦ διέσχισε καὶ διῆλθεν, ὁποῖον καὶ τὸ "διασχὼν τὴν νεφέλην". ὁ δὲ Κωμικὸς χωρὶς τῆς δια προθέσεως τὸ ἔσχον ἀντὶ τοῦ ἔσχασα καὶ διέρρηξα λέγει. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ὁ ποιητὴς ἐξέτεινε τὸ δίχρονον τοῦ ἀντικρύ ἐπιρρήματος, ὡς καὶ ἐν τῷ "ἀντικρὺ δ' ἀπόφημι", καὶ πρὸ ὀλίγου ἐν τῷ "ἀντικρὺ δ' ἀν' ὀδόντας", μετ' ὀλίγα δὲ συστέλλει τὸ αὐτὸ δίχρονον. Οὕτω καὶ τοῦ φίλος εἰωθὼς συστέλλειν τὸ δίχρονον ὅμως πρὸ τούτου ἐν τῷ "φίλε κασίγνητε" ἀντὶ μακροῦ ἔλαβε. καὶ ἐνταῦθα δὲ μετ' ὀλίγα ἐν τῷ "νῦν αὖτέ με φίλαι Ἀθήνη" ὁμοίως ἐκτείνει τὸ φι. Γίνεται δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀντικρύ παρὰ τὴν ἀντι πρόθεσιν καὶ τὸ κάρα, ἵνα ᾖ κυρίως ἀντικαρύ καὶ ἐν συγκοπῇ ἀντικρύ τὸ κατέναντι, οὗ πρὸς ὁμοιότητα ἐρρέθη τὸ ἀντιπρόσωπον. Οὔσης δέ, φασίν, ἀναλογίας, ὡς οὕτως οὕτω, μέχρις μέχρι, αὖθις αὖθι, οὕτω καὶ ἄντικρυς ἀντικρύ, ὅμως ὠξυτονήθη τοῦτο ἀναλόγως κατὰ τὸ μεσηγύ καὶ μεταξύ, καὶ ἅμα διότι μὴ κατὰ τὸ οὕτως οὕτω, μέχρις μέχρι, ἐφύλαξε καὶ τὸ ἀντικρύ τὴν αὐτὴν σημασίαν τῷ ἄντικρυς. Παλάσσεσθαι δὲ λέγει τὸ μολύνεσθαι ἢ πλεονασμῷ τῆς αλ συλλαβῆς τὸ ἐπιπάσσεσθαι, ἀφ' οὗ καὶ ἡ παιπάλη, ὡς καὶ ὁ Κωμικός "καταπαττόμενος παιπάλη γενήσομαι". καὶ νῦν μὲν παλάσσεται ὁ τοῦ Διομήδους θώραξ τῷ αἵματι, ὅτε δὲ τὸ βέλος ἐξελκύσει τοῦ ὤμου, ἀκοντισθήσεται τὸ αἷμα.
(v. 97) Ἰστέον δὲ ὅτι Αἴλιος Διονύσιος μέμνηται τοῦ Θουκυδίδου εἰπόντος τὸ ἐμπαλασσόμενοι ἀντὶ τοῦ ἐμπλεκόμενοι, περιπειρόμενοι δόρατι, φυρόμενοι. [Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς εἰρημένοις κείμενον τὸ "ἐπὶ Τυδείδῃ [33] ἐτιταίνετο", τουτέστιν ἔτεινεν, ὁ Πάνδαρος καμπύλα τόξα, τὰ καὶ ἀγκύλα ἐν ἄλλοις, τρόπον παραλαλεῖ ἐτυμολογικόν. Ἀπὸ γὰρ τοῦ τείνειν καὶ τὰ τόξα καὶ τὸ τιταίνειν γίνεται, ὡς ἐν ἄλλοις δηλοῦται.]
(v. 101-105) Ὅτι πάνυ ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἀχρεῖον βαλὼν εἶτα μακρὸν ἐφώνησεν, εὐχόμενος, ἤτοι καυχώμενος, ὡς εἴπερ καιρίαν ἔβαλεν. "ὄρνυσθε" γάρ, φησί, "Τρῶες μεγάθυμοι κέντορες ἵππων· βέβληται γὰρ ἄριστος Ἀχαιῶν" καὶ τὰ ἑξῆς. καὶ τοιαῦτα μὲν αὐτός.
(v. 121-132) Ὁ Διομήδης δέ, εἰ καὶ τοῦ βέλους ἐξελκυσθέντος ὑπὸ Σθενέλου αἷμα ἐξ ἀρτηριώδους τινὸς ἀναθέον τόπου ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος, ὅμως οὐ θροεῖται, ἀλλὰ εὐξάμενος ὁρμᾷ κατ' ἐκείνου.
(v. 121-128) Ἡ γὰρ Ἀθηνᾶ, φησί, γυῖα ἔθηκεν αὐτῷ ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν, καὶ μένος ἐνῆκε πατρώϊον ἄτρομον, καὶ ἀπ' ὀφθαλμῶν εἷλεν ἀχλύν, ὡς ἂν πρὸς τὸ παρὸν εὖ ἔχοι γινώσκειν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, ἤγουν αὐτοπρόσωπόν τε θεὸν καὶ τὸν εἰς ἀνδρὸς μεταπεσόντα μορφήν. καὶ πρῶτα μὲν κατὰ τῆς Ἀφροδίτης ἠρέθισε, μικρὸν δὲ ὅσον καὶ κατὰ τοῦ Ἄρεος. Εἴη δὲ ἂν ἐκεῖνο μὲν ἡ τῶν Τρώων οἷον θηλύτης καὶ ὁ κατὰ πόλεμον, ὡς ἄν τις εἴπῃ, γυναικισμὸς καὶ ἡ βλακεία, ἥν, ὡς εἰκός, μέρη τινὰ Τρωϊκὰ εἶχον. Ὁ δὲ Ἄρης νοηθείη ἂν θυμὸς ἀλόγιστος καὶ φρονήσει μὴ διοικούμενος, ὧν ὁ Διομήδης περιεγένετο, Ἀθηνᾷ τῇ καὶ νίκῃ καὶ φρονήσει συγκροτούμενος.
(v. 103) Σημείωσαι δὲ ὅτι ἄριστον Ἀχαιῶν τὸν Διομήδην λέγει ὁ Πάνδαρος οὐχ' ἁπλῶς, ἀλλὰ καὶ τὸ ἑαυτοῦ σεμνολογῶν ἀρίστευμα.
(v. 102) Τὸ δὲ "κέντορας ἵππων" ταὐτόν ἐστι τῷ ἐλατῆρας ἢ [34] ἱπποδάμους, ᾧπερ ὅμοιόν τι σύνθετον τὸ ἱπποκένταυρος, [ὁ κεντῶν δηλαδὴ ταύρους κυνηγετικῶς. ὅθεν ἡ κωμικὴ βλασφημία κενταύρους ἔπαιξε τοὺς αἰσχρῷ ἔρωτι κεντοῦντας ταῦρον, ὅπερ ἐστὶν ὄρρον, ἀφ' οὗ τὸ ὀρρωδεῖν, ἔτι δὲ καὶ λασταύρους τοὺς πάσχοντας, ὡς οἷον λασιοταύρους ἤγουν δασεῖς τὸν τοιοῦτον ταῦρον. ἡ δ' αὐτὴ καὶ παρὰ τὸν κύνα παίζει τὴν κύνειραν, περὶ ἧς ἀλλαχοῦ δηλοῦται.]
(v. 126) Τὸ δὲ πατρῷον μένος διασαφῶν, ἵνα μὴ ἁπλῶς προγονικὸν νοοῖτο, ἐπάγει· "οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς", [ὡς δηλονότι ἐξαίρετον ὂν ἐκεῖνο, καθὰ καὶ ὁ βασιλεὺς ἐδήλωσεν, ὅτε τὸν Διομήδην ὠνείδισεν, ὡς ὀλίγον ἐοικότα τῷ Τυδέϊ.] Πλεονασμὸς δὲ ἀναγκαῖος τοῦ σ καὶ ἐν τῷ σακέσπαλος, ὡς καὶ ἐν τῷ σακεσφόρος, ὃ πρὸς ὁμοιότητα τούτου εἴρηται.
(v. 103 s.) Ὅτι ἐν τῷ "οὐδέ ἑ φημὶ δηθὰ σχήσεσθαι κρατερὸν βέλος" σχήσεσθαι [λέγει τὸ ὑπομεῖναι. Εἰ δὲ γράφεται "οὐδέ ἑ φημὶ δῆθ' ἀνσχήσεσθαι", λέγοι ἂν πάντως ἀνσχήσεσθαι] τὸ ἀνασχέσθαι, ὡς καὶ πρὸ τούτου ἐν τῷ χαλκὸν ἀνασχέσθαι. τί δὲ δηλοῖ ἡ λέξις, μετ' ὀλίγα ῥηθήσεται.
(v. 106) Ὅτι κενὸν αὔχημα ἐπὶ ἀπράκτῳ βολῇ φράζει τὸ "ὣς φάτ' ἐπευχόμενος, τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν".
(v. 108) Ὅτι ὥσπερ πατρωνυμικὸν ἀλλαχοῦ τὸ Τελαμώνιος Αἴας, οὕτω καὶ ὧδε τὸ Καπανήϊος υἱός, ὁ Σθένελος δηλαδή, ὁ καὶ Καπανηϊάδης. [35] [Περὶ δὲ τούτου βέλτιον ἐν τοῖς φθάσασιν εἴρηται.]
(v. 110) Ὅτι πικρὸν ὀϊστόν λέγει τὸν πικροποιόν. ἔστι δ' αὐτὸ καὶ ὀδύνης ἐπίθετον.
(v. 107) Ἐν τούτοις δὲ καὶ τὸ ἀναποδίσαι ἀναχωρῆσαί φησιν, ὅπερ ἐστὶν ἀνάπαλιν τοῦ χωρεῖν καὶ προχωρεῖν.
(v. 109) Τὸ δὲ καταπηδῆσαι τοῦ ἅρματος καθ' ἵππων ἁλέσθαι χαμᾶζέ φησιν.
(v. 113) Ὅτι ἐν τῷ "αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος", στρεπτὸν χιτῶνα οἱ μὲν ἐπὶ ἱματίου νοοῦσι, λέγοντες στρεπτὸν τὸν κλωστόν, οἱ δὲ ἐπὶ θώρακος κρικωτοῦ ἤτοι ἁλυσειδωτοῦ. ἡ δὲ λέξις κεῖται καὶ ἐν τῇ φῖ ῥαψῳδίᾳ. [Ὅτι δὲ καὶ σώματος κόσμος τὸ στρεπτόν, δηλοῦσι σαφῶς οἱ παλαιοί.] Ἐνταῦθα δὲ ὅρα καὶ τὸ ἀνηκόντιζεν ὑπερβολικῶς λεχθὲν διὰ τὸ ἄθρουν τῆς ῥεύσεως τοῦ αἵματος καὶ τῆς ἄνω αὐτοῦ φορᾶς. πάντως γὰρ ἕτερον τοῦ κατακοντίζειν τὸ ἀνακοντίζειν.
(v. 115-117) Ὅτι δηλοῖ καὶ ἐνταῦθα ὁ ποιητὴς τὸ ὠφέλιμον τῆς δικαίας εὐχῆς, ἐν οἷς τὸ μὲν τοῦ Πανδάρου βέλος ἀχρεῖον ἱστορεῖ ‑ οὐ γὰρ ηὔξατο ‑ τὸν δὲ Διομήδην ἀριστέα κατὰ τοῦ Πανδάρου ποιεῖ εὐξάμενον τῇ Ἀθηνᾷ. Ἔνθα καὶ τοῦ πατρὸς ἀναμιμνῄσκεται ὁ Διομήδης ὡς βοηθουμένου ἐν πολέμοις ὑπὸ Ἀθηνᾶς, ὅπερ καὶ ἐρεθιστικὸν εἰς μάχην τῷ Διομήδει γίνεται· παροξύνουσι γὰρ εἰς ἀνδραγαθίαν αἱ μνῆμαι τῶν προγόνων. Διὸ καὶ κατωτέρω ἡ μυθικὴ Ἀθηνᾶ εἰς ἀνάμνησιν αὐτὸν ἄγει τοῦ πατρός, δηλοῦντος τοῦ ποιητοῦ ὅτι ὁ φρονῶν μέμνηται τῶν ἀγαθῶν προγόνων καὶ ἐξομοιοῦται αὐτοῖς.
(v. 116) Ὅτι τὸ "εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης", ἢ φρονέων παρέστης, παῖς ἂν εἴπῃ πρὸς πατρικὸν εὐεργέτην. [Ἐνταῦθα δ' ὁ ποιητὴς ἐπάγει τὸ "νῦν αὖτέ με φίλαι, Ἀθήνη", περὶ οὗ πρὸ βραχέων ἐρρέθη ἐν τῷ ἐφίλατο. καὶ μὴν ἐκεῖνό τινες κοινότερον φίλεε γράφουσιν ἀντὶ τοῦ φίλει, τὴν τελευταίαν συναλείψαντες.]
(v. 118) Ὅτι τὸ "δὸς ἄνδρα ἑλεῖν καὶ εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν" σχῆμά ἐστι πρωθύστερον ἤτοι [36] ὑστερολογία. Ἔδει γὰρ οὕτω κεῖσθαι· δὸς τὸν Πάνδαρον εἰς ὁρμήν τε ἐλθεῖν μοι ἔγχεος καὶ δός μοι καὶ φονεῦσαι αὐτόν. Ὅμηρος δὲ μιμούμενος ἄνθρωπον τεθορυβημένον ἀλληνάλλως ἔθετο. Τοιοῦτον δὲ καὶ τὸ "ἔβαλεν ἐπαΐσσοντα, διὰ δ' ἔπτατο πικρὸς ὀϊστός", πρὸ ὀλίγων ῥηθέν. καὶ ἐκεῖ γὰρ φύσει πρῶτον τὸ ἔπτατο, εἶτα τὸ ἔβαλε, διὰ δὲ τὸ σύγχρονον τῆς πράξεως ἀδιαφόρως τέθεινται. ἅμα γὰρ πταμένου τοῦ ὀϊστοῦ ὁ ἥρως βέβληται. [Εἰ δέ τις ἐνταῦθα εἴποι, ὡς ἔβαλεν ὁ ὀϊστός, διελὼν δὲ τὸ σῶμα ἐξεπετάσθη, εἴη ἂν οὕτω κατὰ φύσιν πρῶτον τὸ ἔβαλεν, εἶτα τὸ ἔπτατο.]
(v. 118) Ὅρα δὲ καὶ τὰ σύντομα πάρισα, τὸ ἑλεῖν καὶ τὸ ἐλθεῖν, ἃ καὶ παρηχήσει τινὶ ἔοικε. Σημείωσαι δὲ καὶ ὅπως ὁ Διομήδης θαρρεῖ ὡς, εἰ τοῦ τόξου ὁ Πάνδαρος ἀπόσχηται, ῥᾳδίως ἂν αὐτοῦ ἐκ τοῦ σχεδὸν περιγενήσεται. ἀχρεῖος γὰρ ἅπας τοξότης ἐν τῇ συστάδην μάχῃ. διὸ οὐδὲ τὸν Σκαμάνδριον πρὸ τούτου ὤνησαν αἱ ἑκηβολίαι, ὡς τοῦ Μενελάου ἐπεισπεσόντος αὐτῷ.
(v. 119 s.) Ὅτι Πάνδαρος μὲν εἶπε τὸν Διομήδην οὐκ ἐπὶ πολὺ ἀνασχήσεσθαι κρατερὸν βέλος, Διομήδης δὲ ἐφερμηνεύων τὴν τοῦ λόγου ἔννοιάν φησιν· "οὐδέ μέ φησι δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο".
(v. 104) Καὶ σημείωσαι ὅτι ἀνασχήσεσθαι εἶπε τὸ ὑπομεῖναι καὶ μὴ πληγέντα θανεῖν καὶ ὑπὸ σκότῳ γενέσθαι, ἀλλὰ ἄνω σχεῖν ἤτοι ζῆν καὶ ὑπὸ ἡλίῳ καὶ φωτὶ εἶναι. ὅθεν καὶ ἐπὶ ἡλίου ἀνατολῆς τὸ ἀνίσχειν τίθεται. Τὸ δὲ ἀνασχέσθαι καὶ αὐτὸ καθ' αὑτὸ πολλάκις λέγεται, ὡς καὶ ἐν τῷ "ἀνάσχεο κηδομένη περ". Φράζεται δὲ καὶ ἐν ἁπλότητι δίχα προθέσεως ἔν τε ἄλλοις καὶ ἐν τῷ "εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ' ἄθαπτον ἐσχόμην", ἢ καὶ ἄλλως ἠσχόμην διὰ τοῦ η [37] κατὰ τὸ ἔμελλον ἤμελλον, διεκόνουν διηκόνουν.
(v. 122) Ὅτι ἐν τῷ "γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθε", τὸ πόδας καὶ χεῖρας, τὰ λυσιτελῆ πρὸς δρόμου τάχος, διὰ σαφήνειαν ἰδίᾳ ἐξεφώνησεν, ἑρμηνεύων τίνα εἶπε κατ' ἐξαίρετον γυῖα ἐνταῦθα. προσληπτέον δὲ εἰς τὸ πόδας τὸ ἔνερθε κατὰ ἀκολουθίαν, ὡς ἐπὶ χειρῶν εἴρηται τὸ ὕπερθεν. [Ἰστέον δὲ ὅτι ἐνταῦθα μάλιστα τὸ ἐλαφρά καίριόν ἐστιν, ὡς ἀπὸ τῆς τῶν ἐλάφων τροπῆς, ἤπερ ἐπὶ ξύλων καὶ τῶν τοιούτων. ἔστι γὰρ οὐκ ἀπροσφυῶς λέγεσθαι πόδας ἐλαφηροὺς οἷόν τινας δι' ὠκύτητα.]
(v. 125 s.) Ὅτι πρὸς ἀνδρεῖον καὶ ἐξ ἀνδρείου πατρὸς φύντα καλὸν εἰπεῖν, ὡς προεγράφη, τὸ "ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα" ὁ δεῖνα.
(v. 127 s.) Ὅτι ἀνθρώπῳ, ὃν ἡ σοφία εἰς θεολογίαν καὶ εἰς φυσιολογίαν ὡδήγησε, πρέπει εἰς ἔπαινον τὸ "ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν εἷλεν, ὄφρ' εὖ γινώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα", ὃ πρὸς Διομήδην φησὶν ἡ Ἀθηνᾶ. Ἔνθα σημείωσαι, ὅτι τε ἐν τῷ "ἠδὲ καὶ ἄνδρα" ἐκ παραλλήλου κεῖνται δύο σύνδεσμοι, ὁ ἠδέ καὶ ὁ καί, ὡς καὶ ἀλλαχοῦ ἐν πολλοῖς, καὶ ὅτι ἐν τῷ "ἀχλὺν αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον" ἀπορίαν λύει ὁ ποιητὴς τὴν λέγουσαν, πῶς εἶχεν ὁ Διομήδης διακρίνειν, ὅτι αὕτη μέν ἐστιν Ἀφροδίτη, οὗτος δὲ Ἄρης. ἢ γὰρ ἀσώματοί εἰσι, καὶ πῶς αὐτοὺς ἑώρα; ἢ ἐν [38] σώματι, καὶ πῶς αὐτοὺς θεοὺς εἶναι διέκρινε; λύει οὖν μυθικῶς τὸ μυθικόν, ὅτι φωσφόρος οὖσα ἡ Ἀθηνᾶ ἀφεῖλε τῶν ὀφθαλμῶν αὐτοῦ τὴν ἀχλύν καὶ δέδωκε διακρίνειν θεόν τε καὶ ἄνδρα. Ἡ δὲ ἀλληγορία πάνυ σαφής. ὁ γὰρ συνετὸς στρατηγὸς ῥᾷον διακρίνει τοὺς κατὰ τὸν μανιώδη Ἄρην θρασέως μαχομένους καὶ ἀλογίστως ἢ ἄλλως χαύνως καὶ μαλακῶς, καὶ τὸ ὅλον εἰπεῖν, ἀνθρωπίνως, καὶ τοὺς ἄλλως δὲ μαχομένους θειότερον καὶ ὑπὲρ ἄνθρωπον. Τάχα δὲ καὶ σπέρμα ὁρισμοῦ φιλοσοφίας ἐνταῦθα κεῖται. Θεωρητικὸς μὲν γάρ τις ὁ Διομήδης παραλαλεῖται. ὁ δὲ τοιοῦτος οἶδε θεὸν καὶ ἄνδρα, ὅτι καὶ ἡ φιλοσοφία γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων ἐστίν.
(v. 130) Ὅτι θεοπειθοῦς ἤθους τό· μή τι σὺ ἀθανάτῳ θεῷ ἀντικρὺ μάχεσθαι. ἐνταῦθα δὲ συνέσταλται τοῦ ἀντικρύ ἡ λήγουσα. ὅτι δὲ καὶ ἐκτείνεται, οὐ πρὸ πολλῶν γέγραπται.
(v. 130 s.) Ὅτι ἔννοια προαναφωνητικὴ ῥητορικῶς τοῦ μέλλοντος δι' Ἀθηνᾶς πρὸς Διομήδην τὸ "εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσιν ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ". μέλλει γὰρ πραχθῆναι τοῦτο ἐν τοῖς ἑξῆς. Τὴν δ' αὐτὴν Ἀθηνᾶν μετ' οὐ πολὺ κατά τινα δευτέραν σοφωτέραν φροντίδα ἕτερος ἀνήσει λογισμὸς ἀντικαταστῆναι τὸν Διομήδην καὶ τῷ Ἄρεϊ, ὃ νῦν οὐ λελάληται.
(v. 133 s.) Ὅτι βουλευομένοις μέν τισι παρεῖναι πολλαχοῦ τὴν Ἀθηνᾶν φησιν, ἤτοι τὴν φρόνησιν, ὁ ποιητής, ἔργου δὲ ἀρξαμένων ἀποχωρεῖν λέγει αὐτήν. καὶ τοῦτο ἐνέφηνε μὲν καὶ πρὸ μικροῦ ἐν τούτῳ τῷ γράμματι, ἐνταῦθα δὲ ἔτι σαφέστατα διαδείκνυσιν ἐν τῷ "ἣ μὲν ὣς εἰποῦσα ἀπέβη γλαυκῶπις Ἀθήνη, Διομήδης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη". Δηλοῖ δὲ ὁ λόγος, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ὅτι ὁ ἔργοις ἐγχειρήσας τοῖς ἀπὸ προηγησαμένης σκέψεως οὐκέτι πρὸ ἔργου τίθεται τὴν βουλήν, ὅπερ ἐστὶ τὴν Ἀθηνᾶν.
(v. 136) Ὅτι Ἀγαμέμνονος μὲν ὀτρύναντος ὁ Διομήδης μεγάλα εἰργάσατο, Ἀθηνᾶς δὲ θαρσεῖν ἐγκελευσαμένης καὶ ἀναμνησάσης τοῦ πατρὸς πολλαπλοῦς γίνεται, ἀντεπεξάγων ἑαυτόν, ὡς εἰκός, τῇ πατρικῇ ἀρετῇ κατά τινα ζῆλον φιλόνεικον. Φησὶ γάρ· "δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥστε λέοντα" καὶ ἑξῆς, ὡς εὐθὺς εἰρήσεται. [39] Καὶ ὅρα τὸ "εἷλεν μένος", ἤτοι κατέσχεν, ὅθεν λαβόντες οἱ μεθ' Ὅμηρον κατέχεσθαί τινά φασι θυμῷ καὶ Ἄρεϊ κάτοχον εἶναι καὶ ὅσα τοιαῦτα. Ὅρα δὲ καὶ τὸ "δὴ τότε". πολλαχοῦ γὰρ κατὰ γλῶσσαν ὁ ποιητὴς τὸ δή τίθησιν ἐν καταρχῇ ἐννοιῶν, ὃ τοῖς πεζολογοῦσιν ἀσύνηθές ἐστιν. [Ἰστέον δὲ ὅτι τὸ τρὶς τόσσον οὐκ αὐτόχρημα δηλοῖ τὸ τριπλοῦν, ἀλλ', ὡς εἴρηται, τὸ πολλαπλοῦν. ἐπεὶ καὶ τὸ τρία καὶ ἀρχή ἐστιν ἀριθμοῦ πληθυντικοῦ καὶ πλῆθος δὲ πολλάκις δηλοῖ, ὡς καὶ ἐν τῷ τρισμακάριος καὶ τρισάθλιος.]
(v. 136-143) Ὅτι τὸν Διομήδην μετὰ τὴν τοῦ Πανδάρου πληγὴν ἐπὶ πλέον θρασυνθέντα λέοντι παραβάλλει, ὃν ποιμὴν βάλλει μέν, οὐ βλάψει δέ, καὶ διὰ τοῦτο εἰς πλέονα ἐρεθίσει θυμόν. Φησὶ γοῦν ὅτι "τρὶς τόσσον αὐτὸν ἕλεν μένος ὥστε λέοντα, ὃν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι χραύσει μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσει. τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει, ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται. αἳ μέν τ' ἀγχηστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται, αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς. ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης". Καὶ σημείωσαι ὅτι ποιμένι μὲν εἰκάζει τὸν Πάνδαρον διὰ τὸ ἀρχικόν ‑ λαῶν γὰρ ποιμὴν καὶ αὐτός ‑ , ὀΐεσσι δὲ εἰροπόκοις τοὺς Τρῶας διὰ τὸ ὑπὸ τοῦ Διομήδους οἷα ὑπὸ λέοντος εὐκαταπόνητον. ἐν μέντοι τῷ τέλει τῆς δ ῥαψῳδίας καὶ διὰ τὸ θορυβητικὸν ὀΐεσσιν αὐτοὺς εἴκασεν.
(v. 137) Εἰροπόκους δὲ τὰς ὄϊς λέγει κατ' ἐξαίρετον πρὸς τὰ ἄλλα ζῷα. οὐδὲν γὰρ ἄλλο ζῷον οὕτω πέκεται εἰς εἶρος ἤγουν ἔριον, ὃ καὶ αἶγες περί τινας χώρας ἔχουσιν, ἐν ἑτέραις τρίχας φέρουσαι, [οὐ μὴν ἐριοφοροῦσαι. Ὅτι δὲ διαφέρετον θρίξ καὶ ἔριον, οὐκ ἔστιν ἀμφιβαλεῖν παρά γε τοῖς προθεμένοις [40] ὀρθολεκτεῖν.] Ἰστέον δὲ ὡς τὸ μὴ ἐριοφορεῖν παροιμίαν ἐξήνεγκε τὸ εἰς ὄνου πόκους ἐπὶ τῶν ἀκερδῶν καὶ ἀλυσιτελῶν, ἣν παρῳδήσας ὁ Κωμικὸς ὄνου πόκας παίζων πλάττει ὡς οἷά τι χωρίον ἐν Ἅιδου.
(v. 138) Χραῦσαι δὲ λέγεται τὸ ἐπιπολῆς ξέσαι εἰς αὐτὸν τὸν χροῦν τοῦ σώματος. Καὶ γίνεται ἐπενθέσει ἤγουν πλεονασμῷ τοῦ υ ἀπὸ τοῦ χράω, ὡς τὸ "ἔχραε κήδειν", καὶ "μητέρι μοι μνηστῆρες ἐπέχραον". ὡς δὲ χράω χραύω, οὕτω καὶ λάω, οἷον "ἀσπαίροντα λάων", καὶ κατὰ πλεονασμὸν λαύω, ἐξ οὗ καὶ τὸ ἀπολαύω καὶ λαυκανία ὁ λαιμός. Οὕτω δὲ καὶ ἄω αὔω, τὸ πνέω καὶ φωνῶ, καὶ ψάω ψαύω καὶ ἐλάω ἐλαύω, ἐξ οὗ τὸ ἐλαύνω.
(v. 139) Τὸ δὲ "σθένος ὦρσεν" ἐν τοῖς ἑξῆς σαφέστερον ἐρεῖ, ὅτε εἴπῃ ὁ Πάνδαρος ὅτι βαλὼν τὸν Διομήδην ἤγειρα μᾶλλον. ταὐτὸν γὰρ τὸ σθένος ὄρσαι καὶ τὸ ἐγεῖραι μᾶλλον, ὅθεν καὶ ὄρθρος λέγεται ὁ ὀρθῶν καὶ ἐγείρων ἡμᾶς.
(v. 140) Σταθμοί δὲ τὰ ἐν τοῖς ἀγροῖς ζῳοστάσια, αἱ ἐπαύλεις καὶ ὅλως κατοικίαι ἀγροτικαί. πολλὴ δὲ ἡ χρῆσις παρὰ τῷ ποιητῇ. Τίθησι δέ που τὴν λέξιν καὶ ἐπὶ ζυγίου, ὡς ἀλλαχοῦ φανήσεται, καὶ μέρος δὲ θυρῶν ἐν Ὀδυσσείᾳ οἱ σταθμοί, οὓς παραστάδας ὁ Τραγικός φησιν, [Αἱ δὲ ἱστορίαι [41] σταθμούς οἴδασι λέγειν καὶ τὰς ὡρισμένας εἴτ' οὖν τεταγμένας ἐνοδίους ἀναπαύλας τοῖς εἴτε ἱππεῦσιν εἴτε πεζοδρόμοις, ἃς καὶ ἀλλαγάς ἔλεγόν τινες. οὕτω γὰρ τοσοίδε σταθμοὶ ὁδευθῆναι λέγονται πρός τινων καὶ τοσούσδε σταθμοὺς εἶναι ἀπὸ τοῦδέ τινος τόπου εἰς ἄλλον φαμέν.] Τὸ δὲ "τὰ δ' ἐρῆμα φοβεῖται" σχῆμά ἐστι καινοπρεπὲς καὶ τοῖς φθάσασιν ἀκατάλληλον. ὤφειλε μὲν γὰρ εἰπεῖν· αἱ δ' ἐρῆμαι φοβοῦνται, τουτέστιν αἱ εἰροπόκοι ὄϊες. ὁ δὲ ἐσχημάτισεν ὡς πρὸς ποίμνια ἢ πρόβατα ἢ θρέμματα. ταὐτὸν γὰρ εἰπεῖν ὄϊας καὶ εἰπεῖν ποίμνια ἢ πρόβατα. Τὸ δ' ἐναντίον τούτου ἐπέπεσεν ἐν τῷ τέλει τῆς β. ἐκεῖ μὲν γὰρ ἀπὸ οὐδετέρου πληθυντικοῦ εἰς θηλυκὸν μετέπεσεν, εἰπών· πτηνῶν ἔθνεα ποτῶνται, ἀγαλλόμεναι πτερύγεσσιν, ἤγουν ἀγέλαι πέτονται ἀγαλλόμεναι. ἐνταῦθα δὲ μετέβη ἀπὸ θηλυκοῦ πληθυντικοῦ εἰς οὐδέτερον. Ἔφη γάρ· εἰροπόκοις ὀΐεσσιν, ἃ ἐρῆμα φοβοῦνται, ἤγουν εἰροπόκοις ζῴοις ἢ ποιμνίοις, ἃ ἔρημα τοῦ βοηθήσοντος φεύγει. εἶτα εὐθὺς πάλιν ἐπανακάμπτει εἰς τὸ ἐξ ἀρχῆς θηλυκὸν εἰπών· αἳ μὲν ἀγχηστῖναι κέχυνται, ἤγουν αἱ ὄϊς. Τὸ δὲ ἐρῆμα προπερισπῶσιν οἱ παλαιοί. ὥσπερ γὰρ ἑτοῖμον λέγει Ὅμηρος προπερισπωμένως κατὰ ἀρχαϊσμόν, οὕτω καὶ ἐρῆμον τὸ παρ' ἡμῖν ἔρημον. καὶ καινὸν οὐδέν, εἴγε καὶ Θουκυδίδης ἀσυνήθως τροπαῖον λέγει προπερισπῶν. Τὸ μέντοι ὁμοῖος αὐτὸ μὲν οὐκ ἔχει παραδοξίαν τινά. ἀνάλογον γάρ ἐστι τοῖς διὰ τοῦ οῖος προπερισπωμένοις, δοκοῦν προπερισπασθῆναι καὶ ἐκ τοῦ ὁμοίϊος. μᾶλλον δὲ τὸ ὅμοιος ἔχει τι καινὸν κατὰ συνήθειαν, ὥς φασιν, Ἀττικήν. Ἰστέον δὲ ὅτι καὶ τὸ παρὰ τῷ Θουκυδίδῃ τροπαῖον οὐ ξενίζει κατὰ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. Ἔχει γὰρ καὶ ἐκεῖνο ἀναλογίας ὁμοιότητα ἐκ τοῦ τροπαῖος ἀρσενικοῦ ὃ γίνεται ἀπὸ τοῦ τροπή. δῆλον γὰρ ὅτι τροπαῖος λέγεται Ζεύς. Αὐτὰ δέ γε παλαιοτροπίαν [42] τινὰ ἔχουσι. Διὸ Ἡρῳδιανός φησιν ὅτι τὸ παρ' Ὁμήρῳ ἐρῆμον καὶ ἑτοῖμον οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως φασὶν ἔρημον καὶ ἕτοιμον.
(v. 141) Τὸ δὲ ἀγχηστῖναι δηλοῖ μὲν τὸ πυκναί γίνεται δὲ παρὰ τὸ ἄγχι ἑστάναι, ὃ ποιοῦσιν αἱ ὄϊες διὰ φόβον πυκνούμεναι ὡς ἐπὶ συνασπισμῷ. Σημείωσαι δὲ ὅτι νῦν μὲν τὸ ἀγχηστῖνος σύνθετον εὕρηται, μετ' ὀλίγα δὲ τὸ ἄγχι ἑστηκέναι διαλελυμένον εὑρήσεις. ἴσως δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν αἰπολίων τὸ ἀγχηστῖναι εἴρηκεν. ἐκεῖνα γὰρ πλατέα λέγεται διὰ τὸ οὕτω τὰς αἶγας νέμεσθαι. Γράφεται δὲ διὰ τοῦ η ἡ προπαραλήγουσα τοῦ ἀγχηστῖναι, ὡς ἀπὸ τοῦ ἑστάναι, τροπῇ τοῦ ε εἰς η. ἄλλως δὲ τὰ ἀπὸ τοῦ ἄγχι ἐπιρρήματος πάντα διὰ τοῦ ι γράφεται, ἐν οἷς καὶ ὁ ἄγχιστος, ὅθεν τὸ ἀγχιστεύειν καὶ τὰ ἐξ αὐτοῦ. Τὸ δὲ κέχυνται σύντονον κίνησιν κἀνταῦθα ζῴων δηλοῖ, ὥς που καὶ ἐπὶ ἀνδρῶν φανήσεται λεχθέν.
(v. 142) Τὸ δὲ βαθέης ἁπλοῦν ἐστι καὶ ἀπαθές, ὡς ἐκ τοῦ βαθύς βαθέος, κατὰ τὸ νέα, ῥέα. ὅτε δὲ τὸ ι προσλάβῃ, ἑτέρας ἀναλογίας γίνεται. τοιοῦτον καὶ τὸ "ὠκέα Ἶρις". Τὸ δὲ ἐξάλλεσθαι τῆς αὐλῆς ταὐτόν ἐστι τῷ ὑπεράλλεσθαι, ὡς ὁ ποιητὴς ἐδήλωσεν. Ἡ γὰρ ἐξ πρόθεσις οὐ μόνον τὴν ἔξω δηλοῖ σχέσιν ἀλλὰ καὶ ὕψωμα πολλάκις σημαίνει, ὡς καὶ ἐν τῷ ἐξωγκώθη καὶ ἐν τῷ ἐκνομίως ᾐσχύνετο καὶ ἐν ἄλλοις πολλοῖς.
(v. 143) Τὸ δὲ "Τρώεσσι μίγη" τῆς κατὰ τὴν μισγάγκειαν καὶ αὐτὸ ἔχεται παραβολῆς. Φιλεῖται δὲ ἡ τοιαύτη λέξις τῷ ποιητῇ καὶ τῷ Πινδάρῳ δέ, ὡς καὶ προείρηται, ὃς καὶ νίκῃ μιγῆναί τινα λέγει, ἀντὶ τοῦ νικῆσαι, καὶ ἄλλα ὅμοια.
(v. 144-147) Ὅτι καὶ ἐνταῦθα τὴν συνήθη [43] ποικιλίαν φυλάσσων ὁ ποιητὴς ἀναιρεῖ μέν τινας ὑπὸ τῷ Διομήδῃ, τὰ δὲ κατ' αὐτοὺς διαφόρως φράζει. καὶ δύο μέν τινας ἀναιρεῖ, οὓς οὐ γενεαλογεῖ, ἀλλὰ μόνον δηλοῖ, ποῖ τοῦ σώματος ἔπαθον, λέγων ὅτι εἷλεν Ἀστύνοον καὶ Ὑπείρονα, "τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ' ὦμον ἔπληξε". Καὶ σημείωσαι τὸ ἔπληξε καινοτέρως σχηματισθέν. ἦν γὰρ τὸ ἀκόλουθον εἰπεῖν· τὸν μὲν βαλὼν, τὸν δὲ ἕτερον πλήξας. καὶ ὅτι κἀνταῦθα τὸ κληΐς ἐκτείνει τὴν λήγουσαν, ὡς δηλοῖ τὸ "κληῗδα παρ' ὦμον", ἔνθα ἐκτέταται τὸ δίχρονον.
(v. 148-150) Μετὰ δὲ τούτους ἀναιρεῖ ὁ Διομήδης δύο τινάς, Ἄβαντα δηλαδὴ καὶ Πολύϊδον, οὓς καὶ γενεαλογεῖ ὁ ποιητὴς λέγων υἱέας αὐτοὺς Εὐρυδάμαντος "ὀνειροπόλοιο γέροντος, οἷς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ' ὀνείρους".
(v. 152 s.) Εἶτα ἑτέρους δύο "Φαίνοπος υἷε, ἄμφω τηλυγέτω".
(v. 159 s.) Μετὰ δὲ τούτους Πριαμίδας δύο, "εἰν ἑνὶ δίφρῳ ἐόντας". Καὶ ὅρα ὅπως καὶ ἐνταῦθα ἱστορίαις παραρτύει τὴν ποίησιν, καὶ ὅτι ἀδελφικάς, ὡς καὶ προεγράφη, τρεῖς ταύτας συζυγίας ὑπὸ τῷ Διομήδῃ ἀναιρεῖ καὶ οὐδὲ τόπους λέγει πληγῶν τοῖς πίπτουσι.
(v. 150) Καὶ ὅτι σχῆμα ἀμφιβολίας ἐν τῷ "οἷς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ' ὀνείρους". Ἢ γὰρ λέγει ὅτι ἔκρινε μὲν ὁ γέρων ὀνείρους αὐτοῖς πλὴν ὡς οὐκ ἐρχομένοις, ἤτοι ὡς οὐ μέλλουσι σωθῆναι τῆς σήμερον μάχης ‑ καὶ γάρ σφεας Διομήδης ἐξενάριξεν ‑ ἢ οὐκ ἔφθασεν ὅλως ὀνείρους τινὰς κρῖναι αὐτοῖς ἐρχομένοις εἰς πόλεμον. Καὶ σημείωσαι ὅτι τὸ "ἐκρίνατ' ὀνείρους", συντίθησι τὸν παρὰ τοῖς ὕστερον ὀνειροκρίτην, ὡς εἶναι ταὐτὸν τὸ ὀνειροπόλος καὶ τὸ ὀνειροκρίτης καὶ ὅτι παθητικῶς εἶπεν ἐκρίνατο ἀντὶ τοῦ ἔκρινεν, ὃ καὶ αὐτὸ διάκρισίν τινα δηλοῖ τῆς κατὰ τὸ ὄναρ συγχύσεως, διευκρινουμένης τῷ ὀνειροπόλῳ, ὃς καὶ λύειν ὄνειρον λέγεται οἷα συνδεδεμένον καὶ οὕτω καμπύλον καὶ ἀδιευκρίνητον.
(v. 144) Ἐν δὲ τοῖς εἰρημένοις ἰστέον καὶ ὅτι ὁ μὲν Ὑπείρων ἐκ μόνης τῆς ὑπειρ προθέσεως παρῆκται, καθὰ καὶ [44] ἐκ τῆς ἀντι ὁ ἀντίος, μετὰ δὲ τῆς ἐν καὶ ὁ ἐναντίος. οὕτω δὲ καὶ ἐκ τῆς ἀνα ἴσως ὁ Ἄνιος καὶ ἐκ τῆς ἀμφι ὁ Ἄμφιος κύριον καὶ ἐκ τῆς περι ὁμοίως ὁ Πέριμος καὶ ἐκ τῆς ὑπο Ὕπιος ὁ παρὰ Ἀρριανῷ ποταμός.
(v. 146) Τὸ δὲ "ξίφεϊ μεγάλῳ" ἔοικε κατά τι ἐξαίρετον εἰρῆσθαι, ὡς καὶ τὸ "ξίφεϊ Θρηϊκίῳ μεγάλῳ", διὰ τό, ὡς εἰκός, εὐμέγεθες εἶναι.
(v. 146 s.) Ἡ δὲ ῥηθεῖσα κατὰ σῶμα κληῒς διασαφεῖται μέν, ποῦ ἐστιν, ἐν τῷ "κληῗδα παρ' ὦμον πλῆξεν, ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου". Δοκεῖ δὲ ἀπὸ τοῦ κλείειν καὶ συνδεῖν ὦμον καὶ αὐχένα καὶ νῶτον γίνεσθαι. διὸ καὶ πληγεῖσα καιρίως ἀπεῖρξεν, ὅ ἐστι διεχώρισεν, ἐκ τοῦ αὐχένος τόν τε ὦμον καὶ τὸν νῶτον.
(v. 148) Ὁ δὲ Ἄβας ὁμώνυμός ἐστι τῷ Ἑλληνικῷ, ἐξ οὗ οἱ κατ' Εὔβοιαν Ἄβαντες. Ὁ δὲ Πολύϊδος διφορεῖται παρὰ τοῖς παλαιοῖς ἔν τε διχρόνῳ καὶ διὰ διφθόγγου δὲ ἔχων τὴν παραλήγουσαν.
(v. 149) Τοῦ δὲ ὀνειροπόλου τὸ ῥῆμα οὐ κρίσιν ὀνείρων δηλοῖ παρὰ τοῖς μεθ' Ὅμηρον, ἀλλ' ἢ σκῶμμα ἔχει ‑ Ὀνειροπολεῖν γὰρ τὸ ὡς ἐν φαντασίᾳ μάτην ἐλπιδοκοπεῖσθαι ‑ ἢ τὸ βλέπειν ὄνειρον σημαίνει, ὡς τὸ "ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν". [Δῆλον δὲ ὅτι ὁ ὄνειρος καὶ οὐδετέρως τὸ ὄνειρον λέγεται, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "τοὐμὸν ὄνειρον φρενῶν". Ὡς δὲ τοὺς ὀνείρους καὶ ὀνείρατά φαμεν, ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται. Ἀναλογία δὲ τοῦ ὀνειροπόλος κατὰ τὸ οἰωνοπόλος, ὃν καὶ οἰωνοθέτην ὁ Σοφοκλῆς εἰπὼν οὐκ ἂν ἀλόγως ἕξει καὶ τὸν ὀνειροπόλον ὀνειροθέτην εἰπεῖν.]
(v. 153) Ὅρα δὲ καὶ ὡς ἐνταῦθα φανερῶς τηλυγέτους λέγει τοὺς μόνους ὄντας υἱοὺς πατρὶ γέροντι, τῆλε ὄντι τοῦ γεννᾶν. Εἰπὼν γὰρ "Φαίνοπος υἷε, ἄμφω τηλυγέτω", ἐπάγει "ὃ δ' ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ' οὐ τέκετο ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι". τὸ μὲν οὖν "ἐτείρετο γήραϊ λυγρῷ" τῆλε εἶναι τοῦ γεννᾶν δηλοῖ τὸν Φαίνοπα, ἃ συντίθησι τὸν τηλύγετον.
(v. 154) Τὸ δὲ "υἱὸν οὐ τέκετο ἄλλον" μόνους αὐτοὺς εἶναι δηλοῖ τῷ πατρί. Τοῦ δὲ [45] τέκετό ἐστι καὶ ἀπαρέμφατον τεκέσθαι καὶ μετοχή, οἷον "τεκομένα με μᾶτερ". Τὸ δὲ κτεάτεσσι πλεονασμὸν ἔχει τῆς παραληγούσης. τὸ γὰρ κοινὸν κτέασιν ἀπὸ τοῦ κτέαρ κτέατος. καὶ ἔστιν εἶδός τι μεταπλασμοῦ πρὸς ὁμοιότητα τοῦ κύνεσσιν, ἄνδρεσσι καὶ τῶν ὁμοίων.
(v. 155-158) Ὅτι ὁ Διομήδης τοὺς τοῦ ῥηθέντος Φαίνοπος υἱοὺς ἀνελὼν πατρὶ γόον καὶ κήδεα λυγρὰ ἔλειπε. Καὶ ἔστι περιπαθὴς ὁ λόγος, εἴγε τοὺς υἱοὺς ἑλὼν λύπας ἀφῆκε τῷ πατρὶ ἀντ' αὐτῶν "ἐπεί", φησίν, "οὐ ζώοντε μάχης ἐκνοστήσαντε ἐδέξατο, χηρωσταὶ δὲ τὴν κτῆσιν αὐτοῦ ἐδάσαντο", διὰ τὸ μόνους, ὡς εἴρηται, αὐτοὺς εἶναι τῷ πατρί.
(v. 158) Ἦν δὲ τάγμα ἐν ταῖς πόλεσιν οἱ χηρωσταί, διοικοῦν τοὺς ἀκληρονομήτους, ἤγουν τοὺς χηρεύοντας διαδόχων, ἢ καὶ ὧν αἱ γυναῖκες ἔμενον χῆραι καὶ τῶν ἐπιτροπευόντων δεόμεναι. οἵτινες κατὰ λόγον ἄλλον καὶ ὀρφανισταὶ ἐκαλοῦντο ὡς ὀρφανῶν ὑπεριστάμενοι, καθὰ καὶ Σοφοκλῆς δηλοῖ. Καὶ σημείωσαι ὅπως νόμον τοῦτον ἢ ἔθος παλαιὸν πολιτικὸν τῇ ἱστορίᾳ εὐμεθόδως χάριν πολυμαθείας ὁ ποιητὴς συνέπλεξε. Τὸ δὲ χωρίον χρησιμεύσει ποτὲ τῷ εἰς τοιοῦτον γράφοντι ἀκληρονόμητον γέροντα. Ὀξύνεται δὲ τὸ χηρωσταί διὰ κανόνα τοιοῦτον. τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεται· βραβευτής, ἀθλητής, ποιητής, ὀρχηστής, χρυσωτής, ἑεδνωτής, οὕτω καὶ χηρωστής. μάχεται τὸ κυβερνήτης. τὸ ἀήτης ἄλλως γέγονεν, ἀπὸ ῥήματος εἰς μι γεγονὸς τοῦ ἄημι. τὸ παρὰ Σοφοκλεῖ, φασίν, ἐν [46] Ἀλεξάνδρᾳ· "στείχων ἀγρώστην ὄχλον" παρώνυμόν ἐστι καὶ οὐ ῥηματικόν. Δοκεῖ δὲ ὁ χηρωστής πλεονασμὸν ἔχειν τοῦ σ πρὸ τοῦ τ, εἴπερ ἐκ τοῦ χηρῶ χηρώσω γίνεται.
(v. 156) Κήδεα δὲ λυγρὰ τὰς βλάβας ἔφη πρὸς διαστολὴν ἑτέρου κήδους, τοῦ κατ' ἀγχιστείαν δηλαδή, ὃ οὐκ ἐξ ἀνάγκης λυγρόν ἐστιν.
(v. 155) [Ἐν τούτοις δὲ καὶ τὸ ἐνάριξεν ἐπὶ φόνου τεθὲν διασαφεῖται, ἵνα μὴ νοοῖτο ἀντὶ τοῦ ἐσκύλευε. Φησὶ γὰρ "ἔνθ' ὅ γε τοὺς ἐνάριξε, φίλον δ' ἐξαίνυτο θυμόν." εἰ δ' ἴσως ἐπὶ σκυλευμοῦ ληφθείη ἐνταῦθα τὸ ἐνάριξεν, εἴη ἂν σχῆμα πρωθύστερον, ἵνα λέγῃ ὅτι ἐξεῖλε ψυχήν, εἶτα ἐνάριξε. Τὸ δὲ αἴνυτο ἁπλοῦν ὂν συντάσσεται καὶ μετὰ γενικῆς, ὡς ἐν τῷ "τυρῶν αἰνύμενοι". Ἐτυμολογία δὲ τοῦ αἴνυσθαι ἢ τὸ αἴρω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἢ τὸ ἄνω, ἐξ οὗ τὸ ἀνύω. ἀνυστικὸν γάρ τι καὶ τὸ ἐξαίνυσθαι, ὅπως ἂν καὶ λαμβάνοιτο.]
(v. 163 s.) Ὅτι τὸ "υἷας Πριάμου δύο ἔλαβε" ταὐτόν ἐστι τῷ εἷλεν, ὥστε καὶ ὅτε λέγει ὁ ποιητής, ὡς ὁ δεῖνα τὸν δεῖνα εἷλεν, οὐδὲν καινόν ἐστι νοεῖν τὸ εἷλεν ἀντὶ τοῦ ἔλαβεν, ἐξ οὗ τὸ ἐφόνευσε κατά τινα παρακολούθησιν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι εἰπών, ὡς τοὺς εἰρημένους Πριαμίδας ὁ Διομήδης ἐξ ἵππων βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεα ἐσύλα, ἐσίγησε μὲν τὸ πρᾶγμα αὐτό, τὸν φόνον δηλαδὴ τῶν Πριαμιδῶν, τοῖς δὲ πρὸ τοῦ πράγματος καὶ τοῖς μετὰ τὸ πρᾶγμα ἐδήλωσε καὶ αὐτό. ἔστι δὲ πρὸ τοῦ πράγματος μὲν τὸ "ἐξ ἵππων ἔβησε", μετὰ δὲ τὸ πρᾶγμα τὸ "τεύχεα ἐσύλα", ὧν μέσος ὁ φόνος. καταρριφέντες γὰρ τοῦ δίφρου ἐφονεύθησαν εἶτα ἐσκυλεύθησαν. τὴν δὲ τοιαύτην μέθοδον καὶ παρ' ἄλλοις ἔστιν εὑρεῖν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, καθὰ δηλοῦσιν οἱ παλαιοί.
(v. 163) Σημείωσαι δὲ καὶ ὅτι τὸ "ἐξ ἵππων βῆσε" ταὐτόν ἐστι τῷ "ἔκβαλε δίφρου", ὅπερ εἶπεν ἀλλαχοῦ, καὶ ὅτι τὸ πρὸ μικροῦ συλεύειν συλᾶν ἐνταῦθα [47] εἶπεν, ὅ ἐστι σκυλεύειν.
(v. 161 s.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι πρὸ ὀλίγου μὲν τὸν Διομήδην φοβοῦντα τοὺς Τρῶας λέοντι εἴκασεν ἐπιτιθεμένῳ ποιμνίοις πολλοῖς, ἐνταῦθα δέ, ὅτε τοὺς Πριαμίδας ἀναιρήσει, λέοντι παραβάλλει, ὃς ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξει πόρτιος ἠὲ βοός, ξύλοχον κάτα βοσκομενάων. Ἡ δὲ παραβολὴ αὕτη οὐ μόνον ἐξευτελίζει τούτους τοὺς Πριαμίδας ἀλλὰ καὶ ἰδιότητα λέοντος ἱστορεῖ. Ἔθος γὰρ τῷ λέοντι πρῶτον καταγνύειν, ὡς πολλαχοῦ δηλοῦται, τοὺς αὐχένας τοῖς τοιούτοις ζῴοις, ἵνα μὴ τοῖς κέρασιν ἀμύνοιντο, εἶτα ἐν ἀδείᾳ ἐπικεῖσθαι αὐτοῖς.
(v. 162) Ἡ δὲ πόρτις, ἀφ' ἧς ἐν ἄλλοις ὑποκοριστικῶς ἡ πόρταξ, δηλοῖ μὲν δάμαλιν τὴν ἄρτι πορεύεσθαι δυναμένην, καθ' ὁμοιότητά τινα τοῦ νεβροῦ. Γράφεται δέ ποτε καὶ χωρὶς τοῦ τ πόρις. ὥσπερ δὲ τὸ πόρτιος, οὕτω καὶ τὸ βοός θηλυκῶς νοητέον, ὡς δηλοῖ τὸ βοσκομενάων. Σημείωσαι δὲ καὶ ὅτι τὸ μὲν βοός καὶ νῦν γενικόν ἐστιν ὄνομα, τὸ δὲ πόρτις εἰδικόν. καὶ ὅτι πάντως μὲν βοῦς ἐστι καὶ ἡ πόρτις, ὁ δὲ Ὅμηρος τὸ μὲν γενικὸν ἐφύλαξε τῇ τελείᾳ βοΐ, τὸ εἰδικὸν δὲ ἀπεκλήρωσε τῇ ἀτελεῖ. Ξύλοχος δὲ κατ' ἔλλειψιν τόπος ὀρεινὸς πυκνὸς ξύλοις. μυριαχοῦ δὲ ἡ τοιαύτη λέξις οὕτω κεῖται κατὰ γένος ὡς ἐπὶ πολὺ θηλυκόν, ὅτε καὶ λείπει τὸ ὕλη, ἵνα ᾖ ξύλοχος ὕλη, ἀφ' ἧς καὶ θῆρες ὑληκοῖται.
(v. 164 s.) Ὅτι κεῖται καὶ ἐνταῦθα μέθοδος προκλητικὴ τοῦ ἑξῆς νοήματος. τρεῖς γὰρ ἀδελφικὰς συζυγίας ἀνελὼν ὁ ποιητὴς ὑπὸ τῷ Διομήδει, τοὺς μὲν ἄλλους ἀφῆκεν οὕτω κεῖσθαι, τοὺς δὲ Πριαμίδας καὶ σκυλεύεσθαι γράφει καὶ τοὺς ἵππους δίδοσθαι ἱστορεῖ τοῖς ἑτάροις μετὰ νῆας ἐλαύνειν. τοῦτο δὲ ποιήσας εὐθὺς ἐπισυνάπτει καὶ τὰ περὶ Πανδάρου καὶ Αἰνείου, ἐξ ὧν λήψεται τοὺς ἀρίστους ἵππους. καὶ οὕτως εὐμεθόδως ἡ τρίτη ξυνωρὶς τῶν Πριαμιδῶν τὴν τοῦ Αἰνείου προκαλεῖται, ταχθησομένην εὐθὺς μετ' αὐτήν, καὶ προγυμνασάμενος ὥσπερ ἐν ταύτῃ ὁ Διομήδης εἶτα κατὰ τῆς τοῦ Αἰνείου ξυνωρίδος ἐπαγωνίσεται τῆς εὐγενεστέρας καὶ ἀξίας λόγου πλείονος.
(v. 166 s.) Ὅτι ἀνδρείου παραστατικὸν τὸ "ἀλαπάζοντα στίχας ἀνδρῶν" καὶ τὸ "βῆ δὲ ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων".
(v. 169) Ὅτι ἀσυνδέτως καὶ ἐνταῦθά φησιν· "εὗρε Λυκάονος υἱόν", τὴν τοῦ εὑρόντος σπουδὴν παραδηλῶν τῷ ἐπιτρόχῳ τοῦ σχήματος.
(v. 168 s.) Ἰστέον δὲ ὡς οὐ μόνον ἀγλαὸν τὸν [48] Πάνδαρον ὁ ποιητὴς οἶδεν, ἀλλὰ καὶ ἀντίθεον αὐτὸν καὶ ἀμύμονά φησι καὶ κρατερόν, ἐξαίρων τὸ τοῦ Διομήδους ἐπ' αὐτῷ ἀρίστευμα, εἴπερ αὐτὸς τὸν τοιοῦτον ἀναιρεῖ. ἄλλως γὰρ οὐ πάνυ ἄξιος ἐπαίνου ὁ Πάνδαρος, διὰ τὸ γένος δὲ καὶ τὴν ἀνδρίαν οἱ ἔπαινοι. οὐ γὰρ ἑτέρως ἀντίθεος καὶ ἀμύμων ὁ, ὡς ἐδείχθη, ἐπίορκος, ἔτι δὲ καὶ ἀνελεύθερος, ὡς καὶ μετὰ μικρὸν δειχθήσεται. Ὡς οὖν τὰ καλὰ τῶν θυμάτων ἐχρυσοῦντο εἰς ἄγαλμα, οὕτω καὶ ὁ Πάνδαρος ἐπαίνοις καταστέφεται εἰς σέμνωμα τοῦ Διομήδους, ὑφ' ᾧ πεσεῖται.
(v. 171-173) Ὅτι ἔπαινος τοξότου τὸ "ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ", οὐδέ τις ἐν τῷ δεῖνι τόπῳ ἢ ἐν τοῖς δεῖνα σέο γ' εὔχεται εἶναι ἀμείνων. πρὸς Πάνδαρον δὲ τὸν ἐκ Λυκίας ὁ Αἰνείας ταῦτά φησι. Καὶ σημείωσαι ὅτι τε ἑνικῶς νῦν εἶπε τὸ τόξον, εἰωθὼς ἐν ἄλλοις καὶ πληθυντικῶς προφέρειν αὐτό. μετ' ὀλίγα οὖν ἀγκύλα τόξα ἐρεῖ. οὕτω καὶ καμπύλον ἅρμα οἴσετον ἑνικῶς, καὶ "ἔλαυνε ἅρματα" πληθυντικῶς.
(v. 172) Καὶ ὅτι Ἀττικῶς τὸ ἐρίζεται ἀντὶ τοῦ ἐρίζει φησίν, ὡς καὶ ἀλλαχοῦ τὸ διώκεται ἀντὶ τοῦ διώκει καὶ ἄλλα δὲ μυρία τοιαῦτα, ἐφ' ὧν Ἀττικωτέρα ἡ παθητικὴ λέξις. Ὅρα δὲ καὶ ὅτι τὸ ἀνήρ καὶ ἐνταῦθα ἐκτείνει τὴν ἄρχουσαν. ἐν μέντοι τῷ "ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει" καὶ ἐν ἄλλοις μυρίοις συστέλλεται.
(v. 173) Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα Λυκίας μέμνηται Ὅμηρος τῆς μικρᾶς τῆς περὶ Ζέλειαν, ἥτις ὥσπερ μικρὰ Λυκία, οὕτω καὶ μικρὰ Τροία ἐλέγετο. διὸ καὶ μετ' ὀλίγα ἄρχειν Τρώεσσι καὶ ἡγεῖσθαι Τρώεσσι λέγεται ὁ Πάνδαρος, τοῖς Ζελειώταις δηλονότι. Οἱ μέντοι ὑπὸ τῷ Σαρπηδῶνι Λύκιοι, ὡς καὶ προείρηται, τῆς μεγάλης Λυκίας εἰσὶν ἔποικοι.
(v. 175 s.) Ὅτι ἀνθρώπῳ εὐδοκιμοῦντι ἐν μάχῃ ἐπιπρέπει τὸ "ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεν, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσε".
(v. 174-178) Ὅτι τὸ πρὸς τὸν Σπαρτιάτην Λυκοῦργον λεχθὲν ἐν δισταγμῷ σεμνῶς ὑπὸ Ἀπόλλωνος τὸ "δίζομαι, ἠὲ θεόν σε προσείπω ἢ βροτόν" πολλῷ πρότερον Ὅμηρος ἐνόησε. Λέγει οὖν ὁ Αἰνείας πρὸς τὸν Πάνδαρον· "ἀλλ' ἄγε τῷδ' ἔφες ἀνδρί", δηλαδὴ τῷ Διομήδει, "βέλος, εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν". ἔνθα καὶ γνωμικὸν κεῖται τὸ χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις. Ἔστι δὲ πλεονασμὸς ἐνταῦθα τῆς ἐπι προθέσεως, ὡς καὶ ἐν τῷ "βοῶν ἐπιβουκόλος [49] ἀνήρ" καὶ ἐπίουρος. καὶ οὕτω μὲν εἶπεν ὁ Αἰνείας ἐνδοιάζων.
(v. 183-186) Ὁ δὲ Πάνδαρος παραφράζων ἀφελέστερον λαλεῖ τὸ αὐτὸ νόημα, λέγων ὅτι σάφα οὐκ οἶδα, εἰ θεός ἐστιν. εἰ δ' ὅ γ' ἀνὴρ "Τυδέος υἱός, οὐχ' ὅ γ' ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκεν ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους". Καὶ ἔστιν ὃ λέγει ὁ Πάνδαρος, ὅτι ἢ θεός ἐστιν ὁ φαινόμενος ἢ θεῖος ἀνὴρ καὶ οὐκ ἄνευ θεοῦ ἀνδραγαθῶν. Καὶ ὅρα οἵαν γνῶσιν ὁ Διομήδης ἔφθασε σχεῖν ὑπὸ Ἀθηνᾶς. αὐτὸς γὰρ οὐκ ἐνδοιαστικῶς οἶδεν ἐν τῷ γράμματι τούτῳ, ἀλλὰ κρίνει θεὸν καὶ ἄνδρα, [ἤγουν διακρίνει. Ἐν τοῖς τοιούτοις δὲ πιθανότητα πλάσεως ὁ ποιητὴς ἑαυτῷ ἐπιμαρτύρεται, μονονουχὶ λέγων ὡς οὐκ ἀπιθάνως πλάττω συνεφαπτομένους τῆς μάχης θεούς. ἰδοὺ γὰρ καὶ οἱ ῥηθέντες ἥρωες τοιαῦτα οἴονται.]
(v. 185) Σημείωσαι δὲ ὅτι τὸ μαίνεται νῦν μὲν ἐπὶ ἀνθρώπου εἶπεν ἐνθουσιῶντος εἰς μάχην, ἀλλαχοῦ δὲ δόρυ μαίνεσθαι λέγει, ψυχώσας οἷον τὸ ὅπλον ἐκεῖ τρόπῳ ποιητικῷ. Ἰστέον δὲ ὅτι τοῦ μαίνομαι οὐκ ἔστιν ἐνεργητικὸς ἐνεστὼς ἀσύνθετος ἐν χρήσει, ἀλλὰ μετὰ προθέσεως. ὡς γὰρ ὀχῶ ἄλλον καὶ πορεύω ἄλλον, ὀχοῦμαι δὲ καὶ πορεύομαι ἐγώ, οὕτω καὶ ἐκμαίνω ἄλλον, οὗ μετοχὴ τὸ "τέτρωρον ἐκμαίνων ὄχον". ὁ μέντοι κατ' ἐνέργειαν παρακείμενος εὕρηται ἐν ἁπλότητι. μέμηνα γάρ. ὁ δὲ ἐνεργητικὸς ἀόριστος μετὰ προθέσεως. ἐξέμηνα γάρ. [Δῆλον δὲ καί, ὅτι ἐν πολλοῖς αἱ καθ' ὑπερβολὴν ἐπιθυμίαι κλῆσιν ἔχουσιν ἐκ τοῦ μαίνεσθαι, καὶ μάλιστα αἱ φαῦλαι. χρυσομανής γοῦν σκώπτεταί τις καὶ οἰνομανής. καὶ ἡ ἐρωμανία δὲ τοιοῦτόν τί ἐστι καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ὁ γυναιμανής. κεκλήρωται δὲ καὶ δούλοις ἐντεῦθεν [50] κλῆσις. Μάνης γὰρ δουλικὸν ὄνομα παρὰ τοῖς παλαιοῖς, ἐξ οὗ μετῆκται καὶ εἴς τι παικτικὸν χαλκοῦν πρόσωπον, ὃ καὶ αὐτὸ Μάνην ἐκάλουν. ἐκ τοιαύτης δὲ μανίας πέπαικται καὶ ἡ μανιόκηπος γυνή, ἤγουν ἡ περὶ μίξεις μεμηνυῖα. κῆπος γὰρ νῦν τὸ ἐπείσιον.]
(v. 186) Τοῦ δὲ εἰλυμένος πρωτόθετον τὸ εἰλῶ, ἐξ οὗ εἰλύω, ἀφ' οὗ ἐν συνθέσει τὸ ἐπειλύω. οὕτω καὶ ἐκ τοῦ καλῶ καλύω, ὅθεν τὸ κλύω.
(v. 185 s.) Τὸ δὲ "ἀλλά τις ἄγχι ἕστηκεν ἀθανάτων", ἤτοι θεῶν, ἀγχίθεον τὸν Διομήδην ὑποδηλοῖ. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι διαφέρει τὸ ἄγχι ἑστάναι διαλελυμένως καὶ τό, ὡς προεγράφη, ἀγχηστῖναι ὄϊς, συνθέτως,
(v. 174) καὶ ὅτι ἐφιέναι λέγει τὸ ἐκ τόξου βέλος ἐπιπέμπειν. Καὶ ἔστι κυρία ἡ λέξις. φησὶ γοῦν "ἔφες ἀνδρὶ βέλος" καὶ "ἤδη γὰρ ἀριστήεσσιν ἐφῆκα". ἐκ τούτου δὲ μεταφορικῶς καὶ ἐφίημι τὸ ἐντέλλομαι καὶ ἐφετμὴ ἡ ἐντολή καὶ ἡ ἐπὶ ἐκκλήτου δὲ ἔφεσις καὶ ὁ ἐφέτης ἐντεῦθεν ὥρμηνται.
(v. 177 s.) [Τοῦ δὲ κοτεσσάμενος αἰτίαν ἀποδιδοὺς ἐπήγαγεν "ἱρῶν μηνίσας", ἤγουν ἕνεκεν θυμάτων ὀργισθείς. οἶδε γὰρ ὁ μῦθος, ὡς καὶ προδεδήλωται, τὰ δαιμόνια καὶ εὐχωλῆς ἐπιμεμφόμενα καὶ ἑκατόμβης ἢ μηδ' ὅλως ἢ κακῶς τυθείσης. Ὅρα δὲ καὶ ὅτι τὸ παρὰ τοῖς ὕστερον ἐγκοτῆσαι κοτέσασθαι λέγει, καὶ ὅτι ἐν τῷ κοτεσσάμενος καὶ μηνίσας ταὐτὰ οἶδε κότον καὶ μῆνιν.] καὶ ὧδε μὲν ταῦτα. Ὁ δὲ Διομήδης οὕτως, ὡς ἐρρέθη, ἀμφιγνοηθεὶς γνωρίζεται ὅμως ἀπὸ τῶν [51] ἵππων. τάχα γὰρ ἐξαιρέτους αὐτοὺς εἶχεν, οἷα φίλιππος. ἔτι δὲ γινώσκεται καὶ ἀπὸ τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας.
(v. 181-183) Φησὶ γοῦν ὁ Πάνδαρος, ὡς "Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ, ἵππους τε εἰσορόων". Καὶ σημείωσαι ὅτι τοῦτο ἔοικεν εἶναι, ὡς καὶ προείρηται, τὸ ἐκ τῆς κόρυθος αὐτοῦ καὶ τῆς ἀσπίδος ἀκάματον πῦρ, ἡ λαμπρότης δηλονότι τῶν ὅπλων, ἀφ' ἧς διάδηλός ἐστι. [Πάνυ γὰρ λαμπρὸν παράσημον καὶ ἡ αὐλῶπις, ὑπερανεστηκυῖα, γεγανωμένη, καὶ ἡ τρυφάλεια προλάμπουσα συχνοῖς ἀστεροειδέσι φάλοις.] Τὸ δὲ "πάντα" περιττεύει κἀνταῦθα. δῆλον γὰρ ὅτι ὁ ἐξ ἵππων καὶ ὅπλων εἰκαζόμενος πῃ γνωρίζεται καὶ οὐ κατὰ πάντα. Ὅρα δὲ καὶ ὅπως δυνάμενος εἰπεῖν ὁ ποιητὴς "ἀσπίδι τρυφαλείῃ τε ἵπποις τε" οὐκ ἐποίησεν οὕτω, ἀλλὰ τὸ ἵπποις τε περιέφρασεν εἰς τὸ "ἵππους τε εἰσορόων", ἵνα ἐκφύγῃ τὸ τῶν συχνῶν πτώσεων ὁμοειδές.
(v. 182) Ὅτι δὲ τρυφάλεια μὲν πρὸς διαστολὴν ἀφάλου, ἡ ἔχουσα τρεῖς φάλους, τοὺς πολλαχοῦ δηλουμένους, ἵνα ᾖ τρίφαλος, καὶ τροπῇ τοῦ ι εἰς υ τρύφαλος ἀνάπαλιν πρὸς τὸ δύφρος δίφρος καὶ τὰ κατ' αὐτό, περὶ ὧν καὶ προείρηται, αὐλῶπις δὲ ἡ λήγουσα εἰς ὀξὺ τῷ αὐλίσκῳ, εἰς ὃν ὁ λόφος ἐνίεται, δηλοῦται καὶ ἐν ἄλλοις. [Ἰστέον δὲ ὅτι τε τὸ γινώσκων φύσει μακρὸν ἔχει τὸ κατάρχον δίχρονον μετὰ τὴν ἀπέλευσιν τοῦ γ ἐκ τοῦ γιγνώσκων. ὃ δὴ γέγονε καὶ ἐν τῷ γίγνεται γίνεται, καὶ ἐν τῷ ἰχώρ, ὡς προεγράφη, καὶ ἐν τῷ ἀρητήρ, ἐκ τοῦ ἴσχω καὶ ἐκ τοῦ ἀρνός, καὶ ὅτι ‹ἐν τῷ› "αὐλώπιδι τρυφαλείῃ" δύο ἐπίθετα ἀντὶ ἑνὸς κεῖνται προσηγορικοῦ τοῦ κυνέῃ, καὶ ὅτι ἄφαλος μὲν ἐν χρήσει κεῖται, οὐ μὴν καὶ τρύφαλος. τρυφάλη [52] δέ ἐστιν, ὡς εἰκός, ἐξ οὗ τρυφάλεια.
(v. 187) Ἐν τούτοις δὲ πρὸς ἀναλογίαν τοῦ διζήμενος κεῖται καὶ τὸ κιχήμενος, οἷον "βέλος ὠκὺ κιχήμενον", ἤγουν ἐπελθόν, ἁψάμενον.]
(v. 190 s.) Ὅτι ἀδρανῆ βλάβην φράζει τὸ "καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δ' οὐκ ἐδάμασα". Ὁ δὲ δεινὸν ἄρχοντα ὑφορώμενος εἴποι ἂν εὐθυβόλως τὸ "θεός νύ τίς ἐστι κοτήεις". ὁ Πάνδαρος δὲ ταῦτά φησιν, ὅτε βαλὼν τὸν Διομήδην οὐκ ἔβλαψεν.
(v. 193-196) Ὅτι φίλιππος κατὰ τὸν Διομήδην εἶναι δοκεῖ καὶ ὁ Πάνδαρος. διό φησιν "ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοί, πρωτοπαγεῖς, νεοτευχέες, ἀμφὶ δὲ πέπλοι πέπτανται, παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι, κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας". Εἰ δὲ καὶ ἀμφότεροι φίλιπποι, ἀλλ' ὅρα διαφοράν. Διομήδης μὲν γὰρ εἰς χρῆμα στρατιωτικὸν δεῖται τῶν ἵππων καὶ εἰς τοῦτο φιλεῖ τὸ ζῷον. διὸ καὶ τοὺς ἀλλοτρίους καὶ ταῦτα ἐπ' ἀλλοδαπῆς περιποιεῖται, οἷον τοὺς τοῦ Δάρητος καὶ τοὺς τῶν δύο Πριαμιδῶν καὶ τοὺς τοῦ Αἰνείου καὶ τοῦ Ῥήσου, καὶ οὐ φείδεται οὐδὲ τῆς εἰς αὐτοὺς δαπάνης. Πάνδαρος δὲ ὡς κτῆμα τούτους αὐχεῖ καὶ οἴκοι ἀποθέτους φυλάττει διὰ φειδωλίαν, ὡς ἂν μὴ δαπανᾷ πολλὰ εἰς αὐτοὺς ἐν τῇ Τρωϊκῇ πολιορκίᾳ.
(v. 197-203) Λέγει γοῦν αὐτός, ὅτι "μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ μοι ἐπέτελλεν ἵπποις καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας. ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν, ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς, ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδην". Οὕτω παρὰ τὸ δέον ἀνελεύθερος καὶ [κατὰ παλαιὰν κωμῳδίαν εἰπεῖν φειδός, ἤγουν] φειδωλός, δαπάνης ὁ Πάνδαρος, καίτοι μυριάδων πολιορκουμένων μὲν ὁμοίως αὐτῷ, διοικονομουμένων δὲ τὴν ἱππικήν, ὡς ἐξῆν. Τάχα δὲ καὶ ψευδόμενος ἀλαζονεύεται [53] [κατὰ Λαπίθην εἰπεῖν κωμικῶς. Λέγεται γάρ, φασί, σκωπτικῶς Λαπίθης ὁ αὐχηματίας παρὰ τὸ τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφήν, οἷς πείθει τινὰς περιαυτολογούμενος. Ὃ δὴ φαίνεται ποιῶν καὶ ὁ Πάνδαρος.] τί γὰρ ἔδει ἅρματος καὶ ἵππων τῷ τοξότῃ; διὸ οὐδὲ εἶπεν αὐτοῦ εἶναι τοὺς ἵππους, ἀλλὰ μέσως εἶπε καὶ ἀμφιβόλως, ὡς ἐν μεγάροισι Λυκάονος τοῦ πατρὸς αὐτοῦ ἕνδεκα δίφροι. Σημείωσαι οὖν ὡς τῷ Διομήδει μὲν ἀρετή ἐστι τὸ φίλιππον, τῷ δὲ Πανδάρῳ ψόγος, εἴγε φειδόμενος δαπάνης τὴν ἑαυτοῦ ἀσφάλειαν προΐεται καί, ὡς οἱ παλαιοί φασιν, ἀναλωμάτων φειδοῖ τοῦ συμφέροντος ἀμελεῖ καὶ τοὺς δίφρους, ὡς πρὸς ἀνάθεσιν, ἀχράντους φυλάττει.
(v. 194) Σημείωσαι δὲ καὶ ὅτι τὸ νεοτευχέες δίφροι διασάφησίς ἐστι τοῦ πρωτοπαγεῖς, ὃ συντελεῖ τι διὰ τῆς ἐκ τοῦ πήσσω παραγωγῆς εἴς τε τὸ πηκτὸν ἅρμα τὸ καὶ κολλητὸν καὶ εἰς τὸ πηκτὸν ἄροτρον, καὶ ὅτι πέπλος οὐ τὸ ἱμάτιον οὐδ' ἐνταῦθα, ἀλλὰ ὕφασμά τι σινδονοειδές, καταπεταννύμενον τῶν δίφρων εἰς ἀποσόβησιν καπνοῦ καὶ κόνεως καὶ τῶν τοιούτων. καὶ τάχα ἐκ τοῦ πεπτᾶσθαι πέπλοι λέγονται.
(v. 195) Διὸ καὶ ὁ ποιητὴς ὡς ἐν τρόπῳ ἐτυμολογίας παρέθετο τὰς λέξεις, εἰπὼν "ἀμφὶ πέπλοι πέπτανται", ὃ δηλοῖ τὸ ἐξήπλωνται, μετενεχθὲν ἀπὸ τῶν πετομένων ζῴων, ἵνα ᾖ ἐκ τοῦ ποτῶ ποτήσω, καὶ Δωρικῶς ποτάσω, ἐξ οὗ [54] ποτανόν τὸ πτηνόν, πεπότανται καὶ ἐν συγκοπῇ πέπτανται, ἢ καὶ ἀπὸ τοῦ πετάσω μέλλοντος πεπέτανται καὶ πέπτανται. τοῦ δὲ πετάσω δοκεῖ προϋπάρχειν ὁ πετάζω ἐνεστώς, ἐξ οὗ καὶ καταπέτασμα καὶ παραπέτασμα Μηδικόν. Δίζυγες δὲ ἵπποι ἀντὶ τοῦ ἀνὰ δύο εἰς ἕκαστον ζυγόν, ὡς εἶναι τοὺς τοῦ Πανδάρου ἵππους κβ΄.
(v. 196) Τὸ δὲ κρῖ ἀποκοπὴν ἔπαθεν οὐκ ἐκ τῆς κριθῆς ‑ ἦν γὰρ ἂν θηλυκὸν καὶ αὐτό, καθὰ καὶ ἡ κριθή ‑ , ἀλλ' ἐκ τοῦ κρίμνον οὐδέτερον. Λευκὸν δὲ αὐτὸ εἶπεν, ὡς μέν τινες οἴονται, πρὸς ἀντιδιαστολὴν μελαίνης τινὸς τὴν ἐπιφάνειαν κριθῆς, ὁποῖαι πολλαχοῦ γίνονται, μάλιστα δὲ πρὸς σύγκρισιν σίτου. ἐκεῖνος γὰρ οὐ τοιοῦτος. [Ἰστέον δὲ ὅτι οὐχ' οὕτω παρ' Ὁμήρῳ φαίνεται οὐδέτερον εἶναι τὸ κρῖ ἐκ τοῦ λευκόν, ὡς ἐκ τοῦ εὐρυφυές, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Κρῖ μὲν γὰρ λευκὸν κατὰ τὸν Τεχνικόν ἐστι καὶ ἐν θηλυκῷ γένει νοῆσαι Ἀττικώτερον, οἷον κρῖ λευκήν, κατὰ τὸ ἀρχὴν "δωρητόν, οὐκ αἰτητόν", καὶ κατὰ τὸ "κλυτὸς Ἱπποδάμεια" καὶ ὅσα τοιαῦτα. κρῖ δὲ εὐρυφυὲς θηλυκῶς εἰπεῖν ἐσχηματίσθαι οὐκ ἂν ἐξερεύξεταί τις.] Αἱ δὲ ὀλύραι σπόριμον μέλαν, μικρότερον τοῦ λεγομένου βίκου καὶ τοῦ ὀρόβου. καὶ φυλάσσει μέχρι καὶ νῦν [55] τὴν κλῆσιν παρά τισι τῶν παραθαλασσίων ἐποίκων τῆς μεγάλης Λυκίας. Τὸ δὲ ἐρέπτεσθαι ἀλόγοις ζῴοις οἰκεῖον, ἃ ἐκ τῆς ἔρας ἐσθίουσιν. ἐπ' αὐτῶν δέ, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, καὶ ἡ φορβή λέγεται κατὰ ὀνοματοποιΐαν, ὡς ἐπὶ ἀνθρώπων κυρίως ἡ ἐδωδή καὶ ἡ ἐδητύς καὶ ἡ βρώμη. [Ὅτι δὲ τὸ ἐρέπτεσθαι καὶ ἐρέπτειν ἐνεργητικῶς λέγεται καὶ ὅτι καὶ ἑτεροίαν τινὰ σημασίαν ἔχει, φανεῖται ἐν τῷ "κόνιν δ' ὑπέρεπτε ποδοῖϊν.]
(v. 203) Ἰστέον δὲ ὅτι καὶ τὸ ἔδειν ἐπὶ ἵππων λέγεται, ὡς δῆλον ἐκ τοῦ "εἰωθότες ἔδμεναι". Ἔνθα σημείωσαι καὶ ὅπως ἐπὶ ἵππων τὸ εἰωθέναι τίθησιν, ὡς καὶ ἐν τῷ "εἰωθὼς λούεσθαι ποταμοῖο". καίτοι κυρίως ἐπὶ ἀνθρώπων τὸ ἐθίζεσθαι. ὅθεν καὶ αἱ ἠθικαὶ ἀρεταὶ παρονομάζονται, ὡς οἱονεὶ ἐθικαί τινες οὖσαι.
(v. 197 s.) Τὸ δὲ "γέρων Λυκάων" ἀφροσύνην κατηγορεῖ τοῦ Πανδάρου, εἰ μήτε ὡς γέροντι μήτε ὡς πατρὶ ἐπείσθη ἐκείνῳ, καὶ ταῦτα οὐχὶ ἁπλῶς παραινοῦντι ἀλλὰ μάλα πολλὰ ἐπιτέλλοντι. ὅρα οὖν οἷα πάσχει ὁ ἀγαθῷ πατρὶ ἀπειθῶν. Τὸ δὲ "αἰχμητὰ Λυκάων" ἀνόμοιον τῷ πατρὶ δείκνυσι τὸν Πάνδαρον, εἴπερ αἰχμητὴς μὲν ἐκεῖνος, αὐτὸς δὲ τοξότης. διὸ καὶ ἐκείνῳ μᾶλλον οἰκεῖοι οἱ ἵπποι ἤπερ τῷ Πανδάρῳ, τῷ ἄλλως προσήκοντι καὶ κατὰ τέχνην πατρῴζειν, ὡς ἔθος ἐπεπόλαζε καὶ τότε πολλαχοῦ, καθὰ δηλοῖ καὶ Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ δηλοῦται. αὐλητέω γάρ, φησίν, αὐλητὴς ἐγίνετο καὶ ἐπὶ ἄλλων ὁμοίως.
(v. 199) Τὸ δὲ ἐμβεβαῶτα ἐπὶ ἅρματος κυριολεκτεῖται, ἐφ' οὗ ἐμβέβηκέ τις τῷ δίφρῳ. ἐξ αὐτοῦ δὲ ὡς ἐκ μέρους καὶ ἐπὶ ἵππων νοηθήσεται. ἄλλως γὰρ οὐκ ἂν ἐμβαίνειν τις ἵπποις ἐρεῖ, ἀναβαίνειν δὲ ἐπὶ ἵππους ἢ ἵππων ἐπιβαίνειν. ἔχεται δὲ τοῦ τόπου τούτου καὶ τὰ πρὸ μικροῦ ῥηθέντα, τὸ "ἐξ ἵππων βῆσε", καὶ "ἔκβαλε δίφρου".
(v. 200) [Τοῦ δὲ ἀρχεύειν, ὃ παράγωγόν ἐστιν ἐκ τοῦ ἄρχω, χρῆσις καὶ ἀλλαχοῦ.]
(v. 201) Ἐν δὲ τῷ "πολὺ κέρδιον ἦν" ὅρα ὅπως ὁ Ἐπιμηθεὺς οὐδὲν συντελεῖ τῷ Πανδάρῳ, νοοῦντι μὲν ἄρτι ὀψέ ποτε τὸ δέον, μὴ ἔχοντι δὲ τοῦ λοιποῦ διορθώσασθαι.
(v. 203) Τὸ δὲ "εἰλομένων" ταὐτόν ἐστι τῷ εἰλουμένων.
[56] διφορεῖται γάρ, ὁποῖον καὶ τὸ στερούμενος στερόμενος, καὶ ἐπιμελούμενος ἐπιμελόμενος. Τὸ δὲ ἄδην ἀντὶ τοῦ δαψιλῶς, περὶ οὗ καὶ προγέγραπται, Νικίας μὲν ψιλοῖ, διπλασιάζων τὸ δ διὰ τὸ μέτρον, ὁμοίως τῷ "κύον ἀδδεές", Ἀρίσταρχος δὲ δι' ἑνὸς δ καὶ βραχέως καὶ δασέως. δασύνει δὲ ὁ αὐτὸς καὶ τὸ "ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων", καὶ τὸ "ἅδος τέ μιν ἵκετο θυμόν", ἀντὶ τοῦ κόρος, καὶ τὸ Ἅδωνις. καὶ τοῦτο γάρ, φησί, παρὰ τὸ ἥδω. τὸ μέντοι ἀδολέσχης ψιλοῖ. φασὶ δὲ καὶ τὸ ἁδράφαξυς δασύνεσθαι. Ἔστι δὲ εἶδος λαχάνου, τὸ κοινῶς χρυσολάχανον, ὅπερ ἡ πλείων χρῆσις διὰ τοῦ τ ἀτράφαξυν λέγει, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ ἐν τῷ "ψευδατραφάξυος πλέα". [Σκοπητέον δ' ἐν τοῖς εἰρημένοις, εἰ καὶ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν, δασύνεται ἀπὸ τοῦ ἥδειν. δοκεῖ γὰρ καὶ αὐτὸ δασεῖαν ἔχειν, ὡς δηλοῖ καὶ ἡ αὐθάδεια, νοουμένη ὡς οἷον αὐτοαρέσκεια.]
(v. 203) Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ ἔδμεναι ἄδην τὸ ἀδηφαγεῖν καὶ ὁ ἀδηφάγος ἐπενοήθη παρὰ τοῖς ὕστερον, καὶ ὅτι καθὰ τὸ ἐρέπτεσθαι, ἀφ' οὗ μεταφορικῶς παρῆκται τὸ ἐρείπτω καὶ ἀνερείπτω, οὕτω καὶ τὸ φέρβω [57] ἐπὶ ἀλόγων, ὡς καὶ τὸ ἔδειν, καθὰ εἴρηται. διὸ καὶ φορβάδες ἵπποι κοινότερον ἀπ' αὐτοῦ, καὶ φορβή ἡ τούτων τροφή, [ἐπεὶ καὶ φορβὰς γῆ παρὰ τῷ Σοφοκλεῖ, καὶ φορβὰς δὲ γυνή κωμικῶς ἡ πολλοῖς ὁμιλοῦσα τροφῆς χάριν.] Προϋπάρχει δέ, ὥσπερ τοῦ φερεσβίου τὸ φέρειν βίον, κατὰ τὸ "ῥᾷστα τὸν βίον φέρει", οὕτω καὶ τοῦ φέρβειν. ζῳογόνον γὰρ ἡ φορβή, ὡς προσφερὴς καὶ αὐτὴ τῷ βίῳ, ἧς παράγωγον κατά τινας καὶ ἡ φορβειά, ἤγουν τὸ καὶ περιστόμιον καὶ στόμιον, Ῥωμαϊκῶς δὲ εἰπεῖν καπίστριον, ἵνα ᾖ, ὥσπερ ἀρή ἡ ἀπειλή καὶ ἐπενθέσει τῆς ει διφθόγγου ἀρειή, οὕτω καὶ φορβή φορβειά, ὅθεν καὶ ὁ παρὰ τῷ Κωμικῷ ἐμπεφορβειωμένος. οὐ χρὴ δὲ ἀγνοεῖν ὅτι τὴν φορβειὰν οἱ παλαιοὶ καὶ παρὰ τὸ φέρειν βίᾳ φασίν. Ὀξύνεται δὲ ἡ φορβή κανόνι τοιούτῳ· τὰ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου, τῷ ο παραληγόμενα, ὀξύνεται, ἐὰν ἀπὸ ῥήματος γίνεται τῷ ε μόνῳ παραληγομένου, οἷον στρέφω στροφή, τρέπω τροπή, τρέφω τροφή, ῥοπή, σπονδή, νομή, ὁλκή, πλοκή. οὕτω καὶ φορβή. Τὸ πόρπη παρὰ τὸ πείρω γίνεται, ὅπερ οὐ μόνῳ τῷ ε παραλήγεται. διὸ καὶ βαρύνεται.
(v. 204) Ὅτι τὸν πεζὸν ἀντιδιαστέλλων τῷ ἱππότῃ φησὶν "ὣς λίπον", τοὺς ἵππους δηλαδή, "ἀτὰρ πεζὸς εἰς Ἴλιον ἦλθον". Καὶ ἀλλαχοῦ "πεζοί θ' ἱππῆές τε". Ὅτε μέντοι εἴποι τὸν Ἀχιλλέα νηυσὶ μὲν τόσας πόλεις ἑλεῖν, πεζὸν δὲ τόσας, τότε τῷ πλέοντι ἀντιδιαστέλλει τὸν πεζόν. Ἔστι γὰρ καὶ ἡ ναῦς ἅρμα οἷον θαλάσσης, μᾶλλον δὲ ἁλὸς ἵππος, ὡς ἐν Ὀδυσσείᾳ λέγεται.
(v. 205) Ὅτι ἀχρηστίαν τόξου κατηγορεῖ τὸ "τόξοισι πίσυνος, τὰ δέ μ' οὐκ ἂρ ἔμελλεν [58] ὀνήσειν". Ἐκ τοῦ πείθω δὲ ὁ πίσυνος, γράφεται δὲ διὰ τοῦ ι, ὃν λόγον καὶ ὁ θίασος, ἐκ τοῦ θειάζω γεγονώς, ἔτι δὲ καὶ ὁ πιθανός, ἐκ τοῦ πείθω παραχθείς. Συρακουσίων δέ, φασί, γλώσσης ὁ πίσυνος.
(v. 207) Ὅτι σύντομος παρίσωσις καὶ ἐνταῦθα τὸ "Τυδείδης τε καὶ Ἀτρείδης", ὡς καὶ πρὸ μικροῦ τὸ "ζώοντε μάχης ἐκνοστήσαντε". τοιοῦτον καὶ μετ' ὀλίγα τὸ "οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι", καὶ τὸ "φράζεο καὶ χάζεο", καὶ τὸ "ἐς δ' ὄχεα φλόγεα".
(v. 208) Ὅτι ἀτρεκὲς αἷμα τὸ ἀληθὲς καὶ μὴ ψεῦδον τὴν ὄψιν κατὰ τὰ ἐρυθροβαφῆ, ἃ φορήματα ἦσαν Λακώνων, ἐπικρύπτοντα τὴν ἐν πολέμῳ ῥύσιν τοῦ αἵματος. Χρῆσις δὲ αὐτοῦ τὸ "ἀτρεκὲς αἷμ' ἔσσευα", ὅ ἐστιν ἐκίνησα, "βαλών, ἤγειρα δὲ μᾶλλον", ἤτοι ἠρέθισα, παρώξυνα.
(v. 200 et 211) Ὅτι ὥσπερ ἀλλαχοῦ τὸ ἀνάσσειν δοτικῇ συνέταξεν, οἷον "πάντεσσι δ' ἀνάσσειν", οὕτως ἐνταῦθα τὸ ἄρχειν καὶ τὸ ἡγεῖσθαι. Φησὶ γὰρ "ἀρχεύειν Τρώεσσι", καὶ "ἡγεόμην Τρώεσσι φέρων χάριν" καὶ ἑξῆς. Ἔνθα ὅρα ὡς ταὐτόν ἐστιν εἰπεῖν χάριν καὶ ἦρα καὶ ἐπίηρα. ὃ γοῦν ἐν ἄλλοις εἶπεν "ἦρα φέρων" καὶ "μητρὶ φίλῃ ἐπίηρα φέρων", ἐνταῦθα οὕτω φράζει "φέρων χάριν Ἕκτορι δίῳ". Ἐν δὲ τῷ "ἡγεόμην Τρώεσσι" λέγοι ἄν, ὡς καὶ προδεδήλωται, Τρῶας τοὺς ἐν τῇ μικρᾷ Λυκίᾳ.
(v. 210) Κεῖται δ' ἐνταῦθα καὶ Ἴλιος ἐρατεινή, καθά που καὶ Λακεδαίμων. Ἔστι δὲ ἐν τῷ χωρίῳ τούτῳ μαθεῖν καὶ ὅτι ἀφεὶς ὁ Πάνδαρος ἑαυτὸν μέμφεσθαι κατὰ τῶν τόξων τρέπει τὴν ὀργήν, βαρβαρικῶς θυμομαχῶν κατὰ τῶν οὐδὲν αἰτίων.
(v. 209-211) Καί φησιν, ὅτι κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ἤματι τῷ ἑλόμην, ὅτε εἰς Ἴλιον Τρώεσσιν ἡγεόμην.
(v. 212-216) Καὶ τῷ Διῒ μὲν ἀνασχεῖν οὐδὲ νῦν ἐθέλει χεῖρας, ὡς ὁ Αἰνείας παρῄνεσεν, ἀπειλεῖται δὲ τοῖς τόξοις δύο ποινάς, κλάσιν τε καὶ καῦσιν, λέγων ὡς "εἰ νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι πατρίδ' ἐμὴν [ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα], αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο [59] κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσας. ἀνεμώλια γάρ μοι ὀπηδεῖ".
(v. 209) Σημείωσαι δὲ ὅτι τὸ "ἀπὸ πασσάλου" ἐνταῦθα μὲν πραγματικῶς εἴρηται, ὡς τῶν ἡρωϊκῶν προσώπων ἁπλούστερον οὕτω πολλὰ σκεύη κρεμώντων, καθὰ καὶ τὸ τοῦ Τηλεμάχου ἱμάτιον, καί τινος δὲ ἐν Ὀδυσσείᾳ κιθάρα ἐκρέματο. Ἡ δὲ ὕστερον παροιμία ἐπὶ πραγμάτων ἄλλως τὸ νόημα ἔθετο, λέγουσα πασσάλῳ μὲν ἀνακρεμάσαι τὸ ἀμελῆσαι, ἀπὸ πασσάλου δὲ λαβεῖν τὸ ἐπιμεληθῆναι. ὁποῖον δή τι καὶ παρ' Εὐριπίδῃ τὸ "ξυστὸν δ' ἐπὶ πασσάλῳ". ἔχει δέ τινα πρὸς ταῦτα ὁμοιότητα καὶ Ἡσιόδου τὸ ὑπὲρ καπνοῦ θεῖναι πηδάλιον. Ὡς δὲ καὶ πάσσαξ ὁ πάσσαλος λέγεται καθ' ὑποκορισμόν, ἡ κωμῳδία οἶδε. [Ἰστέον δὲ καὶ ὅτι γλῶσσά τις φέρεται κυνδάλους λέγειν τοὺς πασσάλους καὶ κυνδαλοπλίτας τοὺς πασσαλίσκους, ὅθεν καὶ παιδιά τις διὰ πασσάλων γινομένη κυνδαλισμός ἐλέγετο.
(v. 212 s.) Τὸ δέ· καὶ ἐσόψομαι πατρίδα καὶ ἄλοχον καὶ λαμπρὸν οἶκον, λόγος ἐστὶν ἤθους ἀφελοῦς. τοιοῦτον γὰρ τὸ ἐν δεινοῖς παραπλέκειν τῷ λόγῳ τὰ φίλτατα.
(v. 213) Τὸ δὲ ὑψερεφές, ὅτε τὸ μέτρον ἀπαιτεῖ πρὸς ἀλλοῖον δάκτυλον, ὑψηρεφές γράφεται.]
(v. 214) Ὅρα δὲ τὸ "ἀλλότριος φώς" ἀντὶ τοῦ πολέμιος, ὃ δηλοῖ μεγάλην δυστυχίαν, ἐὰν ὁ Πάνδαρος μετὰ τὴν τοῦ πολέμου λύσιν τοῦ Τρωϊκοῦ τοιοῦτον πάθῃ ἐν τῇ πατρίδι κακόν. Ὅρα δὲ καὶ ὡς ἐξέφυγεν ὁ ποιητὴς παιγνιώδη παρήχησιν ἐν τῷ "ἀλλότριος φώς", οἷα δυνάμενος μέν, εἴπερ εἵλετο, μὴ θελήσας δέ, παρηχῆσαι ἐκ φωτός ἀνδρός καὶ φωτός πυρός, ἀλλὰ μόνον φαεινὸν πῦρ εἰπών.
(v. 216) Τὸ δὲ διακλάσας ὠνοματοπεποίηται, καὶ ἔστι λειότερον ἤπερ ἡ θραῦσις. Οὕτω δὲ καὶ τὸ λακεῖν καὶ τὸ λακίζειν εὐφωνότερόν ἐστι τῆς θραύσεως, [καὶ τὸ φλᾶν δὲ καὶ τὸ θλᾶν, ἀφ' οὗ καὶ θλάσμα [60] κατὰ τὸ κλάσμα καὶ θλαδίας βοῦς, ὥσπερ καὶ ἀπὸ τοῦ κλῶ κλάζω καὶ πλεονασμῷ ὀκλάζω δίφρος ὀκλαδίας.] Τὸ δὲ "ἀνεμώλια" πάνυ ἀστείως εἴρηται, ὡς τῶν πτεροέντων ὀϊστῶν ἀξίων ὄντων ἀνέμοις ὀλέσθαι διὰ τὸ ἄπρακτον καὶ ἀνενέργητον. καὶ ἔστιν ὅμοιον τρόπον τινὰ τῷ "ἅρπυιαι ἀνηρείψαντο". τὸ γὰρ ἀνέμοις ὀλλύμενον ἁρπυίαις ἀνήρειπται. καὶ τῶν τις δὲ καθ' ἡμᾶς τῷ χρόνῳ Παφλαγὼν τὸ γένος, ῥωμαλέος τὴν φύσιν, ἀνδρεῖος τὴν τέχνην, δεινὸς μὲν σπάθην στρατιωτικῶς χειρίσασθαι, τοξεῦσαι δὲ δεινότατος, μίαν καὶ δευτέραν καὶ τρίτην βολὴν δυστυχήσας ἐν πολέμῳ, εἰς τὸν αὐτὸν τῷ Πανδάρῳ νοῦν ἐμπεσὼν κατακλᾷ θυμῷ τὰ τόξα, καὶ οὐ μόνον, ἀλλὰ καὶ παραβάλλει ἑαυτὸν εἰς σφαγήν, δυστυχίαν τοξείας αὐθαιρέτῳ θανάτῳ τετιμηκὼς καὶ θανεῖν ἑλόμενος ἤπερ ζῶν ὀνειδισθῆναι βαλεῖν ἀνεμώλια. [Ὅτι δέ, καθὰ προόρα πρώρα καὶ τὰ ὅμοια, οὕτω καὶ ἀνεμοόλια καὶ κατὰ κρᾶσιν ἀνεμώλια, πολλαχοῦ δηλοῦται. ἴσως δὲ καὶ ὡς ἀπατῶ ἀπατήσω ἀπατήλια, οὕτως ἀνεμῶ ἀνεμώσω ἀνεμώλια, τὰ οἷον ἐξανεμούμενα. Οὐ πάντῃ δὲ ταὐτὸν ἀνεμώλια εἰπεῖν καὶ ἀνεμόφθορα, εἴπερ Ὅμηρος μὲν ἔπη ἀνεμώλια οἶδε καὶ τόξα ἀνεμώλια, οἱ δὲ ὕστερον σπέρματά φασιν ἀνεμόφθορα, οἷς φθορὰ ἐξ ἀνέμων κατασεισάντων εἰς γῆν ἢ ἐκκαυσάντων εἰς ἀτελεσφόρητα.]
(v. 218) Ὅτι ἀποτρεπτικὸν μεσιτείας τὸ "μήδ' οὕτως ἀγόρευε, πάρος δ' οὐκ ἔσσεται ἄλλως". Παρέλκει δὲ ὁ πρῶτος δε σύνδεσμος καὶ κεῖται ἀντὶ τοῦ δη.
(v. 219) Ὅτι παρασημειοῦνται Ἀπίων καὶ Ἡρόδωρος τὸ νώ μονοσύλλαβον δυϊκὸν κατὰ πτῶσιν αἰτιατικὴν ἀντὶ τοῦ ἡμᾶς ἅπαξ ἐν Ἰλιάδι κεῖσθαι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ. ὃ οὐδὲ περισπᾶται ὡς δυϊκόν, λῆγον εἰς ω. Φησὶν οὖν ὧδε ὁ ποιητὴς "πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρί" καὶ ἑξῆς. ὅτε μέντοι σὺν τῷ ι λέγει αὐτό, ἐπ' εὐθείας τε τάσσεται, οἷον "νῶϊ δ' ἐγὼ Σθένελός τε", ἤγουν ἡμεῖς, καὶ ἐπὶ αἰτιατικῆς, οἷον ἐνταῦθα [61] τὸ "οἳ καὶ νῶϊ πόλινδε σαώσετον", καὶ "νῶϊ δ' ἐπαΐξας", καὶ ἀλλαχοῦ "οὐδ' ἂν νῶϊ ἠέλιος διαδράκοι", ἤγουν ἡμᾶς.
(v. 222 s.) Ὅτι Τρώϊοι ἐνταῦθα ἵπποι οὐχ' ἁπλῶς οἱ Τρωϊκοί ‑ οὐ γὰρ ἔχουσί τι ἐξαίρετον οἱ τῆς Τροίας ἵπποι ‑ , ἀλλὰ οἱ τοῦ Τρωός, οἳ καὶ ἀθάνατοι ἐλέγοντο, ὡς ἀλλαχοῦ ῥηθήσεται. Ἑρμηνεύων οὖν ὁ ποιητὴς τὸ Τρώϊοί φησι προϊὼν γενεᾶς αὐτοὺς εἶναι, ἧς ἔδωκεν ὁ Ζεὺς τῷ Τρωΐ. Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ Τρῳός, ὁ Τρωϊκός, ὀξυτόνου ὀνόματος, οὗ θηλυκὸν τὸ Τρῳαὶ γυναῖκες, διελύθη τὸ Τρώϊος ἵππος, καὶ ὅτι ἔχοι ἂν ἀπορίαν, πῶς τὸ Τρώϊος, ὁ Τρωϊκός, οὐ προπερισπᾷ τὸ Τρῳός, ἵνα ᾖ, ὥσπερ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος, μητρώϊος μητρῷος, οὕτω καὶ Τρώϊος Τρῷος, κτητικῶς ὁ ἐκ Τροίας ἢ ὁ τοῦ Τρωός,] καὶ ὅτι ἀρετὴ ἵππων πολεμιστηρίων τὸ "ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλα ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι", ὃ δὴ Αἰνείου ἐνταῦθα εἰπόντος, ἀπαραποιήτως οὕτω καὶ ἐν τοῖς ἑξῆς ὁ Διομήδης ἐρεῖ. Καὶ ὅρα τὸ ἐπίστασθαι λεχθὲν ἐπὶ τῶν τοῦ Τρωὸς ἵππων κατὰ ἐξαίρετον ὡς ἐπὶ λογικῶν διὰ τὸ καὶ ἀθανάτους αὐτοὺς μυθεύεσθαι, ὡς ῥηθήσεται. Καλῶς δὲ ἔχει καὶ τὸ πεδίοιο, ὡς τοῦ ἵππου ἐν τραχεινοῖς οὐ πάνυ εὐδοκιμοῦντος. ἐξ οὗ καὶ παροιμία τὸ "ἵππος εἰς πεδίον". Σημείωσαι δὲ ὅτι Αἰνείας μὲν οὕτως ἐν ὀλίγῳ ἐπαινεῖ τοὺς ἑαυτοῦ ἵππους ὡς πρὸς εἰδότα λέγων τὸν Πάνδαρον καὶ ἀορίστως ἀποθαυμάζει ‑ ἀόριστος γὰρ θαυμασμὸς τὸ "οἷοι Τρώϊοι ἵπποι" ‑ , Διομήδης δὲ ἐν τοῖς ἑξῆς καὶ ὡρισμένως καὶ ἐπιμελέστερον ἐπαινεῖ αὐτούς, ἀρίστους τε εἰπὼν καὶ γενεαλογῶν ἐκείνους πρὸς τὸν μὴ εἰδότα Σθένελον καὶ ἐρεθίζων οὕτως ἑαυτῷ τε καὶ τῷ ἑταίρῳ τὴν φίλιππον ἐπιθυμίαν. ἐπίτηδες δὲ Ὅμηρος τοῦτο ποιεῖ καὶ τὸν περὶ τῶν ἵππων λόγον διαφόροις μὲν προσώποις καὶ τόποις καταμερίζει εἰς ποικιλμὸν τῆς ποιήσεως, τὸν δὲ πλείω λόγον δίδωσι τῷ φιλίππῳ Διομήδει. Σημείωσαι δὲ ὅτι ὧδε μὲν ἐντελῶς εἴρηται τὸ "ἐπιστάμενοι ἔνθα καὶ ἔνθα τῆς πεδιάδος διώκειν καὶ φέβεσθαι", ἐν τοῖς [62] ἑξῆς δὲ ὁ Διομήδης ἐλλιπῶς λέγων μήστωρας φόβου αὐτοὺς καλεῖ, μόνου τοῦ φεύγειν μνησθείς. Δεῖ δὲ ἀναλόγως νοεῖν αὐτοὺς ἐκεῖ καὶ διώξεως μήστωρας, ἔνθα καὶ τὸ μήστωρας ὡς ἐπὶ λογικῶν εἴρηται.
(v. 223) Τὸ δὲ κραιπνός ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς νος μετ' ἐπιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται· κραιπνός, συχνός, πυκνός, πρυμνός. τὸ ὕμνος οὔτε τριγενὲς οὔτε ἁπλοῦν. διὸ οὐδὲ ὀξύνεται. ὡσαύτως καὶ τὸ Πράμνος καὶ εἴ τι τοιοῦτον. τὸ ἀμνός ὀξύνεται διὰ τὸ μὴ ἀντιστρέφειν τὸν κανόνα. οὐ γὰρ εἴ τι ὀξύνεται, ἤδη καὶ τριγενές ἐστι καὶ ἁπλοῦν. Κραιπνός δέ, φασίν, ὁ ταχὺς καὶ οἷον ποδήνεμος ἢ ἀνεμώκης. Ἔστι γὰρ κάπω τὸ πνέω, ἐξ οὗ κάπος τὸ πνεῦμα. ὅθεν καπνός ὁ ὡς εἰπεῖν, φασίν, ἠνεμόεις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ι κραιπνός. [Δύναται δὲ καὶ παρὰ τὸ κάρα καὶ τὸ πνέειν ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ι εἶναι καραπνός, εἶτα κραπνός καὶ κραιπνός, καθ' ὁμοιότητα τοῦ καραπάλη, ὅθεν ἡ κραιπάλη. ἵνα ᾖ κραιπνὸς ἄνθρωπος τυχὸν ἢ ἵππος ἢ βοῦς ὁ ἐν τῷ σπουδῇ τρέχειν πνευστιῶν καὶ πολὺ ἆσθμα πνέων ἐκ κεφαλῆς, περὶ ἣν στόμα καὶ ῥῖνες, δι' ὧν τὸ τοιοῦτον πνεῦμα πρόεισιν.]
(v. 224 s.) Ὅτι Αἰνείας μὲν δύσελπίς ἐστιν ἐπὶ τῇ κατὰ τοῦ Διομήδους ὁρμῇ. διό φησιν ὅτι οἱ ἵπποι σώσουσιν ἡμᾶς, εἴπερ ὁ Ζεὺς τῷ Διομήδει κῦδος ὀρέξει. τοῖς ἵπποις οὖν πέποιθε. διὸ καὶ ἡττᾶται. ὁ μέντοι Διομήδης, ὡς πρέπει στρατιώτῃ, τὴν ἀγαθὴν ἐλπίδα προβαλεῖται καὶ ὡς θαρρῶν τὴν νίκην ἐντελεῖται τῷ Σθενέλῳ, ἐὰν ἡ Ἀθηνᾶ κῦδος αὐτῷ ὀρέξῃ, ἐπαΐξαι τοῖς ἵπποις τοῦ Αἰνείου καὶ ἐξελάσαι αὐτοὺς ἐκ Τρώων εἰς τοὺς Ἀχαιούς. ὃ καὶ γέγονεν.
(v. 227 s.) Ὅτι τὸ πεζεῦσαι τοῦ ἅρματος ἵππων ἀποβῆναι λέγει. οὕτω δέ τις ἀποβαίνει καὶ νηός.
(v. 228) Ὅτι δέξασθαι οὐ μόνον τὸ λαβεῖν, οἷον μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἀλλὰ καὶ τὸ ὑπαντῆσαι καὶ ἀντιστῆναι, οἷον "ἠὲ σὺ τόν γε δέδεξο, μελήσουσι δέ μοι [63] ἵπποι", καὶ "τόνδ' ἐγὼ ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί".
(v. 226) Ἡνία δὲ σιγαλόεντα τὰ τεχνικῶς καὶ εἰς κάλλος εἰργασμένα, ἐφ' οἷς οὐκ ἔχοι ἄν τις εἰπεῖν τι, ἀλλ' ἑστήξεται ἄφωνος, σιγῇ ἀφοσιούμενος τὰ τοῦ θαύματος. οἱ δὲ σιγαλόεντά φασιν ἐλλείψει τοῦ τ τὰ κατεστιγμένα ποικίλμασιν, [ἢ τὰ εὐμάλακτα κατὰ τοὺς λεγομένους μάσθλητας καὶ διὰ τοῦτο σιγηλὰ καὶ μὴ θορυβοῦντα ψόφῳ ἤχου κατὰ τοὺς ἀδεψήτους ἱμάντας. Ὅθεν ἀστείως καὶ ἀμύγδαλά τις ἔφη σιγαλόεντα τὰ μὴ ψοφητικὰ ἐν τῷ κλᾶσθαι ἀλλὰ πιεσμῷ δακτύλων ἐνδιδόντα εἰς θραῦσιν.]
(v. 2308) Ὅτι τὸ ἐν ἄλλοις ὑπὸ τοῦ Νέστορος λόγῳ παραγγελθὲν ἐνταῦθα πραγματικῶς κεῖται. ὁ μὲν γὰρ εἶπεν ἐν τῇ Δ ῥαψῳδίᾳ, ὅτι ὃς ἂν ἐκ τοῦ οἰκείου ἅρματος εἰς ἕτερον ἅρμα ἔλθοι, ἔγχει ὀρεξάσθω, τουτέστι μὴ γινέσθω ἡνίοχος, ἀλλὰ ἁπτέσθω δόρατος. Ἐνταῦθα δὲ ὁ Πάνδαρος, ἀναβὰς εἰς τὸ τοῦ Αἰνείου ἅρμα, οὐ θέλει τὰ ἡνία λαβεῖν, ἀλλὰ δέχεται τὸν Διομήδην ὀξέϊ δουρί, λέγων καὶ αἰτίαν τό· μήποτε φευγόντων ἡμῶν "τὼ μέν", ἤγουν οἱ δύο ἵπποι, "δείσαντε ματήσετον τεὸν φθόγγον ποθέοντε", ὁ δὲ ἐχθρὸς ἐπαΐξας ἡμᾶς "τε κτείνῃ καὶ ἐλάσῃ μώνυχας ἵππους", καὶ ὅτι "μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι", τουτέστι συνήθει, "καμπύλον ἅρμα οἴσετον". Ἔνθα ὅρα τὴν ὑπο πρόθεσιν συνήθως φιληδοῦσαν συντάξει δοτικῇ. Εἶτα καὶ ἐπιτάσσει τῷ Αἰνείᾳ τὸ ποιητέον, εἰπὼν "ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τεὰ ἅρματα καὶ τεὼ ἵππω, τόνδε δ' ἐγὼν ἐπιόντα δεδέξομαι". Καὶ ἔστι πιθανὸν τὸ πλάσμα τοῦτο τοῦ θάρσους, ἵνα μὴ ἡνιοχήσας ὁ ἐπίορκος καί πως ὑποδείσας τρέψῃ τοὺς ἵππους φεύγειν καὶ διαδράσῃ τὸ θανεῖν. Ἔστιν οὖν κἀνταῦθα ἰδεῖν ὡς τὸ αὐτὸ νόημα εἰς διαφόρους ἦλθε, τόν τε Νέστορα, ὡς προδεδήλωται, καὶ τὸν Πάνδαρον. Ὅρα δὲ καὶ ὅπως καὶ ὁ Πάνδαρος, οἰωνιζόμενος ἑαυτῷ κακά, οὐκ ἀγαθὰ καραδοκεῖ, ἀλλὰ τὰ πρὸς τὸ φεύγειν λαλεῖ, καθὰ καὶ ὁ Αἰνείας, ὡς εἴρηται.
(v. 233) Ματᾶν δὲ νῦν ἐπὶ ἵππων λέγεται τὸ ματαιοπραγεῖν καὶ ἀργοὺς ἵστασθαι, ἐξ οὗ καὶ ματίη ἐν τοῖς ἑξῆς ἐπὶ ἀνθρώπων ἡ ματαιοπραγία. Διὸ καὶ ἑρμηνεύων ὁ ποιητὴς νῦν τὴν λέξιν οὕτω φησὶ "ματήσετον οὐδ' ἐθέλητον ἐκφέρειν πολέμοιο", ὡς ταὐτὸν ὂν τὸ ματᾶν καὶ [64] τὸ ἀκινητίζειν. Ἰστέον δὲ ὅτι οὐ μόνον ματίη θηλυκὸν ὄνομα, ἀλλὰ καὶ μάτιον οὐδετέρως παρὰ τοῖς μεθ' Ὅμηρον. εἶδος μέντοι μέτρου ἐκεῖνο. Ὅθεν καὶ ματιολοιχός ὁ ἐκ τοῦ παραμετρεῖν λείχων ἤτοι κερδαίνων. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι μάτιον τὸ ὀλίγον κλάσμα, ἕτεροι δὲ ὅτι μάτιον τὸ ἁπλῶς μικρόν, ἔστι δὲ ὅτε καὶ ἐπὶ πολλοῦ. ὅθεν καὶ τὸν πλεῖον ἢ δεῖ λείχοντα ματιολοιχόν φασι. Τινὲς δὲ τὸν τοιοῦτον ἄλλως ἑρμηνεύοντές φασιν, ὅτι ματιολοιχὸς ὁ περὶ τὰ μικρὰ σινάμωρος καὶ πανοῦργος. Τὸ μέντοι ματᾶν οἱ παλαιοὶ καὶ ἄλλως διασαφοῦντες ματῆσαί φασι τὸ ἁμαρτεῖν, ὥστε κατὰ τούτους οὐ μόνον ἵππος ματᾷ, ὡς μάτην εἰς χρείαν ἐλθών, ἀλλὰ καὶ τοξότης, εἴπερ ἀφεὶς βέλος οὐκ εὐστοχήσει. οὕτω δὲ καὶ αἰχμητὴς καὶ ἕτεροι. Παράγωγον δὲ τοῦ τοιούτου ῥήματος τὸ ματάζειν παρὰ Σοφοκλεῖ. ποιητικὰ δὲ ἄμφω. κοινὸν δὲ τὸ ματαιάζειν, ἴσως δὲ καὶ τὸ ματαΐζειν, ὅμοιον ὂν τῷ ἑβραΐζειν καὶ τοῖς τοιούτοις. Ἰστέον δὲ ὅτι, ὥσπερ ματῶ ματάζω, καθὰ ἐρρέθη, οὕτω σὺν ἄλλοις καὶ τοπῶ τοπάζω, ἤγουν τόπους [65] τινὰς καὶ ἀρχὰς νοημάτων ἔχω εἰς τὸ ὑπονοεῖν τόδε τι. Ἡ δὲ κοινὴ γλῶσσα ἐκ τοῦ ἑτέρου τόπου, τοῦ φύσει περιεκτικοῦ, τοπάζειν λέγει, ὃ καὶ κοιτάζειν. τοπάζει γοῦν τις θηρία εἰς τὸ κυνηγηθῆναι.
(v. 236) Τὸ δὲ ἐλάσῃ ἀντὶ τοῦ ἀπελάσῃ, ἀπαγάγῃ, ὡς καὶ τὸ "οὐ γὰρ πώποτ' ἐμὰς βοῦς ἤλασαν", ἀντὶ τοῦ ἐξήλασαν κατὰ συνήθη προθέσεως ἔλλειψιν. Διὸ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ "Αἰνείαο καλλίτριχας ἵππους ἐξήλασε Τρώων". Μώνυχες δὲ ἵπποι πρὸς ἀντιδιαστολὴν ἄλλων ζῴων πολυωνύχων καὶ διχηλῶν.
(v. 239 s.) Ὅτι τρεῖς καὶ ἐνταῦθα κεῖνται ἀσύνδετοι μετοχαί, ὡς ἐν ἰδέᾳ γοργότητος, ἐν τῷ "ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες, ἐμμεμαῶτες ἐπὶ Τυδείδῃ εἶχον ἵππους".
(v. 240) Ἔστι δὲ καὶ τὸ "ἐπὶ Τυδείδῃ εἶχον" ἀντὶ τοῦ ἤλαυνον κατὰ τοῦ Τυδείδου. καὶ σημείωσαι ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὸ "δαιμονίη, τί μοι ἐπέχεις", τοιοῦτόν τι δηλοῖ· τί ἐπ' ἐμοὶ ἔχεις καὶ οἱονεὶ διωκτικῶς ἐλαύνεις με;
(v. 243) Ὅτι τὸ "ἐμῷ κεχαρισμένε θυμῷ" ταὐτόν ἐστι τῷ φίλτατε.
(v. 246 et 248) Ὅτι ἐν τῷ "εὔχεται εἶναι" καὶ "εὔχεται ἐκγεγάμεν" εἰς ταὐτὸν ὁ ποιητὴς ἄγει τὸ εἶναι καὶ τὸ γενέσθαι. διὸ καὶ ταὐτόν ἐστι καὶ τὸ θεοὶ αἰειγενέται, καὶ "θεοὶ αἰὲν ἐόντες".
(v. 243-248) Ὅτι καὶ ἐνταῦθα ἐπὶ Διομήδους καὶ Σθενέλου δείκνυσιν ὁ ποιητὴς τὸ τῆς φιλίας χρήσιμον καὶ ὡς κατὰ τὴν παροιμίαν "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ". Διομήδης μὲν γὰρ ὅλος ἔργου γίνεται, πεζὸς μαχόμενος, μόνος δὲ ὁ Σθένελος σωματοφυλακεῖ, διοπτεύων ἀφ' ὑψηλοῦ τοῦ ἅρματος, μήποτέ τις ἐξ ἀφανοῦς ἐπέλθοι τῷ Διομήδει κίνδυνος. Ὅθεν καὶ τὸν Αἰνείαν καὶ τὸν Πάνδαρον ἐπιόντας αὐτῷ ὡς ἐκ περιωπῆς προορᾷ, καὶ εἰπών, ὅτι ἄνδρε ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶν' ἀπέλεθρον ἔχοντας, ὃ μὲν τόξων εὖ εἰδώς, Πάνδαρος, ὃ δὲ Αἰνείας,
(v. 249 s.) εἶτα τὸν Διομήδην εἰς εὐσχήμονα φυγὴν προκαλεῖται, λέγων· "ἀλλ' ἄγε δὴ χαζώμεθα ἐφ' ἵππων", ἤτοι ἀναχωρήσωμεν, "μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς". [66] Τοῦτο δὲ λέγει, ὡς ἂν ἀναβὰς εἰς ἅρμα μήτε πεζὸς πρὸς ἱππέας διαμάχοιτο, καὶ φύγῃ δέ, ἐὰν βούλοιτο.
(v. 252-258) Καὶ αὐτὸς μὲν οὕτω λαλεῖ, ἀκούει δὲ ὅσα τις ἂν εἴπῃ ἀνδρεῖος ἄνθρωπος "μή τι φόβονδ' ἀγόρευε, οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντα μάχεσθαι, οὐδὲ καταπτώσσειν, ἔτι μοι μένος ἔμπεδόν ἐστιν. ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμι αὐτῶν, τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη". Ἐφ' οἷς καὶ τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος ὁ Διομήδης φησὶν οὐκ ἂν ἀμφοτέρους ἐκείνους παλιννοστῆσαι, εἰ γοῦν ἕτερός γε φύγῃσι. Καὶ ὅρα οἷον θυμὸν ὁ Διομήδης ἀνέλαβε μετὰ τὴν ὑπὸ Πανδάρου πληγήν, πατρῴζων καὶ ἐνταῦθα. Λόγος γὰρ καὶ τὸν Τυδέα κατὰ Θήβας ὑπὸ Μελανίππου υἱοῦ Ἀστακοῦ τρωθέντα σφόδρα ἀγανακτεῖν. ὡς δὲ Ἀμφιάρεως ἀνελὼν τὸν Μελάνιππον προεκόμισε τὴν ἐκείνου κεφαλὴν τῷ Τυδεῖ, αὐτὸς διελὼν ῥοφεῖ τὸν ἐγκέφαλον δίκην θηρός. ὅτε καὶ ἡ μὲν Ἀθηνᾶ, φασίν, ἀθανασίαν αὐτῷ φέρουσα ἀπεστράφη διὰ τὸ μύσος. ὁ δὲ ἰδὼν ἐζήτησε κἂν γοῦν τῷ υἱῷ τὴν ἀθανασίαν χαρίσασθαι. καὶ τοῦτο μὲν τοιοῦτον.
(v. 2604) Ὁ δὲ Διομήδης, ὡς εἴρηται, μετὰ τὴν πληγὴν ἐρεθισθείς, εἶτα καὶ ὡς πάνυ φίλιππος τῷ Σθενέλῳ ἐντέλλεται οὕτως "αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος", ὡς καὶ προερρέθη, "ὀρέξῃ ἀμφοτέρω κτεῖναι, σὺ δέ", ἤγουν σὺ δή, "τούσδε μὲν ὠκέας ἵππους αὐτοῦ ἐρυκακέειν", ἤγουν κατάσχε, "ἐξ ἄντυγος", τῆς τοῦ ἅρματος δηλαδή, "ἡνία τείνας", ἵνα δοκοῦντες ἄγχεσθαι καὶ ὑπό τινος ἐπέχεσθαι ἡσυχάζωσιν, ἐπαΐξαι δὲ τοῖς τοῦ Αἰνείου ἵπποις μεμνημένος καὶ ἐξελάσαι εἰς τοὺς Ἕλληνας,
(v. 265-269) εἶτα καὶ γενεαλογεῖ τοὺς ἵππους, ἀτιτάλλων οἷον αὐτοὺς ἐν ψυχῇ, ἐκ τῆς γενεᾶς λέγων ἐκείνους εἶναι, ἧς ἔδωκεν ὁ Ζεὺς τῷ Τρωῒ ποινὴν Γανυμήδεος, ἀνθ' ὧν ἐκεῖνος πρὸ ὥρας ἡρπάγη, ὡς ἐν τῇ ῦ ῥαψῳδίᾳ ῥηθήσεται. ἐξ ὧν γενεῆς ἔκλεψεν ὁ τοῦ Αἰνείου πατὴρ Ἀγχίσης, ὑποσχὼν θήλεας ἵππους.
(v. 270-272) "Τῶν οἱ", φησίν, "ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη, τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ, τὼ δὲ δύο Αἰνείᾳ δῶκε, μήστωρε φόβοιο", καθὰ προείρηται. Καὶ σημείωσαι ὅτι γενεή οὐ μόνον ἐπὶ ἀνδρῶν ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀλόγων ζῴων εἴρηται. λέγεται δὲ καὶ ἐπὶ φύλλων, ὡς τὸ "οἵη περ φύλλων γενεή".
(v. 266 s. et 273) Λέγει δὲ ὁ Διομήδης περὶ τῶν τοῦ Αἰνείου ἵππων καὶ ὅτι ἄριστοι ἵππων, ὅσοι εἰσὶν ὑπ' ἠῶ τ' ἠέλιόν τε, πάνυ ἐξαίρων αὐτοὺς τῷ τοιούτῳ ἐπαίνῳ. [67] οὓς καὶ ἐὰν λάβοιμεν, φησίν, ἀροίμεθα ἂν κλέος ἐσθλόν. τοῦτο δὲ οὐ πάνυ πολὺ ἀπέχει παράφρασις εἶναι τοῦ "ἠράμεθα μέγα κῦδος". Καὶ ὅρα ὅπως τοὺς ἵππους φιλῶν οὐχί, ἐὰν κτείνῃ τοὺς ἄνδρας, φησὶ κλέος λαβεῖν, ἀλλ' ἐὰν λάβῃ τοὺς ἵππους, ὡς ἐνταῦθα παρ' αὐτῷ κειμένου τοῦ μείζονος ἀριστεύματος διὰ τὸ τοῦ λαφύρου ἔνδοξον. καὶ τοιοῦτον μὲν τὸ Ὁμηρικὸν τοῦτο χωρίον. Τὰ δὲ κατὰ μέρος ἐν αὐτῷ τοιαῦτά εἰσι.
(v. 244) Τὸ μὲν "ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι", ἀντὶ τοῦ κατὰ σοῦ, καὶ ἔστι διασαφητικὸν τοῦ "ἐπὶ Τυδείδῃ ἔχον ἵππους".
(v. 245) Δύναμις δὲ ἀπέλεθρος λέγεται ὡς ἀπὸ ἀπείρονος γῆς κατὰ ἐπίτασιν ἡ πολυπέλεθρος ἢ καὶ κατὰ στέρησιν ἡ μὴ δυναμένη πελέθρῳ ἤτοι πλέθρῳ ὑποπεσεῖν. Ἔστι δὲ πέλεθρον τὸ καὶ πλέθρον μέτρον γῆς πήχεων ξϚ΄ διμοίρου, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται. ἀνάλογα δὲ πρὸς τὸ πέλεθρον τὸ πτολίεθρον, ῥέεθρον, πύρεθρον, φαρύγεθρον.
(v. 244-247) Τὸ δὲ "ἄνδρε ὁρόω", ὁ μὲν Πάνδαρος, ὁ δὲ Αἰνείας, καινοπρεπῶς ἐσχημάτισται. ἐχρῆν γὰρ εἰπεῖν ἄνδρε ὁρῶ, τὸν μὲν Πάνδαρον, τὸν δὲ Αἰνείαν. ὁ δὲ τελείαν στίξας εἰς τὸ "ἄνδρε ὁρῶ", ἐπάγει ὡς ἀπὸ ἄλλης ἀρχῆς· ὁ μέν ἐστιν ὁ δεῖνα, ὁ δὲ ὁ δεῖνα. καὶ ἔστιν ὅμοιον τῷ "φημὶ κατανεῦσαι Δία Κρονίωνα, ἀστράπτων ἐπιδέξια".
(v. 247 s.) Ἐνταῦθα δὲ καὶ γενεαλογίαν παραρρίπτων φησίν, ὅτι Αἰνείας υἱὸς μὲν Ἀγχίσαο εὔχεται ἐκγεγάμεν, ὃ δὴ πρὸ βραχέων ἐγράφη, μήτηρ δέ οἵ ἐστ' Ἀφροδίτη. Ποιεῖ δὲ τοῦτο δεινῶς, ἵνα εὐθὺς προσφυῶς κολλήσῃ τὸ τῆς Ἀφροδίτης ἐπεισόδιον, πεισομένης διὰ τὸν υἱόν, ἃ δηλωθήσεται.
(v. 250) Ὅρα δὲ καὶ ὅτι τοῦ Ὁμήρου εἰπόντος περιφραστικῶς "μή πως φίλον ἦτορ ὀλέσσῃς", ἀντὶ τοῦ ἀποθάνῃς, λαβὼν ἐντεῦθεν ὁ Εὐριπίδης ἔφη τὸ "Ἕκτορός τ' ἀπόλλυται ψυχή".
(v. 249 et 255) Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα [68] φανερῶς τὸ αὕτως καὶ τὸ οὕτως ταὐτὸν δηλοῦσι. Σθενέλου γὰρ εἰπόντος "μηδέ μοι οὕτω θῦνε διὰ προμάχων" ὁ Διομήδης λέγει "ἀλλὰ καὶ αὕτως εἶμι ἀντίον αὐτῶν".
(v. 252) Τὸ δὲ "μή μοι φόβονδ' ἀγόρευε" ἐλλέλειπται καί πως ἡ φράσις οὕτω συνεπισπεύδει τῇ περισπερχείᾳ τοῦ ἥρωος. Ἔστι γὰρ τὸ πλῆρες οὕτω πως· μή μοι ἀγόρευε τραπῆναι φόβονδε, ἤ· μή μοι ἀγόρευε ὀτρύνων φόβονδε, ἤγουν ἀλλά· μή μοι ἀγόρευε τὰ φόβονδε, ἤγουν τὰ τρέποντα εἰς φυγήν. [Τηρηθήσεται δὲ καθ' ὅμοιον λόγον κατωτέρω καὶ ἕτερα ἐλλειπτικά.]
(v. 253) Ἐν δὲ τῷ "οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντα μάχεσθαι οὐδὲ καταπτώσσειν" ἦθος θαρσαλέον καὶ ἀνδρεῖον ἐνδείκνυται. Ἔστι δὲ τὸ μὲν γενναῖον ἀσύνηθες. οὐ γὰρ ἐπὶ ἰσχυροῦ κεῖσθαι νῦν βούλονται οἱ παλαιοί, ἀλλ' ἐπὶ τοῦ ἐκ γένους, ἢ μᾶλλον ἀπὸ γέννης, ἵνα λέγῃ ὅτι οὐ προγονικόν μοι τὸ δειλαίνεσθαι. ἢ καὶ ἄλλως, κατὰ τοὺς παλαιούς, γενναῖον τὸ συγγενὲς καὶ ἔμφυτον καὶ [69] κατὰ Πίνδαρον εἰπεῖν ἐμφυές. [Ὅτε δέ που ὁ Πλάτων γενναῖα λέγει σῦκα, οὐ μόνον τὰ εὐγενῆ δοκεῖ οὕτω καλεῖν, ἀλλ' ἴσως καὶ τὰ ἐπιγεγεννημένα ἐξ ἐπεμβεβλημένων συκεῶν κατὰ τὰς παρὰ τῷ Ἀριστοτέλει ἐπεμβολάδας ἀπίους, τὰς κοινότερον εἰπεῖν ἐγκεκεντρισμένας. τοιαύτη δὲ ἴσως καὶ ἡ παρ' αὐτῷ γενναία σταφυλή, τάχα δὲ καὶ ἡ μεγάλη, καθὰ καὶ γεννικὸν κρέας παρὰ τῷ Κωμικῷ τὸ ἁδρὸν κόμμα. Ἰστέον δὲ ὅτι καὶ Λύκιοι μέχρι νῦν γενναῖον ἄνδρα οὐ τὸν ἰσχυρόν φασιν ἀλλὰ τὸν ἀπὸ γένους καὶ μὴ τυχόντα καὶ ἀφανῆ. Τὸ δὲ ἀλυσκάζοντι ἢ ἀλυσκάζοντα μάχεσθαι, ἄμφω γὰρ ἀσόλοικα, τὸ ἐν σχήματι φυγῆς ὅμως πάλιν μάχεσθαι, ὅπερ καὶ λέοντός ἐστιν ἴδιον. οὕτω δέ που καὶ ὁ Αἴας φεύγων ἀνθίσταται τοῖς διώκουσι. Προϋπάρχει δὲ τοῦ ἀλυσκάζειν τὸ ἀλύσκειν, ἀμφοῖν δὲ τὸ ἀλύω. ὡς γὰρ μεθύω μεθύσκω, οὕτως ἀλύω ἀλύσκω, καὶ ἐξ αὐτοῦ ἀλυσκάζω.
(v. 254) Πτώσσειν δὲ τὸ προτροπάδην φεύγειν, ἐξ οὗ καὶ πτώξ λαγῳός
(v. 255) Τὸ ὀκνεῖν δὲ ἰστέον ὅτι κἂν Ὅμηρος ἐπὶ τοῦ ὀκνηλῶς ἔχειν ἔταξεν, ἵνα ᾖ ὀκνεῖν τὸ οὐκ ὀνεῖν ἤγουν μὴ ἐνεργεῖν, ἀλλ' ἡ πλείων χρῆσις τῶν μεθ' Ὅμηρον ἐπὶ φόβου τὸν ὄκνον τίθησι, καὶ ἔστι πολλὴ ἡ χρῆσις παρὰ τῷ Σοφοκλεῖ. Ἐπιβαίνειν δὲ ἵππων λέγει τὸ εἰς ἅρμα ἀναβαίνειν, ὥσπερ ἀποβαίνειν τὸ πεζεύειν.
(v. 256) Τὸ δὲ "τρεῖν μ' οὐκ ἔα Παλλὰς Ἀθήνη" οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς. Ἔθος Ὁμήρῳ τὰ τῆς [70] δευτέρας συζυγίας τῶν περισπωμένων ῥήματα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις εἰς δύο α διαλύειν, ὧν τὸ μὲν πρῶτον συνεσταλμένον, τὸ δὲ δεύτερον ἐκτεταμένον σὺν τῷ ι, οἷον "οὐχ' ὁράᾳς, οἷος κἀγώ", καὶ "ἰσχανάᾳ δακέειν", καὶ "ἐκπεράᾳ μέγα κῦμα", καὶ "οὐκ ἐάᾳ Κρονίδης". Τοῦτο τὸ ἐάᾳ, ἐὰν ἀποκοπῇ, ποιεῖ ὡς ἐν μέτρῳ δακτυλικῷ τὸ "τρεῖν μ' οὐκ ἔα", ἀναβιβασθέντος τοῦ τόνου μετὰ βραχείας τῆς παραληγούσης, ὡς τῆς ἐν τῷ τέλει μακρᾶς ἀποκοπείσης. οὐ γὰρ εἶχεν ἀναλογίαν τινὰ ἡ ὀξυτόνησις. Εἰ δὲ γράφεται "τρεῖν μ' οὐκ ἐᾷ" περισπωμένως, ὅπερ ἥκιστα ἐν τοῖς παλαιοῖς εὕρηται, θεραπευθήσεται σπονδειακῶς τὸ μέτρον διὰ συνιζήσεως.
(v. 258) Τὸ δὲ "εἰ γοῦν ἕτερός γε φύγῃσιν" ὅμοιον μέν ἐστι τῷ ἀλλαχοῦ εἰρημένῳ περὶ τῆς Ἄτης "κατὰ δ' οὖν ἕτερόν γε πέδησεν". Ἔστι δὲ καὶ αὐτὸ ἐλλειπτικόν, δηλοῦν κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα ὅτι, εἴπερ ἀνάγκη φυγεῖν, οὐ φευξοῦνται οἱ δύο ἀλλ' ὁ εἷς, ὃ καὶ γίνεται. ἀγχίνους γάρ ἐστιν ὁ Διομήδης τὸ μέλλον προϊδεῖν.
(v. 260) Διὸ καὶ ἡ πολύβουλος κατὰ τὸν ποιητὴν Ἀθηνᾶ λέγεται αὐτῷ συναίρεσθαι τῆς μάχης, τουτέστιν ἡ φρόνησις, ἣν προσφυῶς τῇ ἀλληγορίᾳ πολύβουλον ἔφη κατὰ μετάληψιν τοῦ πολυμήχανος καὶ ἔτι μᾶλλον τοῦ πολύμητις. [Ἐλλέλειπται δὲ καὶ τὸ μεμνημένος. λείπει γὰρ τὸ "οὗ εἶπον" ἤ τι τοιοῦτον.]
(v. 266) Τὸ δὲ "ποινήν" ἀντὶ τοῦ ἀντάλλαγμα κεῖται, ὥστε σημειωτέον, ὅτι ποινὴ οὐ μόνον λέγεται τὸ ὑπὲρ φόνου ἀλλὰ καὶ τὸ ἁπλῶς ἀντισήκωμα. Ἡ δὲ χρῆσις πολλὴ παρὰ Πινδάρῳ. [Ἰστέον δὲ ὅτι καθὰ ἡ ποινὴ ἀμοιβήν τινα ἔστιν ὅτε δηλοῖ, οὐχ' ὡς ἀπὸ τοῦ φόνου ἴσως, ἀλλὰ τοῦ πόνου, ὅπερ ἐστὶ τῆς ἐπαινετῆς ἐνεργείας, οὕτω καὶ ἡ ἄμυνα. Φησὶ γὰρ ὁ γραμματικὸς Ἀριστοφάνης τὸ ἀμύνεσθαι οὐ μόνον σημαίνειν τὸ κακῶς παθόντα ἀντιδιατιθέναι, ἀλλὰ [71] τεθεῖσθαι καὶ ἀντὶ ψιλοῦ τοῦ ἀμείψασθαι ὁτιοῦν. Καὶ φέρει χρῆσιν ἔκ τε Ἀλκμᾶνος τὸ "οὐ γὰρ πορφύρας τόσσος κόρος, ὥστ' ἀμύνασθαι", καὶ ἐκ τῶν Θουκυδίδου τὸ "ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνεσθαι".] Ἡ δὲ ἄρχουσα τοῦ Γανυμήδεος οὐκ ἀλόγως, ἀλλὰ κατὰ ἀναλογίαν τοῦ γάνος, ἐν ἑνὶ ἐκφέρεται ν, κἂν πολλοὶ ἐν οἷς γράφουσι, διπλάζωσιν αὐτό.
(v. 267) Τὸ δὲ "ὑπὸ ἠῶ τ' ἠέλιόν τε" ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ. ἐκ τούτου δὲ λαβόντες οἱ ὕστερον τὴν ὑπ' οὐρανὸν ὑφ' ἥλιον λέγουσιν. Ὅρα δὲ εἰ πρός τινα ἔμφασιν ἐτυμολογίας συναπτῶς αἱ τοιαῦται λέξεις παράκεινται, ἵνα λέγοιτο ἠέλιος ὡς ἠοῦς ἕλην ποιῶν τῇ κατὰ τὸν ἀέρα θερμότητι.
(v. 269) Ὅρα δὲ καὶ τὸ "ὑποσχὼν θήλεας ἵππους" καιρίως φρασθὲν ἀντὶ τοῦ ὑποβαλὼν καὶ ὑποθέμενος τοῖς ἄρρεσιν ἵπποις εἰς ὀχείαν. καὶ οὐκ ἔστιν ἑτέραν κρείττονα εἰς τοῦτο λέξιν εἰπεῖν. Τοιοῦτος δέ τις νοῦς ὕπεστι καὶ τῷ ὑποσχεῖν λόγοις τὰς ἀκοὰς καὶ χεῖρα τοῖς διδομένοις ὑποσχεῖν. Ἔστι δὲ τὸ "ὑποσχὼν θήλεας ἵππους" καὶ διασαφητικὸν τοῦ ἔκλεψεν. οὐ γὰρ ἵππους, φησίν, ὑφείλετο Ἀγχίσης, ἀλλ' ἐσοφίσατο γονὴν ἐξ ἐκείνων λαβεῖν διὰ λαθραίας ὀχείας. καὶ ἔστι κλοπή τις καὶ τοῦτο οἰκονομικὴ καὶ δόλον οὐ πάνυ τι μωμητὸν ἔχουσα, πρέπουσα δὲ φιλοκάλῳ ἀνδρί, μὴ ἔχοντι ἀδόλως τὸ ἐφετὸν πορίσασθαι. Τὸ δὲ "θήλεας" οἱ μὲν προπαροξύνουσιν ὡς ἀπὸ τοῦ ἡ θῆλυς, οἷον καὶ τὸ "θῆλυς ἐέρση", οἱ δὲ παροξύνουσιν ὡς ἀπὸ τοῦ θήλεια θηλείας καὶ ἀπελεύσει τοῦ ι θηλέας.
(v. 271) Ἀτιτάλλειν δὲ τὸ ἀναπαύειν καὶ ἁπαλῶς τρέφειν, ὡς μὴ ταλάσσειν, ὅ ἐστι τάλανα τοῖς πόνοις εἶναι καὶ τλήμονα. ἵνα ᾖ πρῶτον τὸ ἀτάλλειν, ὅθεν καὶ ὁ ἀταλός, εἶτα κατὰ ἀναδιπλασιασμὸν τὸ [72] ἀτιτάλλειν. Δῆλον δὲ ὥς τινες, καθὰ καὶ προείρηται, ἀπὸ τοῦ ἄττειν καὶ ἅλλεσθαι τὸ ἀτάλλειν παράγουσι, τοῦ ἑνὸς τ ἀπελθόντος διὰ τὸ εὐφωνότερον. Τῆς δὲ φάτνης πρωτόθετον τὸ φαγεῖν ἢ τὸ πάσασθαι κατὰ τοὺς παλαιούς, ὅ ἐστι γεύσασθαι. ὅθεν καὶ φατνωτόν, φασί, τὸ σανιδωτόν, καὶ φατνώματα, σανιδώματα στέγης διάγλυφα, καὶ ὀδόντων δὲ προσφυῶς ἐντεῦθεν φατνώματα.
(v. 277) Ὅτι καλὸν εἰς ἔπαινον εὐγενοῦς καὶ ἀνδρείου τινὸς τὸ "καρτερόθυμε, δαΐφρον, ἀγαυοῦ πατρὸς υἱέ".
(v. 278) Ὅτι βελὸς εἰπὼν ὁ Πάνδαρος ἐπήγαγε τὸ "πικρὸς ὀϊστός", διὰ σαφήνειαν, ὡς καὶ τοῦ δόρατος ἔστιν ὅτε, εἰ μὴ ὀρεκτὸν εἴη, βέλους λεγομένου. Φησὶν οὖν παρακατιὼν ὅτι τὸ τοῦ Διομήδους βέλος ἴθυνεν ἡ Ἀθηνᾶ, ὅπερ ἦν δόρυ.
(v. 282) Ὅτι τὸ "αἰχμὴ ταχείη πταμένη" τὸ τάχος δηλοῖ τῆς προέσεως, ὅθεν καὶ ἡ τοῦ Ἀχιλλέως μελία ἰθυπτίων που ῥηθήσεται διὰ τὸ ἰθὺ πέτεσθαι. Σημείωσαι οὖν ὅτι, κἂν μὴ πτερόεσσαν εἰπεῖν ἔχῃ τὴν αἰχμήν, καθάπερ τὸν ὀϊστὸν πτερόεντα, πέτεσθαι γοῦν ὅμως αὐτὴν λέγει διὰ τὸ τάχος ἢ καὶ διὰ τὸ ἐλαφρόν, καθ' ὃ καὶ λαισήϊά που λέγει πτερόεντα. Ὅτι δὲ οὐ μόνον ἐπτάμην πρῶτός ἐστιν ἀόριστος, ἐξ οὗ ὁ πτάμενος καὶ ἡ πταμένη, ἀλλὰ καὶ δεύτερος ὁ ἐπτόμην, δηλοῦται ἀλλαχοῦ.
(v. 284 s.) Ὅτι πολὺ τὸ τοῦ Πανδάρου ἀλαζονικὸν καὶ ἐνταῦθα, ὃς μετὰ τὴν βολὴν ἀβλαβοῦς ἑστῶτος τοῦ Διομήδους μέγα κομπάζει καὶ τόπον ὁρίζει, περὶ ὃν δῆθεν ἐκεῖνον ἔπληξε, λέγων ὅτι "βέβληαι κενεῶνα διαμπερές", ὅ ἐστι τὴν λαγόνα ἤγουν τὴν λαπάραν, "οὐδέ σ' ὀΐω δηρὸν ἔτ' ἀνσχήσεσθαι, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας". Οὕτω γλώσσαλγος ὁ ἀνήρ. διὸ καὶ Ὅμηρος οἰκείως εἰς τὴν γλῶσσαν κολάζει αὐτόν. πρυμνὴν γὰρ αὐτὴν ἐξέταμε χαλκὸς ὑπὸ Διομήδους ἐκ μετεώρου ποθέν, οἷα εἰκός, ἀφεθείς.
(v. 290-293) Φησὶ γὰρ ὅτι ἡ Ἀθηνᾶ, ἤτοι ἡ τοῦ ἥρωος φρόνησις, στάντος, ὡς εἰκός, ἐν καιρίῳ τόπῳ, τὸ βέλος ἴθυνε "ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας. τοῦ δ' ἀπὸ μὲν γλῶσσαν [73] πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δ' ἐξεσύθη παρὰ νείατον ἀνθερεῶνα". ἐξ ὑψηλοῦ τοίνυν ἡ βολὴ γίνεται, ἢ τάχα καὶ ὁ Πάνδαρος πτοηθεὶς καὶ κατακύψας τοῦ δίφρου ἐκ μετεώρου διὰ τοῦτο βάλλεται. πολλαὶ δὲ καὶ νῦν γίνονται δι' ὀϊστῶν τοιαῦται βολαί. Σημείωσαι δὲ ὅτι ὁ ποιητὴς πολλοὺς καὶ ἄλλους πρεπόντως οἷς ἐπλημμέλησαν πάσχοντας ἐν πολέμῳ ποιεῖ. ὡς ὅτε καὶ Φερέκλῳ τῷ ναυπηγησαμένῳ εἰς μοιχείαν αἰσχρὸν τραῦμα ἐντρίβει κατὰ γλουτοῦ. καὶ ἡ Ἀφροδίτη δὲ κατὰ χειρὸς βάλλεται, διότι τῇ χειρὶ πλημμελεῖ, εἴπερ, ὡς Ὅμηρός φησι, καταρρέζουσα τὰς γυναῖκας ἀναπείθει εἰς μοιχείαν. ἄλλου δέ τινος χεῖρας ὁ ποιητὴς ἐκκόπτει διὰ τὸ τὸν αὐτοῦ πατέρα δῶρα ὑπ' Ἀλεξάνδρου ἐν Τροίᾳ κατὰ τοῦ Μενελάου λαβεῖν. καί τινα δὲ ἄλλον ‑ Ἀγάστροφος δέ, οἶμαι, ἐστὶν ἐκεῖνος ‑ κατὰ τοῦ ἰσχίου τιτρῴσκει, ὡς φεύγοντα. [Καὶ ὁ Λοκρὸς δὲ Αἴας ἐν τῷ Ἐπιταφίῳ ἀσχημονεῖται τὸ στόμα, ἐπειδὴ νεώτερος ὢν τὸν πρεσβύτην Ἰδομενέα μάτην λαβραγόραν εἶναι ὠνείδισε.]
(v. 284) Τῶν δὲ εἰρημένων ὁ μὲν κενεών ὡς περιεκτικόν ἐστι καὶ ἔχει πλεονασμὸν τοῦ δευτέρου ε κατὰ τὸ πυλεών, ἀκανθεών, χαραδρεών. λέγεται δὲ παρὰ τὸ κενὸς εἶναι ὀστῶν.
(v. 291) Λευκοὶ δὲ ὀδόντες κατ' ἰδιότητα, ὡς καὶ ὀστέα λευκά καὶ γάλα λευκόν καὶ κρῖ λευκόν καὶ χιὼν λευκή.
(v. 292) Πρυμνόν δὲ τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ πέρας περῶ περύω περυμνόν, καὶ ἐν συγκοπῇ πρυμνόν. ὅθεν καὶ νηὸς πρύμνη, βαρυνομένη αὐτὴ πρὸς διαστολὴν τοῦ πρυμνή ἡ ἐσχάτη. ἐντεῦθεν [74] δὲ καὶ τὸ πρυμνόθεν ἐπίρρημα.
(v. 293) Ἀνθερεών δὲ φανερῶς ἐνταῦθα ὁ ὑπὸ τὸ πρυμνὸν τῆς γλώττης ὤν, οὗ ἥπτοντο οἱ ἱκέται, ὡς προδεδήλωται. σαφέστερον δὲ εἰπεῖν, ἀνθερεών τὸ τέλος τοῦ ὑπογενείου.
(v. 287) Ὅτι τὸ "ἤμβροτες οὐδ' ἔτυχες" παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἁμαρτανόντων τῆς προθέσεως. δηλοῦσιν ἄμφω τὰ ῥήματα ἐκ παραλλήλου τὸ αὐτὸ νόημα. Γίνεται δὲ τὸ ἤμβροτες ἢ ἐκ τοῦ ἀβρότω, τὸ ἀποτυγχάνω, πλεονασμῷ τοῦ νῦ, ὃ καὶ ἀβροτάζω παραγώγως λέγει ὁ ποιητής, ἢ ἀπὸ τοῦ ἥμαρτες τροπῇ τοῦ α εἰς ο καὶ μεταθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ β, διὰ καλλιφωνίαν, ὡς ἐπὶ τοῦ γαμβρός καὶ μεσημβρία καὶ τῶν ὁμοίων γίνεται.
(v. 289) Ὅτι τὸ "αἵματος ἆσαι", ἤτοι κορέσαι, Ἄρηα ταλαύρινον πολεμιστήν, ἀστείως καὶ ἀλληγορικῶς δηλοῖ τὸ εἰς αἷμα πολὺ βάψαι τὸν Ἄρην, ἤγουν τὸ ξίφος. Καὶ σημείωσαι ὅτι ἐψύχωσεν οἷον τὸν σίδηρον καὶ ἐνταῦθα ὁ ποιητὴς πολεμιστὴν αὐτὸν εἰπὼν κορεννύμενον αἵματος, ᾧ δὴ πολεμιστῇ ἀκόλουθον καὶ τὸ ταλαύρινον. Τοῖς μὲν γὰρ ἄλλοις πολεμισταῖς ὁ ῥινὸς οὐ τάλας ἐστίν, ἤτοι καρτερικός, οὐδὲ ἀτειρής, ἀλλὰ δηλονότι τέρην [75] καὶ ἁπαλός. κατὰ γὰρ τὸν ποιητὴν εἰπεῖν τοῖς μὲν μαχομένοις ἀνδράσιν ὁ χρὼς οὐ λίθος οὐδὲ σίδηρος, εἰ καὶ σιδήρῳ καταφράττονται, τούτῳ δὲ τῷ πολεμιστῇ Ἄρεϊ, τουτέστι τῷ ξίφει, τάλας ἐστὶν ὁ ῥινός, ἤγουν στερρότατόν ἐστι τὸ ἐπιπολάζον αὐτοῦ καὶ ὡς οἷον δέρμα ἐν ἐπιφανείᾳ προκείμενον. Διότι αὐτὸ τοῦτο σίδηρός ἐστιν ἀτειρὴς [κατά τε φύσιν οἰκείαν καὶ διὰ τὴν ἐκ τῆς βαφῆς στόμωσιν. Πολεμικὸς γὰρ ἐνταῦθα λέγεται Ἄρης, ἐν ἄλλοις μὲν ἢ σωματοειδὲς δηλῶν δαιμόνιον ἢ ὁρμὴν πρὸς πόλεμον, κατὰ τὸ "δῦ δέ μιν Ἄρης", ἢ τραῦμα ἢ πολέμου ἐνέργειαν. Ἐνταῦθα δὲ ξίφος ἐστομωμένον καὶ οὕτως ἀτειρές, ὅπερ ἐστὶ δυσδάμαστον καὶ ὡς εἰπεῖν ἀδαμάντινον.] Διὸ καὶ εἰκότως μάλιστα λέγοιτο ἂν ταλαύρινος διὰ τὸ οὕτως ἀτειρές. Ἔστιν οὖν ἐκ τοῦ τάλας καὶ τοῦ ῥινός ταλάρινος, καὶ πλεονασμῷ Αἰολικῷ τοῦ υ ταλαύρινος ὡς ἄρρηκτος αὔρηκτος. Διὸ καὶ τῶν παλαιῶν οἱ μὲν Αἰολικῶς ἐψίλουν τὸ ρ τοῦ ταλαύρινος, ὡς καὶ Ἀρίσταρχος, οἱ δὲ ἐδάσυνον, ὡς ἁπλῶς ἀπὸ τοῦ ῥινός γενόμενον, καθὰ προερρέθη. Ἔστι δὲ τὸ ταλαύρινος κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ εὔτολμος, ἰσχυρός.
(v. 294 s.) Ὅτι τοῦ Πανδάρου πεσόντος, ἀράβησε τεύχεα ἐπ' αὐτῷ αἰόλα, παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι. καὶ ἦν μὲν οὐκ ἀναγκαῖον προστεθῆναι καὶ τοῦτο, ἡ δὲ ποιητικὴ φιλοτιμία οὐδὲ τῶν τοιούτων ἀπέχεται.
(v. [76] 296) Ὅτι καὶ θανάτου καὶ λειποθυμίας φραστικὸν τὸ "τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε". Ἰστέον δὲ ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον καὶ αὐτὸ δὴ μόνον τὸ λυθῆναι ἀντὶ τοῦ θανεῖν ἔφρασαν, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "ἔθανες, ἀπελύθης", καὶ ἐν τῷ "ποίῳ ἀπελύσατο τρόπῳ".
(v. 299) Ὅτι σύντομος καὶ ἐνταῦθα παραβολὴ τὸ "ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς". λέγει δὲ καὶ νῦν ἀμφιβαίνειν τὸ ὑπερμαχεῖν τοῦ κειμένου. Τὸ δὲ ἀλκί μεταπλασμὸν ἔπαθεν ἀπὸ τῆς ἀλκῇ δοτικῆς. Τρύφων δέ φησι λέγειν τὸν Ἀρίσταρχον ὅτι ἔθος ἐστὶ τοῖς Αἰολεῦσι λέγειν τὴν ἰωκὴν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα, ὅθεν καὶ τὴν αὐτῆς δοτικὴν ἀλκί ὡς σαρκί. ὁ δὲ Ἀσκαλωνίτης, φασίν, οἴεται τὸ ἀλκί ἀπὸ εὐθείας παρῆχθαι τῆς ἡ ἄλξ. Σημείωσαι δὲ τὴν ἱστορίαν τῆς ἰδιότητος τοῦ λέοντος. οὐδὲν γὰρ ἄλλο ζῷον οὕτω πέποιθε τῇ ἀλκῇ. οἶδε γὰρ ἄλκιμος εἶναι. λέγεται δέ που καὶ σῦς ἀλκὶ πεποιθώς. εἴη δ' ἂν καὶ ῥωμαλέῳ ἀνδρὶ πρέπον τὸ νόημα.
(v. 301) Ὅτι θάρσους, οὐ μὴν καὶ μένους, δηλωτικὸν εἰς τὸν Αἰνείαν λεχθὲν τὸ "τὸν κτάμεναι μεμαώς, ὃς τοῦ γ' ἀντίον ἔλθοι". Διομήδης δέ γε ἄμφω εἶχεν, ὡς προείρηται.
(v. 302) Ὅτι καὶ ἐνταῦθα ὑποδηλοῖ δεῖν εὐρυβόαν εἶναι τὸν στρατηγόν. καὶ Πάνδαρος γὰρ πρὸ μικροῦ μακρὸν ἄϋσε, καὶ Αἰνείας δὲ σμερδαλέον ἰάχει. [Ἔστι δὲ μακρὸν ἀῧσαι τὸ εἰς πολὺ μῆκος καὶ διάστημα ἀέρος. Λέγεται γάρ, ὥσπερ τὸ σκῆνος σκᾶνος Δωρικῶς, οὕτω καὶ μῆκος μᾶκος, ἐξ οὗ μακερόν καὶ ἐν συγκοπῇ μακρόν. ἐκ τοῦ τοιούτου δὲ μάκους καὶ ἡ μακεδνὴ αἴγειρος.]
(v. 30210) Ὅτι Διομήδης "χερμάδιον λάβε χειρὶ μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρες φέροιεν, οἷοι νῦν βροτοί εἰσιν. ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος", ἃ δὴ καὶ ἐν τοῖς ἑξῆς που ἀπαραποίητα οὕτω κεῖται, "τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον, ἔνθα τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι. θλάσσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω [77] ῥῆξε τένοντε. ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος" καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ἐνταῦθα. Προϊὼν δὲ λέγει, ὅτι βραχύ τι διαλιπὼν ὁ Αἰνείας οὐ μόνον ἐξῆλθεν εἰς μάχην, ἀλλὰ καὶ ἠρίστευσεν, ὡς εἴπερ μηδέν τι μέγα ἐπεπόνθει κακόν. καὶ ἔστιν ὁ μῦθος ἀναλληγόρητος μὲν καὶ εἰς τὸ παντελὲς ἀθεράπευτος, οἰκεῖος δὲ ὅμως τερατείᾳ ποιητικῇ.
(v. 302) Ἰστέον δὲ ὅτι χερμάδιον μὲν λίθος χειροπληθής, οὗ χεὶρ ἂν μάσηται, ὅ ἐστιν ἐφάψηται. διὸ καὶ ὁ ποιητὴς "χειρὶ λάβεν" ἔφη. [Οὐ πάντῃ δὲ δῆλον εἴτε τὸ χερμάδιον ῥητέον εἴτε κατ' ἔλλειψιν τὸν χερμάδιον λίθον. δοκεῖ δὲ τοῦτο κρεῖττον εἶναι.]
(v. 303) Τὸ δὲ "μέγα ἔργον" ταὐτόν ἐστι τῷ μέγα βάρος, ἀπὸ τοῦ ἔρα καὶ γῆ τάχα γεγονός, ὡς τῆς γῆς βαρυτάτης οὔσης ἐν στοιχείοις. [Μάλιστα δὲ ἔργον λέγοι ἂν τὸ παρὰ τοῖς ὕστερον δύσεργον, ἐξ οὗ καὶ ἐργῶδες τὸ δυσχερὲς καὶ δυσμεταχείριστον.] Ὅρα δὲ καὶ τὸ φέρειν ταὐτὸν ὂν τῷ βαστάζειν, ὃ καὶ ἐπὶ ἐμψύχου τίθεται μετὰ προθέσεως. Ἔφη γοῦν "οὐδ' ἐθέλητον ἐκφέρειν πολέμοιο". καὶ μετ' ὀλίγα δὲ ἡ Ἀφροδίτη τὸν υἱὸν ὑπεκφέρει τοῦ πολέμου. Δῆλον δὲ ὡς καὶ ἄλλα σημαινόμενα τὸ φέρειν καὶ τὰ ἐξ αὐτοῦ ἔχει λόγῳ τε τροπῆς καὶ ἑτέρως, ὡς δῆλον ἐκ του φέρειν, ὅ ἐστιν ὑπομένειν, καὶ τοῦ "σὺ νῦν διάφερε τῶν κακῶν", καὶ τοῦ "διάφερε κόρας ὀμμάτων," καὶ τοῦ συμφέρειν, ὅ ἐστι λυσιτελεῖν, καὶ τοῦ ῥηματικοῦ ὀνόματος τῆς φορᾶς ἤτοι κινήσεως, καὶ τῆς ξυμφορᾶς, καὶ τοῦ "ξυμφερτὴ δ' ἀρετή", καὶ τοῦ διαφέρεσθαι, ὅ ἐστι διαμάχεσθαι, ὅθεν καὶ διάφορός τινι ὁ πρός τινα ἐχθραίνων. [78]
(v. 304) Τὸ δὲ "οἷοι νῦν βροτοί εἰσι", φανερῶς δηλοῖ μετὰ τὰ Τρωϊκὰ γενέσθαι τὸν Ὅμηρον.
(v. 306) Ἡ δὲ τοῦ ἰσχίου κοτύλη καθ' ὁμοιότητα λέγεται τοῦ σκεύους, τῆς κοτύλης. κοῖλα γὰρ καὶ ἡ κατὰ τὸ ἰσχίον κοτύλη καὶ τὸ ἀγγεῖον, δι' οὗ ἀρυόμεθα, ὅθεν καὶ τὸ κοτυλήρυτον. ἐκεῖθεν δὲ καθ' ὁμοιότητά τινα καὶ αἱ τῶν πολυπόδων κοτυληδόνες ἐν ταῖς κατ' αὐτοὺς πλεκτάναις, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ οὐ μηροῦ μόνου, ἀλλὰ καὶ ὤμου κοτύλη λέγεται τὸ κατ' αὐτὴν κοῖλον τῆς ὠμοπλάτης, λέγουσιν οἱ παλαιοί. [Δῆλον δ' ὅτι κοτύλη καὶ μέτρου τι εἶδός ἐστιν οὐ μεγάλου, ἀλλά τινος βραχέος. τίθεται δὲ καὶ ἐπὶ κοιλότητος χειρός. ὅθεν καὶ παιδιά τις παίζεται καλουμένη ἐν κοτύλῃ. Προάγεται δὲ οὕτως· περιαγαγών τις ὀπίσω τὼ χεῖρε συμπλέκει τοὺς δακτύλους. ἕτερος δέ τις εἰς τὰ κοιλώματα τῶν χειρῶν, ἅπερ εἰσὶ κοτύλαι, τὰ γόνατα ἐνθεὶς καὶ οὕτως ἀναβαλὼν ἑαυτὸν φέρεται ἔποχος, ἐπιλαβὼν τοὺς ὀφθαλμοὺς τοῦ φέροντος. εἶτα ἐν μέρει ὁ τέως φερόμενος κατελθὼν φέρει τὸν ἕτερον. καὶ ἦν αὕτη παιδιὰ ἐν κοτύλῃ. Παράγει δὲ καὶ ἡ τῆς χειρὸς κοτύλη κοτυλήρυτον ὕδωρ καὶ εἴ τι τοιοῦτον παρά γε τοῖς ἀπερίττοις τὰ εἰς χρῆσιν σκευῶν.] Τὸ δὲ ἰσχίον ὁμώνυμον. ὅλον τε γάρ φασι τὸ ἄρθρον καὶ τὸ νεῦρον τὸ πρὸς τῇ κοτύλῃ. [Καιριωτάτη δὲ λέξις καὶ τὸ ἰσχίον καὶ ἡ κοτύλη, διὸ καὶ δὶς ἔφρασεν ἐπιμονῆς λόγῳ καὶ αὐτὸ καὶ αὐτήν.]
(v. 307) Τένοντες δὲ ἄλλοι οὗτοι παρὰ τοὺς ἐν τῷ ἰνίῳ καὶ ταῖς κνήμαις.
(v. 308) Τραχὺς δὲ ὁ ῥηθεὶς ὑπόκειται λίθος καὶ ὡς οἷον ὀκριόεις, ἵνα δυνηθῇ δρᾶσαι τὰ εἰρημένα. [Ἰστέον δὲ ὅτι καθάπερ κίων οὐ μόνον ἀρσενικῶς, οἷον "πρὸς κίονα μακρὸν ἐρείσας", ἀλλὰ [79] καὶ θηλυκῶς· "ἔχει δέ τε κίονας αὐτὸς μακράς", οὕτω καὶ λίθος διχῶς. Καὶ τὸ μὲν τρηχὺς λίθος οὐ πάνυ ἀριδήλως ἐκφαίνει τὸ ἄρρεν γένος. δύναται γὰρ εἶναι καὶ ἡ τρηχύς, κατὰ τὸ "θῆλυς ἐέρση", καὶ "πουλὺς ἅλς". Τὸ μέντοι "λίθον, κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε" σαφῶς ἔχει τὸν λίθον γένους ἀρσενικοῦ, θηλυκοῦ δὲ τὸ "ἔξω δ' ὡς ὅτε τις στερεὴ λίθος".]
(v. 309) Ὅτι τὸ "ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ" δηλοῖ μὴ πεσεῖν τινα εἰς γῆν ὅλῳ τῷ σώματι, ἀλλὰ μετεωρίζεσθαι γόνασι καὶ χερσίν. ἐκ τοῦ γόνυ δὲ κατὰ συγκοπὴν γίνεται τὸ γνύξ.
(v. 310) Ὅτι ἐν τῷ "ἀμφὶ δέ οἱ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε" νύκτα τολμηρῶς λέγει τὴν τῶν ὀφθαλμῶν σκότωσιν. Ἀλλαχοῦ δὲ καὶ τὴν ἐν ἀέρι παχεῖαν ζόφωσιν οὕτω καλεῖ, οἷον "ὀρώρει δ' οὐρανόθεν νύξ".
(v. 311-317) Ὅτι ἐὰν ὑπὸ ἱστορίας ἐβοηθεῖτο, εἶχεν ἂν ὁ ποιητὴς ἐνταῦθα τὸν Αἰνείαν ὑπὸ τῷ Διομήδῃ ἀνελεῖν. διό φησι "καὶ νύ κεν ἔνθ' ἀπόλοιτο" καὶ ἑξῆς. ἐπεὶ δὲ οὐκ ἔχει τοῦτο ἱστορούμενον ‑ καὶ γὰρ καθ' ἱστορίαν καὶ μετὰ τὴν ἅλωσιν τῆς Τροίας περίεστιν ὁ Αἰνείας ‑ ῥίπτει μὲν αὐτὸν ἐνταῦθα εἰς κίνδυνον, ἐξαιρεῖται δὲ αὖθις μεθόδῳ ποιητικῇ δι' ἐπεισοδίου θείων προσώπων, τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀφροδίτης, περὶ ἧς καὶ τερατεύεται ὅσα βούλεται. Ἡ δὲ θεραπεία τοῦ μύθου ἐν τούτοις βούλεται νέους τινὰς ἡλικιώτας, ὀλίγην ἑταιρίαν, οὐ πάνυ μαχίμους, ἀλλά, ὡς ἄν τις εἴπῃ, ἐπαφροδίτους καὶ ἀβληχροὺς καὶ ἁπαλοὺς καί, ὡς εἰπεῖν, θηλύχειρας, ἐπαρῆξαι κειμένῳ τῷ Αἰνείᾳ καὶ κατά τι πεπρωμένον εὐτυχῶς ἀφαρπάσαι ἐκεῖνον, ὁποῖόν τι καὶ πρὸ τούτου ἐπὶ τῆς μονομαχίας τοῦ Ἀλεξάνδρου ἐγένετο. ἀλλ' ἐκεῖνοι μὲν οὔπω ἔπαθον οὐδὲν οἱ τὸν Πάριν ὑποκλέψαντες, τούτους δὲ βλάψας ὁ Διομήδης λέγεται τὴν [80] τῆς Ἀφροδίτης χεῖρα βαλεῖν τὴν τὸν Αἰνείαν σκέπουσαν. Ὅτι δὲ πεπρωμένη τις ὁ Ἀπόλλων εἶναι ἀλληγορεῖται, ὡς ἥλιος, δῆλόν ἐστιν.
(v. 313) Ὅτι καὶ τὸ "ὑπὸ Ἀγχίσῃ βουκολέοντι ἔτεκε" καινόν ἐστι τῇ μετὰ δοτικῆς συντάξει τῆς ὑπο προθέσεως. καὶ ἔστιν ὅμοιον τῷ "ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα οἴσουσιν". Ἀττικὸν δὲ τὸ σχῆμα, ὡς καὶ παρ' ἄλλοις τὸ ὑπὸ διδασκάλῳ τάττεσθαι, καὶ ἕτερα δὲ τοιαῦτα προεσημειώθησαν. Σημείωσαι δὲ ὅτι ὥσπερ ποιμαίνειν, οὕτω καὶ βουκολεῖν ἐξῆν τοῖς βασιλικοῖς παισίν, οὐ μὴν καὶ συφορβεῖν. τοῦτο γὰρ πάνυ ἀγεννὲς διὰ τὸ τῶν συῶν οὐ μόνον γεωχαρές, ἀλλὰ καὶ ἄλλως οὐκ εὐγενές.
(v. 314 s.) Ὅτι ἐν τῷ "ἀμφὶ δὲ ὃν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ", ἡ Ἀφροδίτη δηλαδή, τὸ ἐχεύατο τρυφερότητα καὶ ἁπαλότητα δηλοῖ γυναικείων χειρῶν. περιπλοκὴν δὲ φράζει εὐνοϊκὴν τὸ ῥηθὲν ἔπος, καθὰ καὶ ἑξῆς
(v. 315) τὸ "πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ' ἐκάλυψεν", ἤγουν χάριν καλύμματος ἔθετο. Πτύγμα δὲ λέγει τὸ περίττευμα καὶ δίπλωμα τοῦ τὴν χεῖρα σκέποντος μέρους τοῦ πέπλου, ᾧ τὸν Αἰνείαν ἡ Ἀφροδίτη καλύψασα, ὥστε ἕρκος ἔμεν βελέων, οὔτε ἐκεῖνον ὤνησε καὶ αὐτὴ ἐτρώθη, ἀντιτορηθεῖσα διὰ τοῦ πέπλου.
(v. 314-317) Καὶ σημείωσαι ὅτι οὐ πρὸς ἀποτροπὴν βελῶν ἡ μυθικὴ Ἀφροδίτη σκέπει τὸν Αἰνείαν, οὐ γὰρ ἀπαθῆ τὸν πέπλον ἔχει, ὅπουγε καὶ αὐτὴ ἐκείνη βάλλεται, ἀλλ' ἐπικρύπτει μὲν διὰ τοῦ πέπλου τὸν Αἰνείαν, τῇ δὲ ἐπικρύψει ἕπεται τὸ μὴ βάλλεσθαι, εἰ καὶ ὁ Διομήδης μόνος τῶν ἄλλων ἀφῃρημένος τὴν τῆς ὄψεως ἀχλὺν καὶ ὁρᾷ καὶ βάλλει. Οὕτω δὲ καὶ Ἀπόλλων κυανέῃ νεφέλῃ μετ' ὀλίγον ἐρύσατο τὸν Αἰνείαν, ἵνα μὴ ἐν τῷ βλέπεσθαι Δαναῶν τις χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
(v. 317) Καὶ ὅρα τὸ βαλών. πάντως γὰρ οὐ ταὐτὸν εἰπεῖν βαλὼν τὸν Αἰνείαν καὶ βαλὼν χαλκὸν ἐν [81] στήθεσιν Αἰνείου, ἀλλ' ἐκεῖνο μὲν τὸ πλῆξαι δηλοῖ, τοῦτο δὲ τὸ ἐπιτυχῶς θεῖναι ἢ ἀφεῖναι ἢ ἐπιρρῖψαι, ὡς καὶ προϊών φησι "κάββαλεν υἱόν", ἤγουν κάτω ἔθετο, κατέρριψε. Τὸ δὲ "ἐκ θυμὸν ἕλοιτο" δηλοῖ μὲν περιφραστικῶς τὸ θανατώσῃ, ἀστείως δὲ εἴρηται ὡς ἐπὶ πράγματος ἐκκρίτου ἀφαιρουμένου. τοιαύτης γὰρ σημασίας τὸ ἐξελέσθαι.
(v. 316 s.) Ἰστέον δὲ ὅτι τε ἕρκος βελέων τὸ τοῦ πέπλου πτύγμα ἔφη πρὸς ὁμοιότητα τοῦ "ἕρκος πολέμοιο", καὶ "ἕρκος πόλεως", καὶ "ἕρκεα ἀλωάων". Καὶ ὅτι πρὸς σαφήνειαν τοῦ "ἕρκος ἔμεν βελέων" ἐπῆκται τὸ "μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι" καὶ ἑξῆς, ὃ καὶ μετ' ὀλίγα κεῖται ἀπαράλλακτον.
(v. 319 s.) Ὅτι τὰς φιλικὰς παραινέσεις ἐνταῦθα συνθεσίας φησὶν ἐν τῷ εἰπεῖν, ὅτι οὐ λήθετο Σθένελος συνθεσιῶν, ἃς ἐπέτελλε Διομήδης. Λαμβάνεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τῶν κοινῶς λεγομένων συνθηκῶν ἤτοι συμφωνιῶν, ὡς ἐν τῷ "πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια;"
(v. 322) Ὅτι φλοῖσβος κεῖται καὶ ἐνταῦθα οὐκ ἐπὶ θαλάσσης ἀλλὰ ἐπὶ τοῦ κατὰ πόλεμον ἤχου καὶ θορύβου. Φησὶ γοῦν "ἠρύκακεν ἵππους νόσφιν ἀπὸ φλοίσβου".
(v. 325 s.) Ὅτι Δηΐπυλόν τινα τιμᾶσθαι λέγει τῷ Σθενέλῳ πλέον οὐ τοῦ Διομήδους (πῶς γάρ;), ἀλλὰ πάσης ὁμηλικίης. Διὰ τί; ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, ἤγουν ὅτι τὰς φρενὰς ἀραρὼς ἦν, ὅ ἐστι, συνθέτως εἰπεῖν, φρενήρης, ἢ ὅτι ἐκεῖνα ἐφρόνει, ἃ καὶ τῷ Σθενέλῳ ἐν φρεσὶν ἄρηρε καὶ ἥρμοστο, ἤγουν ἃ ἤθελεν ὁ Σθένελος, ὡς καὶ ἐν ἄλλοις περί τινος λέγει αἰτίαν φιλίας, ὅτι τὰ γὰρ φρονέεις, ἅπερ ἐγώ. Καὶ σημείωσαι ὅτι οὐκ ἦν ὁ Διομήδης ἡλικιώτης τοῦ Σθενέλου. πῶς γὰρ ἂν ἠγάπα τὸν Δηΐπυλον ὁ Σθένελος περισσότερον πάσης ὁμηλικίης, εἰ καὶ ὁ Διομήδης ὁμῆλιξ ἦν αὐτῷ, [ἑταίρων ὁ φίλτατος. ἴσως δὲ καὶ περὶ πάσης ὁ ἥρως τὸν Δηΐπυλον ἐτίμα ὁμηλικίης οὐ τῆς καθ' ἑαυτόν, ἀλλὰ τῆς κατὰ τὸν Δηΐπυλον, τιμώμενον τῷ Σθενέλῳ περιττότερον τῶν ἄλλων τοῦ Δηϊπύλου ἡλικιωτῶν.]
(v. 330-333) Ὅτι τὴν Κύπριν κακολογεῖ, [82] ἐν οἷς φησιν οὕτω περὶ Διομήδους "ὃ δὲ Κύπριν ἐπῴχετο, γινώσκων ὅτ' ἄναλκις ἔην θεός, οὐδὲ θεάων τάων, αἳ ἀνδρῶν πόλεμον κατακοιρανέουσιν, οὔτ' ἂρ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ". Παντοίως δὲ ἄναλκις ἡ Ἀφροδίτη καὶ κατὰ τὸν μῦθον καὶ κατὰ πᾶσαν ἀλληγορίαν ἠθικήν τε καὶ φυσικήν. οὐ γὰρ πολέμων ἐπιστατεῖν οὐδ' αὐτὸς ὁ τῆς Ἀφροδίτης λέγεται ἀστήρ. Διὸ καὶ ἐν τοῖς ἑξῆς ὡς ἐκ τοῦ Διὸς λέγεται, ὅτι οὐ δέδοταί σοι τὰ τοῦ πολέμου ἔργα, ἀλλὰ σύ γε ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, τὰ δὲ κατὰ πόλεμον Ἄρεϊ μελήσει καὶ Ἀθηνᾷ.
(v. 333) Ἡ δὲ Ἐνυὼ δαιμόνιόν τι πλάττεται μάχιμον, ἀπὸ τοῦ ἔνω ἐνύω τὸ φονεύω, ἤ, ὡς καὶ προείρηται, ἀπὸ τοῦ ἐναύειν τὸ φωνεῖν, ἀφ' οὗ καὶ ἀϋτή ὁ πόλεμος λέγεται καὶ ὁ Ἐνυάλιος παράγεται.
(v. 331) Ἰστέον δὲ ὅτι τὸ γινώσκων οἱ μὲν συναναγινώσκοντες τοῖς ἐφεξῆς νοοῦσι γινώσκειν τὸν Διομήδην, ὅτι ἄναλκις ἦν θεὸς ἡ Ἀφροδίτη, ἕτεροι δὲ στίζοντες συμβιβάζουσιν αὐτὸ τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ, ὅτι Κύπριν ὁ Διομήδης ἐπῴχετο, γινώσκων αὐτήν, ὡς μὴ ἀχλυούμενος τοὺς ὀφθαλμούς. Εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀναγινώσκουσι τὸ "ὅτ' ἄναλκις ἔην", ἵνα λέγῃ ὅτι ἐπῴχετο κατ' αὐτῆς ὁ ἥρως, ἐπεὶ ἄναλκις ἦν αὐτή.
(v. 334) Ὅτι ἀνδρικὸν τὸ "πολὺν καθ' ὅμιλον ὀπάζων", ὅ ἐστι κατόπιν διώκων, ὡς καὶ ἐν ἄλλοις κεῖται. Εἰ δὲ καὶ ἀντὶ τοῦ παρέχειν λαμβάνεταί ποτε τὸ ὀπάζειν, ἑτέρου τοῦτο λόγου.
(v. 335-339) Ὅτι πιθανολογῶν τὸν τῆς Ἀφροδίτης μῦθον ὁ ποιητὴς καὶ μέγεθος πολὺ τῆς δαίμονος ἐνδεικνύμενος λέγει, ὅτι ἐπορεξάμενος ὁ Διομήδης "ἄκρην οὔτασε χεῖρα, μετάλμενος, ὀξέϊ δουρὶ ἀβληχρήν", οἱονεὶ λέγων, ὅτι καίτοι ἀναταθεὶς καὶ ἀναπηδήσας ὁ Διομήδης, μόλις καθίκετο τῆς χειρὸς ἐκείνης. Οἷς ἐπάγει "εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, τόν οἱ Χάριτες κάμον αὐταί".
(v. 335) Ὅρα δὲ τὸ ἐπορέξασθαι, ἐξ οὗ καὶ ὀρεκτή που μελία, ὡς καὶ ἀλλαχοῦ προδεδήλωται. τὸ μὲν γὰρ ἀφιέμενον δόρυ βέλος λέγεται, τὸ δὲ ἐκ χειρὸς ὀρεγομένης, ὡς νῦν γίνεται, ἤτοι ἐκτεινομένης [83] οὐτάζον ὀρεκτόν.
(v. 337) Ἀβληχρὴ δὲ χείρ ἢ ἡ ἀριστερὰ κατά τινας ἢ μᾶλλον ἡ ἀσθενὴς διὰ τὸ καὶ τὴν Ἀφροδίτην ἄναλκιν θεὸν ῥηθῆναι. Οἱ γὰρ ἀκριβέστεροι οὐ τὴν ἀριστερὰν χεῖρα τρωθῆναι τῆς Ἀφροδίτης στοχάζονται, ἀλλὰ τὴν δεξιάν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ὅτε ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα καταπαίζουσιν αὐτῆς ὡς χειρὶ καταψώσης τὰς γυναῖκας, τῇ δεξιᾷ δηλαδή. Τὸ δὲ εἶθαρ ταὐτόν ἐστι τῷ εὐθύς, παραχθὲν ἐκεῖθεν μετὰ καὶ τροπῆς τοῦ υ εἰς ι. ποιηταῖς δὲ μόνοις καὶ ἡ λέξις αὕτη φιλεῖται. Τὸ δὲ ἀντιτορεῖν ὠνοματοπεποίηται μὲν κυρίως ἐπὶ ξύλων, ἃ τρυπῶνται τερέτρῳ. δηλοῖ δὲ τὸ ἄντην ἐτόρησε καὶ διόλου ἐτρύπησεν. ἐρεῖ δέ που ὁ ποιητὴς καὶ ὅτι κλέπτων τις οἰκίαν ἀντετόρησεν. Ἐκ δὲ τοῦ τορῶ κατὰ συγκοπὴν μὲν γίνεται τὸ τρῶ τρήσω, κατὰ παραγωγὴν δὲ τὸ τετραίνω, ὡς τρέμω τετρεμαίνω, ἐξ οὗ τὸ "τέτρηνε δ' ἄρα πάντα" ἐν Ὀδυσσείᾳ.
(v. 338) [Τὸ δὲ ἀμβροσίου δύναται μὲν κολληθῆναι καὶ μετὰ τοῦ χροός, κάλλιον δὲ ἀμβροσίου πέπλου εἰπεῖν.] Τὸ δὲ "ὃν Χάριτες ἔκαμον αὐταί" ἔπαινος χαρίεντός ἐστι πέπλου ἤτοι γυναικείου ἱματίου, ὡς δῆθεν καὶ τῶν Χαρίτων ὑφαινουσῶν. Ὀπαδοὶ δὲ αὗται τῇ Ἀφροδίτῃ πλάττονται καὶ ὑπουργοί, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. [Ἕτεραι δὲ Χάριτες αὗται ἴσως παρὰ τὰς τρεῖς, ἃς ἡ τοῦ Ἡσιόδου Θεογονία σεμνύνει, καὶ οὐκ ἀναντιρρήτως αἱ αὐταί.] Ἡ δὲ τοῦ καμεῖν λέξις ἐπὶ τεχνῶν συνήθης Ὁμήρῳ. πέπτωκε δὲ καὶ εἰς κοινολεξίαν παρὰ τοῖς ὕστερον, οἷον· ἔκαμεν ὁ δεῖνα ὅπλα, κατὰ τὸ "Ἥφαιστος κάμε [84] τεύχων". Λείπει δ' ἐν τοῖς τοιούτοις πρόθεσις, οἷον περὶ ὃν Χάριτες ἔκαμον. οὕτω δὲ καὶ ἐν τοῖς ὁμοίοις. Τὸ δὲ "αὐταί" κατ' ἐξοχὴν μέν τινα κεῖται, βιάζεται δὲ μυθικῶς καὶ μὴ πρὸς ἀλληγορίαν νοηθῆναι τὰς Χάριτας. Ἰστέον δὲ ὅτι, ὃ νῦν περιπέφρασται ἐν τῷ "Χάριτες ἔκαμον", ἀλλαχοῦ μιᾷ δηλοῦται λέξει ἐν τῷ "χαρίεντα δὲ εἵματα ἕσσε". χαρίεντα γὰρ ἐκεῖ ἃ Χάριτες ἔκαμον, ἴσως δὲ καὶ ὧν χάρις, Ὁμηρικῶς εἰπεῖν, ἀπελάμπετο πολλή. [Ἧς πρὸς διαστολὴν εἴρηται ὧδε τὸ αὐταί. οὐ γὰρ ἀπέλαμπον ἐνταῦθα Χάριτες τοῦ ἀφροδισίου πέπλου, ἀλλ' αὐταὶ περὶ αὐτὸν ἔκαμον αὐτουργοῦσαι, οὐ μὴν μεταδιδοῦσαι τῷ πέπλῳ χαρίτων τινῶν.]
(v. 339) Ὅτι Ὁμήρου εἰπόντος τρωθῆναι τὴν Ἀφροδίτην χεῖρα πρυμνὸν ὑπὲρ θέναρος, φασὶν οἱ παλαιοί, ὅτι θέναρ λέγεται τὸ μεταξὺ τῶν δακτύλων καὶ τοῦ καρποῦ, ἤγουν τὸ κοῖλον τῆς χειρός, ἢ κατὰ Εὔδημον τὸ μεταξὺ τοῦ λιχανοῦ καὶ τοῦ ἀντίχειρος, ἤγουν τοῦ μεγάλου δακτύλου, σαρκῶδες καὶ κοῖλον. Ἰστέον δὲ καὶ ὅτι τὸ πρυμνὸν ὑπὲρ θέναρος ἑρμηνεύων ἐν τοῖς ἑξῆς ὁ ποιητής φησι τρωθῆναι τὴν Ἀφροδίτην χεῖρα σχεδὸν ἐπὶ καρπῷ. ὅθεν ἐοίκασιν ὀρθότερον νοεῖν οἱ τὸ μεταξὺ τῶν δακτύλων καὶ τοῦ καρποῦ θέναρ λέγοντες, οὗ τὸ ἄκρον ἐστὶν ἐπὶ τῷ καρπῷ. Διὸ καὶ θέναρ λέγεται παρὰ τὸ θεῖναι, ἐν ᾧ ἔστι τεθῆναί τι εἰς ὑποδοχήν, ἢ παρὰ τὸ θένω, τὸ τύπτω. Πίνδαρος δὲ θέναρ βωμοῦ λέγει τὸ πλάτος. Ἀριστοτέλης δέ φησιν, ὅτι χειρὸς τὸ ἐντὸς θέναρ σαρκῶδες. λέγει δὲ καὶ τὸν καρπὸν ἄρθρον εἶναι χειρὸς καὶ βραχίονος. Εὕρηται δὲ παρά τισι θέναρ καὶ τὰ ἐν τῷ στήθει τοῦ ποδὸς δύο ὀστᾶ. Ὁμήρῳ [85] δὲ ὁ λόγος περὶ τοῦ κατὰ χεῖρα. Τινὲς δὲ συντομώτατα φράσαντες εἶπον· θέναρ καὶ κοτύλη τὸ κοῖλον τῆς χειρός. Λέγουσι δὲ καὶ ἕτεροι οὕτω· θέναρ· ποδὸς κοῖλον καὶ χειρὸς καὶ τὸ ἔσω τῆς παλαιστῆς.
(v. 339 s.) Ὅτι αἷμα εἰπὼν ῥέειν τῆς χειρὸς τῆς Ἀφροδίτης οὐ πάνυ φιλεῖν δοκεῖ τὴν λέξιν ὁ ποιητής. ἐπὶ ζῴων γὰρ θνητῶν τὸ αἷμα, τοὺς δὲ θεοὺς ἀναίμονας λέγει. Ὀνομάζει τοίνυν αὐτὸ καὶ ἰχῶρα, πλὴν οὐ τὸν σεσηπότα, ἀλλὰ τὸν κατὰ φύσιν μετὰ τροφὴν χυλόν, ὃς ἀνάλογόν ἐστιν αἵματι κατὰ Ἀριστοτέλην καὶ εἰς αἷμα μεταβάλλεται. Ἐπεὶ δὲ οὐδὲ τοῦτο καίριον ἐπὶ θείας φύσεως διὰ τὸ τοῦ ἰχῶρος τούτου ἀτελὲς καὶ οὐδὲ τοῖς πολλοῖς γνώριμον εἰς σαφήνειαν ‑ κάλλιον δὲ ἦν εἰπεῖν αἷμα διὰ τὸ καὶ τελειότερον εἶναι αὐτὸ τοῦ ἰχῶρος καὶ σαφέστερον εἰς νόησιν ‑ , διὰ τοῦτο ἐν τοῖς ἑξῆς ἐπὶ τοῦ Ἄρεος ἀνακάμπτει πάλιν εἰς μόνον τὸ αἷμα, λέγων ἄμβροτον αἷμα καταρρέειν ἐξ ὠτειλῆς, ἀπὸ τῶν ἀνθρωπίνων ἐξ ἀνάγκης τῇ λέξει χρησάμενος, ὡς καὶ νέκταρ οἰνοχοεῖσθαί που τοῖς θεοῖς ἔφη ἀπὸ ἀνθρωπίνου συμποσίου τὴν λέξιν ἀναγαγών. ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. Ἐνταῦθα δέ, ἐπεὶ ὁ ἰχὼρ οὐδ' αὐτός, ὡς ἐρρέθη, ἐπὶ θεῶν κυριολεκτεῖται ‑ ζωϊκὴ γάρ ἐστι καὶ αὕτη λέξις ‑ , μετάγει τὸν λόγον εἰς ἀόριστον μέν, σαφεστέραν δὲ ἑρμηνείαν, καὶ εἰπὼν "ῥέε δ' ἄμβροτον αἷμα θεοῖο, ἰχώρ", ἐπιφέρει ἀορίστως "οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι", τουτέστιν ὑγρότης θεοῖς πρέπουσα τοῖς μὴ ἔχουσιν οὔτε τὸν ἀληθῶς ἰχῶρα οὔτε τὸ κατὰ τὸν ποιητὴν ἀτρεκὲς αἷμα.
(v. 341 s.) Εἶτα καὶ συλλογίζεται τὸ μὴ ἔχειν αἷμα τοὺς θεοὺς διὰ μέσου τοῦ μήτε σῖτον ἔδειν αὐτοὺς μήτε οἶνον πίνειν, φράσας οὕτω "οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον, τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται". Ἔνθα σημείωσαι ὅτι ἐν τῷ "οὐ γὰρ σῖτον ἔδουσι" δεῖ κατὰ τὸν Πορφύριον προσυπακούειν τὸ ἀλλ' ἀμβροσίαν, εἰ καὶ λείπει διά τε τὸ φανερὸν [86] εἶναι καὶ διὰ γοργότητα λόγου. Ἐν δὲ τῷ "οὐ πίνουσιν αἴθοπα οἶνον" προσληπτέον ὁμοίως τὸ "ἀλλὰ νέκταρ", ἵνα μὴ καὶ οἱ σκώληκες ὦσι θεοί, μήτε σῖτον ἔδοντες μήτε οἶνον πίνοντες καὶ ὄντες ἀναίμονες. Συλλογίζεται οὖν οὕτως. Οἱ θεοὶ ἀμβροσίαν καὶ νέκταρ προσφέρονται, οὐ μὴν σῖτον καὶ οἶνον. τὰ δὲ νέκταρι καὶ ἀμβροσίᾳ χρώμενα ἀθάνατά εἰσιν. οἱ θεοὶ ἄρα ἀθάνατοι. Σημείωσαι δὲ καὶ ὅτι ἐπὶ ἐγκρατευτῶν ἀνδρῶν ῥηθήσεται τὸ "οὐ γὰρ σῖτον ἔδουσιν, οὐ πίνουσιν αἴθοπα οἶνον", τὸ δ' ἑξῆς παρῳδηθήσεται, οἷον· τοὔνεκα ὀλιγαίμονές εἰσι καὶ τῇ ἀρετῇ ἀθάνατοι καλέονται. καὶ ταῦτα μὲν τοιαῦτα.
(v. 340) Ὁ δὲ ἰχώρ ἀπὸ τοῦ ἴσχω κατὰ τοὺς παλαιοὺς γίνεται, ἀφ' οὗ καὶ ἡ ἰσχάς, ὁ ἰσχναίνων τὸ σῶμα ἐν τῷ ἀπορρέειν. Διό, φασί, καὶ ἐκτείνει τὴν ἄρχουσαν ὁμοίως τῷ γίγνεται γίνεται.
(v. 344 s.) Ὅτι κυανέην νεφέλην ἱστᾷ περὶ τὸν Αἰνείαν ὁ Ἀπόλλων καὶ κρύπτει αὐτὸν καὶ οὕτω σῴζει δι' ἁρπαγῆς. Οὐ γὰρ μόνον φωσφόρος ὁ ἥλιος, ἀλλὰ καὶ νεφεληγερέτης διὰ τὰς ἀναθυμιάσεις, ἃς ἀνάγει, ὥσπερ οὐδὲ μόνον ἀλεξίκακος, ἀλλὰ καὶ ἀπόλλων. Οὕτω δὲ καὶ ὁ Ποσειδῶν οὐ μόνον σεισίχθων, ἀλλὰ καὶ ἀσφάλιος, ὡς ὑγρότητι συνέχων τὴν γῆν, διὸ καὶ γαιήοχος λέγεται. Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο", τουτέστιν εἰρύσατο, ἐφύλαξε, "Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων" καὶ ἑξῆς, ὡς προγέγραπται.
(v. 348 s.) Ὅτι θηλύφρονι ἀνδρί, ἀχρείῳ τὰ εἰς πόλεμον, ἐπιφωνηθήσεται τὸ "εἶκε πολέμοιο καὶ δηϊοτῆτος, ἢ οὐχ' ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις", καὶ τὰ ἑξῆς. Ὅμηρος δὲ περὶ Ἀφροδίτης τοῦτό φησιν, ἥτις ὥσπερ τὴν Ἑλένην, οὕτω καὶ ἄλλας ἀπατῶσα ἐποίει ἀφραίνειν.
(v. 349) Τὸ δὲ "ἢ οὐχ' ἅλις" συνίζησιν ἔχει τῶν ἐν ἀρχῇ δύο μακρῶν συλλαβῶν εἰς μίαν μακρὰν καὶ λογίζεται ἀντὶ δακτύλου [87] διὰ τὴν τοιαύτην συνίζησιν. Σημείωσαι δὲ ὅτι οὐ μόνον ἀπολύτως φράζεται, ὡς καὶ ἐνταῦθα, τὸ ἅλις, καὶ ἐν τῷ "ἅλις δέ οἱ", ἀλλὰ καὶ γενικὴν ὡς τὰ πολλὰ ἔχει σύνταξιν, ὡς τὸ "τούτων μὲν ἅλις", καὶ Εὐριπίδης· "ἅλις ὀδυρμῶν ἐμῶν". Καὶ ἔχει ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος ἡ τοιαύτη σύνταξις. Ἔστι δὲ ὅτε καὶ κατ' εὐθεῖαν προάγεται, οἷον "ἅλις πόλις ὡς ἔχει", καὶ "ἅλις γὰρ οἱ γεγῶτες". καὶ λείπει ἐν τοῖς τοιούτοις ῥῆμά τι ἐκ τοῦ ἔχω. Τὸ δὲ ἔπος τὸ "ἢ οὐχ' ἅλις" καὶ ἑξῆς, ὡς πεπονθὸς πλεονασμὸν περὶ τὴν κεφαλὴν προκέφαλον λέγεται, ὡς οἷον εἰπεῖν πρόμηκες τὴν κεφαλήν. διὸ τὸ αὐτὸ καὶ μακροκέφαλον ὡς διπλάζον τὴν ἄρχουσαν. Ἧς εἴ τις ἀφέλοι τὸ κορυφαῖον ὡς οἷά τινα περιττότητα, ὑγιοῦται τὸ λεῖπον εἰς δάκτυλον. Ὃ καὶ ἄλλως γίνεται τῇ ῥηθείσῃ συνιζήσει τῶν δύο μακρῶν κατὰ τὸ "ἢ λάθετ' ἢ οὐκ ἐνόησε". κἀκεῖ γὰρ τὸ "ἢ οὐκ ἐνόησεν" εἰς δάκτυλον ποδίζεται. καὶ τοιοῦτον μὲν τὸ ῥηθὲν ἔπος καὶ ὅσα κατ' αὐτό. Ἀνάπαλιν δὲ τῷ τοιούτῳ πάθει ἔχει τὸ ἀκέφαλον, ταὐτὸν δ' εἰπεῖν βραχυκέφαλον, κατὰ τὸ ἀμαθής ὁ ὀλιγομαθής, ὃ τοῦ κατὰ τὴν ἄρχουσαν μεγέθους ἐκπεσὸν ἀπὸ βραχείας ἄρχεται, ὁποῖον σὺν ἄλλοις, ἃ ἑτέρωθι φανεῖται, καὶ τὸ "ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο", καὶ "ἐπειδὴ λίπε δῶμα Καλυψοῦς ἠϋκόμοιο", καὶ "ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς". τοιούτου δὲ πάθους ἔτυχε καὶ τὸ "Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον", καὶ τὸ "πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν". Εἰ γὰρ καὶ ἰσοδάκτυλοι τούτοις οἱ πρῶτοι πόδες ὡς τετράχρονοι, ἀλλ' ὅμως οὐκ ἔστι προκεφάλους εἰπεῖν αὐτούς, ὅτι μηδὲ περιττεύει αὐτοῖς ἡ κεφαλὴ μακρὰ οὖσα, ἀκεφάλους δὲ μᾶλλον διὰ τὸ [88] ἐκπεσεῖν τῆς κατὰ τὴν ἄρχουσαν ἐκτάσεως. Ἀκέφαλοι δὲ ὁμοίως στίχοι καὶ τὸ "ἕως ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων", καὶ "ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν". Περὶ δὲ τούτων φασὶν οἱ παλαιοὶ καὶ ὅτι γελοῖοι οἱ τὴν μέσην μακρὰν ἐν τῷ ποδολογεῖν προτάττοντες καὶ τὸ ἕως ωες λέγοντες, καθὰ καὶ ἐν τῷ Βορέης καὶ Ζέφυρος ἠσβορε ποδίζοντες τὴν ἄρχουσαν. εἰ δὲ δεῖ, φασί, κατὰ τέχνην βοηθεῖν ἐν τῷ "ἕως ἐγώ", καὶ "ἕως ὅ", προενεκτέον τὸν πρῶτον πόδα, [ὥσειπερ ἦν] ὥσει οἷα συνιζήσεως ἐν αὐτῷ γενομένης, κατὰ κοινὴν συλλαβήν. ἄλλως δέ, φασίν, ἀβοήθητον ὄν, τάττεται εἰς ἀκέφαλον, καθότι ἡ πρώτη τοῦ ποδὸς βραχεῖα οὖσα κεῖται ὡσεὶ καὶ μακρά. καὶ τοιαῦτα μὲν ταῦτα. Περὶ δέ γε τῶν κατὰ κοιλίαν καὶ σκέλη στιχηρῶν παθῶν ἐν οἰκείοις ἑτέρωθι χωρίοις ῥηθήσεται. Γυναῖκες δὲ ἀνάλκιδες κατὰ κοινὸν ἐπίθετον. τοιαῦται γὰρ αὐταί, εἰ μή τις ἄλλως δαΐφρων εἴη κατὰ τὴν Πηνελόπην ἢ κατὰ τὴν ἀνδρικὴν Ἀταλάντην ἢ Ἀργανθώνην ἢ Ῥοδογούνην καὶ εἴ τις ἄλλη τοιαύτη γυνή, ὁποία καὶ ἡ Ἀρτεμισία καὶ ἡ Νίτωκρις αἱ βάρβαροι.
(v. 350 s.) Ὅτι ἐκφόβησις κατὰ δειλοῦ τὸ "εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ' ἑτέρωθι πύθηαι". Ὅρα δέ, ὅτι τε δὶς ἐταὐτολογήθη συνεχῶς ὁ πόλεμος, καὶ ὅτι τὸ "εἰς πόλεμον πωλήσεαι" παρήχησίν τινα ἔχει, ὁποῖαί τινες καὶ ἐν Ὀδυσσείᾳ καὶ ἐν τῇ α ῥαψῳδίᾳ τῆς Ἰλιάδος ταύτης ἔκκεινται. ὅμοιον δὲ καὶ τὸ Ἀριστοτελικὸν τὸ "τὰ φολιδωτὰ φωλεῖ μὲν τὰ πλεῖστα".
(v. 352) Ὅτι τὸ ἀλύω οὐ μόνον ἐπὶ λύπης, ὡς ἐνταῦθα ἡ Ἀφροδίτη ἀπέβη ἀλύουσα, τείρετο δ' αἰνῶς, ἀλλὰ καὶ ἐπὶ χαρᾶς, ὡς ἐν Ὀδυσσείᾳ ἐν [89] τῷ "ἀλύεις ὅτι Ἶρον ἐνίκησας", καὶ Πλούταρχος δὲ κατακόρως οὕτω χρᾶται τῇ λέξει. Φασὶ δὲ τὸν Ἀσκαλωνίτην δασύνειν τὸ ἁλύω ἐπὶ τῆς χαρᾶς. εἴρηται δὲ περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.
(v. 353 s.) Ὅτι Ἀφροδίτη μετὰ τὴν βολὴν ὑπὸ Ἴριδος τῆς μυθικῆς χειραγωγεῖται καὶ τοῦ πολέμου ἐξάγεται ἀχθομένη ὀδύναις, μελαίνετο δὲ χρόα καλόν. Φασὶ δὲ τὴν Ἶριν ἐρωτικὴν καὶ αὐτὴν εἶναι. καὶ μήν τινες, ὡς καὶ προεγράφη, αὐτῆς καὶ Ζεφύρου παῖδά φασι γενέσθαι τὸν Ἔρωτα. ταῦτα δὲ οὕτω μυθεύεται διὰ τὴν ἀλληγορουμένην Ἶριν, ἐπεὶ καὶ αὐτὴ ἔχει τί ἐπαφρόδιτον διὰ τὸ τῶν χρωμάτων κάλλος. διὸ καὶ οἰκείως πως ἔχειν δοκεῖ πρὸς Ἀφροδίτην. Ὠκεῖαν δὲ καὶ νῦν, ὡς ποδήνεμον, ταὐτὸν δ' εἰπεῖν ἀελλόποδα, τὴν Ἶριν λέγει, μυθικῶς μὲν διὰ τὸ πτερωτὴν εἶναι καὶ ταχεῖαν, καθὰ καὶ ὁ Ἑρμῆς. Ἄγγελοι γάρ εἰσι καὶ ἀμφότεροι. διὸ καὶ ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, ἐτυμολογοῦνται. ἀρετὴ δὲ ἀγγέλου τὸ τάχος. Ἀλληγορικῶς δὲ διὰ τὸ ταχὺ τῆς Ἴριδος εἴς τε τὸ γίνεσθαι καὶ εἰς τὸ ἀπογίνεσθαι. [Ὅτι δὲ διττῶς ἡ Ἶρις, ἡ μὲν γὰρ σωματοειδής, ὡς δῆθεν κατὰ γυναικὸς εἶδος, οἷον "Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν", ἡ δὲ τὸ ἐν ἀέρι σημεῖον, οἷον "ὡς δ' ὅτε πορφυρέην ἶριν" καὶ ἑξῆς, καθωμίληται. Τὸ μέντοι ἴρινον μύρον καὶ τρίτην τινὰ ἶριν ἐμφαίνει εἶναι, περὶ ἧς ἐν ἄλλοις δηλοῦται.]
(v. 355 s.) Ὅτι ἔοικεν ὁ Διομήδης περὶ τὰ τοῦ πολέμου δεξιὰ εὐδοκιμεῖν, ὡς τῶν Τρωϊκῶν ἀριστέων ἐν τοῖς ἀριστεροῖς νῦν μάλιστα πονουμένων. διὸ Ἀφροδίτη μάχης ἐπ' ἀριστερὰ τὸν Ἄρην εὑροῦσα καθήμενον, ἤτοι ἐγκείμενον καὶ προσεδρεύοντα, ἤδη δὲ καὶ ἀργοῦντα καὶ οὐ πάνυ ἀγωνιῶντα, διὰ τὸ ἐκεῖσε τοὺς Τρωϊκοὺς ἀριστέας νικᾶν, εἰς ἐπικουρίαν τῶν δεξιῶν αὐτὸν προκαλεῖται, ὡς πονούντων δηλαδή, καὶ ἐρεθίζει κατὰ τοῦ Διομήδους. Φησὶ γὰρ ὁ ποιητής· "εὗρε μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα", ὅστις ἐκεῖθεν διεγερθεὶς οἷον καὶ διαναστὰς εἰς ἄμυναν ἐπελεύσεται τῷ Διομήδει, ὅτε καὶ γενήσεται μείζων ἡ τοῦ Διομήδους ἀριστεία, μυθικῶς μὲν Ἄρεος τρωθέντος τοῦ βροτολοιγοῦ, τῇ δὲ ἀληθείᾳ, γενναίων ἀνδρῶν ἀρειμανίων ἐπελθόντων μὲν τῷ Διομήδει πλειόνων τῷ πλήθει ἤπερ ἐπὶ τοῦ Αἰνείου καὶ Ἀφροδίτης, ἡττηθέντων δέ. Ἐρεῖ γὰρ ὅτι Τρώων στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών, οἳ δηλαδὴ καὶ συνέμιξαν τῷ Διομήδει. καὶ γὰρ ζηλοῦσιν, ἐὰν ὁ Διομήδης εἷς ὢν τοσαῦτα κακὰ ποιῇ οὐ [90] μόνον εἰς τοὺς καθ' ἕνα, ἀλλὰ καὶ εἰς πλῆθος. διὸ καὶ ἐπέρχονται χιλιάδες πολλαί, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, καὶ ἡττῶνται καὶ αὐτοί. καὶ οὕτω δοκεῖ τρωθῆναι Ἄρης ὁ ὄρσας αὐτούς.
(v. 356) Ὅτι ἐν τῷ "ἠέρι δ' ἔγχος ἐκέκλιτο", τὸ τοῦ Ἄρεος δηλαδή, καὶ ταχέ' ἵππω, λέξεως ὁμωνυμία βοηθεῖ τῇ ὀρθῇ ἐννοίᾳ. τὸ μὲν γὰρ ἔγχος ἐκέκλιτο ἤτοι ἔκειτο, οἱ δὲ ἵπποι ἐκέκλιντο, ἤγουν ἵσταντο. ἄμφω γὰρ δηλοῖ τὸ κεῖσθαι, τό τε ἰδίως λεγόμενον κεῖσθαι καὶ τὸ ἵστασθαι. Καὶ ἄλλως δὲ ἔγχος μὲν ἐκέκλιτο, ἵπποι δὲ οὐχὶ ἐκέκλιντο, ἀλλὰ κατὰ τὸ εὔλογον ἵσταντο, ὡς τὸ "σῖτον ἔδοντες καὶ οἶνον", πίνοντες δηλαδή. οὕτω δὲ καὶ ἄλλα πολλά. Εἰ δὲ καὶ περιοχὴν τὸ κεκλίσθαι δηλοῖ, ὡς τὸ "λίμνῃ κεκλιμένος Κηφισσίδι", εὐμαρέστατον οὕτω τὸ ὑποδύσκολον. ἠέρι γὰρ περιείχετο καὶ τὸ ἔγχος τοῦ Ἄρεος καὶ ἡ ξυνωρὶς διὰ τὸ ἀόρατον.
(v. 357) Ὅτι τὸ "γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο" ταὐτὸν μέν ἐστι τῷ γουνασαμένη τὸν ἀδελφόν. πλὴν οὐχ' ἁπλῶς, ἀλλὰ μετὰ πάθους, ὡς καὶ ἑαυτὴν προσρῖψαι τοῖς ἐκείνου γόνασιν. οὕτω δὲ καὶ ἑξῆς ἐν τοῖς γούνασι πίπτει τῆς μητρὸς Διώνης ἡ αὐτή, ἀγεννῶς καὶ θηλυπρεπῶς ἱκετεύουσα. τοιαύτη δέ τις φανεῖται καὶ ὅτε πρὸς τὸν Δία ἐν τῇ τῶν θεῶν μάχῃ κλαυθμυρίζεται. οὐκ ἄδηλον δὲ ὡς καὶ ἐν πολέμῳ καταρριφέντες τινὲς γνὺξ ἐριπεῖν λέγονται. Ὅτι ἄμπυξ ἐκαλεῖτο σειρὰ κατάχρυσος τὰς περὶ τὸ μέτωπον τῶν ἵππων τρίχας συνδέουσα, ἐξ ἧς καὶ οἱ τοῦ Ἄρεος νῦν ἵπποι ἐν δυσὶ τόποις χρυσάμπυκες λέγονται. λεχθήσεται δὲ καὶ ἐν τῇ Χ ῥαψῳδίᾳ περὶ ἄμπυκος σαφέστερον.
(v. 359) Ὅτι τὸ "φίλε" ἐκτείνει καὶ ἐνταῦθα τὸ τῆς ἀρχούσης δίχρονον, ὡς καὶ ἐν τῇ Γ ῥαψῳδίᾳ. Φησὶ γὰρ "φίλε κασίγνητε, κόμισαί τέ με, δὸς δέ μοι ἵππους". Διὸ καὶ ὁ Ἀσκαλωνίτης, φασί, περιέσπα τὸ φι. Καὶ ὅρα τὴν ἀδιαφορίαν καὶ νῦν τῶν διχρόνων, εἴγε καὶ τὸ φίλος ποτὲ μὲν ἐκτείνει, ποτὲ δὲ συστέλλει τὴν ἄρχουσαν. Σημειοῦνται δὲ καὶ [91] ὅτι ἐν μὲν τῷ "αἰδεῖσθαί θ' ἱερῆα", καὶ ἐν τῷ "προσέειφ' ἱερὴ ἲς Τηλεμάχοιο" συστέλλεται τὸ ι τοῦ ἱερόν, ἐν δὲ τῷ "ἱερὸν ἰχθύν" ἐκτείνεται, ὡς μέν τινές φασι, καθὰ λέγει καὶ Τρύφων ἐν τοῖς Περὶ ἀρχαίας ἀναγνώσεως, διὰ τὸ τὸν ποιητὴν ἐκτείνειν πολλὰ ἕνεκεν τοῦ μέτρου, ὡς δὲ οἱ ἀκριβέστεροι λέγουσι διὰ τὸ φευκτέον εἶναι ἐν δακτυλικῷ μέτρῳ τὸ παράλληλον τῶν τριῶν βραχειῶν. Τούτῳ τῷ λόγῳ καὶ τοῦ ἀκάματος καὶ ἀθάνατος, ὡς προερρέθη, ἐκτείνεται τὸ κατ' ἀρχὰς δίχρονον, καὶ τοῦ "ἄορι θεινομένων", καὶ "ἶσος Ἐνυαλίῳ", καὶ "ἱέμενος καπνὸν ἀποθρῴσκοντα νοῆσαι", καὶ "ἀποπέσῃσιν" ἐν τῷ τῆς Ὀδυσσείας ω, καὶ ἄλλα πολλά. Ἰστέον δὲ ὡς τῶν τινες παλαιῶν ἀπηλεγέως ἀποφηνάμενοι καθ' Ὁμήρου, ὡς οἷα διαγνόντες καὶ ἄλογον εἶναί ποτε παρ' αὐτῷ συστολήν τε καὶ ἔκτασιν διὰ μέτρον, καθυπάγουσι τῇ τοιαύτῃ ἀποφάσει καὶ τὸ "φίλε κασίγνητε", ἄλλως χρονισθὲν παρὰ τὸ "ἀνέρες ἐστέ, φίλοι", ὥσπερ καὶ τὸ ἀνήρ ἐν μὲν τῷ "ἀνέρες ἐστέ" μακρὰν ἔχει τὴν ἄρχουσαν. ἐν δὲ τῷ "ὃς δέ κ' ἀνὴρ μενέχαρμος" βραχύνει αὐτήν. Οὕτω δὲ καὶ ὁ δαήρ διφορεῖται, οἷα ἐν μὲν τῷ "δαὴρ αὖτ' ἐμός", καὶ "αὐτοκασίγνητον καὶ δαέρα" μηκύνων τὸ ἄρχον δίχρονον, συστέλλων δὲ ἐν τῷ "Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε". Καὶ τὸ ὕδωρ δὲ ὁμοίαν παρὰ τῷ ποιητῇ πάσχει διφόρησιν καὶ ἡ λήγουσα τοῦ ἀντικρύ. Τὸ δὲ κόμισαι, ἀντὶ τοῦ ἐπιμελήθητι, ἐκ τοῦ κομίζω, ἐξ οὗ καὶ κομιδή, ἡ ἐπιμέλεια, [ἧς ἡ δοτικὴ ποιεῖ ἐπιρρηματικῶς τὸ κομιδῇ, ὅπερ ἐστὶ λίαν καὶ ὡς εἰπεῖν ἐν ἐπιμελείᾳ.]
(v. 360) Ὅτι σεμνολογῶν τις ἀρχεῖον λαμπρὸν εἴποι ἂν τὸ "ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι, ἵν' ἀθανάτων ἕδος ἐστίν". ὑποκαταβὰς δὲ [92] Ὅμηρος πάλιν περὶ Ὀλύμπου φησὶ "θεῶν ἕδος, αἰπὺν Ὄλυμπον", ὃ παραφράζων Σοφοκλῆς αἰπὺν οὐρανόν φησι.
(v. 361 s.) Ὅτι γενναίαν πληγὴν ἔκ τινος ἀλαζόνος δηλοῖ τὸ "λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ, ὃς δή γε καὶ ἂν θεῷ πατρὶ μάχοιτο". βαρυνομένη δὲ Ἀφροδίτη κατὰ Διομήδους τοῦτό φησιν.
(v. 364) Ἐν τούτοις δὲ κεῖται καὶ ἀντὶ τοῦ ἀκαχημένη ἀκηχεμένη μεταθετικῶς, διὰ χρείαν μέτρου. Φησὶ γὰρ "ἀκηχεμένη φίλον ἦτορ". Τὸ δὲ "θεῷ πατρί" παρῴδηται ἡμῖν. Ὅμηρος γὰρ Διῒ πατρὶ ἔφη. [(v. 361) Εἰ δὲ τὸ "λίην ἄχθομαι ἕλκος" καὶ ἑξῆς, εἰς γαμικόν τινι εὐφυῶς ἐχρησίμευσε κέντρωνα, οἶδεν ὁ περιτυχών.]
(v. 365) Ὅτι καὶ ὁ παραιβάτης ἐνίοτε ἡνίοχος εὑρίσκεται λεγόμενος, ὡς ὅτε τὸν Ἕκτορα θρασὺν ἡνίοχον ὁ ποιητὴς ἐρεῖ. εὕρηται δέ που καὶ ὁ ἡνίοχος παραιβάτης. Καὶ νῦν οὖν τοιοῦτόν τι ἐμφαίνει ὁ ποιητὴς ἐν τῷ "πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία ἔλαβε χερσίν". ἡ γὰρ αὐτὴ καὶ παραιβάτις διὰ τὸ παραβαίνειν καὶ ἡνίοχος διὰ τὸ ἡνία λαβεῖν. Καὶ ὅλως ἐπαλλάσσειν αἱ λέξεις αὗται ἀλλήλαις φαίνονται. εἰ δὲ καὶ ἡ νυμφικὴ πάροχος εὖ λέγεται παραιβάτις, φανεῖται ῥηθὲν ἀλλαχοῦ.
(v. 366) Ὅτι πολλοῦ τάχους καὶ προθυμίας ἵππων δηλωτικὸν τὸ "μάστιξε δ' ἐλάαν", ἵππους δηλαδή, "τὼ δ' οὐκ ἄκοντε πετέσθην". Καὶ ὅρα τὴν ἀδιαφορίαν τῶν πτώσεων. δυνάμενος γὰρ εἰπεῖν δυϊκῶς [καὶ ἀνωτέρω τὸ "δῶκε χρυσάμπυκας ἵππους", ὁμοίως καὶ κατωτέρω] τὸ "ἔνθ' ἵππους ἔστησεν", ὁ δὲ πληθυντικῶς εἶπεν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως εἰπεῖν. Οὕτω καὶ πρὸ τούτου ἔφη "μὴ τὼ μὲν δείσαντε ματήσετον, τεὸν φθόγγον ποθέοντες", καὶ "ὣς ἄρα φωνήσαντες, ἐμμεμαῶτ' ἐπὶ Τυδείδῃ ἔχον", καὶ "ἄνδρε ὁρόω κρατερώ, ἶν' ἀπέλεθρον ἔχοντας". Καὶ ὅλως παρὰ τῷ ποιητῇ ἀδιαφόρως τὰ δυϊκά τε πληθυντικῶς ἐκφωνεῖται καὶ τὰ πληθυντικὰ δυϊκῶς, καὶ ἀλλήλοις συμπλέκονται [κατά τινα σύγχυσιν. ἣν παρασημειοῦνται εἰς πλάτος οἱ παλαιοί.] Τοῦ δὲ μάστιξε περίφρασις ἀλλαχοῦ τὸ "νόῳ δ' [93] ἐπέβαλλεν ἱμάσθλην". τὸ δὲ τραγικὸν περιφραστικώτερον ἐν τῷ "κέντρα πώλοις μεταφέρων ἰθύνει". Ἰστέον δὲ ὡς οἱ πέτεσθαι λεγόμενοι ἵπποι καὶ ἀελλόποδες ἂν εἰκότως ῥηθεῖεν καὶ ποδήνεμοι καὶ ὁπλαῖς ἁρπυίαις ἶσοι κατὰ Λυκόφρονα. Τὸ δὲ τοιοῦτον πέτεσθαι [οὐ μόνον ἐτυμολογίαν παραλαλεῖ, ἐκ τοῦ ἵπτασθαι γὰρ ποσὶν ὁ ἵππος συντέθειται, ἀλλὰ καὶ] ἀφορμὴ τῷ μύθῳ γέγονε τῆς τοῦ δῆθεν πτερωτοῦ Πηγάσου πλάσεως διὰ τό, ὡς εἰκός, ἀπαράμιλλον τάχος ἐκείνου. [Ἰστέον δὲ ὅτι τὸ "οὐκ ἄκοντε" ἀρετὴν ἵππων δηλοῖ. εἰ γὰρ κατὰ τὸν Λυρικὸν ἀγαθὸς ἵππος ὁ δέμας ἀκέντητον παρέχων, ἄρα ὁ μαστιζόμενος καὶ οὕτω θέων οὐκ εὖ ἔχει. καὶ ὅμως ὁ τοιοῦτος, εἴπερ οὐκ ἀέκων θέει, ἀγαθός ἐστιν.]
(v. 369) Ὅτι τοῖς ἵπποις τοῦ Ἄρεος ἀμβρόσιον εἶδαρ ὁ μῦθος ὡς θείοις τισὶ παραβάλλει. Καὶ ὅρα τὸ παραβάλλει ἀντὶ τοῦ παρατίθησιν, ἐξ οὗ καλῶς παρὰ τοῖς πολλοῖς λέγεται τὸ παράβλημα. Εἰ δὲ οὐκ αὐτόχρημα ἀμβροσίαν ἁπλῶς δηλοῖ τὸ ἀμβρόσιον εἶδαρ ‑ οὔτε γὰρ ὁ ἀμβρόσιος χιτών ἐᾷ νοεῖν οὕτω, καὶ οὐδὲ ἵπποις πρέπον ἡ ἀμβροσία ‑ , ὅμως ἐπεὶ ἐν τοῖς ἑξῆς τοῖς ἵπποις τῆς Ἥρας ὁ Σιμόεις ἀμβροσίαν ἀνέτειλε νέμεσθαι, νοητέον ἀμβροσίαν καὶ ἐνταῦθα τὸ ἀμβρόσιον εἶδαρ περιφραστικῶς. Ὅτι δὲ καὶ ἄνθους παραμέμικταί τι τῇ τῆς ἀμβροσίας σκευῇ, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται.
(v. 370) Ὅτι ὡς πατρωνυμικὸν ἡ Διώνη ἡ τῆς Ἀφροδίτης μήτηρ. ὡς γὰρ Ἀκρίσιος Ἀκρισιώνη, οὕτω πως Διός Διώνη. εἰ δὲ Διώνης ἡ Ἀφροδίτη, οὐκ οἶδεν ἄρα Ὅμηρος τὴν καθ' Ἡσίοδον ἐκ μηδέων γέννησιν αὐτῆς, καθ' ἣν [94] ἐκεῖνος φιλομειδῆ οἶδεν αὐτήν.
(v. 371) Ὅτι τὸ "ἀγκὰς ἐλάζετο", ἤτοι ἔλαβε, "θυγατέρα ἥν", εἰ μὲν ἐπίρρημά ἐστι, συστέλλει τὸ α, ὡς τὸ ἑκάς, ἀνδρακάς. Εἰ δέ ἐστι αἰτιατικὴ πληθυντική, ἧς εὐθεῖα αἱ ἀγκαί, καὶ δηλοῖ τὰς ἀγκάλας, Δωρικῶς συστέλλει τὸ α, ὡς καὶ πρὸ τούτου τινὲς ἐνόουν τὸ "ὑποσχὼν θήλεας ἵππους", γράφοντες "ὑποσχὼν θηλέας ἵππους", ἀντὶ τοῦ θηλείας, παροξυτόνως καὶ οὐ προπαροξυτόνως θήλεας. Τὰς δὲ τοιαύτας Δωρικὰς αἰτιατικὰς παρὰ Ἡσιόδῳ πολλὰς εἶναί φασιν, εἰ καὶ μὴ παρ' Ὁμήρῳ. Ἰστέον δὲ καὶ ὅτι, ὡς καὶ ἐν τοῖς Θεοκρίτου φαίνεται, αἱ μὲν εἰς αι λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν συστέλλουσι τὸ α τῶν αἰτιατικῶν παρὰ τοῖς Δωριεῦσιν, αἱ δὲ εἰς ες ἐκτείνουσιν ἀπ' ἐναντίας τῇ κοινῇ διαλέκτῳ. Τοῦ δὲ "ἀγκὰς ἐλάζετο" τραχυφωνότερον τὸ "ἀγκὰς ἔμαρπτε", κείμενόν που ἐν τοῖς ἑξῆς.
(v. 372 s.) Ὅτι καταρρέζειν καὶ νῦν τὸ τῇ χειρὶ καταψᾶν κολακευτικῶς. Φησὶν οὖν ὁ ποιητὴς "χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τίς νύ σε τοιάδ' ἔρεξε;" Καὶ ὅρα τὰ συχνὰ πάρισα, τὸ κατέρεξε καὶ τὸ ἔκ τ' ὀνόμαζε καὶ τὸ ἔρεξε, δι' ὧν ὁ λόγος καλλωπίζεται, καὶ ὅτι ἐξ ἑνὸς ῥήματος διάφοροι ἔννοιαι τὸ "χειρὶ κατέρεξε", καὶ "τοιάδ' ἔρεξε". περὶ δὲ τοῦ κατέρεξε καὶ ἐξονόμαζεν ἐν τῇ Α ῥαψῳδίᾳ εἴρηται.
(v. 374) Ὅτι ἐν τῷ "ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ" ἐνωπὴν λέγει τὴν ὄψιν καὶ τὴν ἐν φανερῷ θέαν, ὅθεν καὶ τὸ ἐνώπιος. ἀνάλογος δὲ ἡ ἐνωπὴ [95] αὕτη τῇ περιωπῇ. Τὸ δὲ ῥέζειν κυρία λέξις ὡς ἐν ποιήσει. διὸ ἐπέμεινεν αὐτῇ ἐνταῦθα ὁ ποιητής. [Ἡ δὲ ἀναλογία τῆς ἐνωπῆς ταύτης κατὰ τὴν μάχιμον ἐνοπήν. ὡς γὰρ τοῦτο ἐκ τῆς ὀπός, ἐκεῖνο ἐκ τοῦ ὠπός.]
(v. 378) Ὅτι ἄκρας φιλίας δηλωτικὸν τὸ "ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν". Ἐνταῦθα λαβὼν Σοφοκλῆς Ἀχιλλέως τὰ φίλτατα ἔφη τὸν Πάτροκλον, ὅπερ οἱ μεθ' Ὅμηρον ἐπὶ τῶν πάνυ ἐγγυτάτω φασὶ συγγενῶν. φίλτατα γὰρ ἑκάστῳ γονεῖς καὶ γυνὴ καὶ παῖδες. [Ὅρα δ' ἐν τούτοις καιρίαν ὑπέρθεσιν. φίλον γὰρ υἱὸν ἡ Ἀφροδίτη τὸν Αἰνείαν φαμένη ἐπήγαγεν ὑπερθετικῶς τὸ πολὺ φίλτατος.]
(v. 379 s.) Ὅτι πολλῆς τόλμης καὶ θρασύτητος ἐνδεικτικὸν τὸ "οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται". Καὶ σημείωσαι ὅτι εὐσχημόνως εἰς ἀντιθέους ἡ Ἀφροδίτη ἄγει τοὺς Ἕλληνας, εἴγε καὶ ἀθανάτοισι μαχέσονται, ὥσπερ ποτὲ δηλαδὴ Τιτᾶνες καὶ Γίγαντες. Ὅρα δὲ καὶ τὴν αὔξησιν τοῦ λόγου. πρὸ ὀλίγου μὲν γὰρ ἔφη, ὅτι ὁ Διομήδης καὶ ἂν Διῒ πατρὶ μάχοιτο, ἐνταῦθα δὲ κατὰ μεταποίησιν ῥητορικὴν ἢ παράφρασιν ἐπιτείνουσα τὸν αὐτὸν λόγον φησίν, ὅτι οὐκέτι Τρώων καὶ Ἑλλήνων μάχη, ἀλλ' ἤδη Ἀχαιοὶ καὶ θεοῖς μάχονται ὡς οἷον ἀντίθεοι. καὶ τοίνυν ἦσαν ἀντίθεοι, οὐχ' οἵους μέντοι βούλεται ἡ Ἀφροδίτη λέγειν αὐτούς, ἀλλὰ ἰσόθεοι καὶ κατὰ τὸν Διομήδην ἀγχίθεοι. καὶ ἡ μὲν Ἀφροδίτη κατὰ τῶν Ἀχαιῶν οὕτω λέγει, διὰ τὸ πάθος αὔξουσα τὸ κακόν, ἡ μέντοι μήτηρ Διώνη σεμνότερον λαλοῦσα οὐκ ἐκ βροτοῦ ἀνδρός φησιν αὐτὴν τὸ ἕλκος παθεῖν, ἀλλά τινος τῶν Οὐρανίων. Λέγει δὲ καὶ παρακατιοῦσα ὡς οἱ θεοὶ ἐπ' ἀλλήλοις ἄλγεα τιθέντες ἐξ ἀνδρῶν χαλεπὰ ἄλγεα πάσχουσι. τοῦτο δὲ καὶ παραμυθία ἐστὶ τὸ μὴ ἐξ ἐλαττόνων, ἀλλὰ κρειττόνων ἢ ἴσων πάσχειν τὰ κακά.
(v. 382-400) Ὅτι κατὰ μὲν τὸν μῦθον ἡ Διώνη παράγουσα θεῖα πρόσωπα δυστυχήσαντα παραμυθεῖται ἀπὸ τῶν ὁμοίων ἢ καὶ μειζόνων τὴν τῆς θυγατρὸς Ἀφροδίτης πληγήν, ὅτε λέγει ὡς ἔτλη ὁ Ἄρης καὶ ἡ Ἥρα καὶ ὁ Ἅιδης. Καὶ ἔστιν ἐκ τοῦ μείζονος ἡ ἀφορμὴ [96] τοιαύτης ἐπιχειρήσεως κατὰ τοὺς ῥήτορας. καὶ οὕτω μὲν μυθικώτερον. Τῇ δὲ ἀληθείᾳ ὁ Ὅμηρος τεχνικῶς ἑαυτῷ βοηθεῖ. ὡς γάρ τινος τυχὸν ὑποκρούσαντος, πῶς δή ποτε τολμᾷ θεούς, τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην, τιτρῳσκομένους ὑπὸ Διομήδους πλάττειν, παράγει μύθους ἀρχαίους ὁμοίους, ἐν οἷς ἡ Ἥρα, θήλεια καὶ αὐτὴ θεά, συμμαχοῦσά ποτε τῷ Νηλεῖ κατὰ τὴν Πύλον δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ βάλλεται, μείζων τῆς Ἀφροδίτης οὖσα. καὶ πάλιν θεὸς ἄρρην ὁ Ἅιδης τὸν στιβαρὸν ὦμον βέβληται. καὶ αὐτὸς δὲ ὁ νῦν τιτρῳσκόμενος Ἄρης ἔπαθέ τί ποτε κατὰ τὸν πάλαι λόγον καὶ αὐτός, εἰ καὶ μὴ πληγείς, ἀλλὰ δεθεὶς δεσμῷ κρατερῷ, ταὐτὸν δ' εἰπεῖν, χαλεπῷ, καθὰ διασαφεῖ μετ' ὀλίγα ὁ ποιητὴς εἰπὼν "χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα". ὥστε διὰ ταῦτα μηδέν τι τὸν ποιητὴν δοκεῖν πλάττειν ἀπίθανον, εἰ τοιαῦτα προμεμυθολόγηνται περὶ θεῶν. Τὸ δὲ καὶ τὸν Διόνυσον ὑπὸ τοῦ Ἠδωνοῦ Λυκούργου κακὰ παθεῖν, καλὸν μὲν καὶ αὐτὸ εἰς παράδειγμα, οὐχ' ὅμοιον δὲ πάντῃ πρὸς τὰ ἐνταῦθα. οὔτε γὰρ ἐτρώθη ὁ Διόνυσος οὔτε ἐδέθη, ἀλλὰ μόνον ἐδιώχθη. διὸ καὶ διαστήσας ὁ ποιητὴς τὸ τοιοῦτον παράδειγμα ἐπάγει αὐτὸ ὕστερον, ἅμα καὶ γραφῆς εὐπορίαν ἑαυτῷ οὕτω τεχνώμενος καὶ διαφόροις ἐπίτηδες μερίζων τόποις τὰ ὅμοια νοήματα, ἔτι δὲ καὶ διὰ τὸ ἀνομοειδὲς οὐ συντάττων αὐτὸ τοῖς παροῦσι.
(v. 385 s.) Φησὶ δὲ τὸν μὲν Ἄρην δεθῆναι ὑπὸ τῶν περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ Ἀλωέως μὲν ἦσαν καὶ Ἰφιμεδείας, περὶ ὧν καὶ ἐν Ὀδυσσείᾳ εἴρηται.
(v. 387) Ἔδησαν δὲ τὸν Ἄρην ἐν χαλκέῳ κεράμῳ, ἤγουν ἀγγείῳ, οἷον πίθῳ. χρῆσις δὲ τῆς λέξεως ταύτης καὶ ἐν τῇ Ι ῥαψῳδίᾳ. Ἄλλοι δέ φασι δεσμωτηρίῳ στερρῷ, λέγοντες Κυπρίους κέραμον καλεῖν τὸ δεσμωτήριον. οἱ δὲ πόλιν Καρίας φασὶ τὸν Κέραμον, χάλκεον οἷον δοκοῦσαν καὶ τροπικῶς λεχθεῖσαν διὰ τὸ στερρὸν τοῦ τειχίσματος.
(v. 387-391) Ἔνθα δεδέσθαι τὸν Ἄρην τρισκαίδεκα μῆνας, ἕως Ἠερίβοια, ἡ τῶν Ἀλωειδῶν μητρυιά, δυσμενῶς τοῖς [97] προγόνοις ἔχουσα, ἐξήγγειλε τῷ Ἑρμῇ. ὁ δὲ χαριζόμενος τῇ Ἥρᾳ ἐξέκλεψε τὸν Ἄρην, ὅθεν φυγὼν ἧκεν εἰς Νάξον. Βούλεται δὲ παρὰ τοῖς ἀλληγοροῦσιν ἠθικῶς ὁ παλαιὸς οὗτος λόγος δεσμὸν ἔλλογον αἰνίττεσθαι τοῦ θυμοῦ, ὃν δὴ δεσμὸν πάσχει ὑπό τε τοῦ Ὤτου, ἤτοι τοῦ ἐκ μαθήσεως καὶ διδασκαλίας λόγου, τοῦ ἐξ ἀκοῆς τῆς δι' ὤτων ἐγγινομένου, καὶ ὑπὸ τοῦ ἐνδιαθέτου καὶ φύσει ἰαλλομένου καὶ ἐπιπεμπομένου ἡμῖν, ὃν ὁ Ἐφιάλτης παραδηλοῖ, ὡς ἐκεῖνον ὁ Ὦτος. ὅστις Ἄρης οὐκ ἀεὶ παρ' ἡμῖν δέδεται, ἀλλά τις ψυχικὴ διάθεσις οὐκ ἀγαθή, ὁποία καὶ μήτηρ, ἀλλὰ τρόπον τινὰ μητρυιὰ ἔγκοτος, λαθοῦσα ὑπεκκλέπτει καὶ λύει αὐτόν. οὐ γὰρ ἔστι διὰ βίου πραΰθυμον εἶναί τινα.
(v. 389) Ἰστέον δὲ ὅτι τε καὶ μητρυιὸν οἱ παλαιοί φασι τὸν πατρῷον, ἀρρενωνυμοῦντες τὴν μητρυιάν, καὶ λέγει οὕτω Θεόπομπος καὶ οἱ Κωμικοὶ δὲ μάλιστα κατὰ τοὺς παλαιούς. Καὶ ὅτι τὰς μὲν ἀγαθὰς διαθέσεις καλῶς ἄν τις μητέρας ἡμῶν ἐρεῖ, τὰς δὲ μὴ τοιαύτας μητρυιάς. Οὕτω καὶ Ἡσίοδος τὰς μὲν τῶν ἡμερῶν μητέρας λέγει, τὰς χρηστὰς δηλαδή, τὰς δὲ μητρυιὰς εἶναί φησι, τὰς μὴ ἀγαθάς. καὶ Αἰσχύλος δὲ "Σαλμυδησία γνάθος" που λέγει, "ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν", ἤτοι ἐχθρὰ καὶ ὀλέθριος. [Ἀλλὰ ταῦτα μὲν σκληρότερον τέτραπται, ἀσφαλέστατα δὲ τῇ ἀπὸ μητρυιᾶς εἰκόνι ἐχρήσατο ὁ φράσας, ὅτι Πλάτων πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν.] Ἐνταῦθα δὲ σημείωσαι περὶ τοῦ τέθριππος καὶ περὶ τοῦ μητρυιά, ὡς ἐκεῖνο μὲν ἀναλόγως ἔτρεψε τὸ ψιλὸν εἰς δασὺ διὰ τὸ δασύνεσθαι τὸ ἵππος, [98] ἐν δὲ τῷ μητρυιά τοῦτο οὐ γέγονεν, ἴσως μὲν Ἰωνικῶς, ἢ καὶ κατὰ Αἰολεῖς, οἳ καὶ τὸ ὔρχας καὶ τὸ ὔμμιν ψιλοῦσιν οἷα ψιλωτικοὶ ὄντες. Ἴσως δὲ καὶ ἵνα καθαρὸν καὶ πάντῃ ἀπαραποίητον φυλαχθῇ τὸ τῆς μητρὸς ὄνομα. τὸ δ' αὐτὸ λογιστέον καὶ ἐπὶ τοῦ πατρυιός. Ἀλλὰ τοιαύτη μὲν κατά τινας ἡ τοῦ Ἄρεος λύσις, ἣν ἀπεύχεται ὁ φρονῶν. Δύναται δὲ καὶ τὸ ἐναντίον ἤτοι τὴν ἔλλογον λύσιν τοῦ θυμοῦ ὁ μῦθος ὑπαινίττεσθαι, ἵνα, ὥσπερ λόγῳ δεσμεῖται, οὕτω καὶ λόγῳ λύηται. χρήσεται γάρ ποτε τῷ δορυφόρῳ θυμῷ ὁ βασιλεὺς νοῦς καὶ λύσει τὸν δεσμώτην τοῦτον ἐν καιρῷ ὑπὲρ νόμων καὶ ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ παίδων καὶ φίλων. Διὸ καὶ Ἑρμῆς, ὅ ἐστι λόγος, λύει αὐτόν. Ἔλλογος γάρ, ὡς ἔφαμεν, ἡ τοιαύτη λύσις αὐτοῦ, ὅτε καὶ ἡ μητρυιά, ἡ τῷ Ἑρμῇ τούτῳ συμπράττουσα, στάσις τις νοηθήσεται καὶ ἐρεθισμὸς εἰς θυμόν, πλὴν οὐ φαύλη, ὡς ἀνωτέρω, ἀλλὰ χρηστὴ διὰ τὸ ἐπὶ δικαίοις ἀμυντικόν. διὸ καὶ Ὅμηρος "περικαλλὴς μητρυιά" φησὶν οὐδὲν εἰπὼν περὶ αὐτῆς φορτικόν. καὶ τοιαύτη μὲν ἡ πρὸς ἦθος ἐν τούτοις ἀλληγορία. Ἄλλοι δὲ ἱστοροῦσιν ἀνδρειοτάτους γενέσθαι τοὺς τοῦ Ἀλωέως παῖδας καὶ περιγενομένους τῶν κατ' αὐτοὺς καὶ ἐκ πολέμων εἰρηνεύσαντας δῆσαι τὸν Ἄρην τούτῳ τῷ τρόπῳ φασί. καὶ οὕτω τὸν μῦθον ἱστορικῶς θεραπεύουσιν. Ἡ μέντοι Δημὼ μαθηματικῶς [99] ταῦτα τεθεράπευκε, λέγουσα χάλκεον μὲν κέραμον τὸν ὑπὸ τοῦ ποιητοῦ χάλκεον καλούμενον οὐρανόν, δεσμὸν δὲ Ἄρεος τρισκαιδεκάμηνον τὸ τοῦ Ἄρεος τοῦ πλάνητος ἀστέρος πάθος, τὸν λεγόμενον στηριγμόν, ὃν πάσχει γενόμενος πρὸς Καρκίνῳ καὶ Λέοντι ἐπὶ μῆνας ὀκτώ, ἔτι δὲ καὶ ἐπὶ ἑτέρους πέντε, οἳ τῇ πρώτῃ αὐτοῦ καὶ δευτέρᾳ ἀνωμαλίᾳ προσλογίζονται. Ἀλωέως δὲ παῖδας δήσαντας τὸν τοιοῦτον Ἄρην λέγει τὰ διαληφθέντα δύο θερινὰ ζῴδια, τὸν Καρκίνον καὶ τὸν Λέοντα, πρὸς οἷς ὁ ἥλιος γενόμενος τοῦ ἀλωεῖν ἐστιν αἴτιος. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ μῦθός φησι τοὺς μὲν Ἀλωείδας ἐν τῷ κυνηγετεῖν ἐλάφου μεταξὺ αὐτῶν ἐλθούσης προέσθαι ὡς ἐπ' αὐτὴν τὰ δοράτια καὶ τῆς μὲν ἀποτυχεῖν, ἀλλήλους δὲ βαλεῖν, ὁποῖα καὶ ἄλλα ἐγένοντο, καὶ οὕτω θανεῖν, διότι μετὰ τὸν Ἄρεος δεσμὸν καθυπερηφανευσάμενοι τὴν Ἥραν τε καὶ τὴν Ἄρτεμιν ἐβιάζοντο. Τὸν δὲ Ἄρην ὑπ' αὐτῶν δεθῆναί φησιν ὁ μῦθος, διότι αὐτὸς ἀνεῖλε τὸν τοῦ Κινύρα υἱὸν Ἄδωνιν, αὐτοῖς ὑπ' Ἀφροδίτης παρατεθέντα, καὶ ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας θηρολετοῦντα.
(v. 385) Ὦτος δὲ τό τε κύριον, ὡς ἐρρέθη, καὶ ὄρνεόν τι παρά τε Ἀριστοτέλει καὶ ἑτέροις, ὡς δηλοῖ καὶ ὁ εἰπὼν "ὦτος, παραπλήσιον γλαυκί, ἔχων περὶ τὰ ὦτα πτερύγια. οἱ δὲ νυκτικόρακα". Αἴλιος δὲ Διονύσιος οὕτω περὶ τούτου φησὶν "ὦτος, ὄρνεον, ὃ περὶ τὰ ὦτα ἔχει πτερύγια. τοῦτο ἐπαινούμενον καὶ ἀντορχούμενον ὥσπερ ὁ νυκτικόραξ ἁλίσκεται. διὸ τοὺς χαύνους καὶ κενοδόξους ὤτους ἐκάλουν". Ἐφιάλτης δὲ οὐ μόνον κύριον, ἀλλὰ καὶ ἐπὶ πάθους ἡ λέξις κεῖται στομαχικοῦ, ὃ καὶ ἐπίαλτος [100] λέγεται. τοῦτο δὲ ὁ χυδαῖος ἄνθρωπος βαρυχνᾶν λέγει. Ἡ δὲ διὰ τοῦ φ γραφὴ τοῦ ἐφιάλτου ἢ διὰ τὸ ἴσως δασύνεσθαι τὸ ἱάλλω παρά τισι γίνεται ἢ κατά τινα γλῶσσαν τροπῇ τοῦ ψιλοῦ εἰς δασύ, ὃ δὴ καὶ ἐν τῷ κεκαφηώς γίνεται κατὰ Ἡρῳδιανόν. κεκαπηώς γάρ φησι τὸ ἀνάλογον. Οὕτω καὶ ὁ μοιχὸς τροπὴν ἔχει τοῦ κ εἰς χ. μοιχὸς γὰρ πάντως ὁ μὴ οἰκότα ἤγουν ἐοικότα εἶναι τὰ γένη ἀφιείς. καὶ ὁ αὐθέντης δὲ ψιλοῦ μεταβολὴν εἰς δασὺ ἔπαθεν, ἐκ τοῦ αὐτοέντης γενόμενος. [Οὕτω καὶ ἐκ τοῦ πίνειν ἡ φιάλη γέγονε. κατὰ δέ τινας καὶ ἐκ τοῦ πίνειν ὁ φίλος, καὶ ἐκ τοῦ τύπους ἴλλων ἔχειν ὁ τυφλός.] Ἐν δὲ Ῥητορικῷ Λεξικῷ φέρεται, ὅτι Ἐπιάλτην Ἀττικοί φασι δαίμονά τινα, διὰ δὲ τοῦ φ Ἐφιάλτην, ἀνδρὸς ὄνομα. Ἑτέρωθι δέ, ὅτι ἐπιάλτης ὁ πνιγαλίων ὑπό τινων, [101] ὁ δ' αὐτὸς καὶ ἠπίαλος. [Ἐν δὲ τοῖς Ἡρῳδιανοῦ κεῖται καὶ ἠπιάλης, ἠπιάλητος, οὗ χρῆσις, φησί, παρὰ Σώφρονι, οἷον "Ἡρακλῆς Ἠπιάλητα πνίγων".] καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ἄρην καὶ τοὺς Ἀλωείδας.
(v. 392-394) Ἥρα δὲ καὶ Ἅιδης βάλλονται μυθικῶς. ἡ μὲν ἐν Πύλῳ συμμαχοῦσα τῷ Νηλεῖ κατὰ τοῦ Ἡρακλέους, ὅτε καὶ τὴν Πύλον ἐκεῖνος ἐπόρθησεν, ὡς προγέγραπται, φυγαδευθέντος ἢ ἄλλως τρεφομένου παιδὸς ἐν Γερήνοις τοῦ Νέστορος.
(v. 395-400) Ὁ δὲ Ἅιδης κάτω ὑπὸ γῆν, ὅτε παραχωρηθεὶς ὁ ῥηθεὶς Ἡρακλῆς ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι, εἰ οἷός τέ ἐστι τὸν Κέρβερον, αὐτὸς τῇ μὲν λεοντῇ ἀντὶ ἀσπίδος χρησάμενος, τοῖς δὲ βέλεσι λιθίνας ἐναρμόσας ἀκίδας, ὁποῖαι πολλαχοῦ ἱστοροῦνται, τὸν κύνα κατηγωνίσατο. μετὰ δὲ νίκην ἐναντιούμενον τὸν Ἅιδην κατετόξευσε καὶ οὕτω τὸν Κέρβερον ἀνήγαγε. Καὶ σημείωσαι, ὅτι οὐκ οἶδεν ἐνταῦθα Ὅμηρος τὸν Ἡρακλέα ῥοπάλῳ χρώμενον, ἀλλὰ τόξοις ἀνδραγαθοῦντα. καὶ τοιοῦτοι μὲν καὶ οἱ περὶ τούτων μῦθοι. Ἡ δὲ ἀλληγορία, εἰ καὶ ὁ Ἀρίσταρχος ἠξίου, ὡς προεγράφη, μηδέν τι τῶν παρὰ τῇ ποιήσει μυθικῶν περιεργάζεσθαι ἀλληγορικῶς ἔξω τῶν φραζομένων, τὸν μὲν Ἡρακλέα εἰς τὸν λόγον ἐκλαμβάνει διὰ τὸ ἐπίηρον αὐτοῦ καὶ τὸ εὐκλεές, Ἥραν δὲ καὶ Ἅιδην φησὶ τὸν μὲν τὸν ὑπὸ γῆν ἀΐδην ἤτοι ἀφανῆ ἀέρα, ὃν οὐκ ἔστιν ἰδεῖν, τὴν δὲ τὸν ὑπέργειον, καθ' ὧν ὁ φιλόσοφος λόγος ἑαυτὸν συντείνας καὶ οἷον διοϊστεύσας βάλλει καὶ τυγχάνει τοῦ σκοποῦ καὶ ἁλίσκει τὸ ζητούμενον. ἀνάλωτον γὰρ τῇ φιλοσοφίᾳ οὐδὲν οὔτε τῶν ἄνω οὔτε τῶν κατὰ γῆς. Διὸ καὶ [102] χθόνιος ὁ κατὰ λόγον Ἑρμῆς, καθὰ δηλοῖ καὶ ὁ Σοφοκλῆς καὶ ὁ Κωμικός, καὶ οὐράνιος δὲ διὰ τὸν Δία, οὗ ἐστὶν ἄγγελος. ἀλλὰ μὴν καὶ θαλάττιος, ὡς ὁ μῦθος αἰνίττεται, ὁ λάρον αὐτὸν τοῖς κύμασιν ἐπαφείς. ἤδη δὲ καὶ καταχθόνιος, καθότι καὶ ψυχοπομπός. πάντα γὰρ ὁδευτὰ λόγῳ καὶ ἁλώσιμα, [εἰς ὃν οὐ μόνον ὁ Ἑρμῆς ἐκλαμβάνεται, ἀλλὰ καὶ ὁ Ἡρακλῆς, ὡς εἴρηται, ὃς ἐκ τῆς προσεχῶς ἠλληγορημένης Ἥρας προσφυῶς ἂν ἐτυμολογοῖτο, οἷα διὰ τῆς τοιαύτης Ἥρας κλέος εὑρὼν ὡς φιλόσοφος. Εἰ καὶ ὁ τεχνικὸς Γεώργιος ἀποτροπιάζεται τὴν τοιαύτην ἐτυμολογίαν, ἧς ἐπὶ πλέον ἀπορραπίζει καὶ τὴν τοῦ Φοίβου, ἣν ἱστορεῖ ὁ γράψας οὕτω· Ἡρακλῆς ἐλθὼν διὰ χρησμὸν ἤκουσε καὶ ταῦτα "Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις". ἡ τοιαύτη γὰρ ψιλοῖ τὴν τοῦ Ἡρακλέος ἄρχουσαν, εἴπερ ἀπὸ τοῦ ἦρα γίνεται, ὃ δηλοῖ τὴν χάριν, ὅθεν σύνθετον τὸ ἐπίηρα, ὧν ἀρχὴ τὸ ἐρῶ ἤγουν ἐπιθυμῶ, ψιλούμενον ἀναντιρρήτως καθὰ καὶ τὸ ἦρα, οὗ τὸ ἐντελὲς ἐπιήρανα κατὰ τοὺς παλαιούς.] Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὅτι δὲ ἡ ἱστορία βασιλέα οἶδε τόπου τινὸς Μολοττικοῦ Ἅιδην καὶ κύνα γενναῖον ἐκείνου τὸν Κέρβερον, ὃν Ἡρακλῆς εἷλεν ἐξ ἐπιταγῆς καὶ τῷ Εὐρυσθεῖ ἐκόμισεν, ἐν ἄλλοις εἴρηται. Ἦλθε δὲ καὶ τοῖς νῦν εἰς πεῖραν Ἅιδης, ἀνὴρ πολυκτήμων Μακεδών.
(v. 382415) Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη "τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ· πολλοὶ γὰρ δὴ τλῆμεν θεοὶ ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. τλῆ μὲν Ἄρης, ὅτε [103] μιν Ὦτος κρατερός τ' Ἐφιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ. χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης, ἆτος πολέμοιο, εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια Ἑρμέᾳ ἐξήγγειλεν. ὃ δ' ἐξέκλεψεν Ἄρηα ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει. τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν", ὅ ἐστιν ὠδύνησε. καὶ ὁ μέν, φησίν, "ἔβη πρὸς δῶμα Διὸς καὶ Ὄλυμπον, κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος. αὐτὰρ ὀϊστὸς ὤμῳ ἐνὶ στιβαρῷ ἐλήλατο", ἤγουν ἐπέπηκτο, καὶ τὰ ἑξῆς, ἐν οἷς φράζει καὶ περὶ Παιήονος, ὡς τὸν Ἅιδην ἠκέσατο, καὶ κατὰ Ἡρακλέος, οἷος ἦν, καὶ ὡς ὁ Διομήδης Ἀθηνᾶς ἀνιείσης ἀνδραγαθεῖ, καὶ ὡς οὐκ ἀεὶ εὐτυχοῦσιν οἱ θεομάχοι, καὶ περὶ Διομήδους, ὡς χρὴ πτοεῖσθαι, μὴ πρὸ ὥρας χήρα γένηται αὐτῷ ἡ γυνὴ Αἰγιάλεια ὡς θεομαχοῦντι. Περὶ δὲ τούτων πάντων ἐφεξῆς εἰρήσεται. Καὶ τέως πρὸ τῶν ἄλλων ἰστέον ὡς χρᾶται καὶ ἐνταῦθα Ὅμηρος λέξεως ἐπιμονῇ διὰ τὸ καίριον.
(v. 382 s.) Εἰπὼν γὰρ "τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ" ‑ παραμυθητικὸς δὲ ὁ λόγος ‑ ἐπάγει ἐπιμένων "πολλοὶ γὰρ δὴ ἔτλημεν. ἔτλη μὲν Ἄρης, ἔτλη δὲ Ἥρη, ἔτλη δὲ Ἀΐδης πελώριος ὠκὺν ὀϊστόν". Καὶ σημείωσαι ὅτι ἐνταῦθα μὲν ἐντελῶς εἶπεν ἐν τῷ "ἔτλη ὠκὺν ὀϊστόν", ἀνωτέρω δὲ ἐλλειπτικῶς ἔλεγεν "ἔτλη Ἥρα," ὀϊστὸν δηλαδή, ἔτλη ὁ Ἄρης, δηλονότι δεσμόν. Διὸ εἰκὸς καὶ τὸ τέτλαθι καὶ τὸ τλῆμεν τοιοῦτον ἀκολούθως εἶναι, ἵνα ᾖ· τέτλαθι, τέκνον, τὸ τοῦ Διομήδους ἔγχος, καὶ πολλοὶ γὰρ δὴ τλῆμεν, ἄλγεα δηλαδή. Ὅρα δὲ τὸ τέτλαθι καὶ τὸ ἀνάσχεο, ταὐτὰ δοκοῦντα εἶναι καὶ τῇ παραθέσει συντελοῦντα εἰς ἐτυμολογίαν τοῦ σχέτλιος, ὡς εἶναί ποτε σχέτλιον καὶ τὸν κήδεα τλάντα καὶ ἀνασχόμενον. Ἰστέον δὲ καὶ ὅτι ἅπας, ᾧ προσαρμόττει τὸ ἔτλη, ἐκεῖνος τλήμων καὶ τάλας λέγεται. [Οὗ ἀνάπαλιν ἔχει παρὰ τῷ Σοφοκλεῖ ἀτλητῶν, ἤγουν μὴ ἔχων τλήμων εἶναι.] ᾯ δὲ πολλάκις ἐπιλεχθείη, [104] ἐκεῖνος καὶ πολυτλήμων ἂν εἴη, καθὰ καὶ πολύτλας. Τὸ δὲ τέτλαθι ἀναδιπλασιασμὸν ἔχει, ὁποῖον καὶ τὸ τέθναθι καὶ τὸ κέκλυθι. Τὸ δὲ κηδομένη ἔχει καὶ ἐνεργητικόν, ὡς δηλοῖ τὸ "τόξοις ἔκηδε θεούς", ὅ ἐστιν ἔβλαπτε. τὸ μέντοι κήδεσθαι, ὃ δηλοῖ τὸ φροντίζειν, οὐδέποτε προφέρεται ἐνεργητικῶς.
(v. 385) Κρατερὸς δὲ Ἐφιάλτης εἴη ἂν ὡς καὶ κρατερὸς δεσμὸς ὁ χαλεπός. οὕτω δὲ καὶ κρατερὸς παῖς Ἀμφιτρύωνος. Οὐ γὰρ ἔστι σημαντικὴν οὐδ' ἐνταῦθα ἐπαίνου τὴν τοιαύτην λέξιν εἶναι. Τοῦ δὲ Ἐφιάλτης ἀναλογώτερον ἔχειν δοκεῖ ὁ προρρηθεὶς ἐπίαλτος. οὐ γάρ ἐστι σαφὲς αἴτιον τῆς τοῦ π εἰς φ μεταβολῆς, εἴγε ψιλοῦται τὸ ἰάλλω.
(v. 388) Τὸ δὲ "ἀπόλοιτό κεν" ταὐτόν ἐστι τῷ ἀπώλετο ἄν. ἔστι δὲ Ἀττικὸν τὸ ἀντὶ παρῳχημένων χρᾶσθαι τοῖς εὐκτικοῖς, οἷον τῷ ἔλθοι ἀντὶ τοῦ ἦλθε καὶ τῷ δράμοι ἀντὶ τοῦ ἔδραμε, καὶ τοῖς ὁμοίοις, ὧν χρῆσις ἀπειροπληθής.
(v. 389) Ἠερίβοια δέ, εἰ μὲν παρὰ τὴν βοὴν γίνεται, καλοῖτο ἂν οὕτως ὡς οἷον ὑψίλαλος κατὰ τοὺς ἠεροφώνους. εἰ δὲ παρὰ τὴν βοῦν, δηλοῦν δοκεῖ ἢ τὴν μελάμβοον ἢ τὴν μεγαλόβοον, ὡς οἷον ἐρίβουν, ἢ τὴν πολύβουν, ὡς πλεονάζειν οὕτω τὸ κατ' ἀρχὴν η. Σχηματισμὸς δὲ τῆς Ἠεριβοίας κατὰ τὴν Εὔβοιαν καὶ ἀλφεσίβοιαν.
(v. 390) Ὁ δὲ Ἑρμέας ὡς πρωτότυπον ἐπενθέσει μὲν τοῦ ι Ἑρμείας γίνεται, κράσει δὲ τοῦ ε καὶ α εἰς η Ἑρμῆς.
(v. 391) Τὸ δὲ [105] δαμνᾶν πλεονασμὸν ἔχει τοῦ ν Δώριον, ὁποῖος γίνεται καθ' Ἡρῳδιανὸν καὶ ἐν τῷ ἐλαύω ἐλαύνω, δύω δύνω, καὶ τοῖς ὁμοίοις.
(v. 392) Ὅρα δὲ καὶ ὅτι τὸν Ἡρακλῆν κρατερὸν παῖδα Ἀμφιτρύωνος εἰπών, εἶτα καὶ Διὸς υἱὸν αὐτὸν λέγει, οὐ μόνον διὰ τὸ βασιλικόν, ἀλλ' ἵνα καὶ πιθανοὺς καταστήσῃ τοὺς περὶ αὐτοῦ μύθους, ἤγουν τὴν βολὴν τῆς Ἥρας καὶ τοῦ Ἅιδου. οὐ γὰρ ὁ τοῦ Ἀμφιτρύωνος ἀλλ' ὁ τοῦ Διὸς δύναιτο ἂν τοιαῦτα ποιεῖν.
(v. 393) Καὶ σημείωσαι ὅτι ἐνταῦθα καὶ τόπους ὁρίζει ταῖς πληγαῖς διὰ πιθανότητα, εἰπὼν τὴν μὲν Ἥραν δεξιτερὸν κατὰ μαζὸν βληθῆναι ὀϊστῷ τριγλώχινι, τὸν δὲ Ἅιδην ὤμῳ ἐνὶ στιβαρῷ. Ἰστέον δὲ καὶ ὅτι κατὰ μαζὸν ἀλληγορικῶς ἡ Ἥρα βάλλεται, ἤγουν ὁ ἀήρ, διότι ἐπηβόλως, εἰπεῖν δὲ καιριώτερον εὐθυβόλως καὶ ἐπιτυχῶς καὶ εὐσκοπώτατα, ὑπὸ τοῦ φιλοσόφου λόγου νενόηται, ὅτι ζωογόνος ἐστὶν ὁ ἀήρ· τούτου γάρ ἐστι δηλωτικὸν ὁ μαζός, τρέφων τὰ νεογνά. ὅθεν καὶ οὖθαρ ἀρούρης τὸ πῖον λέγεται καὶ θρεπτικόν.
(v. 400) Ὁ δὲ Ἅιδης παρὰ τὸν ὦμον βέβληται, ὑψηλὸν ὄντα τόπον ἐν σώματι, διότι εὐσκόπως πάλιν ὁ αὐτὸς Ἡρακλῆς, τουτέστιν ὁ φιλόσοφος λόγος, κοῦφον εἶναι αὐτὸν καὶ ἀνωφορούμενον κατενόησεν. ὅπουγε καὶ αὐτὸς ὁ ὑπόγαιος ἀὴρ τοιοῦτός ἐστι φύσει. ἢ μάλιστα διότι ἡ καιριωτάτη βολὴ τοῦ λόγου κατὰ τοῦ ἀέρος ἄνω που γίνεται, ὅτε τὰ μετέωρα σκέπτεται. καὶ γὰρ θεωρεῖ μὲν αὐτὸς καὶ τὰ κάτω τοῦ Ἅιδου, ἤτοι τοῦ σκοτεινοῦ καὶ μέλανος ἀέρος, καταβαίνων εἰς αὐτὸν καὶ οἷον ἐρεβοδιφῶν. ἐπὶ μᾶλλον δὲ τῆς αὐτοῦ κεφαλῆς ἐφίεται καὶ κατὰ τῶν ἄνω τείνας ἑαυτὸν ἐπιβάλλει τοῖς ἐκεῖ σκοπιμώτατα.
(v. 393) Τριγλώχιν δὲ ὀϊστὸς ὁ τῆς φιλοσοφίας τριπλοῦς τρόπος, ὁ ἠθικός, ὁ φυσικὸς καὶ ὁ μαθηματικός, οἷς χρώμενος ὁ [106] Ἡρακλῆς λόγος ἐπιτυχῶς βάλλει κατά τε ἀνδρῶν καὶ θεῶν, ἤτοι ἐπιτυγχάνει φιλοσοφίας λόγῳ τῆς τῶν θείων τε καὶ ἀνθρωπίνων καταλήψεως. Γλωχὶν δὲ ξίφους ἡ γωνία. ὅθεν καὶ γίνεται κατὰ τοὺς παλαιοὺς ὡς οἷον γωνιοχίν τις οὖσα, καὶ ἐν συγκοπῇ καὶ τροπῇ γλωχὶν ἡ γωνίαν ἔχουσα. ἢ καὶ ἄλλως παρὰ τὸ κλῶ, οἱονεὶ κλωχίν τις ἡ κεκλασμένη, ταὐτὸν δ' εἰπεῖν, κλάσμα ἔχουσα. Ἡ δὲ γωνία ὅτι ἀπὸ τοῦ γόνυ κατ' ἔκτασιν γίνεται, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί.
(v. 395) Τὸ δὲ "Ἅιδης πελώριος" ἐπιλεχθείη ἄν ποτε ἀστείως καὶ ἀνδρὶ φάγῳ μεγαλοσωμάτῳ.
(v. 396) Ἐν δὲ τῷ "ωὐτὸς ἀνήρ", ἤγουν ὁ αὐτός, ἰστέον ὅτι ἡ ωυ δίφθογγος ἐν μιᾷ μὲν λέξει κατὰ διάλυσιν προάγεται διεξοδικῶς, οἷον θωϋμάσιος ὁ θαυμάσιος, καὶ ἑωϋτοῦ ἀντὶ τοῦ ἑαυτοῦ, ἐν δὲ δυσὶ λέξεσι κέκραται τῷ λόγῳ τῆς συναιρέσεως. Ἔτι ἰστέον ὅτι, ὥσπερ φθογγή φθόγγος, χολή χόλος, [τιμή τῖμος παρὰ τῇ κωμῳδίᾳ τὸ τίμημα], ποθή πόθος, ὠνή ὦνος, βολή βόλος, καὶ ἕτερα, οὕτω πύλη πύλος ἀρσενικῶς οἷον "ἐν πύλῳ βαλών". Οὐ γὰρ ἐν τῇ Πύλῳ τῇ πόλει τὸν Ἅιδην ὁ Ἡρακλῆς ἔβαλεν, ἀλλὰ κάτω ἐν τῇ τῶν νεκρῶν πύλῃ. διὸ καὶ ἑρμηνεύων ἐπάγει "ἐν νεκύεσσι βαλών". [Βόλον δὲ ἀνωτέρω ἔφαμεν τὸν ὁμωνύμως λεγόμενον ἐπί τε τοῦ πεττευτικοῦ καὶ ἐπὶ τοῦ κατὰ τὸ δίκτυον δέ. Ὅθεν καὶ ῥῆμα σπουδαῖον ἐν χρήσει τὸ βολίζειν, ἤγουν βάθος θαλάσσης μετρεῖν μολιβδίνῃ καθέτῳ ἢ τοιῷδέ τινι.]
(v. 399) Τὸ [107] δὲ ὀδύναις δεδόσθαι οὐκ ἀπέοικε τοῦ ὀδύναις πεπάρθαι. διὸ εἰπὼν "ὀδύνῃσιν ἔδωκεν" ἐπάγει μετ' ὀλίγα τὸ "ὀδύνῃσι πεπαρμένος", προσφυῶς τρέψας. ὡς γάρ τις βέλει, οὕτω καὶ ὀξείαις ὀδύναις πείρεσθαι λέγοιτ' ἄν. [Τροπῆς δέ εἰσι καὶ ἄμφω μύθῳ πρεπούσης. ὡς οἷον γάρ τι σωματοειδὲς αἱ ὀδύναι ὑπόκεινται, αἷς ὁ Ἅιδης δέδοται, ναὶ μὴν καὶ πέπαρται, εἴη δ' ἂν ταὐτὸν εἰπεῖν καὶ ἐλήλαται.
(v. 400) Στιβαρὸς δὲ ὦμος, καθὰ καὶ χεὶρ στιβαρά, ὁ πυκνὸς καὶ οὕτω στερρὸς παρὰ τὸ ἔστιβον. ἐξ οὗ καὶ ὁ στίβος καὶ ἡ στιβάς.] Τὸ δὲ ἐλήλατο νῦν μὲν ἐπὶ ὀϊστοῦ κεῖται, ἀλλαχοῦ δὲ καὶ ἐπὶ ἔγχους. καὶ ξίφει δέ τις διελαθῆναι δύναται.
(v. 401) Ὅτι ἀνθρωποπαθεῖς τοὺς θεοὺς Ὅμηρος ποιῶν δίδωσιν αὐτοῖς ἀνθρωπίνως καὶ ἰατρὸν ἰώμενον τάς, ὡς εἰκός, συμπιπτούσας πληγάς. ὃν καὶ ἀπὸ τοῦ παίω, τὸ θεραπεύω, ὀνοματοποιεῖ καὶ Παιήονα καλεῖ, ὡς καὶ ἐν τῇ Α ῥαψῳδίᾳ εἴρηται.
(v. 400 s.) Ὅς ποτε καὶ τὸν Ἅιδην, φησίν, ὀδυνήφατα φάρμακα πάσσων, ἠκέσατο βληθέντα ὑπὸ τοῦ Ἡρακλέος. Τοῦτο δὲ διὰ τὸ πιθανὸν τοῦ μύθου λέγει, ἵνα καὶ τὸν Ἄρην ἐνταῦθα ἰάσηται ὁ αὐτός. Τὴν γὰρ Ἀφροδίτην οὐδενὸς τοιούτου ἀξιοῖ ὁ ποιητής, ἀλλὰ τῇ τῆς Διώνης μόνῃ ἐπαφῇ θεραπεύει, διότι τε οὐκ ἀξιόλογον τὸ τραῦμα καὶ ὅτι οὐδὲ θέλει πολυλογεῖν καὶ εἰς οὐδὲν δέον ταὐτολογεῖν. Ὅτι δὲ παιήων λέγεται καὶ ὕμνος εἰς Ἀπόλλωνα, [108] ἐν τῇ Α καὶ αὐτὸ εἴρηται. λέγεται δὲ παιήων καί τι μέλος ἐπινίκιον, ὁποῖον Ἀχιλλεὺς ᾄδει ἀνελὼν τὸν Ἕκτορα, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. Ὀδυνήφατα δὲ τά, ὡς εἰπεῖν, ἀκεσώδυνα. ταὐτὸν γὰρ οὕτως ἢ οὕτως εἰπεῖν, ὡς τοῦ ἀκέσασθαι ὀδύνην καὶ τοῦ ὀδύνην φᾶσαι, ἤτοι φονεῦσαι, ὡς οἷά τινα πολεμίαν, ταὐτὰ δηλούντων. ἐνέργειαν δὲ σημαίνει τὸ ὀδυνήφατον. Ἀνάπαλιν δὲ τούτου πάθος τὸ μυλήφατον καὶ τὸ πρόσφατον ἐν τῷ "πρόσφατος νεκρός", ὁ ἐγγὺς καὶ πρὸ ὀλίγου φονευθείς. Ἔστι δέ πως καὶ διασαφητικὸν τῶν ἐνταῦθα φαρμάκων τὸ ὀδυνήφατα. εἰ γὰρ ὀδυνήφατά εἰσι, φέρουσιν ἄρα ἄκος, ὡς δηλοῖ καὶ τὸ ἠκέσατο, οὐ μὴν ἄχος, ὃ τοῖς φαύλοις φαρμάκοις ἐτυμολογικῶς ἔγκειται.
(v. 401 s.) Τὸ δὲ πάσσων ῥιζοτόμον ἐμφαίνει καὶ τὸν Παιήονα, καὶ ἄλλως δέ, βοτανῶν ἐπιλέκτην, ἃς τρίβων ἐπέπασσε τοῖς χρῄζουσι, ῥᾷον ἰώμενος, ὡς δῆλον ἐκ τοῦ "οὐ μὲν γάρ τι κατὰ θνητούς γ' ἐτέτυκτο", ἢ μάλιστα "καταθνητός γ' ἐτέτυκτο", ἐν ἑνὶ μέρει λόγου κατὰ τὸ "θεοῦ ἐπιμῆνις" καὶ "βοῶν ἐπιβουκόλος" καὶ "καταθνητῶν ἀνθρώπων" καὶ ὅσα τοιαῦτα. Ἔπαινος δὲ ἀγαθοῦ ἰατροῦ τὸ ῥηθέν.
(v. 403) Ὅτι βαρυνομένη κατὰ Ἡρακλέος ἡ Διώνη φησὶ κομματικῶς, ὑβρίζουσα κατὰ σχῆμα σφοδρότητος, οὕτω "σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων", ἤγουν οὐκ ἐπεστρέφετό τινος ἀδικῶν.
(v. 404) Εἶτα καὶ τὸ εἶδος τῆς ἀδικίας ἐκτιθεῖσά φησιν "ὃς τόξοισιν ἔκηδε θεούς", ὅ ἐστιν ἔβλαπτε.
(v. 403) Καὶ σημείωσαι ὅτι τὸ σχέτλιος οὐδ' ἐνταῦθα πάνυ τραχεῖα [109] ὕβρις ἐστίν, ὡς οὐδὲ τὸ ὀβριμοεργός, ἀλλὰ τὸν ὀξὺν δηλοῖ καὶ ἰταμὸν καὶ σφοδρὸν εἰς τὸ ποιῆσαί τι οὐκ ἀγαθόν, ὃν ἔδει μὴ τοιοῦτον εὐθὺς εἶναι, ἀλλὰ σχέσθαι καὶ τλῆναι. Χρήσιμον δὲ τὸ "σχέτλιος" καὶ ἑξῆς ὅλον τὸ ἔπος εἰς ψόγον ἐμβριθοῦς ἀδίκου ἀνδρός. [Σημείωσαι δὲ ὡς τῶν αὐτῶν ῥημάτων συντιθέντων τήν τε γεωργικὴν ἐχέτλην καὶ τὸν σχέτλιον, ὅμως ἐν ἀμφοῖν πολλὴ ἡ κατὰ νοῦν διαφορά. Σχέτλιος μὲν γὰρ ὁ προσεχῶς δηλωθείς, ἐχέτλη δέ, ἧς ἔχεταί τις τλημόνως.] Τί δέ ἐστι τὸ αἴσυλον καὶ ὅθεν γίνεται, φανεῖται ἀλλαχοῦ. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι ὁ αἴσυλα ῥέζων καὶ αἰσυλοεργός λέγεται ἀναλόγως τῷ ὀμβριμοεργός. Ὅρα δὲ καὶ τὸ "ὅς" δὶς κείμενον συνεχῶς κατὰ σχῆμα ἐπαναφορᾶς ἐν τῷ "ὃς οὐκ ὄθετο" καὶ "ὃς ἔκηδεν".
(v. 406 s.) Ὅτι, ὡς καὶ προεγράφη, τὸ νήπιος ἐπιφωνεῖν εἴωθεν ἐν ἀρχῇ στίχου πολλαχοῦ ἡ ποιητικὴ Μοῦσα τοῖς ἄξιόν τι λόγου πταίσασιν, ὡς καὶ ἐνταῦθα "νήπιος", ὁ Διομήδης δηλαδή, "οὐδὲ τὸ οἶδε κατὰ φρένα καὶ κατὰ θυμόν, ὅττι μάλα οὐ δηναιός, ὃς ἀθανάτοισι μάχεται". Τοῦτο δὲ παρῳδηθὲν δύναται γνωμικὸν ὀρθὸν σὺν τοῖς ἑξῆς γίνεσθαι, οἷον ἵνα εἴπῃ τις, ὅτι μάλα οὐ δηναιός, ὃς ἄν γε θεῷ μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντ' ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος. Περὶ ἧς διὰ τί ὀξύνεται ἐν τῇ εὐθείᾳ ‑ ἡ δηϊοτής γάρ ἐστιν, ὡς ἡ βραδυτής ‑ ῥηθήσεται ἀλλαχοῦ. Σημείωσαι δὲ ἐνταῦθα τὸ καινοπρεπὲς τῆς συντάξεως. Εἰπὼν γὰρ "σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ", ἐπάγει εὐθὺς τὸ νήπιος, τελείαν στίξας εἰς τὸ Ἀθηνᾶ. καὶ οὐδὲν μὲν ἐκώλυεν [110] εἰπεῖν "σοὶ δὲ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ νήπιον" κατὰ πτῶσιν αἰτιατικήν, προέκρινε δὲ τὸ καινόσχημον.
(v. 408) Ἰστέον δὲ ὡς, εἰ καὶ ἀφελὴς ἔννοια τὸ "οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν", ἀλλ' ἔχει ἄλλως ὕψος ὁ λόγος διὰ τὸ τῆς γνώμης ἔνδοξον. διδάσκει γὰρ ὅτι τῶν θεομάχων οἱ παῖδες ταχὺ ὀρφανίζονται. Ὠνοματοπεποίηται δὲ τὸ παππάζειν, ὡς καὶ τὸ ποππύζειν, καὶ δηλοῖ τὸ βρεφικῶς προσφθέγγεσθαι τὸν πατέρα. Ἐκ δὲ τῆς λέξεως ταύτης καὶ ὁ πάππος, καὶ πάππας, αὐτὸς ὁ πατήρ, πᾶς λεγόμενος μονοσυλλάβως κατὰ βρέφους προσφώνησιν, καθά φασιν οἱ παλαιοί, ὥσπερ καὶ μᾶ ἡ μήτηρ, καὶ κατὰ ἀναδιπλασιασμὸν πάπας καὶ παπίας, ὡς μαμμία ἡ ῥηθεῖσα μᾶ. Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ τοῦ Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς, ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν. Ὁμοίως καὶ Ἡροδότου τὸ "καλεῖται Ζεὺς ὑπὸ Σκυθῶν ὀρθότατα Παπαῖος". ἐξ ὧν συνάγεται θείαν εἶναί τινα λέξιν τὸ πάπας καὶ πάππος καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ καὶ ὅτι ὁμώνυμος ὢν ὁ πάππος δηλοῖ, ὡς ἐξ ὁμοιότητος ἴσως τοῦ παρ' ἡμῖν προγόνου γέροντος πάππου, καὶ τὸ ἀκάνθινον ἐν ξηρότητι πολίωμα, ὅπερ Ἄρατος λευκῆς γήρειον ἀκάνθης λέγει. καὶ ὅτι παππάζειν μὲν ἐπὶ μόνων ἀνθρώπων, ποππύζειν δὲ καὶ ἐπὶ ἀλόγων. οὐ γὰρ μόνον τροφέες βρέφη, ἀλλὰ [111] καὶ ἵππους καὶ βόας οἱ τημελοῦντες ποππύζουσι. καὶ ὅτι τὸ ποππύζειν καὶ ποππυλιάζειν λέγεται Δωρικῶς. Θεόκριτος "καὶ ἁδύ τι ποππυλιάσδει". τινὲς δὲ αὐτὸ παππυλιάσδει γράφουσι. Παρὰ δὲ τοῖς παλαιοτέροις φέρεται καὶ ὅτι πάπας τῇ Ῥωμαίων φωνῇ πατέρα σημαίνει, καὶ ὅτι Ῥωμαῖοι μὲν αὐτὸ βαρυτόνως προφέρουσιν, ἡμεῖς δὲ περισπωμένως. Ἄλλοι δέ, ὅτι παρὰ Συρακουσίοις πάπας ὁ πατήρ. ὃ κατὰ ἀναδιπλασιασμὸν πάππας γίνεται, προσφώνησις ὂν τιμητικὴ υἱῶν πρὸς πατέρα. καὶ ὅτι κολακεύειν τί ἐστι τὸ ποππύζειν καὶ πόππυσμα κολακεία ἵππων ἀδαμάστων. Ἐν δὲ ἐκθέσει συγγενικῶν λέξεων φερομένων ἐν Ῥητορικῷ Λεξικῷ γράφεται καὶ ταῦτα· παππίζειν τὸ πάππαν καλεῖν καὶ παππίαν. οὕτω δὲ τὸν πατέρα οἱ Ἀττικοὶ ὑποκορίζονται. τὸν δὲ τροφέα πάππαν οὐδείς, φησίν, Ἕλλην καλεῖ. Καὶ ὅτι τῶν συγγενικῶν ὀνομάτων τὰ μέν ἐστι κοινὰ πάντων, οἷον πατήρ, μήτηρ, ἀδελφός καὶ τὰ ὅμοια ‑ Λέγω δὲ ὅτι πᾶς ἂν εἴποι πατέρα τὸν δεῖνα τοῦ δεῖνος, καὶ υἱὸν καὶ ἀδελφόν ‑ , τὰ δ' ἐκ προσώπου λέγεται ἰδίως, οἷον ἄπφαν τὴν ἀδελφὴν Ἀττικῶς μόνη ἡ ἀδελφὴ εἴποι ἄν, καὶ πάππαν τὸν πατέρα μόνος ὁ παῖς, ὥσπερ καὶ μαμμίαν τὴν μητέρα καὶ τὰ ὅμοια, ἐν οἷς θήσει τις καὶ τὸ ἠθεῖος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐρρέθη, ἄπφα γίνεται καὶ τὸ ἄπφιον, ὑποκόρισμα ὂν [112] ἐρωμένης. Τινὲς δὲ καὶ αὐτὸ τὸ ἄπφα ὑποκόρισμά φασιν Ἀττικόν. ὁ μέντοι ἀπφὺς παρὰ Θεοκρίτῳ πατρὸς κλῆσις, ἣν βρέφος ἂν προσείποι πατέρα τόν, ἀφ' οὗ ἔφυ. τοιοῦτον γάρ τι ἡ λέξις ὑποβάλλει νοεῖν. [Ἰστέον δὲ ὅτι, καθὰ λόγῳ συγγενικῷ πάππος ὁ τοῦ πατρὸς πατὴρ καὶ ἐπίπαππος πατὴρ πάππου, ὁ καὶ πρόπαππος, οὕτω καὶ τήθη βαρυτόνως ἢ τηθή ὀξυτόνως ἡ τοῦ πατρὸς μήτηρ καὶ ἡ τῆς μητρὸς δέ. Ἡ μέντοι τηθὶς ἄλλο τι ἐστιν, ἀναλογοῦσα τῷ θείῳ, περὶ οὗ ἀλλαχόθι δηλοῦται. Ἔτι ἰστέον καὶ ὅτι κωμῳδίας ἴδιον παππίζειν λέγειν διὰ τοῦ ἰῶτα τὸ καθ' Ὅμηρον παππάζειν διὰ τοῦ ἄλφα. Ὡς δὲ πάππος καί τι γενείου δηλοῖ καὶ ἀκάνθης δὲ λευκὸν ἐξάνθημα, ὅθεν καὶ τὸ γήρειον παρῆκται, ἀλλαχοῦ δεδήλωται.]
(v. 408) Τὸ δὲ "ποτὶ γούνασιν" ἐλλιπῶς μὲν ἔχει τῆς φράσεως διὰ τὴν τοῦ λαλοῦντος προσώπου ἀγωνίαν. τὸ γὰρ ὅλον ἦν εἰπεῖν "ποτὶ γούνασιν ἑζόμενοι". Ἔθος δὲ δηλοῖ βρεφοκομούντων, οἳ γούνασιν ἐφέζουσι τὰ βρεφύλλια, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλοῖ ὁ ποιητής.
(v. 410 s.) Ὅτι περί τινος ἀκαίρως ἀλαζονευομένου, ἐφ' οἷς ἐνίκησεν οὐ μέγαν τινά, εἴποι τις ἂν ὡς, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω, μή τίς οἱ ἀμείνων ἄλλος μάχηται. Διώνη δὲ τοῦτο περὶ Διομήδους φησίν.
(v. 412-415) Ὅτι τριῶν θυγατέρων Ἀδράστου Αἰγιάλεια μὲν ἡ νεωτάτη γυνὴ Διομήδους ἦν, Ἀργεία δὲ Πολυνείκους, Δηϊπύλη δὲ Τυδέως. οἱ μὲν οὖν μεθ' Ὅμηρον ἐκμανῆναί τε τὴν Αἰγιάλειαν περὶ πορνείαν ἱστοροῦσιν Ἀφροδίτης χόλῳ, διότι ὑπὸ Διομήδους ἐτρώθη, καὶ Σθενέλῳ τῷ τοῦ Κομήτου, ὃν φύλακα τοῦ Ἄργους εἴασεν ὁ Διομήδης, φασὶν αὐτὴν ἐμφύεσθαι κατὰ ἔρωτα μοιχικόν. καὶ τἆλλα λέγουσιν, ὅσα καὶ Λυκόφρων ἱστορεῖ. Ὅμηρος μέντοι περίφρονα καὶ ἰφθίμην αὐτήν φησι καὶ φίλανδρον εἶναι λέγει καὶ πενθεῖν ἐπὶ τῇ τοῦ Διομήδους ἀποδημίᾳ ἱστορεῖ. Φησὶ γοῦν "μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον Ἀχαιῶν, ἰφθίμη ἄλοχος [113] Διομήδεος".
(v. 413) Ἐνταῦθα δὲ οἰκῆας, ὡς δοκεῖ τοῖς παλαιοῖς, οὐ τοὺς δούλους ὁ ποιητὴς λέγει, ἀλλὰ ἁπλῶς τοὺς ἐν τῷ οἴκῳ ἢ τοὺς οἰκείους. διὸ καὶ φίλους οἰκῆάς φησι. [Φέρεται δ' ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους καὶ περὶ οἰκετῶν λόγος, ὅτι οὐ μόνον οἱ κατ' ἀγροὺς ὑπουργοὶ οὕτως ἐλέγοντο, ἀλλὰ καὶ οἱ ἐν οἰκίαις ἐλεύθεροι, ὡς ἂν εἴποι τις "οἰκῆται" μεταλήψει τοῦ η. παράγει δὲ αὐτὸς καὶ παροιμίαν ἐξ Εὐριπίδου λέγουσαν "ἔνδον γυναικῶν καὶ παρ' οἰκέτας λόγος", ἤγουν ἐν τοῖς κατ' οἰκίαν λαλητέον ἂν εἴη τὰς γυναῖκας, ἔξω δὲ οὐκ ἐξιτέον, οὐδὲ ἀλλοτρίων παρόντων λυτέον τὴν λαλιάν.]
(v. 414) Τὸ δὲ ἄριστον Ἀχαιῶν πρὸς παρηγορίαν Ἀφροδίτης εἴρηται ὑπὸ τῆς μητρός, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι ‑ ἄλλως γὰρ οὐ πάντων Ἀχαιῶν ἄριστος ὁ Διομήδης ἦν ‑ ἢ καὶ ἄλλως ὁ ἄριστος τὸν ἁπλῶς ἀριστέα δηλοῖ. πιστὸς δὲ ὁ ἐκ τῶν ἐχθρῶν ἔπαινος.
(v. 415) Ὅρα δὲ καὶ ὅτι τῷ ἀρίστῳ καὶ ἡ ἄλοχος ἰφθίμη προσμεμαρτύρηται, ὡς καὶ ἡ Πηνελόπη τῷ Ὀδυσσεῖ. Ἔστι δὲ πάντως τὸ ἰφθίμη ταὐτὸν τῷ ἀνδρεία, ὅπερ ἀλλαχοῦ δαΐφρων φησί. τοῦτο δὲ πρὸς διαστολὴν ἄλλων εἴρηται γυναικῶν, αἳ φύσει ἀνάλκιδές εἰσι καὶ θηλύτεραι, ὡς καὶ ὁ ποιητὴς ἔφη ἐν τῷ "γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις". καὶ τάχα, ὅσας μὲν ἡ Ἀφροδίτη ἠπεροπεύει, αὗται ἀνάλκιδες, αἱ δὲ μὴ τοιαῦται ἴφθιμαί εἰσιν.
(v. 413-415) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐξ ὕπνου γοόωσα" καὶ ἑξῆς ἕως τοῦ "ἄριστον Ἀχαιῶν" καὶ γυναικὶ ἂν ἁρμόσῃ χηρωθείσῃ μὲν ἀνδρός, [114] πενθούσῃ δὲ πολλὰ ἐπ' ἐκείνῳ, ὁποῖον δή τι πάθοι ἂν καθ' Ὅμηρον καὶ ἡ Αἰγιάλεια θανόντος τοῦ ἀνδρός. οὕτω καὶ τὴν Πηνελόπην ἱστορεῖ κλαίουσαν ἐπὶ τῷ Ὀδυσσεῖ οὐ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νυκτός, ὃ μάλιστα φιλίας πλείονος ἔνδειξις. [Ἐπίτασιν δὲ γόου δηλοῖ τὸ δι' αὐτοῦ νύκτωρ τοὺς κοιμωμένους ἀφυπνίζεσθαι.]
(v. 416) Ὅτι ὥσπερ τὸν ἱδρῶτα ἱδρῶ λέγει κατὰ ἀποκοπὴν ὅλης συλλαβῆς, οὕτω τὸν ἰχῶρα ἰχῶ, οἷον "ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ". καὶ ἔστιν ὅμοιον καὶ τὸ τὸν κυκεῶνα εἰπεῖν κυκεῶ, καὶ Ἀπόλλω τὸν Ἀπόλλωνα. Τὸ δὲ γράφειν ἰχῶρ μετὰ τοῦ ρ κατὰ ἀποκοπὴν μόνου τοῦ τελευταίου φωνήεντος οὐ πάνυ ἀρέσκει τοῖς παλαιοῖς διά τε τὴν καινότητα τῆς ἀποκοπῆς καὶ ἵνα μὴ συμφωνῇ τῇ εὐθείᾳ. Ἰστέον δὲ ὅτι τοῦ Γεωγράφου ἱστοροῦντος καινήν τινα ἀποκοπὴν τοῦ ἧλος ἧλ, οἷον δαιμόνιος ἧλ, οὐ πάνυ ξενίζον ἂν εἴη τὸ εἰπεῖν τὸν ἰχῶρα ἰχῶρ. Τὸ δὲ ἀμφοτέρῃσιν ἀπὸ κοινοῦ ἔχει νοούμενον τὸ χερσί. Τὸ δὲ ὀμόργνυε γίνεται μὲν ἀπὸ τοῦ ὀμόργω, ὡς ἄγω ἀγνύω, καθὰ καὶ ἑτέρωθι ἐρρέθη. δηλοῖ δὲ τὸ ἀπεπίεζε. Τὸ δὲ ὀμόργω ἀπὸ τοῦ ἀμέλγω ἔχει τὴν παραγωγήν, ὃ καὶ ἀμέργω λέγεται, ὡς προείρηται.
(v. 417) Ὅτι ἐπὶ συντόμου θεραπείας σώματος οἰκεῖον τὸ "ἄλθετο χείρ", ἢ ἄλλο τι μέρος σωματικόν, "ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι". Καὶ σημείωσαι, ὡς ψιλοῦται τὸ ἤπιον. οὐ γὰρ λέγει καθηπιόωντο, ἀλλὰ ψιλῶς κατηπιόωντο. δῆλον δ' αὐτὸ καὶ ἐν τοῖς ἑξῆς ἐκ τοῦ "ἐπί τ' ἤπια φάρμακα πάσσειν". Τῶν δέ γε μεθ' Ὅμηρόν τινες ἐδάσυνον αὐτὸ ἐκ τοῦ ἥδω παράγοντες. Ὅρα δὲ [115] καὶ ὅτι ἀσυνδέτως εἰσήγαγε κατὰ λόγον γοργότητος τὸ "ἄλθετο χείρ", δηλῶν καὶ ἐν τῷ σχήματι τὸ ταχὺ τῆς θεραπείας. Παρῆκται δὲ τὸ ἄλθετο ἐκ πρωτοτύπου θέματος τοῦ ἄλθω, ἀφ' οὗ τὸ ἀλθαίνω.
(v. 418-425) Ὅτι Ἀθηνᾶ καὶ Ἥρα σιλλαίνουσαι ἀστείως καὶ κερτομοῦσαι τὴν τῆς ἀνάλκιδος Ἀφροδίτης πληγὴν κωμικώτερον, ὡς δῆθεν οὔτε ἐκ δόρατος οὔτε ἐν πολέμῳ γενομένην, φασὶν ἀμύξασθαι τὴν αὐτῆς χεῖρα περόνῃ τινὸς γυναικὸς Ἀχαΐδος, καταψώσης ἐκείνην καὶ ἀνιείσης, ἤτοι ἀναπειθούσης, εἰς ἁρπαγήν, ὡς δηλαδή ποτε καὶ τὴν Ἑλένην ἠπάτησε. Φασὶν οὖν· "ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμ' ἑσπέσθαι, οὓς ἔκπαγλ' ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἁραιήν". καὶ αὐταὶ μὲν οὕτως. Ὁ δὲ Ζεὺς ἐπὶ τῷ σκώμματι οὐ γελᾷ ‑ σεμνῶν γὰρ προσώπων ὁ ἐπὶ τοιούτοις γέλως ἀλλότριον ‑ , ἀλλὰ μειδιᾷ, ὃ πολλῷ τοῦ γελᾶν σεμνότερον, γέλως ὂν ἠρεμαῖος, ἀνακεκραμένος συννοίᾳ. Καὶ σημείωσαι ὅπως ὁ καὶ τὰ τοιαῦτα δεξιὸς ποιητὴς ἐνταῦθα εὐφυῶς τὴν Ἀφροδίτην ἐκωμῴδησεν, οὐκ αὐτὸς ἐκ προσώπου οἰκείου, ἀλλὰ διὰ Ἀθηνᾶς καὶ Ἥρας, αἳ κερτομίοις ἐπέεσσιν ἐπὶ τῇ Ἀφροδίτῃ τὸν Δία ἐρέθιζον. Ὅρα δὲ καὶ τὴν μέθοδον. Ἐπεὶ γὰρ οὐκ ἔδει μὲν τοιούτοις ἐναγωνίοις τόποις παρεντεθῆναι σκώμματος ἱλαρότητα, ἄλλως δὲ πάλιν ἦν ἀνάγκη τοῦτο γενέσθαι διὰ τὴν τῶν προσώπων ποιότητα τῶν μισούντων τὴν Ἀφροδίτην, ποιεῖ ὁ ποιητὴς εὐμεθόδως τὸ πρᾶγμα, καὶ προεπισημηνάμενος ὡς, εἰ καὶ φορτικὸν ἐνταῦθα τὸ σκώπτειν, ὅμως ἀναγκαῖον οὕτως ἐπάγει τὸ σκῶμμα.
(v. 421-425) Φησὶ γὰρ [116] "Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω" καὶ τὰ ἑξῆς. οἱονεὶ γὰρ πρὸς τὸν πολύνουν ἀκροατὴν ἐνταῦθά φησιν ὁ ποιητὴς ὡς, εἰ καὶ μὴ καιρὸς ἱλαρότητος ἐνταῦθα, ὅμως διὰ τὰ πρόσωπα τὰ ὑποκείμενα χρηστέον λόγῳ κερτόμῳ. συγγνώμην οὖν ζητεῖ τρόπον τινὰ ἐπὶ τῇ κερτομίᾳ καὶ συγγινώσκεται πρός γε Διός, ἤτοι τοῦ ὀρθὰ νοοῦντος. Ὅρα δὲ καὶ ὅπως ἀστεῖος ὁ λόγος καὶ πολυειδής. Προαγωγείαν τε γὰρ καταλέγει τῆς Κύπριδος καὶ ψεκτὴν φιλανδρίαν αὐτῆς ὑπολαλεῖ τὴν ἐπὶ τοῖς βαρβάροις Τρωσὶ καὶ ἀδικίαν αὐτῆς ἐμφαίνει τὴν ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης καὶ μαλακότητα δὲ κατηγορεῖ, ὡς ἐπὶ πληγῇ οὐκ ἀξιολόγῳ ἀχθομένης ἀλλ' ἐπὶ μόνῳ ξέσματι.
(v. 425) Τοῦτο γὰρ δηλοῖ τὸ ἀμύσσεσθαι, ἐξ οὗ καὶ ἡ ἀμυχή γίνεται, ὡς τὸ "ἀμυχὰς ξεσμάτων ἐπιφερόμενος", καὶ τὸ ἄμυγμα, οἷον "πολιᾶς ἀμύγματα χαίτης". Ὥσπερ δὲ τὸν ὑπὸ ὀϊστοῦ οὐκ ἐν καιρίῳ βληθέντα σκώπτων τις εἴποι ἂν τυχὸν ὑπὸ μυίας δηχθῆναι, οὕτω πως ἡ Ἀθηνᾶ τὴν τοῦ δόρατος ἐνταῦθα πληγὴν ἀμυχῇ περόνης εἰκάζει, ἣν ἐν τοῖς στήθεσιν ἐφόρουν αἱ παλαιαὶ γυναῖκες, δι' ἧς τὸ κεχηνὸς τοῦ πέπλου συνήγετο, Δωριέων καταρξάντων τοῦ τοιούτου ἱματισμοῦ. Φησὶ γοῦν Ἡρόδοτος γυναικείαν ἐσθῆτα Δωρίδα τὴν ἔχουσαν περόνας. τοιαύτη δέ, φησίν, ἡ ἀρχαία πᾶσα ἐσθὴς τῶν γυναικῶν. τὸν δὲ λίνεον, φησί, χιτῶνα αἱ περὶ τὴν Καρίαν εἶχον. Σημείωσαι δὲ καὶ ὅτι καλῶς οὐ τῇ Ἥρᾳ δέδοται ὁ ῥηθεὶς σκωπτικὸς λόγος. ἦν γὰρ σεμνοτάτη καὶ καθ' Ὅμηρον πρεσβυτάτη καὶ οὐ πρέπουσα τοιούτοις λόγοις. ἡ Ἀθηνᾶ δὲ κερτομεῖ ὡς καὶ νεωτέρα καὶ τῇ Ἀφροδίτῃ πάντῃ ἀντίθετος, κατὰ μῦθον μὲν ὡς καθαρὰ μοιχαλίδι, κατὰ δὲ ἀλληγορίαν ὡς ἂν ἀντιπίπτοι τῇ ἀλογίᾳ ἡ φρόνησις Ἀθηνᾶ. Ὅτι δὲ οὐκ ἀξιόλογα πάνυ τὰ τῆς πληγῆς τῆς Ἀφροδίτης, δηλοῖ καὶ τὸ μὴ δεηθῆναι αὐτήν, ὡς εἴρηται, τοῦ Παιήονος.
(v. 424 s.) Ὅρα δὲ καὶ ὅτι μετὰ τὸ Ἀχαιϊάδων ὀλίγον τι ἐπεμβαλὼν εὐθὺς χάριν σαφηνείας ἐπανέλαβεν, εἰπών· τῶν τινα, ἤγουν τούτων τῶν [117] Ἀχαιϊάδων, καταρρέζουσα ἐξέσθη τὴν χεῖρα. [Ποιεῖ δὲ τὴν τοιαύτην ἐπανάληψιν ἀναγκαίως οὐ διὰ κωλικὴν σχοινοτένειαν, ἀλλὰ διότι πάνυ χρειῶδες εἰς τὸ προκείμενον νόημα οὐ μόνον τὸ "ἀνιεῖσα", ἀλλὰ καὶ μᾶλλον τὸ "καρρέζουσα". διὸ εἰπὼν ἐν πρώτοις τὸ ἀνιεῖσα, ἔθετο ἐν τῇ ἐπαναλήψει καὶ τὸ λίαν καιριώτατον, ἤγουν τὸ καρρέζουσα.] Ὅρα δὲ καὶ τὸ καταρρέζουσα ἤτοι καταψῶσα. ἡ γὰρ οὕτω ποιοῦσα εἰκότως ἂν ἀμυχθείη χεῖρα τῇ πρὸ τοῦ στήθους περόνῃ. Δῆλον δὲ καὶ ὅτι δεξιᾷ χειρὶ ὡς τὰ πολλὰ γίνεται τὸ καταψᾶν. τὴν δεξιὰν ἄρα χεῖρα ἔοικε τετρῶσθαι ἡ Ἀφροδίτη, τὴν καταρρέζουσαν, ὅπερ καὶ τῇ ἀλληγορίᾳ συντρέχει. Ὡς γὰρ προείρηται, τοῦ Ἄρεος εἰς τὰ ἀριστερὰ τῆς μάχης ὄντος, ὁ Διομήδης εἰς τὰ δεξιὰ εὐδοκίμησε. διὸ καὶ χεῖρα ἁραιήν, τὴν διχῶς πνευματιζομένην, οὐ νοητέον ἀριστερὰν ἀλλ' ἀσθενῆ κατὰ τοὺς παλαιούς. Τὸ δὲ "πρὸς χρυσῇ περόνῃ" ταὐτόν ἐστι τῷ ἐγγὺς τῆς χρυσῆς περόνης. Ἀττικὸν δὲ τὸ δασύνειν τὴν ἁραιήν.
(v. 428) Ὅτι πρὸς τὸν ἐπαγγελλόμενον ἔργα στρατιωτικὰ ἢ ἀθλητικά, ὅσα μὴ δεξιῶς ἔχει ποιεῖν, καλὸν λεχθῆναι τὸ "οὔ τοι δέδοται πολεμήϊα ἔργα".
(v. 429) Εἰ δὲ καὶ περὶ ἔρωτας ὁ τοιοῦτος πονεῖται, προσεπιλεκτέον καὶ τὸ "ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο". Ζεὺς δὲ ταῦτα πρὸς τὴν Ἀφροδίτην φησὶ τὴν ἄναλκιν, λέγων καὶ ὅτι ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ μελήσει, ὡς καὶ ἀλληγορικῶς καὶ μυθικῶς τῆς Ἀφροδίτης μὲν ἀπολέμου οὔσης, πολεμικῶν δὲ τῆς Ἀθηνᾶς καὶ τοῦ Ἄρεος. Τὰ δὲ ἱμερόεντα, ταὐτὸν δ' εἰπεῖν ἐρόεντα καὶ ἱμερτά, ἐκ τοῦ ἱμείρω λέγεται, [118] προσεχέστερον δὲ εἰπεῖν, ἐκ τοῦ ἵμερος, ὃν Εὐριπίδης ὡς φάρμακον Ἀφροδίτης πλάττει ἰῶδες ἐν τῷ "μήποτ' ἐπ' ἐμοὶ χρυσέων τόξων ἐφίης ἱμέρῳ χρίσασ' ἄφυκτον ὀϊστόν". Τὸ δὲ "ἔργα γάμοιο" ἔχει τι κάλλους, εἰ καὶ ἀμυδρὸν κατὰ τοὺς ῥήτορας, ἐν τῷ τὴν λήγουσαν τῆς πρώτης λέξεως ἀρχὴν τῆς δευτέρας γίνεσθαι.
(v. 430) [Τὸ δὲ "Ἄρηϊ θοῷ" καὶ ἑξῆς, προαναφώνησις καιρία ἐστίν, ὡς τοῦ Ὁμηρικοῦ Διός, ὅ ἐστι νοός, μετ' ὀλίγα τερατευσομένου πολεμικήν τινα περιπέτειαν ἐν Ἀθηνᾷ καὶ Ἄρεϊ, δι' ἧς ὁ Διομήδης φανεῖται σεμνός.
(v. 429) Ἰστέον δὲ καὶ ὅτι ἔργα γάμου ὁ ποιητὴς ἐνταῦθά φησιν οὐ τὰ γυναιξὶν ἁπλῶς ἀνήκοντα, οἷον ἱστόν, ἠλακάτην, καὶ ὅσα ἄλλα οἶδεν αὐτός, ὧν ψιλὴν μνείαν ἔθετο ἐν τῷ "οὔτ' ἂρ φρένας οὔτε τι ἔργα", τὰ μετὰ γάμον δηλαδὴ λόγῳ οἰκονομίας, ἀλλὰ τὰ εἰς αὐτὸν γάμον χρήσιμα, οἷον τὸν ἔρωτα, τὴν φιλότητα, τὸν ἵμερον, τὴν ὀαριστύν, τὴν πάρφασιν, καὶ τὰ τοιαῦτα, οὐκ Ἀθηνᾷ Ἐργάνῃ, ἀλλ' Ἀφροδίτῃ, μητρὶ ἐρώτων, ἐπιπρέποντα.]
(v. 432-442) Ὅτι οὕτω θαρραλέος ὁ Διομήδης, ὥστε καὶ τοῦ Ἀπόλλωνος καταθαρρεῖ, ὅτε τὸν Αἰνείαν ἐκεῖνος ἔσῳζεν, ὑπερέχων τὰς χεῖρας. καὶ τρὶς μὲν ἐπόρουσε τότε τῷ Αἰνείᾳ, τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων. Τὸ δὲ τέταρτον καὶ δεινὰ ὁμοκλήσας, ἤγουν ἀπειλησάμενος, ἐνέκοψε τῆς ὁρμῆς. Δηλοῖ δὲ ὁ λόγος ὅτι καὶ ὑπὲρ τὸ εἱμαρμένον ἀνδρίζεται νῦν ὁ Διομήδης. εἱμαρμένην γάρ τινα καὶ ὁ Ἀπόλλων δηλοῖ, καθὰ καὶ ὁ Ζεύς, ὡς καὶ προείρηται καὶ πολλαχοῦ φανήσεται. Ἐν τούτοις δὲ ὅρα ὅτι τε, ὡς πρὸ βραχέων ἐρρέθη τὸ "γινώσκων ὅτ' ἄναλκις [119] ἔην θεός", οὕτω καὶ ἐνταῦθα κεῖται τὸ "γινώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων", τουτέστιν, ὅτι ὑπερεῖχεν, ὅ ἐστι σκέπων ἄνω εἶχε τοῦ Αἰνείου τὰς χεῖρας, καὶ ὅτι θεομάχου θρασύτητος τὸ "οὐδὲ θεὸν μέγαν ἅζετο".
(v. 438) Καὶ ὅτι δαιμόνιον ἐπήρειαν φράσει ποτὲ τὸ "ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος". Εἴη δ' ἂν ἐνταῦθα τὸ ἶσος ἀκυριολέκτητον, ὡς καὶ ἐν ἄλλοις μυρίοις. Τὴν δέ γε διαφορὰν αὐτοῦ πρὸς τὸ ὅμοιον δηλοῦσι μὲν καὶ πεζολέκται σοφοί, δηλοῖ δὲ οὐδὲν ἧττον σαφέστατα καὶ Εὐριπίδης ἐν τῷ "οὔθ' ὅμοιον οὐδὲν οὔτ' ἶσον βροτοῖς", ὧν τὸ μὲν ποιότητος, τὸ ὅμοιον, τὸ δὲ ποσότητος, τὸ ἶσον δηλαδή.
(v. 440-442) Ὅτι ὁ τῆς πρὸς μεγάλους ἔριδος ἀπείργων τινὰ ἀστείως ἂν εἴποι τὸ "φράζεο καὶ χάζεο, μηδὲ θεοῖς ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε ὁμοῖον φῦλον ἀθανάτων τε θεῶν χαμαί τε ἐρχομένων ἀνθρώπων". Πάρισα δὲ ἐκφανῆ τὸ "φράζεο Τυδείδη καὶ χάζεο". Τὸ δὲ ὁμοῖον ὅτι ἀναλόγως προπερισπᾶται καὶ οὐ παρὰ τύπον κατὰ τὸ προπαροξυτονούμενον ὅμοιον, πολλαχοῦ δηλοῦται, [120] ὥσπερ καὶ τὸ ὁμοῖος ἔν τε ἄλλοις καὶ ἐν Ὀδυσσείᾳ, ὃ πάντως ἀναλογώτερον τοῦ ὅμοιος. [Ὅρα δὲ καὶ ἐνταῦθα ἐν τῷ "ἶσα φρονέειν", καὶ ἐν τῷ "φῦλον ὁμοῖον" τὸ ἶσον ἀντὶ τοῦ ὅμοιον ληφθέν, καθὰ καὶ πρὸ βραχέων. Δῆλον δὲ ὡς Ὅμηρος μὲν ἐκτείνει τὴν ἄρχουσαν τοῦ ἶσος, οἱ δὲ τραγικοὶ συστέλλουσιν.]
(v. 446) Ὅτι καὶ ἐνταῦθα θηλυκῶς ἡ Πέργαμος παρ' Ὁμήρῳ ἐπὶ τῆς Τρωϊκῆς ἀκροπόλεως, ἐν ᾗ καὶ ναὸς Ἀπόλλωνος. Φησὶ γοῦν "Περγάμῳ ἐν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο", καὶ μετ' ὀλίγα "Περγάμῳ ἄκρῃ". Μέγας δὲ ἔοικεν εἶναι ὁ ῥηθεὶς ναός.
(v. 447 s.) Διό φησιν· ἐν μεγάλῳ ἀδύτῳ κύδαινον, τὸν Ἀπόλλωνα δηλαδή, Λητὼ ἡ μήτηρ καὶ Ἄρτεμις ἡ ἀδελφή. Τοῦτο δὲ ῥηθείη ἂν καὶ ὅταν ἐν ἀδύτοις ἱεροῖς που γεραίρηταί τις ἀνὴρ ἀρχικός.
(v. 449) Ὅτι τὸ τοῦ Αἰνείου εἴδωλον, ὅπερ ὁ Ἀπόλλων, ἤτοι ὁ ἥλιος, ἔτευξεν, ἐφ' ᾧ μάχονται Τρῶες καὶ Ἕλληνες, ἡ φαντασία ἐστίν, ἥτις ἐκ τῆς ὑφ' ἡλίῳ ὄψεως καὶ θέας Αἰνείου ἐναπέμεινε τοῖς στρατεύμασι, καὶ ἡ τοῦ ἥρωος, ὡς εἰπεῖν, ἀνειδωλοποίησις, ἣν ἔτι ἐν ἑαυτοῖς φέροντες ὁ στρατὸς ἐκ τοῦ εἰσάπαξ ἐρεθισμοῦ καὶ ἀναπολοῦντες εἰς νοῦν ὡς ἐν εἰδωλοποιΐᾳ τὸν κείμενον, συνεκρότουν βαρὺν ὡς ἐπὶ παρόντι αὐτῷ δὴ ἀληθῶς τῷ Αἰνείᾳ τὸν πόλεμον, κἂν ἐκεῖνος ἀνήρπαστο. Οἱ δὲ παλαιοὶ ἄλλως τὸν μῦθον τοῦτον σεμνολογοῦντές φασι κατὰ πρῶτον λόγον εἴδωλον εἶναι τὸν πάντα τοῦτον κόσμον ὡς τύπον τινὰ τοῦ ὄντως ὄντος, κοσμούμενον μὲν καὶ ὑπὸ ἄλλων θειοτέρων ἐγκοσμίων, μάλιστα δὲ ὑπὸ τοῦ ἡλίου. Εἶτα καὶ τὸ τοῦ Αἰνείου τούτου εἴδωλον τοιοῦτόν τι νοοῦσιν, υἱοῦ μὲν ὄντος τῆς περικαλλοῦς Ἀφροδίτης, ἀνδρὸς δὲ καλοῦ ἐγχωρίου, καὶ ἀλληγοροῦσιν [121] αὐτὸν εἴς τι κάλλος ἐγχώριον, ὅπερ καὶ αὐτὸ ὡς οἷά τι εἴδωλον τοῦ ἐγκοσμίου κάλλους οἰκείως ἂν ἔχοι πρὸς τὸν Ἀπόλλωνα, ἤτοι τὸν ἥλιον, καθὰ καὶ ὁ πᾶς κόσμος, τὸ μέγα τοῦ ὄντος εἴδωλον. Τὸ δὲ τοὺς Ἕλληνας περὶ αὐτὸ μυρία πάσχειν αἰνίττεται, φασίν, ὅτι αἱ τῶν ψυχῶν ὑλικώτεραι οὐκ ἀπαλλάσσονται τῶν τοιούτων εἰδώλων, ἀλλὰ τοῖς τοιοῖσδε προστετηκυῖαι κάλλεσι περὶ αὐτὰ τρίβονται. [Σημείωσαι δὲ ὅτι κόσμου μὲν εἴδωλον ἀλληγορικῶς καὶ γλαφυρώτερον ἐν τοῖς εἰρημένοις τέθειται. Οἱ δὲ μεθ' Ὅμηρον ἄλλως παχυλῶς μηχανήν τινα, ὡς εἴδωλον κοσμικόν, ἐσκεύασαν ἐπὶ κολακείᾳ βασιλικῇ. Δημητρίων γάρ, φασίν, Ἀθήνῃσιν ἀγομένων, ἐγράφετο Δημήτριος ἐν τῷ προσκηνίῳ ἐπὶ τῆς οἰκουμένης ὀχούμενος. Δημητρίου δ' ἐνταῦθα μνεία τοῦ Πολιορκητοῦ, ᾧ καὶ ἤγοντο τὰ εἰρημένα Δημήτρια ὡς ἀλαζόνι.]
(v. 44953) Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτως "αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων, αὐτῷ τ' Αἰνείᾳ ἵκελον καὶ τεύχεσι τοῖον. ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας, ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα".
(v. 453) Καὶ ὅρα ὡς οὐ μόνον ὀϊστοὶ πτερόεντες, ἀλλὰ καὶ λαισήϊα πτερόεντα. [Πλὴν ταῦτα μὲν ὡς κοῦφα κατὰ πτερά, ἐκεῖνοι δὲ ὡς πτεροῖς διοικονομούμενοι πρὸς ἐκπέτασμα.] Δόρυ δὲ πτερόεν μὲν ῥητῶς οὐκ ἐφράσθη, παρελαλήθη δὲ ἐν τῷ "μελίη ἰθυπτίων", ἤγουν ἰθὺ πετομένη, [122] ὡς οἷα πτερόεσσα. Ἔστι δὲ τὸ λαισήϊον ἀσπίδος γένος θυρεοειδές, ἀναφορέα οὐκ ἔχον ἀλλὰ ζυγὸν διὰ μέσου. οἱ δέ φασιν εἶναι αὐτὸ θυρεὸν ἐπιμήκη, οἱ δὲ λάσιον ἐτυμολογοῦσιν αὐτό, φάσκοντες εἶναι ἐκ τετριχωμένων δερμάτων ἀνεργάστων. Κοῦφον δέ ἐστι τὸ λαισήϊον καὶ οὐδὲ μεγαλόκυκλον. διὸ καὶ πτερόεν αὐτὸ λέγει καὶ ἀντιδιαστέλλει πρὸς τὰς εὐκύκλους ἀσπίδας, λέγων βοείας εὐκύκλους ἀσπίδας καὶ λαισήϊα. Ὅλως δὲ οἱ πλείους τῶν παλαιῶν ἀσπιδίσκιον ὠμοβύρσινόν φασι τὸ λαισήϊον. Φησὶ γοῦν περί τινων καὶ Ἡρόδοτος ὅτι λαισήϊα εἶχον ἀντὶ ἀσπίδων, ὠμοβοείοις πεποιημένα. ἔνθα καὶ σημείωσαι τὸ ὠμοβοείοις, ὡς χρήσιμον εἰς τὸ βοῦς, ἡ βύρσα. Ἡρῳδιανὸς δέ φησι καὶ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα λέγεσθαι διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι.
(v. 451 s.) [Τὸ δὲ δῖοι καὶ τὸ δῄουν ἐγγὺς παρατεθειμένα ψευδοπαρήχησίν τινα καὶ αὐτὰ κατὰ τὰς προδεδηλωμένας ὑποκρούεται.]
(v. 457-459) Ὅτι Ἀφροδίτη μὲν οἷα καὶ ἐναγώνιος καὶ οὐδὲ σοφὴ ἀκατασκεύως εἶπε πρὸ ὀλίγου, ὅτι ὁ Διομήδης καὶ ἂν πατρὶ Διῒ μάχοιτο, Ἀπόλλων δέ, ἀνομοίως ἔχων τῇ Ἀφροδίτῃ, λέγει εὐμεθόδως τὸ αὐτὸ νόημα κάλλιον, καὶ εἰπὼν καὶ αὐτός, ὅτι ὁ Διομήδης μάχοιτο ἂν πατρὶ Διΐ, ἐπάγει κατασκευὴν τοιαύτην· "Κύπριδα μὲν πρῶτα σχεδὸν [οὔτασε χεῖρ' ἐπὶ καρπῷ", τῷ προρρηθέντι. ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ "ἄκρην οὔτασε χεῖρα, πρυμνὸν ὑπὲρ θέναρος", ἤγουν οὐ κατὰ τὸ ἄκρον καὶ πρυμνὸν τὸ πρὸς τοῖς δακτύλοις, ἀλλὰ κατὰ τὸ [123] ἐπὶ καρπῷ], "αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο, δαίμονι ἶσος", ὃ καὶ ἡ Ὁμηρικὴ πρὸ βραχέων Μοῦσα ἔφη, μονονουχὶ λέγων, ὡς ὁ καθ' ἡμῶν τῶν παίδων ἀναιδευσάμενος οὐκ ἂν οὐδὲ τοῦ πατρὸς φείδοιτο. Σημείωσαι δὲ καὶ ἐν τούτοις τὴν Ὁμηρικὴν ποικιλίαν καὶ τὴν τοῦ λόγου αὔξησιν. τὰς ἀρχὰς μὲν γὰρ κατὰ ἑνός τινος Τρωϊκοῦ ἀνδρὸς ὁ Διομήδης ἠρίστευσεν, εἶτα πυκινὰς κλονήσας φάλαγγας καὶ κατὰ ξυνωρίδας ῥίπτων τοὺς πολεμίους, μετ' αὐτοὺς καὶ δαίμονος θηλείας περιγίνεται, περὶ ἧς εἴρηται. μετὰ δὲ αὐτὴν καταθρασύνεται μὲν ἄρρενος τοῦ Ἀπόλλωνος, ἀνύει δὲ οὐδέν, μικρὸν δὲ ὅσον καὶ κατὰ τοῦ Ἄρεος ἀνδρισάμενος μέγα τι διαπράξεται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς Ὅμηρος οὐ ποιεῖ τὸν Διομήδην ἀριστεύοντα κατὰ τοῦ Ἀπόλλωνος, ἵνα μὴ πάνυ ἀπίθανα λέγῃ καὶ εἰς ἀλληγορίαν μὴ βάπτοντα. Διὰ τοῦτο θρασύνεται μέν πως κατ' αὐτοῦ, ὡς καὶ παρὰ τὸ εἱμαρμένον ἀριστεύων, καθὰ καὶ προείρηται, οὐ μὴν καὶ τρῶσαι αὐτὸν δύναται. Ἀφροδίτης μὲν γὰρ καὶ Ἄρεος δυνατὸν περιγενέσθαι τινὰ ἠθικῶς ὡς ἀλόγων παθῶν, Ἀπόλλωνος δὲ οὐκ ἄν τις ὁπωσοῦν περιγένοιτο, εἴτε ὡς ἥλιόν τις λαμβάνει αὐτόν, καθ' οὗ βάλλειν οὐκ ἔστι, εἴτε καὶ ὡς εἱμαρμένην τινά, ὥσπερ οὐδὲ Ἀφροδίτη οὐδὲ Ἄρης τρωθήσεται, ὅτε φυσικῶς ἀλληγορούμενοι ὡς ἀστέρες λαμβάνονται, εἰ μή τις ἀναλληγορήτοις θέλων ἐγχειρεῖν κατ' οὐρανοῦ τοξεύειν ὥσπερ βούλεται.
(v. 457) Σημείωσαι δὲ τὸ "καὶ ἂν Διῒ μάχοιτο", ὅπερ οἱ μετὰ τὸν Ὅμηρον συναλείφοντές φασι κἂν τῷ δεῖνι μάχοιτο, ἤγουν καὶ τῷ δεῖνι ἂν μάχοιτο, καὶ κἂν ἐξέπραξεν ἀντὶ τοῦ καὶ ἐξέπραξεν ἄν.
(v. 455-457) Ἐνταῦθα δὲ εἰπὼν τὸ "Ἆρες, Ἄρες" καὶ ἑξῆς, ἀπαραποίητον τὸ ὅλον ἔπος ἐπάγει κατ' ἐρώτησιν, ὡς καὶ ἐκεῖ τὸ "οὐκ ἂν δὴ τὸν ἄνδρα μάχης ἐρύσαιο μετελθών", ἤγουν οὐκ ἂν ἀπελάσῃς τῆς μάχης τὸν Διομήδην. Ὃ δὴ προσφυὲς καὶ ἐπ' ἄλλου ὁμοίου ῥηθῆναι, ὅτε τις ἐθέλει [124] κωλύειν τὸν ἀριστεύοντα.
(v. 461) [Ὅτι ἐν τῷ "Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών" διττὴ φέρεται γραφὴ τοῦ πρώτου ποδός. ἢ γὰρ κτητικῶς Τρῳάς ὀξυτόνως λέγει τὰς Τρωϊκάς, ἢ μᾶλλον προπερισπωμένως Τρῶας στίχας, ἀντιπτωτικῶς τὰς τῶν Τρώων.
(v. 463) Ὅτι τὸ "υἱάσι Πριάμοιο", ἤγουν υἱοῖς, ὤφειλε μὲν ἀπὸ τοῦ υἱεύς υἱέος εἶναι ἢ υἱεῦσιν ἢ υἱέσιν, ἐξηκολούθησε δὲ ὅμως Ἰωνικῶς τῇ συγγενείᾳ τοῦ πατράσι, μητράσι, θυγατράσιν.]
(v. 465 s.) Ὅτι ἐντρεπτικὸν ἀχρείων στρατηγῶν τὸ "ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαόν;" "ἢ εἰς ὅ κεν ἀμφὶ πύλαις μάχονται;" [Χρονικῶς δὲ κεῖται τὸ "ἐς τί" ἀντὶ τοῦ "μέχρι τίνος". οὕτω δὲ καὶ τὸ "εἰς ὅ κεν" ἀντὶ τοῦ "ἕως οὗ".]
(v. 467) Ὅτι τὸν Αἰνείαν οἱ Τρῶες ἐπίσης ἐτίμων Ἕκτορι, καθά φησιν Ἄρης ἐν τῷ "κεῖται ἀνήρ, ὅν τ' ἶσον ἐτίομεν Ἕκτορι δίῳ".
(v. 469) Ὅτι κεῖται καὶ ὧδε φλοῖσβος ἐπὶ πολέμου. Φησὶ γὰρ "ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον". Τοῦτο δὲ πᾶς ἂν εἴπῃ βοηθῶν φίλῳ κινδυνεύοντι. [Ἑταῖρον δ' ἐνταῦθα οὐκ ἐξ ἀνάγκης νοητέον συνήθως τὸν φίλον, ἀλλὰ καὶ τὸν συνεργὸν ἐν τῇ νῦν μάχῃ, καθ' ὃ σημαινόμενον καὶ ἄνεμος πλησίστιος ἐσθλὸς ἑταῖρος λέγεται. τοιαύτης δὲ ἐννοίας καὶ τὸ ἑταιρίσαι τινά, ὃ ἐπὶ Ἑρμοῦ φησιν Ὅμηρος.]
(v. 471-492) Ὅτι πάνυ καταφορικὸς ἐνταῦθα ὁ πρὸς Ἕκτορα τοῦ Σαρπηδόνος δημηγορικὸς λόγος. διὸ καὶ ὁ ποιητὴς λέγει, ὅτι μάλα νείκεσεν Ἕκτορα δῖον. Νοήματα δὲ τοῦ λόγου τούτου τοιάδε. Ὀνειδίζει ὡς ῥᾴθυμον καὶ διὰ τοῦτο οἷον ἀμενηνόν, εἰπὼν "πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες", ἤγουν εἶχες; Καὶ ὅρα τὸ ἀστεῖον τοῦ οἴχεται. οἱονεὶ γὰρ πρώην ἐνοικοῦν σοι, νῦν ἀπεδήμησεν. Εἶτα αἰτιᾶται καὶ ὡς ἀλαζόνα τὸν Ἕκτορα καὶ κεναῖς ἐλπίσι τρεφόμενον, λέγων "φῆς που", ἤγουν ἴσως ἂν ἔλεγες πρὸ τοῦ πολέμου, "ἄτερ [125] λαῶν καὶ ἐπικούρων, ἑξέμεν", ἤγουν συνέξειν, τὴν πόλιν, "οἶος", τουτέστι μόνος, "σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τιν' ἐγὼν ἰδέειν δύναμαι οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα, ἡμεῖς δὲ μαχόμεθα οἱ ἐπίκουροι". Λέγει δὲ λαοὺς μὲν τοὺς ἐγχωρίους, ἐπικούρους δὲ τοὺς ἐξ ἀλλοτρίας βοηθούς, ὧν ἦν καὶ αὐτὸς ὁ Σαρπηδών. Ἐνταῦθα δὲ τὸ πολύ τοῦ γένους τῶν Πριαμιδῶν παραδηλοῖ. πεντήκοντα γὰρ ἦσαν τέκνα τῷ Πριάμῳ, ὧν οἱ μὲν υἱοὶ αὐτόθεν στρατιῶται, ἀντὶ δὲ τῶν θυγατέρων συνετέλουν εἰς μάχην οἱ γαμβροί.
(v. 476) Τὸ δὲ "κύνες ὣς ἀμφὶ λέοντα" παραβολὴ μέν ἐστι σύντομος, πρέπουσα τῷ καιρῷ. λέοντα δὲ ἴσως ἂν λέγοι τὸν Διομήδην.
(v. 478-484) Οὕτω δὲ τὸν Ἕκτορα αἰτιασάμενος ὁ Σαρπηδὼν αὐξάνει τὴν ἑαυτοῦ χάριν τὴν εἰς τοὺς Τρῶας ἐνθυμηματικῶς, καὶ λέγει, ὅτι τε μάλα τηλόθεν ἥκει τοῖς Τρωσὶν ἐπίκουρος ‑ τηλοῦ γὰρ Λυκία Ξάνθῳ ἐπὶ δινήεντι ‑ , καὶ ὅτι ἄλοχόν τε φίλην ἔλιπε καὶ νήπιον υἱὸν καὶ κτήματα πολλὰ καὶ αὐτὰ οὐ τὰ τυχόντα ἀλλὰ ἀναγκαῖα. Φησὶ γὰρ "τά τ' ἔλδεται, ὅς κ' ἐπιδευής", ἤγουν ὧν πολλὴν ἂν ὁ ἐπιδεὴς ἔχοι ἔφεσιν. καὶ ὅτι οὔ τι ἔχων ἐνθάδε τοῖον, οἷον ἂν ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν, ὅμως καὶ τοὺς ἄλλους Λυκίους ὀτρύνει καὶ αὐτὸς δὲ μέμονε μάχεσθαι.
(v. 485 s.) "τύνη δέ, φησίν, ἕστηκας", ἤτοι ἀργεῖς, "ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις λαοῖσι μενέμεν", ἤγουν μένειν, "καὶ ἀμύνειν ὤρεσσιν", ὅ ἐστι ταῖς οἰκείαις γυναιξί. Καὶ σημείωσαι ὅτι γενναιότατόν ἐστι νόημα καὶ ἐπιστρεπτικώτατον τὸ λέγειν, ὡς ἐγὼ μὲν καὶ πατρίδα καὶ γυναῖκα καὶ τέκνα ἀφεὶς καὶ μηδὲν ἐνταῦθα ἔχων ἀλλ' ἢ ἐμαυτὸν καὶ τοὺς σὺν ἐμοὶ Λυκίους κινδυνεύω σὺν τοῖς ἐμοῖς ὑπὲρ Τρωϊκῶν γυναικῶν, οἱ δὲ νωθρεύονται.
(v. 490-492) Οἷς προστίθησιν ὁ Σαρπηδὼν καὶ ὅτι ἡ τοῦ δέοντος τάξις ἀντέστραπται, [126] εἰπὼν "σοὶ δὲ χρὴ πάντα μέλειν νύκτας τε καὶ ἦμαρ, ἀρχοὺς λισσομένῳ ἐπικούρων νωλεμέως ἐχέμεν", ἤγουν πολεμεῖν καὶ ἀντέχειν. Νῦν δὲ δηλονότι τὸ ἀνάπαλιν γίνεται καὶ ἡμῖν μάλιστα μέλει τῶν Τρωϊκῶν καὶ παρακαλοῦμεν εἰς μάχην ὑμᾶς. Οὕτω σφοδρὸς ὁ τοῦ Σαρπηδόνος λόγος. διὸ καὶ ὁ Ἕκτωρ ἀκούσας τοιαῦτα δηχθήσεται τὰς φρένας, ὅπερ αὐτὸς εἰς τὸν ἀδελφὸν Πάριν ἐποίησε, καὶ ἀριστεύσει πολλά, φεύγοντας τοὺς Τρῶας ἐπιστρέψας καὶ συστήσας μέγαν πόλεμον. Πᾶς γὰρ παραινετικὸς λόγος, ὡς προερρέθη, δραστικός ἐστι παρὰ τῷ ποιητῇ.
(v. 491) Ἐνταῦθα δὲ σημείωσαι τὸ "λισσομένῳ". οἱονεὶ γὰρ προαναφωνητικῶς ἐκτρέπει τὸν Ἕκτορα τοῦ ἀντιφιλονεικῆσαι τὸν Σαρπηδόνα. οὐ γὰρ ἀπὸ ἴσου δικαίου ὥρμηται.
(v. 492) Διὸ καὶ ἐπάγει "κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν". Τραχύνεσθαι γὰρ οὐ δεῖ κατὰ τῶν ἐπικούρων, ἀλλὰ τοῦτο μὲν χρὴ κατὰ τῶν οἰκείων ποιεῖν, τοὺς δ' ἐπικούρους λίσσεσθαι. Στρατηγικὰ οὖν τὰ τοιαῦτα τοῦ Ὁμήρου παραγγέλματα.
(v. 474) Ἰστέον δὲ ὅτι γαμβροὶ νῦν μὲν οἱ κοινῶς οὕτω καλούμενοι, ἡ δὲ τραγῳδία ἐν τῷ "κηδεύσας καλοῖς γαμβροῖς" τοὺς πενθεροὺς δηλοῖ, ὡς καὶ αὐτοὺς κατὰ γαμικὸν κτηθέντας συνάλλαγμα. καὶ ὁ παρὰ Σοφοκλεῖ δὲ Οἰδίπους γαμβρὸν ἑαυτοῦ τὸν τῆς Ἰοκάστης ἀδελφὸν Κρέοντα λέγει ὡς ἐξ ἐπιγαμβρείας συγγενῆ. ἀλλαχοῦ μέντοι κηδεστὴν κυριολεκτῶν αὐτὸν λέγει ἐν τῷ "ἄναξ, ἐμὸν κήδευμα". Τοῖς κασιγνήτοις δὲ εἰκὸς καὶ τοὺς ἄλλους καθ' αἷμα συνεπινοεῖσθαι, καθὰ καὶ τὸ τοῦ ὁμαίμου καὶ αὐθομαίμου ὄνομα ἐν μυρίαις χρήσεσι τὴν ὅλην δηλοῖ συγγένειαν.
(v. 475) Τοῦ δὲ ἰδεῖν τὸ νοῆσαι διέστησεν ἐνταῦθα ὁ ποιητὴς οὐχ' ἁπλῶς, εἴγε νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει, ἀλλὰ διότι ἔστι νοῆσαί ποτε καὶ δίχα τοῦ ἰδεῖν, ὁποῖόν τι καὶ τὸ ἐξ ἀκοῆς μαθεῖν.
(v. 479) Τὸ δὲ "τηλοῦ ἐν Λυκίᾳ", ὡς καὶ ἀλλαχοῦ [127] προδεδήλωται, πρὸς διαστολὴν κεῖται τῆς μικρᾶς Λυκίας, ἧς, ὡς προείρηται, ἦρχεν ὁ Πάνδαρος. αὐτὴ γὰρ οὐ τηλοῦ, ἀλλὰ ἐγγὺς τῆς Τροίας ἐστί. Τὸ δὲ "Ξάνθῳ δινήεντι" πρὸς ἀντιδιαστολὴν λέγεται κατὰ τοὺς παλαιοὺς Λυκιακῆς πόλεως Ξάνθου. Ἐκείνη γὰρ Ξάνθος μέν, οὐ δινήεις δέ. ποταμοῦ γὰρ ἐπίθετον ὁ δινήεις.
(v. 481) Τὸ δὲ ἔλδω, ἐξ οὗ τὸ ἔλδεται, φορτίζεταί ποτε καὶ ἕτερον ε, καὶ ποιεῖ τὸ ἐέλδωρ, καὶ ὅλως εἰπεῖν, καὶ ἔλδω δισυλλάβως λέγεται καὶ ἐέλδω ἐν τρισὶ συλλαβαῖς, ὡς μυριαχοῦ φαίνεται.
(v. 484) Τὸ δὲ "φέροιεν ἢ ἄγοιεν", φανερὰν διαφορὰν δηλοῖ τοῦ ἄγειν καὶ φέρειν. Λέγεται δὲ ὡς ἐπὶ πολὺ ἄγεσθαι μὲν τὰ ἔμψυχα καὶ βαδιστικά, φέρεσθαι δὲ τὰ βασταζόμενα. ὅθεν καὶ τὸ φοράδην ἐπίρρημα, ὡς προγέγραπται, καὶ φέρτρον τὸ νεκροφόρον κλινίδιον, καὶ ἐκφορὰ ἡ ταφή, καὶ φορεῖον, καὶ ἀναφέρειν τὸ ἀνανήφειν, οὗ τὸ ἐναντίον καταφέρεσθαι. Οἶδε δὲ καὶ ὁ Κωμικὸς διαφορὰν τῶν δύο τούτων ῥημάτων ἐν τῷ "ἄγομαι, φέρομαι, τὰ χρήματα ἐνεχυράζομαι". λέγει δέ που καὶ Ἡρόδοτος "ἔφερον καὶ ἦγον τοὺς ἐν τῇ νήσῳ", καὶ πάλιν "ἔφερε καὶ ἦγε πάντας διακρίνων οὐδένα". καὶ Ὅμηρος δὲ ἀλλαχοῦ "ἦγον μὲν μῆλα, φέρον δ' [128] εὐήνορα οἶνον".
(v. 485) Τὸ δὲ "τύνη" Δωρικὴ καὶ νῦν ἀντωνυμία, πεζογράφοις ἄχρηστος, κειμένη καὶ παρ' Ἡσιόδῳ.
(v. 486) Τὸ δὲ "ὤρεσσι" δηλοῖ μὲν τὸ γυναιξίν, ἀνδράσι συνεζευγμέναις, τοιαύτην δέ τινα ἔχει διάθεσιν παραγωγῆς. Ἔστι ῥῆμα ἀείρω τὸ ὁμοῦ εἴρω καὶ συζευγνύω, ὡς τὸ "σὺν δ' ἤειρεν", ἤγουν συνέζευξε, συνέδησεν. Ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα ἄορ ἡ συνεζευγμένη καὶ ὁμοῦ οὖσα τῷ ἀνδρὶ γυνή. διὰ δὲ τὴν πρὸς τὸ ξίφος συνέμπτωσιν μετατεθὲν τὸ ἄορ γέγονεν ὄαρ, ἐξ οὗ καὶ ἁπλῶς ὀαρίζω τὸ σύνειμι καὶ οἷον συνέζευγμαι καὶ ὁμιλῶ, καὶ ὀαριστύς ἡ ὁμιλία, καὶ ὀαριστής ὁ ὁμιλητής, καὶ ξυνάορος κατὰ τὴν τραγῳδίαν ἡ γυνή, καὶ μήν ποτε καὶ ὁ ἀνήρ, καὶ ξυνωρίς ἡ συζυγία τῶν ἵππων. καὶ "τετράορον φάσμα ταύρου", καὶ τέτρωρον, τὸ τετράζευκτον, καὶ τετράορες [129] ἵπποι" ἐν Ὀδυσσείᾳ. Τὸ δὲ ὄαρ συναιρεθὲν γέγονεν ὦρ περισπωμένως, ὡς ἔαρ ἦρ, κέαρ κῆρ, ἄολξ ὦλξ, καὶ πληθυνθὲν ἐγένετο ὦρες, οὗ ἡ δοτικὴ ὤρεσιν Ἰωνικῶς, ὡς κύνεσιν, ἄνδρεσιν. Χρῆσις δὲ τῆς μὲν ξυναόρου ἔν τε ἄλλοις καὶ ἐν τῷ "τὴν σὴν ἀπολάβῃς ξυνάορον", τοῦ δὲ ξυναόρου ἐν τῷ "νύμφας ὀρφανὰς ξυναόρων", ὅ ἐστι συζύγων.
(v. 490) Τὸ δὲ "νύκτας τε καὶ ἦμαρ" δηλοῖ μὲν καὶ αὐτὸ τὸ μὴ μόνον ἐν ἡμέρᾳ δεῖν ἐνεργὸν εἶναι τὸν ἀρχηγὸν καὶ ἐπιμελῆ, ἀλλὰ καὶ ἐν νυκτί, καὶ μὴ παννύχιον εὕδειν, ὥς που εἴρηται. Ἔχει δὲ τὸ ἦμαρ ἀντὶ ἐπιρρήματος, οἷον καὶ τὸ αὐτῆμαρ, ἐννῆμαρ. Ἐν τούτοις δὲ σημείωσαι καί, ὅτι πρὸ ὀλίγου μὲν ὁ Ἄρης τοὺς ὅλους υἱοὺς τοῦ Πριάμου ὀτρύνων εἰς μάχην ὀλίγα τινὰ ἐν πέντε στίχοις ἐδημηγόρησεν, ἐνταῦθα δὲ ὁ Σαρπηδὼν πάνυ εὐπορεῖ πρὸς τὸν Ἕκτορα. Αἴτιον δὲ ὅτι οἱ μὲν υἱοὶ τοῦ Πριάμου ἀόριστον ὄνομα, ὡρισμένον δὲ καὶ κύριον ὁ Ἕκτωρ. πλείων δὲ ἀεὶ τοῖς ῥήτορσιν εὐπορία ἐν τοῖς ὡρισμένοις ἐστίν, ὡς δῆλον καὶ ἐκ τῶν ἠθοποιϊῶν τῶν τε ἄλλων καὶ τῶν Ὁμηρικῶν. δῆλον γὰρ ὅτι ἀορίστων μὲν προσώπων ἠθοποιΐας ἐκτιθεὶς Ὅμηρος στενολογεῖ, ἐμπλατύνεται δὲ ταῖς ἀπὸ τῶν κυρίων. καὶ οὕτω μὲν ταῦτα.
(v. 472-492) Ἰστέον δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι πρὸς μὲν τὸν ἐνδόντα τοῦ πονεῖν [130] καλόν ἐστι ῥηθῆναι τὸ "πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες;" Πρὸς δὲ τοὺς μὴ εὑρισκομένους ἐν τῷ ψηλαφᾶσθαι οἰκεῖον τὸ "τῶν οὔ τινα ἐγὼν ἰδέειν δύναμαι οὐδὲ νοῆσαι". εἰ δὲ καὶ φεύγουσιν ἀντίπαλόν τινα οἱ ψηλαφώμενοι, προσθετέον καὶ τὸ "ἀλλὰ πτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα". Ὁ δὲ διὰ φιλίαν ἀποδημήσας καὶ τὰ φίλτατα λιπὼν καλῶς ἂν εἴποι τὸ "ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱὸν κὰδ δὲ κτήματα πολλά". Πτωχεύων δέ τις ἐν ἀλλοτρίᾳ ἐρεῖ, ὅτι οὔ τι μοι ἐνθάδε τοῖον, οἷον ἠὲ φέροιέν τινες ἢ ἄγοιεν.
(v. 483 s.) Ὅρα δὲ καὶ τὸ "τοῖον οἷον", σχῆμα ὂν κάλλους ποιητικόν, ὁμοίως τῷ "Σαμία μία ναῦς" καὶ "ταμία μία", καὶ τοῖς τοιούτοις, ὅπερ ἐπαναστροφὴν καλοῦσιν οἱ ῥήτορες.
(v. 487 s.) Ὅτι κἂν ἁπλοϊκῶς διαιτωμένους Ὅμηρος παρεισάγῃ τοὺς ἥρωας, ἑφθοῖς τε χρωμένους κρέασι καὶ μάλιστα ὀπτοῖς, ἐξ ὧν διὰ τὸ πολὺ τῆς χρήσεως καὶ τὸ ὀπτανεῖον παρῆκται, ἀλλ' οἶδεν, ὥσπερ τὴν τῶν οἰωνῶν αἱμύλην, φασίν, ἄγραν καὶ χρῆσιν, οὕτω καὶ τὴν ἰχθυοφαγίαν. Ἐνταῦθα οὖν λέγει διὰ τοῦ Σαρπηδόνος τὸ "μή πως ὡς ἀψῖσι λίνου ἁλόντες πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένοισθε". Ἀψῖδες δὲ δικτύου αἱ καμπαὶ καὶ ἀγκάλαι. Ἰστέον δὲ ὅτι σπάνιον τοῖς ἥρωσι καὶ ἡ τῶν ἰχθύων ἄγρα, ὥσπερ καὶ ἡ τῶν πτηνῶν. καὶ οὐκ ἦσαν ὑδροθῆραι παρ' αὐτοῖς, εἰ μὴ ἄρα ἐν λιμῷ, ὡς ἐν Ὀδυσσείᾳ παρατετήρηται. Σημείωσαι δὲ καὶ ὅτι οἱ πανωλεθρίᾳ περιπίπτοντες οὐκ ἀφυῶς ἂν λέγοιντο ἀψῖσι λίνου πανάγρου ἁλίσκεσθαι. Τοιαύτης δέ τινος ἐννοίας ἔχεται καὶ τὸ εἰπεῖν σαγηνευθῆναί τινας ὑπὸ πολεμίων. Ὅρα δὲ τὸ [131] πανάγρου. οὐ γὰρ ἁπλῶς ἅπαν λίνον δίκτυόν ἐστιν, ἀλλὰ τὸ τοιῶσδε σκευασθέν, ὁποῖον σὺν ἄλλοις καὶ τὸ πάναγρον, δικτύου εἶδός τι ὄν. ἄλλως γὰρ πολυσήμαντον τὸ λίνον. Φασὶ δὲ τὰ Σχόλια δέον εἶναι βαρύνεσθαι τὴν εὐθεῖαν τοῦ ἀψῖσιν, ἵνα λέγηται ἄψις ἢ ὡς Αἰολικόν, καθὰ καὶ Ἡσίοδος τρισπίθαμον ἄψιν φησίν, ἢ καὶ ἀναλόγως ὡς ἀπὸ μέλλοντος ὄν, καθάπερ τὸ μέμψις καὶ ὄψις, ὥστε εἶναι τὴν δοτικὴν τῶν πληθυντικῶν ἄψισι προπαροξυτόνως. Λέγουσι δὲ καὶ ὅτι ψιλοῦται τὸ α ἐνταῦθα παραδόξως, καίτοι ἐκ τοῦ ἅπτω γινόμενον, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου τὸ ἅλυσις, καίτοι στερητικὸν ἔχον τὸ α, ὅμως καινότερον δασύνεται. Ὅτι δὲ καὶ ἐπὶ τροχοῦ ἡ ἁψίς, δῆλον. Φησὶ γοῦν καὶ Παυσανίας, ὅτι ἁψίς ξύλινος κύκλος τροχοῦ. τὸ δ' ἐπ' αὐτοῦ σιδηροῦν ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν ὅλον κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν. Λίνον δὲ καὶ ἐπὶ τῶν τῆς νηὸς ἱστίων λέγεται, καὶ ἐπὶ δικτύων κυνηγετικῶν, ὅθεν καὶ τὸ "διελινήσατο ὁ λαγῳός", τουτέστιν ἐξελίνησεν, ἤτοι διεξέφυγε τὰ λίνα. Καὶ φυλάττεται ἡ ῥητορικὴ αὕτη λέξις ἔτι νῦν παρὰ πολλοῖς τῶν ἐν τῇ Ἀσίᾳ, οἳ καὶ [132] τὰ τοιαῦτα λίνα λινάριά φασιν. Ἔστι δ' εὑρεῖν ποτε, καθὰ μίτον, οὕτω καὶ λίνον καὶ ἐπὶ μουσικῆς χορδῆς λεγόμενον κατὰ παλαιτάτην χρῆσιν, καθ' ἣν καὶ χέλυς ἡ λύρα λέγεται. Αἵ τε γὰρ χορδαὶ ἦν ὅτε λίνεαι ἦσαν, καὶ Ἑρμῆς δέ, φασί, πρῶτος Ἀπόλλωνι σκευωρίαν μουσικὴν ἐξ ὀστράκου χελώνης ἐμηχανήσατο εἰς λύσιν μήνιδος τῆς ἐπὶ κλοπῇ βοῶν ἐκείνου. Διὸ καὶ χέλυς ἡ αὐτὴ καὶ λύρα, τοῦτο μὲν ὡς οἷον λύτρα τις, ἐκεῖνο δὲ ὡς ἀπὸ τῆς χελώνης, ἀφ' ἧς χελύω χελύσω ῥῆμα, ὅθεν ἡ χέλυς. [Ἰστέον δὲ ὅτι τὸ "λίνου" συστέλλει τὸ δίχρονον, ὡς καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ δηλοῦται. Διὸ καὶ μετὰ τῆς ληγούσης καὶ παραληγούσης τοῦ "ἁψῖσι" δάκτυλον ποιεῖ, εἰ καί τινες ἄλλως ποδίζουσι.] καὶ οὕτω μὲν καὶ τοῦτο.
(v. 489) Ἐν δὲ τοῖς εἰρημένοις κεῖται καὶ τὸ ὑμήν ἀντὶ τοῦ ὑμετέραν. Φησὶ γὰρ "εὖ ναιομένην πόλιν ὑμήν". Ἐν δὲ Ὀδυσσείᾳ ὑμὰ κτήματα λέγει τὰ ὑμέτερα. ὥστε ἔοικεν εὐθεῖα εἶναι ὑμός ὁ ὑμέτερος, εἰ καὶ μὴ ἐν χρήσει εὕρηται, ὥσπερ καὶ σφός, ὁ ἴδιος, αὐτὸ μὲν σεσίγηται, ἔχει δὲ τὰ ἐξ αὐτοῦ κινούμενα. [Ὅτι δὲ καὶ ἁμός ἐστιν ὁ ἡμέτερος ἐν πρώτῳ προσώπῳ, δηλοῖ καὶ ὁ γράψας "ἁμὸν πατέρα".]
(v. 493) Ὅτι ἔδακε φρένας Ἕκτορι ὁ ῥηθεὶς τοῦ Σαρπηδόνος μῦθος. τῷ ὄντι γὰρ σφοδρὸς ἦν καὶ οἷος καθικέσθαι, ὡς προείρηται, τῆς ἐκείνου ψυχῆς. διὸ οὐδὲ λαλεῖ τι, ὡς μὴ ἔχων ἀντειπεῖν. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ "ἔδακε θυμόν", ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ "μή τι σὴν δάκω φρένα", ἐν ἄλλοις σύγκειται δακέθυμος ἄτα καὶ ὁ θυμοδακὴς μῦθος. Εἰ [133] δὲ μελεδῶνες αἱ φροντίδες, ὡς τὰ μέλη ἔδουσαι, χείρων ἂν εἴη ὁ καταφορικὸς λόγος, οἷα τὸν θυμὸν δάκνων ἤτοι αὐτὴν τὴν ψυχήν. Τούτοις δὲ συστοιχεῖ καὶ τὸ θυμὸν κατέδειν, καὶ τὸ θυμοφθορεῖν δέ, ὃ κεῖται παρὰ Σοφοκλεῖ.
(v. 495) Ὅτι ἀμφοτεροδέξιος, ταὐτὸν δ' εἰπεῖν ἀμφιδέξιος, ἔοικε καὶ ὁ Ἕκτωρ εἶναι. πάλλων γὰρ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ.
(v. 496) Ὅτι τὸ "ἤγειρε δέ" Ἕκτωρ "φύλοπιν αἰνήν" ἀφορμὴ ἀλληγορίας ἐστί. καὶ νοητέον καὶ ἐνταῦθα ὅτι ὁ πρὸ μικροῦ ἐν τοῖς ἀριστεροῖς τοῦ ναυστάθμου καθήμενος Ἄρης, ἤτοι ἀργῶν πόλεμος, ὡς προεγράφη, νῦν, ὡς ἐλελίχθησαν οἱ Τρῶες καὶ ἀντίοι ἔσταν Ἀχαιῶν, ἀνίσταται οἷον ὑπὸ τοῦ Ἕκτορος καὶ ἐπεγείρεται τῷ Διομήδει. αὐτὸς οὖν καὶ τρωθήσεται ὑπὸ τοῦ Διομήδους ἐν τοῖς ἑξῆς καὶ οὐχὶ ὁ μυθικὸς Ἄρης.
(v. 502) Ὅτι ἀχυρμιά ὀξυτόνως κατὰ περιεκτικὴν ἔννοιαν τόπος ἀλωῆς, ἐν ᾧ πίπτει τὸ ἄχυρον λικμώντων τῶν ἀνδρῶν, ὡς ἔχειν τὸ μῦ ἀπὸ πλεονασμοῦ.
(v. 499-503) Τὸ δὲ ἄχυρον ἄχνην οὗτος καλεῖ διὰ τὴν εἰς λεπτὰ τομήν, λέγων "ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί, ὣς τότ' Ἀχαιοὶ λευκοὶ ὕπερθε γένοντο κονισάλῳ.
(v. 499) Γίνεται δὲ ἄχνη παρὰ τὸ α στερητικὸν καὶ τὸ ἔχω τὸ κρατῶ, ἡ ἀκράτητος, διὰ λεπτότητα, ὡς καὶ ἀλλαχοῦ προείρηται. Ὡς γὰρ ἀχῆνες οἱ πτωχοὶ παρὰ τὸ μὴ ἔχειν οἱονεὶ ἀεχῆνες, καὶ κατὰ κρᾶσιν ἀχῆνες, οὕτω καὶ ἀέχη, καὶ κράσει ἄχη, ἡ μὴ ἐχομένη, καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, [134] ὡς τεύχη τέχνη καὶ ἄλλα οὐκ ὀλίγα. [Ἐν οἷς καὶ ἡ μυσάχνη, σκῶμμα πόρνης, ἐκ τοῦ μυσάττω, οὗ παρακείμενος μεμύσαχα, ὅθεν ἡ μυσάχνη.] Ἐκ τούτων δὲ φαίνεται ὅτι οὐχ' ἁπλῶς ἄχυρον ἀλλὰ τὸ τοῦ ἀχύρου λεπτότατον νῦν ἡ ἄχνη δηλοῖ. κατ' ἄλλον δὲ λόγον ταὐτίζονται ἀμφότερα. καὶ ἡ ἄχνη γὰρ παρὰ τὸ μὴ ἔχεσθαι εἴρηται καὶ τὸ ἄχυρον δὲ ἀέχυρόν τί ἐστι. Δῆλον δὲ ὅτι καὶ ἐπὶ ὕδατος ἡ ἄχνη λέγεται. κύματος γὰρ ἄχνην φαμὲν ἀκολούθως τῷ ἁλὸς ἄχνη.
(v. 499) Ἱερὰς δὲ τὰς ἀλωὰς ὀνομάζει οὐ μόνον διὰ τὸ ἀνειμένας εἶναι τῇ Δήμητρι, οἷά τινα τεμένη, ἀλλὰ μάλιστα διὰ τὸ ἐπ' ὠφελείᾳ εἶναι ἀνθρώπων. Οὕτω γὰρ καὶ πόλεις ἱεράς φησιν ὡς ἀνθρώπων οὔσας φυλακτικὰς καὶ διὰ τοῦτο θείας τινάς, καὶ Δημήτερος ἱερὸν ἀκτήν. Ἀλωή δὲ οὐ μόνον ἡ φυτοφόρος γῆ, ἀλλ' ἰδοὺ καὶ ὁ τόπος, ἐν ᾧ πατεῖται ὁ πυρός. Ψιλοῦται δὲ τῆς λέξεως ἡ ἄρχουσα, ὡς δῆλον ἐκ τοῦ εἰπεῖν "κατ' ἀλωάς". Καὶ γράφουσιν οἱ παλαιοὶ τὴν τούτου παραλήγουσαν σὺν τῷ ἰῶτα διὰ τὸ γίνεσθαι, φασίν, ἀπὸ τοῦ ἀλοίω, τὸ συντρίβω, ἢ ἐκ τοῦ ἀλοιῶ, ἐκτάσει τοῦ ο εἰς ω.
(v. 500) Λικμᾶν δὲ ἴσως παρὰ τὸ λίαν καὶ τὸ καμεῖν, ἐξ ὧν συγκεκόφθαι δοκεῖ. καματηρὸν γὰρ καὶ τὸ λικμᾶν. Εἰ δὲ ἴκμενος οὖρος, ἤγουν ἄνεμος, παρὰ τὴν ἰκμάδα γίνεται, εἴη ἂν καὶ τὸ λικμᾶν παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὴν οὐρίαν ἰκμάδα, ἧς πολλῆς ὁ λικμῶν δέεται, ὡς ἀνέμοις ἀνύων τοῦ τοιούτου ἔργου τὸ πᾶν. Ξανθὴν δὲ λέγει τὴν [135] Δήμητραν ἀλληγορικῶς, διὰ τὸ τὸν στάχυν τοιούτου χρώματος γεγονότα, εἶτα ἐπιτήδειον εἶναι θερίζεσθαι. τὸ δ' αὐτὸ χρῶμα καὶ πολλοῖς τῶν σπορίμων ἐπιγίνεται, ὅτε πεπανθῶσι. ξανθίζονται γὰρ καὶ αὐτὰ ἐκ πρασοειδοῦς τοῦ πρότερον χρώματος. Ὅρα δὲ ὅπως γεωργικῶς λαλεῖ ἐν τῇ παραβολῇ, καιρόν τε θέρους ὑπογράφων καὶ τέχνην λικμήσεως. ἀεὶ γάρ, ὡς πολλάκις ἔφαμεν, πολυμάθειαν καὶ εὐχρηστίαν ἱκανὴν αἱ Ὁμηρικαὶ ἔχουσι παραβολαί. Ὅρα δὲ καὶ ὅτι εἰς δύο ταῦτα διαιρεῖ τὸ τῶν λικμώντων τέλος, εἰς καρπὸν καὶ εἰς ἄχνας, ὅπερ ἐστὶν ἄχυρα, ὡς προείρηται.
(v. 501) Τὸ δὲ κρίνει ἀντὶ τοῦ διαχωρίζει κατὰ τὸ "κρῖν' ἄνδρας κατὰ φῦλα". Τὸ δὲ "ἐπειγομένων ἀνέμων" γλυκέως ἐρρέθη ὡς ἐπὶ ἐμψύχων, καὶ δηλοῖ σφοδρότητα πνοῆς συγκατεργαζομένης ταχὺ τοῖς λικμῶσι τὸ ἔργον. Ὁ δὲ καρπός ἀπὸ τοῦ κάρφω κάρψω, τὸ ξηραίνω, ἐξ οὗ τὸ "κάρψε δέ οἱ χρόα". Ἐξήρανται γὰρ ἐπιλιπόντος τοῦ ἀναβαίνοντος ὑγροῦ ἐν τῇ χλωρότητι.
(v. 502) Τὸ δὲ ὑπολευκαίνονται ἀσφαλῶς εἴρηται εἰς ἔμφασιν τοῦ "ξανθὴ Δημήτηρ". ὑπόλευκον γάρ πως καὶ τὸ ξανθόν, ὅθεν καὶ κρῖ λέγεται λευκόν, καίτοι οὐ πάνυ λευκὸν ὄν.
(v. 502 s.) Σημείωσαι δὲ ὅπως ἠρέμα μεταληπτικῶς ὑπέκλεψε τὰς λέξεις. Μεταλαβὼν γὰρ τὸ ξανθόν εἰς ὑπόλευκον, εἶτα τὸ ὑπόλευκον εἰς λευκόν, οὕτως ἀποδίδωσι τὴν παραβολήν, εἰπὼν "ὣς τότ' Ἀχαιοὶ λευκοὶ ὕπερθεν ἐγένοντο κονισάλῳ". Ξανθοὺς γὰρ κονισάλῳ αὐτοὺς ὤκνησεν εἰπεῖν.
(v. 502-504) Σημείωσαι δὲ καὶ ὅτι σχῆμα ἐνταῦθά ἐστι συντομίας, ὃ δὴ λέγεται συλλογισμός. Εἰ γὰρ κονισάλῳ λευκοὶ ἐγένοντο οἱ Ἀχαιοί, ὃν διὰ μέσων αὐτῶν ἐκ γῆς οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων, λευκὴν ἄρα συλλογιστέον εἶναι καὶ ἀργιλώδη τὴν ὑποκειμένην γῆν, οὐ μὴν μέλαιναν. οὐ γὰρ ἂν λευκοὶ ἦσαν μελαίνῃ γῇ καταπαττόμενοι. Τοιούτου δὲ ἐρρέθη συλλογισμοῦ καὶ ἐν Ὀδυσσείᾳ τὸ "ὅτε εἰς ἵππον κατεβαίνομεν", καὶ τὸ "ἱππόθεν ἐκχύμενοι". Καλεῖται δὲ αὐτὸς καὶ ἔμφασις καὶ ἔστιν ἀρετὴ λόγου. [136] Ὁρισμὸς δὲ αὐτῆς οὗτος· ἔμφασίς ἐστι λέξις δι' ὑπονοίας αὔξουσα τὸ ζητούμενον, ὥστε τὸ τοιοῦτον περὶ μίαν μόνην λέξιν θεωρεῖται. Ἔτι σημείωσαι καὶ ὅτι νῦν μὲν ὁ τοιοῦτος κονίσαλος, περὶ οὗ προδεδήλωται, λευκαίνει τοὺς Ἀχαιούς, μετ' ὀλίγα δὲ νύκτα μέλαιναν ποιήσει. τὸ μὲν γὰρ ἐπιπίπτον τοῖς Ἕλλησι λευκαίνει αὐτούς, τὸ δὲ εἰς οὐρανὸν ἐγειρόμενον ἀμαυροῖ τὸν ἥλιον, ὁποῖά τι νέφος, καὶ σκότον ποιεῖ.
(v. 506 s.) Ἐρεῖ γοῦν "ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ", νύκτα λέγων τὴν διὰ τὸ πολὺ καὶ πυκνὸν τοῦ κονισάλου ζόφωσιν τοῦ ἀέρος, ὁποῖά τις καὶ ἀλλαχοῦ γενήσεται, ὅτε ὁ Αἴας ἐρεῖ "Ζεῦ, ποίησον αἴθρην, ἐν δὲ φάει καὶ ὄλεσσον". Καὶ ὅρα ὅπως ὁ ποιητὴς ἐκ τοῦ αὐτοῦ πράγματος ἐναντίας εἰκόνας ἔλαβε, τοὺς μὲν Ἀχαιοὺς λευκάνας, εἰς δὲ τὸν ἀέρα νύκτα ποιήσας τῷ κονισάλῳ.
(v. 504) Πολύχαλκος δὲ οὐρανός, ὡς καὶ ἀλλαχοῦ, ὁ στερρός. διὸ καὶ σιδήρειός που λέγεται, εἰ καὶ ἄλλως ὡς λαμπρὸς χρυσέῳ δαπέδῳ λάμπεται. Ἢ ὁ πολὺν ἔχων χαλκὸν μυθικῶς διὰ τὰ ἐν αὐτῷ ἡφαιστότευκτα χαλκοβατῆ δώματα. Τὸ δὲ ἐπέπληγον ἀπὸ ἐνεστῶτος γίνεται τοῦ πεπλήγω, αὐτὸς δὲ ἀπὸ παρακειμένου τοῦ πέπληγα εἰς ἐνεστῶτος ἀρχὴν ἀνέβη. Συρακουσίων δὲ γλώσσης ἡ λέξις ἐστί, καθὰ καὶ παρ' Ἡσιόδῳ τὸ ἐπέφυκον καὶ ὅσα τοιαῦτα, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται.
(v. 505) Ὅτι ἐπὶ στρατιᾶς καὶ ἐνταῦθα ἔφη τὸ μίσγεσθαι, οἷον "ἂψ ἐπιμισγομένων", ὡς καὶ ἐν τῇ Δ "ὣς τῶν μισγομένων". Ὅτι ὥσπερ Αἰθίοψ καὶ Αἰθιοπεύς κατὰ διφόρησιν, καὶ ἡγεμών ἡγεμονεύς, καὶ πομπός πομπεύς, οὕτω καὶ ἡνίοχος καὶ ἡνιοχεύς, οἷον "ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες". καὶ πολλὴ τούτου χρῆσις παρὰ τῷ ποιητῇ. Σημείωσαι δὲ ὅτι κατὰ Αἴλιον Διονύσιον Ἀθήνῃσι καὶ τάγμα ἦν ἀξιόλογον οἱ ἡνίοχοι. Κατελέγοντο γάρ, φησίν, οἱ εὐπορώτατοι [137] ἁρματοτροφήσοντες. [Δύναται δὲ ὁ ἡνιοχεύς καὶ ἐκ τοῦ ἡνιοχεύω ἡνιοχεύσω εἶναι, ὅθεν καὶ ἡ ἡνιοχεία. Οὕτω δὲ καὶ ἐκ τοῦ ἡγεμονεύω ἡγεμονεύσω ὁ ἡγεμονεύς, καὶ ὁ πομπεύς δὲ ἐκ τοῦ πομπεύω πομπεύσω, ἀφ' οὗ δὴ ῥήματος καὶ τὰ παρ' Ἀττικοῖς πομπεῖα, σκεύη ἐκεῖνα χρήσιμα ἐν δημοσίαις πομπαῖς.]
(v. 506) Ὅτι τὸ "μένος χειρῶν ἰθὺς ἔφερον" ἀντὶ τοῦ ἐμάχοντο ἀντικρύ, ὡς καὶ ἀλλαχοῦ ἐρεῖ ὁ ποιητής. Καὶ ὅρα τὸ ἔφερον ἢ ἀντὶ τοῦ ἐπῆγον ῥηθὲν καταχρηστικῶς ἢ ἀντὶ τοῦ ἐκίνουν. ἐκ δὲ τοῦ τοιούτου φέρω καὶ φορά, ἡ κίνησις.
(v. 510-512) Ὅτι ἐπεὶ Ἄρης εἶδε τὴν Ἀθηνᾶν οἰχομένην, ἣ πέλεν Δαναοῖσιν ἀρηγών, νύκτα ἐκάλυψε μάχῃ καὶ ἴσχυσε Τρωσὶ θυμὸν ἐγεῖραι, ἀρήγων αὐτοῖς κατὰ τὴν τοῦ Ἀπόλλωνος ἐφετμὴν ἤτοι κατὰ τὸ εἱμαρμένον. Καὶ σημείωσαι ὅτι Ἀθηνᾶς ἀπέλευσις, ἤγουν φρονήσεως, Ἄρεος ἐνδημία γίνεται, ἤγουν ἀφροσύνης καὶ ἀλογίας, ὡς καὶ φωτὸς ἀπέλευσις παρρησία σκότους ἐστί.
(v. 510) Τὸ δὲ θυμὸν ἀγεῖραι τοῖς Τρωσὶν οὐ μόνον τὸ εἰς θυμὸν κινῆσαί ἐστι [καὶ πολεμικὸν χόλον συναγαγεῖν, οὗ σκεδασθέντος δεῖμα ὑπεισῆλθε τὰς ἑκάστων ψυχάς], ἀλλὰ καὶ τὸ εἰς εὐψυχίαν ὑποκινῆσαι. Ἀλλαχοῦ γοῦν ἐπί τινος [138] συνθέτως ἐρεῖ θυμηγερέων, ἤτοι ἐκ λειποψυχίας συνάγων θυμόν. Ἰστέον δὲ ὅτι τὰ πλείω τῶν ἀντιγράφων οὐκ "ἀγεῖραι" γράφουσιν, ἀλλὰ Τρωσὶ θυμὸν "ἐγεῖραι", ὡς οἷον ἀναπίπτοντα ἢ εὕδοντα. μετ' ὀλίγα δὲ καὶ πόνον ἐγείρει Ἀπόλλων καὶ Ἄρης καὶ Ἔρις.
(v. 506) Νύκτα δὲ τὸν πρὸ ὀλίγων δηλωθέντα σκότον ἀέριον λέγει. [Εἴη δὲ ἂν ἡ τοιαύτη νὺξ οἰκεία τῷ δεινῷ Ἄρει, καὶ οὗ τὰ ὑπώπια νυκτὶ ἐοικέναι καλῶς ἂν λέγοιτο. Καί πως ὅπλον καὶ αὐτὴ Ἄρεος, ὡς καὶ Διὸς ἀστραπὴ καὶ Ἀθηνᾶς αἰγὶς καὶ Ποσειδῶνος τρίαινα. καὶ ἄλλως δὲ σύμβολον ἡ τοιαύτη νὺξ θανάτου καὶ τοῦ κατ' αὐτὸν σκότου, ὧν ὁ Ἄρης αἴτιος.]
(v. 507) Τὸ δὲ ἐκάλυψεν ἀντὶ τοῦ δίκην καλύμματός τινος κατεπέτασε. Τὸ δὲ ἀρήγων ἡ μετοχὴ παρηχοῦν πρὸς τὸ ἀρηγών ὀξύτονον ὄνομα, ὃ δηλοῖ μὲν τὴν βοηθόν, παράγει δὲ τὴν ἀρωγὴν καὶ τὸν ἀρωγόν, οὐχ' ὁμοῦ κεῖται μετὰ τοῦ ἀρηγών, ἀλλὰ μεσολαβοῦσι στίχοι τρεῖς, ἵνα μὴ τεχνασθείη λόγου κάλλος ἄκαιρον.
(v. 508 s.) Ἐφετμὴν δὲ καὶ κέλευσιν εἰπεῖν ταὐτόν ἐστι. Διὸ εἰπὼν "τοῦ δ' ἐκραίαινεν ἐφετμάς", ἐπάγει "ὅς μιν ἀνώγει". [Ἐν τούτοις δὲ καὶ χρυσάορον τὸν Ἀπόλλωνα λέγει πρός τινα ὁμοιότητα τοῦ ἀργυρότοξος. Ἡ δὲ ἀλληγορία εἰς ταὐτὸν ἄγει τοῦτον τῷ ἐν τῇ καθ' Ἡσίοδον Θεογονίᾳ μυθευομένῳ Χρυσαόρῳ.]
(v. 512 s.) Ὅτι ἐν τῷ "Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε καὶ ἐν στήθεσσι μένος βάλε" τὴν Τρωϊκὴν δαψιλῆ θυτικὴν δηλοῖ, ἣν καὶ ὁ τοῦ μύθου Ζεὺς φθάσας ἐπῄνεσε. Πῖον δὲ ἄδυτον ἄλλον τρόπον ἤπερ τὸ πῖον ζῷον. τοῦτο μὲν γὰρ πιαίνειν ἔχει βωμὸν καὶ ἄδυτα, ἐκεῖνα δὲ πιαίνεται. [139]
(v. 514-516) Ὅτι ἐπὶ φίλῳ ἀνακομισθέντι ἔκ τινος κακοῦ εἴποις ἂν τό· ὁ δεῖνα "ἑτάροισι μεθίστατο, οἳ δ' ἐχάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα". Ἔστι δὲ τὸ μεθίστατο μὲν ἀντὶ τοῦ συνίστατο, ὡς καὶ τὸ ὑπερφιάλοισι μετελθών ἀντὶ τοῦ συνελθών.
(v. 515) Τὸ δὲ ἀρτεμέα ἀντὶ τοῦ ὑγιῆ, οἱονεὶ ἀτεμέα τινὰ καὶ σῷον, ἢ ἄρτιον. ὅθεν καὶ Ἄρτεμις, φασίν, ἡ περιποιουμένη ὑγείαν, ὡς καὶ Ἀπόλλων οὔλιος ὁ ποιῶν οὔλειν ἤτοι ὑγιαίνειν κατὰ τὸ "οὖλέ τε καὶ μέγα χαῖρε". Ἄρταμος μέντοι ἐν δυσὶν ἄλφα ὁ εἰς ἄρτια τέμνων καὶ δαιτρεύων, ὅς ἐστι κρεουργός, μάγειρος, φονεύς, οὗ ἡ χρῆσις καὶ παρὰ Λυκόφρονι.
(v. 514-518) Ὅτι τὸν Αἰνείαν κακῶς παθόντα ὑπὸ τῆς ἐκ Διομήδους πληγῆς καὶ παραδόξως φανέντα οὐ μόνον ζῶντα ἀλλὰ καὶ ὑγιῆ, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ μένος ἔχοντα καὶ τοῦτο ἐσθλόν, ἰδόντες οἱ ἑταῖροι ἐχάρησαν μέν, ὡς ἀνωτέρω ἔκκειται, οὐ μὴν ἐπολυπραγμόνησαν μεταλλήσαντες τὰ κατ' αὐτόν. "οὐ γὰρ ἔα", φησί, "πόνος ἄλλος, ὃν ἀργυρότοξος ἤγειρε" καὶ Ἄρης καὶ Ἔρις. Ἔνθα σημείωσαι ὅτι ἀληθῶς διὰ τὸ ἀθεράπευτον πάντῃ καὶ ὡς εἰπεῖν ἀπαραμύθητον καὶ ἀναλληγόρητον εἶναι τὸν μῦθον, ὡς καὶ προείρηται, οὐκ ἐθέλει διασκευάζειν τὰ κατ' αὐτὸν ὁ ποιητής, ἀλλὰ τρόπον τινὰ λέγει καὶ τῷ ἀκροατῇ ὅτι μηδὲ σὺ τὰ τοιαῦτα μετάλλα.
(v. 517) Τὸ δὲ "οὐ γὰρ ἔα πόνος ἄλλος" ἀσχολουμένῳ περί τι ἀνθρώπῳ ἁρμόζει.
(v. 516) Περὶ δὲ τοῦ μεταλλᾶν ἑτέρωθι δηλοῦται. οὗ παράγωγον παρὰ τοῖς ὕστερον τὸ μεταλλεύειν, ἵνα ᾖ ὡς συλῶ συλεύω, οὕτω μεταλλῶ μεταλλεύω.
(v. 519-526) Ὅτι οἱ δύο Αἴαντες καὶ Ὀδυσσεὺς δὲ καὶ Διομήδης οὐ μόνον ὤτρυνον τοὺς Δαναοὺς πολεμίζειν, [140] ἀλλὰ καὶ αὐτοὶ ἔμενον ἀσφαλῶς ἐν τῷ πολέμῳ πυκνωθέντες, καὶ διὰ τοῦτο, φησί, "νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίων νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσιν ἀτρέμας, ὄφρα", ἤγουν ἕως, "εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρειῶν ἀνέμων, οἳ νέφεα σκιόεντα πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες". Καὶ σημείωσαι ὅτι νῦν μὲν νεφέλαις ἠρεμούσαις εἰκάζει τοὺς ἥρωας τούτους. ἀρκεῖ γὰρ καὶ τὸ μόνον δυνηθῆναι ἀντιστῆναι. πρό δέ γε τούτου νέφει κινουμένῳ τὰς τῶν Αἰάντων εἴκασε τάξεις, ὡς προγέγραπται. ἐποίησε δὲ ἐκεῖνο μὲν διὰ τὴν ὁρμήν, τοῦτο δὲ διὰ τὴν μονήν.
(v. 523) Ὅρα δὲ τὸ νηνεμίας, σχῆμα ὂν Ἀττικὸν ἐλλειπτικόν. Τὸ γὰρ τέλειόν ἐστι νηνεμίας οὔσης, ἢ ἐν καιρῷ νηνεμίας ἢ ἐπὶ νηνεμίας, ὁποῖά εἰσι καὶ τὸ θέρους καὶ χειμῶνος καὶ νυκτός καὶ ἡμέρας. καὶ αὐτὰ γὰρ ὁμοίως ἐλλειπτικῶς προάγεται. Σημείωσαι δὲ καὶ ὅτι οὐ μόνον κατὰ τὴν παροιμίαν ἀνέμοις θάλασσα δουλεύει καὶ πῦρ, ἀλλὰ καὶ αὐτὰ τὰ νέφη. Νηνεμίας μὲν γὰρ οὔσης ἵστανται, ἀνέμων δὲ πνοαῖς διασκίδνανται λυομένης τῆς πυκνώσεως, ὡς καὶ οἱ ἥρωες οὗτοι οὐ μέχρι τέλους ἑστήξονται ἐν πυκνότητι, ἀλλὰ μετὰ μικρὸν κινηθέντες συρρήξουσι πόλεμον.
(v. 523) Τὸ δὲ "ἔστησε" τὸν ἐν τοῖς νέφεσι δηλοῖ στηριγμὸν ἐξ ἀκινησίας. ἔστι δὲ ἄλλως καίριον ἐπ' αὐτῶν καὶ τὸ ἐκρέμασε. Ζεὺς δὲ αὐτὰς ἔστησεν, ἤγουν ἀὴρ νήνεμος. Ἀκροπόλοις δὲ ὄρεσιν, ὡς ἄν τις εἴποι, οὐρανίοις, ὧν τὸ ἄκρον ἐφικνεῖσθαι δοκεῖ τῶν ἀνωτάτω πόλων. Ὅτι δὲ καὶ παρὰ τὸ πολεῖν γίνεται, ὅ ἐστιν ἀναστρέφεσθαι, ἡ λέξις ὁ πόλος, καὶ τί τὸ ἐκεῖθεν δηλούμενον, ἀλλαχοῦ φανεῖται. [Καὶ ἄλλως δὲ τὸ ἀκροπόλοις ὅμοιόν ἐστι τῷ ἀνωφόροις, ἐν οἷς δηλαδὴ ὁ πολῶν, ὅ ἐστιν ἀναστρεφόμενος, εἰς ἄκρον φέρεται. Δοκεῖ δὲ παροξυτονεῖσθαι καὶ ἡ [141] εὐθεῖα τοῦ ἀκροπόλοις, καθὰ καὶ τὰ κατ' αὐτό. Τὰ γὰρ παρὰ τὸ πολῶ, εἰ μὲν προθέσει σύγκεινται προηγουμένῃ, προπαροξύνονται, οἷον ἀμφίπολος, πρόπολος, πρόσπολος, εἰ δὲ ὀνόματι, παροξύνονται, ὡς δῆλον ἐκ τοῦ ὀνειροπόλος, μαντιπόλος, οἰωνοπόλος, θυηπόλος, ὁ καὶ ἱερεύς καὶ θυοσκόος δὲ ἐν Ὀδυσσείᾳ. Οὕτω γοῦν ἀναλόγως καὶ ἀκροπόλος. Ὁμοίως δὲ καὶ μυστοπόλος καὶ αἰπόλος καὶ θαλαμηπόλος καὶ δικασπόλος ὁ καὶ θεμιστοπόλος.]
(v. 524) Τὸ δὲ ἀτρέμας, ὥσπερ ἦν ἐπίρρημα ἐν τῷ "δαιμόνιε ἀτρέμας ἧσο", οὕτω καὶ ἐνταῦθα. Οἱ δὲ μεθ' Ὅμηρον καὶ δίχα τοῦ σ λέγουσιν αὐτὸ οἷον "οὔκουν ἀτρέμ' ἕξεις" παρὰ τῷ Κωμικῷ. καὶ τὸ εὐθύς δὲ καὶ ἰθύς τὰ ἐπιρρήματα ὁμοίως ἀπάγουσι τὸ σ ἐν τῷ εὐθύ καὶ ἰθύ. ὅθεν καὶ τὸ κατ' εὐθύ καὶ κατ' ἰθύ. Τὸ δὲ εὕδουσιν ὡς ἐπὶ ἐμψύχων εἴρηται, διότι καὶ θεῖόν τι γένος ὁ μῦθος οἶδε τοὺς ἀνέμους. Ἔχει δέ τι καὶ ἀφελείας καὶ γλυκύτητος τὸ εἰπεῖν ἑστάναι τὰ νέφη, ἕως οἱ ἄνεμοι εὕδουσιν, ὡς εἰ καὶ δοῦλοι ἐφεστᾶσι κοιμωμένοις δεσπόταις, κινησόμενοι μετὰ τὴν ἐκείνων ἔγερσιν. Τοῦ δὲ Βορέου ἐνταῦθα ἔοικε μόνου μνησθῆναι κατά τινα ἐξοχὴν διὰ τὸ τοῦ ἀνέμου φερέσβιον καὶ ζωοφόρον, ὅπερ παραδηλοῖ ὁ Ζέφυρος, ὃς καὶ βορέας παρὰ τὴν βοράν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἐτυμολογεῖσθαι [142] δοκεῖ, ὡς τροφῆς ὢν αἴτιος διὰ τὸ ἁδρύνειν τοὺς στάχυας. [Δύναται δὲ καὶ καθὰ βορὸν ὕδωρ διὰ τὴν ἐκ ψυχρίας κενεαγγίαν λέγεται, οὕτω καὶ ἄνεμος βορέας ὁ διὰ τοιοῦτον αἴτιον βορότητος αἴτιος ὤν.]
(v. 525) Ὥσπερ δὲ ζάλη ἡ μεγάλη ἄελλα, οὕτω καὶ ζαχρειεῖς ἄνεμοι οἱ ἄγαν χρειώδεις, πάντες γὰρ ἡμῖν χρήσιμοι. καὶ τούτῳ τῷ λόγῳ γράφεται ἡ παραλήγουσα διὰ διφθόγγου, ἔχουσα ἢ τὸ ε καὶ ι ἢ τὸ η μετὰ τοῦ ι. ἐὰν δέ γε διὰ μόνου τοῦ η γράφηται, λέγοι ἂν ζαχρηεῖς τοὺς ἄγαν βαρεῖς ἀπὸ τοῦ χράω, τὸ ἐπιπίπτω, ὡς τὸ "μητέρι μοι μνηστῆρες ἐπέχραον", καὶ παρὰ Ἡροδότῳ "ἐνέχραεν εἰς τὸ πρόσωπον τὸ σκῆπτρον". Ὅθεν καὶ ζαχρηεῖς ἴσως ἄνεμοι οἱ ἄγαν ἐπιπίπτοντες, οἳ καὶ δύνανται μάλιστα σκεδάσαι νέφη, ὧν καὶ αἱ πνοαὶ λιγυραὶ διὰ τὸ μετὰ ψόφου ποιοῦ τινος πνέειν. οὗ πρὸς ὁμοιότητα καὶ μάστιξ λιγυρά, ἡ ἐν ἀέρι ψοφοῦσα. Οὐ μόνον δὲ ἀνέμων ἐπίθετον τὸ ζαχρηές, ἀλλ' ἐν τοῖς ἑξῆς καὶ ἐπὶ στρατιωτῶν ἡ λέξις εὑρεθήσεται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον οὔρεα σκιόεντα ἀλλὰ καὶ νέφεα. ἐρεῖ δέ που καὶ μέγαρα σκιόεντα.
(v. 526) Τὴν δὲ παρίσωσιν τοῦ "πνοιῇσιν [143] λιγυρῇσιν" ἐζήλωσεν ὁ εἰπὼν "σμερδνῇσι γαμφηλῇσι συρίζων φόνον". Τοῦ δὲ "ἀέντες" τὸ θέμα καὶ τὸν ἀήτην ποιεῖ καὶ τὸ τῶν πνευμάτων ἄημα καὶ τὸν ἄνεμον δὲ ἐπενθέσει τοῦ ν.
(v. 520-522) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται περὶ τῶν δηλωθέντων ἡρώων καὶ τὸ "οἳ δὲ καὶ αὐτοὶ οὔτε βίας Τρώων ὑπεδείδισαν", ἤγουν ἐδειλίασαν, "οὔτε ἰωκάς, ἀλλ' ἔμενον νεφέλαις ἐοικότες", ὡς εἴρηται, ἃ δὴ θαρσαλεότητός ἐστιν ἐνδεικτικά. Ἔστι δὲ τοῦ μὲν ἐδείδισαν ἀρχὴ τὸ δεδίω, ἐξ οὗ ἐπενθέσει τοῦ ι δειδίω, ὅθεν δειδία ἡ νύξ. τοῦ δὲ ἰωκάς ἡ διωκή, ὡς καὶ τοῦ ἰωχμοῦ ὁ διωγμός, ἀπελθόντος τοῦ ἐν ἀρχῇ συμφώνου, ὡς καὶ ἐν τῷ σῦς ὗς καὶ τοῖς ὁμοίοις. Ἐδύνατο δὲ καὶ ἰῶκας εἶναι προπερισπωμένως διὰ τὸ καὶ ἑνικὴν αἰτιατικὴν Ὁμηρικῶς εἶναι τὴν ἰῶκα.
(v. 528-5232) Ὅτι Σαρπηδὼν μὲν ἄδειαν ἔχων πολέμου μακρὰ ἐδημηγόρησε πρὸς Ἕκτορα, ὁ δὲ Ἀγαμέμνων ἐν ἀκμαίᾳ μάχῃ μὴ ἔχων πολυλογεῖν βραχέα τινὰ λέγων, ὀτρύνει τοὺς Ἀχαιούς. Φησὶ γὰρ ὁ ποιητής, ὅτι "ἀν' ὅμιλον ἐφοίτα, πολλά", ἢ μακρά, "κελεύων· ὦ φίλοι, ἀνέρες ἐστὲ καὶ ἄλκιμον ἦτορ ἕλεσθε ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας". Εἶτα ἐπιπλέκει γνωμικόν, ὃ καὶ ἀλλαχόθι οὕτως ἐρεῖ "αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. φευγόντων δὲ οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή", ἤγουν οἱ φεύγοντες σὺν τῷ ἀκλεεῖς εἶναι οὐδὲ ἄλκιμόν τι ποιοῦσι προβάλλοντες ἑαυτοὺς εἰς ἀναίρεσιν. Καὶ ταῦτα εἰπὼν εὐθὺς ἀκοντίζει καὶ βάλλει πρόμαχόν τινα, ἵνα δείξῃ ὅτι τέλειός ἐστι στρατηγός, οὐ μόνον λόγοις [144] θαρρύνων, ὃ πᾶς τις ἂν ποιήσειεν, ἀλλὰ καὶ ἔργου προάρχων, ὡς καὶ πρὸ μικροῦ ἐποίουν οἱ ἥρωες τούς τε ἄλλους ὀτρύνοντες καὶ αὐτοὶ μένοντες. Ἐνταῦθα δὲ σημείωσαι καὶ αἰδοῦς ἔπαινον, ὅπως σωτηρία ἐστὶ τοῦ στρατεύματος, ὥσπερ αὖ πάλιν ψόγον φυγῆς ὡς ὀλεθρίου. Ὅρα δὲ καὶ ὅπως ἐν ἑνὶ τούτῳ τόπῳ καὶ περισπωμένως οἶδε καὶ βαρυτόνως τὸ ῥῆμα τῆς αἰδοῦς ἐν τῷ αἰδεῖσθε ὡς ποιεῖσθε, καὶ ἐν τῷ αἰδομένων ὡς ᾀδομένων, ὁποῖόν τί ἐστι καὶ τὸ τῆς μάχης ῥῆμα, ὡς πολλαχοῦ φαίνεται. καὶ αὐτὸ γὰρ καὶ περισπᾶται καὶ βαρύνεται, καθὰ σὺν ἄλλοις προδεδηλωμένοις καὶ τὸ ὀμιχῶ ὀμιχήσω. Ἔστι γὰρ βαρυτόνως ὀμίχω, ὡς δῆλον ἐκ τοῦ "ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησεν". Οὕτω δὲ καὶ εἰλῶ καὶ εἴλω ἐν τόπῳ ἑνὶ ὁμοῦ, οἷον "εἰλομένων", "εἴλει δὲ ὁ δεῖνα".
(v. 535 s.) Ὅτι πρὸ μικροῦ μὲν ὁ Αἰνείας ἶσον ἐρρέθη τιμᾶσθαι τῷ Πριαμίδῃ Ἕκτορι, ἐνταῦθα δὲ τοῦ Αἰνείου ἑταῖρόν τινα κτείνει ὁ Ἀγαμέμνων, ὃν οἱ Τρῶες ὁμῶς Πριάμοιο τεκέεσσιν ἐτίμων. Διὰ τί; ἐπεί, φησί, θοὸς ἦν μετὰ πρώτοισι μάχεσθαι. Καὶ δοκεῖ μὲν τοῦτο μείζονος τιμῆς ἢ καὶ ἴσης τῷ Αἰνείᾳ εἶναι δηλωτικόν, ἔστι δὲ ἄλλως τὸ τοῦ Αἰνείου ἐνδοξότερον. καὶ γὰρ ὁ Ἄρης εἶπεν ἐκεῖ, ὅτι κεῖται ἀνήρ, ὁ Αἰνείας δηλαδή, ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ, ἤγουν ὃν καθὰ καὶ τὸν Ἕκτορα οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ θεοὶ ἐτιμῶμεν. εἰ τοίνυν καὶ θεοῖς τιμᾶται ὁ Αἰνείας, πλέον ἄρα τιμᾶται ἤπερ ὁ ἑταῖρος αὐτοῦ ὁ τοῖς Πριαμίδαις ἐπίσης τιμώμενος. ἔτι δὲ οὗτος μὲν ὡς θοὸς μαχητὴς καί, ὡς εἰπεῖν, βοηθόος τιμᾶται, ὁ δὲ Αἰνείας καὶ ὡς εὐγενής. Ὅρα δὲ ὡς παρακολουθεῖ καὶ τῇ ἀνδρίᾳ καθὰ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τιμή, ὡς οἷά τις ἀδάπανος ἀμοιβή. [(v. 539) Ὅτι νείαιρα γαστήρ οὐ μόνον, δι' ἧς τὰ σιτία νέονται, ὅ ἐστι πορεύονται, ἀλλὰ καὶ ἡ ἐσχάτη. ὅθεν καὶ ἡ γυναικεία ὑστέρα μετείληπται.]
(v. 543-545) Ὅτι Φηρά, πόλις Μεσσηνιακὴ κατὰ Πελοπόννησον, ἐν ᾗ Διοκλῆς τις ἦν, ὁ καὶ ἐν Ὀδυσσείᾳ κείμενος, ἀφνειός, γένος ἐκ ποταμοῦ Ἀλφειοῦ, ὃς [145] εὐρὺ ῥέει Πυλίων διὰ γαίης, τουτέστιν οὐ μένει ἀεὶ κατὰ χώραν, ἀλλ' ὑπερβαίνων τὴν κοίτην εὐρύνεται, ὃ δὴ μέχρι καὶ νῦν φαίνεται ποιῶν, [καθὰ καί τινες ἄλλοι εὐρύ τε ῥέειν ἐν διαλύσει λεγόμενοι καὶ εὐρυρέειν συνθέτως.] Διὰ τί δὲ λέγεται Ἀλφειός, εἴρηται μὲν καὶ ἀλλαχοῦ. καὶ νῦν δέ, ὡς ἐν ὀλίγῳ ὑποδηλῶσαι, καλεῖται οὕτω διὰ τὸ κατά τινα ἰδιότητα δύνασθαι ἀλφοὺς θεραπεύειν, ὅθεν καὶ αὐτὸς Ἀλφός καὶ πλεονασμῷ τῆς ει διφθόγγου Ἀλφειός, ὡς ἀδελφός ἀδελφειός, ἀφνός ἀφνειός. Παραλόγως δὲ ἡ Φηρά κατὰ τοὺς παλαιοὺς ὀξύνεται, ὡς οὕτω τετριμμένη τῇ παραδόσει. ἄλλως γὰρ τὰ εἰς ρα δισύλλαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται· πήρα, θήρα, Ἥρα. Σημείωσαι δὲ ὅτι καὶ ἐν τούτοις τοῖς τόποις πολλὴν ἱστορίαν κατασπείρει ὁ ποιητὴς ἄλλοις τε τρόποις καὶ διὰ τοῦ γενεαλογεῖν Τρῶάς τε καὶ Ἕλληνας πίπτοντας, καὶ ὅτι ἔοικε σχετικῶς πως ἔχειν καὶ ὁ Διοκλῆς πρὸς τὸν ἐγχώριον ποταμὸν Ἀλφειόν. Διὸ καὶ υἱὸς αὐτοῦ εἶναι μυθεύεται, ὃς δὴ λόγος καὶ ἑτέρους τῶν ἡρώων ἐκ θαλάσσης ἢ πηγῆς ἢ ποταμοῦ κατάγει τινὸς καὶ ὅλως ἐκ τόπων τινῶν, οἷς ἐκεῖνοι ἔχαιρον, ὡς προδεδήλωται.
(v. 5479) Ἰστέον δὲ καὶ ὅτι παλαίτατον ἔθος ἦν τοὺς ἐγγόνους καλεῖσθαι τοῖς τῶν πάππων ὀνόμασιν εἰς ἀνάμνησιν τῶν προγόνων [καὶ ἵνα δοκοῖεν ὡς οἷον ἀναζῆν οὕτω οἱ θανεῖν φθάσαντες, καὶ ἄλλως δέ, ἵνα ἐξαρκοῖεν τῷ γοῦν ὀνόματι ἐπὶ πλεῖον καὶ οὕτω πως ἀπαθανατίζοιντο.] Ἐνταῦθα γοῦν Ἀλφειοῦ Ὀρσίλοχος, τοῦ δὲ Διοκλῆς, οὗ διδυμάονες Κρήθων τε καὶ Ὀρσίλοχος ὁμώνυμος τῷ πάππῳ, οὓς ἀναιρεῖ ὁ Αἰνείας.
(v. 550 s.) Ἔστι δ' ἐν τούτοις γνῶναι καὶ ὡς ὁ ἡβῶν ὡραῖος ἤδη ἐστὶ τοῦ πολεμεῖν. Κρήθων οὖν καὶ Ὀρσίλοχος [146] "ἡβήσαντε Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην". Λέγεται δὲ ἥβη ἡ πρώτη τε τρίχωσις τῶν αἰδοίων, καὶ ὁ τριχούμενος ἐκεῖνος τόπος, ἔτι δὲ καὶ ὁ καιρός, καθ' ὃν γίνεται τοῦτο. ἐξ ὧν παρονομάζεται ὁ ἡβῶν ὁ τὰ πρὸ τούτου ἀπότριχος κατὰ τοὺς παλαιούς. Ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἥδω, ἥδη τις οὖσα κατὰ τοὺς παλαιούς, καὶ τροπῇ Βοιωτικῇ τοῦ δ εἰς β ἥβη. Διὸ καὶ ὁ ποιητής πού φησι "καὶ δ' ἔχει ἥβης ἄνθος", καὶ ἀλλαχοῦ δὲ "τοῦ περ χαριεστάτη ἥβη".
(v. 551) Εὔπωλος δὲ Ἴλιος ἀντὶ τοῦ εὔιππος ἢ εὔγειος καὶ ἀγαθὴ πωλεῖσθαι ἤτοι βωλοστροφεῖσθαι.
(v. 548) Διδυμάονες δὲ διδύμων διαφέρουσι, καθότι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. κεῖται γὰρ ἡ λέξις καὶ ἐπὶ ἁπλῶς δυάδος. διδύμους γοῦν ἀνεψιοὺς ἡ τραγῳδία οἶδε τοὺς ἁπλῶς οὕτω δύο. τοιοῦτον καὶ τὸ "διδύμην Ἐριννύν" καὶ "διδύμων πελαγέων". καὶ οἱ ὄρχεις δὲ οὕτω δίδυμοι. Ἐκτείνει δὲ ὁ διδυμάων τὴν παραλήγουσαν ἀναγκαίως διὰ μέτρου χρείαν. διὸ καὶ διὰ τοῦ ο μικροῦ κλίνεται ὁμοίως τῷ Μαχάων Μαχάονος, εἰ καὶ ἄλλως ὡς παρώνυμον ὤφειλε τὸ ω τῆς εὐθείας φυλάσσειν διόλου. [Ἐν τούτοις δὲ κείμενον τὸ "παῖδε γενέσθην" ‑ Φησὶ γὰρ "ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην" ‑ πρωτόθετόν ἐστι τῆς παιδογονίας καὶ τῶν παιδογόνων. Τὸ δὲ Διοκλῆος κατὰ τὸ Ἡρακλῆος κλίνεται.
(v. 549) Τοῦ δὲ Κρήθωνος ἡ ἄρχουσα διὰ τοῦ η γράφεται κατὰ τὸν Κρηθέα [147] καὶ τὴν Κρηθηΐδα, οἷς βοηθεῖ ὁ Κρᾶθις εἰς τὴν γραφήν.]
(v. 553) Ὅτι τὸ "τοὺς δὲ τέλος θανάτοιο κάλυψε" περίφρασίς ἐστι τοῦ ἔθανον. ὅθεν λαβὼν Σοφοκλῆς ἔφη "τὸν τελευταῖον βίον κρύψων", ἤγουν τεθνηξόμενος.
(v. 554-560) Ὅτι τοὺς τοῦ ῥηθέντος Διοκλέους παῖδας, πεσόντας ὑπὸ τοῦ Αἰνείου, σεμνύνων ἐν παραβολῇ Ὅμηρός φησιν "οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρί, βαθείης τάρφεσιν ὕλης. τὼ μὲν ἂρ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτοὶ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ. τοίω τώ", ἤγουν τοιοῦτοι οὗτοι, "χείρεσσιν ὑπ' Αἰνείαο δαμέντες καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι". Καὶ ὅρα ὡς διὰ συνήθη ποικιλίαν τῇ ἀπὸ τῶν λεόντων πλατείᾳ παραβολῇ τὴν συντομωτάτην ἐν τῷ τέλει συνέπλεξε τὴν ἀπὸ τῶν φυτῶν. Καὶ ἦν αὕτη μὲν ἀπὸ τῆς σωματικῆς εὐφυΐας, ἡ δὲ πρὸ αὐτῆς ἀπὸ τῆς κατὰ ψυχὴν ἀνδρικῆς διαθέσεως.
(v. 554 et 556) Σημείωσαι δὲ καί, ὅτι εἰπόντος ἐνταῦθα τοῦ Ὁμήρου κατὰ δυϊκὸν ἀριθμόν "λέοντε δύο ἁρπάζοντε βόας", γράφουσιν οἱ παλαιοί, ὅτι ἡ λέαινα δύο τίκτει, ἔχουσα δύο μαζούς, καὶ ὅτι οἱ λεοντιδεῖς ἀμύξαντες τὴν αὐτῆς μήτραν ποιοῦσι τοῦ λοιποῦ τὴν μητέρα στεῖραν. ἡ πάρδαλις δέ, φασί, τέσσαρα τίκτει. Ὅτι δὲ καὶ πέντε τίκτει ὁ λέων, εἶτα τέσσαρα, καὶ ἑξῆς ὑποκαταβαίνων, ἱστοροῦσιν ἄλλοι.
(v. 554) Τὸ δὲ δύω πλεονάζει μὲν καὶ ἐνταῦθα, καθὰ σὺν ἄλλοις καὶ ἐν τῷ "Ἀτρείδα δύω κοσμήτορε λαῶν". Δοκεῖ δὲ καὶ ἄλλως τὸ εὔλογον ἔχειν διὰ τὴν παρὰ τῷ ποιητῇ ἀοριστίαν τῶν δυϊκῶν, δι' ἥν, ἵνα μὴ τὸ Ἀτρείδα καὶ τὸ λέοντε καὶ τὰ τοιαῦτα πληθυντικῶς νοήσῃ τις, ἐπάγει τὸ "δύο" ὡς διασαφητικόν.
(v. 555) Τὸ δὲ "ἐτραφέτην τάρφεσιν ὕλης" τρόπος [148] ἐστὶν ἐτυμολογικός. τὸ γὰρ ἐτραφέτην τὸ ῥῆμά ἐστιν, ἀφ' οὗ τὸ τάρφος γίνεται, ἤγουν τὸ δάσος τὸ δυνάμενον τρέφειν ζῷα, [ὃ δὴ τάρφος μετατεθὲν καὶ τὴν παρὰ τοῖς λογίοις τάφρον ποιεῖ, χρόνῳ γὰρ καὶ αὐτὴ βοτανηφορεῖ τὰ εἰς τροφὴν ζῴοις, καὶ τὸν παρὰ τοῖς χυδαίοις δὲ ὁμοίως τράφον κατὰ τὸν αὐτὸν λόγον.]
(v. 556) Τὸ δὲ ἁρπάζοντες ἐπὶ λεόντων κυριολεκτεῖται καὶ κυνῶν καὶ λύκων καὶ τῶν τοιούτων. Ἴφια δὲ μῆλα τὰ μικρὰ νῦν θρέμματα λέγει πάντα ἐκ μέρους ὡς ἰσχυροποιά, εἴγε καὶ κρέας παρὰ τὸ κρατύνειν δοκεῖ παράγεσθαι. [Ὅρα δὲ ὡς ἐκ τοῦ ἶφι ἐπιρρήματος οὐ μόνον ἡ καὶ παρ' Ὁμήρῳ Ἶφις, τὸ κύριον, ἀλλ' ἰδοὺ καὶ θρέμμα ἶφι, οὔτε ἄκλιτον ὂν κατὰ τὸ τρόφι κῦμα οὔτε κλιθὲν κατὰ τὸ μέλι, ἀλλὰ κατὰ τὸ στίμμι καὶ τὰ ὅμοια ἐθνικά.]
(v. 557) Σταθμοί δὲ καὶ νῦν αἱ ἐν ἀγροῖς καταγωγαί. καὶ ἐκ τούτου μὲν συντέθειται τὸ βούσταθμον, ἐκ δὲ τοῦ ἁπλῶς δηλοῦντος τόπον στάσεως τὸ ναύσταθμον εἴρηται. Ὀξύνεται δὲ ὁ σταθμὸς κανόνι τοιούτῳ. Τὰ εἰς μος λήγοντα, ἔχοντα πρὸ τοῦ μ τὸ θ, ὀξύνεται· μηνιθμός, πορθμός, σκαρθμός, ἰσθμός. οὕτω καὶ σταθμός. τὸ κρῆθμος οἱ μὲν τοῦ Ὁμήρου Ὑπομνηματισταὶ βαρύνεσθαί φασιν [149] εἰς ἰδιότητα, ἐν δὲ τοῖς ἀντιγράφοις τοῦ Λυκόφρονος καὶ αὐτὸ ὀξύνεται. Τὸ δὲ κεραΐζειν ἢ καταχρηστικῶς εἴρηται ἀπὸ ζῴων βλαπτόντων τοῖς κέρασιν ἢ ἀπὸ τοῦ κείρειν, ὡς προείρηται, ἐξ οὗ καὶ ὁ κόρος.
(v. 560) Ἐλάται δὲ ὑψηλαί, ἃς καλλύνει παρίσοις εἰπὼν "ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι", παρατετηρημένως εἴρηνται. τῷ ὄντι γὰρ εἰς πολὺ ὕψος ἡ ἐλάτη αἴρεται. Διὸ καὶ ὁ μῦθος Ὤτου καὶ Ἐφιάλτου τῶν μεγίστων αὐτὴν ἀδελφὴν γενεαλογεῖ, ὧν ἐπὶ τῷ θανάτῳ πενθοῦσα εἰς ἐλάτην μεταβέβλητο, ὡς καὶ αἱ Ἡλιάδες εἰς αἰγείρους. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "ἐοικότες", ὡς καὶ πρὸ μικροῦ ἐν τῷ "νεφέλαις ἐοικότες", ὧν θέμα τὸ εἴκω, ἐξ οὗ εἰκών λέγεται ἡ παραβολὴ παρὰ τοῖς ὕστερον.
(v. 561) Ὅτι ἐλεεῖ ὁ Μενέλαος τοὺς τοῦ εἰρημένου Διοκλέος διδύμους παῖδας ὑπὸ τῷ Αἰνείᾳ πεσόντας, καὶ δι' αὐτοὺς ἐφορμᾷ τῷ Αἰνείᾳ. Ἔνθα καὶ σημείωσαι τὸ τοῦ Ὁμήρου φιλάληθες. οὐ γὰρ ὡς ἀξιόμαχον ἐπεξάγει τῷ ἀνδρειοτάτῳ Αἰνείᾳ τὸν μαλθακὸν πολεμιστὴν Μενέλαον, ἀλλὰ λέγει ὅτι Ἄρης, ἤγουν θυμὸς ἄκαιρος καὶ ἀλόγιστος, ὤτρυνε τὸ τοῦ Μενελάου μένος βῆναι διὰ προμάχων, "τὰ φρονέων, ἵνα χερσὶν ὑπὸ Αἰνείου δαμείη".
(v. 565-567) Ἀντίλοχος μέντοι δείσας περὶ τῷ βασιλεῖ, "μή τι πάθῃ, μέγα δέ σφεας" ἤγουν τοὺς Ἕλληνας, "ἀποσφήλειε πόνοιο", ἄγχι μάλα παρίσταται. Ἦν γὰρ ἐν τοῖς καιρίοις ὀξύς, ὡς καὶ ἀλλαχοῦ εἴρηται.
(v. 571 s.) "Αἰνείας δὲ οὐκ ἔμεινε, θοός περ ἐὼν πολεμιστής, ὡς εἶδε δύο φῶτε παρ' ἀλλήλοισι μένοντε", ἤγουν ἐγγὺς ἀλλήλων. περὶ οὗ, τί ποτε διαφέρει τοῦ ἐν ἀλλήλοις, δηλοῦται ἑτέρωθι. Καὶ ὅρα ὅπως ἀγαθοὶ ἐν ἀνάγκαις οἱ δύο ὑπὲρ τὸν ἕνα. κατὰ γὰρ τὴν παροιμίαν "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ". Σημείωσαι δὲ καὶ ὅτι οὐκ εἶπεν, "ὡς εἶδε δύο ἄνδρε", ἵνα μή τις τοὺς ἀνδρείους μόνους νοήσῃ, ἀλλὰ ἁπλῶς δύο φῶτε. ἀγαθοὶ γὰρ ὅπως ἂν ἔχοιεν ἀρετῆς οἱ δύο. ‑ [Διὸ κατὰ τὴν παροιμίαν "πρὸς δύο οὐδὲ Ἡρακλῆς"] ‑ Εἰ [150] μὴ ἄρα τις κατὰ τὴν ἐν τῇ Α ῥαψῳδίᾳ γραφεῖσαν μετάληψιν νοήσῃ φῶτα μὲν τὸν ἄνδρα, τοῦτον δὲ ἀνδρεῖον, εἶτα μεταλάβῃ τὸν φῶτα εἰς ἀνδρεῖον. Φιλεῖ δὲ τὸν βασιλέα Μενέλαον ὁ Ἀντίλοχος οὐ μόνον διὰ τὴν κατὰ ἔθνος ἐγγύτητα, ὡς Λάκωνα Μεσσήνιος, ἀλλὰ καὶ διὰ τὸν πατέρα φιλοβασιλέα ὄντα. Ὅρα δὲ καὶ ὅτι Μενέλαος μὲν εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος, Ἀλέξανδρος δὲ ὑπὸ τῶν Τρώων μισεῖται, οἷς ἠδίκησεν. Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐκ ἔμεινε, θοός περ ἐών" καὶ ἑξῆς, εἰς πάντα ἕνα προσαρμόζει, δύο ἀντιμάχους ἔχοντα.
(v. 567) Τὸ δὲ "ἀποσφήλειε πόνου" ἀντὶ τοῦ ἐμποδίσει, κωλύσει τοῦ ἐνεργεῖν. Πάντως γὰρ πεσόντος Μενελάου ἐλύετο ἡ μάχη, ὡς καὶ ὁ Ἀγαμέμνων ἐν τῇ Γ ἔφη "αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης" καὶ τὰ ἑξῆς. [Εἰ δὲ περὶ ποινῆς ἐκεῖνος καὶ ἐσαῦθις ἔφη μαχεῖσθαι, ἀλλὰ τοῦτο μὲν αὐτός, οἱ δὲ Ἀχαιοὶ μόγις ἂν ἔμειναν.] Σφάλλειν δὲ λέγεται τὸ συμποδίζειν καὶ ῥίπτειν. ἐξ οὗ καὶ σφέλας ἐν Ὀδυσσείᾳ τὸ ὑποπόδιον. Τούτου δὲ τὸ ἐναντίον ἀνασφάλλειν, ὃ δηλοῖ τὴν ἐκ τοῦ πτώματος ἔγερσιν. ἀποσφάλλειν δὲ τὸ πόρρω ποιεῖν καὶ ἀποπλανᾶν.
(v. 574) Ὅτι βαλεῖν καὶ ἐνταῦθα φανερῶς, ὡς καὶ μετ' ὀλίγα, τὸ θεῖναι. βαλέτην γάρ, φησίν, ἐν χερσὶν ἑταίρων, ἀντὶ τοῦ ἔθεντο ἢ ἀντὶ τοῦ ἔρριψαν. ὁποῖον καὶ τὸ "βάλε σεαυτὸν κάτω". καὶ τὸ βαλεῖν δὲ ὀδόντας τοιοῦτόν τι παρὰ Ἀριστοτέλει, ὅτε λέγει βάλλειν ἄνθρωπον τοὺς [151] ὀδόντας ἤτοι ἐκβάλλειν καὶ ῥίπτειν. ἀφ' οὗ καὶ ἡ τοῦ πρωτοβόλου λέξις ἐπὶ ἀλόγων παρὰ τοῖς κοινολεκτοῦσιν.
(v. 575) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "στρεφθέντε", τραχύφωνον ῥῆμα, κατὰ τὸ βλαφθῆναι, οἷον "τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου", καὶ κατὰ τὸ θρεφθῆναι καὶ ὅσα τοιαῦτα χαρτὰ καιρίως τοῖς λογίοις κεῖται ἀλλαχοῦ.
(v. 576) Ὅτι τὸ Πυλαιμένης κύριον βαρύνοντες οἱ παλαιοὶ λέγουσιν, ὅτι τὰ τοιαῦτα κύρια ὡς ἐπὶ πλεῖστον βαρύνεσθαι φιλεῖ. ἡ μέντοι συνήθεια πολλὰ παρέφθειρεν ὀξυτονοῦσα, ὡς τὸ Εὐτυχής καὶ τὸ Εὐμενής τὰ κύρια.
(v. 576 s.) Ἰστέον δὲ καὶ ὅτι ὧδε μὲν ἀναιρεῖται Πυλαιμένης, Παφλαγόνων ἀρχός, οὓς μεγαθύμους λέγει καὶ ἀσπιστάς, ὁ δ' ἐν τοῖς ἑξῆς ζῶν Πυλαιμένης ὁμώνυμός ἐστι τούτῳ. πολλὴ γάρ, ὡς καὶ προερρέθη, παρ' Ὁμήρῳ ἡ ὁμωνυμία τῶν κυρίων. Σκευωρία δὲ τῆς παραγωγῆς τοῦ Πυλαιμένεος, ὁποία καὶ ἡ τοῦ Ἀλθαιμένης κύριον, καὶ τοῦ ἀκραιφνής καὶ ἰθαιγενής καὶ Ἰθαιμένης κύριον, καὶ τοῦ τιθαιβώσσειν καὶ τοῦ μεσαιπόλιος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται ἐν οἰκείοις τόποις.
(v. 583) Ὅτι τὰ τοῦ εἰρημένου Πυλαιμένους ἡνία λευκὰ λέγει ἐλέφαντι, διότι κατὰ συνήθειαν παλαιὰν ἀστραγάλους ἐλεφαντίνους ἑκατέρωθεν εἶχον, δι' ὧν εἷλκον αὐτὰς οἱ ἡνίοχοι. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ἐλέφαντα τὸ ἐλεφάντινον ἔφη ὀστοῦν, ὡς καὶ ἐν τῷ "ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ". [Οὔκουν χρυσόνωτοι μόνον παρὰ τοῖς παλαιοῖς ἡνίαι, ὁποίας [152] δή τινος μέμνηται καὶ Σοφοκλῆς, ἀλλά που καὶ ἐλεφαντόνωτοι, ὡς πολλαχοῦ καὶ τότε παρρησιαζομένων τῶν ἐλεφαντίνων ὀστῶν.]
(v. 585-587) Ὅτι Μύδων τις ἡνίοχος, ξίφει τὴν κόρσην πληγείς, "ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμὸν δὲ καὶ ὤμους δηθὰ μάλ' εἱστήκει", διὰ τὸ τὴν κεφαλὴν αὐτοῦ οἷον βυθισθῆναι χωσθεῖσαν ἀμάθῳ βαθείᾳ ὑποκειμένῃ, ὡς δηλοῖ τὸ "τύχε γάρ ῥ' ἀμάθοιο βαθείης", ἤγουν γῆς ἀμμώδους. Ἀμμώδης γὰρ ἡ ἄμαθος καὶ οὐκ ἄμμος αὐτόχρημα. Καὶ σημείωσαι τὴν ἀσφάλειαν τῆς γραφῆς. οὐ γὰρ ἦν δυνατὸν ἐπὶ μόνον βρεχμὸν ἵστασθαι τὸν πεσόντα νεκρόν, εἰ μὴ καὶ ἐπὶ ὤμους ἔκειτο, πλάτος προσλαβόμενος καὶ οὕτω δυνάμενος ἵστασθαι κύμβαχος.
(v. 586) Ἔστι δὲ τὸ κύμβαχος ταὐτὸν τῷ ἐπὶ κεφαλήν. Ἔοικε γὰρ οὐ μόνον ἐπὶ ὀστρακοδέρμων κύτους ἡ κύμβη λέγεσθαι, ἀλλὰ καὶ ἐπὶ κεφαλῆς κατά τινα γλῶσσαν. ὅθεν καὶ κυβιστᾶν τὸ ἐπὶ κεφαλὴν καθάλλεσθαι. Ἔστι δὲ καὶ κυμβαῖον εἶδός τι ποτηρίου, ὡς Παυσανίας ἐν τῷ οἰκείῳ φησὶ Λεξικῷ. Παρὰ τὸ κυφόν δέ, φασίν, ἐτυμολογεῖται ἡ κύμβη, ὡς περιφερής. ὁ δέ γε κύμβαχος ἢ ἔχει τι ὀνοματοποιΐας διὰ τὸν δοκοῦντα ἐγκεῖσθαι αὐτῷ ἦχον ἢ ἐκ παραγωγῆς ἔχει τὸ χ, ἵνα ᾖ, ὡς τιμή τίμαχος. ὅθεν κύριον Δωρικὸν ὁ Τιμαχίδας, οὕτω καὶ κύμβη κύμβαχος. Σημαίνει δέ, φασίν, ἡ λέξις καὶ τὸ τῆς περικεφαλαίας ἄκρον, ᾧ ἐνίεται ὁ λόφος, ὡς τὸ "κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ". Τὸ δὲ ῥηθὲν κυμβαῖον ποτήριον κυμβίον ἕτεροι γράφουσι, λέγοντες καὶ [153] ὅτι ἔοικε κατὰ σχῆμα πλοίῳ καλουμένῳ κύμβῃ, ἐξ οὗ [ἴσως] καὶ παρωνόμασται. Εἴη δ' ἂν ἴσως τοιοῦτον πλοῖον ἡ κοινῶς ὀνομαζομένη πρός τινων ξυλοκουμβάρα, [ὡς δῆθεν ἐκ παραφθορᾶς τοῦ κύμβη, ἵνα ᾖ τὸ σκῶμμα ξυλοκύμβη, λεγόμενον ἐπὶ γυναικῶν, αἷς οὔτε κάλλος ἐπανθεῖ οὔτε σύμμετρον μέγεθος.] Τοῦ δὲ ῥηθέντος κυμβίου ἡ γραφὴ κατὰ τὸ ἱστίον καὶ ἰσχίον, ὥς φασιν οἱ παλαιοί.
(v. 580) Ὁ δὲ Μύδων τὸ κύριον πρὸς διαστολὴν βαρύνεται τῆς μυδῶν μετοχῆς.
(v. 586) Τὸ δὲ "ἐπὶ βρεχμὸν καὶ ὤμους" οἷον ἐπεξηγητικόν ἐστι κατὰ Ὁμηρικὴν συνήθειαν τοῦ κύμβαχος. Βρεχμός δὲ διὰ τοῦ χ τὸ ἄνω τοῦ μετώπου. λέγεται δὲ καὶ κοινῶς βρέγμα διὰ τοῦ γ. Καλεῖται δὲ οὕτω διὰ τὸ οἷον βεβρέχθαι τοῦτο τὸ μέρος καὶ ὑγρότατον εἶναι καὶ ἁπαλὸν τοῖς βρέφεσιν. Οὕτω καὶ ῥῆγμα λέγομεν διὰ τοῦ γ καὶ ῥωχμόν διὰ τοῦ χ, καὶ διωγμόν καὶ ἰωχμόν καὶ ἄλλα. Περὶ δὲ βρέγματός φησι καὶ Ἀριστοτέλης, ὅτι λεπτότατον ὀστοῦν ἐστι καὶ ἀσθενέστατον τῆς κεφαλῆς.
(v. 587) Τὸ δὲ τύχε καιριωτάτη λέξις, δηλοῦσα τὸ κατὰ τύχην εὗρεν. [Ἐνταῦθα δὲ ὅρα καὶ ὡς οὐ ταὐτὸν ψάμαθον [154] εἰπεῖν καὶ ἄμαθον, ἀλλὰ ψάμαθος μέν ἐστιν ἡ καὶ ψάμμος, ἄμαθος δὲ κόνεώς τι φαίνεται εἶναι εἶδος. Εἰπὼν γοῦν Ὅμηρος τὸν Μύδωνα κύμβαχον ἐν κονίαις πεσεῖν, ἐπήγαγε τὸ "τύχε γάρ ῥ' ἀμάθοιο βαθείης", ὡς ταὐτὸν ὂν κονίην εἰπεῖν καὶ ἄμαθον.]
(v. 588) Ὅτι καὶ ὧδε τὸ βαλεῖν ἐπὶ τοῦ θεῖναι τέθειται ἢ τοῦ ῥῖψαι ἐν τῷ "ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσιν". Ἔνθα ὅρα καὶ τὸ "πλήξαντες" ἁπλῶς ῥηθὲν ἀντὶ τοῦ κρούσαντες ἢ πελάσαντες, ἀφ' οὗ καὶ τὸ πλησιάζειν παράγεται. Ἐνταῦθα δὲ Ἀντίλοχος ξυνωρίδα ταύτην ἵππων ἐξελαύνει τῶν Τρώων, καταρρίψας τοῦ δίφρου τὸν τοῦ εἰρημένου Πυλαιμένεος ἡνίοχον.
(v. 592-594) Ὅτι σωματοποιεῖ ὁ ποιητής, ὥσπερ τὸν Ἄρην, οὕτω καὶ τὴν Ἐνυώ, καὶ τῷ μὲν δίδωσι πελώριον ἔγχος νωμᾶν, τῇ δὲ τὸν κυδοιμὸν ἐν χερσίν, ὁποῖά τι σωματοειδὲς ὅπλον, τίθησιν, ὡς πάσης ἔριδος κυδοιμὸν ἐχούσης. Ἐνταῦθα δὲ σημείωσαι καὶ τὴν σύνταξιν ἔχουσάν τι καινόν. Φησὶ γὰρ "ἣ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα". καίτοι ἠδύνατο εἰπεῖν "πελώριον ἔγχος νωμῶν", οὐκ ἠθέλησε δέ, ἀλλὰ συνεξήλλαξε καὶ νῦν τὸ σχῆμα τῇ τῶν προσώπων διαφορᾷ.
(v. 594 s.) Ὅτι ὥσπερ πρὸ μικροῦ ἡ ἀλληγορία τοῖς οὐ γενναίως μαχομένοις τὴν Ἀφροδίτην συμπαρέμιξεν, οὕτως ἐνταῦθα ἐκ τοῦ ἐναντίου τοῖς ἀνδριζομένοις τὸν Ἄρην συνέταξε. Φησὶ γὰρ "Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτε δ' ὄπισθεν". Καὶ σημείωσαι ὅτι, εἰ καὶ οἱ μετὰ τὸν Ὅμηρον τὸ φοιτᾶν ἐπὶ μαθητῶν ἰδιάζουσιν, ὅθεν καὶ φοιτητὴν λέγουσι τὸν μαθητήν, ἀλλ' ὁ ποιητὴς τὸ ὁρμᾶν φοιτᾶν λέγει. οὕτω δὲ καὶ Ἡσίοδος. Εἰ δὲ κατὰ τοὺς παλαιοὺς φοῖτος ἡ μανία, οἰκειότατον Ἄρεϊ ἐνταῦθα τὸ φοιτᾶν, [155] μανιωδῶς ὁρμωμένῳ κατὰ Ἑλλήνων, διὰ τὸ καὶ μαινόμενον κακὸν λέγεσθαι αὐτόν. ὅθεν ἔχει καὶ τὸ εἶναι ἀλλοπρόσαλλος.
(v. 596-600) Ὅτι Διομήδης ἰδών, ὅπως ὁ Ἄρης αὐτὸς ἐκεῖνος ἐν παλάμαις πελώριον ἔγχος νωμῶν ἐφοίτα, ὡς προσεχῶς ἐρρέθη, νῦν μὲν πρόσθεν Ἕκτορος ὡς προμαχῶν, νῦν δὲ ὄπισθεν οἷα οὐραγῶν, ἐρρίγησε καὶ ἀνεχάζετο, "ὡς ὅτε ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο", ἤγουν γῆν πολλὴν περιεληλυθώς, ὡς ἐξ ἀλλοδαπῆς ἥκων, "στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντι ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω", ὁποῖόν τι παθεῖν ἐν τοῖς πρὸ τούτου ἔφη καὶ τὸν δράκοντι περιτυχόντα. καὶ ἐκεῖνος γὰρ παλίνορσος ἀπέστη καὶ ἂψ ἀνεχώρησε δράκοντα ἰδών. Καὶ σημείωσαι ὅτι, εἰ καὶ ὅμοιαί πώς εἰσιν αἱ παραβολαὶ αὗται διὰ τὸ καὶ τὸν ποταμὸν καὶ τὸν δράκοντα ταὐτά πως εἶναι τῷ τε ὑγρῷ καὶ τῷ ψυχρῷ καὶ τῇ κατὰ γῆς ἕρψει καὶ τοῖς ἑλιγμοῖς ‑ ὅθεν καὶ ὁ Περιηγητὴς τὸν Ἰσσικὸν κόλπον δράκοντι διὰ ταῦτα εἴκασεν ἐν παραβολῇ. ‑ ὅμως ἀφελεστέρα ἐκείνης αὕτη. τὸν μὲν γὰρ δράκοντα φοβηθεὶς ἐκεῖ τις παλίνορσος ἀφορμᾷ, τοῦ δὲ ποταμοῦ ὁ ἀναχαζόμενος δι' ἔκπληξιν καὶ ἀμηχανίαν τοῦτο ποιεῖ. Ἰστέον δὲ ὅτι στρατηγοῦ σπουδαίου ἀρετὴ τὸ οὕτω φυλάττεσθαι, ποτὲ μὲν προμαχοῦντα, ποτὲ δὲ οὐραγοῦντα, κατὰ τὸν Ἄρην ἐν ἑνὶ καιρῷ.
(v. 603-607) Εἶτα εἰπὼν ὁ Διομήδης ὅτι ἀεὶ πάρεστιν, ὡς θεοφιλεῖ δηλαδή, τῷ Ἕκτορι θεός, ὃς λοιγὸν ἀμύνει, ὑποτίθησι τοῖς Ἀχαιοῖς στρατηγικῶς μετὰ προμηθείας φεύγειν ἐκ τοῦ θεοφιλοῦς ἀνδρός, καὶ ὅτι πρὸς τοὺς Τρῶας τετραμμένοι αἰὲν ὀπίσω εἴκετε, μηδὲ θεοῖς ἐθέλετε μάχεσθαι, ὅ ἐστι, μὴ ἐν προσποιήσει ἀνδρίας θεομαχεῖν βούλεσθε. Βούλεται γὰρ ὁ στρατηγός, εἰ καὶ πληγείη τις φεύγων, κατὰ στέρνου δέξασθαι τὸ τραῦμα καὶ μὴ προτροπάδην φυγεῖν καὶ νῶτα δοῦναι τοῖς ἐχθροῖς. Πάνυ γὰρ ἐν αἰσχρῷ τοῦτο τοῖς παλαιοῖς ἔκειτο καὶ μάλιστα τοῖς Λάκωσιν οἳ [156] καὶ ἄταφον ἐρρίπτουν τὸν ὀπισθότρωτον. Σημείωσαι δὲ ἐνταῦθα τὴν τυχηρὰν περιπέτειαν, ὅπως ὁ μὴ πειθόμενος πρὸ μικροῦ τῷ Σθενέλῳ τὴν εὐσχήμονα φυγὴν συμβουλεύοντι νῦν αὐτὸς φεύγειν ὑποτίθεται καὶ οἱ Ἕλληνες πείθονται. Διὸ μετ' ὀλίγα οὔτε προτρέπονται, ἤτοι προτροπάδην φεύγουσιν, οὔτε ἀντιφέρονται ἐν μάχῃ, ἤτοι ἀνθίστανται τοῖς Τρωσίν, ἀλλ' αἰὲν ὀπίσω χάζονται.
(v. 597) Ἰστέον δὲ ὅτι ἀπάλαμνον λέγει τὸν ἄπειρον καὶ μὴ ἔχοντα τεχνάσασθαί τι, ὡς οἷον ἄχειρα καὶ μὴ ἔχοντα παλαίειν ἢ παλαμᾶσθαί τι, οὗ ἀνάπαλιν παλαμναῖος οὐ μόνον κοινότερον ὁ βριαρόχειρ, ἀλλὰ καὶ ὁ αὐτοχειρὶ κατὰ τοὺς παλαιοὺς φονεύων καί τινι μιάσματι ἔνοχος. καὶ Ζεὺς δέ, φασί, παλαμναῖος ὁ τοὺς φονεῖς καταρρίπτων. καί τις δέ, φασί, κατὰ θηρίων ἀσπὶς παλαμναία ἐκαλεῖτο. Ψογερὰ δὲ λέξις ἀεὶ παρὰ τοῖς ῥήτορσι δίχα Διὸς ὁ παλαμναῖος, οὐ μὴν οὕτω καὶ ὁ ἀπάλαμνος.
(v. 598) Τὸ δὲ ὠκυρόῳ οὐκ ἐδιπλασίασε τὸ ρ κατὰ συνήθειαν, ὡς οὐδὲ τὸ ἅλαδε προρέοντι, κατὰ φύσιν τε καὶ διὰ μέτρου δὲ χρείαν, οὐ μὴν Ἀττικῶς.
(v. 599) Τὸ δὲ μορμύρειν ὀνοματοποιΐα ἐστὶν ἤχου ῥέοντος ὕδατος καὶ τραχυνομένου ἠρέμα, ὡς καὶ ὑπαφρίζειν. καὶ ἔστι τραχύτερον τοῦ μύρειν, ἐξ οὗ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ οἱ ἁλιμυρήεντές που [157] ποταμοί, καὶ τὸ μύρεσθαι, ἤγουν κλαίειν, καὶ τὸ κλαυθμυρίζεσθαι, οὗ διασαφητικὸν ἡ κατὰ μελάνυδρον κρήνην μορμύρουσα ἢ μύρουσα τῶν δακρύων ῥοή. Σημείωσαι δὲ καὶ ὅπως ἐνταῦθα τῷ συχνῷ ρ τραχύνει τὴν φράσιν, εἰπὼν ὠκύροον ποταμὸν ἅλαδε προρέοντα, ἀφρῷ μορμύροντα. [Τὸ δὲ ὀπίσσω πρὸς σαφήνειαν κεῖται τοῦ ἀνέδραμεν, ἤγουν παλίμπους ὥρμησεν, ὅπερ ἐστὶν ἀνεπόδισεν. ἄλλως γὰρ ἀναδραμεῖν λέγεται καὶ τὸ ἄνω δραμεῖν ἤγουν αὐξηθῆναι κατὰ τὸ "ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος", ἀφ' οὗ καὶ ἀναδρομή ἡ καθ' ἡλικίαν αὔξησις.]
(v. 601-603) Ὅτι ἐπὶ θεοφιλοῦς μαχητοῦ οἰκεῖον εἰπεῖν κατὰ τὸν ἐπὶ Ἕκτορι θαμβηθέντα Διομήδην τὸ "Ὦ φίλοι, οἷον δὴ θαυμάζομεν τὸν δεῖνα αἰχμητήν τε εἶναι καὶ θαρσαλέον πολεμιστήν τῷ δὲ αἰεὶ πάρα θεός, ὃς λοιγόν", ὡς εἴρηται, "ἀμύνει".
(v. 604) Ὅτι ὥσπερ ἡ αὐτός ἀντωνυμία δηλοῖ ἔστιν ὅτε ὑπεροχήν τινα, ὡς τὸ "αὐτὸς ἔφατο", οὕτω πολλαχοῦ καὶ τὸ ἐκεῖνος. Φησὶν οὖν ὅτι τῷ Ἕκτορι πάρα, ἤγουν πάρεστι, κεῖνος Ἄρης, βροτῷ ἀνδρὶ ἐοικώς, ἤτοι ἀνθρώπῳ θνητῷ. ἐπίθετον γάρ, ὡς προγέγραπται, τὸ βροτός. Συνήθη δὲ τὰ τοιαῦτα καὶ Ἀττικοῖς, ἤγουν αἱ πρὸς ἐξοχὴν καὶ ἀλλοίας δὲ ἐμφάσεις [158] ἀντωνυμίαι. Περὶ δὲ τοῦ πάρα ἰστέον, ὅτι οὐ μόνον ἀντὶ τοῦ πάρεστι καὶ πάρεισι λαμβάνεται, ἀλλὰ καινότερον καὶ ἀντὶ τοῦ πάρειμι πρώτου ἑνικοῦ προσώπου, ὡς ἐν παλαιῷ Περὶ παθῶν σκέμματι φέρεται, ὅπου καὶ χρῆσις κεῖται αὕτη "τίς ἐσθ' ὁ πωλῶν τἀνδράποδα; ἐγὼ πάρα".
(v. 605 s.) [Ὅτι τὸ ἀλλὰ πρὸς τοὺς δεῖνα "τετραμμένοι, αἰὲν ὀπίσσω εἴκετε μηδὲ θεῷ μενεαινέμεν", ἤγουν προθυμεῖσθε, "ἶφι μάχεσθαι", φυγὴν ἐκ μάχης παραινεῖ ἀντιπρόσωπον εὐσχημόνως, ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅτε μὴ θεὸς βοηθοίη τοῖς καταπονουμένοις.]
(v. 609) Ὅτι δοκεῖ μὲν ὁ Μενέσθης πρωτότυπον εἶναι τοῦ Μενεσθεύς, οὐκ ἔχει δὲ ταὐτοσήμως πρὸς ἐκεῖνο πάντῃ κατὰ τὸ ἡνίοχος ἡνιοχεύς καὶ Αἰθίοψ Αἰθίοπος, Αἰθιοπεύς. ὁ μὲν γὰρ περιώνυμος βασιλεὺς Ἀθηναίων, ὁ δὲ Μενέσθης ἑτεροῖος, ὃς καὶ πίπτει ἐνταῦθα ὑπὸ τῷ Ἕκτορι.
(v. 612 s.) Ὅτι Ἄμφιός τις Σελάγου υἱὸς ἦν ἀπὸ Παισοῦ πόλεως, πολυκτήμων, πολυλήϊος, καὶ τάχα διὰ τοῦτο καὶ φιλόζῳος, εἴγε δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
(v. 613-615) Ἀλλ' ἡ μοῖρα, φησίν, ἦγε καὶ αὐτὸν ἐπικουρήσοντα Τρωσίν, ὃν καὶ ἀνεῖλεν Αἴας μάλα ἐγγὺς ἐλθὼν καὶ ἀκοντίσας, ὅτε ἠλέησε δύο τινὰς Ἀχαιούς, οὓς ἐν ἑνὶ δίφρῳ ὄντας ὁ Ἕκτωρ κατέκτανε. Σημείωσαι δὲ ἐνταῦθα, ὅπως τὸν μὲν Ἄμφιον καὶ ἐγενεαλόγησε καὶ ἐπῄνεσεν, ὡς ἂν εἴη λαμπρὸν τὸ ἐπ' αὐτοῖς ἔργον τῷ Αἴαντι, τοὺς δὲ δύο, οὕς, ὡς εἴρηται, ἀνεῖλεν ὁ Ἕκτωρ, σιγῇ παρέδραμε, μόνον εἰδότε χάρμης ἐκείνους εἰπών. Καὶ ὅρα ὅπως τὸ εἰδότας μόνον αὐτὸ καθ' αὑτὸ καὶ νῦν γενικῇ συνέταξεν. Ἰστέον δὲ ὅτι καὶ πρὸ ὀλίγου Ἕλληνας δύο ὑπὸ τῷ Αἰνείᾳ ἀνελὼν οὐδὲν ἧττον ἐσεμνολόγησε καὶ αὐτοὺς καὶ ἐγενεαλόγησεν, ὡς ἂν ἐκεῖ αὐξήσῃ τὸ τοῦ Αἰνείου ἔργον, μένος ἀναλαβόντος ἐσθλὸν ὑπὸ Ἀπόλλωνος καὶ ἀνδρισαμένου καὶ μέγα ποιήσαντος.
(v. 611) Τὸ δὲ "μάλα ἐγγύς" πρὸ ὀλίγου "μάλα σχεδόν" εἶπεν, ὥστε ταὐτὸν τὸ σχεδόν καὶ τὸ ἐγγύς, τὸ μὲν ἀπὸ τοῦ σχῶ σχήσω, ἵνα δηλοῖ τὸ ἐχόμενον ἤτοι ἁπτόμενον, τὸ δὲ ἀπὸ τῆς ἐν προθέσεως καὶ τοῦ γῦια, ὃ δηλοῖ τὰς χεῖρας, ἵνα [159] δηλοῖ τὸ ἐν ὑπογύῳ καὶ πρόχειρον καὶ ὡς εἰπεῖν ἐν χερσί. Πρὸ δὲ τούτων καὶ "μάλα ἄγχι" εἶπε. τοῦτο δὲ καὶ ἄγχιστα λέγεται, οἷον "θανάτῳ ἄγχιστα ἐοικώς".
(v. 612) Παισός δὲ πόλις μεταξὺ Παρίου καὶ Λαμψάκου, ἥτις, ὡς προδεδήλωται, καὶ μετὰ τοῦ α λέγεται Ἀπαισός, οἷον "δῆμον Ἀπαισοῦ". Λέγεται δέ, φασί, Παισός, διότι ἐκεῖ που ἡ Ἀργὼ ὑπὸ πνευμάτων ἀντιπνόων ἀνεπαίσθη ἤτοι ἀντεκρούσθη, ὅτε καὶ τῇ Κίῳ προσωρμίσθη. [(v. 616) Ὅτι νείαιραν κἀνταῦθα γαστέρα φησὶν ἢ τὸ τῆς γαστρὸς νείατον ἤγουν ἔσχατον, ἢ ἐπιθετικῶς, δι' ἧς νέονται τὰ σιτία, καθὰ προείρηται. Καὶ ἔστι τὸ ἀπαθὲς νέαιρα, ὃ καὶ κύριον ἐστὶ παρὰ τοῖς ὕστερον ὄνομα. παρὰ τὸ νέα μέντοι ἐκεῖνο, ἵνα δηλοῖ τὴν νεαράν, ὅ τις καὶ ἐπὶ τῆς γαστρὸς ἀστεΐσεται διὰ τὸ ἐνδελεχῶς νεάζειν αὐτὴν εἰς ὄρεξιν. Ἔστι δὲ καὶ παρ' Ὁμήρῳ ἐν Ὀδυσσείᾳ κύριον ὄνομα Νέαιρα.]
(v. 617-626) Ὅτι ἐπέδραμε μὲν "φαίδιμος Αἴας τεύχεα συλήσων", τὰ τοῦ δηλωθέντος Ἀμφίου, "Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν ὀξέα, παμφανόωντα. σάκος δ' ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατο, οὐδ' ἂρ ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιϊν ἀφελέσθαι. ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες. οἵ ἑ", ἤγουν αὐτόν, "μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων. ὃ δὲ χασάμενος πελεμίχθη". Καὶ ὅρα ὅπως ὁ Αἴας εἴκει οὐχ' ἁπλῶς ἑνί τινι, ἀλλ' ἀνδράσι, καὶ αὐτοῖς πολλοῖς, καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ καὶ ἐσθλοῖς ‑ οὐ γὰρ ἂν εἶξεν ἑτεροίοις τισί ‑ , καὶ ὅπως διὰ τοῦ "δούρατα ἔχευαν" τὸ πλῆθος τῶν δοράτων δηλοῖ. Καὶ σημείωσαι ὅτι ὁ μεθ' Ὅμηρον εἰκάσας τὸ πλῆθος τῶν βελῶν νέφεσιν ἐξ Ὁμήρου τὸ νόημα ἔλαβεν, ὃς ὄμβρου καταφορᾷ παραβάλλειν ἔοικε τὴν τῶν πολλῶν δοράτων ἐπάφεσιν. τούτου γάρ πώς ἐστι δηλωτικὸν τὸ ἔχευαν. [Τοιαύτης δὲ ἐννοίας, ὅσα καὶ μητρὸς ἔκγονον, καὶ τὸ χυδαῖον σαγιτοβρόχον.]
(v. 619) Ὅρα δὲ καὶ τὸ καίριον καὶ τὴν συντομίαν καὶ τὸ ἐπιφωνηματικὸν τοῦ "σάκος δ' ἀνεδέξατο πολλά". οὐκ ἂν γάρ τις κάλλιον εἴπῃ οὔτε στενώσας οὔτε πλατύνας τὸ νόημα. εἴπῃ δ' ἄν τις αὐτὸ παροιμιωδῶς καὶ ἐπὶ τοῦ πολλὰ δυσχερῆ ὑπομείναντος. Ἀστεϊζόμενος δέ τις κωμικώτερον καὶ ἐπὶ πτωχοῦ πολλὰ ἐπισαττομένου [160] διὰ τῆς πήρας ἐρεῖ διπλασιάσας τὸ κ, εἰ βούλεται, ὅτι "σάκκος δ' ἀνεδέξατο πολλά". Καὶ μὴν οἱ παλαιοὶ καὶ τὸν σάκκον φασὶ καὶ δι' ἑνὸς γράφεσθαι κ, ὃν καὶ σάκταν φασί, καθὰ δηλοῖ καὶ ὁ Κωμικός, ὡς ἀπὸ τοῦ σάττω, τὸ φορτίζω.
(v. 622) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἐπείγετο γὰρ βελέεσσιν" οἰκεῖον εἰπεῖν καὶ ἐπὶ τοῦ πολλὰ ὀχλουμένου ἢ διαβαλλομένου. Ἀφελῶς δὲ ὡς οἷα ἐμψύχοις τοῖς βέλεσιν οἰκειοῦται τὸ ἐπείγειν, ἐξ οὗ καὶ οἱ ἐργεπεῖκται λέγονται.
(v. 623) Ἀμφίβασιν δὲ καὶ ὧδε ἐπὶ βοηθείας καὶ σκέπης τέθεικεν, ὡς καὶ ἐν τῷ "ὃς Χρύσην ἀμφιβέβηκας", τῆς λέξεως ἐκ τῶν τετραπόδων ζῴων καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις μυρίοις, ληφθείσης, ἅπερ ἀμφιβαίνουσιν, ἤγουν ἀμφὶ τὰ σκυμνία βαίνουσιν, ὑπερμαχοῦντα ἐκείνων. [Κρατερὴ δὲ ἀμφίβασις ἡ γενναία, ἡ βιαία, ἡ καθ' Ὅμηρον εἰπεῖν κρείσσων. Οὕτω δὲ καὶ μετ' ὀλίγα ὑσμίνην ἐρεῖ κρατερήν, ὁμοίως δὲ καὶ μοῖραν κραταιήν.]
(v. 625) Ὅρα δὲ καὶ ὅτι τὸν Αἴαντα τοῖς ἐπιθέτοις σεμνύνει. οὐ γὰρ κατὰ φυσικὴν κάκην ἀλλ' ἀναγκαίαν περιπέτειαν ἔπαθε τὴν φυγήν. Καὶ ἤρκει μὲν εἰς ἔπαινον καὶ μόνον τὸ μέγαν, ἐπεὶ καὶ μέγας Αἴας αὐτὸς καὶ μείζων κατ' ἐξοχὴν ἐλέγετο. πρὸς διαστολὴν δὲ ὅμως τοῦ κατὰ βουγάϊον μεγάλου προσεπήχθησαν τὸ ἴφθιμον καὶ τὸ ἀγαυόν.
(v. 626) Περὶ δὲ τοῦ "χασάμενος πελεμίχθη" προγέγραπται. [(v. 620) Περὶ δὲ τοῦ λάξ, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, δηλωθήσεται που ἐν τοῖς ἑξῆς.] Ὅτι διδάσκει καὶ ἐνταῦθα ὁ ποιητὴς μὴ ἐπὶ μόνοις τοῖς ἐκ πατέρων ἀγαθοῖς ἐπαίρεσθαί τινα, ἐν δευτέρῳ τῆς ἀνδραγαθίας τὴν πατραγαθίαν τιθέμενον. τὸν γοῦν μὴ γενναῖον Τληπόλεμον, ἐπὶ τῷ ἀνδρειοτάτῳ πατρὶ Ἡρακλεῖ μέγα φρονοῦντα, ἱστορήσει ὑπὸ Σαρπηδόνος ἀναιρεθῆναι, ὃν ἐξευτελίζων ὡς δειλὸν καὶ ἀπειροπόλεμον ὁ Τληπόλεμός φησι
(v. 633-637) "Σαρπῆδον, [Λυκίων βουληφόρε,] τίς τοι ἀνάγκη πτώσσειν, ἔνθαδ' ἐόντι, μάχης ἀδαήμονι φωτί;" λέγων καὶ ὅτι "ψευδόμενοι δέ σέ φασι Διὸς γόνον εἶναι, ἐπεί", φησί, "πολὺ κείνων ἐπιδεύεαι ἀνδρῶν, οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων" καὶ τὰ ἑξῆς. [161] Καὶ οὕτως ἐλέγχει ὁ ποιητὴς ἠρέμα τοὺς ἄλλως μὲν ἀγεννεῖς, ἐπὶ δὲ πατράσι καὶ μόνοις αὐχοῦντας κἀντεῦθεν πρωτεύειν ἐθέλοντας.
(v. 638-642) Ὅρα δὲ καὶ τὴν τοῦ Ὁμήρου ἀμφίστομον κἀνταῦθα ῥητορικὴν καὶ τὸ οἷον εἰπεῖν ἐκείνου ἀμφοτερόγλωσσον. Τὸν Ἡρακλέα γὰρ ἐγκωμιάζει μὲν ὁ υἱὸς ἐκείνου Τληπόλεμος, ἐν οἷς λέγει "ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα". Ἐκτίθεται δὲ καὶ ὅπως Ἡρακλῆς ποτε ἐλθὼν εἰς Τροίαν "ἕνεκα ἵππων Λαομέδοντος ἓξ οἴῃς", ἤγουν μόναις, "σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δὲ ἀγυιάς", ὅ ἐστιν ἐρήμους ἀνδρῶν ἐποίησε, καὶ ἑξῆς.
(v. 642) Ἔνθα ὅρα ὅπως τὸ ἐχήρωσεν οὐκ ἐπὶ λογικῶν ἢ ὅλως ἐμψύχου τινὸς τέθειται. Οὕτω καὶ ἐν Ὀδυσσείᾳ νῆσος ἔρημος ἡ πρὸ τῶν Κυκλώπων χηρεύειν εἴρηται ἀνδρῶν. Κυρίως μέντοι χήρα γυνὴ ἡ μετὰ θάνατον ἀνδρὸς ἢ καὶ γάμου διάλυσιν μηδενὶ συνοικοῦσα. [Οὕτω δὲ καὶ χῆρος ἀνήρ ὁ μηκέτι γυναῖκα ἔχων, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης φησὶ λέγων καί, ὡς χηρωστής ὁ ἀγχιστής, ὃ καὶ σημείωσαι.] Καὶ οὕτω μὲν ὁ Τληπόλεμος ὑπὲρ τοῦ πατρὸς Ἡρακλέος λαλεῖ.
(v. 647-6451) Ὁ δέ γε Σαρπηδὼν καταψεύσασθαι μὲν τῆς Ἡρακλέους στρατηγίας ἢ ἀνδρίας οὐκ ἔχει, ἵνα μὴ τοῖς ὡμολογημένοις ἀναισχύντως ἀντιβαίνῃ, σμικρύνει δὲ ἄλλως καὶ ἐξευτελίζει τὸ μεγαλεῖον ἐκείνης τῆς πράξεως, λέγων "Τληπόλεμ', ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν", ἤγουν κακοβουλίαις, "ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἔρξαντα", ἤγουν εὐεργετήσαντα διὰ τοῦ ἀνελεῖν μὲν τὸ κῆτος, περισώσασθαι δὲ τὴν θυγατέρα Ἡσιόνην, "κακῷ ἠνίπαπε μύθῳ", ἤγουν λόγοις ἐπέπληξεν οὐκ ἀγαθοῖς, "οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε". [162] Τοιαῦτα καὶ τὰ τοῦ Σαρπηδόνος, ἐν οἷς, συνελόντα εἰπεῖν, οὐ τοσοῦτον τὴν Ἡρακλέους ἀνδρίαν αἰτίαν τοῦ τὴν Τροίαν τότε ἁλῶναι δηλοῖ, ὅσον τὴν Λαομέδοντος ἀδικίαν. Καὶ ἐχρῆν μέν, ὥς φασιν οἱ παλαιοί, τὸν Σαρπηδόνα εἰπεῖν, ὅτι τότε ὁ Λαομέδων δικαίως πολεμούμενος ἔπαθεν, εἶτα ἐπαγαγεῖν, ὅτι σὺ δὲ νῦν ἀδίκως πολεμῶν οὐκ ἀνύσεις. ὁ δὲ θυμῷ ἐχόμενος, ἐγκόπτει τὸν λόγον καὶ ἀφίησιν ἀτελῆ. τάχα δὲ οὐδὲ εἶχεν εἰπεῖν τοῦτο. οὐ γὰ ἀδίκως ὑπερμαχεῖ ὁ Τληπόλεμος τοῦ Μενελάου.
(v. 648 s.) Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ "ἐκεῖνος ἀπώλεσεν Ἴλιον" ἔοικεν ὁ Σαρπηδὼν ὀκνεῖν ἐξ ὀνόματος μνησθῆναι τοῦ Ἡρακλέους, ἀχθόμενος ἐπὶ τοῖς ἐκείνου. Διὸ αὐτὸν μὲν οὐδ' ὅλως ὠνόμασε, τοῦ δὲ Λαομέδοντος μετὰ ἐπαίνου ἐμνήσθη, εἰπὼν ἀγαυὸν Λαομέδοντα. Ἀναμνηστέον δὲ καὶ ἐνταῦθα τῶν προρρηθέντων περὶ τοῦ τὸν Ὅμηρον μὴ μόνον τὰ πρὸ τοῦ δεκάτου ἔτους τῆς μάχης καὶ τὰ μετ' αὐτὸ ἐνείρειν τῇ Ἰλιάδι, ἀλλὰ καὶ ἑτέρας ἱστορίας, ὧν οὐδέν τι μέτεστι τῷ Τρωϊκῷ τούτῳ πολέμῳ. ἰδοὺ γὰρ καὶ τὰ κατὰ Ἡρακλέα καὶ Λαομέδοντα πρὸ τούτων μὲν γέγονε τῶν πολέμων, δεξιώτατα δὲ τοῖς νῦν πραττομένοις παρενεβλήθη ὑπὸ τοῦ ποιητοῦ.
(v. 638) Σημείωσαι δὲ καὶ ὅτι διάφοροι Ἡρακλέες ἱστοροῦνται, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ἐν τῷ "ἄλλος οὗτος Ἡρακλῆς", ὅπερ ἐπὶ Θησεῖ παροιμιωδῶς ἐλέχθη, ἄδηλον, ἢ ἐπὶ τῷ Ἰδαίῳ Δακτύλῳ Ἡρακλεῖ ἐρρέθη ἢ τῷ τῆς Ἀλκμήνης. Αἴλιος δὲ Διονύσιος τοῦτό φησι. Παυσανίας δὲ ἱστορεῖ, ὅτι τὸ "ἄλλος οὗτος Ἡρακλῆς" παροιμία ἐστὶν ἐπὶ Θησεῖ ἢ ἑνὶ τῶν Ἰδαίων Δακτύλων, οἱ δὲ ἐπὶ τῷ Αἰγυπτίῳ Ἡρακλεῖ, οἱ δὲ ἐπὶ τῷ τῆς Ἀλκμήνης. καὶ ὧδε μὲν ταῦτα.
(v. 652-654) Ὁ δὲ Σαρπηδὼν ἁρπάσας οἷον τὸ μονομαχῆσαι κατὰ τοῦ ἀλαζόνος καὶ εἰπὼν "σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ", καὶ οὕτω μερίσειν ὡς ἐπιθανάτιόν τινα δωρεὰν ταύτην, ἐμοί τε καὶ τῷ Ἅιδῃ, ὡς ἐμὲ μὲν εὖχος ἔχειν ἐπὶ σοί, ἐκεῖνον δὲ τὴν σὴν ψυχὴν κάτω γενομένην, εὐθὺς ἔργου γίνεται. Καὶ Τληπόλεμος μὲν ἀνέσχετο μείλινον ἔγχος, καὶ αὐτὸς δὲ ὁμοίως. ἀποβαίνει δὲ τὰ κατ' αὐτούς, ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται. Ἰστέον δέ, ὅτι οὐδὲν θαυμαστόν, ἐὰν Γλαῦκος μὲν καὶ Διομήδης ἐν τοῖς ἑξῆς ἀναγνωρίσαντες [163] ἀλλήλους ξένους ἀλλήλων πατρῴους σπένδωνται, υἱὸς δὲ Διὸς καθ' Ὅμηρον καὶ υἱωνός, ὁ Σαρπηδὼν δηλαδὴ καὶ ὁ Τληπόλεμος, μάχωνται, παρ' οὐδὲν θέμενοι τὴν συγγένειαν. οὔτε γὰρ μιαρὸς ἐδόκει ὁ ἐν πολέμῳ θάνατος. καὶ ἄλλως δὲ αὐτοὶ τὴν συγγένειαν ἀπηρνήσαντο.
(v. 635 s.) Εἶπε γὰρ ὁ Τληπόλεμος ὅτι ψευδόμενοι δέ σέ φασιν υἱὸν Διός. Σημείωσαι δὲ ὡς οἱ καυχησάμενοι οὐδὲ νῦν ἐπὶ καλοῖς ἀπαλλάττουσιν, ἀλλ' ὁ μὲν πρότερος ἀλαζονευσάμενος ἀναιρεῖται, ὁ δὲ ἀνταλαζονευσάμενος τιτρῴσκεται μόνον.
(v. 638-642 ‑ ) Ὅρα δὲ ὅσην καὶ τὸ παρὸν χωρίον πλουτεῖ χρηστομάθειαν. ἱστορίαν τε γὰρ οὐκ ἀλλοδαπὴν παραπλέκει τοῖς Τρωϊκοῖς, διανιστῶν συνήθως τὸν ἀκροατὴν ἐκ τῆς μονοειδοῦς ὑπτιότητος. Ἡ δὲ ἱστορία ἐστὶν ἅλωσις Τροίας παλαιά, ἧς καὶ τὰ περιστατικὰ ἐκτίθησιν ὁ ποιητής· πρόσωπον μὲν τὸν Ἡρακλέα, αἰτίαν δὲ τὸ μὴ τοὺς ἵππους ἀπολαβεῖν, χρόνον δὲ ἀόριστον. Φησὶ γὰρ "ὅς ποτε δεῦρ' ἐλθών", τρόπον δὲ τῆς ἐκστρατείας τὸ "ἓξ μόναις σὺν ναυσί". καὶ τὴν ἀνδρίαν δὲ τοῦ Ἡρακλέος ἐνταῦθα ἱστορεῖ καὶ φίλιππον ἐκεῖνον εἶναι παραδηλοῖ, καὶ ἅλωσιν ἐκείνην Τροίας τῇ νῦν ἐλπιζομένῃ συγκρίνει πάνυ γοργῶς καὶ δείκνυσιν ἐκείνην πιθανῶς κρείττονα ἔκ τε τοῦ χρόνου, ὅτι συντομώτατα κατειργάσθη, καὶ ἐκ τοῦ λαοῦ. Ἐνταῦθα μὲν γὰρ χιλιόναυς ὁ στόλος, ἐκεῖ δὲ ἓξ νῆες καὶ ἄνδρες παυρότεροι, ἤγουν ἁπλῶς παῦροι καὶ ὀλίγοι, ὥς που καὶ ἀλλαχοῦ ἐγράφη, ἢ ὀλιγώτεροι τῶν ἀνηκόντων ταῖς ἓξ ναυσί. Διδάσκει δὲ ἐνταῦθα, ὡς προερρέθη, καὶ ὅτι οὐδὲν ἡ πατραγαθία δίχα τοῦ ἀνδραγαθεῖν καὶ ὅτι οὐκ ἀεὶ τὰ τέκνα πατρῴζουσι. ποιεῖται δὲ καὶ σύγκρισιν δύο παίδων τοῦ [164] Διὸς ἐξ ἐγκωμίου συγκειμένην καὶ ψόγου, καὶ τὴν ἀλαζονείαν κολάζει, ὡς καὶ τοῦτο προείρηται. Δείκνυσι δὲ καὶ τὸ ψεῦδος οὐ πρὸς καλοῦ γίνεσθαι, οὐδὲ τὸ τοὺς εὐεργέτας κακῶς ποιεῖν, εἴγε διὰ ταῦτα ὁ Λαομέδων τὴν Ἴλιον ὤλεσε. Παραδηλοῖ δὲ καὶ ὡς, εἰ διὰ ψεῦδος καὶ μικρὰν ἀδικίαν ἑάλω ἡ Τροία, πολλῷ πλέον διὰ παρασπόνδησιν ἄρτι καὶ ἀδικίαν μεγάλην, καὶ ὅτι πολλάκις διὰ μικρὰν αἰτίαν πολλὰ γίνεται κακά, εἴγε διὰ ἵππους ἑάλω ποτὲ ἡ Τροία, ὡς καὶ ὕστερον διὰ γυναῖκα. Καὶ ὅλως Ὁμηρικῆς πολλῆς δεινότητος καὶ ὁ τόπος οὗτος πέπλησται.
(v. 642) Σημείωσαι δὲ εἰς τὸ "ἐχήρωσεν ἀγυιάς" καὶ τὸ τοῦ Γεωγράφου εἰπόντος, ὅτι Ἰλιεῖς Ἀχιλλεῖ μὲν καὶ Αἴαντι καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐναγίζουσιν, Ἡρακλέα δὲ οὐ τιμῶσι, καίτοι ὁ μὲν οὐκ ἠφάνισε τελέως τὴν Τροίαν, ἀλλὰ ἐξαλαπάξας ἐχήρωσεν ἀγυιάς. Ἡ δὲ χηρεία λειπανδρία τίς ἐστιν, οὐ μὴν ἀφανισμός. Οὗτοι δέ, οἷς ἐναγίζουσι, τελείως αὐτὴν ἠφάνισαν. εἰ μὴ ἄρα, φησί, διότι οὗτοι μὲν δίκαιον πόλεμον ἐξήνεγκαν, ἐκεῖνος δὲ ἄδικον ἕνεκεν ἵππων Λαομέδοντος. Ἔχομεν οὖν καὶ ἐντεῦθεν μαρτυρίαν τοῦ περὶ Ἡρακλέα Τρωϊκοῦ μίσους, ὃς μισοῖτο ἂν καὶ ἄλλως πρὸς Τρώων πλέον ἤπερ οἱ Ἕλληνες, ἐπειδὴ αὐτοὶ μὲν οἷά τι μεγαλεῖον τοῖς ἐπιγόνοις τὴν Τροίαν ἀφῆκαν περιᾴδεσθαι μόγις ὀψέ ποτε καὶ μετὰ πολλῶν ἡρώων θανάτους αὐτῆς περιγενόμενοι, ὁ δὲ αὐτοβοεὶ τὴν τοσαύτην ἑλὼν ἐξηθέρισεν. Ὄντων δὴ καὶ τούτων ἐν τούτοις τὰ κατὰ μέρος τοῦ ῥηθέντος χωρίου διάκειται οὕτω.
(v. 633 s.) Τὸ "Σαρπῆδον, Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδε" δύναται μὲν γράφεσθαι καὶ Σαρπηδών ὀξυτόνως, ἀρέσκει δὲ τοῖς παλαιοῖς προπερισπᾶν αὐτό. Ἔστι γὰρ εὐθεῖα ὁ Σαρπηδών ὀξυτόνως καὶ ἑτέρα [Αἰολικὴ ἴσως] ὁ Σαρπήδων παροξυτόνως. διφορεῖται γὰρ τὸ ὄνομα, καὶ τοῦ μὲν ἡ γενικὴ Σαρπηδόνος ὡς ἀηδόνος καὶ ἡ κλητικὴ ὁμόφωνος τῇ εὐθείᾳ τῷ κανόνι τῶν εἰς δων ὀξυτόνων, τοῦ δὲ ἡ κλίσις Σαρπήδοντος ὡς λέοντος καὶ ἡ κλητικὴ ἀποβολῇ τῆς ληγούσης "Σαρπῆδον" προπερισπωμένως μετὰ συστολῆς τῆς ληγούσης. Καὶ πολλαχοῦ ἡ τοιαύτη κλίσις εὑρεθήσεται παρὰ τῷ ποιητῇ. [165] Τὸ δὲ βουληφόρε ὑποκρύπτει σκῶμμά τι, ὡς δῆθεν μὴ ἀνδρείου τοῦ Σαρπηδόνος ὄντος ἀλλὰ μόνον βουλευτοῦ. Διὸ καὶ ὑποκατιὼν ἀδαήμονα μάχης αὐτὸν λέγει, καὶ ἀντὶ τοῦ "τίς ἀνάγκη ἐνταῦθά σε εἶναι;" "τις τοι ἀνάγκη", φησί, "πτώσσειν ἐνθάδε", τὸ διατρίβειν εἰς τὸ πτώσσειν μεταλαβών, [ὡς καὶ ἀλλαχοῦ "ἐνθάδε ἔρρων" φησὶν ἀντὶ τοῦ "ἐπὶ φθορᾷ διατρίβων".] Τὸ δὲ "τίς τοι ἀνάγκη" φανερῶς δηλοῖ μὴ ἀναγκαστὸν ἀλλ' ἑκούσιον εἶναι τὸν Σαρπηδόνα σύμμαχον τοῖς Τρωσίν. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ παντὸς ἀνάνδρου, μάτην παρόντος τῇ μάχῃ, δύναται λέγεσθαι τὸ "τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδ' ἐόντι, μάχης ἀδαήμονι φωτί", [ὃ καὶ κατὰ αἰτιατικὴν πτῶσιν λεχθὲν ἀσολοίκιστόν ἐστι διὰ τὸ πτώσσειν, ἵνα ἦν "τίς σοι ἀνάγκη πτώσσειν σε ὧδε ἀπόλεμον ὄντα".] Καὶ ὅρα ὅτι οὐ λέγει πτήσσειν ἀλλὰ πτώσσειν, ἐξ οὗ καὶ τὸ πτωσκάζειν καὶ πτώξ λαγῳός. Καὶ σημείωσαι τὸ σφοδρὸν καὶ καταφορικὸν τῆς λέξεως.
(v. 635-637) Πρὸς δὲ τὸν μάτην ἐξισούμενον παλαιοῖς ἀγαθοῖς ἀνδράσι παρῳδήσας μικρὸν εἴπῃ ἄν τις τό· ψευδόμενοι δέ σέ φασι τοιόνδε τινὰ εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν, οἳ τοιοίδε ἐγένοντο ἐπὶ προτέρων ἀνθρώπων.
(v. 638 s.) Τὸ δὲ "ἀλλ' οἷόν τινά φασιν εἶναι ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα" υἱὸς ἂν εἴπῃ, σεμνυνόμενος ἐπὶ πατρὶ ἀνδρείῳ ἀποιχομένῳ. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι τὸ θρασυμέμνων, ἤγουν θρασὺς καὶ μένων, σύνθεσίς ἐστι τοῦ μένος καὶ θάρσος, ὃ φθάσας εἶπεν ἐπὶ τοῦ Διομήδους, καὶ ὅτι τὸ θρασύς ἐνταῦθα οὐ ψόγον ἔχει, ἀλλ' ἴσον ἐστὶ τῷ θαρραλέος. Ἡ δὲ ἀνάγνωσις τοῦ θρασυμέμνων ὡς τὸ Ἀγαμέμνων. [Δῆλον δ' ἐκ τούτων ὡς καὶ τὸ ἁπλοῦν ὁ μέμνων, καθὰ καὶ ὁ μένων, ἀνδρείους ὑποδηλοῦσι.]
(v. 638) Τὸ δὲ "βίη Ἡρακληείη" κεῖται καὶ ἐν τῇ Βοιωτίᾳ, καὶ ἐγράφη περὶ αὐτοῦ ἐκεῖ, ἔνθα κεῖται [166] καὶ σχῆμα καινοπρεπές, ὅμοιον τῷ "ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων". Τοιοῦτον γὰρ καὶ ἐκεῖσε τὸ "βίη Ἡρακληείη πέρσας πόλεις," ἤγουν Ἡρακλῆς πορθήσας, ἵνα καὶ αὐτόθι μὴ πρὸς τὸ ῥητὸν θῆλυ ἀλλὰ πρὸς τὸ νοητὸν ἄρρεν ἡ σύνταξις γένηται. Ὅμοιον δὴ κἀνταῦθα τὸ "ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι". τὸ μὲν γὰρ εὐθὺ καὶ κοινὸν ἦν εἰπεῖν· ἀλλ' οἵαν τινά φασι τὴν Ἡρακλέος εἶναι βίαν, ὁ δὲ πρὸς τὸ νοητόν, ἤγουν πρὸς τὸν Ἡρακλῆν, ἀποτεινάμενος ἔφη τὸ "ἀλλ' οἷόν τινα". Εἰ μὴ ἄρα θηλυκοῦ γένους ἐστὶ τὸ οἷον Ἀττικῶς. Τὸ δὲ "φασί" περίφημον καὶ ὡς εἰπεῖν περίφαντον εἶναι τὸν Ἡρακλέα δηλοῖ.
(v. 643-645) Ἰστέον δὲ καὶ ὡς ἐν μέσῳ τῶν τοῦ Τληπολέμου λόγων κεῖται ψόγος ἐπὶ δειλίᾳ στρατηγοῦ τὸ "σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί". Τὸ δὲ ἐφεξῆς ἀπειλητικόν ἐστι κατὰ βοηθοῦ ἀλυσιτελοῦς παρῳδηθέν, οἷον "οὐδέ τί σε τοῖς δεῖνα ὀΐομαι ἄλκαρ ἔσεσθαι, οὐδ' εἰ μάλα καρτερός ἐσσι".
(v. 646) Εἶτα ὅρα ὅτι πολλαχοῦ φιλοτίμως ἔχων εἰς τὸ φράζειν ὁ ποιητὴς ποιεῖ αὐτὸ καὶ ἐνταῦθα, τὸ ἀποθανεῖν διὰ μὲν τοῦ Γλαύκου εἰπὼν πύλας Ἀΐδαο περήσειν, διὰ δὲ Σαρπηδόνος ψυχὴν Ἄϊδι δοῦναι. Ἰστέον δὲ καὶ ὅτι τὸ "πύλας Ἅιδου περήσειν", ἤγουν εἰς Ἅιδην ἀπελθεῖν, μύθου ἤρτηται τοῦ πέραν περὶ τὰ τοῦ Ὠκεανοῦ ἑσπέρια πλάττοντος εἶναι τὸν Ἅιδην, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ φαίνεται.
(v. 651) Τὸ δὲ ἀπέδωκε τὸ χρεωστικῶς δοῦναι δηλοῖ.
(v. 654) Τοῦ δὲ κλυτοπώλου ἡ εὐθεῖα ἔοικε προπαροξύνεσθαι κατὰ τὸ εὔπωλος. Ἔστι δὲ τοιοῦτος Ἅιδης, οὗ κλυτὴ ἡ ἐπιπώλησις, ἤτοι ἔφοδος. μηνύουσι γὰρ τοὺς θανόντας οἱ ἐπ' αὐτοῖς θρῆνοι. ἢ ὁ κλυτοὺς ἔχων ἵππους. πανταχοῦ γὰρ οἶδε φθάνειν ὁ θάνατος. Εἰκασθείη δ' ἄν ποτε κλυτοπώλῳ Ἅιδῃ ἀστείως καὶ ὁ δι' ἱπποτροφίας ἐπιτρίβων τινάς. Τὸ δὲ "ἀνέσχετο ἔγχος" Ὁμήρῳ ἀρέσκει [167] παθητικῶς λεχθέν, ἡ δὲ κοινὴ χρῆσις ἀνέσχε χεῖρά φησι καὶ ἔγχος καὶ τὰ ὅμοια. Λέγει δὲ καὶ μετοχὴν παθητικὴν ἀνασχόμενος. δῆλον δὲ ὡς οἶδε καὶ τὰ ἐνεργητικά, ἤγουν τὸ ἀνέσχε καὶ τὸ ἀνασχών.
(v. 656) Ὅτι ἁμαρτῇ, τουτέστιν ὁμοῦ, ὅ τε Σαρπηδὼν καὶ ὁ Τληπόλεμος ἀφῆκαν δούρατα μακρὰ κατ' ἀλλήλων, καὶ ὁ μὲν αὐχένα μέσον βληθεὶς τέθνηκε,
(v. 660-667) Σαρπηδὼν δὲ μηρὸν ἀριστερὸν βάλλεται καὶ ἡ αἰχμὴ τῷ ὀστέῳ ἐγχρίμπτεται, οὐ θνῄσκει δέ, ἀλλὰ δῖοι ἑταῖροι ἐξέφερον αὐτὸν πολέμοιο, ταμιευόμενον ἀλλαχοῦ εἰς ἀναίρεσιν τῷ Πατρόκλῳ. Διό φησι "πατὴρ δ' ἐπὶ λοιγὸν ἄμυνε. βάρυνε δέ", φησίν, "αὐτὸν δόρυ μακρὸν ἑλκόμενον. οὐ γάρ τις ἐπεφράσατο οὐδ' ἐνόησε" μηροῦ ἐξελκῦσαι αὐτό, "ὄφρ' ἐπιβαίη, σπευδόντων", τουτέστιν ὀρθὸς σταίη, "τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες". Καὶ σημείωσαι ὅπως ἡ σπουδὴ καὶ ἀγωνία ἐκκρούει τινὰς τοῦ δέοντος. Ἰστέον δὲ ὅτι τὸ ἁμαρτῇ, ὃ γίνεται ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, ἡ μὲν συνήθεια περισπᾷ, ὡς τὸ εἰκῇ, πολλαχῇ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ τὸ ἡσυχῇ, καὶ βῆ ‑ ὄνομα φωνῆς προβάτου ὀνοματοποιηθέν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται ‑ , Ἀρίσταρχος δὲ ὀξύνει, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, λέγων ἐκ τοῦ ἁμαρτήδην συγκοπῆναι αὐτό. Ἰστέον δὲ ὡς, εἰ καὶ ὁμαρτῇ τὸ ῥηθὲν ἐπίρρημα γράφεται κατά τινα τῶν ἀντιγράφων, ἔχεται λόγου διὰ τὸ καὶ τὸ ἀκολουθεῖν ἁμαρτεῖν τε λέγεσθαι διὰ τοῦ α καὶ ὁμαρτεῖν διὰ τοῦ [168] ο ἐκ τῆς αὐτῆς ἐτυμολογίας τῷ ἐπιρρήματι, ὡς ἔστι γνῶναι καὶ αὐτὸ ἐκ τῶν παλαιῶν.
(v. 664) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ ἐξέφερον, ἤτοι φοράδην ἀπῆγον, τὸν Τληπόλεμον καὶ τὸν Σαρπηδόνα.
(v. 665) Τὸ δὲ "οὐκ ἐπεφράσατο οὐδ' ἐνόησε" δοκοῦσι διαφορὰν ἔχειν τινά. Ἐπιφράσασθαι μὲν γὰρ τὸ βουλεύσασθαι καὶ χρόνον τινὰ τρῖψαι τῇ καταλήψει, νοῆσαι δὲ τὸ δίχα βουλῆς ἀχρόνως οἷον τὸ δέον καταλαβεῖν, οἷον "νόησε δὲ δῖος Ὀδυσσεύς", ὃ μετ' ὀλίγα "ὀξὺ νόησε" φησὶν ἐπὶ Ἕκτορος. Ἢ καὶ ἄλλως διαφέρει τὸ νοῆσαι τοῦ ἐπιφράσασθαι ᾧ λόγῳ καὶ Προμηθεὺς καὶ Ἐπιμηθεύς, ὡς προηγεῖσθαι μὲν τὸ νοῆσαι, δευτερεύειν δὲ τὸ ἐπιφράσασθαι, εἰ καὶ ὁ ποιητὴς ἄλλως κατὰ ὑστερολογίαν ἐσχημάτισεν.
(v. 656 s.) Ἐν δὲ τοῖς εἰρημένοις καὶ τὸ τάχος τῶν ἀφεθέντων δοράτων ἐμφαίνων οὐχ' ἁπλῶς κινηθῆναι αὐτὰ εἶπεν, ἀλλὰ συντόνως, ὡσεὶ καὶ ἄημα, ὅ ἐστι πνεῦμα. οὗ θέμα τὸ ἄω, οὗ παράγωγον τὸ ἀΐσσω. Ἔφη γὰρ "τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν", ὡσεὶ καὶ ἀκόντων ἐκείνων ἐξώρμησαν οἷά τινα ἔμψυχα. Οὕτω δὲ ὑποκαταβὰς ἔφη ὡς ἐπὶ ἐμψύχου τὸ "αἰχμὴ δὲ διέσσυτο μαιμώωσα", ὅπερ ἐπὶ Ὀδυσσέως μετ' ὀλίγα κυριολεκτῶν ἐρεῖ ἐν τῷ "μαίμησε δέ οἱ φίλον ἦτορ". Ψυχοῖ γὰρ οἷον αὐτονόμως πολλαχοῦ τὰ βέλη ὁ ποιητής, ὅτ' ἂν ἐνθέρμως καὶ μετὰ συντονίας πέμπωνται.
(v. 670) Ὅτι Ὀδυσσεὺς ἀλλαχοῦ μὲν τλήμων ὑπὸ τοῦ ποιητοῦ ὀνομάζεται, ἐνταῦθα δὲ τλήμονα θυμὸν ἔχειν λέγεται, ὃ καὶ αὐτὸς ἐκεῖνος δηλοῖ ἐν τῷ "τέτλαθι, κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης". ἐξ οὗπερ ἄλλοι τὸν τλησικάρδιον συντεθείκασι. Σημείωσαι δὲ ὅτι κυρίως μὲν τλήμων ὁ εὔτολμος, ὡς καὶ Ἄτλας ὁ οἱονεὶ [169] πολύτλας, Τραγικοὶ δὲ ἐπὶ δυστυχοῦς τὴν λέξιν τιθέασιν, ὡς καὶ τὸ τάλας.
(v. 669-673) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω "νόησε δὲ δῖος Ὀδυσσεύς, τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ, μερμήριξε δέ" καὶ ἑξῆς. Ταῦτα δὲ ἀνδρείῳ βουλευτῇ οἰκεῖά εἰσιν, ἐν οἷς τὸ μερμήριξε διασαφητικόν ἐστι τοῦ "μαίμησε δέ οἱ φίλον ἦτορ". Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι τὸ ἔχειν καὶ τὸ τλῆναι τὴν γεωργικὴν ἐχέτλην συντίθησιν, ἣν δηλαδὴ ὁ ἔχων τάλας τὸν βίον ἐστίν, [ἢ καί, ἄλλως εἰπεῖν, τλήμων διὰ τὸ ἐργατικόν.]
(v. 671-676) Ὅτι πολλαχοῦ ὁ ποιητὴς τὴν τοῦ λόγου προθεωρίαν ἑτέροις δῆθεν ἀνατιθείς, ποιεῖ οὕτω καὶ ἐνταῦθα, καὶ σκοπῶν αὐτός, ποῖον ἂν εἴη κάλλιον, ἆρά γε τὸ ποιῆσαι τὸν Ὀδυσσέα ἐπιτρέχοντα τῷ Σαρπηδόνι ἢ κατὰ τῶν Λυκίων ἀνδραγαθοῦντα, κρίνει διὰ τῆς ῥητορικῆς Ἀθηνᾶς, ἤτοι τῆς κατ' αὐτὸν δεινότητος, κάλλιον τοῦτο εἶναι. Τὸ γὰρ ἐπιδραμεῖν τῷ Σαρπηδόνι ἀλυσιτελές. οὐ γὰρ μόρσιμον ἦν, φησί, θανεῖν ἐκεῖνον ὑπὸ τῷ Ὀδυσσεῖ. Καὶ οὕτω σκοπήσας αὐτὸς καὶ ἐπικρίνας ἐν σχήματι καταστάσεως καὶ προεκθέσεως, εἶτα πλάττει τὸν Ὀδυσσέα σκοποῦντα, ἢ προτέρω, ἤγουν προσωτέρω, περαιτέρω, διώκοι τὸν Σαρπηδόνα, ἢ πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
(v. 6768) Καὶ λέγει, ὅτι ἡ Ἀθηνᾶ, τουτέστιν ἡ ἐν τῷ Ὀδυσσεῖ φρόνησις, κατὰ πληθὺν Λυκίων τράπεν, ἤγουν ἔτρεψε, τὸν τοῦ Ὀδυσσέως θυμόν, οἷς καὶ ἐμπεσὼν ἀναιρεῖ Κοίρανόν τέ τινα καὶ Ἀλάστορα Χρόμιόν τε Ἄλκανδρόν τε καὶ Ἅλιον καὶ Νοήμονα καὶ Πρύτανιν. Καὶ ὅρα ὡς τὸ κοίρανος καὶ ἀλάστωρ καὶ νοήμων καὶ πρύτανις τὰ προσηγορικὰ εἰς κύρια ἐχρησίμευσαν τῷ ποιητῇ, καὶ ὅτι συντόμως ἐπιδραμὼν δυσὶ στίχοις ἑπτὰ κύρια ἐμπεριέλαβε. κατωτέρω μέντοι ἐπὶ Ἕκτορος τρισὶ στίχοις ἓξ κύρια ἐντίθησιν ἀνὰ δύο ἐν ἑκάστῳ στίχῳ διὰ τὸ καὶ ἐπιθέτοις ἐκεῖ κοσμεῖν σεμνότερον τοὺς πίπτοντας Ἕλληνας.
(v. 673) Ἐν δὲ τῷ "πλεόνων Λυκίων θυμόν" πλέονας τὴν πληθὺν λέγει. ἐπάγει οὖν "κατὰ πληθὺν Λυκίων". Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἑνός, τοῦ Σαρπηδόνος, ὥστε ἐκ τούτου [170] νοητέον ληφθῆναι τὸ τὸν μέγαν μὲν ἕνα λέγεσθαι, πολλοὺς δὲ καὶ πληθὺν τὸν χυδαῖον λαόν. [Εἰ δὲ καὶ τοὺς ἀποιχομένους πλείονάς φαμεν, οἷον "ἐκινδύνευσα παρὰ τοὺς πλείονας ἀπελθεῖν", ἤγουν θανεῖν, εἴη ἂν καὶ αὐτὸ ἐξ Ὁμήρου ἀποσυληθέν.]
(v. 677 s.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ τὸ μὲν Χρομίος κύριον παροξύνουσιν οἱ παλαιοί, τὸ δὲ Ἅλιος προπαροξύνουσι, λέγοντες ὅτι, κἂν ἐπὶ κυρίων παροξύνεται τὰ τριβράχεα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, οἷον Δολίος, Τυχίος, Χρομίος, ἀλλὰ σημειώδη τὸ Ἅλιος, Ξένιος, Ἄνιος καὶ Κρόνιος, κύρια μὲν ὄντα καὶ τριβράχεα, προπαροξυνόμενα δέ. τινὲς δὲ καὶ τὸ Ἅλιος κύριον ἐνταῦθα παροξύνουσι.
(v. 67983) Ὅτι ἀνδρείων στρατηγῶν τὸ "καί νύ κ' ἔτι πλέονας κτάνε δῖος" ὁ δεῖνα, "εἰ μὴ ἂρ ὀξὺ νόησε μέγας κορυθαίολος" δεῖνα. "βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων" καὶ τὰ ἑξῆς. Ἐν οἷς καὶ σχῆμα κεῖται ἀντίθετον ἐπὶ Ἕκτορι τὸ "δεῖμα φέρων Δαναοῖσι· χάρη δ' ἄρα οἱ προσιόντι Σαρπηδών". λέγει γὰρ ὅτι φόβον μὲν Ἀχαιοῖς, χαρὰν δὲ τῷ Σαρπηδόνι ἐνεποίησεν ἡ τοῦ Ἕκτορος ὁδός. Ἐσχημάτισται δέ πως καὶ καινότερον. ἦν γὰρ ἄλλως τὸ ἀκόλουθον εἰπεῖν· δεῖμα φέρων Δαναοῖς, χαρὰν δὲ τῷ Σαρπηδόνι. Τοιοῦτον καὶ πρὸ μικροῦ περὶ Ἐνυοῦς καὶ Ἄρεος τὸ "ἣ μὲν ἔχουσα κυδοιμόν, Ἄρης δὲ ἔγχος ἐνώμα". καὶ ἐκεῖ γὰρ ἡ σύνταξις ἀπὸ μετοχῆς εἰς ῥῆμα μετέπεσεν.
(v. 684-688) Ὅτι κείμενος ὁ Σαρπηδὼν λέγει πρὸς τὸν Ἕκτορα "μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλ' ἐπάμυνον. ἔπειτά με καὶ λίποι αἰών", ἤγουν ἡ ζωή, "ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἂρ ἔμελλον ἔγωγε νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν". Οἶκτον δὲ πολὺν ἔχει ὁ λόγος, ὀρφανίαν φράζων παιδὸς καὶ χηρείαν γυναικὸς καὶ τάφον ἐπ' ἀλλοδαπῆς.
(v. 683) Διὸ καὶ Ὅμηρος ἐπεσημειώσατο ὀλοφυδνὸν ἔπος εἶναι τὸ τοιοῦτον. Καὶ ὅρα οἷα ἔτυχεν αὐτῷ τὰ τοῦ πράγματος. ὁ γὰρ πρὸ μικροῦ πολὺς καὶ μακρὰ ὀνειδίζων τὸν Ἕκτορα ἐνταῦθα οἰκτρὸς ἱκέτης αὐτοῦ γίνεται, ὁ δὲ οὐκ ἐγκοτεῖ, ἀλλὰ ἐλεεῖ ἄνθρωπον, ἐν δευτέρῳ τῆς τῶν Τρώων συμμαχίας τὰ φίλτατα θέμενον, καὶ οὕτως ἐπαμύνειν σπεύδει, ὡς διὰ τὸ τάχος μηδὲ προσειπεῖν [171] τὸν Σαρπηδόνα, ἵνα μὴ λάθῃ ἐν τῷ ὁμιλεῖν προηκάμενος τὸν καιρόν. Φησὶ γὰρ ὁ ποιητὴς
(v. 689-691) "τὸν δ' οὔ τι προσέφη Ἕκτωρ, ἀλλὰ παρήϊξε λελιημένος, ὄφρα τάχιστα ὤσαιτο Ἀργείους". Καὶ ὅρα κἀνταῦθα σιγὴν ἔλλογον διὰ σπουδήν.
(v. 685) Σημείωσαι δὲ καὶ ὅτι οὐ τὸ θανεῖν τὸν Σαρπηδόνα λυπεῖ, ἀλλὰ τὸ ἀνεκδίκητον κεῖσθαι καὶ ἀβοήθητον. Διὸ λέγει "ἐπάμυνον, ἔπειτά με καὶ λίποι αἰών", περὶ οὗ προείρηται. τοῦτο δὲ εἴποι ἂν ὁ θερμῶς προκαλούμενός τινα εἰς βοήθειαν.
(v. 683) Ἰστέον δὲ ὅτι τοῦ ὀλοφυδνόν προϋπόκειται θέμα τὸ ὀλοφύζω, ὅμοιον τῷ ὀλολύζω, ἵνα ὡς παίζω παιδνόν, οὕτως ᾖ καὶ ὀλοφύζω ὀλοφυδνόν, καὶ ὥσπερ ὀλολύζω ὀλολυγών, τρύζω τρυγών, οὕτω καὶ ὀλοφύζω ὀλοφυγδών, ὡς τὸ "ὀλοφυγδόνα φύσεις". Εἰ δὲ καὶ τὸ ἔθνος οἱ Ὀλοφύξιοι ἐκ τοῦ τοιούτου παράγεται ῥήματος, ἀφ' ὧν παίζει τοὺς Ὀτοτυξίους ὁ Κωμικός, οὐκ ἔστι στερεῶς εἰπεῖν. Πόλις δέ, φασί, Θρᾳκικὴ περὶ Ἄθων Ὀλόφυξος, ἀφ' ἧς ἱστορεῖταί τις Ἡρόδοτος, γράψας περὶ Νυμφῶν.
(v. 690) Τὸ δὲ λελιημένος ὡς τὸ τετιημένος. ποιητικὰ δὲ ἄμφω, οὐ μήν ποτε πεζά.
(v. 691) Ὅτι τὸ πολλοὺς φονεῦσαι περιφράζων, πολέων θυμὸν ἀφελέσθαι φησίν.
(v. 693) Ὅτι οἱ παλαιοὶ διὰ τὸ τὸν Δία, ἤγουν τὸν ἀέρα, ζωῆς εἶναι αἴτιον, [172] τοιοῦτον δὲ καὶ τὴν δρῦν πάλαι ποτὲ χρηματίσαι, ὅτε οἱ ἄνθρωποι δρυκάρποις ἀπετρέφοντο. Διὸ καὶ φηγός ἡ δρῦς λέγεται, παρὰ τὸ φαγεῖν. Διὰ τοίνυν ταῦτα τῷ Διῒ τὴν δρῦν ἀνιέρωσαν, τὸ ζωοτρόφον φυτὸν τῷ ζωογόνῳ. Ἦν τοίνυν καὶ πρὸ τῆς Τροίας δρῦς ἱερὰ τῷ Διΐ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὑφ' ᾗ διὰ τὴν σκιὰν καθίζουσι νῦν οἱ Λύκιοι τὸν τοῦ Διὸς Σαρπηδόνα. ἣν καὶ περικαλλέα λέγει φηγόν, διότι, ὡς εἰκός, ἀθιγὴς ἦν, ὡς οἷά τις τεμενία καὶ διὰ τοῦτο ἀμφιλαφὴς καὶ ἀμφιθαλής, ὡς μηδενὸς ἐκεῖθεν τολμῶντος δρέπεσθαι. Οὐ μόνον δὲ διὰ σκιὰν ὑπὸ τῇ δρυῒ τὸν Σαρπηδόνα καθίζουσιν, ἀλλὰ καὶ ὡς εἰς ἱερόν τινα τόπον, καθὰ καὶ τὸν Αἰνείαν ἐν τῷ τοῦ Ἀπόλλωνος ἀδύτῳ. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ "ὑπὸ Διὸς φηγῷ". τὴν γὰρ ὑπό πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν.
(v. 694) Ὅτι ἐν τῷ "ἐκ δ' ἄρα μηροῦ δόρυ μείλινον ὦσε θύραζε" ἁπλοϊκῶς εἶπε τὸ θύραζε ἀντὶ τοῦ ἔξω, ὥς που καὶ ἰχθὺς ἐκ θαλάττης ῥίπτεται θύραζε ἤτοι ἔξω. Ὅρα δὲ τὸ ὦσεν οὐκ ἐπὶ τῆς συνήθους τεθὲν σημασίας, ἤγουν τῆς ἐκ τῶν κάτω ἐπὶ τὰ ἄνω κινήσεως, ἀλλὰ ληφθὲν ἀντὶ τοῦ ἐξήγαγε, μετὰ τῆς ἐξ μέντοι προθέσεως, ἵνα ᾖ τὸ ἐντελὲς ἐξῶσεν, ᾧ ἐναντίον τὸ προῶσε καὶ διῶσεν.
(v. 696-698) Ὅτι ἐξελκυσθέντος τοῦ δόρατος ἐκ τοῦ μηροῦ τοῦ Σαρπηδόνος ἔλιπεν αὐτὸν ἡ ψυχή, ὅπερ ἐστὶ νῦν οὐ θανεῖν, ἀλλὰ λειποψυχῆσαι, ὃ καὶ λειποθυμεῖν συνθέτως φαμέν. Εἶτα διασαφῶν ἐπάγει "κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς. αὖθις δ' [173] ἀμπνύνθη", ἤγουν ἀνέπνευσεν ἀναλαβὼν ἑαυτόν, "περὶ δὲ πνοιή", φησί, "Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν". Καὶ σημείωσαι ἔπαινον τοῦ Βορρᾶ. Ὁ μὲν γὰρ ἐν τοῖς τοιούτοις πυκνοῖ τὴν τῆς σαρκὸς ἐπιφάνειαν καὶ οὕτως ἔσω ἀντιπεριϊστᾷ τὸ θερμόν, ὁ δὲ Νότος διάπνοιαν ἐργαζόμενος εὔοδα τὰ τῆς λειποψυχίας ποιεῖ, ὅθεν καὶ εἰς νόσον ὁ Νότος παραλαλεῖσθαι δοκεῖ, ὡς εἶναι μὴ ἀφυὲς εἰπεῖν τὴν νόσον εἰς Νότον ἀττικίζεσθαι.
(v. 698) Ὅρα δὲ τὸ ἐζώγρει ἐνταῦθα ἀντὶ τοῦ ἀνεζωπύρει ἀγείρουσα τὴν ζωήν. ἀλλαχοῦ δὲ ζωγρεῖν λέγει τὸ ζῶντάς τινας ἀγρεύειν αἰχμαλωσίας νόμῳ. ἐκ δὲ τοῦ τοιούτου καὶ τὸ ζωγρεῖον παρῆκται, λέξις εἰς ῥητορείαν ἀγαθή. Τὸ δὲ "ἐζώγρει θυμόν" ἀλλαχοῦ συνθέτως θυμηγερέειν φησί.
(v. 696) Τὸ δὲ "κατ' ὀφθαλμῶν κέχυτ' ἀχλύς" πρὸ ὀλίγου ἄλλως ἔφρασεν, εἰπὼν "κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε".
(v. 697) Τοῦ δὲ ἀμπνύνθη πρωτότυπον τὸ πνύω, ἐξ οὗ καὶ ὁ πεπνυμένος. Αὐτοῦ δὲ προϋπάρχει τὸ πνέω πνῶ, ἵνα ᾖ ὡς θῶ θύω, ῥῶ ῥύω, οὕτω πνῶ πνύω, ἐξ οὗ κατὰ πλεονασμὸν καὶ τὸ πινύω, ὅθεν πινυτός ὁ συνετός. Ἐκ δὲ τοῦ πινύω κινεῖται τὸ πινύσσω, ὅ ἐστι συνετίζω, οὗ στέρησις ἀπινύσσειν, τὸ ἀσυνετεῖν [174] ἤτοι ἀφραίνειν.
(v. 698) Τοῦ δὲ κεκαφηότα, ὅ ἐστιν ἐκπεπνευκότα, πρόεστι τὸ κάπτω ἢ κάπω, ἐξ οὗ καὶ κῆπος καὶ κάπη, ἡ καταπνεομένη τοῖς περὶ αὐτὴν ἀλόγοις. Ἐκεῖθεν παρακείμενος κέκαφα, ὃς ἀναβὰς εἰς ἐνεστῶτα γίνεται καφῶ καφήσω, οὗ μετοχὴ Ἰωνικὴ διὰ τοῦ η κεκαφηώς, ὃ ἀντίθετόν ἐστι πρὸς τὸ ἀμπνύνθη.
(v. 697) Λέγει γὰρ ὡς ἐκπεπνευκὼς ὁ Σαρπηδὼν αὖθις ἀνέπνευσεν, εἴτ' οὖν ἐπανῆλθεν εἰς τὸ πνεῖν. Οὐκ ἀσχολεῖται δὲ πεζὸς ῥήτωρ οὔτε περὶ τὸ ἀμπνύνθη οὔτε περὶ τὸ κεκαφηώς. Ὅρα δὲ μήποτε οὐκ ἀρκῇ πρὸς τὸ ἐκπνεῦσαι τὸ κεκαφηότα μόνον δίχα τοῦ κακῶς ἐπιρρήματος. ἔστι γὰρ εἰπεῖν κεκαφηότα μὲν τὸν ἁπλῶς πνεύσαντα, κακῶς δὲ κεκαφηότα τὸν δυσπνοήσαντα, ὡς μικροῦ καὶ ἐκπνεῦσαι. Ὅτι δέ τινες καπῶ καπήσω εἶπον περισπωμένως, ἐξ οὗ Ἰωνικῶς κεκαπηώς καὶ μεταθέσει τοῦ ψιλοῦ εἰς δασὺ κεκαφηώς, δηλοῦται καὶ αὐτὸ ἀλλαχοῦ.
(v. 699-702) Ὅτι Ἀργεῖοι "ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν οὔτε ποτ' ἀντεφέροντο μάχῃ", τουτέστιν οὔτε προτροπάδην κατὰ κράτος ἔφευγον οὔτε ἄντην [175] ἐφέροντο, ἀλλὰ τὸ μέσον ἀμφοῖν ποιοῦντες αἰὲν ὀπίσω χάζοντο, καθὰ φθάσας παρήγγειλεν ὁ Διομήδης, ὅπερ οὔτε φεύγειν ἄντικρύς ἐστιν οὔτε ἀνθίστασθαι.
(v. 699) Ἀττικὸν δὲ τὸ "ὑπ' Ἄρηϊ καὶ Ἕκτορι", καὶ ἔστιν ἀντίπτωσις, ληφθὲν ἀντὶ τοῦ ὑπ' Ἄρεος καὶ Ἕκτορος. Οὕτω δὲ καὶ πρὸ ὀλίγου ἔλεγεν ἐν τῷ "ὑπ' ἐμοὶ δμηθέντα" καὶ "ἐμῷ ὑπὸ δουρὶ δαμέντα".
(v. 700 s.) Τὸ δὲ "οὔτε ποτὲ προτρέποντο οὔτε ποτὲ ἀντεφέροντο" σχῆμά ἐστι κάλλους διὰ τὴν ἐπαναφορὰν καὶ τὰ πάρισα. Ἔστι δὲ ἐπαναφορὰ μὲν ἐνταῦθα ἡ ἐν ἀρχῇ διττολογία τοῦ οὔτε ποτέ, πάρισα δὲ ἤγουν ὁμοιοτέλευτα καιριώτατα καὶ ἀνεπιβούλευτα τὸ προτρέποντο καὶ ἀντεφέροντο. ἐκ δὲ τοῦ ἀντιφέρεσθαι τὸ ἀντιφερίζειν παράγεται.
(v. 703 s.) Ὅτι ἄκραν τοῦ Ἕκτορος ἀνδραγαθίαν ἐνδείξασθαι θέλων ὁ ποιητὴς ἐρωτᾷ οἷον ἑαυτὸν καὶ τὴν οἰκείαν Μοῦσαν "ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν Ἕκτωρ" τε καὶ χάλκεος Ἄρης; ὡς δῆθεν ὑπὸ πολυπληθίας μηδὲ ἔχων κατ' ὄνομα φράζειν τοὺς ἀνῃρημένους.
(v. 705-707) Σημείωσαι δὲ ὅτι καίτοι γε οὕτω σχηματίσας μεγαλοπρεπῶς τὸν λόγον, ὅμως ὀλιγωτέρους ποιεῖ πίπτοντας ὑπὸ τούτων τῶν δύο ἤπερ ἀνωτέρω ὑπὸ μόνου τοῦ Ὀδυσσέως. Ἐκεῖνοι μὲν γὰρ ἑπτὰ ἦσαν, οὗτοι δὲ ἕξ, ὧν τέσσαρες μὲν μετὰ ἐπιθέτων προάγονται· ἀντίθεος Τεύθρας, πλήξιππος Ὀρέστης, Τρῆχος αἰχμητὴς Αἰτώλιος καὶ Ὀρέσβιος αἰολομίτρης. τῶν δὲ λοιπῶν δύο Οἰνόμαος μὲν ἁπλῶς οὕτω καὶ ψιλῶς προάγεται, Ἕλενος δέ τις ὡς Οἴνοπος μόνον υἱὸς γενεαλογεῖται. τὸν μέντοι Ὀρέσβιον καὶ πλείονος λόγου ἀξιοῖ, ὡς κατωτέρω ῥηθήσεται. οὕτω καὶ ἐνταῦθα ποικίλος ὁ ποιητὴς καὶ πολύφωνος. Ὅρα δὲ τὴν ἡρωϊκὴν καὶ ἐν τούτοις ὁμωνυμίαν, τὸν Οἰνόμαον ὁμωνυμοῦντα τῷ τοῦ Πέλοπος πενθερῷ, τὸν Ὀρέστην ὁμώνυμον τῷ Ἀγαμεμνονίδῃ, καὶ τὸν Ἕλενον, ὃς τῷ ἀδελφῷ τοῦ Ἕκτορος ὁμωνυμεῖ. Ὅθεν χώρα δίδοται τοῖς βουλομένοις παίζειν ἐν αἰνίγμασι. Αἰνίξαιτο γὰρ ἄν τις εἰς τὸν Ἕκτορα ὡς δῆθεν ἀδελφοκτόνον διὰ τοῦτον τὸν Ἕλενον. ὁμοίως δὲ διὰ αἰνίγματος ἐκπλήξει ἀκοήν, γράψας Ὀρέστην [176] ἢ Οἰνόμαον ἀναιρεθῆναι ὑπὸ Ἕκτορος, ὡς τοῦ ἀκροατοῦ δυναμένου παρανοῆσαί τι διὰ τὴν ὁμωνυμίαν. Τοιοῦτόν τι ἐτεχνήσατο καὶ ὁ εἰπὼν περί τινος, ὃν οὐκ ἀνεῖλεν ὁ Διομήδης, τὸ "τὸν κτάνε Διομήδης ἀνήρ". Διομήδης γὰρ ἀνὴρ ἐν τῷ τοιούτῳ αἰνίγματι ὁ Ἀχιλλεύς, οὗπερ παλλακὴ ἦν ἡ Διομήδη.
(v. 705) Τὸ δὲ Ὀρέστης βαρύνεται κανόνι τοιούτῳ κατὰ τοὺς παλαιούς. Τὰ εἰς στης τῷ ε παραληγόμενα, ἀπὸ ὀνομάτων ὄντα ἤτοι παρώνυμα, ὀξύνονται μὲν ἐπιθετικώτερα ὄντα, βαρύνονται δὲ οὐχ' οὕτως ἔχοντα, οἷον ἀργός ἀργεστὴς ἄνεμος, κῆδος κηδεστής. τὸ Ὀφελέστης, εἰ καὶ παρώνυμον παρὰ τὸ ὄφελος, ἀλλ' οὐκ ἐπίθετον, κύριον δέ. διὸ οὐδὲ ὀξύνεται, ἀλλὰ βαρύνεται ὡς κύριον. ὡσαύτως καὶ Ὀρέστης παρὰ τὸ ὄρος. οὕτω δὲ καὶ παρὰ τὸ μένος Μενέστης κύριον. ἡ δὲ κοινὴ παράδοσις ἔτρεψε τὸ τ εἰς θ, ὡς πρὸ μικροῦ ἔφη Μενέσθην Ἀγχίαλόν τε. Ἀρίσταρχος δὲ Μενεσθὴν λέγει, ὡς Ἀπελλήν.
(v. 704) Χάλκεον δὲ καὶ νῦν τὸν Ἄρην φησίν, ὡς καὶ τὴν Ἀφροδίτην χρυσῆν, ἀπὸ τοῦ φορήματος.
(v. 708 s.) Ὅτι σαφηνείας καὶ ἐνταῦθα πεφροντικὼς ὁ ποιητής, ἐν οἷς μέμνηται τόπου τινὸς Ὕλης λεγομένου, ἵνα μὴ ἐπὶ δάσους ὀρεινοῦ νοεῖν ἔχοι τις αὐτό, πρῶτα μὲν συστέλλει τὸ δίχρονον πρὸς ἀντιδιαστολὴν τῆς ὀρεινῆς ὕλης ‑ ἐκείνη γὰρ ἐκτείνει τὴν ἄρχουσαν ‑ , εἶτα καὶ πλησιάζειν τὴν τοιαύτην Ὕλην λέγει τοῖς περὶ Κηφισσὸν τόποις, περὶ οὗ ἱκανῶς ἐν τῷ Περιηγητῇ εἴρηται, ἀφ' οὗ καὶ λίμνη Κηφισσίς. Παραδεικνύων δὲ καὶ τὸν τόπον τοῦ Κηφισσοῦ ἐπάγει "ὅπου ἄλλοι Βοιωτοί", μονονουχὶ λέγων καὶ τὸν Κηφισὸν Βοιώτιον καὶ τὴν τοιαύτην δὲ Ὕλην διὰ τοῦτο περὶ τὴν Βοιωτίαν εἶναι. περὶ δὲ τούτων καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Ἦν δέ, φασί, καὶ Λοκρικὴ πόλις Ὕλη καὶ ἄλλη Κύπρου, ἀφ' ἧς καὶ Ὑλάτης Ἀπόλλων παρὰ Λυκόφρονι.
(v. 710) Τοὺς δὲ Βοιωτοὺς μάλα πίονα δῆμον ἔχειν φησί, διότι εὔκαρπος αὐτοῖς ἡ γῆ.
(v. 707 s.) Καὶ τὸν ἀνωτέρω δὲ ῥηθέντα Ὀρέσβιον ἄνδρα Ὑλαῖον [177] ἤτοι Βοιώτιον, μέγα πλούτοιο μεμηλότα ἱστορεῖ, ἤτοι φροντίδα πλούτου ἔχοντα, καὶ οὐκ ἐκ τύχης πλούσιον ἢ διαδοχῆς. Ἰστέον δὲ ὅτι δοκεῖ μὲν ὁ Ὀρέσβιος οὕτω κληθῆναι κατά τινα φερωνυμίαν τοπικὴν ἀστείως, ὡς ἐν τῇ ὕλῃ βιοὺς καὶ ἀνατραφείς. ταὐτὸν γὰρ εἰπεῖν ὑλαῖον καὶ ὀρέσβιον. Οὐ πάνυ δὲ ἀστεῖον τοῦτο, ἀλλ' ἔχει τινὰ διθυραμβώδη ψυχρότητα. ὁ μὲν γὰρ ἐξ ὕλης ὀρεινῆς οὐκ ἀπεικότως ἂν ὀνομασθείη ὀρέσβιος, ἀλλὰ προσφυῶς, οὐ μὴν δὲ καὶ ὁ ἐξ Ὕλης πόλεως, εἰ μὴ τάχα διὰ μόνην ὁμωνυμίαν τῆς ὕλης.
(v. 708-710) Ἔστι δὲ τὸ περὶ τῆς τοιαύτης Ὕλης Ὁμηρικὸν ῥητὸν τοιοῦτον· Ὀρέσβιος, "ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε, λίμνῃ κεκλιμένος Κηφισσίδι", τουτέστι περιεχόμενος, "πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοί" καὶ ἑξῆς. Τὸ δὲ ἄλλοι, ὡς καὶ αὐτοῦ Βοιωτοῦ ὄντος. Ἐνταῦθα δὲ ἱστορεῖ ὁ Γεωγράφος, ὅτι Κηφισσίδα λίμνην οὐ τὴν Κωπαΐδα λέγει κατά τινας ὁ ποιητής, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην, διὰ τὸ "ἐν Ὕλῃ ναίεσκε, λίμνῃ Κηφισσίδι κεκλιμένος". Λέγει δὲ καὶ ὅτι οὐ γραπτέον Ὕδῃ, ὥς τινες ἔγραψαν. Ὕδη μὲν γὰρ ἐν Λυδίᾳ, ὡς δηλοῖ τὸ "Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ". ἡ δὲ Ὕλη Βοιωτική, ὅπου ὁ Κηφισσός. διό φησιν ὁ ποιητής "λίμνῃ Κηφισσίδι· πὰρ δέ οἱ Βοιωτοὶ ἄλλοι".
(v. 714-718) Ὅτι συμμαχίας εὐϋπολήπτου φραστικὸν τὸ τῆς Ἥρας πρὸς Ἀθηνᾶν περὶ Μενελάου, τοιοῦτον ὄν· "ὦ πόποι, ἦ ῥ' ἅλιον", ἤγουν ἆρα δὴ ἢ ὄντως δὴ μάταιον, "τὸν μῦθον ὑπέστημεν", ἤγουν ὑπεσχόμεθα, τῷ δεῖνι, "εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς", ὅ ἐστι· ἀλλ' ἄγε δὴ καὶ ἡμεῖς βουλευσώμεθα περὶ βοηθείας. Ἐξευτελίζει δὲ ἡ ποίησις ἐνταῦθα τὴν Ἕκτορος ἀριστείαν, εἰ δι' Ἄρεος γίνεται, καὶ ἅμα προκατασκευάζει εὐαφόρμως προεκθέσεως λόγῳ τὸ πληγῆναι μικρὸν ὅσον τὸν [178] Ἄρην, ὃν καὶ προσφυῶς, ὡς καὶ προείρηται, μαίνεσθαί φησιν.
(v. 722-732) Ὅτι τὸ τῆς Ἥρας ἅρμα συντιθεὶς Ὅμηρος ἐκ τῶν κάτω καὶ τῶν ὡσανεὶ ποδῶν τοῦ ἅρματος ἄρχεται. Ἡ τοίνυν Ἥβη πρῶτα μὲν ἀμφὶ τῷ ἅρματι "θοῶς βάλε καμπύλα κύκλα", ἤτοι τροχούς, "χάλκεα, ὀκτάκνημα" καὶ ἑξῆς. Εἶτα ἐπ' ἄκρῳ ῥυμῷ "δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα καλὰ ἔβαλε χρύσεια, ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖα", ἤγουν ἐπιθυμοῦσα, "ἔριδος καὶ ἀϋτῆς", ἡ καὶ προετοιμάσασα τοὺς τοιούτους ἵππους.
(v. 720 s.) Ἔφη γὰρ "ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θυγάτηρ μεγάλοιο Κρόνοιο". μεθ' ἣν ἐπήγαγε τὰ εἰρημένα περὶ τῆς Ἥβης.
(v. 722 et 731) Ἐν οἷς ὅρα τὸ ἔβαλε κύκλα τῷ ἄξονι, καί· ἔβαλεν ἐπὶ τῷ ῥυμῷ λέπαδνα. Οὐ γὰρ τὸ σύνηθες βάλλειν ἡ λέξις ἐν τούτοις, ἀλλά τινα θέσιν δηλοῖ κοινότερον, ὡς εἶναι κἀντεῦθεν ἐκδηλότατον ὡς οὐκ ἀεὶ πολεμικὴ λέξις τὸ βάλλειν ἐστίν.
(v. 723) Εἰσὶ δὲ ὀκτάκνημα μὲν τὰ ὀκτάραβδα διὰ πλείω στερρότητα. Κνῆμαι γὰρ νῦν αἱ ἀπὸ τῶν ἔσω χοινικίδων ἕως τῆς ἔξω περιφερείας ῥάβδοι, οὕτω ῥηθεῖσαι πρὸς ὁμοιότητα ζωϊκῆς κνήμης ὑπανεχούσης τὰ ἐπικείμενα. Χάλκεα δὲ ἐκ τῆς ἐπιπολαζούσης ὕλης.
(v. 725 s.) Ἐρεῖ γὰρ τὰ ἐπίσωτρα, ἤτοι τοὺς ἐπικειμένους κύκλους τοῖς τροχοῖς, χαλκᾶ εἶναι, εἰ καὶ τὰ ἐντὸς ἀργύρῳ καὶ χρυσῷ συγκεκρότηνται.
(v. 724-726) Ποικίλως γὰρ ὁ ποιητὴς αὐτὰ χαλκεύει, χρυσῆν μὲν αὐτοῖς καὶ ἄφθιτον ἱστορῶν τὴν ἴτυν, ἤγουν τὴν περιφέρειαν. ‑ Φησὶ γὰρ "τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος" ‑ , ὕπερθε δὲ τὰ ῥηθέντα ἐπίσωτρα, ἤγουν οἱ τὴν ἴτυν περιέχοντες κύκλοι ἤτοι οἱ κανθοί, χάλκεα προσαρηρότα, θαῦμα ἰδέσθαι. Αἱ πλῆμναι δέ, φησίν, ἐξ ἀργύρου εἰσί, περίδρομοι ἀμφοτέρωθεν, ἤγουν ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν τοῦ ἅρματος, ὅπερ ἀμφίς ἐπὶ τοῦ ἄξονός φησιν.
(v. 726) Εἰσὶ δὲ πλῆμναι αἱ τῶν τροχῶν χοινικίδες, ἤτοι σύριγγες, ὅ ἐστιν ὀπαί, ἅς τινες καὶ χνόας φασίν, ὡς [179] δηλοῖ καὶ Σοφοκλῆς, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ τοῦ ἄξονος ἄκρα, πλῆμναι καλούμεναι διὰ τὸ πλήθεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. [Ἰστέον δὲ ὅτι πλεονασμὸν τοῦ ν ἔσχεν ἡ Ὁμηρικὴ πλήμνη, ὡς δῆλον ἔκ τε τῆς πλήμης τῆς ἐν ὕδασι, ὁποῖαι καὶ περὶ τὸν Ὠκεανὸν μάλιστα ἱστοροῦνται γίνεσθαι, ἧς πλήμης παράγωγον ἡ πλημύρα, ἔτι δὲ καὶ ἀπὸ τῆς παρὰ τῷ Ἀθηναίῳ πλημοχόης, ἧς προϋπάρχει ἁπλοῦν ἡ πλήμη. Σκεῦος δέ, φησίν, ἡ πλημοχόη κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ. Ἀπὸ τοίνυν τοῦ πλῶ πλήσω, ἐξ οὗ καὶ τὸ πλήθω, πλήμη, καὶ ἐξ αὐτοῦ πλήμνη. Οὕτω δὲ καὶ πόρνη καὶ μυσάχνη καὶ Αἴτνη καὶ ἄλλα πλεονασμὸν τοῦ ν ἔχειν δεδήλωνται.] Σημείωσαι δὲ ὡς ἡ πλήμνη καὶ τόρμη λέγεται, καθὰ δηλοῖ ὁ γράψας· τόρμη ἡ πλήμνη, εἰς ἣν ὁ ἄξων ἐνήρμοσται, καὶ ὁ ἐν τῷ ἱπποδρόμῳ δὲ δρόμος ἢ ἡ καμπὴ καὶ ὁ ὕσπληξ. Ἔστι δ' ἐνταῦθα προσθεῖναι καὶ τὴν κατὰ Λυκόφρονα τυπωτὴν τῷ τροχῷ τόρμαν, ἤγουν αὐλακοειδῆ γραμμήν. Οἴδαμεν δὲ καὶ ὡς ἡ τῶν Κρητῶν [180] γλῶσσα τόρμαν οἶδεν ἰδίαν καθ' ὁμοιότητα τῶν ἐνταῦθα, ἧς ὁ προάρχων τορμάρχης λέγεται παρ' αὐτοῖς. Παυσανίας δὲ ἐκ τῆς τόρμης καὶ ἐκτορμεῖν λέγει τὸ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν. Προσενθυμητέον δὲ τοῖς ἀνωτέρω ῥηθεῖσι καὶ ἃ εἶπον οἱ παλαιοὶ παρ' Εὐριπίδῃ ἐν τῷ "σύριγγες ἵππων" καὶ "ἐνήλατα", ὡς χρήσιμα πρὸς εἴδησιν καὶ αὐτά. Φασὶ γάρ, ὅτι σύριγγες χοινικίδες, πλῆμναι, ἐνήλατα δὲ τὰ ταῖς χοινικίσιν ἐμβαλλόμενα ἢ πασσαλίσκοι κωλύοντες ἐξιέναι τὸν τροχόν, τὰ καλούμενα, φασίν, ἁμαξηδόνια. καὶ οὕτω μὲν ἐν τούτοις ἄξονος μέρος τι τὰ ἐνήλατα. Λέγεται δὲ παρὰ τῷ αὐτῷ ποιητῇ οὕτω καθ' ὁμωνυμίαν καὶ "κλιμάκων ἐνήλατα", τὰ τῶν βαθμίδων ἄκρα ὡς ἐνειρόμενα τοῖς μηροῖς τῶν κλιμάκων τῶν τε πολεμικῶν καὶ τῶν αὐταῖς ὁμοίων. Καὶ οὕτω μὲν Ὅμηρος κατήρτισε τοὺς τροχούς.
(v. 725) Ὧν τὰ ἐπίσωτρα οὕτω λέγονται διὰ τὸ ἐπιτρέχειν ἢ παρὰ τὸ σῴζειν, ὡς ἀπὸ τῆς ἐπί προθέσεως καὶ τοῦ σῶ, τὸ ὁρμῶ, ἢ τοῦ σῴζω. σωστικοὶ γὰρ τῆς ἔσω περιφερείας εἰσὶν οἱ κανθοί.
(v. 723) Τὸν μέντοι τοῦ ἅρματος τούτου ἄξονα σιδήρεον εἶναι λέγει, εἰπὼν "σιδηρέῳ ἄξονι ἀμφίς", [ταὐτὸν δ' εἰπεῖν, "ἀμφοτέρωθεν", ὡς πρὸ ὀλίγων ἐρρέθη.]
(v. 727 s.) Δίφρος δέ, φησί, χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν, ὡς οἷα δι' ἐκείνων πλεκτός, ἐντέταται.
(v. 727-731) Δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι καὶ ῥυμὸς ἀργύρεος. ἐπ' ἄκρῳ δὲ εἶχε χρύσεον ζυγὸν καλὸν καὶ λέπαδνα, ὡς ἐρρέθη, καλὰ χρύσεα. Αἰνίττεται δὲ ταῦτα κατὰ τὴν [181] ἀλληγορίαν τῆς Δημοῦς εἰς τὴν τοῦ ἀέρος φύσιν ὁ ποιητής, οὗ τὰ μὲν περὶ γῆν πεπάχυνται καὶ οὐ πολὺ μὲν ἔχουσι τὸ λαμπρόν, ὡς οὐδὲ ὁ χαλκὸς οὐδὲ ὁ σίδηρος, ἔχουσι δ' ὅμως καί τι φαεινὸν καὶ οἷον χρύσεον ἐξ ἡλίου, ᾧ ἀνάκειται ὁ χρυσός. τὰ δὲ ἀνωτάτω καθαρώτατά εἰσι καὶ ἀρρύπαντα διὰ τὸ πάντῃ ἀνέφελον καὶ διὰ τοῦτο οἷον ἀργυρᾶ καὶ χρυσᾶ. Οὕτω γὰρ καὶ ὁ χρυσὸς ἰοῦ ἀνεπίδεκτός ἐστι καὶ λαμπρός. διὸ καὶ ἄφθιτος καὶ καλὸς λέγεται, καὶ τὰ ἐξ αὐτοῦ ἔργα καλά.
(v. 727) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ "ἀργυρέοις ἱμᾶσι" παράχρησιν ἔχει τὸ ἱμᾶσι δι' ἀπορίαν ἄλλης λέξεως. κυρίως γὰρ ἀπὸ δερμάτων οἱ ἱμάντες, ἐξ ὧν καὶ ἱμάσθλη καὶ ἱμονιά.
(v. 730 s.) Τὸ δ' αὐτὸ νοητέον καὶ εἰς τὰ χρυσᾶ λέπαδνα. λέπαδνα γὰρ κυρίως πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν, παρὰ τὸ λέπω, τὸ λεπίζω, λέπανον, ὡς ξέω ξόανον καὶ κόπτω κόπανον, καὶ πλεονασμῷ τοῦ δ λέπαδνον. Τινὲς δὲ λέπαδνα τοὺς μασχαλιστῆράς φασιν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι τε ἔκφρασιν θειοτέρου ἅρματος Ὅμηρος πεποίηται, οἷα μὴ θελήσας εἰς εὐτελὲς ἅρμα καὶ θνητὸν ἑαυτὸν ἀπασχολῆσαι, καὶ ὅτι μέρη ἅρματος προέθετο διασκευαστικῶς διδάξαι, ἅ εἰσι τὰ κύκλα, ὁ ἄξων καὶ τὰ ἑξῆς, ἵνα καὶ τῶν τοιούτων ἐπιστήμων εἴη ὁ ἀκροατὴς διὰ πολυμάθειαν. Οὐχ' ὑπόκειται δέ τι ξύλον τῷ τῆς Ἥρας ἅρματι. θεῖον γάρ ἐστιν. ὅθεν οὐδὲ ὁ Ἥφαιστος ἀπὸ ξύλων σκευάζει τὰ Ὀλύμπια δώματα.
(v. 721 s.) Ὑπηρετητικὴ δὲ καὶ ἐνταῦθα ἡ Ἥβη. καὶ Ἥρη μὲν περὶ τοὺς καὶ ἀλλαχοῦ κειμένους χρυσάμπυκας ἵππους, Ἥβη δὲ περὶ τὸ ἅρμα πονεῖται. ἔνθα ἑνὸς μὲν στίχου πρόκειται τὸ Ἥρη, ἑτέρου δὲ τὸ Ἥβη, ὅπερ [182] ἔχει τι κάλλους διὰ τὸ ἰσοφωνεῖν παρὰ γράμμα ἓν τὴν Ἥβην καὶ τὴν Ἥρην, [(v. 724) καθάπερ ἴσως καὶ τὸ "ἤτοι χρυσέη ἴτυς" διὰ τὴν ἐν αὐτῷ ψευδοπαρήχησιν τοῦ ἤτοι καὶ τοῦ ἴτυς.]
(v. 720) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἔντυεν ἵππους", ὅ ἐστιν εὐτρέπιζεν, ὥπλιζεν, ὡς ἀπὸ τοῦ ἔντεα, τὰ ἁπλῶς ὅπλα τῶν ἐν ἀνθρώποις ἔργων ἤτοι ὄργανα, ἐκ θέματός ἐστι τοῦ ἐντύω, ἐξ οὗ τὸ ἐντύνω κατὰ τὸ θύνω, δύνω.
(v. 721) Τὸ δὲ "πρέσβα" συγκέκοπται, ὡς ἀλλαχοῦ δηλοῦται.
(v. 722) Τοῦ δὲ "καμπύλα κύκλα" προϋπάρχουσιν οἱ καμπύλοι κύκλοι, ἐξ ὧν αὐτὰ μετεπλάσθη, ὡς καὶ τοῦ τράχηλα καὶ λύχνα καὶ δόρπα καὶ ταρσά οἱ τράχηλοι καὶ οἱ λύχνοι καὶ οἱ δόρποι καὶ οἱ ταρσοί.
(v. 728) Περὶ δὲ ἄντυγος σημείωσαι ὡς οὐ μόνον ἐπὶ ἅρματος ἡ λέξις ἀλλὰ καὶ ἐπὶ ζυγοῦ κιθάρας κατὰ τοὺς παλαιοὺς ἢ πήχεως, καθ' ὃ σημαινόμενον ἄντυγα χορδῶν Εὐριπίδης φησὶν ἐν Ἱππολύτῳ. Ἔνθα κεῖται καὶ ἀρβύλη, οὐκ ἐπὶ ὑποδήματος, ἐν τῷ "αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα", αἳ δηλοῦσι τὸ περὶ τὴν ἄντυγα τοῦ ἅρματος μέρος, ἔνθα, φασίν, ἡ τοῦ ἡνιόχου στάσις ἐστί. [Δῆλον δὲ ὅτι τε εἰς ἓν ἥκει ἐννοίας [183] ἄντυγα καὶ ἴτυν καὶ κύκλον ἀρσενικῶς ἢ οὐδετέρως καὶ ἁψῖδα ἢ ἅψιν εἰπεῖν καὶ ὅτι καὶ οὐρανοῦ ἄντυξ, ὥσπερ καὶ ἁψίς, εὕρηται τροπικώτερον.]
(v. 733-737) Ὅτι Ἀθηνᾶ "πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσί", τουτέστιν ὃν καμοῦσα ἐποίησεν. ἐνδῦσα δὲ τὸν τοῦ Διὸς χιτῶνα ἐθωρήσσετο εἰς πόλεμον. Καὶ τιθέασιν ἐνταῦθα οἱ παλαιοὶ ἀστερίσκον, ὅς ἐστιν ἀστέρος σημεῖον χιαστόν, ἔχων ἐν ταῖς τέσσαρσι γωνίαις στιγμάς, οὕτω καὶ τίθεται ἐπὶ τῶν ἄριστα ἐχόντων ἐπῶν καὶ ἀστεροειδῶς οἱονεὶ λαμπόντων, ὡς ἐν καλῷ τόπῳ κειμένων. Καὶ λέγουσιν ὅτι ἐνταῦθα μὲν καλῶς ταῦτα λέγει καὶ κατὰ καιρὸν ὁ ποιητής, ἐν δὲ τῇ κόλῳ μάχῃ, ἤγουν τῇ Θ ῥαψῳδίᾳ, οὐ δεόντως. ἀριστεία γὰρ ἐκεῖ τῆς Ἀθηνᾶς μεγάλη οὐ φαίνεται. Κόλον δὲ μάχην ἤτοι κολοβὴν τὴν Θ ῥαψῳδίαν καλοῦσι διὰ τὴν ἐκεῖ ῥηθησομένην αἰτίαν.
(v. 734) Ἔστι δὲ πέπλος καὶ ἐνταῦθα γυναικεῖος χιτών, ὃν οὐκ ἐνεδύοντο ἀλλ' ἐπερονῶντο, καὶ τῆς περόνης ἀρθείσης καταρρέων αὐτὸς εἰς τὸ ἔδαφος φαίνεται. Διὸ καὶ Ὅμηρος ἐνταῦθά φησι "πέπλον ἑανόν", περὶ οὗ προείρηται, "κατέχευεν ἐπ' οὔδει". καὶ ἄλλως δὲ τὸ "κατέχευε" τὴν τρυφερότητα τοῦ πέπλου δηλοῖ. Γίνεται δὲ παρὰ τὸ πρέπω πρέπαλος, ὁ ἐκπρεπὴς καὶ λαμπρός, καὶ ἀφαιρέσει πέπαλος καὶ συγκοπῇ πέπλος. Ὅτι δέ ποτε καὶ ἐπὶ [184] ἀνδρείου ἱματίου ὁ πέπλος τίθεται, δηλοῖ που Εὐριπίδης, καὶ Σοφοκλῆς δὲ ἐν Τραχινίαις, ὃς τὸν Ἡρακλέος χιτῶνα, ὃν ἔβαψε Δηϊάνειρα τῷ ἐκ Νέσου φαρμάκῳ, καὶ εὐαφῆ πέπλον λέγει καὶ καινὸν πέπλωμα καὶ ἐνδυτῆρα πέπλον καὶ θανάσιμον πέπλον. Ὁ μέντοι ῥηθεὶς ἐν τοῖς περὶ Πανδάρου πέπλος καὶ ἡ ἐπ' αὐτῷ ἐτυμολογία ἑτεροιοῦνται πρὸς τὰ ἐνταῦθα, ὡς ἐκεῖ δεδήλωται.
(v. 736 s.) Σημείωσαι δὲ ὅτι καὶ ὁ τοῦ Διὸς χιτὼν ὡς οἷά τι τεῦχος, ἤτοι ὅπλον, ὑπόκειται εἶναι. Διό φησιν "ἣ δὲ χιτῶνα ἐνδῦσα Διὸς τεύχεσιν εἰς πόλεμον θωρήσσετο", καὶ αὐτοῖς, οὐ τομοῖς τισιν, ἀλλ' ἢ σειστοῖς κατὰ τὸ "ἐρεμνὴν ἐπισείει αἰγίδα", καὶ δυναμένοις βλάπτειν ἐν μόνῳ τῷ σείεσθαι, ἢ δεινοῖς καὶ σμερδνοῖς καὶ τῇ θέᾳ καὶ μόνῃ βλάπτουσιν. Ὅρα δὲ καὶ ὡς κοινὰ τὰ τοιαῦτα τῷ Διῒ καὶ τῇ Ἀθηνᾷ μυθικῶς μὲν διὰ τὸ φιλτάτην εἶναι αὐτὴν τῷ Διΐ ‑ Κοινὰ δὲ τὰ τῶν φίλων ‑ , ἀλληγορικῶς δὲ διὰ τὸ τῆς φρονήσεως Ἀθηνᾶς οἰκεῖον πρὸς Δία νοῦν.
(v. 734) Τὸ δὲ "πατρὸς ἐπ' οὔδει" πρὸς διαστολὴν ἔφη. οὐ γὰρ ἁπλῶς εἰς ἔδαφος ἔχευεν, ἀλλ' εἰς τὸ τοῦ Διός. Ὅτι δὲ καθάπερ ὕδας καὶ ὕδος, οὕτω καὶ οὖδας οὖδος, πολλαχοῦ δηλοῦται. Οὕτω καὶ δέρας δέρος, οἷον "πάγχρυσον δέρος", καὶ γῆρας γῆρος, ἐξ οὗ τὸ γηροβοσκήσειν παρ' Εὐριπίδῃ καὶ τὸ γηροβοσκός παρὰ Σοφοκλεῖ ἐν συστολῇ τοῦ ο, εἰ καὶ οἱ μετ' [185] αὐτοὺς ἐκτείνουσιν ἐν τοῖς τοιούτοις τὴν ρω συλλαβὴν ἀπὸ γενικῆς Ἀττικῆς τοῦ γήρως.
(v. 738-742) Ὅτι τὴν αἰγίδα τῆς Ἀθηνᾶς, ἣν καὶ θυσσανόεσσαν λέγει, ὅ ἐστι κροσσωτήν, ‑ Θύσανοι γὰρ οἱ διὰ τοῦ ο μικροῦ γραφόμενοι κροσσοί, οὐ μὴν οἱ διὰ τοῦ ω μεγάλου, οἱ τὰ ὑδροφόρα δηλοῦντες ἀγγεῖα ‑ οὕτως ἐκφράζει "ἀμφὶ δ' ἂρ ὤμοισι βάλετο αἰγίδα θυσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ φόβος ἐστεφάνωτο", ἤτοι κύκλῳ περιεῖχεν. "ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο". Ταῦτα δὲ ἢ ὡς εἴδωλα ἐντετύπωται, φασί, τῇ αἰγίδι, ἢ ὡς διαθέσεις καὶ δυνάμεις ἄρρητοι καὶ θεῖαί τινες. Δηλοῖ δὲ διὰ τούτων ὁ μῦθος τὰ πολύτροπα τῆς φρονήσεως ἐνεργήματα, ἥτις ἐριστικὴ τοῖς ἐχθροῖς ἐπαιγίζουσα δέος τε ἐμποιεῖ καὶ εἰς φόβον, ἤτοι φυγήν, διώκει καὶ ἀλκὴν ἐνδείκνυται καὶ τὸ γοργὸν καὶ ὀξὺ πρὸς ἐνέργειαν καὶ τὸ καταπληκτικὸν ἔχει πολύ.
(v. 743 s.) Λέγει δὲ ἐκφραστικῶς ὁ ποιητὴς καὶ τὸ "κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον, χρυσείην, ἑκατόν", ἤτοι πολλῶν, "πόλεων πρυλέεσιν", ὅ ἐστι πεζοῖς ὁπλίταις, "ἀραρυῖαν". Καὶ ὅρα ὡς μεγίστην κατὰ μῦθον πλάττει τὴν ῥηθεῖσαν κυνέην, εἴγε τοσούτων πόλεων ὁπλίτας καλύπτειν καὶ σκέπειν ἠδύνατο. Καὶ ἔστι καὶ τοῦτο συλλογισμὸς τὸ σχῆμα, εἴτ' οὖν ἔμφασις. Συλλογιστέον γὰρ οἵα κεφαλὴ καὶ τὸ λοιπὸν ἀναλόγως τοῦ σώματος μέγεθος τῇ Ἀθηνᾷ, εἰ τοιαύτην περικεφαλαίαν περιέκειτο. Τινὲς δέ φασιν, οὐχ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας ἠδύνατο σκέπειν, ὡς τοσούτοις ἀριστεῦσιν ἁρμόσαι δυναμένη, ἀλλ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας εἶχεν ἐντετυπωμένους [186] ἑαυτῇ. Τοῦτο δὲ καὶ ἀλληγορίαν ἔχειν ἐθέλει τοῦ προνοητικοῦ τῆς τελείας καὶ μάλιστα βασιλικῆς φρονήσεως, ἥτις ὥς που ὁ παρὰ τῷ Ἰουλιανῷ Τραϊανὸς ἐπὶ τῶν ὤμων φέρει τὰ τρόπαια, οὕτως αὐτὴ ἀναδέδεκται ὡς οἷον εἰς κεφαλὴν φροντίδας πολλῶν πόλεων, ἧς δὴ βασιλικῆς προνοίας καὶ τὰ κατωτέρω καὶ ταπεινὰ καὶ ὡς εἰπεῖν πρὸ ποδῶν φροντίσματα, ὧν οἱ θύσανοι σύμβολον, πολλὰ τυγχάνει καί, ὡς ἄν τις καιρίως εἴπῃ, πολυσχιδῆ. Σχίσματα γάρ τινα καὶ οἱ θύσανοι. Ὅθεν ἀρειθύσανοι κατὰ Παυσανίαν Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρ' Αἰσχύλῳ ἐν Προμηθεῖ Λυομένῳ. Τινὲς δὲ τὸ "ἑκατὸν πόλεων πρυλέεσσιν ἀραρυῖαν" οὕτως ἔφρασαν· ἑκατὸν πόλεων ἀριστεῖς ἔχουσαν, ἢ κεκοσμημένην τοῖς τῆς Κρήτης ὁπλίταις, τουτέστι τὰ τῶν Κορυβάντων ἔργα ἔχουσαν ἐντετυπωμένα. Ὅτι δὲ ἑκατόμπολις ἡ Κρήτη, καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. ὡς δὲ καὶ Κρῆτες οἱ Κορύβαντες, δῆλον καὶ αὐτό. Εὐθεῖαν δέ φασί τινες τοῦ πρυλέεσσι πρύλις, γινομένην ἐκ τοῦ περῶ περύω, τὸ ὁδεύω, περύσω, πέρυλις καὶ πρύλις, ὡς δαμάσω δάμαλις. [Ἴσως δὲ συντελεῖ τι πρὸς τὴν τοιαύτην κλίσιν καὶ τόνωσιν καὶ τὸ κύριον ὁ Πρύλις, ὁ παρὰ Λυκόφρονι.] Καὶ μὴν ἄλλοι, ἐν οἷς καὶ Ἡρῳδιανός, πρυλής γράφουσιν ὀξυτόνως καὶ κλίνουσι κανονικῶς πρυλέος, πρυλοῦς, ὥς που καὶ προείρηται. [Καὶ ἔστιν ἀσφαλέστερον τοῦτο. ἀπὸ γάρ τοι τοῦ πρύλις [187] πρύλεες ὤφειλεν εἶναι ὡς ὄφεες, ἀλλὰ μὴν εὕρηται πρυλέες ὡς εὐσεβέες.]
(v. 743) Τὸ δὲ τετραφάληρον καὶ ἀμφίφαλον ἐξηγούμενοι οἱ παλαιοί φασιν, ὅτι φάλοι μὲν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα δὲ κρίκοι τινὲς τῆς περικεφαλαίας ἐν ταῖς παραγναθίσιν, ὡς εἶναι διαφορὰν ταύτην φάλων καὶ φαλάρων. Τινὲς μέντοι ταὐτὰ ὑπέλαβον ἀμφότερα, ὡς εἶναι τὸ τετραφάληρον ἐξηγητικὸν τοῦ ἀμφίφαλον. ἡ γὰρ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα τοιαῦτα καὶ αὖ πάλιν ἐν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν ἀμφίφαλος μὲν ἤγουν δίφαλός ἐστι τῇ συζύγῳ, τετραφάληρος δὲ τοῖς καθ' ἕν. Ὅτι δὲ φάλαρα καὶ ἵππων ἐστὶ κόσμος προμετωπίδιος, ὡμολόγηται, γινόμενος καὶ αὐτὸς ἀπὸ τοῦ φάω, τὸ λάμπω, ὅθεν φάλιον τὸ λευκόν, ἐξ οὗ ἵππος τε φάλιος ὁ τὸ μέτωπον, φασίν, ἔχων λευκόν, καὶ ἄνθρωπος φάλιος, οὗ αἱ περὶ τὸ μέτωπον τρίχες λευκαί. Τινὲς δὲ καὶ ἄλλως περὶ τοῦ φάλου φράζοντες ἀνάστημά φασιν αὐτὸν περικεφαλαίας προμετωπίδιον καὶ ἀσπιδίσκιόν τι μικρὸν καὶ λαμπρὸν ἢ ἧλον λαμπρόν.
(v. 740 s.) Ἐν δὲ τῷ χωρίῳ τούτῳ ὅρα καὶ τὴν ἐπιμονὴν τῆς ἐν προθέσεως καὶ τὸ ἐν τῇ ἐπιμονῇ γοργόν. Φησὶ γὰρ "ἐν δ' ἔρις, ἐν δ' ἀλκή" καὶ τὰ ἑξῆς, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ "ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς". Τὸ δὲ σχῆμά ἐστι περικαλλὲς καὶ καλεῖται ἐπαναφορὰ διὰ τὸ τὰ [188] κῶλα ἐπαναφέρειν καὶ ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχεσθαι. Εἰσὶ δὲ καὶ παρ' ἑτέροις ὅμοιαι ἐν προθέσεσιν ἐπιμοναί, ὡς καὶ παρ' Ἡροδότῳ τὸ "κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα". Ἡ δὲ ῥηθεῖσα ἔκφρασις κεκαλλώπισται καὶ ἄλλως παρίσοις, ἤγουν ὁμοιοτελεύτοις, τῷ ἀλκή, ἰωκή, κεφαλή, δεινή, σμερδνή.
(v. 739-742) Κάλλους δὲ σχῆμα καὶ τὸ "αἰγίδα δεινήν, ἣν περὶ φόβος", ὅμοιον τῷ "αὐτίκα βοὴ ἦν" καὶ τοῖς ὁμοίοις. Ἔνθα καὶ σημείωσαι ὅτι ἑρμηνεύων, πῶς δεινὴ ἡ αἰγίς, ἐπήγαγε τὸ "ἣν περὶ μὲν φόβος ἐστεφάνωται" καὶ τὰ ἑξῆς. τὸ μέντοι "Γοργεία κεφαλὴ δεινή" ἀνεπεξέργαστον εἴασεν ὡς γνωριμώτερον. Καὶ ὅρα ὅτι τὴν τερατώδη σκυθρωπότητα τῆς ἐκφράσεως κάλλους ἐφαίδρυνε σχήμασι. Περὶ δὲ τῆς Γοργείας κεφαλῆς ζητητέον καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅλον δὲ τὸ "Γοργείη κεφαλὴ δεινοῖο πελώρου" ὅμοιόν ἐστι τῷ "Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος". Ὡς γὰρ ἐκεῖνο τῇ τοῦ κτητικοῦ ἀναλύσει εὐοδοῦται εἰς σύνταξιν, οὕτω καὶ τοῦτο. τὸ γὰρ Νεστορέῃ ἀναλυθὲν εἰς τὸ "τῇ τοῦ Νέστορος" εὖ ἔχει πρὸς τὸ εἰπεῖν· παρὰ τῇ Νέστορος βασιλῆος νηΐ. Οὕτω δὲ καὶ τὸ "Γοργείη κεφαλὴ δεινοῦ πελώρου" λέγει κατ' ἀνάλυσιν, ὅτι ἡ κεφαλὴ τῆς Γοργοῦς τοῦ δεινοῦ πελώρου. [Ὁμοίως καὶ τὸ "Θηβαίας ἐπισκοποῦντ' ἀγυιάς, τὰν ἐκ πασᾶν τιμᾷς" μεταποιηθὲν ἀναλυτικῶς εὐοδοῦται εἰς τό· τὰς τῆς Θήβης ἀγυιάς, ἣν ἐπέκεινα πασῶν πόλεων τιμᾷς. Ἐκεῖνο μέντοι καὶ ἄλλως καθίσταται. δύναται γὰρ εἶναι τὸ Θηβαίας ἀντὶ τοῦ Θήβης, ἵνα ᾖ ὥσπερ σελήνη σεληναία, οὕτω καὶ Θήβη Θηβαία αὐτὴ ἡ Θήβη. Ὅμοιον δὲ πρὸς τὸ "Γοργείη κεφαλὴ δεινοῖο πελώρου" καὶ ἐκ τῶν Σοφοκλέους τὸ "Λαβδακείῳ παιδί, Πολυδώρου τε καὶ Κάδμου καὶ Ἀγήνορος". Καὶ ἐκεῖ γὰρ εὔοδος ἡ σύνταξις δι' ἀναλύσεως τοῦ "Λαβδακείῳ παιδί", ἵνα ᾖ τῷ παιδὶ τοῦ Λαβδάκου καὶ τῶν ἑξῆς.] Χρῆσις δὲ τῆς Γοργοῦς πολλαχοῦ, εἰ καὶ κοινῶς [189] εὐθεῖα ταύτης ἡ Γοργών ὡς τρυγών. οὕτω δὲ καὶ ἀηδών μὲν τὸ κοινόν, εὕρηται δὲ καὶ ἀηδοῦς γενική, ὡς Λητοῦς, καὶ κλητικὴ ἀηδοῖ, ὡς χελιδοῖ, παρὰ τῷ Κωμικῷ. Τὸ δὲ πέλωρον τρεῖς πολλαχοῦ ἔχει κινήσεις. λέγεται γὰρ πελώριον καὶ πέλωρ καὶ πέλωρον.
(v. 738) Ἰστέον δὲ ὅτι ἀμφιβάλλεται εἴτε ἴδιον φόρημα τῆς Ἀθηνᾶς ἡ αἰγίς εἴτε καί, ὥσπερ τὸν χιτῶνα τοῦ πατρὸς Διός, οὕτω καὶ τὴν ἐκείνου αἰγίδα φορεῖ. πρὸς ὃ δοκεῖ συντελεῖν ἐνταῦθα τὸ "Διὸς τέρας αἰγιόχοιο", ὡς αὐτοῦ μάλιστα ταύτην ὅπλον αὐχοῦντος, ὃς καὶ παρωνυμεῖται αὐτῇ. Καὶ δοκεῖ καθ' ὑπερβατὸν λέγειν, ὅτι ἀμφὶ ὤμοισι βάλετο αἰγίδα, Διὸς τέρας αἰγιόχου. Ὁ δὲ περὶ τῆς αἰγίδος λόγος, ἵνα τις ἐπιτεμὼν καὶ νῦν εἴπῃ τὰ καίρια, τοιοῦτός ἐστιν. Ἡ τοῦ Διὸς αἰγὶς μυθικῶς μὲν κατὰ τὰς λεγομένας τραγέας καὶ κατὰ κρᾶσιν τραγᾶς οὕτω καὶ αὐτὴ εἴη ἂν αἰγέη, τουτέστιν αἰγὸς δέρμα, ὅπερ ὁ Ζεὺς ἐνῆπτο εἰς ἀνάμνησιν αἰγός, ἧς αὐτὸς ἔσπασέ ποτε τὴν θηλήν, ἀφ' ἧς καὶ ἐπεκλήθη αἰγίοχος, ὡς εἰς ὀχήν, ἤγουν τροφήν, αἰγὶ χρησάμενος. Οὕτω δέ τις καὶ λεοντῆν ἢ λυκέην ἢ παρδαλέην ἐνάψεται εἰς μνήμην τινὸς πράξεως. Καὶ ἄλλως δὲ ἡ τοῦ Διὸς αἰγὶς σκεύασμά τι κατὰ τὸν μῦθον πλάττεται ἀπὸ ὕλης τιμίας, αἰγιδοειδές, ἤτοι μηλωτῇ [190] ἐοικός, καί, ὡς ἂν ἀμαθέστερόν πως κατὰ τὴν κωμῳδίαν ῥηθῇ καὶ σαφέστερον, φόρημά τι δοκεῖ σαγοειδές, θυσάνους τε ἔχον χρυσέους ἀπῃωρημένους κατὰ τὰ κροσσωτὰ καὶ δι' ὅλου τοῦ κύτους λεπτά τινα καὶ ἰσχνὰ τριχώδη, ἐξ ὕλης καὶ αὐτὰ ὁμοίας, πρὸς ἐμφέρειαν αἰγίδος τῆς ἀληθοῦς. Ὅπλον δὲ Διὸς ἡ τοιαύτη μυθικὴ αἰγὶς οὐχ' οἷον ἢ βαλεῖν ἢ τραῦμα ἐντρῖψαί τινι, ἀλλὰ μόνον φοβῆσαι ἐν τῷ διατινάσσεσθαι καὶ ἐπισείεσθαι. καὶ αὕτη μὲν ἡ τοῦ μυθικοῦ Διὸς αἰγίς. Ἡ δὲ ἀλληγορουμένη συμμετατίθεται ταῖς τοῦ Διὸς μεταλήψεσι, καὶ εἰ μὲν εἰς ἀέρα ὁ Ζεὺς ἐκλαμβάνεται, αἰγὶς νοεῖται τὰ κατὰ τὸν ἀέρα πάθη καὶ φόβητρα, ὧν ἔνια οὐ μόνον καταιγίδες λέγονται, ἀλλὰ καὶ αἰγίδες ἀσυνθέτως, τινὰ δὲ καὶ αὐτὸ τοῦτο αἶγες, οὐ ζῷα πάντως, ἀλλὰ ἐκ πυκνότητος ἀέρος ποιὰ πάθη οὐράνια, ἀλληγορουμένην συγκροτοῦντα αἰγίδα. ἐν οἷς πάντῃ φόβος ἐστεφάνωται καὶ τῷ περιέχοντι συνεσφαίρωται καὶ τοῖς περὶ γῆν οὐ φορητὸς καταρρήγνυται [191] διὰ τὴν ἐν αὐτοῖς ἀλκὴν καὶ δεινότητα καὶ γοργότητα. Καὶ οὗτος μὲν εἷς τρόπος ἀλληγορίας ἐπὶ τῇ αἰγίδι ὁ φυσικώτερος. ἔνθα καὶ τὸ πρὸ ὀλίγου ῥηθὲν ἐνθυμητέον τὸ "ἐρεμνὴν ἐπισείει αἰγίδα ὁ Ζεύς", ὡς τῶν ἐν ἀέρι καταιγίδων οὐχ' ἁπλῶς ἀεὶ μελαινομένων, ἀλλά ποτε καὶ ἠΰτε πίσσα κατὰ τὸν ποιητήν. Εἰ μέντοι νοῦς ὁ Ζεὺς νοοῖτο, ἀνάλογος ἂν αὐτῷ καὶ ἡ αἰγὶς ἐκλαμβάνοιτο, δύναμις δηλαδή τις νοερά, οὐ μόνον ὑψηλὴ καὶ ἀνωφορουμένη, ἀλλὰ καὶ πολὺ τὸ πυκνὸν ἔχουσα καί, ὡς ἂν εἴπῃ τις, λάσιον, ὁποῖα λάσια καὶ τὰ τοῦ Ἀχιλλέως στήθη ὡς δασυστέρνου ἐν τῇ α ῥαψῳδίᾳ νοοῦσί τινες. Ἡ δὲ τοιαύτη αἰγὶς κατὰ τὸν ποιητὴν φόβῳ τε ἂν στεφανοῖτο, φοβερὰ δηλαδὴ τοῖς ἀντιμάχοις ἐπαιγίζουσα, στεφανοίη δ' ἂν αὐτὴν καὶ ἡ ἔρις ἡ ἐπ' ἀγαθῷ πάντως, ἔχοι δ' ἂν καὶ ἀλκήν, ἀλλὰ καὶ γοργότητα τὴν ἐπὶ τοῖς πρακτέοις. Τοιαύτης οὖν οὔσης τῆς κατὰ νοῦν θεωρουμένης αἰγίδος, εἴη ἂν καὶ ἡ τῆς Ἀθηνᾶς αἰγὶς ὁμοία τῇ ἠθικευομένῃ ταύτῃ αἰγίδι τοῦ Διός. Ἐκεῖνός τε γὰρ νοῦς τεθεώρηται καὶ αὐτὴ θυγάτηρ ἐκείνου. ἡ φρόνησις γὰρ νοός ἐστι προβολή. Ὅθεν καὶ ἡ αἰγὶς ἐπ' ἀμφοῖν τούτοιν συγγενής, καὶ ὅσα ἐπὶ μιᾶς τῆς τοῦ νοός, ταῦτα καὶ ἐπὶ τῆς ἑτέρας συμβιβάζοιτο ἄν, ἣν ἡ Ἀθηνᾶ φορεῖ. Ἰστέον δὲ καὶ ὅτι, ἐὰν καὶ εἰς ἀέρα ἡ Ἀθηνᾶ ἐκλαμβάνηται, ὡς ἐν τῇ α ῥαψῳδίᾳ εἴρηται, εἴη ἂν οὕτω καὶ φυσικῶς ἡ αἰγὶς τῇ Ἀθηνᾷ, ὡς καὶ τῷ πατρὶ Διΐ, προσαρμόζουσα. Κἀκεῖνο [192] δὲ ἰστέον, ὅτι νομοθετοῦσα μὲν ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις, καὶ οἰκονομοῦσα καὶ δικάζουσα καὶ ὅλως εἰρήνην πραγματευομένη καὶ ἡσυχάζουσα καὶ εἰς θεωρίαν ἀπασχολοῦσα ἑαυτὴν καὶ οἷον οἰκουρίαν πολιτικήν, ἧς παρώνυμον τὰ οἰκούρια παρὰ Σοφοκλεῖ, ἅπερ εἰσὶν οἰκουρίας μισθοί, θήλεια τάχα πώς ἐστι καὶ μαλακῶς ἔχει καὶ τὸν ἑανὸν πέπλον ἐνδέδυται. ὅτε δὲ πολέμοις ἐπέξεισι καὶ μάχας τάττει καὶ ἀντεπεξάγεται τῷ βροτολοιγῷ, τηνικαῦτά γε τὸν πέπλον μὲν εἰς ἔδαφος καταχέει, μετασκευάζεται δὲ πρὸς τὸ ἀρρενωπότερον καὶ ὥσπερ ἐπαιγίζει τοῖς ἀντιπάλοις καὶ οὐκέτι γαληνὸν καὶ μαλακὸν ἀλλὰ γοργὸν ἐμβλέπει καὶ τὴν σμερδαλέαν καὶ δεινὴν αἰγίδα φορεῖ.
(v. 738) Ἔτι ἰστέον καὶ ὅτι ὁ παλαιὸς λόγος τοὺς θυσάνους, ὅ ἐστι κροσσούς, τῆς ῥηθείσης αἰγίδος ὄφεις βούλεται εἶναι ἢ ὀφεωειδεῖς. Φησὶ γοῦν Ἡρόδοτος, ὅτι τὴν ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηνᾶς ἐκ τῶν Λιβυσσῶν ἐποιήσαντο οἱ Ἕλληνες, πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν ἐστι καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων οὐκ ὄφιές εἰσιν ἀλλὰ ἱμάντινοι. Ὁ δὲ αὐτὸς λέγει καί, ὅτι δὲ ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων, δῆλον. αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτοὺς αἱ Λίβυσσαι, κεχρισμένας ἐρευθεδάνῳ. ἐκ δὲ τῶν αἰγέων τούτων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν. λέγει δὲ Ἡρόδοτος ἐν τούτοις αἰγέας μὲν δορὰς αἰγῶν, ὡς καὶ προείρηται, ἐρευθεδάνῳ δέ, ἤτοι ἐρυθροδάνῳ, κεχρισμένας τὰς ἐρυθροβαφεῖς. Σημείωσαι δὲ καὶ ὡς, εἴπερ αἱ πρῶται καὶ κυρίως αἰγίδες αἱ Λίβυσσαι θυσάνους εἶχον φρικτούς, ὁποίους Ἡρόδοτος ἱστορεῖ, ἔστιν αὐτόθεν νοῆσαι τὸ ἐν τῇ ποιητικῇ αἰγίδι φοβερὸν καὶ δεινὸν καὶ σμερδνόν, διὰ τοὺς ῥηθέντας δηλαδὴ ὄφεις. Τὸ δὲ "πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν" δηλοῖ τὰς παρ' Ἕλλησιν αἰγίδας ἐν ἀγάλμασι, τυχὸν Διὸς ἢ Ἀθηνᾶς, ὑφαντὰς ἢ πλεκτάς τινας εἶναι καὶ οἷον σαγοειδεῖς μαλλωτάς, τυχὸν μὲν ἐξ εὐπορίστου ὕλης, τυχὸν δὲ καὶ ἐκ τιμιωτέρας, οὐ μὴν αὐτόχρημα [193] αἰγᾶς, ἤτοι αἰγίδας, ὅ ἐστιν αἰγῶν δοράς. Σημείωσαι δὲ ὅτι οὐ μόνον αἰγίδες τὰ ῥηθέντα λέγονται, ἀλλὰ καὶ ἄλλο τι ἡ λέξις δηλοῖ. Αἴλιος μὲν γὰρ Διονύσιός φησιν· αἰγὶς τὸ ἐκ τῶν στεμμάτων δίκτυον. Παυσανίας δὲ τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ τῶν στεμμάτων πεπλεγμένον δίκτυον. Καὶ αὐτοὶ μὲν οὕτω. οἷον δὲ ἔργον ἡ τοιαύτη αἰγίς, οὐκ ἐδήλωσαν σαφῶς. Εἰκὸς δὲ τά τε εἰρημένα στέμματα ἐξ ἐρίων εἶναι κατὰ τὸ "στέμματα ξήνασα", καὶ τὰ ἐξ αὐτῶν δὲ πλεκόμενα μὴ αὐτόχρημα δίκτυα γίνεσθαι ἁλιευτικά, ὁποῖα δὲ τὰ εἰς ζώνην παρὰ τοῖς ὕστερον χρήσιμα, οἷς ἐπανθοῦν τι χνοῶδες ἐν τῷ γναφεύεσθαι ἀποτελοίη ἂν αἰγιδοειδῆ αὐτά. Τῶν δὲ μνημονευθέντων κροσσῶν διὰ τοῦ ο μικροῦ ἡ παραλήγουσα, οἷς δηλαδὴ τὸ ἄκρον σείεται. Ὁ μέντοι παρὰ Σοφοκλεῖ κρωσσός, ὅ ἐστι κρατήρ, γενόμενος, φασί, παρὰ τὸ κερῶ, καὶ ἐν συγκοπῇ κρῶ, τὸ σταλάσσω καὶ ἐπιχέω, καὶ οἱ παρὰ Λυκόφρονι δὲ καὶ ἑτέροις κρωσσοί, ἀγγεῖα ἐκεῖνα δεξιὰ ὑδρεύεσθαι, λάγυνοι ἴσως ἢ ξέσται καὶ τοιαῦτά τινα, τῷ ω μεγάλῳ παραλήγεται. [Ἔτι ἰστέον ὅτι καὶ Ἀπόλλωνος ἡλίου ἐστὶν αἰγίς, ὃν τρόπον καὶ Διὸς τοῦ εἰς ἀέρα ἐκλαμβανομένου, ἐπειδὴ καὶ τῷ τοιούτῳ Διῒ αὐτός ἐστιν αἴτιος τοῦ αἰγίζειν ἢ καταιγίζειν ἢ καθ' Ὅμηρον ἐπαιγίζειν, ὡς ἀνάγων γῆθεν ὑψοῦ τὰς ἀναθυμιάσεις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ γραμματικὸς Ἀριστοφάνης ἴδιόν τι σύγγραμμα περὶ αἰγίδος προενεγκὼν ἄλλα τέ τινα λέγει οὐ πάνυ γλαφυρὰ καὶ ὅτι Ὅμηρος τοῖς πάθεσι καὶ τοῖς δι' αὐτῶν ἀποτελουμένοις πράγμασιν ὁμωνύμους τινὰς ἐφιστᾷ [194] δαίμονας, εἰδωλοποιουμένους μυθικῶς, ἐφ' ὧν καὶ τὸ ἀποτελοῦν, ἤγουν παρασκευαστικόν, νοεῖται καὶ τὸ ἀποτελούμενον κακὸν ἐναργῶς. Ἔρως γοῦν καὶ πλοῦτος καὶ ἔρις καὶ ὕβρις καὶ δεῖμος καὶ φόβος καὶ κυδοιμὸς καὶ βροντὴ καὶ ἀστραπὴ καὶ ἄλλα μυρία ὁμωνύμως δηλοῦσι τὴν εἰδωλοποιΐαν τε δαιμονιώδη καὶ τὸ ἐκεῖθεν σύμπτωμα. ἐν δὲ τοῖς τοιούτοις λέγει ὁ αὐτὸς καὶ ὅτι τὸ συνεστραμμένον πνεῦμα καὶ καταράσσον ἄνεμον κατάρη λέγουσιν ὁ Ἀλκαῖος καὶ ἡ Σαπφὼ διὰ τὸ κατωφερῆ ὁρμὴν ἔχειν.]
(v. 745) Ὅτι ὄχεα φλόγεα ὁ Ὁμηρικὸς μῦθος τῇ φωσφόρῳ δίδωσιν Ἀθηνᾷ, τουτέστι λαμπρά. Καὶ ὅρα σύντομα πάρισα, ἤτοι ὁμοιοτέλευτα, τὸ ὄχεα φλόγεα. Τοῦτο δὲ καὶ διὰ τὸ τοῦ χρυσοῦ εἶπε πυροειδές, ὃ τάχα καὶ τῷ Διομήδει πρὸ μικροῦ ἐνήστραπτε. τοιοῦτον γὰρ τὸ χρύσεον χρῶμα. ὅθεν καὶ Πίνδαρος αἰθομένῳ πυρὶ τὸν χρυσὸν εἴκασεν.
(v. 745-747) Εἰ δὲ καὶ ἔμπρακτος εἴη ἡ Ἀθηνᾶ, τότε καὶ ἔγχος λαμβάνει "βριθύ, μέγα, στιβαρόν, ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷς ἂν κοτέσσηται". Ταῦτα δὲ χρήσιμα καὶ εἰς ἄνδρα τινὰ βριαρὸν πολεμιστήν, κείμενα καὶ ἐν Ὀδυσσείᾳ. [Ὅτι δὲ τὸ λαμβάνειν λάζεσθαι οἶδε λέγειν ἡ ποίησις, ἀφ' οὗ παράγωγον τὸ λαζύω λάζυμι, ὡς ζεύγνυμι, καὶ ὅτι ἔγχος οὐ μόνον δόρυ δηλοῖ, ἀλλά που καὶ ξίφος, ὡς καὶ παρὰ Σοφοκλεῖ, δῆλόν ἐστιν.]
(v. 748) [195] Ὅτι τὸ "Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετο ἵππους", ποιητικῶς περιπέφρασται ἀντὶ τοῦ ἡνιόχει. Ἔστι δὲ ἐπιμαίεσθαι κοινῶς μὲν τὸ ζητεῖν, ὅθεν καὶ ἡ Μαῖα καὶ Μαίων τὸ κύριον, ἄλλως δὲ τὸ μεταχειρίζεσθαι καὶ ἅπτεσθαι, ἐπεὶ καὶ μάσασθαι τὸ ἅψασθαι ἀπὸ τοῦ μῶ, ἐξ οὗ τὸ μαίω παράγεται. Μάστιγι οὖν ἐπιμαίεσθαι ἵππους ἐστὶ τὸ ὡσεὶ καὶ χειρὶ ἅπτεσθαι, τὸ δέ ἐστι μαστίζειν.
(v. 768) Διὸ ἐπάγει "μάστιξε δ' ἵππους". οὓς καὶ κεντρηνεκέας μετ' ὀλίγα φησίν, εἰς ταὐτὸν ἄγων τὴν μάστιγα καὶ τὸ κέντρον. Ὧν παραγωγὴ κατὰ τὸ "ἀτραποὶ διηνεκέες". ἄμφω γὰρ ἀπὸ τοῦ ἐνεγκεῖν γίνονται.
(v. 753 s.) Ἐν τούτοις δὲ πλάττει καὶ τὸν Δία "θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Ὀλύμποιο", καθὰ καὶ ἐν τῇ α ῥαψῳδίᾳ, ταὐτολογῶν συνήθως, οἷα εἰκός. καὶ οὕτω καθ' ἡσυχίαν καὶ ἡ Ἥρα ἐντυγχάνει αὐτῷ καὶ τυγχάνει οὗ θέλει. [(v. 752) Ἰστέον δὲ ὡς ὁ μεγαλόνους Πίνδαρος ἐπαινεῖ τινα ἵππον ὡς μὴ κεντρηνεκέα, δέμας δὲ ἀκέντητον δρόμῳ παρέχοντα. καί εἰσι μέν τινες τοιοῦτοι, Ὅμηρος δὲ ἐκ τοῦ πλεονάζοντος ἔφρασεν.]
(v. 749-751) Ὅτι τὰς Ὥρας φιλοσοφῶν ὁ ποιητὴς πυλωροὺς αὐτὰς λέγει τοῦ οὐρανοῦ καὶ ἐπιτετράφθαι αὐταῖς φησι "μέγαν οὐρανὸν Οὔλυμπόν τε", οὐ διὰ τὰ ἐκ τῶν Ὡρῶν ἀποτελέσματα, [196] ὡς ἄν τις εἴποι ἀστεϊζόμενος, ἀλλὰ ὥστε "ἠμὲν ἀνακλῖναι", φησί, "πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι", τουτέστι καὶ ἀνοῖξαι νέφος, οἷά τινα πύλην, καὶ αὖθις ἐπιθεῖναι. Τῷ ὄντι γὰρ ὧραί τινές εἰσιν ὡς ἐπὶ πολὺ καὶ καιροὶ τεταγμένοι τοῦ νεφελοῦσθαι τὸν οὐρανὸν εἴτε καὶ μή. Ὅτι δὲ πύλαι οἷον τῷ οὐρανῷ τὰ νέφη, δηλοῖ ὁ ποιητὴς εἰπὼν τὸ "αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ", ὅ ἐστιν ἤχησαν καὶ ἠνοίχθησαν ἐξιούσῃ τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ.
(v. 751) Καιριωτάτη δὲ λέξις ἐπὶ ἀνοίξεως πυλῶν τὸ ἀνακλίνειν, ὡς πολλαχοῦ φαίνεται, ἵνα ᾖ κλίνειν μὲν τὸ κλείειν, ἀνακλίνειν δὲ τὸ ἀνάπαλιν.
(v. 749) Ὅρα δὲ ὅπως τὸ ἔμυκον, ἐπὶ βοὸς κυρίως κείμενον, ἐπὶ πύλης εἶπε τῆς διὰ τὴν ἄγαν ἁρμογὴν ἠχητικῆς καὶ οἷον μυκητικῆς ὀνοματοποιῶν καὶ ἐκ τοῦ παρακολουθοῦντος ἤχου πυλῶν τε μέγεθος καὶ στερεότητα δηλῶν καὶ ἄνοιξιν αὐτῶν. καὶ ἐν Ὀδυσσείᾳ δέ πού φησι "τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος", τὰ θύρετρα δηλαδή. Καὶ σημείωσαι ὅτι ὁ παραβολικῶς δεξάμενος ταύρου δίκην ἠχεῖν θύρας δέξαιτ' ἂν καὶ τὸ μυκᾶσθαι αὐτάς. Καὶ οὕτω τὸ ἀναιδὲς ταύτης τῆς λέξεως διὰ παραβολῆς ἑτέρωθι συνήθους τεθεράπευται, εἰ καὶ μὴ παράκεινται ἀλλήλαις ἥ τε λέξις καὶ ἡ ῥηθεῖσα παραβολή. Σημείωσαι δὲ καὶ ὅτι ἐντεῦθεν οἱ μεθ' Ὅμηρον λαβόντες μυκᾶσθαί φασι καὶ βροντάς, ἐπεὶ καὶ αἱ Ὁμηρικαὶ αὗται πύλαι νέφη εἰσὶ βροντώδη μυκηθμόν ποτε ἀφιέντα. Ἀκόλουθον δὲ πάντως τὸν ἐν Ὀλύμπῳ οἴκους πλασάμενον καὶ πύλας αὐτοῖς τολμῆσαι [197] εἰπεῖν. Ἔστι δὲ τὸ ἔμυκον δεύτερος ἀόριστος τοῦ μυκῶ ῥήματος κατὰ τὸ χραισμῶ ἔχραισμον, δουπῶ ἔδουπον, κτυπῶ ἔκτυπον, ληκῶ ἔλακον. Τὸ δὲ αὐτόματοι ἀντὶ τοῦ μόναι ἀφ' ἑαυτῶν δίχα πυλωρῶν, ὡς ἐὰν ἦσαν αἰσθητικαί. εἴρηται δὲ καθ' ὁμοιότητα τοῦ "αὐτόματος δέ οἱ ἦλθεν βοὴν ἀγαθὸς Μενέλαος". Παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον σοφοῖς ἄλλως ἡ λέξις αὕτη λαμβάνεται. ἧς καὶ εὐθεῖα ἡ ἑνικὴ οὐ μόνον εἰς ος λήγει, ἀλλὰ καὶ διὰ τοῦ η προφέρεται. ἡ αὐτομάτη γάρ.
(v. 750) [Τὸ δὲ ἐπιτέτραπται λέξις σεμνὴ καιρία κατὰ τὸ "ᾧ λαοί τ' ἐπιτετράφαται" καὶ ὅσα τοιαῦτα.] Τὸ δὲ "μέγας οὐρανὸς Οὔλυμπός τε" ἢ ἐκ παραλλήλου τὸ αὐτὸ λέγουσι κατὰ ἀλληγορικὴν ἀλήθειαν, ἢ καὶ ἄλλως, ὡς καὶ ἀλλαχοῦ, Ὄλυμπον μὲν νοητέον τὸ Μακεδονικὸν ὄρος, οὐρανὸν δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃς ποτὲ μὲν κλείεται, ὅσα καὶ πύλαις, τοῖς νέφεσι, ποτὲ δέ, ὡς οἷον ἀνοιγόμενος διεκφαίνεται.
(v. 756) Ὅτι παρὰ μὲν τοῖς ὕστερον διαφορά ἐστιν ἐρωτήσεως καὶ πεύσεως, Ὅμηρος δὲ καὶ τὴν πεῦσιν ἐρώτησιν οἶδε. Φησὶ γὰρ ὅτι ἡ Ἥρα τὸν Δία ἐξείρετο καὶ μετέειπεν. ἡ δὲ τοιαύτη ἐρώτησις πεῦσις ἐνταῦθά ἐστι. δύο γὰρ στίχους δαπανᾷ ὁ Ζεὺς εἰς ἀπόκρισιν. Ἴδιον δὲ πάντως πεύσεως τὸ ἐν τῇ ἀποκρίσει μακρολογεῖν, ὥσπερ ἐρωτήσεως τὸ θεραπεύεσθαι τὸν ἐρωτῶντα διὰ τοῦ ναί ἢ οὔ ἢ διὰ κατανεύσεως μόνης καὶ ἀνανεύσεως.
(v. 757-761) Ὅτι νεμεσῶν τις ἀνδρὶ ἄφρονι ἐρεθισθέντι πρός τινων εἰς πολλῶν μάτην ὄλεθρον, ἐρεῖ παρῳδήσας τὰ ῥηθησόμενα ἔχοντα οὕτω "Ζεῦ πάτερ, οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα, ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐμοὶ δ' ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται", Κύπρις τε καὶ Ἀπόλλων, "ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα".
(v. 762 s.) Εἰ δὲ καὶ θαρρεῖ ὁ νεμεσῶν τίσασθαι τὸν τοιοῦτον, ἁρμόττει κατὰ παρῳδίαν καὶ τῶν ἐφεξῆς τὸ "Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, εἴ κεν Ἄρηα λυγρῶς πεπληγὼς μάχης ἐξαποδίωμαι", ἤγουν ἐκδιώξω.
(v. 765 s.) Ὁ δὲ ταῦτα ἀκούσας καὶ παραινῶν τὴν μετὰ φρονήσεως ἄμυναν ὀρθῶς ἂν ἐρεῖ τὸ "ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ", ἤγουν ἥτις αὐτὸν τὸν ἀλόγιστον Ἄρην, "μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν", ὅπερ ἐστὶ περιφραστικῶς ἶσον τῷ κακύνειν. Λέγει δὲ τοῦτο μὲν ὁ τοῦ μύθου Ζεύς, [198] ἐκεῖνα δὲ ἡ Ἥρα λυπουμένη, ἐὰν ὁ ἀθέμιστος Ἄρης κακὰ ποιῇ, παροξυνθεὶς ὑπὸ Κύπριδος καὶ Ἀπόλλωνος.
(v. 757) Ὅρα δὲ ὅτι τὸ "Ζεῦ πάτερ" δὶς ἡ Ἥρα προσφωνεῖ, κολακεύουσα καιρίως τὸν Δία. Καρτερὰ δὲ καὶ νῦν ἔργα τὰ βίαια.
(v. 758) Τὸ δὲ ὁσσάτιον δύο ἔχει παραγωγὰς ἐκ τοῦ ὅσσος· ὅσσατος γάρ, εἶτα ὁσσάτιος.
(v. 759 s.) Τὸ δὲ "ἐμοὶ δ' ἄχος, οἳ δὲ τέρπονται" σχῆμά ἐστι γοργὸν ἀντιθετικόν, σύνηθες καὶ αὐτὸ ῥήτορσι.
(v. 761) Τὸ δὲ ἀνέντες ἀντὶ τοῦ ἐρεθίσαντες, παροξύναντες, ἀναπείσαντες. λέξις δὲ καὶ αὕτη ἀγαθὴ καὶ τοῖς πεζολογοῦσι, ληφθεῖσα ἐκ χορδῶν ἀνιεμένων, ἢ μᾶλλον ἐκ κυνῶν λυθέντων ἐπὶ ἄγρᾳ. ταύτῃ δὲ σύστοιχον καὶ τὸ ἀνῆκεν ἀντὶ τοῦ ἀνέπεισε.
(v. 763) Τὸ δὲ δίωμαι πρωτόθετον τοῦ διώκω ἐστί.
(v. 765) Τὸ δὲ ἄγρει ἀντὶ τοῦ ἄγε σπουδὴν παρακελεύεται, ὁποία πρέπει καὶ εἰς ἄγραν, ὡς ἀπὸ τοῦ ἀγρεῖν, ἐξ οὗ καὶ τὸ ζωγρεῖν καὶ τὸ ἀγρεύειν.
(v. 766) Πελάζειν δὲ ὀδύναις κακαῖς, ἤγουν κακωτικαῖς, τὸν Ἄρην λέγεται Ἀθηνᾶ, ἐπείπερ Ἀθηνᾶ μέν ἐστιν ἡ φρόνησις, Ἄρης δὲ εἰς ἀλογίαν μεταλαμβάνεται. Περιγίνεται δὲ φύσει τοῦ τοιούτου Ἄρεος ἡ ἀλληγορουμένη Ἀθηνᾶ, οὐ μὴν ἡ Ἥρα, τουτέστιν [199] ὁ ἀήρ. ἀσυμβίβαστον γὰρ τοῦτό γε. Διὸ καὶ τὴν Ἀθηνᾶν ὁπλίσει ὁ ποιητὴς κατὰ τοῦ Ἄρεος, οὐ μὴν τὴν Ἥραν, ἵνα μὴ ἀχρειώσῃ τὴν κατὰ φύσιν ἀλληγορίαν. Ἐκθετικὴ δέ τις μέθοδος ἐννοίας τὰ εἰρημένα, προαναφωνοῦσα οἷα μετ' ὀλίγον πείσεται ὁ Ἄρης. [(v. 757) Ἰστέον δὲ ὅτι τὸ "οὐ νεμεσίζῃ τῷ Ἄρεϊ τάδε ἔργα", ἤγουν διὰ τὰ ὑπ' αὐτοῦ πραττόμενα, Ἀττικὸς ἀνὴρ φράσοι ἄν, ὡς οὐ νεμεσίζῃ τῶνδε ἔργων, ἤγουν ἕνεκεν ὧν ποιεῖ.
(v. 766) Τὸ δὲ μάλιστα καὶ τὸ εἴωθεν ἀκρίβειαν ἱκανὴν ἔχει. Κακύνει μὲν γὰρ ὁ μῦθος καὶ ὑπό τισιν ἄλλοις τὸν Ἄρην, οἷον ὑπὸ τοῖς Ἀλωείδαις, οὔτε δὲ μάλιστα οὔτε εἰωθότως, ὡς ὑπὸ τῇ Ἀθηνᾷ. Τὸ δὲ "ὀδύναις πελάζειν" οὐ μακράν ἐστι τοῦ ὀδύναις μιγνύειν, ὃ δὴ φράζειν φιλεῖ Ὅμηρος, καθὰ καὶ Πίνδαρος.]
(v. 768 s.) Ὅτι ἐμφαίνων κἀνταῦθα ὁ ποιητὴς τὴν εἰς ἀέρα τῆς Ἥρας ἀλληγορίαν φησίν, ὡς ἡ Ἥρα "μάστιξεν ἵππους, τὼ δ' οὐκ ἄκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος". τὸ γὰρ μέσον οὐρανοῦ καὶ γῆς τόπος ἀέρος ἐστί, περὶ ὃν ἐλαύνει ἡ Ἥρα τὸ ἅρμα. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα συνήθως τῷ πληθυντικῷ συνέζευξε δυϊκὸν ἐν τῷ μάστιξε δ' ἵππους, τὼ δὲ πετέσθην.
(v. 770-772) Ὅτι μετρῶν ὁ ποιητὴς κίνησιν δαιμονίων ἵππων ποιητικώτερον καὶ τερατωδέστερον, λέγει "ὅσσον δ' ἠεροειδές", διάστημα δηλαδή, "ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον", ἔνθα τὰ τῆς ὄψεως ἀνεπιπρόσθητα, "τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι", ὅ ἐστι ὑψαύχενες ἢ ὧν ὁ κρότος ὑψοῦ ἠχεῖ. Καὶ οὕτω μὲν ἐνταῦθα μετρεῖ κατὰ ἀόριστον σχῆμα τὸ ὅσον καὶ τὸ τόσον, ἵνα δηλώσῃ ταχυτάτην ἐξ Ὀλύμπου τοῦ Μακεδονικοῦ κίνησιν ἵππων εἰς τὴν Τροίαν. ἀλλαχοῦ δὲ ἐξ ἀριθμοῦ ὡρισμένου τὸ αὐτὸ παριστῶν φησιν, ὡς τρία βήματα διαβάντες οἱ τοῦ Ποσειδῶνος ἵπποι τόπον καὶ αὐτοὶ διΐππευσαν πάνυ πολύν. Πίνδαρος δὲ ἐπὶ πλέον Ὁμήρου τερατευσάμενος ἐπὶ Ἀπόλλωνος ἑνὶ θείῳ βήματι πλείονα συντέμνει ὁδόν. Σημείωσαι δὲ τὴν ἐν τῷ λόγῳ [200] αὔξησιν. Οὐ γὰρ εἶπεν ἁπλῶς "ὅσον τις εἶδεν", ἀλλά "ὅσον εἶδεν ἠεροειδές" καὶ "καθήμενος ἐν σκοπιᾷ" καὶ "βλέπων εἰς πόντον". Ὁ γὰρ τοιοῦτος εἰς πολὺ ἂν ἀέρος βλέποι διάστημα, [ἐν ἡμέρᾳ δηλαδὴ ἀνεφέλῳ. εἰ γάρ τοι μὴ ἀέρα καθαρὸν ὁρᾷ, μηδὲ ἐκ περιωπῆς, ἀλλά ποθεν κάτωθεν μηδὲ διὰ πελάγους, οὐ τοσοῦτον ἂν ὀφθαλμοῖς ἴδοι.]
(v. 773) Ὅτι ἐν τῷ "Τροίην ποταμώ τε ῥέοντε" ἀπισχυρίσαιτο ἄν τις ἀργὸν κεῖσθαι περιττῶς τὸ ῥέοντε πρὸς ἔπους ἐντέλειαν, εἰ μὴ ἄρα βούλεται δηλῶσαι ποταμοὺς οὐ λειψυδροῦντας ἀλλὰ πλήθοντας.
(v. 774) Ὅτι τὸ ἧχι, τουτέστιν ὅπου, "ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος", Ἀλκμανικὸν σχῆμα λέγεται, οὐχ' ὅτι Ἀλκμὰν εὗρε τοῦτο, ἀλλὰ διότι ἐκεῖνος αὐτῷ ἔχαιρε μάλιστα, μέσον δύο ὀνομάτων τιθεὶς ῥῆμα τὸ μετ' αὐτὰ κεῖσθαι ὀφεῖλον. καλεῖται δὲ τὸ σχῆμα τοῦτο καὶ προεπίζευξις. Τοιοῦτον καὶ τὸ "ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε". Καιριωτάτη δὲ λέξις κἀνταῦθα τὸ συμβάλλειν ἐπὶ μίξεως ποταμῶν, οὐχ' ἥκιστα δὲ καὶ ἐπὶ στρατευμάτων. Λέγεται δ' ἐκ τοῦ τοιούτου ῥήματος τροπικῶς ξυμβολή καὶ ἡ ἐκ κοινοῦ, καθ' Ἡσίοδον εἰπεῖν, δαπάνη. ὅθεν καὶ ἀξύμβολον δεῖπνον, εἰς ὅπερ οὐδὲν δεδαπάνηκεν ὁ φαγών.
(v. 776 s.) Ὅτι λύσασα τοὺς ἵππους ἐξ ὀχέων Ἥρα ἠέρα πουλὺν ἔχευε περὶ αὐτούς, ὡσὰν μὴ ὁρῶνται. "τοῖσι δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι". Αὐτὴ δὲ καὶ ἡ Ἀθηνᾶ βήτην, ὅ ἐστιν ἔβησαν, "τρήρωσι πελειάσιν ἴθματα ὁμοῖαι", ἤγουν ὅμοιαι κατὰ τὰ κινήματα περιστεραῖς, ὧν τὰ ἴχνη ἀφανῆ εἶναι ἱστοροῦσιν οἱ παλαιοὶ καὶ οὐ κατὰ λόγον τοῦ μεγέθους διηρθρωμένα.
(v. 777) Ὅρα δὲ ὅτι ὁ μῦθος τοῖς δαιμονίοις ἵπποις αὐτόματον ἀμβροσίαν παραβάλλει καὶ ταύτην οὐ φύεσθαί φησι ‑ Τοῦτο γὰρ ταπεινὸν εἰπεῖν ‑ , ἀλλ' ἀνατέλλειν ἐκ γῆς. σεμνοτέρα γὰρ καὶ θειοτέρα ἡ τοιαύτη λέξις. Ξηρὰ δὲ κἀνταῦθα βρῶσις ἡ ἀμβροσία. εἶδαρ γάρ φησιν, οὐ μὴν ποτόν. [Εἰ μὴ ἄρα καὶ αὕτη δροσερόν τι κρᾶμα ἦν πρὸς ὁμοιότητα τοῦ Ὁμηρικοῦ [201] κυκεῶνος, ὃς ἔκ τε στερεῶν ἔκ τε ὑγρῶν ἐκέκρατο.]
(v. 778) Αἱ δὲ πελειάδες εἶδός τι περιστερᾶς. Τὸ δὲ ἴθμα οὐ σύνηθες ὂν φράζεσθαι ἐκ τοῦ ἰέναι γίνεται πλεονασμῷ τοῦ θῆτα, [ὡς καὶ ἐν τῷ μηνιθμός καὶ παρὰ Κοΐντῳ δὲ ὠρυθμός. Τὸ μέντοι διὰ τοῦ σ ἵσμα, ὃ καὶ δασύνεται, ἵδρυμα δηλοῖ παρὰ Λυκόφρονι, ἀπὸ τοῦ ἵζω γενόμενον.]
(v. 776) Ἰστέον δὲ ὅτι οἰκεῖον τῇ Ἥρᾳ τὸ ἠέρα πουλὺν χεύειν, περὶ ἧς ἀλλαχοῦ ῥηθήσεται, ὅτι ἠέρα πίτνα πρόσθε βαθεῖαν, ἀορασίαν δηλαδή τινα ἐξ ὁμίχλης, ἥτις ἐπιταθεῖσα καὶ νυκτὶ ἔοικε. Θηλυκοῦ δὲ γένους Ἰωνικῶς κἀνταῦθα εἶναί φασιν οἱ παλαιοὶ τὸ ἠέρα πουλύν. [Τοιοῦτον δέ που καὶ τὸ "θῆλυς ἐέρση" καὶ "ἡδὺς ἀϋτμή".]
(v. 780-783) Ὅτι τοὺς περὶ τὸν Διομήδην ἐπαινῶν φησιν, ὡς πλεῖστοι καὶ ἄριστοι ἕστασαν περὶ αὐτόν "λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν". Καὶ σημείωσαι καὶ ἐνταῦθα τὴν συντομίαν τῶν παραβολῶν, καὶ ὅτι καλῶς εἶπε προσθεὶς τὸ κάπροις. οὐ γὰρ ἁπλῶς οἱ σύες ἄλκιμοι, ἀλλὰ οἱ κάπροι. τὰ δὲ ἔπη ταῦτα χρήσιμα καὶ εἰς ἐγκώμιον παρατάξεως.
(v. 784-786) Ὅτι στᾶσα ἡ Ἥρα ἐβόησε "Στέντορι εἰσαμένη", ὅ ἐστιν ὁμοιωθεῖσα, "μεγαλήτορι, χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασκεν, ὅσον ἄλλοι πεντήκοντα". Καὶ σημείωσαι τὴν τοῦ Στέντορος μεγαλοφωνίαν. Φασὶ δὲ αὐτόν τινες μὲν Ἀρκάδα, τινὲς δὲ Θρᾷκα εἶναι, Ἑρμῇ δὲ περὶ μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι. εὑρεῖν δὲ αὐτὸν λέγουσι καὶ τὴν ἐκ κόχλου βαφὴν ἢ μᾶλλον τὴν διὰ κόχλου βοὴν ἐν ταῖς μάχαις. Ἄλλοι δέ φασιν ἐν πολλοῖς τῶν ἀντιγράφων μὴ κεῖσθαι τὸν τελευταῖον περὶ Στέντορος στίχον τὸν περὶ τῆς φωνῆς διὰ τὴν ὑπερβολήν. Μέμνηται δὲ καὶ Ἡρόδοτος εὐρυβόα τινὸς φωνοῦντος ὑπὲρ τοὺς τότε ἀνθρώπους, λέγων ὡς ἦν περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων. Πάνυ δὲ παρατετηρημένον τὸ "χαλκεοφώνῳ", οὐ διὰ τὸ στερρόν, ὅπερ ἀλλαχοῦ φωνὴν εἶπεν ἄρρηκτον, ἀλλὰ διὰ τὸ ἐξάκουστον τῆς βοῆς. Ἠχητικώτατος γὰρ ἐν μετάλλοις χαλκός, διὸ καὶ [202] ἤνοπα λέγει ὁ ποιητὴς χαλκόν, ὡς ἀλλαχοῦ φανήσεται. Τὸ δὲ κύων χαλκεόφωνος καὶ ἕτερον ἔχει λόγον κατὰ ποιότητα φωνῆς, ὁποία καί τισιν ἀνθρώποις καὶ πτηνοῖς δὲ ἐμφαίνεται. [(v. 786) Προσφυῶς δὲ Ὅμηρος μὴ ἔχων ἀριστείαν τινὰ τῇ Ἥρᾳ προσάψαι ὡς ἀέρι, ποιεῖ γοῦν αὐτὴν μέγα βοῶσαν καί, καιρίως εἰπεῖν, Στεντόρειον, ἐπεὶ πᾶσα φωνὴ ἀέρος ἐστὶ πληγὴ ἢ πεπληγμένος ἀήρ.]
(v. 787) Ὅτι γοργότης ἐννοιῶν ἐν τῷ "αἰδώς, Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί", διότι καιρὸς ἐνταῦθα ἦν τῇ λεγούσῃ Ἥρᾳ κατεπείξεως καὶ βραχυλογίας. Διὸ σὺν τῷ ἀσυνδέτῳ καὶ ἐλλειπτικῶς εἶπεν "αἰδώς Ἀργεῖοι", λείπει γὰρ τὸ ἐστίν. Ὀνειδίζει δέ, εἰ μὴ αἰδοῦνται ῥᾳθυμοῦντες, ἀλλὰ ἐλέγχουσιν, ἤτοι αἰσχύνουσι, τὸ εἶδος τοῖς ἔργοις.
(v. 788-791) Ὅτι κατὰ τὸν τῆς Ἥρας λόγον "ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο Ἀχιλλεύς, οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων οἴχνεσκον", ἤγουν ἤρχοντο, "κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος", αὐτοῦ δὲ μηνίσαντος ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται. Καὶ ὅρα ὡς δεξιώτατα καὶ ἐνταῦθα τὸν ἀκροατὴν εἰς συνήθη ἀνάμνησιν ἄγει τοῦ Ἀχιλλέως.
(v. 788) Ψευδοπαρήχησις δὲ τὸ "ἐς πόλεμον πωλέσκετο".
(v. 789) Αἱ δὲ πολλαχοῦ δηλούμεναι Δαρδάνιαι πύλαι ἐπωνομάζοντο μὲν τῷ ἀρχαίῳ Δαρδάνῳ, τῷ τοῦ Πριάμου προγόνῳ, ἐλέγοντο δὲ καὶ Σκαιαί, ὡς ἀλλαχοῦ εἴρηται.
(v. 791) Ἔοικε δὲ ὁ Ἑλληνικὸς ναύσταθμος πόρρω τῆς πόλεως εἶναι, ὡς δηλοῖ τὸ ἑκάς, οὗ διασαφητικὸν τὸ "κοίλαις ἐπὶ ναυσίν". Ἰστέον δὲ ὅτι ὁ Γεωγράφος τοπογραφῶν τὸ Ἑλληνικὸν ναύσταθμον λέγει, ὅτι τὸ ναύσταθμον [203] πρὸς τῷ Σιγείῳ ἄλλο ὂν παρὰ τὸν Ἀχαιῶν λιμένα, καὶ ὅτι Σίγειον πόλις κατεσπασμένη, ἔνθα καὶ τὸ ναύσταθμον καὶ ὁ Ἀχαιῶν λιμὴν καὶ τὸ Ἀχαιϊκὸν στρατόπεδον. Ἀποφαινόμενος δὲ καὶ μὴ κατὰ τὸ ὕστερον Ἴλιον ἀφεστάναι τῆς Ἑλληνικῆς ναυστάθμου τὸ παλαιὸν Ἴλιον λέγει πρὸς ἄλλοις καὶ ὅτι τὸ ναύσταθμον οὕτω πλησίον ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν ἄν τινα τῶν μὲν Ἑλλήνων ἀπόνοιαν, εἴπερ τοσοῦτον χρόνον ἀτείχιστοι ἦσαν πλησίον οὔσης τοιαύτης πόλεως, τῶν δὲ Τρώων ἀψυχίαν, εἰ γενομένου μὲν τείχους τοιαῦτα ἤνυσαν, ἀτείχιστον δὲ τὸ ναύσταθμον ἔχοντες οὐδὲν ἐποίουν.
(v. 793-798) Ὅτι ἐπορούειν οὐ μόνον τὸ πολεμικῶς ἐφορμᾶν, ἀλλ' ἔστιν οὗ καὶ προσηνῶς. Ἀθηνᾶ γοῦν Τυδείδῃ ἐπόρουσεν, ἤγουν ἁπλῶς εἰς αὐτὸν ἦλθεν, ὅτε καὶ εὗρεν αὐτὸν "ἕλκος ἀναψύχοντα, τό μιν", ἤγουν καθ' ὃ αὐτόν, "βάλε Πάνδαρος ἰῷ. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ἀσπίδος εὐκύκλου", ἢ ἀμφιβρότης. "τῷ", ἤγουν ᾥτινι, "τείρετο", ἢ τρίβετο, "κάμνε δὲ χεῖρα, ἂν δ' ἴσχων τελαμῶνα", τουτέστιν ἀνέχων, ἀνατείνων, "κελαινεφὲς αἷμ' ἀπομόργνυ", ὅ ἐστιν ἀπέμασσεν, ἀπεπίεζε, περὶ οὗ προείρηται.
(v. 800 s.) Καὶ τοιούτῳ λόγῳ ἡ Ἀθηνᾶ τὸν Διομήδην ἀπόμαχον ἑστῶτα εὑροῦσα ὠνείδισεν, ὑπειποῦσα, ὡς ἄρα "ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής".
(v. 802-713) Εἶτα δεικνῦσα τὸ τοῦ Τυδέως θάρσος λέγει, ὡς ἐκεῖνος μὲν καὶ ἐπεχόμενος ὑπ' ἐμοῦ πολεμεῖν ὅμως προκαλούμενος τοὺς Θηβαίους ἠρίστευε, σὺ δὲ καὶ ἐρεθιζόμενος ὑπ' ἐμοὶ φύλακι ὄκνον ἔχεις. ἐξ οὗ συνάγει μὴ Τυδέως ἐκγεγεννῆσθαι αὐτόν, πιθανῶς κεφαλαιωσαμένη τὴν ἀνομοιότητα ἐκ τοῦ ἐκεῖνον μὲν Ἀθηνᾶς κωλυούσης μάχεσθαι καὶ νικᾶν, τοῦτον δὲ κελευόμενον ἀνηκουστεῖν. Εἰσὶ δὲ τὰ τῆς Ἀθηνᾶς τοιαῦτα "καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν Ἀχαιῶν ἄγγελος ἐς Θήβας, δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον. αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα ῥηϊδίως. τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα. σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω, καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· ἀλλά σευ ἢ κάματος πολυάϊξ γυῖα δέδυκεν, ἤ νύ σέ που δέος [204] ἴσχει ἀκήριον· οὐ σύ γ' ἔπειτα Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνείδαο". [Τούτων δὲ πολλὰ παραπλακῆναι δύναταί ποτε εἰς λόγον τὸν περὶ ἀνδρὸς εὐγενοῦς μὲν καὶ ἀνδρείου, ὀκνοῦντος δὲ εἰς ἔργον σπουδαῖον κατά τινα περιπέτειαν.] Ἐν τούτοις δὲ φαίνεται ὅτι τε οὐκ ἐνστατικῶς ἡ Ἀθηνᾶ τὸν Τυδέα ἐκώλυε πολεμεῖν, ἀλλ' ἐπεῖχε κηδεμονικῶς, καὶ ὅτι τὰ κατὰ Θήβας ὁ Τυδεὺς τὴν μὲν ἀρχὴν θρασύτερον διεχειρίσατο, εἶτα συνετώτερον, ὅτε πρὸς αὐτοῖς τοῖς ἔργοις ἦν. διὸ καὶ εὐτυχῶς αὐτῷ ἀπέβη ἐκεῖνα. καὶ οὕτω μὲν πρὸς τὸν Διομήδην ἡ Ἀθηνᾶ.
(v. 817-819) Ἐκεῖνος δέ, ἐφ' οἷς ὠνείδισται, φησίν, ἀρξάμενος ἐκ τῶν τοῦ ὀνειδισμοῦ τελευταίων διὰ συνέχειαν λόγου, ὡς οὔτε δέος ἔχει αὐτὸν οὔτε ὀκνεῖ, ἀλλὰ μέμνηται ὧν ἔφθη προεντείλασθαι αὐτῷ ἡ Ἀθηνᾶ κωλύουσα θεομαχεῖν. Καὶ οὕτω ῥητορικῶς τὸ αἴτιον περιτρέπει τῇ μυθικῇ Ἀθηνᾷ, τὴν αἰτίαν, καθά φασιν οἱ ῥήτορες, εἰς αὐτὴν μεθιστῶν ὡς κωλύουσαν, καὶ λεληθότως κατασκευάζει μήτε ἠλαττῶσθαι τοῦ πατρός, ἀλλὰ καὶ θεοφιλέστερος ἐκείνου εἶναι, εἰ Τυδεὺς μὲν κωλυόμενος οὐχ' ὑπήκουεν, οὗτος δὲ μέμνηται τῆς μὴ ἐώσης θεοῖς ἀντικρὺ μάχεσθαι καὶ πείθεται αὐτῇ.
(v. 817-824) Ἔχει δὲ οὕτω καὶ τὰ τοῦ Διομήδους "Γινώσκω σε, θεά, θύγατερ Διός. τῷ τοι προφρονέως ἐρέω ἔπος οὐδ' ἐπικεύσω. οὔτε τί με δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνος, ἀλλ' ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας. οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις, ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ. τοὔνεκεν αὐτός τ' ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας. γινώσκω γὰρ Ἄρην μάχην ἀνακοιρανέοντα. [Χρήσιμα δέ τινι καὶ ταῦτα κατὰ καιρὸν παραπλεκόμενα καὶ παρῳδούμενα, ὅτε αὐτὸς μὲν καλῶς εὐλαβεῖται ποιεῖν τι, πάσχει δὲ [205] μέμψιν, ὡς ἢ δειλὸς ἢ ὀκνηλός.] Καὶ ὅρα τό τε φιλάλληλον τοῦ Διομήδους, εἴπερ οὐ μόνον αὐτὸς ἀπέχεται οὗπερ ἡ Ἀθηνᾶ παρῄνεσεν, ἀλλὰ καὶ τοὺς ἄλλους τὸ αὐτὸ ποιεῖν ἐθέλει, καὶ ὅτι καὶ διὰ τῆς Ἀθηνᾶς ὁ ποιητὴς δηλοῖ τὸ τῆς συμβουλῆς ἐν πολλοῖς οὐκ εὐσυντέλεστον, καὶ ὡς αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. ἡ γὰρ κωλύσασα τὸν Διομήδην μηδενὶ θεῷ ἐπιθέσθαι ὅτι μὴ μόνῃ τῇ Ἀφροδίτῃ, νῦν μέμφεται αὐτὸν ὅτι τὸν Ἄρην ὑποστέλλεται.
(v. 796 s.) Ὅρα δὲ ἐν τῷ εἰρημένῳ χωρίῳ καὶ ὅπως ὁ ποιητὴς ἑρμηνεύων τὸν ῥηθέντα τελαμῶνα ἐπήνεγκε τὸ ἀσπίδος, ἵνα νοοῖτο νῦν τελαμών ὁ ταύτης ἀναφορεύς, οὐ μὴν ὁ τῆς σπάθης.
(v. 800) Τὸ δὲ "ὀλίγον" ταὐτόν ἐστι νῦν τῷ ἧττον, αὐτὸ δὲ ἀντὶ τοῦ οὐδαμῶς.
(v. 812 s.) Διὸ ὑποκαταβᾶσά φησιν "οὐ σύ γ' ἔπειτα Τυδέος ἔκγονός ἐσσι", οὐκ ὀλίγην εἰποῦσα ὁμοιότητα, πάντῃ δὲ ἀποφήσασα. Ἐντεῦθεν δὲ καὶ Σοφοκλῆς λαβὼν λέγει βαιὸν ἐντρέπεσθαι τὸ οὐδ' ὅλως ἐπιστρέφεσθαι, καὶ μείων λόγος ἀντὶ τοῦ οὐδείς. Σημείωσαι δὲ ὅτι καὶ ἐν τούτοις ἡ τῷ Διομήδει λαλοῦσα Ἀθηνᾶ ἡ φρόνησίς ἐστιν, ἡ ἔμφυτος αὐτῷ καὶ ἀεὶ συμπαρομαρτοῦσα, δι' ἧς ἀναπολεῖ τὰ τοῦ πατρὸς καὶ ἐκεῖθεν εἰς μάχην ἐρεθίζεται καὶ μέμφεται ἑαυτόν, ὅτι καὶ βραχὺ γοῦν τι ἀνεπαύσατο, [καὶ μεμψάμενος, εἶτα καὶ ἀναπολήσας εἰς νοῦν, οἷα μεγάλα κατόρθωσε, σπεύδων κατὰ συνασπισμῶν τεραστίων καί, ὡς εἰπεῖν, δαιμονίων ἐρεθίζει ἑαυτὸν ἀγχινούστατα καὶ κατὰ τοῦ φρικτοῦ Ἄρεος.]
(v. 801) Ἀνδρὶ δὲ βραχυήλικι μέν, ἐνεργεστάτῳ δέ, πρέπει τὸ "μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής", ὁποῖον ἡ ἱστορία τὸν Τυδέα παραδίδωσιν. Ὁ δὲ τοιοῦτος μικρὸς καὶ ὀλίγος λέγοιτ' ἄν. οὕτω γὰρ ἐν Ὀδυσσείᾳ ὁ Κύκλωψ ὀλίγον τὸν Ὀδυσσέα φησὶ [καὶ Ἡσίοδος δὲ πλοῖον ὀλίγον τὸ μικρὸν ἐν τῷ "νῆ' ὀλίγην αἰνεῖν", ἤγουν μικράν, διαστελλομένην πρὸς τὴν μεγάλην. διὸ ἐπάγει "μεγάλῃ δ' ἐνὶ [206] φορτία θέσθαι".] Ἀντίκειται δὲ τῷ μὲν μικρῷ ὁ μέγας ‑ Οὕτω γὰρ ὁ Σαλαμίνιος Αἴας μέγας καὶ μείζων ἐλέγετο ‑ , τῷ δὲ ὀλίγῳ ὁ πολλός κατὰ τὸ "πολλὸς γάρ τις ἔκειτο", τουτέστι μέγας. Εἰ δὲ καὶ ἐν πολλοῖς ὁ μικρὸς καὶ ὀλίγος καὶ τυτθὸς εἰς ἶσον ἄγονται πολυωνυμίας λόγῳ, ἀλλ' ἐστὶν ἐν αὐτοῖς ἄλλως πολλὴ διαφορά. μικρὸς μὲν γὰρ Τυδεὺς ἢ εἴ τις ἄλλος, ὀλίγος δὲ ὄχλος, τυτθὸς δὲ παῖς καὶ βρέφος τυτθὸν τὸ ἐπιτίτθιον. Ὅτε μέντοι πολυωνυμοῦσι, μετ' αὐτῶν ἐστι καὶ τὸ βραχύ καὶ τὸ μέτριον, [καὶ πρὸ αὐτῶν τὸ μικκός, ὅπερ ἐστὶ μικρός, ὀξυνόμενον μὲν κατὰ τὸ μικρός, διπλάζον δὲ τὸ κάππα, ὡς δῆθεν Αἰολικόν, κατὰ τὸ Ἰκκός, ὅπερ ἐστὶ κύριον ὄνομα σοφοῦ ἰατροῦ Ῥηγίνου, ἐξ οὗ παροιμία τὸ "δεῖπνον Ἰκκοῦ", διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς. Ἐκ δὲ τοῦ ῥηθέντος μικκοῦ, ὅ ἐστι μικροῦ, ὑποκοριστικὸν ὁ μικκύλος. Ὅθεν μικκύλα χερύδρια αἱ παιδικαὶ μικραὶ χεῖρες παρὰ τῷ Συρακουσίῳ Μόσχῳ.] Δοκεῖ δὲ τὸ "μικρὸς ἔην δέμας" πρὸς διαστολὴν εἰρῆσθαι τῆς κατ' ἄλλο τι μικρότητος, [οἷον τῆς κατά τι μέλος ἢ ψυχῆς ἀρετήν. εἰκὸς γὰρ εἶναί τινα βραχύχειρα, ᾧ ἀνάπαλιν ἔσχεν ὁ μακρόχειρ Ἀρταξέρξης. Οὕτω δέ [207] πως καὶ μικροψυχεῖ τις, καὶ ἄλλος διεκπεσὼν τοῦ μεγαλοπρεπὴς εἶναι μικροπρεπὴς λέγεται.] Ἐκ τοῦ μείων δὲ τὸν μικρὸν παράγουσιν οἱ παλαιοί. Χορηγία δέ τις ἐτυμολόγοις καὶ τὸ "Τυδεὺς μικρὸς ἔην", οἳ ἐκ τοῦ τυτθόν, ὅ ἐστι μικρόν, τὸν Τυδέα παρωνυμοῦσι. Μώμου δέ τι ἔχειν φαίνεται καὶ τὸ μικρόν τινα εἶναι τὸ δέμας. διὸ καὶ ὁ ποιητὴς ἔοικε λέγειν ὡς, εἰ καὶ μὴ ἀρετὴν κατὰ σῶμα εἶχε Τυδεύς, ἀφανὴς ὢν καὶ οἷον κατακεχωσμένος, τῇ γοῦν ἀνδρίᾳ περιεβλέπετο. ὁ μέντοι Διομήδης εὐμεγεθέστερος ὑπονοεῖται, ὡς εἰκός, εἶναι τοῦ πατρός.
(v. 800 s.) Τὸ δὲ Τυδεύς κείμενον ἐν τέλει στίχου καὶ πάλιν κατάρχον ἑτέρου στίχου, ὡς προέκκειται, δόξοι μὲν ἂν ἐπαναληπτικῶς εἰρῆσθαι, ποιεῖ δὲ μᾶλλον σχῆμα ἀντιστροφῆς κατὰ τοὺς ῥήτορας. Ὅρα δὲ καὶ ὡς τὴν Θηβαϊκὴν ἱστορίαν τόποις διαφόροις ὁ ποιητὴς μερίσας ἐν μὲν τῇ βασιλικῇ ἐπιπωλήσει ἐπλάτυνεν αὐτήν, ἐνταῦθα δὲ βραχυλογεῖ.
(v. 803) Περὶ δὲ τοῦ ἐκπαιφάσσειν δηλοῦται ἀλλαχοῦ.
(v. 804) Τὸ δὲ ἐλθεῖν ἄγγελον τὸν Τυδέα ἐς Θήβας ἄλλως ἔφρασε φθάσας Ὅμηρος ἐν τῷ "ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί".
(v. 806) Τὸ δὲ θυμὸν ἔχειν καρτερὸν συντίθησιν τὸν ἀλλαχοῦ καρτερόθυμον.
(v. 807) Τοὺς δὲ Καδμείους ἀνωτέρω Καδμείωνας ἔφη κατὰ παρωνυμίαν τὴν ἀλλαχόθι δηλωθεῖσαν. Τὸ δὲ "πάντα ἐνίκα" διχῶς κἀνταῦθα νοεῖται. ἢ γὰρ πάντα τὸν ἀντιστάντα ἢ πάντα τὰ ἆθλα.
(v. 809) Τὸ δὲ παρίστασθαι οὐκ ἐξ ἀνάγκης αἰεὶ ἐπικουρίαν δηλοῖ. διὸ ἐδέησεν ἐνταῦθα προσθήκης διὰ σαφήνειαν ἐν τῷ "παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω". Ἔστι δὲ τὸ τοιοῦτον παρίστασθαι ὅμοιόν τι τῷ προΐστασθαι.
(v. 810) Τὸ δὲ "προφρονέως" δὶς ἐνταῦθα ῥηθὲν [208] ποιητικώτερόν ἐστι, κοινότερον δὲ καὶ ἀναλογώτερον ἀπαθῶς τὸ προφρόνως.
(v. 811) Τὸ δὲ πολυάϊξ καίριον ἐπίθετον καμάτου πολεμικοῦ, ἐν ᾧ αἱ πολλαὶ κινήσεις ἀνιᾶσι τὸν μαχητήν.
(v. 812) Δέος δὲ ἀκήριον τὸ ἀψυχοποιόν, ταὐτὸν δ' εἰπεῖν νεκροποιόν. Καί εἰσι τρεῖς αὗται λέξεις ἰσοδύναμοι, καὶ τέταρτον τὸ νῶκαρ. ἐν αἷς ἡ ἐτυμολογία στέρησιν ἀναπτύσσει ψυχῆς καὶ κῆρος, ἃ ταὐτὸν σημαίνουσιν. Ἐν τούτοις δὲ καὶ ὁρισμὸς ὑπανακύπτει ὄκνου, ὡς δοξάζοντος Ὁμήρου ὄκνον εἶναι τὴν μετὰ κάματον ἀργίαν.
(v. 813) Ὅρα δὲ καὶ τὸ "Τυδέος ἔκγονος" διὰ τοῦ κ γραφέν, ὅπερ διασαφῶν ὁ ποιητὴς μετ' ὀλίγα ἐν τοῖς περὶ τοῦ Ἄρεός φησιν "ἐκ γὰρ ἐμεῦ γένος ἐσσί", τρόπον τινὰ διὰ τούτου καὶ τὸν Ἄρην Διὸς ἔκγονον λέγων. καὶ μετ' ὀλίγα "εἰ δέ κεν ἐξ ἄλλου θεῶν ἐγένου". Ὁ μέντοι διὰ τῶν δύο γ ἔγγονος οὔτε Ὁμηρικός ἐστι καὶ δηλοῖ υἱωνὸν παρὰ τοῖς μεθ' Ὅμηρον.
(v. 815) Τὸ δὲ "γινώσκω σε θεά" ὑπόμνησίς ἐστι τοῦ ἔτι ἐξ ὀφθαλμῶν ἀφῃρῆσθαι τὴν ἀχλὺν τῷ ἥρωϊ, ὡς οὕτω γινώσκεσθαι ὑπ' αὐτοῦ "ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα". Εἰκὸς δὲ καὶ κατὰ τὸν Σοφόκλειον Ὀδυσσέα εὐμαθὲς εἶναι καὶ τῷ Διομήδει τὸ τῆς Ἀθηνᾶς φώνημα.
(v. 823) Ἀλήμεναι δὲ, ταὐτὸν δ' εἰπεῖν ἀλῆναι, δηλοῖ μὲν τὸ συστραφῆναι, ἀφίλητον δὲ πεζολόγοις [209] ἔρριπται. ὅθεν δὲ γίνεται, φανεῖται ἀλλαχοῦ.
(v. 824) Τὸ δὲ "γινώσκω Ἄρηα", ὡς καὶ πρὸ αὐτοῦ τὸ "γινώσκω σε θεά", λεχθέντα οὕτω καθ' αὑτὰ δηλοῦσιν, ὅτι καὶ πρὸ τούτων ἐν τῷ Κύπριν Διομήδης ἐπῴχετο γινώσκων "ὅ τ' ἄναλκις θεὸς ἦν", ὀρθῶς ἐτίθετο στιγμὴ εἰς τὸ γινώσκων, εἶτα ὡς ἀπ' ἄλλης ἀρχῆς ἀνεγινώσκετο τὸ "ὅ τ' ἄναλκις ἦν", καθὰ καὶ ἐκεῖ γέγραπται. Κοιρανέων δὲ καὶ ἐνταῦθα ὁ ἀρχικῶς διαταττόμενος, ὡς καὶ πρὸ τούτων Ὀδυσσεὺς κοιρανέων που δίεπε στρατόν. Οὕτω καὶ παρὰ Σοφοκλεῖ ἑτεροιοῦται τοῦ τυραννεῖν τὸ τύραννα δρᾶν, καθὰ καὶ τοῦ βασιλεύειν ἑτεροῖον ἂν εἴη τὸ βασιλικὰ πράττειν.
(v. 827-834) Ὅτι ὀτρυντικὸν εἰς θάρρος μάχης τὸ "μήτε σύ γε Ἄρηα τό γε δείδιθι μήτε τινὰ ἄλλον" καὶ ἑξῆς. Ἔνθα καὶ τὸ "ἀλλ' ἄγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε ἵππους", ἤγουν ἔλαυνε, ὃ πολλαχοῦ κεῖται.
(v. 827) Τὸ δὲ δείδιθι χρηστόν ἐστιν εἰς μέτρον δακτυλικόν, ἄλλως δέ γε κοινότερον δέδιθι λέγεται ἐν τρισὶ βραχείαις λέξεσι. [Μεταπλασμὸν δὲ ἔπαθε καὶ τὸ δείδιθι. ὡς γὰρ ἴε ἴθι, κλῦε κλῦθι, οὕτω δέδιε δέδιθι καὶ ἐπενθέσει δείδιθι.] Ὅτι δὲ τὰ συχνὰ βραχέα οὐ μόνον ἐπενθέσεις διχρόνων πάσχουσι κατὰ τὸ Μούλιος, δουράτεος, εἴριον, δείδιθι, καὶ τὰ τοιαῦτα, ἐν οἷς καὶ ὁδοιπόρος καὶ ὁδοιδόκος καὶ Πυλαιμένης καὶ τὰ κατ' αὐτόν, ἀλλὰ καὶ τροπὰς καὶ ἐκτάσεις καὶ συμφώνων πλεονασμούς, δῆλόν ἐστι. τροπὰς μέν, ὡς τὸ θεητόκος καὶ ὅσα [210] τοιαῦτα ἐδηλώθη, ἐκτάσεις δέ, ὡς τὸ ὠλεσίκαρπος, διωλύγιον, ἐτώσιον, περιώσιον, πλεονασμοὺς δὲ συμφώνων, ὡς τὸ φερέσβιος, θεσπέσιος. οὐκ ἄδηλον δὲ ὅτι καὶ τὸ η ἐν ἐνίοις ἐπεντεθὲν παχύνει τὴν τῶν βραχέων ἰσχνότητα, ὁποῖόν τι καὶ ὁ ἐπήβολος καὶ ὁ ἐπηετανός.
(v. 830) Ὅτι τὸ σχεδόν καὶ σχεδίην λέγεται, οἷον "τύψον δὲ σχεδίην". Ἔστι δὲ ὀνοματικὸν ἐπίρρημα ἀπὸ τοῦ σχέδιος σχεδία, ἡ σύνεγγυς, ἵνα λέγῃ ἐλλειπτικῶς· τύψον σχεδίην τυπὴν ἢ πληγήν. καὶ ἔστιν ὅμοιον τῷ ἀμφαδίην ἐκ τοῦ ἀμφαδόν.
(v. 831) Ὅτι τὸν θοῦρον Ἄρην προϊὼν ὁ Ζεὺς ἀλλοπρόσαλλον καλέσει. Ἐνταῦθα δὲ ἡ Ἀθηνᾶ ἐπὶ πλέον κακολογοῦσα σφοδρῶς κατὰ κόμματα λέγει αὐτὸν μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον. Μαινόμενον μὲν διὰ τοὺς ἐν ταῖς μάχαις θυμούς, ἐξ ὧν καὶ ὁ ἀρειμάνιος εἴρηται. Καὶ γὰρ καὶ πρὸ ὀλίγου ἔφη "εἰ οὕτω μαίνεσθαι ἐάσομεν Ἄρηα", καὶ ἐν τοῖς ἑξῆς δὲ ἀκουσόμεθα "ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς", καὶ "ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃ". Τυκτὸν δὲ κακόν, ὡς ὑφ' ἡμῶν αὐτῶν τευχόμενον καὶ μὴ φύσει ἡμῖν ἐγγινόμενον, καθὰ τὸ ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν καὶ τὰ ἄλλα. ‑ Ἡ γὰρ φύσις ἥμερον [211] ἔτευξε ζῷον τὸν ἄνθρωπον, εἰ καὶ αὐτὸς ἑαυτὸν εἰς μάχιμον μετατεύχει καὶ κακοποιὸς δι' Ἄρεος γίνεται, ἀπειπάμενος τὸν ἀκάκητα Ἑρμῆν. ‑ Ἀλλοπρόσαλλον δὲ ὡς ἀστατοῦντα καὶ ἄλλοτε ἄλλῳ χαριζόμενον,
(v. 832-834) ὡς δηλοῖ τὸ "ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτο", ἤγουν ὑπισχνεῖτο, "ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται", ἤγουν τῶν Ἀργείων ἢ ὧν ὑπέσχετο. ἤγουν, ὡς εἴρηται, ἀλλοπρόσαλλός ἐστι κατὰ τὸ φαινόμενον ὁ ἄλλος πρὸς ἄλλον γινόμενος κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν, καί, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἕτερον πρὸς ἕτερον διαβάλλων καὶ ἄλλοτε ἄλλῳ φίλος. Ἢ κατὰ ἀλληγορίαν, ὅτι οὐ τῶν αὐτῶν ἀεὶ ἡ νίκη ἐστὶν ἡ κατὰ πόλεμον, ἀλλ' ἄλλοτε ἄλλῳ ἐκ πολέμου προστίθεται, γινομένη ἑτεραλκής. "Ξυνὸς γὰρ Ἐνυάλιος καί τε κτανέοντα κατέκτα", ὡς ἐν ἄλλοις λέγεται. Σὺ δ' ἄν, ὦ οὗτος, ἀλλοπρόσαλλον ἐρεῖς καὶ ξυνὸν Ἐνυάλιον καὶ τὸν πολύφιλον καὶ κακόφιλον. καὶ ἄλλως δὲ ἀλλοπρόσαλλον ἐροῦμεν τὸν σκολιὸν ἢ καὶ κολακικόν. Εὐριπίδης δὲ τὸν Ὁμηρικὸν παραποιήσας νοῦν λέγει [212] που δριμέως κοινὸν Ἐνυάλιον τὸν ἀδελφικόν, καθ' ὁμοιότητα τοῦ "κοινὸν αὐτάδελφον κάρα". [Σημείωσαι δὲ ὅτι ἐς τοσοῦτον φευκτέος ὁ καθ' Ὅμηρον ἀλλοπρόσαλλος, ὥστε καὶ ὁ τοῦ μύθου Ζεὺς ἐν τῇ α ῥαψῳδίᾳ εὐλαβεῖται σκωφθῆναι τοιοῦτος, ἔνθα βαρὺ κρίνει, ὡς ἡ Ἥρα νεικεῖ αὐτόν "καί τέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν", ὡς ἐκ τούτου ὑπονοεῖσθαι οὐκ ἀφυῶς ἀλλοπρόσαλλον καὶ τὸν Δία, ὅτε εἰς εἱμαρμένην ἐκληφθεὶς ἄλλοτε πρὸς ἄλλους ῥέπει καὶ αὐτὸς κατὰ τύχης μεταβολάς, οὐ μὴν ὡς μαινόμενος καὶ ὡς τυκτὸν κακόν.]
(v. 835 s.) Ὅτι τὸ ἁπλῶς καταγαγεῖν τοῦ ἅρματος ἀφ' ἵππων ὠθεῖν λέγει. Οὕτω γὰρ ἡ Ἀθηνᾶ τὸν Σθένελον ἀφ' ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασα, ἤγουν εἰς τοὐπίσω ἑλκύσασα. Ἰστέον δὲ ὅτι καὶ τὸ χωρίον τοῦτο παντελῶς ἐστιν ἀναλληγόρητον καὶ ποιητικῇ μάλιστα τερατείᾳ πρέπον. οὐ γὰρ ἔστι νοεῖν ἱστορικῶς, ὅτι ὁ Σθένελος κατά τινα σύνεσιν κατῆλθε τοῦ ἅρματος, ὡς εἶναι τὸν Διομήδην παραιβάτην ἅμα τὸν αὐτὸν καὶ ἡνίοχον, εἰ μὴ ἄρα ἐστί τις θεραπεία τοῦ τοιούτου μύθου τὸ πᾶσαν οὕτω καταπραχθῆναι δεξιώτατα ὑπὸ Διομήδους τὴν διφρηλασίαν, ὡς μηδὲ προσλογισθῆναι τοῖς ἔργοις ὅλως τὸν ἡνίοχον Σθένελον.
(v. 836) Ὅτι ἐν τῷ "ὃ δ' ἂρ ἐμμαπέως ἀπόρουσε", τὸ ἐμμαπέως λέξις ἐστὶ ποιητική, δηλοῦσα τὸ σπουδαίως, οἱονεὶ ἁμεπέως, ἤγουν ἅμα ἔπει καὶ λόγῳ κατὰ Φιλόξενον, καὶ κατὰ μετάθεσιν ἐμμαπέως, ἵνα λέγῃ ὅτι κατέβη τοῦ ἅρματος ὁ Σθένελος ἅμα τῷ λαλούσης [213] αἰσθέσθαι τῆς Ἀθηνᾶς.
(v. 837-839) Μεθὸ Ἀθηνᾶ μὲν "ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον, μέγα δ' ἔβραχε φήγινος ἄξων βριθοσύνῃ. δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ' ἄριστον". Καὶ σημείωσαι τὸ ἔβραχεν ὡς οὐ μόνον ἐπὶ ὅπλων λέγεται, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἄξονος βαρυνθέντος, ὥσπερ που καὶ ἐπὶ θυρέτρων εὐαρμόστων. Καὶ ἀπορεῖται μέν, πῶς βάρους αἰτία ἡ ἀβαρὴς Ἀθηνᾶ. Λύει δὲ αὐτὸ φιλοσόφως ὁ Σιμπλίκιος, τῇ αἰσθήσει προσχρώμενος εἰς λύσιν τῆς ἀπορίας. τὸ γὰρ νοητὸν ἀληθῶς μὲν ἀβαρές, βάρος δὲ ἔχειν φαίνεται, ὡς αἰσθητόν, ὅτε κατ' αἴσθησιν ἐπιφαίνοιτο.
(v. 838) Τὸ δὲ "φήγινος ἄξων" φιλοτίμως παρέρριψεν ὁ ποιητὴς ὡς τεκτονικὸν παράγγελμα, μονονουχὶ λέγων δεῖν φήγινον εἶναι τὸν τοιοῦτον ἄξονα, οὐ κατὰ τὴν Ἡσιόδου μικροπρέπειαν ἐν ἔργῳ τὰ τοιαῦτα παραγγέλματα θέμενος, ἀλλ' αὐτὰ μὲν ἐπιτρέχων καὶ ἐν παρέργῳ τιθείς, τῶν δὲ μεγαλοπρεπῶν ἡρωϊκῶν καὶ καιρίων γινόμενος. Οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ φήγινος πήδινος γράφουσιν, εἰπόντες ὅτι πῆδος εἶδος ξύλου. ὅθεν καὶ πηδός ἡ πλάτη, ὡς ἐκ τοιούτου ξύλου σκευασθεῖσα.
(v. 839) Τῆς δὲ βριθοσύνης ἡ ἀναλογία κατὰ τὴν τοξοσύνην καὶ δρηστοσύνην καὶ παλαισμοσύνην καὶ τὴν τραγικὴν ἀπιστοσύνην καὶ βιότου ἀπειροσύνην. Τὸ δὲ "δεινὴν θεόν" χρήσιμόν ἐστι καὶ εἰς τὴν δεινὴν τῆς Ἀθηνᾶς αἰγίδα.
(v. 840) Ὅρα δὲ ὡς παρὰ τὴν προδηλωθεῖσαν τοῦ σοφοῦ Νέστορος παραγγελίαν ἡ Ἀθηνᾶ εἰς τὸ τοῦ Διομήδους ἱκομένη ἅρμα οὐκ ἔγχει ὀρέγεται, ὡς ἐκεῖνος ἔφη, ἀλλὰ μάστιγα καὶ ἡνία λάζεται, ὅ ἐστι λαμβάνει. Αἴτιον δ' ὅτι οὐ κατ' ἄνθρωπον ἡ πρᾶξις, διὸ οὐδ' ἀνθρωπίνως μεθοδεύεται.
(v. 845) Ὅτι ἡ Ἀθηνᾶ ἔλαθε τὸν Ἄρην ἐν τῷ τοῦ Διομήδους ἅρματι οὖσα, διότι "δῦνεν Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης". ἥτις μελαντάτη ὑπὸ τοῦ μύθου λέγεται εἶναι ὑπὲρ πᾶν, ὃ ἂν εἴπῃ τις, μέλαν. Διὸ καὶ πᾶς ἀφανὴς ὢν ἐν τῷ δολίως τι πράττειν καὶ οἷον ὑπὸ Ἅιδῃ καὶ τῷ ἐκεῖσε σκότῳ Ἅιδου λέγεται παροιμιωδῶς κυνέην φορεῖν. Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς νέφος τι πυκνότατον [214] ἡ τοῦ Ἅιδου κυνέη, δι' οὗ καὶ θεοὶ ἀφανεῖς ἀλλήλοις γίνονται, ὡς εἶναι ταὐτὸν κυνῆν Ἅιδου δῦναι καὶ ὑπὸ παχυτάτῳ νέφει γενέσθαι. Ἴσως δὲ καὶ ἐκ τοῦ ὑπὸ γῆν ἀΐδου ἤτοι σκότου εἴρηται τὸ "δῦν' Ἄϊδος κυνέην", ἣν δηλαδὴ περιβαλόμενός τις οὐκ ἂν ὁραθείη. Διὸ καὶ Ἀθηνᾶ ἔδυνεν αὐτήν, ἵνα μὴ αὐτὴν ἴδοι ὁ Ἄρης. Καὶ σημείωσαι ὅτι ἡ φύσει φωσφόρος Ἀθηνᾶ νῦν διὰ χρείαν ἐπικτήτῳ σκότῳ καλύπτεται. Δηλοῖ δὲ καὶ ταῦτα τὴν τῆς φρονήσεως φύσιν, ἥτις ἐν Ὀδυσσείᾳ μὲν ἐξέλαμψε δίκην φωτός, ἐνταῦθα δὲ ἑαυτὴν ὡς ἐν σκοτίᾳ ἐπέκρυψε. Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ νῦν ἡ Ἀθηνᾶ ἑαυτὴν τῷ Ἄρει δοκεῖ διὰ σκοτεινοῦ νέφους ἐπικρύψαι ‑ Τοῦτο γάρ, ὡς εἴρηται, ἦν ἡ τοῦ Ἅιδου κυνῆ ‑ , οὕτω πρός τινα σαφήνειαν ὑπονοητικὴν τῆς τοιαύτης κυνέης καὶ ἐν τοῖς ἑξῆς ὁ Ἄρης ἀφανὴς ἔσται τῷ Διομήδει, ὡς εὐθὺς μετ' ὀλίγα φανήσεται. Δῆλον δὲ ὅτι, ὥσπερ πρὸ μικροῦ ἱμάντας καὶ λέπαδνα οὐ κυριολεκτῶν εἶπεν ἐπὶ τοῦ τῆς Ἥρας ἅρματος, οὕτως οὐδὲ ἐνταῦθα ἐπὶ καταστάσεως νεφώδους τὴν τοῦ Ἅιδου κυνέην κυριολεκτεῖ ὁ ποιητής, οἷα κατ' ἀνάγκην μεταφορᾶς καὶ τοῦτο παθών. Ἄλλως μέντοι μυθικώτερόν ἐστι κυριολεξίαν ἐνταῦθα ὑπονοῆσαι, εἴ τις κατὰ τὸ σιωπώμενον ἐκ Πλούτωνος εἴπῃ τὴν Ἀθηνᾶν λαβεῖν τὴν ἐκείνου κυνέην. Τέως γε μὴν θεωρητέον ὡς εὐλόγως ὁ ποιητὴς οὐδέν τι ὅλως περὶ τῆς τοιαύτης ἔφη κυνέης, ἀλλ' ὀνομάσας μόνον αὐτὴν οὐδέν τι πλέον ἐπεσημήνατο εὖ ποιήσας. [Σκοπητέον δὲ καθ' οἵαν καὶ ὅσην παράχρησιν Ἅιδου κυνέην ἔφη ὁ ποιητὴς τὸ τῆς κεφαλῆς ἀέριον κάλυμμα, δι' οὗ κρύπτεταί τις τὸ βλέπεσθαι ἢ ἐς τὸ πᾶν ἢ κατὰ μόνον πρόσωπον. Ἔστι δ' εὑρεῖν παρὰ τοῖς παλαιοῖς ὡς κυνέη καλεῖται καὶ τὸ κοινῶς λεγόμενον σκιάδειον, ὅπερ Ἡσίοδος πῖλόν φησιν ἀσκητόν.]
(v. 842-844) Ὅτι οὐκ ἀργῶς βροτολοιγὸν πολλαχοῦ λέγει τὸν Ἄρην ὁ ποιητὴς κατὰ μόνην ἀλληγορίαν ἀλλὰ καὶ σωματικῶς. Ἰδοὺ γὰρ ἐνταῦθα καὶ κατὰ μῦθον κτείνας ὁ Ἄρης καὶ θυμὸν ἐξαινύμενος, ἤγουν [215] ἀφελόμενος, ἐξεναρίζει τινὰ πελώριον Περίφαντα καὶ χειρουργεῖ τὸν φόνον, ἵνα πιθανὸν οὕτως εἴη ἐνταῦθα καὶ τὸ κατὰ Διομήδους αὐτὸν ἔγχεϊ χαλκείῳ ὀρέξασθαι. Καὶ πρὸ ὀλίγου δὲ πολλοὺς ἐξενάριξεν Ἕκτωρ τε καὶ χάλκεος Ἄρης. Ὅλως γὰρ ἐν δευτέρῳ τὰ τῶν ἀλληγοριῶν τίθεται ὁ ποιητής, καὶ οὐδὲ δεῖ ἀλληγορεῖν, εἰ μὴ πρότερόν τις καταστήσει καὶ κρατυνεῖ τὸν μῦθον εἰς πιθανότητα. Ἀρίσταρχος μέντοι μηδέν τι τῶν Ὁμήρου, ὡς καὶ προερρέθη, ἀλληγορεῖν ἀξιῶν, οὐ μόνον ὑπερβολικόν τι λέγει, ἀλλὰ καὶ σοφίας μεγάλης ἀφαιρεῖται τὸν ποιητήν.
(v. 851 s.) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "ὠρέξατο ἔγχεϊ χαλκείῳ", ἤτοι ἀνέτεινεν ἔγχος καὶ ἔτεινεν ἑαυτὸν τῷ ἔγχει. καὶ ἔστιν ὅμοιον τῷ "ἔγχει ὀρεξάσθω". Τοῦτο δὲ παρακατιὼν σαφέστερον λέγει "ὡρμᾶτο ἔγχεϊ χαλκείῳ". [Ἐνταῦθα δὲ εἰπὼν ὁ ποιητὴς καὶ ζυγὸν ἡνία θ' ἵππων, τὸν ἵππειον ζυγόν, ὃν πρὸ τούτων ἔφη, πρὸς διαστολὴν ἑτεροίων ζυγῶν διέλυσεν εἰς τὸ "ζυγὸν ἵππων".]
(v. 848) Τοῦ δὲ αἴνυτο θέμα αἴνυμι, ὅπερ ἁπλῶς μὲν ληφθὲν ἀντὶ τοῦ ἀφαιρῶ λέγεται γίνεσθαι ἀπὸ τοῦ αἴρω αἴρνω αἰρνύω, αἴρνυμι, ἐξ οὗ τὸ "τυρῶν αἰνύμενοι" ἐν Ὀδυσσείᾳ. Εἰ δὲ φονία λέξις ἐστί, πρόκειται, φασίν, αὐτοῦ τὸ κτῶ κταίνω, ἀφ' οὗ ἀπελεύσει τοῦ τ καίνω, ἐξ αὐτοῦ δὲ ὁμοίως αἴνω, ὅθεν αἰνύω αἴνυμι καὶ "θυμὸν αἰνύμενος".
(v. 846) Ὅτι τὸν Διομήδην σεμνολογῶν ὁ ποιητὴς ὡς εὐθὺς ἀριστεύσοντά φησιν "Διομήδεα δῖον, Αἰτωλῶν ὄχ' ἄριστον, Ὀϊλέος ἀγλαὸν υἱόν".
(v. 854-856) Ὅτι τὸ μὲν τοῦ Ἄρεος ἔγχος χειρὶ λαβοῦσα ἡ Ἀθηνᾶ "ὦσεν ὑπ' ἐκ δίφροιο ἐτώσιον ἀϊχθῆναι", τὸ δὲ τοῦ Διομήδους ἐπέρεισε "νείατον ἐς κενεῶνα, ὅθι ζωνύσκετο μίτρην" ὁ Ἄρης. ἔνθα μιν "οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, ἐκ δὲ δόρυ σπάσεν αὖτις. ὃ δ' ἔβραχε χάλκεος Ἄρης, ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος". Καὶ ἔοικεν ὁ Διομήδης ἐν πλήθει τοσούτων [216] χιλιάδων τὴν ἀρρενωπὸν ἀριστείαν ἄρτι ἐνδείξασθαι, κένωμά τι εὑρὼν ἐν ἄκροις καὶ ἀραίωσιν λαοῦ. τοῦτο γάρ, φασίν, αἰνίττεται ὁ νείατος κενεών. Καὶ δοκεῖ τοῖς παλαιοῖς ἐν πλείονι συνασπισμῷ ἀριστεῦσαι νῦν ὁ ἥρως ἢ ὅτε τὴν θῆλυν Ἀφροδίτην ἔτρωσεν, ὡς καὶ Ἡράκλειτος πλατύτερον ἀλληγορεῖ. Καὶ ἔστι μείζων αὕτη ἀριστεία. ἐκεῖ μὲν γὰρ οὐ παρῆν τις γενναῖος τῶν Τρώων πρόμαχος τοῦ Αἰνείου κειμένου, ἐνταῦθα δὲ ὁ Ἕκτωρ ὁμιλεῖ, ὁ τῶν Τρώων ἄριστος, καὶ οὕτως εὐδοκιμεῖ ὡς καὶ τὸν Ἄρην δοκεῖν σὺν αὐτῷ εἶναι. ὁ τοίνυν Διομήδης κατὰ τοῦ τοιούτου πολέμου δράσας γενναῖα μέγα τι ποιεῖ. διὸ καὶ αὐτὸν τὸν Ἄρην λέγεται βαλεῖν.
(v. 860) Τὸ δὲ ἐννεάχιλοι ἢ δεκάχιλοι διὰ μὲν διχρόνου γραφόμενον ἔχει τερατείαν ποιητικὴν καὶ μεγαλοπρέπειαν. Ἐὰν δὲ διὰ διφθόγγου κατά τινας γράφεται, οὐ μόνον ἀδιανόητόν ἐστιν, ἀλλὰ καὶ πάνυ σμικροπρεπές. τί γὰρ μέγα, ἐὰν ἐννέα χειλέων ἢ δέκα φωνὴν ὁ τοιοῦτος Ἄρης ἀφίησιν, ὅπου γε ὁ θνητὸς Στέντωρ αὐδᾶν ἔχει ὅσον ἄλλοι [217] πεντήκοντα; πῶς δὲ καὶ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε δείσαντας ἐκ τῆς βοῆς, ἐὰν δεκάστομος ἦν; ἐφ' οἵῳ δὲ μεγαλείῳ δεκαστόμου βοῆς ἐπεσημάνθη τὸ "τόσον ἔβραχ' Ἄρης, ἆτος πολέμοιο", τουτέστιν ἀκόρεστος, κραθεὶς ἐκ τοῦ ἄατος, ὡς πολλαχοῦ φαίνεται. Ὥρμητο δὲ ὅμως ἡ διὰ διφθόγγου ἀλλόκοτος γραφὴ ἐκ τοῦ "οὐδ' εἴ μοι δέκα μὲν στόματ' εἶεν", καὶ ἔχοι ἂν ἴσως οὕτω τερατῶδές τι ὁ λόγος, ὡς οὕτως ἑκάστου τῶν ἰαχόντων Τρώων γεγωνὸς φθεγγομένου, καθάπερ ἂν εἰ καὶ πολλοῖς ἐχρᾶτο στόμασιν, ὧν οἷον πύλαι τὰ χείλη.
(v. 857) Ὅρα δὲ τὸ "ζωνύσκετο μίτρην", διασαφητικὸν ὂν καὶ αὐτὸ τῆς πολεμικῆς ζώνης καὶ τοῦ ἑτεροιοῦσθαι αὐτὴν πρὸς τὴν μίτραν. ἄλλως γάρ, εἴπερ ζώνη ἡ μίτρα, πῶς ἂν ζωνύσκοιτο;
(v. 858) Τοῦ δὲ δάπτειν, ἐξ οὗ καὶ τὸ δαρδάπτειν καὶ δαπταί αἱ μυῖαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, πρωτότυπον τὸ δῶ, ἐξ οὗ τὸ δαίω, καθ' οἷον ἄν τις ἐρεῖ σημαινόμενον. Ὡς γὰρ βῶ βάπτω, ῥῶ ῥάπτω, κνῶ κνάπτω, τὰ ἑτέρωθι σαφῶς δηλωθέντα, οὕτω καὶ δῶ δάπτω.
(v. 859) Τὸ δὲ βράχειν ἰδοὺ καὶ ἐπὶ μεγάλης βοῆς, ὁπλιτῶν μέντοι.
(v. 861) Τὸ δὲ "ἔριδα ξυνάγοντες Ἄρηος" ἔχει μὲν διαστολὴν πρὸς ἑτέρας ἔριδας, ἐπιτείνει δὲ συγκριτικῶς τὴν ἐνταῦθα πολεμικὴν ἰαχήν, ὡς μὴ κατὰ τὰς ἄλλας οὖσαν, τὰς ἁπλῶς βοωμένας, ἀλλ' ὁποίαν ἰαχήσαιεν ἂν μυριοπληθεῖς ἄνδρες πόλεμον συρρηγνύντες. Ὥσπερ δὲ ξυνάγεται πόλεμος ὁ ἐκ πολλῶν ἀνδρῶν τῶν καθέκαστα, οἷον "ἵνα ξυνάγωμεν Ἄρηα", ταὐτὸν δ' εἰπεῖν συμφέρεται, κατὰ [218] τὸ "συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν", οὕτω ξυνάγεται καὶ ἔρις ἡ κατὰ πόλεμον.
(v. 862 s.) Ὅτι ἐν Ὀδυσσείᾳ μὲν τὸν Κύκλωπος βαρὺν φθόγγον ὀλίγοι τινὲς ἔδεισαν, ἐνταῦθα δὲ Ἄρεος βοήσαντος λαοὶ τρέμουσι. Φησὶ γὰρ "τοὺς δ' ἂρ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε δείσαντας. τόσσον ἔβραχ' Ἄρης", ὡς εἴρηται, οὐ βοὴν ἀγαθὸς αὐτὸς ὤν, ἀλλὰ καὶ τὸν φθόγγον οὖλος.
(v. 864-867) Ὅτι ὁπηνίκα καυματηρᾶς οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν μελαίνεται ὁ ἀήρ, ἄνεμος προσδοκᾶται. ὃ καὶ Ὅμηρος ἐκ παρέργου ἐν παραβολῇ δηλοῖ, φιλοσοφῶν ὡς οἷον ἐκ παρόδου καὶ λέγων ὅτι "οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ καύματος ἐξ", ἤγουν μετὰ καῦμα, "ἀνέμοιο δυσαέος ὀρνυμένοιο, τοῖος Διομήδεϊ χάλκεος Ἄρης φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν", τουτέστιν εἰς νέφος ἔδοξεν ἐσχηματίσθαι ὁ μυθικὸς Ἄρης, φεύγων ἐκ τοῦ πολέμου. Καὶ σημείωσαι ὅτι ἐπὶ μὲν τῆς Ἀφροδίτης ἀσφαλέστερον εἶπε τὸ "μελαίνετο δὲ χρόα καλόν", ἐνταῦθα δὲ ἄλλως τερατώδη ταύτην τῷ Ἄρεϊ μελανίαν τὴν διὰ τοῦ νέφους προσέπλασεν. ὅθεν ἔμφασίν τινα δίδωσι τοῦ νέφος τι νοεῖν καὶ τὴν τοῦ Ἅιδου κυνῆν, ὡς καὶ προγέγραπται, εἴγε καὶ ὁ Ἄρης νῦν ἀφανὴς γίνεται, νεφωθεὶς οἷον καὶ ζοφωθείς, οἵα τις ἐκ νεφέων ἐρεβεννὴ ἀὴρ φαίνεται. Εἴη δὲ ἂν αὕτη νέφωσις ἐκ παχείας κόνεως ὑψοῦ ἀρθείσης ἐν τῇ συντόνῳ κινήσει τῶν μαχομένων, ὅτε ἡ μάχη ἐκλίνθη γενομένης τροπῆς. Ὅρα δὲ καὶ σχῆμα παραβολῆς καινότερον. οὐ γὰρ ἐκ παραβολικοῦ ἄρχεται ἐπιρρήματος, ἀλλ' ἐξ ἀντωνυμίας ἀναφορικῆς. Φησὶ γάρ· οἵα ἐρεβεννὴ ἀήρ, τοῖος ἐφαίνετο Ἄρης.
(v. 864) Ὅρα δὲ καὶ τὸ ἀήρ θηλυκῶς καὶ νῦν λεχθὲν καὶ ἐκτεῖνον τὴν ἄρχουσαν.
(v. 865) Ἡ δὲ ἐξ πρόθεσις οὐ μόνον ἐνταῦθα εἴληπται ἀντὶ τῆς μετα προθέσεως, ἀλλὰ καὶ ἀλλαχοῦ, οἷον "πιόμενα ἐκ βοτάνης", ἤτοι μετὰ τὴν βοσκήν, καὶ "ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποί", ἤτοι μετὰ τὰς νύκτας.
(v. 864) Διπλάζεται δὲ τὸ ἀμετάβολον ἐν τῷ ἐρεβεννή ἀναγκαίως [219] εἰς μέτρου χρείαν. πάσχει δ' αὐτό ποτε καὶ ἡ φαεννή καὶ ἡ κλεεννή, ἅπερ εἰσὶν ἡ φαεινή καὶ ἡ κλεινή. [(v. 868) Ὅτι διασαφῶν ἐνταῦθα τὴν τοῦ Ὀλύμπου λέξιν φησὶν "ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον".]
(v. 869) Ὅτι διδάσκων κἀνταῦθα ὁ ποιητὴς παραποίησιν ἐπῶν φησι περὶ Ἄρεος "πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων", ὃν δὴ στίχον ἔφη ἐν τῇ α ῥαψῳδίᾳ περὶ Αἰγαίωνος, θεὶς ἐκεῖ ἀντὶ τοῦ "θυμὸν ἀχεύων" τὸ "κύδεϊ γαίων".
(v. 870) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐπὶ Ἀφροδίτης, ἄμβροτον αἷμα καταρρέειν ἐξ ὠτειλῆς λέγει τοῦ Ἄρεος, ἐπαναπαυσάμενος ἤδη τῇ λέξει τοῦ αἵματος μᾶλλον ἤπερ τῇ τοῦ ἰχῶρος, περὶ οὗ προείρηται. "Δεῖξε" γάρ, φησίν, "ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς".
(v. 872) Ὅτι ὥσπερ προκαλῶ προκαλίζω, καναχῶ καναχίζω, στοναχῶ στοναχίζω, μηρυκῶ μηρυκίζω, μοχθῶ μοχθίζω παρὰ Θεοκρίτῳ, οὕτω πολλαχοῦ καὶ νεμεσῶ νεμεσίζω. εὕρηται δὲ καὶ τὸ ἠρεμίζω, καὶ αἰτίζω, ὥσπερ καὶ πολεμίζω. Ἡρόδοτος δὲ καὶ ἀτρεμίζειν φησίν.
(v. 872-874) Ἰστέον [220] δὲ ὅτι ὁ ἐκτραγῳδῶν πρός τινα ὑπερέχοντα πάθος οἰκεῖον, ὅπερ ἔπαθε παρά τινος τῶν συνήθων, εἴποι ἄν "οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; αἰεί τοι ῥίγιστα τετληότες εἰμέν", ἤγουν ἐσμέν, "ἀλλήλων ἰότητι", τουτέστι βουλῇ, "χάριν ἄνδρεσσι φέροντες". Παρῴδηται δὲ ἡ ἀρχὴ τῶν ῥηθέντων κατὰ μίαν λέξιν ἐκ τῶν πρὸ ὀλίγου ῥηθέντων, ἔνθα ἔφη "Ζεῦ πάτερ, οὐ νεμεσίζῃ Ἄρηι τάδε καρτερὰ ἔργα;" Καὶ σημείωσαι ὅτι καὶ ἐνταῦθα τὸ "καρτερὰ ἔργα" οὐκ ἐπὶ ἐπαίνου κεῖται ἀλλ' ἀντὶ τοῦ βιαστικά, καθ' ὃ καὶ βέλος λέγεται καρτερόν. πάντως γὰρ οὐκ ἐπαινεῖ ὁ Ἄρης, ἃ κακῶς ἔπαθε διὰ τὴν Ἀθηνᾶν. οὕτω δὲ καὶ λόγος κρατερός ὁ ἀπειλητικὸς καὶ βίαν δηλῶν.
(v. 875) Ὅτι τὸ "σοὶ πάντες μαχόμεθα", ἤγουν διὰ σέ, ὅμοιον τῷ "σοὶ ζῶ", ἤτοι διὰ σέ. Ἐνταῦθα δὲ ὅρα ὡς ἀδιανόητα δοκεῖ πρὸς τὸν Δία λέγειν ὁ Ἄρης ἐν τῷ "σοὶ μαχόμεθα. σὺ γὰρ ἔτεκες ἄφρονα κούρην". οὐ γὰρ αἴτιος μάχης ὁ ἄφρονα παῖδα γεννήσας οὐδὲ αἰτιατέος ἁπλῶς.
(v. 877-880) Διὸ καὶ τὸν λόγον ἐπιδιορθούμενος ἐπάγει "ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ, σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· ταύτην δὲ οὔτ' ἔπεϊ προτιβάλλεαι, οὔτε τι ἔργῳ", ὅ ἐστιν, οὔτε λόγῳ οὔτε ἔργῳ λυπεῖς, ἀλλ' ἀνίεις, ἤγουν ἀναπείθεις, "ἐπεὶ αὐτὸς ἐγείναο" καὶ ἑξῆς. Καὶ οὕτως γίνεται ὀρθὸς καὶ σπουδαῖος ὁ τοῦ Ἄρεος λόγος. Τῷ ὄντι γὰρ αἰτιατέος πατήρ, ὃς γεννήσας ἄφρονα παῖδα, οὐκ ἐπέχει τῆς ἀφροσύνης αὐτήν, ἀλλὰ καὶ προσερεθίζει. [Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα κατὰ τοῦ Διὸς αἰτίασις, ὅς ἐστί ποτε καὶ νοῦς, αἴνιγμά ἐστι τοῦ ἐν τοῖς ἐφαμάρτοις πράξεσιν, ἃς οὐκ ἂν ἐν ζῴοις ἀλόγοις εὕρῃ τις, τὸν νοῦν αἴτιον εἶναι βαθέα [221] κυβιστῶντα καί που πονηρευόμενον καὶ οὐ διευκρινοῦντα τὸ δέον ἀεί.]
(v. 878) Ὅρα δὲ τὸ "δεδμήμεθα ἕκαστος", σύνεσιν ἔχον ἐπιδιορθωτικὴν τοῦ "σοί τ' ἐπιπείθονται". Εἰ γὰρ κατὰ τὸ "σοὶ πείθονται" ἐσχημάτισε καὶ τὸ δέδμηνται, οὐ καλῶς ἐλάλει, ὡς δοκῶν ὑπεξάγειν ἑαυτὸν τοῦ πείθεσθαι καὶ δεδμῆσθαι κατὰ τοὺς λοιπούς. [Δῆλον δὲ ὅτι διαφορά ἐστι τοῦ πείθεσθαι καὶ δεδμῆσθαι. οὔτε γὰρ πᾶς ὁ πειθόμενος ἄρχοντι ἐξ ἀνάγκης καὶ δεδμημένος ἐστὶν ἐκείνῳ οὔτε πᾶς ὁ δεδμημένος τινὶ ἤδη καὶ πείθεται. πολλοὶ γὰρ ἀπειθεῖν τοῖς ἄρχουσι βούλονται. Ὅτι δὲ καὶ εὐοδώτερον εἰς μέτρον τὸ ὅσοι θεοί εἰσι καὶ τὸ πείθονται καὶ τὸ δεδμήμεσθα, ἤπερ τὸ ἐσμέν καὶ πειθόμεθα καὶ δεδμήμεθα, οὐδ' αὐτὸ ἄδηλόν ἐστι.]
(v. 877) Τὸ δὲ "ὅσοι θεοὶ ἐν Ὀλύμπῳ" πρὸς διαστολὴν εἶπε τῶν ὑποταρταρίων, οἳ διὰ τὸ μὴ πείθεσθαι Διῒ καὶ δεδμῆσθαι κάτω ἐρρίφησαν.
(v. 879) Τὸ δὲ προτιβάλλεαι, ὅ ἐστι προσβάλλῃ, μάχιμος λέξις, Ἄρεϊ φίλη, ἀφ' ἧς ἡ κατὰ πόλεμον προσβολή, [ἶσον ὂν τῷ ἐπιπλήττεις. Τῷ δὲ προτιβάλλεαι παθητικῶς ῥηθέντι ὅμοιον καὶ τὸ "σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν".] Ἐν τούτοις δὲ οὐ μόνον ἄφρονα κούρην, ἀλλὰ καὶ οὐλομένην καὶ ᾗ ἀήσυλα ἔργα μέμηλε καὶ ἀΐδηλον καὶ μαργαίνειν πείθουσαν καὶ τοιαῦτά τινα τὴν Ἀθηνᾶν ὁ ἄφρων Ἄρης ἀποκαλεῖ. Καὶ τί γὰρ ἄλλ' ἢ κανών τίς ἐστι διεστραμμένος ἅπας ἄφρων πρὸς ἑαυτὸν μετάγειν καὶ στρεβλοῦν ἐθέλων καὶ τὰ ὀρθὰ καὶ μηδὲν αὐτοῦ ἀπεοικέναι κρίνων καὶ τοὺς εὖ ἔχοντας λόγου καὶ φρονήσεως; καὶ τοιαῦτα μὲν ὁ ἀλόγιστος Ἄρης.
(v. 889-898) Ὁ δὲ Ζεύς, ὃς εἰς νοῦν λαμβάνεται, τὰ μὲν πρῶτα ἐξουθενῶν αὐτόν φησι "μή μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε", καὶ τὰ ἑξῆς, ὅσα πρέπει παρῳδηθῆναι εἰς ἄλογον θυμόν. ἐπάγει γὰρ [παραποιῶν στίχον προπεποιημένον] "ἔχθιστος δέ μοί ἐσσι θεῶν, [οἳ Ὄλυμπον ἔχουσιν], αἰεὶ γάρ τοι ἔρις φίλη πόλεμοί [τε μάχαι τε.] μητρός τοι μένος ἐστὶν ἀάσχετον" καὶ ἑξῆς, ὡς ῥηθήσεται. Εἶτα ἐφιστᾷ καὶ αὐτῷ τὸν παρὰ θεοῖς [222] ἰατρὸν Παιήονα καὶ ἰᾶται τὸ τραῦμα, διότι, φησίν, ἐξ ἐμοῦ γένος ἐσσί. Τῷ ὄντι γὰρ προσδεῖται καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς τοῦ θυμικοῦ διά τι συγγενὲς ὁ νοῦς καὶ ἡ φρόνησις, καθὰ καὶ δορυφόρων οἱ βασιλεῖς. διὸ καὶ ἄγχουσι μὲν αὐτὸ καὶ ἐπιπλήττουσι καὶ ὑπείκειν ποιοῦσιν, οὐ μέντοι καὶ τέλεον ἐξαφανίζουσιν.
(v. 876) Ἀήσυλα δὲ ἔργα ἢ τὰ βλαπτικά παρὰ τὸ ἆσαι, ἤτοι βλάψαι, πλεονασμῷ τοῦ η, ὡς καὶ ἐν τῷ ὑπέρφανος ὑπερήφανος, καὶ ἐν ἄλλοις, ἢ τὰ ἀηδῆ παρὰ τὸ α στερητικὸν καὶ τὸ ἧσαι τὸ εὐφρανεῖν. Ποιητικὴ δὲ ἡ λέξις καὶ πεζῷ λόγῳ οὐκ εὔχρηστος. Ἰστέον δὲ καὶ ὡς περὶ ἀπειθοῦς τινος ἐροῦμεν ἂν πρὸς ἐπιεικῆ ἄρχοντα τὸ "ἄλλοι μὲν πάντες σοί τ' ἐπιπείθονται" καὶ τὰ ἑξῆς.
(v. 880) Καὶ ὅτι ἐν τῷ "αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον", ὃ παράφρασίς ἐστι τοῦ
(v. 875) "σὺ γὰρ ἔτεκες ἄφρονα κούρην", ὑποδηλοῖ ὁ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις ποιηταῖς, ὡς ἐκ μόνου Διὸς ἐγένετο ἡ Ἀθηνᾶ, καὶ οὐχ' ὥσπερ ὁ Ἄρης, ἐξ αὐτοῦ καὶ Ἥρας. Τὸ δὲ ἀνιέναι, ἤτοι ἀναπείθειν, λέξις Ὁμήρῳ συνήθης, πολλαχοῦ κειμένη.
(v. 882) Διὸ καὶ μετ' ὀλίγα τὸ "μαργαίνειν ἀνέηκεν", ἡ Ἀθηνᾶ δηλαδὴ τὸν Διομήδην, ταὐτόν ἐστι τῷ ἀνέπεισε, διήγειρεν, ἠρέθισε. Τὸ δὲ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, καὶ ὁ πρωτότυπος αὐτοῦ μάργος βαρυτόνως, ἢ μαργός ὀξυτόνως κατὰ Τυραννίωνα, ἢ ἐκ τοῦ μή ἀρνητικοῦ καὶ τοῦ ἔργον γίνεται κατὰ τοὺς παλαιοὺς ἢ ἐκ τοῦ μὴ ἀρήγειν. οὔτε γὰρ ἔργον τι σπουδαῖον τῷ μαργαίνοντι οὔτε ἀρήγεται ὡς ἀποδυσπετῶν. [(v. 889) Σημείωσαι δὲ ὡς, εἰ καὶ ἡ ἄλλος ἀντωνυμία οὐκ ἔχει κλητικὴν ἀναγκαίῳ λόγῳ κατὰ τοὺς τεχνικούς, ἀλλ' ἰδοὺ ἐν τῇ συνθέσει τοῦ ἀλλοπρόσαλλε [223] ἔσχεν, ὅπερ ἐνέλειψε τῇ ἁπλότητι. ἔτι δέ, εἰ καὶ τὸ οὐδέτερον αὐτοῦ ὀφεῖλον εἶναι ἄλλον μετὰ τοῦ ν ἀναλόγως, ὅμως πέπονθεν αὐτοῦ ἔνδειαν, ὡς καὶ τὸ τοιοῦτο καὶ τοσοῦτο, ἀλλ' ἐπαναλαμβάνει αὐτό, καθ' Ἡρῳδιανὸν εἰπεῖν, ἐν τῷ ἀλλοπρόσαλλον. οὕτω δὲ καὶ ἐν τῷ ἔξαλλον καὶ ἄναλλον.]
(v. 883 s.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ἄρεος ἐν βραχυτάτῳ τὰ εἰς πλάτος ἤδη τερατευθέντα φησὶ "Κύπριδα μὲν πρῶτον οὔτασε χεῖρ' ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος", ὁ Διομήδης δηλαδή.
(v. 885) Ὅτι τὸ φυγεῖν περιφράζων φησὶν "ἀλλά μ' ὑπήνεικαν", ἤγουν ὑπήνεγκαν, ὑπεξήγαγον, "ταχέες πόδες".
(v. 886 s.) Ἄρης δὲ καὶ τοῦτό φησιν, λέγων καὶ ὡς, εἰ μὴ ταχὺ ἔφυγεν, αὐτοῦ ἂν "πήματ' ἔπασχον ἐν αἰνῇσιν", ὅ ἐστι δειναῖς ἢ αἰαναῖς, "νεκάδεσσιν, ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν", ἤγουν ἐὰν ζῶν ἀσθενῶς εἶχον ταῖς ἐκ σιδήρου πληγαῖς. Τὸ γὰρ "ἤ κεν" γράφεται μὲν διὰ τοῦ η παρὰ τοῖς ἀκριβεστέροις, ἑρμηνεύεται δὲ ἀντὶ τοῦ εἰ διστακτικοῦ, ὡς καὶ τὸ "ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσι", καὶ ἄλλα δέ τινα, περὶ ὧν προείρηται. Λέγει δὲ νεκάδας τὰς τάξεις τῶν νεκρῶν. Τὸ δὲ ζώς ἐκ τοῦ ζωός [224] γίνεται κατὰ συναίρεσιν, οἷον "ζωὸς ἔην" καὶ "Ἄδρηστον ζωὸν ἕλε". Διὸ καὶ ὀξύνεται ὡς ἐκ βαρείας καὶ ὀξείας συναιρεθέν, εἰ καὶ ὁ Ἀσκαλωνίτης αὐτὸ περιέσπα, καθά φασιν Ἀπίων καὶ Ἡρόδωρος. Καὶ οὐκ ἔστιν ὅμοιον τῷ σῶς ὁ ὑγιής. ἐκεῖνο γὰρ ἐκ τοῦ σάος ἢ σόος περιέσπασται, ὡς ἐξ ὀξείας καὶ βαρείας κραθέν. [Τὸ δὲ ἔα Ἰωνικόν, οὗ κοινὸν τὸ ἦα, ὃ δηλοῖ τὸ ἦν, κεῖται καὶ ἐν ἄλλοις, καί που ῥηθήσεται σαφῶς περὶ αὐτοῦ.]
(v. 889-891) Ὅτι πρὸς ἐριστικὸν καὶ ἀλλήναλλον ἄνθρωπον δυσωποῦντα πρέπει ῥηθῆναι τῶν τοῦ Διός, ὡς ἐρρέθη, πρὸς Ἄρην τὸ "μή τί μοι, ἀλλοπρόσαλλε, παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε". ὃ ἐκ τῆς α ῥαψῳδίας παρελκυσθὲν ἀπαραποίητον κεῖται. τὸ μέντοι πρὸ αὐτοῦ [225] ἔπος παρῴδηται. ἀντὶ γὰρ τοῦ "ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων", ὃ ἐκεῖ ἐρρέθη, ἐνταῦθά φησιν "ἔχθιστος θεῶν, οἳ Ὄλυμπον ἔχουσιν".
(v. 889) Ἰστέον δὲ ὅτι μινυρίζειν ἐστὶ τὸ μινυὸν κατὰ Ἀττικούς, ἤτοι μικρὸν καὶ ἠρέμα, κλαίειν. [Παλαιὸς δέ τις γράφει οὕτω ῥητῶς "μινυρίζειν τὸ ἠρέμα καὶ λεπτὸν ᾄδειν. οἱ δέ τινες τὸ θρηνεῖν καὶ ἀποδύρεσθαι". Ἡ δὲ χρῆσις τοῦ μινυοῦ φυλάττεσθαι δοκεῖ καὶ εἰσέτι νῦν ἐν Ἀθήναις. Εἰ δὲ ἐκ τοῦ μινυός ὁ Μινύας τὸ κύριον καθάπερ ἐκ τοῦ τυτθός ὁ Τυδεύς, στοχάσασθαι μὲν ἔστιν, ἀποφήνασθαι δὲ οὔ.]
(v. 890 s.) Ἐν δὲ τῷ "αἰεὶ γάρ τοι ἔρις τε φίλη" καὶ ἑξῆς, ἀστέρα τὸν καὶ πρὸ ὀλίγου ῥηθέντα παρατιθέασιν οἱ παλαιοί, ὡς ὧδε κάλλιστα κειμένου τοῦ λόγου ἤπερ ἐπὶ τοῦ Ἀχιλλέως ἐν τῇ α ῥαψῳδίᾳ. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, οὐκ ἐν ἐπαίνῳ κεῖται τὸ ἀεὶ φίλερι. Χρὴ γὰρ κατὰ τοὺς σοφοὺς πολεμικὸν εἶναί τινα, οὐ μὴν φιλοπόλεμον.
(v. 892 s.) Ὅτι τὸ τῆς Ἥρας ἀνένδοτον πρὸς τὸν Δία δηλοῦται μὲν καὶ ἐν τῇ α ῥαψῳδίᾳ, ἐνταῦθα δὲ ἀριδηλότατα, ἐν οἷς αὐτὸς ὁ Ζεὺς ἀάσχετον λέγει τὸ μένος ἐκείνης καὶ οὐκ ἐπίεικτον, εἰ καὶ ὑπ' αὐτοῦ σπουδῇ δάμναται ἐπέεσσι. Διασαφητικὸν δέ ἐστι τοῦ ἀάσχετον τὸ ἐπίεικτον, εἴπερ καὶ ταὐτὸν σχέσθαι καὶ εἴκειν. Οὐ δύο δὲ στερήσεις ἔχει τὸ ἀάσχετον κατὰ τὸ ἀάατον. οὐ γάρ, ὥσπερ ἀάατον ἔστιν ὅτε τὸ ἀτηρόν, οὕτω καὶ ἀάσχετον τὸ σχετόν. ἀλλὰ τὸ μὲν πρῶτον α ἐπιτείνει, τὸ δὲ δεύτερον στερεῖ, ὡς δηλοῦν τὸ ἄγαν ἀκατάσχετον.
(v. 894) Ἐνταῦθα δὲ καί τι κεῖται παιδευτικὸν τοῦ φυλάττειν μυστήρια. Ὁ γὰρ τὴν Ἥραν ἐρεθισθεῖσαν κατὰ τοῦ Ἄρεος Ζεὺς εὖ εἰδὼς λέγει διστακτικῶς ὀΐεσθαι τὸν Ἄρην κείνης τάδε πάσχειν ἐννεσίῃσιν, [226] ἤγουν συμβουλαῖς, αἳ γίνονται οὐκ ἀπὸ τοῦ ἐννέπω, ἀλλ' ἢ ἀπὸ τοῦ ἔννοια κατὰ τοὺς παλαιούς, πρὸς ὁμοιότητα, φασί, τοῦ πηγόμαλλος πηγεσίμαλλος, ἢ μᾶλλον ἀπὸ τοῦ ἐνίημι, τὸ ἐμβάλλω, κατὰ τὸ "ἐν φρεσὶ βάλλεο σῇσιν", ἵνα ἐκ τοῦ ἐνίημι ἐνεῖμαι ἐνεῖσαι γίνεται ἐνεσία, καὶ διπλασμῷ τοῦ ν ἐννεσία, ἡ εἰς νοῦν ἐνιεμένη συμβουλή.
(v. 891-898) Ὅτι τὴν φύσει πατρικὴν σχέσιν καὶ ἐν μύθοις ὑπεμφαίνων ὁ ποιητὴς πλάττει τὸν πατέρα Δία λέγοντα πρὸς τὸν Ἄρην ὡς, εἰ καὶ φίλερις εἶ ἀεὶ καὶ μάχιμος καὶ ἀΐδηλος, ὃ φθάσας Ἄρης εἶπε κατὰ Ἀθηνᾶς, καὶ διὰ τοῦτο ἀνόμοιος τῷ πατρί, "ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί". ὃ διασαφῶν ἐπάγει "ἐμοὶ δέ σε γείνατο μήτηρ", ἤγουν οὐχ' ἁπλῶς ὁμογενὴς εἶ, ἀλλὰ καὶ υἱός, ὡς εἴπερ, φησίν, "ἐξ ἄλλου γε θεῶν γένευ", ὅ ἐστιν, ἐγένου, "ὧδ' ἀΐδηλος", ὃ σὺ ὠνείδισας εἰς Ἀθηνᾶν, "καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων", κατὰ τοὺς Τιτᾶνας δηλαδή. Χείριστος ἄρα ὁ μυθικὸς Ἄρης. διὸ καὶ καλῶς ὤκνει εἰπεῖν τὸ "σοί τ' ἐπιπειθόμεθα". οὐ γὰρ οἶδε πείθεσθαι, εἰ καὶ ἄκων δέδμηται. Ὅρα δὲ τὸ γένευ πρὸς ὄγκον λόγου φρασθέν. ἄλλως γὰρ ἦν γένου εἰπεῖν.
(v. 898) Τὸ δὲ ἐνέρτερος ἡ ἐντέλειά ἐστι τοῦ νέρτερος. Καὶ ταῦτα μὲν μυθικῶς ἐκ Διὸς πρὸς Ἄρην.
(v. 895) Ἐν οἷς τὸ "ἀνέξομαί σε" ἀσυνήθως τοῖς ὕστερον αἰτιατικῇ συντάσσεται. ἀλληγορικῶς δὲ τί αὐτὰ βούλονται, προείρηται.
(v. 899) Ὅτι ἄνωγε μὲν τὸ ἐκέλευε προπαροξυτόνως, οἷον "Παιήον' ἄνωγεν ἰήσασθαι", ὃ καὶ ἀνώγει, γράφεται ἀπὸ τοῦ ἀνώγω ῥήματος, οὗ ὁ μέλλων ἀνώξω. ἐπὶ δὲ τοῦ ἤνοιγε προπερισπᾶται, οἷον "οὔ τις θεὸς ἄλλος ἀνῷγεν", ἐκ τοῦ ᾦγεν, [227] ὡς ἦγεν ἀνῆγεν, εὗδε καθεῦδε, καὶ ὅσα τοιαῦτα, ὡς καὶ προείρηται, τροχαϊκὰ ῥήματα.
(v. 900 s.) Ὅτι ἐν τῷ "τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατο" φάρμακα μὲν πάντως τὰ ἐπ' ἀγαθῷ, δι' ὧν ὀδύνη πέφασται, ἤγουν πεφόνευται, ὅπερ ταὐτόν ἐστι τῷ ἀκεσώδυνα καὶ φέροντα ἄκος. Τὸ δὲ "πάσσεν" ἐμφαίνει ῥιζικὸν ἰατρὸν εἶναι καὶ τὸν Παιήονα, τρίβοντα βοτάνας καὶ καταπάσσοντα, ὡς καὶ ἀλλαχοῦ ἐφ' ἑτέρων οἶδεν ὁ ποιητής.
(v. 902-904) Ὅτι τὸ τάχος τῆς τῶν φαρμάκων, ὡς εἰκός, τοῦ μυθικοῦ Παιήονος θεραπείας ὁ ποιητὴς τεραστίως ὑποδηλῶν λαμβάνει παραβολὴν ἐκ τυροποιΐας καὶ λέγει οὕτω ταχέως αὐτὰ ξηρᾶναι τὸ τοῦ Ἄρεος ἕλκος καὶ συμπῆξαι τὸ αἷμα, "ὡς ὅτε ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν, ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιστρέφεται κυκόωντι", τουτέστιν, οὕτω ταχέως ὁ Παιήων τὸν Ἄρην ἰάσατο συμπήξας τὸ ἕλκος, ὥσπερ ὀπὸς γάλατι ἐμβληθεὶς καὶ ὡς οἷον ἔμψυχός τις αὐτὸς κατὰ σπουδὴν ἐπειγόμενος, ἢ καὶ ἄλλως, ὡς μάλα ὦκα τῷ κυκῶντι περιστρεφόμενος, ὑγρὸν ὂν τὸ γάλα συνέπηξεν, ἢ κατὰ ἑτέραν γραφήν, ὥσπερ ὑγρὸν γάλα ἐπειγόμενον ὑπὸ τοῦ κυκῶντος συνέπηξεν ὁ ὀπός. Ὥστε ὀπὸς οὐ τὸ γάλα ἐστίν, ὡς μανθάνουσιν οἱ τρόφιμοι τῶν σχεδικῶν αἰνιγμάτων, οἷα τοῦ ὀποῦ τούτου, καθὰ γάλακτος, παραβδάλλοντες ἰδιωτικώτερον, ἀλλὰ [228] κυρίως ὀπὸς καλεῖται ἡ τὸν τυρὸν συμπήττουσα πυετία. ὅθεν καὶ ὀπίας τυρός ὁ πεπηγὼς ὑπὸ ὀποῦ. Λέγεται μέντοι ὀπός καὶ τὸ γαλακτῶδες τῆς συκῆς, ναὶ μὴν καὶ τὸ ὑγρόν, ὃ τὰ φύλλα πρὸς τοῖς κλάδοις συνέχει. ὅθεν καὶ ἡ ὀπώρα παρωνόμασται. Τῶν τις δὲ παλαιῶν φησιν "ὀπός· ἡ πυτία, τὸ τῶν δένδρων δάκρυον, τὸ γαλακτῶδες τῆς συκῆς".
(v. 904) Ὅτι δὲ τάχους ἐστὶ δηλωτικὴ ἡ ῥηθεῖσα παραβολή, δηλοῖ ὁ ποιητὴς εἰπὼν "ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα". Τίς δὲ ὁ Παιήων καὶ πόθεν ἡ λέξις εἴληπται καὶ ποσαχῶς λέγεται, προείρηται. Ἰστέον δὲ ὅτι τε ἐπέτεινεν ὁ ποιητὴς τὸ πολὺ τάχος τῆς συμπήξεως διὰ τοῦ ἐπείγεσθαι καὶ τοῦ ὦκα καὶ τοῦ μάλα καὶ ὅτι ἔχει τι γλυκύτητος ἡ λέξις τοῦ ἐπείγεσθαι, ὡς ἐπὶ ἐμψύχου, καθὰ ἐδηλώθη, λεχθεῖσα, εἴτε ἐπὶ τοῦ ὀποῦ νοηθείη εἴτε ἐπὶ τοῦ γάλατος.
(v. 903) Καὶ ὅτι ὑγρὸν γάλα εἶπε πρὸς διαστολὴν τοῦ τυροῦ, ὃς γάλα ἐστὶ πεπηγὸς ὀπῷ, καθὰ παραδηλοῖ ὁ ποιητής, ἢ καὶ γάλα καθ' ἑτέρους ξηρόν. Ὅρα δὲ καὶ τὸ κυκᾶν ἁπλῶς οὕτω τεθὲν ἀντὶ τοῦ ταράττειν καὶ στρέφειν, καὶ οὐ μόνῳ τῷ κατὰ τὴν Κίρκην κυκεῶνι προσαρμόττον, ὃς ἀπὸ τοῦ χύειν καὶ χέειν κατὰ τοὺς παλαιοὺς παρῆκται διὰ τὸ [229] ὑγρὸς εἶναι καὶ πόσιμος. Εἰ δὲ καὶ πράγματα κυκᾶν τις λέγεται καὶ διὰ τοῦτο κυκεὼν σκώπτεται, μεταφορικῆς τοῦτο μεθόδου ἐστίν. Εἴη δ' ἂν οὐκ ἄκομψον εἰπεῖν, ὡς ὁ οὕτω κυκῶν σκωπτικῶς καὶ ἐπιψόγως, ἐκεῖνος καὶ τυρεύειν λέγεται κατὰ τὸν ἐνταῦθα Ὁμηρικῶς ἐπὶ τυροποιΐᾳ κυκῶντα. Καὶ μαρτυρήσει καὶ ὁ Κωμικὸς ἐκ τοῦ τυροῦ παρετυμολογῶν τὸ τύρευμα, ἐξ οὗ καὶ τὸ τυρβάζειν γίνεται. Σημειῶδες δ' ἐν τούτοις ὡς τὸ κυκᾶν μὲν καὶ ὁ κυκεών διλογεῖται λαμβανόμενα ἐπί τε ψόγῳ καὶ ἄλλως δὲ δίχα ψόγου πραγματικῶς, τὸ δὲ τυρεύειν καὶ ἡ τυρεία μοναχῶς ἐπὶ φαυλότητος τίθεται. Σημείωσαι δὲ ὅτι ὁ σοφὸς Ἡρῳδιανὸς τὸ "περιστρέφεται κυκόωντι" περιτρέφεται γράφει, πάνυ ὀρθῶς. Ἐν γοῦν τοῖς περὶ τροφαλίδος φησί· τροφαλίδα ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ υ. ἡ γὰρ λέξις εἴρηται παρὰ τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι. καὶ παράγει χρῆσιν αὐτίκα τὸ "ὡς δ' ὅτε τις γάλα" ἕως τοῦ "περιτρέφεται", τὸ γάλα δηλαδή, "κυκόωντι", ἀντὶ τοῦ πήγνυται, φησίν. Ὡς δὲ καὶ ἀπὸ τοῦ τηρῶ γίνεται τυρός ὁ τηρούμενος εἰς ἀπόθεσιν πλέον γάλατος, οὐκ ἔστιν ἐνστῆναι τὸν ἐνθυμηθέντα ὁμοίαν τροπὴν τοῦ η εἰς υ ἐν τῷ στήσω στῦλος καὶ ἅλμη ἁλμυρός.
(v. 905) Ὅτι καὶ ἐνταῦθα ὑπηρετητική ἐστιν ἡ Ἥβη. καὶ [230] γὰρ τὸν Ἄρην ἰατρικῇ μεθόδῳ μετὰ τὴν τοῦ τραύματος θεραπείαν αὐτὴ λοῦσε, χαρίεντα δὲ εἵματα ἕσσεν, ὅ ἐστιν ἐνέδυσεν. Ἀδελφὴ δέ ἐστιν Ἥρας ἡ Ἥβη, ὡς καὶ Θεόκριτος μυθολογεῖ.
(v. 906) Ὅτι καὶ ἐνταῦθα βραχὺ παρῳδήσας τίθησιν ἔπος ἐκ τῶν πρὸ τούτου, ἐκεῖ μὲν εἰπὼν "ὃς ῥὰ παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων", ἐνταῦθα δὲ "πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο κύδεϊ γαίων".
(v. 909) Ὅτι ἀνδρείῳ στρατηγῷ πρέπει τὸ "παύσας βροτολοιγὸν Ἄρη ἀνδροκτασιάων".
[231] Ὅτι ἐπιγράφεται ἡ ζῆτα ῥαψῳδία κατὰ μὲν σύντομον πεζολογίαν "Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία", ἐμμέτρως δὲ "ζῆτα δ' ἂρ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ' ὀαριστύς".
(v. 1-4) Λέγει δὲ ὁ ποιητὴς ἐν καταρχῇ ταύτης τὸ "Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δὲ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα", ἤγουν ἀκοντιζόντων κατ' ἀλλήλων, "μεσσηγύς", ὅ ἐστι μέσον, "Σιμόεντος καὶ Ξάνθοιο ῥοάων", τῶν Τρωϊκῶν ποταμῶν.
(v. 2) Τοῦ δὲ ἰθύειν, ὅ ἐστιν ὁρμᾶν, ἡ χρῆσις καὶ παρ' Ἡροδότῳ παθητικῶς ἐν τῷ "ἰθύοντο στρατεύεσθαι". ἀφ' οὗ καὶ ἰθύς ἡ ὁρμή, οἷον "ἄριστοι πᾶσαν ἐπ' ἰθὺν μάχεσθαί τε φρονέειν τε".
(v. 58) Ἐν δὲ τῷ οὕτω τὴν μάχην ἰθύειν "πρῶτος", φησίν, "Αἴας Τελαμώνιος, ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν ἄνδρα βαλὼν ἠΰν τε μέγαν τε" Ἀκάμαντα, ὃς ἄριστος ἦν ἐνὶ Θρῄκεσσιν.
(v. 1) Ἰστέον δὲ ὅτι τὴν μάχην θεῶν μονωθῆναι λέγει, Ἄρεος δηλαδὴ καὶ Ἀθηνᾶς, καὶ ὅλως τῶν δαιμονιωδῶν ἐπεισοδίων, ὥστε μόνην αὐτὴν μεῖναι καθ' ἑαυτήν. Ποιεῖ δὲ τοῦτο, ἵνα μὴ τῇ συνεχείᾳ τῶν τοιούτων μύθων κατασμικρύνῃ τοὺς ἥρωας ὡς μὴ ἀριστοπραγοῦντας οἴκοθεν. ἔχει δέ τι μυθικὸν καὶ οὕτω πάλιν ὁ λόγος. βούλεται γὰρ τοὺς μὲν ἄλλους θεοὺς ἀπελθεῖν, μόνην δ' αὐτὴν τὴν σωματοειδῆ μάχην παρεῖναι τοῖς Τρωσὶ καὶ τοῖς Ἕλλησιν. Ἔοικε δέ πως καὶ προεκθέσει. προαναφωνεῖ γὰρ ὡς ἡ παροῦσα [232] ῥαψῳδία οὐκ ἔχει δαιμόνια πρόσωπα. [Φάναι δὲ ἄλλως κάλλιον, προεκτίθεται ὁ ποιητής, ὡς εἰ καὶ καλῶς ἐνταῦθα καὶ γλυκέως καὶ σεμνῶς γράψει καὶ ὡς οὐκ ἂν ἄλλος τις, ὅμως πρὸς ἱστορίαν ὑπτιώτερον λαλήσει καὶ ὡς εἰπεῖν ἀνθρωπίνως, οὐ μὴν καθ' ὕψος δαιμόνιον τερατευσάμενος ἐκπλήξει τὸν ἀκροατὴν ὡς αὐτῷ σύνηθες.]
(v. 2) Ἰστέον δὲ ὅτι τὸ "ἔνθα καὶ ἔνθα ἴθυσεν ἡ μάχη" ἐξήγησις οἷόν ἐστι τοῦ πολυάϊκος πολέμου. ταὐτὸν γὰρ τὸ πολυάϊξ καὶ τὸ ἔνθα καὶ ἔνθα τὴν μάχην ἰθύειν.
(v. 3) Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν "ἴθυσεν ἡ μάχη" ἐπάγει "ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα", οἱονεὶ λέγων ὅτι τοῦτό ἐστιν ἰθύειν τὴν μάχην τὸ τοὺς μαχομένους κατ' ἀλλήλων, ὡς ἐρρέθη, ἰθύνειν τὰ δόρατα. Ἐνταῦθα δὲ δῆλον καὶ ὅτι τὸ ἰθύνω ἐκ τοῦ ἰθύω γίνεται, ὡς δύω δύνω, πλύω πλύνω, χύω χύνω. Ἀττικῶς δὲ εἴρηται τὸ "ἰθυνομένων κατ' ἀλλήλων δοῦρα", ἤγουν ἰθυνόντων. [Δῆλον οὖν ὡς Ὁμηρικῶς ἔγραψεν Ἡρόδοτος τὸ "ἰθύοντο μάχεσθαι", ἤγουν ὥρμων.]
(v. 4) Ὅρα δὲ καὶ ὅτι μεταξὺ Σιμόεντος καὶ Ξάνθου τὰ τῆς μάχης διάκεινται ἐν τῷ λειμῶνι, ὃν φθάσας πεδίον εἶπε Σκαμάνδριον ἀπὸ ἑνὸς τῶν δύο ποταμῶν, ἤγουν Ξάνθου τοῦ καὶ Σκαμάνδρου. Ἐνταῦθα δὲ μνηστέον καὶ τοῦ Γεωγράφου εἰπόντος, ὅτι ἰδίως Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον, ἔνθα οἱ πλεῖστοι ἀγῶνες, ὡς καὶ προγέγραπται.
(v. 5) Ὅρα δὲ καὶ ὡς τῆς μάχης μονωθείσης εὐδοκιμεῖ ὁ Τελαμώνιος, οἷα τῶν μὲν ἄλλων παρουσίᾳ θεοῦ ἀνδριζομένων, τοῦ δὲ Αἴαντος καθ' ἑαυτόν. Διὸ καὶ ὁ Σοφοκλῆς πλάττει αὐτὸν ἀλαζονευόμενον καὶ λέγοντα πρὸς Ἀθηνᾶν, ὡς ἄλλοις πέλας παρίστασο, καθ' ἡμᾶς δ' οὔποτ' ἐκρήξει μάχη. Τὸ δὲ "ἕρκος Ἀχαιῶν" ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ "ἕρκος Ἑλλήνων [233] ἐν μάχῃ". διὸ ἀλλαχοῦ ἐντελέστερον λέγει "ἕρκος ἔμεν πολέμοιο". Ἕρκος δὲ τὸ τεῖχος. ὅθεν μεταλαβὼν ὁ Θεόκριτός φησι τὸν Ἀχιλλέα "πύργον ἀϋτῆς", ἤγουν τεῖχος πολέμου, [παρασυλήσας ἐξ Ὁμήρου εἰπόντος ὡς μέγα πᾶσιν Ἀχαιοῖσιν ἕρκος ἐστὶ πολέμου.]
(v. 6) Ὅρα δὲ καὶ ὅπως ἑνὸς ἀριστέως πεσόντος μέγα γίνεται τοῖς ὁμοεθνέσι κακόν. ἄριστον γάρ τινα, ὡς ἐρρέθη, βαλὼν ὁ Αἴας ὅλην ἔρρηξε φάλαγγα Τρώων, ἤγουν διέλυσε, διέρρηξε, Τρωϊκὸν πολὺν συνασπισμόν. Ἐκ τούτου δὲ δῆλον ὅτι καὶ αὐτὸς ῥηξήνωρ δύναται νῦν κατὰ τὸν Ἀχιλλέα λέγεσθαι. Ἐν δὲ τῷ "φόως ἑτάροις ἔθηκε" φῶς τὴν νίκην φησί, διότι οἱ νικώμενοι ὡς ὑπὸ σκότῳ εἰσί. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐρεῖ "αἴ κέν τι φόως ἑτάροισι γένοιο", φῶς καὶ ἐκεῖ τὴν νίκην λέγων. Ζητητέον δὲ ἐνταῦθα καὶ τὰ τοῦ Πινδάρου περὶ τῶν ἡττωμένων, [οἷς ἐπίκρυφον οἶμον ἐκεῖνος εἶναί φησι διὰ τὸ κεκρύφθαι καὶ ὀκνεῖν ὑπὸ φωτὶ ζῆν ἐν τῷ αἰσχύνεσθαι τοὺς ὁρῶντας.] Τοῦ δὲ φόως τὸ σκευώρημα κατὰ τὸ γαλόως. ὡς γὰρ φῶς φόως, οὕτω καὶ γάλως γαλόως, ἴσως δὲ καὶ Κῶς Κόως, "Κόων δὲ εὖ ναιομένην".
(v. 14) Ὅτι πλούσιος καὶ πάνυ φιλόξενος ὁ ἐξ Ἀρίσβης Τευθρανίδης Ἄξυλος. Φησὶ γὰρ "ἀφνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων". Διὸ καὶ ἀπὸ τοῦ ἄγω ἄξω ἐτυμολογοῦσιν αὐτόν, ὡς πάντας εἰς ξενίαν ἄγοντα, ταὐτὸν δ' εἰπεῖν, ξεναγοῦντα καὶ καλοῦντα. ὅθεν καὶ ὁ θεράπων αὐτῷ Καλήσιος, ἐκ τοῦ καλῶ καλήσω, ὡς αἰνῶ αἰνήσω.
(v. 13) Ἰστέον δὲ ὅτι τὸ Τευθρανίδης ἔλλειψιν ἔχει τοῦ τ. δηλοῖ γὰρ τὸν υἱὸν τοῦ Τεύθραντος. Τοιοῦτον καὶ τὸ τάλανος ἀπὸ τοῦ τάλας καὶ τὸ μέλανος ἐκ τοῦ μέλας. ἐλλείπει γὰρ καὶ ἐκεῖ τὸ τ, ὡς δηλοῖ τὸ ταλάντατος καὶ τὸ μελάντερον. Ἀρίσβη δὲ ἦν μὲν καὶ ἐν Λέσβῳ, πόλις ὁμώνυμος Ἀρίσβῃ τῇ Μάκαρος θυγατρί. [234] Ἐνταῦθα δὲ πόλιν τινὰ Τρῳάδα δηλοῖ ἄποικον, ὡς λόγος, Μιτυληναίων, κειμένην μεταξὺ Περκώτης καὶ Ἀβύδου, ὁμώνυμον Ἀρίσβῃ τῇ τοῦ Κρητὸς Τεύκρου. εἴρηται δὲ περὶ Ἀρίσβης καὶ ἐν Βοιωτίᾳ. [(v. 14) Τὸ δὲ "ἀφνειὸς βιότοιο" καινότερον πέφρασται, ὡς εἴπερ εἶπεν, εὔπορος βίου. τὸ δέ γε κοινότερον ἦν ἀφνειὸς βίοτον κατὰ τὸ "ἀνὴρ φρένας ἀφνειός".
(v. 15) Τὸ δὲ φίλος παρηχεῖ μετὰ τοῦ φιλέεσκε.] Τὸ δὲ "ὁδῷ ἔπι οἰκία ναίων" ἀντὶ τοῦ ἐν τῇ λεωφόρῳ οἰκῶν, ὃς δὴ τόπος πρόσφορος ξενοδόχῳ.
(v. 16 s.) Τοῦτον τὸν Ἄξυλον ὁ ποιητὴς ἀναιρῶν ὑπὸ τῷ Διομήδει φησὶν ὡς, εἰ καὶ πάντας ἐφίλει, ἤτοι ἐφιλοφρονεῖτο, "ἀλλά οἱ οὔ τις τῶν γε", ἤγουν τούτων, "τότ' ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας". Τοῦτο δὲ οὐκ ἐπὶ ὀνείδει ὁ ποιητὴς λέγει καὶ φαυλισμῷ τῆς φιλανθρώπου φιλοξενίας, ὥς που καὶ προεγράφη, ἀλλὰ τὴν τοῦ μοιριδίου ἀνάγκην ὑποδηλοῖ. ὥσπερ οὖν ἐν ἄλλοις, οὕτω καὶ ἐν τούτοις ἁπλοϊκῶς τὸ κατὰ φύσιν τῆς ζωῆς τέλος ἀναφωνεῖ, ὡς τοῦ θανάτου πάντας ἀπάγοντος. Κατά τινας δὲ φαυλιστικὸς ὁ λόγος. ἀποδοκιμάζει γάρ, φασί, τὴν ἄκριτον φιλοξενίαν ὁ ποιητὴς οἷα χυδαίαν καὶ ἀσυντελῆ, ὡς μὴ καλὸν ὂν πάντας ἀκρίτως ξενίζειν καὶ αὐτούς, εἴ που τύχῃ, τοὺς φαυλοτάτους. Διὸ καὶ ὁ Πλάτων παρά τινι ξενισθεὶς ἀλλοδαπῷ καὶ θαυμάσας τὸν ἄνδρα, ὡς εἶδεν ἐκεῖνον καὶ εἰς δεύτερόν τινα καὶ εἰς τρίτον καὶ εἰς πλείονας ἔτι τὸ αὐτὸ ποιοῦντα, ἀπεπήδησε καὶ τὴν ξενίαν ἀπείπατο. οὐ γὰρ ἤθελε τοὺς τυχόντας ἀνθρώπους τῶν αὐτῶν τῷ σπουδαίῳ ἀξιοῦσθαι καὶ πάντας ἐν ἴσῳ κεῖσθαι παρὰ τῷ φιλοφρονουμένῳ. Ὅρα δὲ τὸ "ἤρκεσε λυγρὸν ὄλεθρον" ἐντελῶς ῥηθέν. δοκεῖ γὰρ τὸ ἤρκεσεν ἁπλῶς οὕτω λεγόμενον λείπεσθαί τινος αἰτιατικῆς, οἷον· οὔ οἱ ἤρκεσεν ὄλεθρον ἢ θάνατον ἢ τοιοῦτόν τι. Οὕτω καὶ τὸ μὲν "ἐτελεύτησε τὴν ζωήν" πλῆρές ἐστι, ὡς καὶ τὸ "ἀπέψυξε βίον" παρὰ Σοφοκλεῖ. τὸ δὲ ψιλῶς εἰπεῖν, ὡς ἐτελεύτησέ τις ἢ ἀπέψυξεν, ἐλλιπῶς ἔχει.
(v. 17) Ὅτι τὸ ἀνεῖλε "θυμὸν ἀπηύρα", ὅ ἐστιν ἀφείλετο, λέγει καὶ "ὑπέλυσε μένος [235] καὶ φαίδιμα γυῖα".
(v. 19) Τὸ δὲ ἔθανε "γαῖαν ἔδυ" φησίν. ὅθεν καὶ δύσις βίου οἷά τινος ἡλίου ὁ θάνατος λέγεται. Ὅτι τὸν ἡνίοχον ὑφηνίοχον λέγει πλεοναζούσης καὶ ἐνταῦθα τῆς προθέσεως. ἴσως δὲ καὶ ταὐτόν ἐστι τὸ ὑφηνίοχος τῷ δεύτερος ἡνίοχος, ὑποβεβηκώς, ὑφειμένος, ὑπό τινι μεγάλῳ καὶ πρώτῳ ἡνιόχῳ ταττόμενος, τῷ παραιβάτῃ δηλαδή, ὃς καὶ αὐτὸς ἡνίοχος ἐλέγετο. τὸν γοῦν Ἕκτορα θρασύν που ἡνίοχον καλεῖ. διὸ καὶ ὁ ὑπὸ τῷ τοιούτῳ μεγάλῳ ἡνιόχῳ καλῶς ἂν ὑφηνίοχος λέγοιτο.
(v. 21 s.) Ὅτι τὰς μὲν Νηρηΐδας ὁ μῦθος θαλασσίας δαίμονας ὑφιστᾷ, τὰς δὲ Νηΐδας τῶν γλυκέων ναμάτων προϊστᾷ, ὧν μία τις καὶ Ἀβαρβαρέη, ἥτις διδυμάονας ἔτεκέ τινας, Αἴσηπον καὶ Πήδασον, ὑπὸ τῷ ῥηθησομένῳ Λαομεδοντιάδῃ Βουκολίωνι, ὧν Αἴσηπος μὲν ὁμώνυμός τινι ποταμῷ, Πήδασος δὲ πολιχνίῳ τῷ μετ' ὀλίγα ῥηθησομένῳ.
(v. 23-26) Ὅτι διήγημα κἀνταῦθα μικτὸν ἐξ ἱστορίας καὶ μύθου παρεισάγει ὁ ποιητής, ὀλιγόστιχον μέν, γοργότητα δὲ ποιοῦν ἐξαιρετικὴν τῆς ἐν λόγῳ ὑπτιότητος, ἀρχόμενον καὶ αὐτὸ συνήθως ἀπὸ ῥήματος ὑπαρκτικοῦ. Φησὶ γάρ "Βουκολίων ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος, πρεσβύτατος γενεῇ. σκότιον δέ ἑ", ἤγουν αὐτόν, "ἐγείνατο μήτηρ", ἤτοι ἐκ λαθραίας μίξεως. ὅπερ ὁ Ἀπίων ἐξ ἀδᾳδουχήτων γάμων φησί. "Ποιμαίνων δ' ἐπ' ὄεσσι" καὶ αὐτός, ὡς καὶ ὁ τοῦ Πριάμου Ἀλέξανδρος καὶ ἄλλοι πολλοί, "μίγη" τῇ προσεχῶς ῥηθείσῃ Ἀβαρβαρέῃ νύμφῃ "φιλότητι καὶ εὐνῇ. ἣ δ' ὑποκυσαμένη", τουτέστιν ὑπ' αὐτοῦ ἔγκυος γενομένη, "διδυμάονε γείνατο παῖδε". Ὅτι δὲ ἕτερός ἐστιν ὁ σκότιος τοῦ παρθενίου καὶ τοῦ γνησίου, προείρηται. Ὅρα δὲ καὶ τὴν περιπέτειαν [236] τοῦ Βουκολίωνος. ἡ μὲν γὰρ κλῆσις αὐτῷ ἐκ τοῦ βουκολεῖν, ἡ δὲ τέχνη ποιμαντική. "ποιμαίνων" γάρ, φησίν, "ἐπ' ὄεσσι". Καὶ ἴδε καὶ νῦν ὅτι τὸ ποιμαίνειν ἐπὶ προβάτων κυριολεκτεῖ ὁ ποιητής. Τὸ δὲ "μίγη φιλότητι καὶ εὐνῇ" διαστολὴν ποιεῖ πρὸς τὰς λοιπὰς μίξεις, ὅ ἐστι συνουσίας, ἃς οἱ σοφοὶ ἐπὶ τῶν ἁπλῶς ὁμιλιῶν τιθέασι. Περὶ δὲ τοῦ διδυμάονες κεῖται ἐν ῥητορικῷ Λεξικῷ, ὅτι διδυμάονες μὲν οἱ κεχωρισμένοι τοῖς σώμασι, δίδυμοι δὲ οἱ συμφυεῖς, ὁποίους ὁ μῦθος πλάττει τοὺς Ἀκτορίωνας.
(v. 29-36) Σημείωσαι δὲ ὡς καὶ ἐνταῦθα ὁ ποιητὴς ἱστορίας παρεμπλέκει τοῖς φονευομένοις προσώποις, ὡς καὶ πρὸ τούτου, δυνάμενος μέν τινας αὐτῶν ἐν τῷ Καταλόγῳ θεῖναι, ἤγουν ἐν τῇ Βοιωτίᾳ, μὴ ποιήσας δὲ τοῦτο, ἀλλὰ ταμιευσάμενος αὐτὰς ἑκασταχοῦ, ἔνθα καιρός, εἰς ποικιλίαν τε τῆς ποιήσεως καὶ ἵνα μὴ ὁ Κατάλογος ἐκεῖνος μακρότερος τοῦ δέοντος γένοιτο. Φιλοτιμεῖται δ' ἐνταῦθα καὶ τὸ τῆς φράσεως Λακωνικόν, ἤγουν γοργόν, τιθεὶς ἐν ἔπεσιν ἑπτὰ κατὰ ἕκαστον στίχον τόν τε πεφονευμένον καὶ τὸν φονεύσαντα, καὶ τοῦτο μετὰ τῆς συνήθους ποικιλίας. τοὺς μὲν γὰρ μετὰ ἐπιθέτων προάγει, ὅπως ἂν τύχῃ, τοὺς δὲ ἁπλῶς οὕτως ἐν μόνῳ ὀνόματι. καὶ στίχον μὲν ἕνα ἐκ τῶν ἑπτὰ συναπαρτίζει τῷ πεσόντι καὶ τῷ ῥίψαντι εἰπὼν "Ἄστυλον δ' ἂρ ἔπεφνε μενεπτόλεμος Πολυποίτης". Τῶν δὲ λοιπῶν στίχων οἱ μὲν καὶ δευτέρου ἔπους εἰς ἀπαρτισμὸν ἐννοίας προσεφάπτονται, [ὡς καὶ ὁ περὶ Ὀδυσσέως], οἱ δὲ συντομώτερον ἐν ἡμιστιχίῳ τὴν ἔννοιαν ἀπαρτίζουσιν, οἷον "Φύλακον δ' ἕλε Λήϊτος ἥρως", καὶ "Τεῦκρος δ' Ἀρετάονα δῖον" ἢ "Τεῦκρος δ' ἂρ Ἐτάονα δῖον", καὶ "Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων", καὶ "Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν". Ἔχουσι δὲ οἱ τοιοῦτοι στίχοι καὶ ῥημάτων ὁμοτίμων πλοῦτον ἐν τῷ ἔπεφνε [237] καὶ ἐξενάριξε καὶ ἐνήρατο καὶ εἷλε. Τινὲς δὲ καὶ ἄνευ ῥημάτων προάγονται κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, οἷον "Τεῦκρος Ἀρετάονα" καὶ "Ἔλατον Ἀγαμέμνων". οὕτω καὶ ἐν τούτοις ποικίλος ὁ ποιητής.
(v. 21) Ὅτι ἡ μὲν πρὸς Καρία καὶ Ἁλικαρνασῷ Πήδασος ἀπὸ Πηγάσου τοῦ ἵππου, ὥς φασι, καλεῖται, ὑφ' οὗ καὶ περιεγράφη. ὑπέσχοντο γὰρ οἱ ἐκεῖ κατὰ τὴν ἱστορίαν τῷ Βελλεροφόντῃ χώραν δώσειν, ἣν ἵππος νυχθημέρῳ περιτροχάσει. διὸ καὶ χάραγμα ἵππου ἔχουσιν οἱ ἐκεῖ. Ἔστι δὲ καὶ ἄλλη Πήδασος Τρωϊκὴ ὀχυρωτάτη, ἡ πάλαι Μονηνία, ἧς ἐνταῦθα κατὰ τοὺς ἀκριβεστέρους μεμνῆσθαι δοκεῖ ὁ ποιητής. ἣν πολιορκῶν Ἀχιλλεὺς καὶ δι' ὀχυρότητα μέλλων ἄπρακτος ὑποχωρεῖν εἷλεν ἄλλως ἐκ προδοσίας. παρθένος γὰρ ἔσω τειχῶν οὖσα καὶ τοῦ Ἀχιλλέως ἐρασθεῖσα ἐπέρριψε μῆλον, ἐν ᾧ ἔγραψε τάδε "μὴ σπεῦδ', Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλῃς. ὕδωρ γὰρ οὐκ ἔνεστι, διψῶσι κακῶς". ὁ δ' ἐπιμείνας εἷλε τὴν πόλιν σπανίζουσαν ὕδατος. Ἔστι δὲ ἐνταῦθα τὸ περὶ Πηδάσου Ὁμηρικὸν ῥητὸν τοιοῦτον "ναῖε δὲ Σατνιόεντος παρ' ὄχθας Πήδασον αἰπεινήν". Καὶ περὶ μὲν Σατνιόεντος ὁ Γεωγράφος φησίν, ὅτι τινὲς Σαφνιόεντα λέγουσιν, ἔστι δὲ χείμαρρος μέγας, ὃν ὁ ποιητής, φησίν, ὀνομάσας ἄξιον μνήμης πεποίηκε. Περὶ δὲ Πηδάσου ἱστορεῖ, ὡς οἱ περὶ Πήδασον Λέλεγες, μεταξὺ οἰκοῦντες Δαρδανίων καὶ Κιλίκων τῶν Τρωϊκῶν, ἐκπορθηθέντες ὑπ' Ἀχιλλέως, μετέστησαν εἰς Καρίαν καὶ κατέσχον χωρία περὶ Ἁλικαρνασόν. καὶ ἡ μὲν Πήδασος ἡ ἐκλειφθεῖσα ὑπ' αὐτῶν οὐκ ἔστιν, ἐν δὲ τῇ μεσογείῳ τῆς Ἁλικαρνασοῦ πόλις τὰ Πήδασα καὶ χώρα Πηδασίς. ἐφαίνοντο γοῦν ἐν Καρίᾳ καὶ Μιλήτῳ Λελέγων τάφοι καὶ ἐρύματα. μετὰ δὲ τοὺς Λέλεγας οἱ καθ' Ὅμηρον Κίλικες. Ὁ δ' αὐτὸς ἐν ἄλλοις λέγει καί, ὅτι Πήδασον τὴν τῶν Λελέγων καὶ Θήβην καὶ Λυρνησόν, τὰ ἀντικείμενα τῇ Λέσβῳ, εἷλεν Ἀχιλλεύς. Ὅτι δὲ καὶ Εὐρωπαία πόλις Πήδασος, ἡ νῦν Μεθώνη ἢ Κορώνη, ἐν ἄλλοις δεδήλωται. ἥτις καὶ [238] μία ἦν τῶν ἑπτὰ τοῦ Ἀγαμέμνονος πόλεων ἐν Πελοποννήσῳ
(v. 39) Ὅτι βλάπτεσθαι καὶ βλαφθῆναι κυρίως ἐπὶ τοῦ προσκόπτειν καὶ ἐμποδίζεσθαι, οἷον "ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ". ἐξ αὐτοῦ δὲ καὶ τὸ πτώματος ἢ νόσου ἀναστῆναι ἀνασφῆλαι λέγεται. Ἀντίκειται δὲ τῷ σφάλλεσθαι τὸ ὀρθοῦσθαι, ταὐτὸν δ' εἰπεῖν, κατορθοῦσθαι, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς". Χρηστότερον δὲ πολλάκις ποιηταῖς τὸ βλαφθῆναι ἤπερ τὸ βλαβῆναι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. δηλοῖ δ' αὐτὸ καὶ τὸ "τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου". Μυρίκη δὲ φυτόν ἐστι αὐτομάτως ἐν πεδίῳ φυόμενον, ὅπερ καὶ εἰσάρτι παρὰ Πελοποννησίοις καὶ ἑτέροις φυλάσσει τὸν τῆς κλήσεως ἀρχαϊσμόν.
(v. 3840) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ χωρίῳ τούτῳ κεῖνται τρεῖς ἐφεξῆς μετοχαὶ ἀσύνδετοι. Φησὶ γὰρ "ἵππω ἀτυζομένω πεδίοιο", ἤγουν σκιρτῶντες καὶ ᾄττοντες κατὰ πεδιάδος ἢ ἀτώμενοι, ὡς μετ' ὀλίγα φανεῖται, "ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντ' ἐν πρώτῳ ῥυμῷ", ὅ ἐστι θραύσαντες, κλάσαντες, κατὰ ῥυμόν, "αὐτὼ μὲν ἐβήτην" καὶ ἑξῆς.
(v. 40) Σημείωσαι δὲ ὡς ἐπὶ ἅρματος μὲν ῥυμὸς λέγεται παρὰ τὸ ῥύω, τὸ ἑλκύω, οὕτω δὲ καὶ ἐπὶ ἀπήνης. ἐπὶ δὲ ἀρότρου ἱστοβοεὺς παρὰ Ἡσιόδῳ, [239] βαρβαριζόμενος νῦν παρὰ πολλοῖς, οἵ φασιν αὐτὸν σταβάριον ὡς οἷον ἱστοβοάριον. ξύλινα δὲ καὶ ἀμφότερα, ὁ ῥυμός τε καὶ ὁ ἱστοβοεύς. Τὸ μέντοι ἄμπρον, ἐξ οὗ παρὰ Λυκόφρονι τὸ ἀμπρεύειν, οὐ τοιοῦτόν ἐστιν. Ἄμπρον γάρ, φασί, σχοινίον, ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ, μέσῳ τεταμένῳ τῶν ἑλκόντων ζεύγων. Ὅρα δὲ τὸ ἐν πρώτῳ ῥυμῷ ἀντὶ τοῦ ἐν ἄκρῳ. Οὐ γὰρ δήπου νοητέον ἅρμα πολύρρυμον. τοιαῦτα γὰρ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ παρὰ τοῖς ὕστερον ἐπινενόηνται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.
(v. 41) Ὅτι ὥσπερ τὸ φέβεσθαι, οὕτω καὶ τὸ φοβεῖσθαι ἀντὶ τοῦ φεύγειν ἀεὶ κεῖται παρὰ τῷ ποιητῇ, ὁποῖον καὶ ἐνταῦθα τὸ ὅπου "οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο".
(v. 42 s.) Ὅτι ἑρμηνεύων ἐνταῦθα ὁ ποιητής, τίς ἐστιν ὁ πρηνής, λέγει "ἐκ δίφρου παρὰ τροχὸν ἐξεκυλίσθη πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα", παραδηλῶν ὡς ὁ ἐπὶ στόμα κείμενος πρηνὴς κεῖσθαι λέγεται, ὁ δὲ ἀνάπαλιν ὕπτιος. Δοκεῖ δὲ τὸ μὲν πρηνής, ὃ καὶ πρανὴς διὰ τοῦ ἄλφα λέγεται, ἀπὸ τοῦ παρανέειν γίνεσθαι, ὅ ἐστι παρανήχεσθαι. παρανέοντι γὰρ ἔοικεν ὁ πρηνής, τὸ δὲ ὕπτιος ἀπὸ τοῦ ὄπτω Αἰολικῶς, γνωρίζεται γὰρ κατ' ὄψιν ὁ οὕτω κείμενος καὶ οὐ λανθάνει κατὰ τὸν πρανῆ. Ἐναντιοῦται δὲ τῇ τοιαύτῃ ἐτυμολογίᾳ τὸ πνεῦμα. εἰ γὰρ ἦν ἡ λέξις καθαρῶς Αἰολική, ἐψιλοῦτο ἄν.
(v. 44) Ὅτι δολιχόσκιον ἔγχος, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τὸ εἰς δολιχὸν διάστημα καὶ μακρὸν κίειν δυνάμενον πλεονάσαντος τοῦ σ, ὡς καὶ ἐν τῷ θεόσδοτος. ἢ οὗ σκιὰ δολιχή, ἵνα ἐκ τοῦ παρακολουθοῦντος δηλοῖ τὸ μακρόν. ἢ ὅπερ διὰ τὸ ἐν σκιᾷ ἐκτραφῆναι γέγονε δολιχόν, ὃ καὶ ἀνεμοτρεφὲς Ὅμηρος καλεῖ. κραταιὰ μὲν γὰρ τὰ εἱληθερούμενα, εὐφυέστερα δὲ τὰ σκιατραφούμενα.
(v. 46) Ὅτι ζωγρεῖν καὶ ἐνταῦθα τὸ ζῶντα ἀγρεύειν τινά, οἷον [240] "ζώγρει Ἀτρέος υἱέ". καὶ τὰ ὑπὲρ αὐτοῦ λύτρα ζωάγρια λέγονται, καὶ τὸ τῶν ἰχθύων δὲ ζωγρεῖον ἐντεῦθεν εἴληφε τὴν ἀρχήν. Ὅτε μέντοι τὸν Σαρπηδόνα ἡ τοῦ Βορέου πνοὴ ζωγρεῖ, τότε τὸ ζωγρεῖν ἀντὶ τοῦ ζωὴν ἀγείρειν λέγεται καὶ τὴν λειποθυμίαν ἐπανακαλεῖσθαι, ὡς προείρηται. Τὸ δὲ "Ἀτρέος" Ἰωνικῶς συστέλλει τὴν λήγουσαν.
(v. 46-50) Ὅτι πλουσίου υἱῷ ὑπισχνουμένῳ δόσιν οἰκεῖον τὸ "ζώγρει, ὦ δεῖνα, σὺ δ' ἄξια δέξαι ἄποινα, πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα, αἴ κεν ἐμὲ ζωόν" καὶ ἑξῆς. Ἄδραστος δέ τις ταῦτα λέγει πρὸς τὸν Μενέλαον ἁλοὺς καὶ πτοούμενος θάνατον καὶ διὰ τοῦτο δυσωπῶν ζωγρηθῆναι διὰ δόσιν χρημάτων, οἷς οἱ τοιοῦτοι πεποίθασιν. Ἀττικὸν δὲ τὸ "ἐν ἀφνειοῦ πατρός", καὶ ἔστι τὸ σχῆμα ἔλλειψις καιρία δυσωποῦντος ἀνδρὸς καὶ ἀγωνιῶντος καὶ διὰ τοῦτο μὴ ἔχοντος λαλεῖν διεξοδικῶς. Ὅτι δὲ ὁ ἀφνειὸς δύναται καὶ ἀφνεὸς λέγεσθαι, δῆλον καὶ ἐκ τοῦ "χερσὶν ἀφνεωτέραις" παρὰ Σοφοκλεῖ. οὕτω δὲ καὶ ὁ θειότερος θεώτερος ἐν τῷ Περιηγητῇ. [Τὸ δὲ "κειμήλια κεῖται" Ἀττικόν ἐστιν, ὡς καὶ τἄλλα τὰ ὡς αὐτό. Δῆλον δὲ ὡς ἐκ τοῦ κεῖσθαι παρῆκται τὸ κειμήλιον.]
(v. 48) Τὸ δὲ "χαλκός τε χρυσός τε" οἷον ἐξήγησίς ἐστι τοῦ κειμήλια. Σίδηρος δὲ πολύκμητος ἢ ὁ ἤδη κατειργασμένος καὶ ἐφ' ᾧ οἱ τεχνῖται πολλὰ ἔκαμον ἢ ἀνάπαλιν ὁ ἀκατέργαστος καὶ εἰς ὃν πολλὰ ἂν κάμωσιν οἱ εἰδοποιοῦντες αὐτόν, ἢ δι' οὗ πολλοὶ ἂν κάμοιεν, ἤτοι θάνοιεν κατὰ τὸ "εἴδωλα καμόντων", ἤτοι τεθνεώτων.
(v. 49) Τὸ δὲ χαρίσαιτο ἀστείως εἴρηται καὶ κολακικῶς, ὡς τοῦ πατρὸς πολλὰ μὲν δώσοντος [241] λύτρα καὶ ἄξια ἄποινα, οὐ πρὸς ὦνον δέ, ἀλλ' εἰς χάριν. Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς δειλὸν ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. Πλούσιος γὰρ ὢν ὁ Ἄδραστος ἀγεννῶς πρὸς θάνατον μαλακίζεται.
(v. 51) Ὅτι τὸν Μενέλαον καὶ ἐν ἄλλοις μὲν ἀκούομεν μαλθακὸν πολεμιστήν, ὧδε δὲ καὶ ἁπαλὸν αὐτὸν τὰ εἰς ἦθος εὑρίσκομεν, ὃς τοῦ Τρωὸς Ἀδράστου ζωγρηθέντος καὶ ἀγεννῶς οὕτω, καθὰ εἴρηται, λιταζομένου αὐτόν, ὅπερ μηδεὶς τῶν Ἑλλήνων ἐποίησε, καὶ δῶρα δὲ πολλὰ ὑπισχνουμένου, κάμπτεται πρὸς ἔλεον καὶ ἐθέλει περιποιήσασθαι τὸν ἱκέτην, ἴσως μὲν καὶ διὰ τὰ ὑπεσχημένα δῶρα, ἴσως δὲ καὶ αἰδεσθεὶς τὸν ἱκέσιον.
(v. 52-60) "Καὶ δή μιν τάχ' ἔμελλε", φησί, "θοὰς ἐπὶ νῆας Ἀχαιῶν δώσειν ᾧ θεράποντι καταξέμεν, ἀλλ' Ἀγαμέμνων ἀντίος ἦλθε θέων", καὶ τραχύτερον καὶ εὐγενέστερον προσενεχθεὶς οὐ μόνον, οἷς καιρίως ἐρρητόρευκε, τὰς τοῦ ἀδελφοῦ φρένας ἔτρεψεν, ἀλλὰ καὶ ἀνεῖλεν αὐτὸς τὸν Ἄδραστον, σκώψας πρῶτα τὸν Μενέλαον ὡς χαῦνον καὶ ἔκλυτον ἐν τῷ εἰπεῖν "ὦ πέπον, ὦ Μενέλαε", καὶ ὀνειδίσας διὰ τοῦ "τιὴ δὲ σὺ κήδεαι αὕτως ἀνδρῶν", καὶ βαρέως δὲ εἰρωνευσάμενος τὸ "ἦ τοι" ἤγουν ὄντως σοι, "ἄριστα πεποίηται κατὰ οἶκον πρὸς Τρώων", ἤγουν ἀνάπαλιν χείριστα πεποίηται. [Τοῦτο δὲ εἰρωνείας ἐστὶ τῆς κατὰ βαρύτητα. βαρυνομένου γὰρ ἤθους ὥσπερ τὸ χρηστοὺς εἰπεῖν τοὺς πονηρούς, οὕτω καὶ ἄριστα βαρέως ἀντιφράσαι τὰ κάκιστα.] Καὶ ἐπὶ πᾶσι τοπικῶς ἐρεθίσας διὰ τοῦ φάναι· "τῶν μή τις ὑπεκφύγῃ αἰπὺν ὄλεθρον χεῖράς θ' ἡμετέρας, μηδ' ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέρει, μηδ' ὃς φύγοι". οὕτω βαρὺς ὁ βασιλεὺς τοῖς ἐπιόρκοις ἐχθροῖς ὁ τοῖς ἀρχομένοις πρᾷος. Καὶ σημείωσαι ὅτι τοὺς ἄνδρας τε ἀναιρεῖσθαι βούλεται καὶ τοὺς ἄρρενας παῖδας. τὸ γὰρ θῆλυ ὡς τὰ πολλὰ περιποιοῦνται οἱ πολιορκοῦντες. [242]
(v. 58) Τὸ δὲ "γαστέρι" ἐνταῦθα νοητέον ἀντὶ τοῦ κόλπῳ. τὸ γὰρ ἔνδον ὑπὸ τῇ γαστρὶ νοῆσαι οὐ μόνον θηριῶδες διὰ τὸ ἀπάνθρωπον τοῦ τοιούτου φόνου, ἀλλὰ καὶ γελοῖον σὺν τῷ ὑπερβολικῷ. τί γὰρ ἔδει τῆς μητρὸς ἀναιρεθείσης ἐπιβουλεύειν ἰδίᾳ ἐμβρύῳ τῷ κατὰ γαστρός; Δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ ποιητοῦ. οὐ γὰρ εἶπεν "ὅν τινα ἡ μήτηρ ἔμβρυον φέρει", ἀλλὰ κοῦρον. ὁ δὲ κοῦρος οὐκ ἔμβρυον. [Ἔχει δὲ τὸ εὔλογον ἡ τοιαύτη ἔννοια καὶ ἀπὸ τοῦ Πριάμου. προμηθεῖται γὰρ νῦν ὁ τῶν Ἀχαιῶν βασιλεύς, μήποτε κοῦρός τις ἐλεηθείς, ὡς πάλαι ὁ κοῦρος Ποδάρκης, εἴτ' οὖν Πρίαμος, οἰκίσῃ τὴν Τροίαν ἐπὶ κακῷ τῶν ἐπιγόνων Ἑλλήνων.] Ἰστέον δὲ ὅτι τὸ βασιλικὸν τοῦτο παράγγελμα δέδωκε τοῖς ὕστερον ἀφορμὴν τοῦ ἱστορῆσαι καὶ τὸν τοῦ Ἕκτορος κοῦρον τὸν Ἀστυάνακτα ἐν τῇ τῆς Τροίας ἁλώσει βρέφος ὄντα ἀναιρεθῆναι.
(v. 53) [Τὸ δὲ καταξέμεν, ἤγουν καταγαγεῖν, ᾠκείωται τῇ ἠνεμοέσσῃ Τροίᾳ. Ὁ γὰρ ἐκεῖθεν ἥκων εἰς τὸ ναύσταθμον καταβαίνειν καὶ κατάγεσθαι καὶ κατέρχεσθαι λέγεται κατὰ κυριολεξίαν. Ἀκολούθως δὲ πάλιν ὁ ἐκεῖθεν πλέων καὶ μὴ εἰς πλέον γινόμενος τοῦ κατωφορεῖσθαι ἀναβαίνει καὶ ἀνάγεται, ὥσπερ καὶ ἀναπλέει, καθὰ καὶ ἐν ἄλλοις ἐρρέθη. Αὐτὰ δὲ καὶ τὸ κατὰ τοὺς παλαιοὺς σφαιροειδὲς τῆς θαλάσσης ἐμφαίνει, δι' οὗ κυρτουμένης τρόπον τινὰ ἀναβαίνει ναῦς ἐπ' αὐτὴν καὶ ἀναπλέει καὶ τὰ λοιπὰ ὁμοίως.]
(v. 56) Τὸ δὲ πεποίηται φανερῶς εἴρηται ἀντὶ τοῦ πέπρακται, εἰ καὶ ἄλλως καθ' ὁμωνυμίας λόγον ποιεῖν λέγεται καὶ τὸ ποιητικῶς γράφειν, ὡς προδεδήλωται.
(v. 59 s.) Τὸ δὲ "μήδ' ὃς φύγοι" κόμμα ἐστὶ θυμικὸν ταὐτολογοῦν τὴν πρὸ αὐτοῦ ἔννοιαν ἐπαναληπτικῶς, ἵνα ἐμφήνῃ, ὡς οὐχ' ἁπλῶς οὕτως ἔφη φθάσας τὸ "μή τις ὑπεκφύγοι ὄλεθρον", ἀλλ' ἐσκεμμένως, οἷα ἐθέλων πανώλεις οἴχεσθαι τοὺς Τρῶας. Διὸ ἐπάγει "ἀλλ' ἅμα πάντες Ἰλίου ἐξαπολοίατο ἀκήδεστοι καὶ ἄφαντοι". δῆλον γὰρ ὡς τὸ [243] πάντες ὀλοίατο πανωλεθρίαν δηλοῖ. Τοῦ δὲ ἀκήδεστοι πρωτότυπον τὸ κηδῶ κηδέσω, ἐξ οὗ καὶ ὁ κηδεστὴς καὶ ὁ κηδεμών. ἔστι δὲ καὶ ἕτερος μέλλων ἐκ περισπωμένου ῥήματος ἀρρήτου τὸ κηδήσω. Οὕτω καὶ οὐ μόνον ἡγῶ ἡγήσω, ἀλλὰ καὶ ἡγέσω, ὅθεν ὁ ἡγεμών. [Ἐκ δὲ τοῦ ῥηθέντος ἀχρήστου κηδῶ, οὗ ὁ μέλλων κηδήσω, γίνεται καὶ τὸ ἀκηδιῶ, ὡς μειδῶ μειδιῶ, καὶ ἡ ἀκηδία.]
(v. 55) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ "ὦ πέπον, ὦ Μενέλαε" περισσὸν φαίνεται κεῖσθαι τὸ δεύτερον ω τῆς κλήσεως. Ἴσως δὲ ὁ Ἀγαμέμνων ἔοικεν ἐθέλειν μὲν καὶ ἕτερον ἐπίθετον ὀνειδιστικὸν εἰπεῖν πρὸς τὸν ἀδελφόν, φείσασθαι δὲ καὶ ἀντ' αὐτοῦ ἐκπεσεῖν εἰς τὸ κύριον ὄνομα. ἴσως δὲ καὶ ὡς κύριον παραλαλεῖ σκωπτικῶς τῷ ἀδελφῷ, καθὰ τὸ "ὦ Μενέλαε", οὕτω καὶ τὸ "ὦ πέπον". Δεῖ δὲ καὶ νῦν εἰδέναι, ὅτι ὁ πέπων ποτὲ μὲν ἐπὶ φιλίας λαμβάνεται, ποτὲ δὲ ἐπὶ τοῦ χαύνου καὶ ἁπαλοῦ. ἀμφότερα δὲ εἴληπται ἀπὸ τοῦ πέπονος καρποῦ. Πᾶς γὰρ πέπων [ὑγρὸς] καρπὸς φίλος μέν ἐστι διὰ τὸ ὡραῖον, ἔκλυτος δὲ διὰ τὸ ἤδη πεπανθῆναι καὶ μὴ πολὺ πνευματῶδες καὶ φυσῶδες ἔχειν, ὅπερ εἶχεν ἐν καιρῷ ὠμότητος. Καὶ τὸ ὠμὸν δὲ ὁμοίως ἐπαμφοτερίζει. Καθότι μὲν γὰρ ἄβρωτον, οὐκ ἐν ἐπαίνῳ κεῖται οὔτε αὐτὸ οὔτε τὰ ἀπ' αὐτοῦ λεγόμενα, οἷον [244] ὁ ὠμηστής καὶ ἡ ὠμότης καὶ τὰ τοιαῦτα. καθὸ δὲ στερρὸν καὶ οὐκ ἔκλυτον, ἔχει τι μικρὸν ἐπαίνου. Αἴας γοῦν ὁ παρὰ Σοφοκλεῖ στερεόφρων ὠμοὺς νόμους τοὺς ἑαυτοῦ τρόπους καλεῖ, ὡς ἀνενδότους καὶ στερεούς. Ὅλως οὖν διὰ τοῦτο ἐναντία εἰσὶν ἀεὶ τό τε πέπον καὶ τὸ ὠμόν, δίχα γε τοῦ ὠμολίνου, οὗ μνησθείς τις τῶν παλαιῶν φησιν, ὅτι οὐκ οἶδα εἴ τις τοῦτο εἴρηκε τῶν ἀκριβῶν. Ἰστέον δὲ καὶ ὅτι κοινὸν τῷ γένει ἐστὶ τὸ ῥηθὲν ὄνομα. εὕρηται γὰρ καὶ οὐδέτερον τὸ πέπον, οἷον "πέπονα φαρμακεύειν", καὶ Ἡρόδοτος "ἐπὰν γένηται πέπον". καὶ ὅτι ἐντεῦθεν καὶ τὸ πεπαίνειν οὐ μόνον τὸ κοινόν, ἀλλὰ καὶ τὸ παρὰ Θεοκρίτῳ λεχθὲν ὡς ἐν λόγῳ σεμνῷ τὸ "ἐπὶ χρωτὶ χρὼς ἐπεπαίνετο", ἤγουν ἐρωτικῶς ἐμαλθάσσετο. καὶ οὕτω μὲν ταῦτα. Ἡ δὲ κοινοτέρα ὁμιλία τὸ τοῦ πέπονος ὄνομα ἐπί τινος εἴδους ἀφορίζει σικύων ἡδέων εἰς γεῦσιν καὶ φιλουμένων βρωθῆναι. Πολλοὶ δέ τινες τῶν ἑῴων Ποντικῶν τῶν γε ὑψηλοτέρων καὶ ἀπίους καὶ μῆλα Κυδώνια ἤδη πρὸς σῆψιν τραπέντα, ὡς τὰ ἐντὸς ἔχειν ἥπατι παρόμοια τὴν χρόαν, χρηστὰ μέντοι ἔτι ὄντα πρὸς βρῶσιν, πέπονά φασι, συνεισφέροντές τι καὶ αὐτοὶ καλὸν τῇ ἑρμηνείᾳ τοῦ πέπονος.
(v. 59 s.) Τὸ δὲ "μηδ' ὃς φύγοι" περιττῶς μὲν κεῖται, ὡς καὶ ἀνωτέρω ἐρρέθη, δηλοῖ δὲ τὸ ἐνδιαθέτως τὸν βασιλέα λαλεῖν καὶ ἅμα εὐοδοῖ τὸ "ἀλλ' ἅμα πάντες ἐξαπόλοιντο", μὴ φθάσαν ἄνω τεθῆναι. Ἰστέον δὲ καὶ ὅτι ὁ κηδόμενος τῶν βλαψάντων ἀκούσοι ἂν παρὰ τοῦ εἰς θυμὸν ἐρεθίζοντος κατὰ τὸν Μενέλαον τὸ "ὦ πέπον, τί σὺ κήδεαι οὕτως ἀνδρῶν" καὶ τὰ ἑξῆς.
(v. 61 s.) Ὅτι τὸ "ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως", ὁ βασιλεὺς δηλαδή, "αἴσιμα παρειπών", ἀντὶ τοῦ μετέπεισεν. ὅθεν καὶ τρεπτὸν ζῷον ὁ ἄνθρωπος. Τὸ δ' αὐτὸ καὶ στρέψαι λέγεται καὶ ὁ τοῦτο πάσχων στρεπτὸς κατὰ τὸ "στρεπτοὶ καὶ θεοὶ αὐτοί", καὶ "στρεπταὶ δέ τοι φρένες ἐσθλῶν". Ὅρα δ' ἐν τῷ "παρειπών" ἐκτεταμένην οὐκ ἀναλόγως [245] τὴν τῆς προθέσεως παραλήγουσαν. οὕτω δ' εὐθὺς ἐφεξῆς καὶ τῆς ἀπο προθέσεως ἐκτείνεται ἡ λήγουσα ἐν τῷ "ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρί". τινὲς δὲ θεραπεύοντες αὐτὸ μεταγράφουσιν "ἀπαὶ ἕθεν" καὶ οὕτω τὸ μέτρον ἀναπληροῦσιν. Οἱ μέντοι ἀκριβέστεροι ἐκτείνουσιν, ὡς ἐρρέθη, τὸ ο ἐνταῦθα τῆς προθέσεως διαφόροις λόγοις τῆς κοινῆς συλλαβῆς. Μέρους τε γὰρ λόγου καταπεραίωσίς ἐστι, καὶ δασεῖα καὶ ὀξεῖα τοῦ ἕθεν ἐπιφέρονται, δυνάμεναι τὴν λήγουσαν ἐκτείνειν τῆς προθέσεως, ὡς οἱ γραμματικοὶ δεικνύουσιν ἐν τῷ περὶ κοινῆς συλλαβῆς. Τὸ δὲ ὤσατο νῦν μὲν Ἀττικῶς προηνέχθη κατὰ πάθος, πλείων δὲ ἡ χρῆσις τοῦ ἐνεργητικοῦ, τοῦ ὦσε δηλαδή.
(v. 64) Ὅτι τὴν λαγόνα, ἣν καὶ κενεῶνα καλοῦμεν, ἤγουν τὸν ὑπὸ τὰς πλευρὰς τόπον, λαπάραν καὶ ἐνταῦθα καλεῖ εἰπὼν "οὖτα κατὰ λαπάρην". Καὶ γίνεται λαγὼν μέν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, παρὰ τὸ λήγειν, ἔνθα λήγουσι τὰ ὀστώδη πλευρά, κενεὼν δέ, ὡς κενὸς ὀστῶν, λαπάρα δὲ παρὰ τὸ λάπτειν, ὃ ταὐτόν ἐστι τῷ ἐκκενοῦν, ἀφ' οὗ καὶ λάφυρα τὰ ἐκ τῶν πολεμίων σκηνῶν καὶ πόλεων ἐκκενούμενα. ταῦτα δέ τινες καὶ ἀπὸ τοῦ τῷ λαῷ φύρεσθαι συντιθέασιν.
(v. 64 s.) Ὅτι τὸ ὕπτιον πεσεῖν ἀνατραπῆναι λέγει εἰπὼν "ὃ δ' ἀνετράπετο", καὶ ἐπάγει "Ἀτρείδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασεν ἔγχος". Ὅρα δὲ ὅτι λὰξ ἐμβῆναι λέγει τοῖς στήθεσι τὸ ποδὶ πατῆσαι [246] εἰς τὸ στῆθος, [ἐξ οὗ παρὰ Σοφοκλεῖ τὸ "λαξπάτητον ἀντρέπων χαράν", ὅ τινες λακπάτητον διὰ τοῦ κ γράφουσι. Τὸ μέντοι λὰξ ἐμπηδῆσαι κωμικότητά τινα ἔχειν δύναταί ποτε, ὡς δηλοῖ ἐν Ὀδυσσείᾳ τὸ "λὰξ ἔνθορεν ἀφραδίῃσι".] Γίνεται δὲ τὸ λάξ, ὡς πολλαχοῦ φαίνεται, ἀπὸ τοῦ λήγω λήξω. Ὡς γὰρ ἀπὸ τοῦ παύω παύσω ὁ πούς, οὕτω καὶ ἀπὸ τοῦ λήγω λήξω τὸ λάξ, ὅπερ ἐστὶ ταὐτὸν τῷ ληκτικῶς, παυστικῶς, καὶ ὡς εἰπεῖν ποδικῶς. Ποὺς δὲ πάντως τὸ πατοῦν εἰς γῆν, οὗ τὸ μὲν ἄνω κνήμη, τὸ δὲ ἀνωτέρω μηρός. ὅτε μέντοι τὰ μετὰ τὴν ὀσφὺν πόδες λέγονται, ἀπὸ μέρους τοῦ κατωτάτω δηλαδὴ ὀνομάζονται. κυρίως γὰρ ποὺς ἐκεῖνό ἐστιν. Ἰστέον δὲ ὅτι ἕνα μέν τινα ἀνατραπῆναι ἄνθρωπον ἢ σκεῦος ἢ τράπεζαν καίριον εἰπεῖν, μεταφορικῶς δὲ καί τι πρᾶγμα, πόλιν δὲ ὅλην ἢ ἔθνος ἀνατραπῆναι τολμηρὸν ἂν δόξῃ. Τῶν τινος γοῦν παλαιῶν ῥητόρων γράψαντος, ὡς Θηβαῖοι ἐν μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ μυρίους ἀνετράπησαν, σκώπτων Ἀγαθαρχίδης φησίν· "ὢ καλῆς ἐμφάσεως, ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι".
(v. 66-71) Ὅτι συνήθως προσφωνήσας ὁ τακτικώτατος Νέστωρ τὸ "ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος", εἶτα στρατηγικὸν παράγγελμα τίθεται τὸ "μή τις νῦν", ἐν τῇ τῶν πολεμίων δηλονότι διώξει, "ἐνάρων", ὅ ἐστι λαφύρων, "ἐπιβαλλόμενος μετόπισθε μιμνέτω, ὡς ἂν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλ' ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ ταῦτα ἕκηλοι", τουτέστι καθ' ἡσυχίαν, "νεκροὺς ἂν πεδίον συλήσετε τεθνηῶτας". Τοῦτο δέ, φασί, καὶ Λακεδαιμόνιοι ἐνομοθέτησαν ὕστερον τριακοσίους ἄνδρας τεταχότες φύλακας τοῦ τοιούτου θεσπίσματος.
(v. 68) Σημείωσαι δὲ τὸ [247] ἐπιβάλλεσθαι ἀντὶ τοῦ ἐφίεσθαι καὶ ἐπιθυμεῖν. διὸ καὶ γενικῇ συντάσσεται. Κεῖται δὲ ἡ τοιαύτη λέξις ὁμοίως καὶ παρ' ἄλλοις, ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἔστι δὲ καὶ ἄλλως φράσαι περιφραστικώτερον, ὅτι ἐπιβαλλόμενος ἐνταῦθα ὁ θέλων ἐπιτυχεῖν, καθότι καὶ νηὸς ἐπήβολος ἐν Ὀδυσσείᾳ ὁ ἐπιτυχής. οὕτω δὲ καὶ φρενῶν ἐπήβολος.
(v. 70 s.) Ὅρα δὲ ὅπως θαυμασίως ὁ γέρων τοῦ μὲν καμάτου συνεφάπτεσθαι καὶ αὐτὸς θέλει, ὡς δηλοῖ τὸ κτείνωμεν, ῥῆμα πρώτου προσώπου πληθυντικοῦ, τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν. οὐ γὰρ συλήσομέν φησιν, ἀλλὰ συλήσετε. Συνήθης δὲ Ὁμήρῳ ὁ τοιοῦτος χαρακτήρ, οἷον καὶ τὸ "ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε". Δῆλον δὲ ὅτι ἔθος Ὁμήρῳ τὰ πολλά, ὅτε ἄλλοι ἀριστεύουσι, ποιεῖν τὸν γέροντα Νέστορα ἐν λόγοις μόνοις καὶ ὑποθήκαις στρατηγικαῖς ἱστῶντα τρόπαιον, ἐπεὶ μὴ δύναται ταῖς χερσί.
(v. 68-71) Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὅπως ἡ διὰ λόγου παραίνεσις, ὡς καὶ ἐν ἄλλοις, εὐθὺς ἔσχε τὸ ἐνεργόν, καὶ ὅτι ὁ μὲν ἐν διώξει μένων ὄπισθε πάντως τοῦτο ποιεῖ, ὡς ἂν πλεῖστα φέρῃ λάφυρα, ὅπερ ἐστὶ ἀγαθὸν τῆς τοιαύτης μονῆς, ὁ δὲ μετὰ τὴν παντελῆ τῶν πολεμίων φυγὴν σκυλεύων ὀλίγα μὲν λήψεται ἐν τῷ κοινῷ, ἀσφαλέστερον δέ. Κρεῖττον δὲ τοῦτο τοῦ σὺν φόβῳ πολλὰ λαβεῖν. διὸ καὶ ὁ Νέστωρ γοργῶς ἐπιδραμὼν διὰ τὸν καιρὸν ἄμφω ἐνέφηνεν εἰπών· μή τις μενέτω ὡς ἂν πλεῖστα φέρῃ, "ἀλλ' ἄνδρας κτείνωμεν", ἔπειτα δὲ καὶ τὰ τῶν νεκρῶν ἕκηλοι συλήσετε, μονονουχὶ λέγων, ὅτι κρεῖττον ἐν ἡσυχίᾳ συλᾶν ἢ ἄλλως φέρειν πολλά. Ὅρα δὲ τό· καὶ ταῦτα νεκροὺς συλήσετε, ἤγουν ἀφαιρήσεσθε συλῶντες, ὅ ἐστι σκυλεύοντες. τὸ μέντοι χυδαιότερον ἦν εἰπεῖν, ὡς καὶ ταῦτα ἐκ τῶν νεκρῶν συλήσετε.
(v. 73-101) Ὅτι Πριάμου παῖδες μαντικοὶ Κασάνδρα καὶ Ἕλενος, ὃν Ὅμηρος οἰωνοπόλων ὄχ' ἄριστον καλεῖ, καθὰ καὶ τὸν παρ' Ἕλλησι Κάλχαντα. διὸ καὶ πείθεται ὁ Ἕκτωρ αὐτῷ νῦν τε συμβουλεύοντι ἀφεῖναι τὴν μάχην καὶ ἀνελθεῖν εἰς τὴν πόλιν καὶ ἐν τοῖς ἑξῆς δὲ ὑποτιθεμένῳ τὸ πρὸς τὸν Τελαμώνιον μονομάχημα. Ἐκβάλλει δὲ πρὸς βραχὺ τῆς μάχης ὁ ποιητὴς ἐνταῦθα τὸν Ἕκτορα διά τε ἄλλα οὐκ ὀλίγα καὶ ὡς ἂν τοῦ πολέμου ἀνακωχήν τινα ποιήσῃ τοῖς στρατεύμασι καὶ σχοίη οὕτω χώραν καὶ ὁ τοῦ Διομήδους καὶ Γλαύκου ἀναγνωρισμὸς καὶ παρεισδυὲν τὸ ἐντεῦθεν ἱστορικὸν ἐπεισόδιον [248] ψυχαγωγήσῃ τὸν ἀκροατὴν τῇ τε καθ' ἱστορίαν γενεαλογίᾳ καὶ τῇ τοῦ μύθου γλυκύτητι. ὅσα δὲ καὶ ἄλλα λόγου ἄξια ὁ ποιητὴς ἐκ τῆς τοῦ Ἕκτορος ἀναχωρήσεως πορίσεται, δηλώσει τὰ ἐφεξῆς. Πάνυ δὲ δεξιώτατα εἰς τοιαύτην συμβουλὴν ἐπελέγη ἐνταῦθα ὁ Ἕλενος. οὐ γὰρ πιθανὸν ἦν ἑτέρῳ τινὶ πεισθῆναι τὸν μεγάθυμον Ἕκτορα ἐπὶ οὕτως ἀγεννεῖ δοκοῦντι πράγματι. φυγῇ γὰρ ἔοικεν ἡ ἀναχώρησις καὶ δειλίαν κατηγορεῖ καὶ ἀπόγνωσιν σωτηρίας. ἄνεισι γὰρ ὁ Ἕκτωρ, ὡς ἂν ἡ μήτηρ εὔξηται τῇ Ἀθηνᾷ κατὰ ἑνὸς Ἀχαιοῦ τοῦ Διομήδους, οἷα μὴ ὂν ἑτέρως σῴζεσθαι. οὔκουν ἂν ἐπείσθη ἑτέρῳ τοιαῦτα συμβουλεύοντι. Ἕλενος δὲ καὶ ὡς ἀδελφὸς εὐνοεῖ καὶ ὡς μάντις οἶδε τὰ θεῖα. διὸ καὶ πείθει τὸν Ἕκτορα ὡς σύμβουλος ἀγαθός. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ τὸ διττὸν τῆς εἱμαρμένης δηλοῖ ὁ ποιητὴς καὶ τὸ χρήσιμον τῆς εὐχῆς. ἀπώλοντο γὰρ ἂν οἱ Τρῶες σήμερον, εἰ μὴ εὔξαντο, ἱερεύσαντες δὲ καὶ εὐξάμενοι δυστυχοῦσι μόνον. Φησὶ γὰρ "ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ Ἕλενος" εἶπε τάδε. [Ἴσως οὖν καὶ Ἰάμβλιχος ἐξ Ὁμήρου λαβὼν ἐφιλοσόφησεν, ὡς ἀναστρέφεται εἱμαρμένη θυσίαις καὶ εὐχαῖς.] Καὶ ὅρα ὡς μεμονωμένης τῆς τῶν Τρώων καὶ Ἀχαιῶν φυλώπιδος, καθὰ εἴρηται, καὶ μηδετέροις χαριζομένης κακῶς πάσχουσιν οἱ Τρῶες. Ἰστέον δὲ καὶ ὅτι περὶ Ἑλένου ἱστορία τοιαύτη φέρεται παρὰ Ἀρριανῷ. Ἠδωνοῦ Θρᾳκὸς ἀνδρὸς παῖς Ἕλενος, μάντεων διαπρεπέστατος. παρὰ τοῦτον ἐξ Ἀσίας φοιτῆσαι τὸν Πριάμου παῖδα Σκαμάνδριον, ὃν ἀπονοστήσαντα οἴκαδε μνήμην θέσθαι τοῦ τὴν μαντικὴν ἐκπαιδεύσαντος Ἕλενον ἀπὸ Σκαμανδρίου μετονομασθέντα.
(v. 77-79) Ὅτι ἀρετὴ στρατηγοῦ κατὰ τοὺς παλαιοὺς βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. Διὸ καὶ ὁ παρὰ τῷ ποιητῇ Ἕλενος τὸν Αἰνείαν ἐπαινῶν καὶ τὸν Ἕκτορά φησιν, [249] ὡς ἄριστοι πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, ἤγουν ἐπὶ πᾶσαν ὁρμὴν τοῦ μάχεσθαι καὶ τοῦ φρονεῖν, καὶ διὰ τοῦτο ὑμῖν πόνος μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, ἤτοι ἀνάκειται. Λυκίους δὲ καὶ νῦν πάντας λέγει τοὺς τῶν Τρώων ἐπικούρους, ὡς ἀπὸ μέρους ἀξιολόγου τοῦ τῶν Λυκίων. Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος ἐγκεκλίσθαι τῷ Ἕκτορι τὸν ὑπὲρ πάντων πόνον, ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ὁ εἰπὼν αὐτὸν ἀστραβῆ κίονα Τροίας. [Κίονος γὰρ ἔργον βάρους τινὸς ὑποδοχή. καὶ ἔστιν ἐγκεκλίσθαι οὐ τὸ ἁπλῶς ἐγκεῖσθαι ἀλλὰ τὸ ἐπικεῖσθαι. Ἄλλως μέντοι ἐγκεῖσθαι ἢ τὸ ἐντὸς κεῖσθαι ἢ μᾶλλον τὸ σφοδρῶς ἐνίστασθαι. ἔγκειται γοῦν τις ὀχλῶν ἢ ἔγκειται μαχόμενος.] Ἡ δὲ ἰθύς ἐκ τοῦ ἰθύω ἰθύσω γέγονε ῥήματος. Ἔφη γὰρ πρὸ ὀλίγου "ἔνθα καὶ ἔνθα ἴθυσε μάχη". ἐξ οὗ καὶ τὸ ἰθὺ ἐπίρρημα γίνεται.
(v. 80-82) Ὅτι τὸ "στῆτ' αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι" ἔχει τι παρὰ τῷ Ἑλένῳ καὶ σκώμματος, ὡς τῶν Τρώων ἀγεννῶς φευγόντων εἰς τὴν πόλιν, ἐν ᾗ γέροντες νῦν ἦσαν καὶ γυναῖκες καὶ παῖδες ἀπόλεμοι. Τρόπον οὖν τινα ὀνειδίζει τοῖς στρατιώταις ὁ Ἕλενος τὸ εἰς τὴν ἄχρηστον ἡλικίαν καταφεύγειν, ἣν ἔδει μᾶλλον ὑπ' αὐτῶν ἐκδικεῖσθαι. Γυναικῶν δὲ εἶπεν, οὐ μὴν γερόντων ἢ παίδων, ἵνα πλέον εἴη τὸ ἐντρεπτικόν, ἐὰν εἰς γυναικῶν πεσοῦνται χεῖρας. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι Ὅμηρος μὲν πάνυ σεμνῶς εἶπεν ὡς βοηθητέον, πρὶν φεύγοντας τοὺς Τρώας εἰς τὴν πόλιν χάρμα τοῖς δυσμενέσι γενέσθαι ἐν χερσὶ πεσόντας γυναικῶν καὶ οἷον ἀγκαλισθέντας ὑπ' αὐτῶν τὰ ἐπιθανάτια. Τὸ δὲ τοῦ Ἡροδότου οὐχ' ὅμοιον εἶναί φασι, παρ' ᾧ Σκυθίδες [250] τινὲς γυναῖκες τοὺς ἑαυτῶν ἄνδρας φεύγοντας ὁρῶσαι προτροπάδην, ἀνασυράμεναι τὰ κάτω "πῇ φεύγετε", εἶπον, "ἢ ἵνα κρυβῆτε εἰς τὰ ἐξ ἀρχῆς;" ὅθεν αἰδεσθέντες ἐκεῖνοι ἐθάρρησαν, καὶ ἀναμαχεσάμενοι ἐνίκησαν. Ἑτέρα δὲ ἱστορία λέγει, ὅτι γυναῖκες Γαλατῶν τῶν εἰς Ἀσίαν διαβάντων ἐπέρρωσαν φεύγοντας τοὺς ἄνδρας, ὀλολύζουσαι καὶ τὰ τέκνα ἐν ἀγκάλαις φερόμεναι, ἃ καὶ προϊσχόμεναι αὐτά τε εἰς ὕβριν ἐκδώσειν ἔλεγον τοῖς πολεμίοις καὶ αὐταὶ εἰς τὴν τῶν ἐναντίων ὤσεσθαι φάλαγγα, ὅθεν αἰσχυνθέντες ἐκεῖνοι ὑπέστρεψαν, εἰ καὶ μηδέν τι γενναῖον ἤνυσαν.
(v. 84 s.) Ὅτι οἱ κατ' ἀνάγκην μαχόμενοι καλῶς ἂν εἴποιεν καθ' Ἕλενον τὸ "ἡμεῖς μὲν μαχησόμεθα καὶ μάλα τειρόμενοί περ, ἀναγκαίη γὰρ ἐπείγει", ἤγουν, ὡς προεγράφη, ἀνάγκη.
(v. 86) Ὅτι ταὐτὸν εἰπεῖν μετέρχεσθαι καὶ μετοίχεσθαι, ὡς δηλοῖ τὸ "ἀτὰρ σὺ πόλινδε μετοίχεο".
(v. 88) Ὅτι διάλυσις ἢ μετατύπωσις λέγεται τοῖς παλαιοῖς τὸ ἐν πόλει ἄκρῃ, ληφθὲν ἀντὶ συνθέτου ὀνόματος τοῦ ἀκροπόλει. τοιοῦτον καὶ τὸ τὴν Μεσοποταμίαν μέσην ποταμῶν εἰπεῖν. Οὕτω καὶ ὁ Περιηγητὴς τὴν Ῥηγίνην Λευκοπέτραν λευκὴν πέτραν καλεῖ. ὅμοια δὲ τούτοις καὶ τὸ κενὴ δόξα ἡ κενοδοξία, καὶ παρ' Ἡροδότῳ τὸ "ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος", ἤτοι ἀξιοθέατος, "μεγέθους ἕνεκα καὶ κάλλους", καὶ "ζῷα γραψάμενος", ἤγουν ζωγραφήσας, καὶ παρὰ Θεοκρίτῳ τὸ "δρυὸς ἄκρα", ἤτοι ἀκρόδρυα. καὶ Σοφοκλῆς δὲ οὕτω τὸ λυσιτελεῖ "τέλη λύει φρονοῦντι" φησί, καὶ τὸν ὁδηγὸν δὲ ὁ εἰπὼν ὁδοῦ ἡγούμενον εἰς τοιαύτην ὁμοιότητα ἦλθε καὶ ὁ τὸ σιταρκεῖν φάμενος σῖτον ἐπαρκεῖν καὶ τὸν εὐγενῆ εὖ γεγονότα καὶ τὸν ἀγεννῆ μηδὲν ὄντα γοναῖς. [251] τὸ γὰρ μηδὲν τῇ τοῦ α ἰσοδυναμεῖ στερήσει. Δῆλον δὲ ὅτι αἱ ἀκροπόλεις τῇ Ἀθηνᾷ ὡς ἐπὶ πολὺ ἀνέκειντο, ὡς δηλοῖ καὶ ὁ Παραβάτης, ἐν οἷς εἰπὼν ἔργα Ἀθηνᾶς ὡς φρονήσεως σοφίαν τε καὶ δημιουργικὰς τέχνας λέγει καὶ ὅτι κατοικεῖ τὰς ἀκροπόλεις, ὡς αὐτὴ διὰ σοφίας καταστησαμένη τὴν πολιτικὴν κοινωνίαν.
(v. 89) Ὅτι ταὐτὸν κατὰ πολυωνυμίαν ναὸν εἰπεῖν καὶ ἱερὸν δόμον. εἰπὼν γοῦν Ἕλενος νηὸν Ἀθηναίης ἐπάγει "οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο".
(v. 90-92) Ὅτι τὸν πέπλον τὸν ἀνατεθησόμενον τῷ Παλλαδίῳ χαριέστατον εἶναι ὁ Ἕλενος ἐθέλει καὶ μέγιστον καὶ πολὺ φίλτατον τῇ Ἑκάβῃ. ὑπερθετικὰ δὲ ταῦτα πάντα, ἵνα δειχθῇ ὅτι τὰ κρείττω τῶν παρ' ἡμῖν δοτέα θεῷ. προϊὼν δὲ ἐρεῖ καὶ ἄλλα τινὰ περὶ αὐτοῦ. Ἀνατίθησι δὲ τῇ μητρὶ τὴν τοῦ πέπλου ἐπιλογὴν φράσας οὕτω "πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάροισι, καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασι". Καὶ ὅρα τὸ "ἐνὶ μεγάροισιν". οὐ γὰρ ἔξωθέν ποθεν ἀλλ' οἴκοθεν ἀναληπτέον τὸν πέπλον, τὸν οὐχ' ἁπλῶς χαρίεντα καὶ μέγαν καὶ φίλον, ἀλλὰ χαριέστατον καὶ μέγιστον καὶ φίλτατον, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ πολὺ φίλτατον. Εὔδηλον δὲ ὡς οὐχ' ἱμάτιον ὁ τοιοῦτος πέπλος, ἀλλὰ ὕφασμα, καὶ ὅτι τὸ θεῖναι ἐν γούνασιν, ὁμοίως δὲ κατωτέρω τὸ "καί οἱ ὑποσχέσθαι" ἀντὶ προστακτικῶν μὲν λαμβάνονται, πλὴν οὐ συνήθως ἀντὶ δευτέρων, ἤγουν ἀντὶ τοῦ θὲς καὶ ὑπόσχου, ἀλλ' ἀντὶ τρίτων. θέσθω γὰρ ἡ Ἑκάβη πέπλον καί οἱ ὑποσχέσθω θυσίαν.
(v. 92) Φασὶ δὲ τὸ ἐν Τροίᾳ Παλλάδιον διοπετὲς μὲν εἶναι, ἤγουν ἐξ ἀέρος ἄνωθεν οὐρανόθεν πεσόν, ἀνδρὸς δὲ δορὰν ἠμφιέσθαι στέμμα τε ἔχειν καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πῖλον καὶ δόρυ ἐν τῇ δεξιᾷ. Ἐνταῦθα δὲ τὸ ἀναθεῖναι, ἀφ' οὗ γίνεται τὸ ἀνάθημα, θεῖναι λέγει χωρὶς προθέσεως. Θεῖναι γάρ, φησίν, Ἀθηνᾶς ἐπὶ γούνασιν, ὡς καθημένου δηλαδὴ τοῦ Παλλαδίου, ἢ θεῖναι παρὰ γόνασιν, εἴπερ ἵσταται. Δύναται δέ, φασί, τὸ ἐπὶ γούνασι νοηθῆναι καὶ ἀντὶ τοῦ ἐπὶ γουνασμῷ καὶ ἱκετείᾳ. ὁ δὲ Γεωγράφος, ὅπου λέγει τὴν μὲν παλαιὰν Ἴλιον ἠφανίσθαι, τὴν δὲ νῦν βλεπομένην νεωτέραν [252] εἶναι, μὴ ἀποδεχόμενος τοὺς νοοῦντας τὸ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ τοῖς γούνασι, φησίν, ὅτι τὸ τῆς Ἀθηνᾶς ξόανον νῦν μὲν ἑστηκὸς ὁρᾶται, Ὅμηρος δὲ καθήμενον ἐμφαίνει ἐν τῷ "πέπλον θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν", ὡς καὶ τὸ "γούνασιν ἐφέζεσθαι φίλον υἱόν". βέλτιον γὰρ οὕτως ἢ παρὰ τοῖς γόνασιν, ὡς τὸ "ἣ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ". κάθηνται δὲ Ἀθηνᾶς ξόανα καὶ ἐν Φωκαίᾳ καὶ Μασσαλίᾳ καὶ Ῥώμῃ καὶ Χίῳ.
(v. 93 s.) Ὅτι βοῦς ἤνις ἠκέστας Ἕλενος θύσειν τῇ Ἀθηνᾷ βούλεται, ἤγουν ἐνιαυσιαίας, ἀκεντήτους. Καὶ εἴη ἂν καὶ ἡ τοιαύτη θυσία βούτας φόνος, εἰπεῖν τραγικῶς, ὃ εἰς τὸν περὶ ἑκατόμβης λόγον συντελεῖ. Γίνεται δὲ ἡ ἦνις μὲν ἀπὸ τοῦ ἔνου, ὅ ἐστιν ἐνιαυτοῦ, ἧς γενικὴ ἤνιδος καὶ Ἰωνικῶς ἤνιος, ἡ πληθυντικὴ αἰτιατικὴ ἤνιας καὶ κατὰ κρᾶσιν ἤνις. Ἠκέστη δὲ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ κένσαι, ὃ δηλοῖ τὸ κεντῆσαι, ἀφ' οὗ καὶ ὁ κεστὸς γίνεται καὶ ὁ πολύκεστος ἱμάς. χρῆσις δὲ τοῦ κένσαι παρ' Ὁμήρῳ. Δοκεῖ δὲ χαίρειν ἡ Παλλὰς τοιαύταις βουσίν. οἰκεῖον γὰρ τῇ νεαζούσῃ καὶ κατὰ τὸν μῦθον παρθένῳ σφριγῶσα βοῦς καὶ ἀδάμαστος. Οὐ νῦν δὲ αὐτίκα γίνεται ἡ θυσία διδάσκοντός τε τοῦ ποιητοῦ τὰ κατ' ἀνθρώπους, οἳ οὐ πάντα εὐθὺς ποιοῦσιν, ἀλλ' ἔνια καὶ εἰς τὸ μέλλον ἀναρτῶσι, καὶ διότι οὐδέ ἐστι καιρὸς ἄρτι τοῖς ἐν Τροίᾳ εἰς τοιαύτην ἀπασχοληθῆναι θυσίαν. [Σκοπητέον δὲ ἐπὶ τοῦ ἠκέστη, ὅ ἐστιν ἀκέντητος, διὰ τί καὶ τὸ στερητικὸν α εἰς η ἐτράπη, ὅπερ οὐ γέγονεν ἐν τῷ ἀκάματος καὶ ἀθάνατος, καὶ διὰ τί τὸ ν τοῦ κένσαι ἐξέπεσεν, εἰωθὸς ἄλλως πολλαχοῦ πλεονάζειν, ὡς προσεσημείωται. Καὶ ἴσως ἡ μὲν τροπὴ τοῦ α εἰς η ἐγένετο, ἵνα μὴ ἔμφασις εἴη τις ἐκ τοῦ ἀκεῖν γενέσθαι τὴν ἠκέστην, ὅθεν τὸ ἀκεσταὶ φρένες. τὸ δὲ ν ἀπῆλθε, διότι τε οὐ συνετέλει εἰς εὔφωνον, καὶ ἵνα μὴ φαντάζῃ ἐγκεῖσθαι τὴν ἐν πρόθεσιν τῇ λέξει καὶ πλανᾷ τὸν ἀκροατήν.]
(v. 93-96) Ὁ δὲ Ὁμηρικὸς οὗτος τόπος ἔχει τι παρηχήσεως ἐν τῷ ὑποσχέσθαι καὶ ἐν τῷ ἀπόσχῃ. Φησὶ γὰρ "καὶ οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς, εἴ περ ἀπόσχῃ Ἰλίου" τὸν ῥηθησόμενον.
(v. 94) Ἐνταῦθα δὲ καὶ τὸ ἐλεήσῃ ῥῆμα κεῖται κοινότερον ἐν [253] τῷ "ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ ἄστυ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα". [ὃ δὴ φρασθὲν δίχα τοῦ Τρώων ἱερά ἐστι πολιτικὴ εὐχή.] ἑτέρωθι δὲ ἐλεαίρειν λέγει τὸ ἐλεεῖν ποιητικώτερον. Ἰστέον δὲ ὅτι ἀποσχεῖν ἐνεργητικῶς τὸ διῶξαί ἐστι. Φησὶ γοῦν "αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου".
(v. 97 s.) Καὶ ὅρα ὅπως οὕτω φοβερὸς ὁ Διομήδης νῦν ἔδοξε τοῖς Τρωσίν, ὥστε τὸν Ἕλενον κατ' αὐτοῦ μόνου εὐχὴν ἐνιστᾶν καὶ ἄγριον αἰχμητὴν αὐτὸν καλεῖν, "κρατερὸν μήστωρα φόβοιο, ὃν δή", φησίν, "ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι".
(v. 99101) Λέγει δ' αὐτὸν καὶ αὐτοῦ Ἀχιλλέως φρικτότερον. Φησὶ γὰρ ὅτι "οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι, ἀλλ' ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν". ὅπερ ἐστὶν ἑρμηνεία τοῦ μαίνεται. Τὸ δὲ "ὅν φασι θεᾶς ἐξέμμεναι", ἤγουν ἐκ θεᾶς μητρὸς εἶναι, τοῦ νοήματός ἐστιν ἐπίτασις. οὐ γὰρ οὕτω, φησί, φοβερὸς ὁ ἐκ θεᾶς Ἀχιλλεύς, ὡς Διομήδης ὁ θνητογενής
(v. 97) Τὸ δὲ "ἄγριον αἰχμητήν", ὑφὲν ἀναγνωστέον κατὰ τοὺς παλαιούς. δηλοῖ γὰρ τὸν ἐν πολέμῳ ἄγριον.
(v. 99) Ἰστέον δὲ καὶ ὅτι οὐκ ἀληθῶς οἱ Τρῶες ὑπερτιθέασι τοῦ Ἀχιλλέως τὸν Διομήδην, ἀλλὰ τοὺς δυσπραγοῦντας εἴωθε τὰ ὑπόγυα κακὰ μᾶλλον λυπεῖν. Οὕτω καὶ τὸν Τηλέμαχον ἐν Ὀδυσσείᾳ τὰ τῶν μνηστήρων κακὰ λυπεῖ μᾶλλον ἤπερ ὁ τοῦ πατρὸς θάνατος. Ὅρα δὲ ὡς κἀνταῦθα τοῦ Ἀχιλλέως ἀναμιμνήσκει τὸν ἀκροατὴν ὁ ποιητὴς ὡς μνήμης ἀξίου, εἰωθὼς αὐτὸ πολλαχοῦ ποιεῖν κατά τινα ποσὰ διαστήματα.
(v. 90-101) Ἰστέον δὲ καὶ ὅτι χρήσιμα σχεδὸν ὅλα τὰ τοῦ χωρίου τοῦδε παρῳδηθῆναι εἰς ἱκεσίαν τὴν ἐν κινδύνῳ, ἔστιν ὅτε καὶ ἐξ αὐτοῦ δὴ τοῦ πέπλου μέχρι τέλους, οἷον "πέπλον, ὅς οἱ δοκέει χαριέστατος εἶναι καὶ τοιόσδε καὶ τοιόσδε, θεῖναι ἐπὶ γούνασι τοῦ δεῖνος ἢ τῆς δεῖνος, καί οἱ ὑποσχέσθαι τόδε τι, αἴ κ' ἐλεήσῃ ἄστυ τε καὶ ἀλόχους καὶ νήπια τέκνα, αἴ κεν τὸν δεῖνα ἡμῶν ἀπόσχῃ", ἤγουν ἀποσχοίη, ἀφέξει, "ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον" πάντων ἢ ἄλλων "φημὶ γενέσθαι. οὐδὲ τὸν δεῖνά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅνπερ φασὶ θεῖόν τινα εἶναι, ἀλλ' ὅδε λίην μαίνεται", κατὰ πόλεμον δηλαδή, "οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν".
(v. 98) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "ὃν ἐγώ [254] φημι" ἀξιωματικῶς ἐρρέθη καὶ ἀποφαντικῶς, καθὰ πολλαχοῦ ποιεῖται. (vs. 100). Τὸ δὲ "ὅνπερ φασί" δοκεῖ δισταγμόν τινα ἔχειν.
(v. 1035) Ὅτι ἀγαθὸν διαζωγραφεῖ στρατηγὸν τὸ "αὐτίκα δὲ σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μάχεσθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν", ὡς οἷα πρὸ τούτου ἢ κοιμωμένην ἢ καθημένην.
(v. 106-108) Ὅτι προθυμίαν Τρώων ὁ ποιητὴς πολλὴν εἰς μάχην ἐμφαίνων, ἣν ἔσχον ὀτρυνθέντες ὑπὸ Ἕκτορος, φησὶν ὡς αὐτοὶ μὲν "ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο. φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν".
(v. 109) Εἶτα ἐπάγει ἐπιφωνηματικῶς ὡς ἐν ἀποδόσει παραβολικῇ κομματικῶς κατὰ γοργότητα τὸ "ὣς ἐλέλιχθεν", μονονουχὶ λέγων, ὅτι ὥσπερ θεὸς οὐρανόθεν ἐπελθὼν ἐφόβησέ τινας, οὕτω καὶ τοὺς Ἀχαιοὺς ἐλελιχθέντες οἱ Τρῶες. [Ὅρα δ' ἐν τούτοις ὅτι καὶ κοινῶς εἶπεν ἐλελίχθησαν καὶ ποιητικῶς ἐλέλιχθεν,] οὗ κατὰ τὸ φάν ἡ συνήθης κίνησις. ὡς γὰρ φάς φάντος φάν, τὸ τρίτον πληθυντικόν, οὕτως ἐλελιχθέντος ἐλέλιχθεν.
(v. 113-115) Ὅτι εἰπὼν ἐνταῦθα τοῖς Τρωσὶν ὁ Ἕκτωρ, ὡς εἰς Τροίαν ἐλθὼν γέρουσιν εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισιν ἀρήσασθαι, ὑποσχέσθαι θ' ἑκατόμβας, οὐ φαίνεται ὕστερον εἰπών τι τοῖς ἀνδράσι, διότι οὐδὲ παρηγγέλθη τοῦτο ὑπὸ τοῦ Ἑλένου. Ἐψεύσατο οὖν τοῦτό γε τοῦ εὐπρεποῦς χάριν, ἵνα μὴ ἐπὶ μέσου τοῦ στρατοπέδου μεμνημένος μόνων τῶν γυναικῶν αἰσχύνην ὄφλῃ, ὡς αὐταῖς ἀνατιθεὶς τὸ κοινὸν ἀγαθόν. Ψεύσεται ἄρα ἐν καιρῷ δεόντως ὁ στρατηγός. κατὰ γὰρ τὸν Ἡρόδοτον "ἔνθα τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω". Τυχὸν δὲ καὶ κατὰ τὸ σιωπώμενον ‑ σχῆμα δέ ἐστι καὶ τοῦτο ποιητικόν ‑ νοητέον καὶ τοῖς ἀνδράσιν ὁμιλῆσαι τὸν Ἕκτορα. Οὐκ αἰδεῖται δὲ ὁ Ἕκτωρ ἐν ἐπηκόῳ τῶν ἐχθρῶν ὁμολογεῖν εὔξεσθαι διὰ τὸ τοῦ ἔργου ἀνεμέσητον. Οὕτω καὶ ὁ Σαλαμίνιος Αἴας ἐν τοῖς ἑξῆς εἰπὼν "εὔξασθε Διῒ σιγῇ ἐφ' ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται", ἐπάγει "ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν".
(v. 117 s.) Ὅτι ἣν ἐν ἄλλοις φησὶν Ὅμηρος ἀμφιβρότην ἀσπίδα καὶ ποδηνεκῆ, ταὐτὸν δὲ εἰπεῖν, ἀνδρομήκη, ταύτην ἑρμηνεύων ἐνταῦθά φησιν "ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα", [255] ἤγουν ἐκ τοῦ αὐχένος καθῆκεν ἕως ἄκρων ποδῶν. Λέγει δὲ καὶ ἄντυγα εἶναι τῇ τοῦ Ἕκτορος ἀσπίδι δέρμα, οὐ πρὸς ἀσφάλειάν τινα, πρὸς τερατείαν δὲ μᾶλλον καὶ ἀγλαΐαν καὶ καινοπρέπειαν ὁπλισμοῦ. Φησὶ γοῦν τὸ ὅλον οὕτως· "ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν, ἄντυξ, ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης". Καὶ σημείωσαι τὸ καινὸν τοῦ σχήματος. ἔδει γὰρ εἰπεῖν "ἄντυξ, ὃ πυμάτη", τουτέστιν ὅπερ δέρμα ἐσχάτη ἦν ἄντυξ. ὁ δὲ πρὸς τὸ ἄντυξ ἐποίησε τὸν κατὰ γένος σχηματισμόν. Τοιοῦτόν τι καὶ τὸ "ἐγένοντο τάδε καὶ τάδε", ὅσπερ δὴ τρόπος οἰκονομίας θεοῦ", καὶ "ἐκολάσθη ὁ κακός, ἥπερ ἐστὶ δίκη θεοῦ" καὶ ὅσα τοιαῦτα, [γενομένης τῆς ἀποδόσεως ἐν τοῖς τοιούτοις οὐ πρός τι πρᾶγμα προηγούμενον, ἀλλὰ πρὸς τὸ ὕστερον ἐπαχθέν, ἤγουν πρὸς τὸ ἄντυξ ἢ πρὸς τὸ τρόπος ἢ νόμος ἢ λόγος ἢ δίκη θεοῦ.] Ὅρα δὲ ὅτι ἐσίγησεν ὁ ποιητής, οὕτω δόξαν αὐτῷ, οἵου ζῴου ἦν τὸ ῥηθὲν δέρμα, εἰωθὼς πολλαχοῦ παρατρέχειν τὰ μὴ καίρια. [καὶ ὅτι ἐκ τοῦ δέρω μὲν καὶ τὸ δέρτρον, ὥσπερ καὶ τὸ δέρμα. πολλὴ δὲ ἐν ἀμφοῖν ἡ κατὰ σημασίαν διαφορά, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται.] Πυμάτη δὲ ἄντυξ τὸ δέρμα πρὸς διαστολὴν τῶν λοιπῶν κύκλων, εἰς οὓς ἀναλυόμενον δύναται τὸ τῆς ἀσπίδος ἐπίπεδον τέμνεσθαι. Συνακτέον δ' ἐντεῦθεν καί, ὡς οὐ μόνον ἅρματος ἄντυξ ἐστίν, εἴγε καὶ ἀσπίδος λέγεται. [Ἡ μεταφορὰ δὲ καὶ οὐρανοῦ ἄντυγα ἐγύρωσεν, ὡς δηλοῖ καὶ τὸ "ἐξ ἀντύγων οὐρανίων".] Τὸ δὲ "πυμάτη θέεν" ἀντὶ τοῦ [256] περιέθεεν ἀστείως ὡς ἀπὸ καμπτῆρος θεωρικοῦ ἐρρέθη ἐπὶ σχήματος κυκλοτεροῦς. Καὶ ἔστι πως τοῦτο χρήσιμον εἰς τὸ καὶ τὴν ἴτυν ἐτυμολογεῖν ἀπὸ τοῦ ἰέναι διὰ τὸ καὶ τὸ θέειν καὶ τὸ ἰέναι, ὥσπερ δὴ καὶ τὸ φέρεσθαι, ἀφ' οὗ ἡ περιφέρεια, καὶ τὸ ἄγειν δέ, ἀφ' οὗ τὸ περιηγές, ὁμογενῶς ἔχειν ἀλλήλοις. Ὀμφαλόεσσα δὲ καὶ νῦν ἀσπὶς ἡ ἔχουσα μέσον αὐτῆς ὀμφαλόν, ὅς ἐστι κάλλος ὑπερανεστηκός, ἐπίθετον συγκεκροτημένον ἔκ τινος ὕλης στερεᾶς, [ἐν ἀσπίσι μὲν χαλκῆς ἢ ἀργυρᾶς ἢ καὶ χρυσῆς, ἐν ἄλλοις δὲ καὶ ἀπό τινος ἑτεροίας. ἐν βιβλίοις γοῦν καὶ ἐξ ἐλέφαντος ἀπέχρησεν ὕλη πρὸς κόσμον ὀμφαλόεντα.] Ὅτι τὸν ἄγριον αἰχμητὴν Ἕκτορα τῆς μάχης ἀποστήσας, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, ὁ ποιητὴς καὶ οὕτω μονάσας καὶ θείου τούτου προσώπου τὴν φύλοπιν ἀνίησι τὸ τοῦ πολέμου ἀκμαῖον καὶ ἀναπαύει τὸν ἀκροατὴν μεταπεσὼν ἐκ τῶν ἐναγωνίων εἰς γλυκύτητα ἱστορικῆς ὑπτιάσεως, καὶ τὸν Λύκιον Γλαῦκον εὑρὼν λαβὴν λόγου καὶ αὐτὸν ἐπεισοδιάσας πολλὰ δι' αὐτοῦ θαυμάσια τῇ [257] ποιήσει παρεμβάλλει οἷον μύθους, ἐξ ὧν τὸ τῆς ἀλληγορίας ἀνακύπτει καλόν, ἱστορίας, γενεαλογίας, γνωμολογίας, ἔθη παλαιὰ καὶ ἄλλα οὐκ ὀλίγα, δι' ὧν τό τε μονοειδὲς τῆς γραφῆς ἐξαιρεῖ τῆς ποιήσεως καὶ πολυμαθῆ ποιεῖ τὸν ἀκροατήν.
(v. 120) Ὅτι μονομαχικὸν τὸ "ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι". Περὶ Γλαύκου δὲ καὶ Διομήδους ὁ λόγος. ἀμφοτέρους δὲ λέγει τὸν Ἀχαιϊκὸν στρατὸν καὶ τὸν Τρωϊκόν.
(v. 123-126) Ὅτι πρὸς τὸν ἐξαίφνης ἐκ μὴ δοκοῦντός τινος θρασυνόμενον εἰς ἔριν κατὰ τῶν εἶναί τι δοκούντων καλῶς ἂν ἐρεῖ τις τὸ τοῦ Διομήδους πρὸς Γλαῦκον "τίς δὲ σύ ἐσσι φέριστε κατὰ θνητῶν ἀνθρώπων; οὐ μὲν γάρ ποτε ὄπωπα μάχῃ ἐνὶ κυδιανείρῃ τὸ πρίν. ἀτὰρ μὲν νῦν πολὺ προβέβηκας πάντων σῷ θάρσει, ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας", ὃ διασαφητικόν ἐστι τοῦ κατὰ τὸν Γλαῦκον θάρσους, εἴπερ ὑπέμεινεν ἀντιστῆναι τῷ τηλικούτῳ Διομήδει.
(v. 123) Ἰστέον δὲ ὅτι τὸ "κατὰ θνητῶν ἀνθρώπων", ἢ περισσὴν ἔχει τὴν κατα πρόθεσιν ἢ ἀντὶ τῆς ἀπο κεῖται. ἐν πολλοῖς γὰρ λαμβάνονται προθέσεις ἀντὶ προθέσεων.
(v. 127) Ὅτι Διομήδης τοὺς τὸ αὐτοῦ ἔγχος ὑπομένοντας δυστήνων πατέρων παῖδας λέγει, τουτέστιν υἱοὺς πατέρων δυστυχῶν, οἳ ταχὺ ἄπαιδες γίνονται. Φησὶ γὰρ "δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι". ταὐτὸν δ' ἂν εἴη εἰπεῖν "ἐμὸν ἔγχος μένουσιν", ἃ καὶ πᾶς ἄλλος ἂν εἴπῃ κατὰ ταπεινοτέρων ἀντιπάλων θρασυνόμενος. Καὶ ἔστιν ἰδοὺ τὸ ἀντιᾶν λαμβανόμενον καὶ ἐπὶ τοῦ συναντᾶν. Δῆλον δὲ ὅτι λέγεται καὶ ἐπὶ τοῦ ἀπολαύειν, ὡς τὸ "ἀντιόων ἑκατόμβης", καὶ ἐπὶ τοῦ ἐπιμελείας ἀξιοῦν, ὡς τὸ "ἐμὸν λέχος ἀντιόωσαν".
(v. 128 s.) Ὅτι εὐσέβειαν διδάσκει ὁ Διομήδης πρὸς Γλαῦκον εἰπὼν τὸ "εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας", ἤγουν κατῆλθες οὐρανοῦ, "οὐκ ἂν ἔγωγε θεῷ ἐπουρανίῳ μαχοίμην". καὶ ἔστι τὸ θεῷ μάχεσθαι διάλυσις Ἰωνικὴ τοῦ θεομαχεῖν. Εἶτα δεικνὺς ὁ ἥρως κακὸν εἶναι τὸ θεομαχεῖν ἐπιχειρεῖ προσωπικῶς ἐκ [258] τοῦ ῥηθησομένου Λυκούργου, δι' οὗ φανεῖται κακῶς ἀπαλλάσσειν τοὺς θεομάχους. Καὶ ὅρα ὡς ἀπὸ τῆς ἄρτι ὁ Διομήδης οὐκ ἔχει ἀκούειν ἐκ τῆς φωσφόρου Ἀθηνᾶς τὸ "ἀχλὺν αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον". ἤδη γὰρ ἀχλύεται ἀμφιβάλλων μήποτε θεὸς οὐρανόθεν εἴη ὁ Γλαῦκος. [Ἐναργείας δὲ πάντως θείας δηλωτικὸν τὸ "εἴ τις ἀθάνατος οὐρανόθεν ἦλθες", ἣν δὴ ἐνάργειαν καὶ ἡ Ὀδύσσεια δηλοῖ ὡς εἰωθυῖαν γίνεσθαι, ὅπου τοῦ Ὀδυσσέως περιυβριζομένου εὐλαβεῖταί τις τῶν μνηστήρων μήποτε θεὸς Ὀλύμπιός ἐστιν ὁ τὰς ὕβρεις πάσχων, ἐλθὼν ἐξ οὐρανοῦ καὶ τοῦ κατὰ τοὺς μνηστῆρας ἤθους ἀποπειρώμενος.]
(v. 130 s.) Ὅτι λέγων ἐνταῦθα διὰ τοῦ Διομήδους ὁ ποιητὴς "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν", ἀντὶ τοῦ ἐπὶ πολὺ ἔζη, ἐπίρρημα συντάσσει τὸ δήν μετὰ ῥήματος ὑπαρκτικοῦ, καὶ οὕτως ἐμφαίνει δυνατὸν εἶναι καὶ ἐν τῷ "ἤτοι Ἀθηναίη ἀκέων ἦν" νοεῖσθαι τὸ ἀκέων ἀντὶ ἐπιρρήματος, κἂν πολλοῖς ἀπαρέσκῃ. Τοιοῦτον δέ ἐστι καὶ τὸ "τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν". Σκοπητέον δὲ ὅτι τὸ Λυκόοργος ἐντελές ἐστι τοῦ Λυκοῦργος, οὐ μὴν τὸ Λυκόεργος. λύκου γὰρ ὀργὴν μὲν ἔστιν εἰπεῖν, ἔργον δὲ οὔ. ἐπὶ γὰρ ἀνθρώπων μόνων κυριολεκτεῖται τὸ ἔργον.
(v. 130 s. et 13840) Ἰστέον δὲ ὅτι μεμνήσεται καὶ ἐν τοῖς ἑξῆς Λυκούργου τινὸς ὁ ποιητής, γενναίου ἀνδρός. Ὃν δὲ νῦν λέγει, Δρύαντος ἦν υἱὸς Ἠδωνός, ἤγουν περί που τὰ κατὰ Θρᾴκην βασιλεύων, θεομαχεῖν δεινός, κρατερός, θεοῖς ἐπουρανίοις ἐρίζων, ἀνδροφόνος. διὸ δυστυχήσας καὶ ἀφῃρέθη τῶν ὀφθαλμῶν πρὸς Διός. τυφλὸν γάρ, φησίν, αὐτὸν ἔθηκε, καὶ οὐδὲ ἐπὶ πολὺ ἐβίω.
(v. 132-137) Λέγεται δὲ αὐτὸς διώκειν μικρὸν ἔτι ὄντα τὸν Διόνυσον καὶ τὰς ὀργιαζούσας αὐτῷ τιθήνας, παύσασθαι δὲ τοῦτο ποιῶν, ὅτε φοβηθέντα τὸν Διόνυσον ἡ Νηρηῒς Θέτις καθυπεδέξατο κόλπῳ, οἷα δηλαδὴ ἁπαλόν τινα παῖδα. τοὺς τοιούτους γὰρ ἔστι κόλπῳ δέχεσθαι. Δηλοῖ [259] δὲ ὁ τοιοῦτος μῦθος καθ' ἱστορίαν θεραπευόμενος, ὅτι ὁ ῥηθεὶς Λυκοῦργος κηδόμενος τῶν ὑπὸ χεῖρα κακῶς πασχόντων ὑπὸ τῆς τοῦ ἀκράτου πλησμονῆς, ὅτε πρῶτον οἴνου χρῆσις παρ' αὐτοῖς ἐπεπόλασε, τάς τε ἀμπέλους ἐξέσπα, αἳ δὴ Βάκχαι λέγονται, καὶ τιθῆναι, ἤτοι τροφοί, Διονύσου, τουτέστιν οἴνου, καὶ ὀπαδοί, καὶ τοὺς μεθύοντας ἐκόλαζε καὶ τὰς αὐτῶν συνόδους ἐσκέδαζε, καὶ τὸν οἶνον οὐκ εἴα ἐπιχωριάζειν, ὕστερον δὲ ἀφῆκε τὴν σπουδὴν ταύτην, ὁπηνίκα ἡ τοῦ οἴνου ἐπενοήθη μεθ' ὕδατος κρᾶσις, ἣν αἰνίττεται ἡ τοῦ Διονύσου ῥῖψις κατὰ τοῦ ὕδατος, ὅπερ ὕδωρ δηλοῦται διὰ Θέτιδος ὑγροβίου δαίμονος, κἀντεῦθεν ἐπαύσαντο οἱ ἐγχώριοι τῆς τε ἀκρατοποσίας καὶ τῶν ἐξ αὐτῆς κακῶν. Ἐνταῦθα δὲ καὶ τὸν Διόνυσον μαινόμενον εἶπεν ὁ ποιητής, καθὰ καὶ τὸν Ἄρην, ἤτοι μανιοποιόν. μεμήνασι γάρ πως οἱ μεθύοντες, ὡς καὶ οἱ κατὰ μάχην ἐναγώνιοι. Ὅθεν τούτους μὲν ἀρειμανίους φαμέν, τοὺς δὲ μεθύσους οἰνομανεῖς, ἐπεὶ καὶ τὸν Διόνυσον μαινόλην καὶ Μαινάδας τὰς ὀπαδοὺς αὐτοῦ, [καθὰ καὶ Βάκχας, ἐπεὶ ἐκεῖνος Βάκχος ἀπὸ τοῦ βάζω βέβαχα πλεονάσαντος τοῦ κ διὰ τραχυφωνίαν καιρίαν, ὃ δὴ καὶ ἐπὶ τοῦ Ἴακχος γίνεται, οὗ ἀρχὴ τὸ ἰάχω ῥῆμα. Αἱ δὲ ῥηθεῖσαι καὶ Ληνίδες λέγονται διὰ τὸν ὑποδεκτικὸν ληνὸν τοῦ οἴνου, ὃν αὐταὶ τρέφουσι.] Φράζει δὲ περὶ τῶν κατὰ Λυκοῦργον Ὅμηρος οὕτω "ὅς ποτε μαινομένοιο Διονυσοῖο τιθήνας σεῦεν", ὅ ἐστιν ἐκίνει, ἐδίωκε, "κατ' ἠγάθεον Νυσσήϊον. αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν", ἤγουν [260] ῥᾷον καὶ ταχὺ κατέρριψαν, "ὑπ' ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι, Διόνυσος δὲ φοβηθεὶς δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα" καὶ ἑξῆς ὡς μετ' ὀλίγα γραφήσεται. Εἶτα λέγει καὶ ὡς ὀδύσαντο αὐτῷ θεοὶ ῥεῖα ζώοντες, καὶ ὡς ἐτυφλώθη, "οὐδ' ἂρ ἔτι δὴν ἦν", ὡς ἐρρέθη, "ἐπεί", φησίν, "ἀθανάτοισιν ἀπήχθετο πᾶσι".
(v. 135) Τὸ δὲ Διόνυσσος ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων διὰ μεγάλου τοῦ ω γράφουσιν, οὐ δι' ἀνάγκην μέτρου κατά τινας, δύναται γὰρ καὶ μικρὸν ὂν διὰ τῆς ὀξείας ἐκτείνεσθαι, ἀλλὰ κατά τινα διάλεκτον. Ὅτι δὲ ὁ μυθικὸς Διόνυσος εἰς οἶνον ἀλληγορεῖται καὶ ὅτι καθ' ἱστορίαν δοτὴρ οἴνου ἢ ἐφευρετὴς λέγεται καὶ ὅτι διάφοροι Διόνυσοι, ἀλλαχόθεν ἔστι γνῶναι. Ἡρόδοτος δὲ λέγει καὶ ὅτι Ὤσιρις καθ' Ἑλλάδα γλῶσσαν ὁ Διόνυσος. Ὅρα δὲ καὶ ὡς πιθανολογῶν Ὅμηρος τὴν τοῦ Διονύσου κατὰ θαλάσσης φυγὴν οὐ μόνον φοβηθῆναι, τουτέστι φυγεῖν, αὐτὸν εἶπεν, ἀλλὰ καὶ δεδιότα ἔφη, καὶ ὅτι κρατερὸς αὐτὸν ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. Ἐξ ὧν λαβόντες οἱ μεθ' Ὅμηρον δειλόν τε τὸν Διόνυσον πλάττουσι καὶ θηλυστολοῦντα, ὅθεν καὶ διοννὺς παρ' αὐτοῖς ἡ γυναικεία καὶ θῆλυς ἐσθὴς ἢ ἄλλο τι.
(v. 133) Νυσσήϊον δὲ ἐνταῦθα ὄρος τι Θρᾴκης, ὃ καὶ Νύσσα λέγεται, ἀφ' ἧς ὁ Διόνυσος ὠνομάσθαι δοκεῖ, περὶ ἣν ὁ δηλωθεὶς Λυκοῦργος ἔσευε τὰς Βάκχας. [Δηλοῖ δὲ τὸ Νυσσήϊον περιεκτικῷ λόγῳ διατριβήν τινα οὐ Νύσσης, ἀλλὰ Διονύσου, κατὰ τὸ Νύσσια Κνώσσια, ὅπερ ἐστὶ Διονυσιακά. καί πως ἔοικε [261] πρὸς τὸ Ποσιδήϊον, ὃ σημαίνει Ποσειδῶνος διατριβήν.] Εἰσὶ δὲ καὶ ἕτεραι Νύσσαι κατὰ τὰς ἱστορίας, αἱ μὲν ὄρη, ὡς ἐν Βοιωτίᾳ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ, ἡ δέ τις καὶ νῆσος ἐν τῷ Καυκασίῳ ὄρει καὶ τῷ ποταμῷ Νείλῳ. Ἠγάθεον δέ, τουτέστιν ἀγαστὸν ἢ ἄγαν θεῖον, τὸ ῥηθὲν ὄρος ὁ ποιητὴς λέγει διὰ τάς, ὡς εἰκός, ἐν αὐτῷ τελουμένας τῷ Διονύσῳ θυσίας. ὅθεν δὲ παρῆκται τὸ ἠγάθεον, ἐκεῖθεν πάντως καὶ τὸ ἀγαθόν.
(v. 134) Θύσθλα δὲ ἢ τελεστικά τινα θύματα, οἷα καὶ χέεσθαι, ἢ ῥάβδοι τινές, ἐν οἷς καὶ νάρθηκες, φορήματα Διονυσιακά, ἢ κλάδοι τινές, ὁποῖοι καὶ οἱ περὶ τὸν Διόνυσον Βακχικοὶ θύρσοι, οἱ βαρυτονούμενοι. οἱ γάρ τοι ὀξυνόμενοι θυρσοὶ γαμικὰ δηλοῦσι στέμματα.
(v. 135) Βουπλήξ δὲ βούκεντρον ἢ πέλεκυς βοὸς ἀναιρετικὸς ἢ μάστιξ γινομένη ἀπὸ τμήματος βύρσης. Ὀξύνεται δὲ κανόνι τοιούτῳ· Τὰ κατὰ παρακείμενον συντεθειμένα ὀνόματα εἰς ης ἢ εἰς ξ λήγοντα ὀξύνονται, κἂν μίαν φυλάττῃ τοῦ ῥήματος συλλαβήν, οἷον ἀδμής, ἀβλής, ἡμιθνής, κυαμοτρώξ, βουπλήξ. σεσημείωται τὸ ὕσπληξ. Ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὀρθοπλὴξ ἵππος, ὁ ὀρθὸς αἰρόμενος καὶ πλήσσων. Προφέρεται δὲ καὶ ἀκανθοπλήξ [262] καὶ νωτοπλήξ καὶ οἰστροπλήξ, ὡς τὸ "τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης", καὶ μεθυπλήξ, ὡς Καλλίμαχος "τοῦ μεθυπλῆγος φροίμιον Ἀντιλόχου". Περίεργον οὖν, φασί, λέγειν ὅτι τὰ μὲν δραστικὰ ὀξυτονεῖται, τὰ δὲ παθητικὰ βαρύνεται. πάντα γὰρ οἱ Ἀττικοὶ ὀξύνουσι δίχα τοῦ ὕσπληξ.
(v. 136 s.) Ἰστέον δὲ ὅτι τὸ "Θέτις δ' ὑπεδέξατο κόλπῳ δειδιότα. κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ" παρῳδηθήσεταί ποτε ἐπὶ ἀνδρὶ περιποιηθέντι ὑπό τινος ἐν καιρῷ φόβου.
(v. 139 s.) Ὅρα δὲ καὶ ὅτι τὸ "δὴν ἦν" δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, καὶ ὅτι ἔχθους ἀεὶ αἴτιον ἡ φαύλη ἔρις. Ὁ γοῦν ἀθανάτοις ἐρίζων ἀπήχθετο οὔ τισιν ἀλλὰ πᾶσιν αὐτοῖς.
(v. 138) Τοῦ δὲ ὀδύσσω ῥήματος πολλαχοῦ ἡ χρῆσις, ἐξ οὗ καθ' Ὅμηρον καὶ ὁ Ὀδυσσεύς. [(v. 136) Ἰστέον δὲ καὶ ὅτι τὸ "Θέτις δ' ὑπεδέξατο κόλπῳ", ἡ κατὰ τὸν μῦθον δηλαδὴ θαλασσία δαίμων, ἔφασάν τινες αἴνιγμα εἶναι τοῦ χρησιμεύειν τὸ ἐκ θαλάττης ὕδωρ εἰς τὸ περισῴζειν οἶνον, ὃ καὶ δεδοκίμασται μὴ ψευδὲς ὄν.]
(v. 141) Ὅτι εὐλαβοῦς ἤθους παρῳδηθὲν ἐξ Ὁμήρου τὸ "οὐκ ἂν ἐγὼ μάκαρι τῷ δεῖνι ἐθέλοιμι μάχεσθαι".
(v. 143) Ὅτι πηγὴ τοῖς ἀρχαίοις ὁ ποιητὴς οὐ σπουδαίων μόνον, ἀλλὰ καὶ ὅσα ἐν ἀστεΐσμασι. Τὸ γοῦν "ἄσσον ἴθι, ὥς κεν θάσσον ὀλέθρου πείραθ' ἵκηαι", ὅ φησι πρὸς Γλαῦκον ὁ Διομήδης, εἴρηκέ τις παλαιὸς ἀστεϊζόμενος ἐπὶ σκώμματι πόλεως Ἀσιανῆς, καλουμένης μὲν Ἄσσου, ἐν τόπῳ δὲ κειμένης ὑψηλοκρήμνῳ, ἔνθα δυσχερὲς καὶ ἐπικίνδυνον ἦν ἀνελθεῖν, οἱονεὶ παίζων ἐκεῖνος ὁ παλαιός, ὅτι, εἰ βούλει θᾶσσον θανεῖν, εἰς τὴν Ἄσσον πόλιν ἐλθέ. Ὡσαύτως δὲ καὶ μετ' ὀλίγα κείμενον τὸ "οἵη περ φύλλων γενεή, τοίηδε καὶ ἀνδρῶν" ἐπί τινας μετήνεγκεν ὁ αὐτὸς δυσπροσόπτως ἔχοντας καὶ τὴν ὄψιν χλωροὺς ἐκ νόσου καὶ φύλλοις δι' αὐτὸ τοῦτο ἐοικότας, σκώπτων ὡς ἡ τῶν ἀνδρῶν ἐκείνων γενεὰ φύλλων ἔοικε γενεᾷ. Εἰ δέ τις καὶ ἐπὶ ἀστατούντων τινῶν καὶ κούφων καὶ εὐμεταφόρων ἐρεῖ τὸ "οἵη περ φύλλων γενεή, τοίηδε καί" ἡ τῶν δεῖνα, εὖ πάντως ἀστεΐσεται καὶ αὐτός. καὶ οὕτω μὲν ταῦτα. [263]
(v. 142 s.) Σημείωσαι δὲ ὅτι τὸ ὅλον Ὁμηρικὸν ἔπος, τὸ "εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθ', ὥς κε θᾶσσον ὀλέθρου πέρατα ἵκηαι" εἴποι ἂν ἀριστεὺς προκαλούμενος ἄνδρα εἰς μονομαχίαν, ὃν οὐ πάνυ γενναῖον λογίζεται. Τὸ δὲ "οἳ ἀρούρης καρπὸν ἔδουσι" πρὸς διαστολὴν εἶπε τῶν ἀπολελυμένων σώματος ἡρώων, οἳ κἂν βροτοὶ λέγοιντο, ἀλλ' οὐ καρποφαγοῦσι. Τὸ δὲ ἀρούρης καρπὸν ἔδειν περίφρασίς ἐστι τοῦ σῖτον ἔδειν, ὅπερ καὶ ἐν Ἰλιάδι κεῖται καὶ ἐν Ὀδυσσείᾳ δὲ πολλαχοῦ. ἡ δὲ τοιαύτη ἄρουρα, ἧς ἔδουσί τινες τὸν καρπόν, ὀρθῶς ἂν καὶ ζείδωρος λέγοιτο. [Δοκεῖ δὲ τὸ καρπὸν ἀρούρης ἔδειν διαστέλλειν τε τὸν τοιοῦτον καρπὸν τοῦ ἐξ ἀγρίας γῆς, ὃς θηρία διοικεῖ, καὶ σεμνολογεῖν τὸν γεωργικὸν ἄνθρωπον κατά τι ἐξαίρετον, ὡς διενηνοχότα τῶν μὴ ἀροῦν θελόντων ἀλλὰ ζῆν ἀγρίως.] Ὅρα δὲ ἐνταῦθα καὶ τὴν Ὁμηρικὴν ταχεῖαν παρίσωσιν ἐν τῷ "ἆσσον ἴθι, ὅπως θᾶσσον ἀπέλθῃς", ἥτις ἐὰν μεταπέσῃ, ποιεῖ καὶ ἐπαναστροφήν. εἰ γάρ τις τυχὸν εἴπῃ "θᾶσσον ἆσσον ἴθι" ἐπαναστροφὴ τὸ σχῆμά ἐστι. Γίνεται δὲ τὸ ἆσσον ἀπὸ τοῦ ἐγγύς ἐγγίων, οὗ τὸ οὐδέτερον ἔγγιον, καὶ ἐξ αὐτοῦ δευτέρα παραγωγὴ συγκριτικὴ ἔσσον, καὶ κατὰ τροπὴν ἄσσον, ὅ ἐστιν ἔγγιον ἤτοι πλησίον. Οὕτω δὲ καὶ ταχύς ταχίων τάσσων καὶ θάσσων, πρὸς διαστολὴν τῆς τάσσων μετοχῆς, καὶ τὸ οὐδέτερον, ἔτι δὲ καὶ τὸ ἐπίρρημα, θάσσον. ὁμοίως καὶ μακρός μακρίων μάσσων καὶ βραδύς βραδίων βράσσων καὶ παχύς παχίων πάσσων καὶ ἐλαχύς, ἢ κατὰ Καλλίμαχον ἐλαχός, ἐλαχίων ἐλάσσων. οἷς ἀναλογίας δίκην συνεξακολουθῆσαν καὶ τὸ ἔσσον κατὰ τροπὴν τῆς ἀρχούσης γέγονεν ἄσσον. Ὡς δὲ [264] πολλὰς λέξεις καινοτομεῖ καὶ ἡ συνεξακολούθησις, δῆλον καὶ ἐκ τοῦ υἱάσι. τοῦτο γὰρ υἱέσιν ὀφεῖλον εἶναι ὡς ἀπὸ τοῦ υἱεύς υἱέος, ὅμως συνεξέδραμε τοῖς συγγενικοῖς, τῷ πατράσι καὶ μητράσιν. οὕτω δὲ καὶ τὸ πάτερ, ὀφεῖλον ὀξύνεσθαι κατὰ τὴν οἰκείαν εὐθεῖαν, βαρυτονεῖται διὰ τὰ οἰκεῖα συγγενικὰ τὸ μῆτερ καὶ θύγατερ. καὶ τὸ σῶτερ δὲ ἡ πρὸς τὸ πάτερ συνεκδρομὴ ἐβάρυνε. καθ' ὅμοιον δὲ λόγον καὶ τὸ χωρίς ἐπίρρημα ὀξυνόμενον, ὡς τὸ λικριφίς, ὅμως εὕρηται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, μετὰ τὴν ἀποβολὴν τοῦ σ χῶρι λεγόμενον βαρυτόνως καθ' ὁμοιότητα τοῦ αὐτόθι καὶ ὅθι καὶ τῶν ὁμοίων. Ἴσως οὖν καὶ τὸ οὕτως ἐπίρρημα ἐξῶσε τὸ σ πρὸς ὁμοιότητα οἷον ἀναλογικὴν τοῦ ἰώ καὶ ἐπισχερώ καὶ τῶν ὁμοίων ἐπιρρημάτων, εἰ καὶ μὴ τονοῦται ὁμοίως ἐκείνοις. [Καὶ μὴν εἰ καὶ ἐνταῦθα τὴν φυσικὴν ἐτήρησε βαρυτόνησιν, ἀλλ' ἐν ἑτέρᾳ συνδρομῇ περιεκλάσθη εἰς περίσπασιν. Δωριεῖς γὰρ κατὰ τὸ καλῶς, σοφῶς, δυνατῶς, φασὶ καὶ οὑτῶς, οἷον "πιαίνεται ὁ στάχυς οὑτῶς".]
(v. 145-149) Ὅτι γνώμη ἐστὶν ἐνδεικτικὴ τῆς ἀνθρωπίνης εὐτελείας τὸ "ὦ δεῖνα μεγάθυμε, τιή", τουτέστι διὰ τί, "γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεή, τοίηδε καὶ ἀνδρῶν. φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίνεται ὥρῃ. ὣς ἀνδρῶν γενεὴ ἠμὲν φύει ἠδ' ἀπολήγει", τουτέστι καὶ φύει καὶ ἀπολήγει, ἢ καὶ ἄλλως αὕτη μὲν φύει, ἐκείνη δὲ ἀπολήγει. Καὶ λέγει μὲν καλῶς ὁ ποιητικὸς Γλαῦκος φύλλοις τὰ καθ' ἡμᾶς εἰκάζων, ἃ νῦν μὲν ἦρται ἄνω καὶ μετέωρα σαλεύει, μικρὸν δ' ὕστερον ἔραζε πίπτει. Νικᾷ δὲ μᾶλλον ὁ ὡς ἄνθος ἀγροῦ θάλλειν γνωματεύων τὰ ἡμέτερα. Σημείωσαι δὲ ὅτι τετράκις ἐνταῦθα κεῖται τὸ γενεή ἐπιμένοντος τοῦ ποιητοῦ συνήθως διὰ τὸ τῆς λέξεως καίριον. Φύλλων δὲ γενεὴ περιφραστικῶς νοεῖται ἀντὶ [265] τοῦ φύλλα πληθυντικῶς, οὐδετέρου ὀνόματος. Διὸ καὶ ἡ ἐπανάληψις καινοπρεπέστερον, καὶ ὥς τινές φασι, σολοικοφανῶς, οὐχ' ὁμοιοπτώτως ἐκφέρεται κατὰ πληθυντικὴν γενικήν, ἀλλὰ κατὰ εὐθεῖαν πληθυντικὴν.
(v. 147 s.) Φησὶ γὰρ "φύλλα τὰ μὲν ἄνεμος χαμαὶ χέει", οὐ πρὸς τὸ ῥητόν, τὸ "φύλλων γενεή" ποιησάμενος τὴν ἐπανάληψιν, ἀλλὰ πρὸς τὸ νοητόν, ἤγουν πρὸς τὰ φύλλα, τὰ νοούμενα ἀντὶ τῆς τῶν φύλλων γενεῆς. φύλλων γὰρ γενεὴ περιφραστικῶς καὶ φύλλα ταὐτόν εἰσι τῷ ἀριθμῷ διὰ τὴν τῆς ἐννοίας ταὐτότητα. Ὅτι δὲ πολλαχῶς ἡ γενεά, δηλοῦσιν οἱ παλαιοί. Δῆλον δὲ ὅτι οὐκ ἐπὶ μόνων ἀνθρώπων λέγεται, εἴγε καὶ ἵππων ἔφη γενεὰν ἐν τοῖς πρὸ τούτου, καὶ νῦν δὲ φύλλων λέγει γενεάν. Φύλλοις δὲ τὴν τῶν ἀνθρώπων εἰκάζει γενεὰν καὶ πᾶσι μὲν ἴσως, μάλιστα δὲ τοῖς τῶν ἀειθαλῶν, ὧν ἔτι προσισχομένων τῷ δένδρῳ ἄλλα νέα ἐν ὥρῃ ἔαρος καί, ὅ φασι καθ' ὥραν, φύεται, ὅπερ Ὅμηρός φησιν ἐπιγίνεται. ἀφ' οὗ ῥήματος καὶ ὁ ἐπίγονος παράγεται, ὅ ἐστιν ἀπόγονος. Οὕτω γὰρ καὶ γονέων οὐ πάντων ἐπιλειπόντων, ἀλλά τινων ἔτι παραμενόντων, οἱ ἐπίγονοι γίνονται κατὰ τὴν τῶν ἀειθαλῶν ὁμοιότητα, ἣν ὑποδηλοῖ καὶ τὸ "ὕλη τηλεθόωσα", ὅ ἐστι θαλέθουσα ἤτοι θάλλουσα, ὃ δὴ μάλιστα τῶν ἀειθαλῶν ἐστιν. Ὅρα δὲ καὶ ἐνταῦθα σύντομα πάρισα ἐν τῷ χέει καὶ φύει, καὶ αὖθις φύει καὶ ἀπολήγει, καὶ ὅπως προτάξας τὸ χέει τοῦ φύει, μετ' ὀλίγα πρῶτον τίθησι τὸ φύει, εἶτα τὸ λήγει, ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως εἰπεῖν. καὶ ὅτι τοῦ μὲν φύειν οὐκ ἔσχε καιριωτέραν λέξιν εἰπεῖν, τὸ δὲ χέειν εἰς τὸ ἀπολήγειν μετέλαβε κατὰ τρόπον πολυωνυμίας. Σημείωσαι δὲ καὶ ὅτι, κἂν οἱ μεθ' Ὅμηρον πρέπειν φύλλοις ἐθέλωσι τὸ ῥέειν, ὅθεν καὶ τὸ φυλλοροεῖν συντιθέασιν, ἀλλ' ὁ ποιητὴς τὸ χέειν προκρίνει ὡς λειότερον καὶ διὰ τοῦτο οἰκειότερον. διὸ καὶ οἱ [266] μεθ' Ὅμηρον φυλλοχόον μῆνά φασι, καθ' ὃν τὰ φύλλα εἰς γῆν χέονται. Σημείωσαι δὲ καὶ ὅτι παρατετηρημένως εἶπε τὸ ἄνεμος χέει ‑ ἀθρόα γὰρ φύλλων χύσις ὑπὸ ἀνέμου πνοῆς γίνεται ‑ , καὶ ὅτι ἐνταῦθα μὲν τὸ "ἔαρος ἐπιγίνεται ὥρῃ" ἐντελῶς εἴρηται, ἐν δὲ τῷ "ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ" λείπει τὸ ἔαρος.
(v. 145) Τὸ δὲ τιή ὡς Ἀττικῶς ἔχει τὴν διὰ τοῦ η ἐπέκτασιν, καθὰ καὶ τὸ ἐπειή, δηλοῦται καὶ ἀλλαχοῦ. ὡμοίωται δὲ τούτοις καὶ τὸ ὠή γενόμενον ἐκ τοῦ ὤ. [Ὅτι δὲ τὸ τιή, ὃ κεῖται καὶ παρὰ τῷ Κωμικῷ, παροξύνουσιν παλαιοὶ τεχνικοί, καὶ ὅτι τὸ ἐπειῆ περισπῶσιν, ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν δεδήλωται.]
(v. 150 s.) Ὅτι θαρρῶν ἂν εἴπῃ ποτὲ ἔκ ποθεν ἀνακρίσεως ὁ εὐγενὴς τὸ "εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' εὖ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν". Ἔστι δὲ ἐνταῦθα τὸ δε ἀντὶ τοῦ δη, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "ἔνθα δὲ Σίσυφος", ὃ παρὰ τοῖς μεθ' Ὅμηρον ἐνθάδε λέγεται.
(v. 152 s.) Ὅτι σαφῶς καὶ νῦν κατὰ σχῆμα σύνηθες ἀφηγούμενος διὰ τοῦ Γλαύκου ὁ ποιητής φησιν "ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔνθα δὲ Σίσυφος ἔσκε", καὶ τὰ ἑξῆς. καὶ ἔστι φυσικὴ καὶ ἁπλῆ καὶ τοῦ διηγήματος τούτου ἡ καθ' ὑπαρκτικὸν ῥῆμα εἰσβολή. Ὅτι δὲ καὶ ἄλλαι εἰσὶν Ἔφυραι, δηλοῦται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, εἴρηται δὲ καὶ ἐν τῇ Βοιωτίᾳ. Ἄργος δὲ καὶ ὧδε ἡ Πελοπόννησος, οὗ ἡ Κόρινθος ἐν μυχῷ, τουτέστιν ἔνδον, οὐ μὴν ἐν μυχαιτάτῳ καὶ ἐνδοτάτῳ. τοῦτο γὰρ ψεῦδος ἁπλῶς οὕτω εἰπεῖν διὰ τὸ ἰσθμίαν εἶναι τὴν Κόρινθον, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ. Ἥδοιτο δ' ἄν, ὡς εἰκός, ὁ Διομήδης ἐνταῦθα, ὁ τὰ κατὰ Πελοπόννησον εὖ εἰδώς, ἀκούων τοῦ ξένου Γλαύκου διδασκαλικῶς περιηγουμένου κατ' ἦθος ἀφελές, ποῦ ἡ Κόρινθος. Πλατὺ δ' ἐνταῦθα τὸ τοῦ Γλαύκου ἀφήγημα καὶ ἡδὺ ὡς πολυειδές, δι' οὗ, ὡς τὰ κατὰ μέρος δηλώσει, πολλὰ ἱστορεῖται, οἷον περὶ Σισύφου, οἷος καὶ ὅθεν ἦν καὶ τίνες οἱ ἐξ αὐτοῦ, περὶ τοῦ ἐγγόνου Βελλεροφόντου, τοῦ καὶ [267] καλοῦ καὶ ἀνδρείου καὶ σώφρονος, εἰ καὶ ἄλλως καθ' Ἡρακλῆν ἐδυσπράγει, δεδμημένος ὑπὸ σκήπτρῳ τῷ τοῦ Προίτου ἀνὴρ πολὺ φέρτερος ἐκείνου, περὶ τοῦ κατὰ τὴν δύσερων Ἄντειαν ἔρωτος, καὶ ὡς ὑπ' ἐκείνης ὁ καλὸς διεβλήθη ἀτυχησάσης οὗ κακῶς ἐπεθύμει, καὶ ὡς διὰ τοῦτο εἰς Λυκίαν ἀφωρίσθη φέρων τὸν καθ' ἑαυτοῦ πίνακα τῷ τοῦ Προίτου πενθερῷ Ἰοβάτῃ, καὶ ὡς ἐκεῖ ἀριστεύσας κατὰ Χιμαίρας καὶ Σολύμων καὶ Ἀμαζόνων καὶ λοχιτῶν Λυκίων καὶ θαυμασθεὶς ἔγημεν ἀδελφὴν τῆς διαβόλου Ἀντείας, καὶ ὡς τέμενος γῆς ἔλαβε πρὸς τοῦ δήμου καλόν, καὶ τίνας ἔτεκε καὶ οἷον τέλος ἀπέβη αὐτῷ καὶ τοῖς ἐξ αὐτοῦ, ὧν ἑνὸς υἱὸς ὁ Γλαῦκος ἦν.
(v. 153 s.) Ὅτι ἐπαναλαμβάνει ὁ ποιητής, ὥσπερ πρὸ μικροῦ τὰ "φύλλα" διὰ σύστασιν καὶ διδασκαλίαν σαφῆ, οὕτω καὶ νῦν πρὸς θαῦμα τὸν Σίσυφον, δὶς ὀνομάσας αὐτόν, οὐκ ἀνομοιοπτώτως μέντοι, ὡς ἐκεῖ τὸ φύλλα, ἀλλὰ κατὰ ὁμοιότητα πτώσεως, ὅσπερ δὴ συνήθης τρόπος ἐστὶν ἐπαναλήψεως. καθόλου γὰρ ἡ ἐπανάληψις, εἰ μὴ καινοπρέπειαν ἔχει, συντρέχει τῇ φθασάσῃ λέξει κατὰ τὸ ἀπαράλλακτον. οἷον "ἔνθα Σίσυφος ἦν, Σίσυφος Αἰολίδης" καὶ "Αἰθίοπας μετεκίαθεν, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται", ὃ δὴ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου καὶ σημειοῦνται οἱ παλαιοί, ὡς ἅπαξ ἐκεῖ ἐν Ὀδυσσείᾳ ἐπανέλαβεν Ὅμηρος πολλάκις τοῦτο ποιήσας ἐν τῇ Ἰλιάδι.
(v. 154) Ἰστέον δὲ ὅτι τὸν Αἰόλον, τὸ κύριον, ἐξ οὗ Αἰολίδης Σίσυφος, βούλεται ἡ τέχνη τῶν διαφόρως τονουμένων λέξεων προπαροξύνεσθαι πρὸς διαφορὰν τοῦ αἰόλος ὁ ποικίλος. Αἴολος γάρ, φησί, τὸ κύριον. Ὅτι ὁ Αἰολίδης Σίσυφος, ὁ τοῦ Λυκίου Γλαύκου πρόγονος, κέρδιστος ἦν ἀνδρῶν, ὅ ἐστιν ἐντρεχέστατος, συνετώτατος, ὡς ὁ Γλαῦκός φησι. μέση δὲ λέξις ἐστὶ τὸ κέρδιστος. οὐ γὰρ ἐθέλει βλασφημεῖν ὁ Γλαῦκος τὸν πρόγονον, κλεπτίστατον ἀληθῶς ὄντα καὶ ὑπὲρ τὸν τοῦ Ὀδυσσέως πάππον Αὐτόλυκον, ὡς ἡ ἱστορία βούλεται, ὃς καὶ τὸν Θάνατον δεσμοῖς, ὡς ὁ μῦθός φησι, καρτεροῖς ἔδησεν ἐπιπεμφθέντα [268] αὐτῷ, ὅτε τῷ Ἀσωπῷ ζητοῦντι τὴν θυγατέρα Αἴγιναν ἁρπαγῆναι αὐτὴν ὑπὸ Διὸς κατεμήνυσεν, ὁπηνίκα καὶ συνέβαινε, φασί, μηδένα τῶν ἀνθρώπων θνῄσκειν, ὡς τοῦ Θανάτου ἐν δεσμοῖς ὄντος, ἕως αὐτὸν ὁ Ἄρης ἔλυσεν. Ἔοικε δὲ ὁ Σίσυφος εἰρηναίαν ἀρχὴν ἄρξαι καὶ τοῖς ὑπ' αὐτὸν ἀκίνδυνον. Διὸ καὶ δῆσαι τὸν Θάνατον λέγεται, ὁποίῳ δή τινι λόγῳ καὶ Ὦτος καὶ Ἐφιάλτης τὸν Ἄρην δῆσαι ᾄδονται, ἄχρις οὗ πάλιν τῆς εἰρήνης λυθείσης παρεισεφθάρη ὁ βροτολοιγός. Τυχὸν δὲ καὶ ἀκεσώδυνα ἐξεῦρέ τινα καὶ νόσων ἀντίπαλα, ὡς δοκεῖν καὶ οὕτω δῆσαι τὸν Θάνατον. Ὅτι δὲ σοφὸς ἦν, καὶ ἡ κλῆσις ὑπεμφαίνει. τὸ γὰρ Σίσυφος ταὐτὸν κατὰ τοὺς παλαιοὺς δύναται τῷ θεόσοφος, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, σιοῦ μὲν τοῦ θεοῦ παρὰ Πελοποννησίοις καλουμένου, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τοῦ δὲ σοφοῦ συφοῦ λεγομένου Αἰολικῶς, καθὰ καὶ τὸ ὄνομα ὄνυμα καὶ τὸ ἀσσότερον ἀσσύτερον καὶ ἀγορά ἄγυρις, ὅθεν καὶ ἡ ὁμήγυρις καὶ πανήγυρις, καὶ ταναόποδα ταναύποδα, καὶ ὄπτιος ὕπτιος. Ὅσα δὲ καὶ θανὼν μυθεύεται δολιεύσασθαι Σίσυφος καὶ ὡς ἐν Ἅιδου λίθον δι' αὐτὰ κυλίει [καὶ ὡς ἐξ αὐτοῦ Σισυφεὺς παρὰ Λυκόφρονι ὁ σοφὸς ἀριθμητής], δῆλα ἐν ἄλλοις.
(v. 154-205) Τούτου υἱὸς Γλαῦκος ὁ παλαιός, οὗ ἀμύμων Βελλεροφόντης, "ᾧ", φησί, "θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν", ἅπερ σπανίως ἔστιν ἐφ' ἑνὶ συνδεδραμηκότα ἰδεῖν. Τούτῳ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια ἤτοι, κοινότερον εἰπεῖν καὶ μὴ Ἀττικῶς, ἐπεμάνη ἐν ὑπερβάλλοντι ἔρωτι, ὥστε κρυπταδίῃ φιλότητι μιγήμεναι. μανία γὰρ ὄντως καὶ ὁ τοιοῦτος ἔρως. Ὡς δὲ τοῦτον οὐκ ἔπειθεν ἀγαθὰ φρονέοντα, κατεψεύσατο αὐτοῦ πρὸς τὸν ἄνδρα Προῖτον. Ὁ δὲ σεβασάμενος κτεῖναι αὐτὸν διὰ τὸ ὁμόστεγον πέμπει Λυκίηνδε τῷ πενθερῷ, ἔδωκε δὲ "σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά". καὶ τὰ ἑξῆς δὲ ἐκτίθεται σαφῶς Ὅμηρος, [269] ἤγουν τὰ περὶ Χιμαίρας, τὰ περὶ Σολύμων τῶν περιᾳδομένων, τὰ περὶ Ἀμαζόνων, αἳ τότε τὴν Ἀσίαν κατέτρεχον, τὰ περὶ τῆς ὑποκαθημένης τῶν Λυκίων ἐνέδρας, καὶ ὡς γαμβρὸς καὶ αὐτὸς τῷ Ἰοβάτῃ κατὰ Προῖτον γέγονε δασαμένῳ τὴν βασιλείαν, καὶ ὡς τέμενος ἐδωρήθη γῆς αὐτῷ, καθὰ καὶ προεκτέθειται.
(v. 156) Ἰστέον δὲ καὶ ὅτι ἐν μὲν τῷ "ἠνορέην ὤπασαν" ἡ λέξις τὸ ἔδωκαν σημαίνει. ἐν ἄλλοις δὲ ὀπάζειν τὸ κατόπιν διώκειν λέγεται. [Ἐρατεινὴ δὲ ἠνορέη πρὸς διαστολὴν τῆς ἀνεράστου, ἐξ ἧς ὁ φαῦλος ἀγήνωρ.]
(v. 157) Ὁ δὲ Προῖτος τῇ ἐτυμολογίᾳ προϊτητικὸς φαίνεται εἶναι καὶ ὁρμητίας ἀπὸ τοῦ προϊέναι. διὸ καὶ διὰ διφθόγγου γράφεται.
(v. 160) Τὸ δὲ "δῖ' Ἄντεια" σκληρά ἐστι συναλιφή, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ "δῖ' Εὔμαιε", ἤγουν ἐνδοξότατε.
(v. 161) Ἡ δὲ κρυπταδία φιλότης, ἡ κατὰ μοιχείαν δηλαδή, διέσταλται τῆς ἀμφαδίης, ἡ δέ ἐστιν ἡ τοῦ γάμου, ὥσπερ καὶ τὸ κρυπτάδια φρονέειν τοῦ ἀμφαδὰ ἐμφαίνειν τὸ κατὰ νοῦν.
(v. 157-160) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα πρωθύστερον περιφανές. Εἰπὼν γὰρ ὁ ποιητὴς "αὐτάρ οἱ Προῖτος", ἤγουν τῷ Βελλεροφόντῃ, "κάκ' ἐμήσατο θυμῷ, ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν Ἀργείων, Ζεὺς γὰρ ὑπὸ σκήπτρῳ", τῷ τοῦ Προίτου, "ἐδάμασεν", εἶτα ἐπάγει ὡς ἡ γυνὴ τοῦ Προίτου αὐτῷ ἐπεμήνατο. τοῦτο δὲ φύσει πρότερόν ἐστι τῆς ῥηθείσης ἐξελάσεως τοῦ Βελλεροφόντου. δι' ἔρωτος γὰρ διαβολὴν ἀπελήλατο. Λέγει δ' ἐν τοῖς ῥηθεῖσι δῆμον μὲν τὸν Ἀργεῖον, Δία δὲ τὴν εἱμαρμένην, ἣ καθὰ τὸν μέγαν Ἡρακλῆν τῷ οὐτιδανῷ τὴν ἰσχὺν Εὐρυσθεῖ, οὕτω καὶ Προίτῳ τὸν μέγαν ὑπήγαγε Βελλεροφόντην, ὅν φασιν Ἱππόνουν τὰ πρῶτα κυριολεκτεῖσθαι ἢ Λεωφόντην, ἀνελόντα δὲ Βέλλερον δυνάστην Κορινθίων μεταθέσθαι τὸ ὄνομα καὶ φυγεῖν εἰς Ἄργος καὶ τυχεῖν παρὰ Προίτῳ τῶν συνήθων καθαρσίων, εἶτα παθεῖν ἃ ἔπαθε τῇ τῆς Ἀντείας [270] διαβολῇ. Ἰστέον δὲ ὅτι τὴν παρ' Ὁμήρῳ ταύτην Ἄντειαν Σθενέβοιαν ἄλλοι καλοῦσιν, ὡς καὶ Εὐριπίδης, καθά που μέμνηται καὶ ὁ Κωμικός.
(v. 162) Ὅτι δὲ ὁ Βελλεροφόντης καὶ Βελλεροφῶν τετρασυλλάβως λέγεται, ποιητὴς ἕτερος δηλοῖ. δῆλον δὲ ὡς ἐκ τοῦ Βελλεροφόων κατὰ συναίρεσιν, ὡς Ξενοφόων Ξενοφῶν. Δῆλον δὲ ὅτι καὶ Ἐλλεροφόντην τοῦτον ἱστόρησάν τινες καλεῖσθαι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ Βέλλερος λεγόμενος [(v. 169) Ἔτι ἰστέον καὶ ὅτι ὁ πτυκτὸς πίναξ, περὶ οὗ ἀναγκαίως καὶ μετ' ὀλίγα εἰρήσεται, τὴν παρὰ τοῖς ὕστερον δηλοῖ ἐπιστολήν, εἰς ἣν γριφεύουσα ἡ Σαπφὼ ἔγραψεν οὕτω "ἔστι φύσις θήλεια βρέφη σῴζουσ' ὑπὸ κόλποις αὐτῆς. ταῦτα δ' ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα". ὃν δὴ γρῖφον μὴ λύσαντος καλῶς τοῦ ἀκούσαντος, ἀλλὰ νενοηκότος εἰς πόλιν καὶ ῥήτορας δωρολήπτας, ἡρμήνευσεν ἐκείνη, ὡς θήλεια μὲν φύσις ἐστὶν ἡ ἐπιστολή, βρέφη δὲ τὰ γράμματα περιφέρει, ἅπερ ἄφωνα ὄντα τοῖς πόρρω λαλεῖ.]
(v. 164 s.) Ὅτι ἡ τῆς Ἀντείας ψευσαμένης διαβολὴ τοιαύτη τις ἦν "τεθναίης, ὦ Προῖτ', ἢ κάκτανε", ἤγουν κατάκτανε, "Βελλεροφόντην, ὅς μ' ἔθελε φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ". Τοιοῦτον δέ τι ἴσως καὶ Ἱπποδάμεια πρὸς Πέλοπα τοῦ Μυρτίλου κατεῖπε καὶ τοῦ Πηλέως ἡ Ἀκάστου γυνὴ καὶ ἄλλαι ἄλλων, μισήσασαι τοὺς μὴ ὑπακούσαντας. Ὡς γάρ φασιν οἱ σοφοὶ "τόκος ἀποτευχθέντος ἔρωτος μῖσός ἐστιν". Ἐνταῦθα δὲ ἐνθυμητέον τὸ τοῦ Πορφυρίου, ὡς ἢ ἐθέλων ἐθέλουσάν τις εὑρίσκει, καθὰ ἡ Ὀδύσσεια περὶ Αἰγίσθου καὶ Κλυταιμνήστρας φησίν, ἢ ἐθέλων μὴ ἐθέλουσαν, ὁποῖαί εἰσιν αἱ ἀπαναινόμεναι ἀεικὲς ἔργον, καθά ποτε καὶ ἡ Κλυταιμνήστρα, ἢ οὐκ ἐθέλων ἐθέλουσαν, ὡς ἐνταῦθα Βελλεροφόντης τὴν Ἄντειαν. Ἔνθα δὲ οὐκ ἐθέλων καὶ οὐκ ἐθέλουσα, ἐκεῖ πάντῃ ἄσχετος ἡ διάθεσις, εἰ μή ποθεν ἄμφω βιάζοιντο. [271] Τὸ δὲ κάκτανε ἢ τὸ τ ὤφειλεν ἔχειν κατὰ φύσιν μετὰ τὴν ἀποκοπὴν τοῦ α τῆς κατα προθέσεως ἢ γοῦν ἀλλὰ τρέψαι αὐτὸ συνήθως εἰς τὸ ἐπαγόμενον σύμφωνον, ὡς ἐν τῷ κάββαλε, κάλλιπε, καὶ τοῖς ὁμοίοις, ἐκώλυσε δὲ καὶ εἰς ἄμφω ἡ ἑκατέρωθεν κακοφωνία.
(v. 166 s.) Ὅτι πρᾷον βασιλέα κατὰ Προῖτον χαρακτηρίζει τὸ "τὸν δὲ ἄνακτα χόλος λάβεν, οἷον ἄκουσε, κτεῖναι μὲν δὴ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ", ἤγουν ἐξεπλάγη, ὡς φρικτὸν ὄν. ἢ καὶ ἄλλως· σεβάσατο ἐν θυμῷ κατά γε τοῦτο τὸν Βελλεροφόντην, εἰ καὶ ἄλλως ἐμελέτησε κατ' αὐτοῦ. Ἐκ τοῦ σέβω δὲ τὸ σεβάζω, καθὰ ἐκ [τοῦ σκέπω τὸ σκεπάζω καὶ τοῦ λίτω τὸ λιτάζω καὶ τοῦ μίμνω τὸ μιμνάζω καὶ] τοῦ στέγω τὸ στεγάζω, ἀφ' οὗ παρὰ Σοφοκλεῖ τὸ "ὕπνον ἐμὲ στεγάζειν ἡδύν", μεταποιηθὲν ἐξ Ὁμηρικοῦ τοῦ ἀμφικεχύσθαι νήδυμον ὕπνον.
(v. 168-170) Ὅτι ἐν τῷ "πέμπε δέ μιν", ὡς ἐρρέθη, "Λυκίηνδε", ὁ Προῖτος δηλαδὴ τὸν Βελλεροφόντην, [γράμματα καθ' ἑαυτοῦ κομίζοντα, καὶ ταῦτα οὐχ' ὑπ' ἄλλων, ἀλλὰ τοῖς αὐτοῦ, τραγῳδικῶς εἰπεῖν, ἁλισκόμενον πτεροῖς], "πόρεν δ' ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ [θυμοφθόρα πολλά. δεῖξαι δ' ἠνώγει ᾧ πενθερῷ, ὄφρ' ἀπόλοιτο", καὶ ἑξῆς,
(v. 168 s.) τὸ "σήματα γράψας ἐν πίνακι πτυκτῷ" διέσταλται μὲν τοῦ ἀπὸ στόματός τι δηλοῦν, οὗ χρῆσις παρὰ Πλάτωνι ἐν τῷ "οὐκ ἔχω διηγεῖσθαι οὕτω γε ἀπὸ στόματος, ἀλλὰ ἔγραψα [272] τότ' εὐθὺς οἴκαδ' ἐλθὼν ὑπομνήματα".] Ἀπὸ παλαιτάτης δὲ εἴλπται χρήσεως. ἡ μὲν γὰρ τῶν κυρίως λεγομένων ἀπὸ τοῦ γράφειν, ὅ ἐστι ξέειν. γραμμάτων χρῆσις νεωτέρα ἐστίν. ὡσαύτως καὶ τὸ ἄξεστα σημεῖα διὰ χρωμάτων ἐντυποῦν ὕστερον εὕρηται. καὶ ἡ τῶν χαρταρίων δὲ χρεία τοῦ κάτω χρόνου εὕρημα. οἱ δέ γε παλαιοί, ὁποῖόν τι καὶ οἱ Αἰγύπτιοι ἐποίουν, ζωΐδιά τινα ἱερογλυφοῦντες καὶ λοιποὺς δὲ χαρακτῆρας εἰς σημασίαν ὧν λέγειν ἐβούλοντο. οὕτω καὶ αὐτοί, καθὰ καὶ τῶν τινες ὕστερον Σκυθῶν, ἐσήμαινον, ἃ ἤθελον, εἴδωλά τινα καὶ πολυειδῆ γραμμικὰ ξέσματα ἐγγράφοντες ἤτοι ἐγγλύφοντες πίναξι, τουτέστι σανίσιν, ἀλλοίαις τε καὶ ταῖς ἐκ πύξων, ἐξ ὧν αἱ λεγόμεναι πυξίδες, ἔστι δὲ ὅτε καὶ κατά τινα χρείαν πτυκτὰ ποιοῦντες, ἤγουν πτύσσοντες τὰ τοιαῦτα πυξία, καὶ ἀλλήλοις ἐπιτιθέντες διὰ διπλώσεως, ὁποῖα καὶ νῦν ἐπιχωριάζει ξύλινα βιβλιδάρια ἑτέροις τέ τισι καὶ τοῖς οἰκοῦσι τὴν Ταυρικήν. κἀντεῦθεν [273] καὶ ὁ ποιητὴς τὴν τοῦ Προίτου ἐπιστολὴν σήματά φησιν, ἤτοι σημάδιά τινα, ἐγκεκολαμμένα πίνακι πτυκτῷ τῷ κατὰ τὴν ἀρχαιοτάτην χρῆσιν, ἧς ἐγκατάλειμμά ἐστι παρὰ τοῖς ὕστερον πρὸς μόνον ὄνομα, ὡς προεγράφη καὶ τὸ τὴν χαλκῆν κόρυθα κυνέην λέγειν, διὰ τὴν πάλαι ποτὲ κατασκευνὴν τὴν ἐκ κυνέης δορᾶς, καὶ τὰ ἐκ σιδήρου ὅπλα χαλκᾶ, ὡς ἦν ὅτε ἀπὸ χαλκοῦ συγκροτούμενα. [Εἰ δὲ ἀπὸ τοῦ πτύσσω πτύξω, ἐξ οὗ τὸ πτυκτόν, ἐκεῖθεν ἐκβολῇ τοῦ ταῦ διὰ εὐφωνίαν γίνεται, ὥσπερ τὸ πυκτίον, ὅπερ ἐστὶ βιβλίον, οὕτω καὶ ἡ πυξὶς καὶ τὸ πυξίον, οὐδὲ τοῦτο μακρὰν τοῦ εἰκότος λόγου κεῖται.] Τινὲς μέντοι φασὶ δύνασθαι τὰ μὲν γράμματα ἐνταῦθα σήματα φιλοσοφώτερον καλεῖσθαι. Σημεῖα γὰρ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων εἰσὶ τὰ γράμματα. Πίνακα δὲ πτυκτόν, ὅ φαμεν ἡμεῖς δέλτον ἤτοι βιβλίον ἢ πιττάκιον. δέλτον μὲν διὰ τὸ κατὰ σχῆμα τοῦ δέλτα γράμματος καὶ τῶν λεγομένων δελτωτῶν ἔστιν ὅτε τὰ τοιαῦτα σχηματίζεσθαι, πτυσσόμενα τριγωνοειδῶς, ὅπερ ἐν πολλοῖς ὁρῶμεν εἰσέτι γινόμενον. βίβλον δὲ ἢ βιβλίον οὐδετέρως ἀπὸ τοῦ φυτοῦ τῆς βύβλου κατὰ ἐναλλαγὴν γράμματος, ὡς καὶ τῆς τοιαύτης βύβλου κατεργαζομένης ποτὲ εἰς ὑποκείμενον γραμμάτων, καθὰ καὶ ὁ ἀπὸ ξύλου πίναξ, ὡς εἶναι τῆς παλαιτάτης χρήσεως καὶ τὴν βίβλον ὁμοίως τῷ πίνακι καὶ τῇ πυξίδι. πιττάκιον δὲ ἰδιωτικώτερον διὰ τὸν τρόπον καὶ αὐτὸ τῆς πτύξεως [274] ἤτοι διπλώσεως. ὡς γὰρ δέλτος διὰ τὸ δελτωτὸν σχῆμα, οὕτω πιττάκιον διὰ τὸ τετραγωνίζεσθαι πτυσσόμενον ὁμοίως πως τῷ τῆς χυτῆς πίττης σχηματισμῷ. Οἱ δὲ παλαιοὶ καὶ ἐν τῇ κατ' Εὐριπίδην Φαίδρᾳ, ἔνθα μνήμη πεύκης κεῖται, φασὶ πεύκην ἐκεῖ ῥηθῆναι τὴν ἐν τῇ χειρὶ τῆς Φαίδρας δέλτον, τὴν κατὰ τοῦ Ἱππολύτου, ὡς ξυλίνην οὖσαν καὶ ἴσως ἐκ πεύκης διὰ τὸ τῆς γραφῆς ἐν τοιούτῳ ξύλῳ εὐτύπωτον. Ἔχοι δὴ ἄν τις καὶ τοῦτο εἰς μαρτυρίαν τοῦ ξύλοις ἐγχαράσσεσθαί ποτε γράμματα, ὃ μάλιστα ἐπὶ μαρμάρων λίθων ἐπεχειρήθη, ἐφ' ὧν καὶ ἡ τοῦ γράφειν ἁρμόττει ὀνοματοποιΐα. Εἰ δὲ καὶ συνήγετο ἡ τοιαύτη δέλτος, ἡ ἐκ πεύκης, τριγωνοειδῶς κατὰ τοὺς ὕστερον Ἀττικοὺς ἄξονας, ἐν οἷς ἐπινακογραφοῦντο νόμοι, κυριολεκτοῖτο ἂν ἐπ' αὐτῆς καὶ ὁ καθ' Ὅμηρον πίναξ καὶ ἡ παρὰ τοῖς μεθ' Ὅμηρον δέλτος. [Πίναξ γάρ, ἐξ οὗ καὶ πινακίσκιον, οὐ μόνον σκεῦος δεξιὸν εἰς τὸ πίνειν κατὰ ἀτρεκὲς ὄνομα εἴποι ἂν ὁ Κίλιξ σοφός, ἤγουν κατὰ ἐτυμολογίαν, ἀφ' οὗ καὶ κρεῶν πίνακες πρὸς ὁμοιότητα, ὡς ἐξὸν ὂν καὶ δι' αὐτῶν πίνειν, ἀλλὰ καὶ ἡ σανὶς πίναξ λέγεται, ὡς δῆλον καὶ ἐκ τοῦ νεῶν εἰρῆσθαι πίνακας, καὶ ἐκ τοῦ "πινακηδὸν ἀποσπῶν", [275] ἤγουν δίκην σανίδων, ὅθεν καὶ πινακίδια γραμμάτων, καὶ βιβλίου δὲ πίναξ, τὸ ἐπίπεδον, ᾧπερ αἱ κατ' αὐτὸ ὑποθέσεις ἐπιτιτλοῦνται, ῥηθεὶς οὕτω μεταφορικῶς.] Χρήσιμον δὲ εἰς τὸν παρόντα τόπον καὶ τὸ παλαιὸν ἔθος, καθ' ὃ δένδροις ὅσα καὶ πίναξιν ἐνεκόλαπτον οἱ παλαιοὶ τὰ τῶν φιλουμένων ὀνόματα, ὡς εἴπερ Ἔρωτες ἢ Νύμφαι ὀρειναὶ τοῦτο ἐποίουν, οἷον "ἡ δεῖνα καλή, ὁ δεῖνα καλός". Ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ μὴ ἂν ἀγαθὰς εἰπεῖν τὰς γυναῖκας, οὐδ' εἰ περὶ τούτου τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις πεύκην. ἔνθα ὁ νοῦς μέν, ὡς οὐκ ἂν εὐλογήσοι τὰ γυναικῶν, οὐδ' εἰ πάντα τὰ Ἰδαῖα δένδρα καταγραφεῖεν καλὰς εἶναι τὰς γυναῖκας. Ἴδην δὲ ὄρος πᾶν φασιν ὑψηλόν, ὡς ἐκ μέρους καὶ κατ' ἐξοχήν τινα. Πεύκην δὲ ὁμοίως ἅπαν δένδρον καθ' ὅμοιον καὶ αὐτὸ τρόπον, ὥσπερ καὶ ὁ δρῦς καὶ ὁ δρυμὼν καὶ λοιπὰ συνεισάγουσι ξύλα, καθὰ πολλαχοῦ καὶ φαίνεται καὶ δηλοῦται. καὶ οὕτω μὲν ταῦτα. Εὐριπίδης δέ που τὰ Ὁμηρικὰ σήματα εἰς ξύμβολα μεταλαβών φησι "ξένοις τε πέμπειν σύμβολα, οἳ δράσουσί σ' εὖ". Ἰστέον δὲ καὶ ὅτι γράψαι μὲν παρ' Ὁμήρῳ εὕρηται, τὸ δὲ ἐξ αὐτοῦ ὄνομα τὸ γράμμα οὐκ οἶδεν ὁ ποιητής. Εἰ γὰρ ἐπ' αὐτοῦ ἦν ἐν χρήσει, [καθὰ καὶ ἡ ἐν Ὀδυσσείᾳ γραπτύς, ὅπου καὶ περὶ τοῦ γράψαι εἴρηταί [276] τινα οὐκ ἀχρεῖα,] οὐκ ἂν τρὶς εἶπε τὸ σῆμα, ἐπιμείνας τῇ λέξει διὰ τὸ μονῆρες καὶ καίριον. Οὕτω καὶ λέγειν μέν, εἰ καὶ σπανίως που, φησὶν ὁ ποιητής, λόγον δέ, φασί, τὸ ἐξ αὐτοῦ ὄνομα, οὐδαμοῦ. Ἰστέον δὲ καὶ ὅτι, καθὰ τὸ γράφειν, οὕτω καὶ τὸ χαράσσειν ἐξ ὀνοματοποιΐας παρεισῆχθαι δοκεῖ ἐπὶ σημασίας ὁμοίας. Διὸ καὶ τὸ "κείνῳ τόδε μὴ χαράσσου" ἀντὶ τοῦ μὴ ἐπίγραφε ἑρμηνεύουσιν οἱ παλαιοί, καὶ ἔοικεν ἀπ' αὐτοῦ καὶ ὁ χάρτης εἶναι, καὶ ὁ κατὰ πρόσωπον δὲ χαρακτὴρ ἐκεῖθεν μετήνεκται. Φασὶ δ' οἱ παλαιοὶ καὶ ἐκ τοῦ γρῶ, τὸ ἐσθίω καὶ φθείρω, εἶναι τὸ γράφειν, ὡς καὶ ἐκ τοῦ γλῶ τὸ γλάφειν καὶ γλύφειν. Οἱ δ' αὐτοὶ καὶ τὸ δίκτυον τὸν γρῖπον τὸν καὶ γρῖφον ἐκ τοῦ αὐτοῦ γρῶ παράγουσιν. ἑλκόμενος γὰρ καὶ αὐτὸς ξύει τὰ ὑπ' αὐτόν. Ἐκ δὲ τοῦ αὐτοῦ γρῶ καὶ ἡ παρὰ Λυκόφρονι γρώνη πέτρα, καὶ ἡ χρόνῳ διεφθαρμένη γραῦς, καὶ ἡ τοῖς ἀλόγοις φίλη γράστις, ἣν καὶ κράστιν γράφουσιν οἱ παλαιοὶ φάμενοι τὸν ἡμίξηρον χόρτον οὕτω καλεῖσθαι, ὅθεν καὶ ῥῆμα τὸ κραστίζεσθαι. Ὅτι δὲ τοῦ γρῶ προϋπάρχει τὸ ῥῶ, ἐξ οὗ ῥαίω τὸ φθείρω, καὶ ὅτι, καθὰ δουπῶ [277] καὶ πλεονασμῷ τοῦ γ γδουπῶ, ὡς τὸ "ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη", [οὕτω καὶ ῥῶ γρῶ, οὐκ ἔστιν ἀμφιβαλεῖν τὸν ἔσω λόγου ὄντα. οὕτω δὲ καὶ τοῦ Γραικὸς προϋπάρχει Ῥαικὸς κατὰ τοὺς Τεχνικούς.]
(v. 168 s.) Ὅρα δὲ ἐν τούτοις καὶ ὁμοιοτελεύτους στίχους ἐν τῷ "πόρε σήματα λυγρά" καὶ "γράψας θυμοφθόρα πολλά". Τῷ γὰρ τόπῳ σκυθρωπῷ ἄλλως ὄντι διὰ τὸ τῆς ἱστορίας φορτικὸν ἐνεποίησεν οἷόν τι μειδίαμα τὸ τῆς παρισώσεως κάλλος. ἔχει δέ τι κάλλους καὶ τὸ "λυγρὰ γράψας" ὁποῖον καὶ τὸ "ἦλθε θέων" καὶ τὸ "Σαμία μία ναῦς". Τὸ δὲ "θυμοφθόρα πολλά" ἑρμηνεύων ὁ ποιητής φησι "ὄφρ' ἀπόλοιτο". θυμοφθόρα γὰρ πάντως τὰ ἀπολλύντα. Ἐκ τούτων δὲ καὶ παροιμία παρέξεσται ὕστερον τὸ "Βελλεροφόντης καθ' ἑαυτοῦ γράμματα" ἐπὶ τῶν τοιαῦτά που ἀγγελλόντων, ἐξ ὧν βλάπτονται. [Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γράφειν εἵρηται παρὰ τοῖς παλαιοῖς καὶ ὁ γράπτις ὁ ῥυσσὸς καὶ ὡσανεὶ καταγεγραμμένος ἤγουν γραμμάς τινας ἔχων ἐκ τῶν ῥυτίδων. καὶ ὅτι, ὡς ξύσμα ξυσμή, οὕτω καὶ γράμμα γραμμή, οὐ μόνον ἡ ἐν μαθήμασιν, ἀλλὰ καὶ ὁποίαις ἔπαιζον οἱ κυβεύοντες. ὧν μία τις μέση γραμμὴ ὠνομάζετο ἱερά, ἐπειδὴ ὁ ἡττώμενος ἐπ' ἐσχάτην αὐτὴν ἵετο. Ὅθεν καὶ παροιμία "κινεῖν τὸν ἀφ' ἱερᾶς", ἐπὶ τῶν ἐν ἀπογνώσει δεομένων βοηθείας ἐσχάτης. Χρῆσις δὲ ταύτης καὶ παρὰ Σώφρονι ἐν τῷ "κινήσω δ' ἤδη καὶ τὸν ἀφ' ἱερᾶς", ἔνθα λείπει [278] τὸ πεσσὸν ἢ λίθον. Ἀλκαῖος οὖν ἐκ πλήρους ἔφη τὸ "κινήσας τὸν πήρας πυκινὸν λίθον", κωμικευσάμενος ἐκεῖνος καὶ ἀντὶ τοῦ ἱερᾶς ὡς ἐν παρῳδίᾳ γράψας τὸ πήρας. Θεόκριτος δὲ ἐν τῷ "καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον" ἰδίως τῇ ἐλλείψει χρῆται παραπέμψας, φασίν, ἤγουν σιωπήσας, τὴν ἱεράν. Δοκεῖ δὲ παρὰ τὸ γράμμα καὶ ῥῆμα εἶναι γραμμίζειν, ἀφ' οὗ παιδιά τις ὁ διαγραμμισμός. Ἐγίνετο δέ, φασίν, αὕτη κυβείας οὖσα εἶδος διὰ τῶν ἐν πλινθίοις ψήφων ἑξήκοντα λευκῶν τε ἅμα καὶ μελαινῶν. Χρῆσις τοῦ παιγνίου τοῦδε παρὰ Φιλήμονι ἐν τῷ "μεθύει, διαγραμμίζει, κυβεύει". Ἔτι ἰστέον καὶ ὅτι ὥσπερ ἐκ τοῦ γράφειν γίνεται ὁ ῥηθεὶς γράπτις, οὕτω καὶ ἡ γραπτύς, ἧς χρῆσις ἐν Ὀδυσσείᾳ.]
(v. 171) Ὅτι ἐν οἷς περὶ Βελλεροφόντου λέγει ὁ ποιητής "αὐτὰρ ὅ", ἤγουν οὗτος, "βῆ Λυκίηνδε θεοῦ ὑπ' ἀμύμονι πομπῇ", ἤγουν ὑπὸ θείᾳ ἀμέμπτῳ ὁδηγίᾳ, διδάσκει ὡς, εἰ καὶ πρὸς βραχὺ ἀνύσει τι ὁ διαβάλλων, ὅμως οὐ μέχρι τέλους εὔοδα γίνεται τῇ διαβολῇ. καὶ ὁ Βελλεροφόντης γὰρ διαβληθεὶς περιπέπτωκε μὲν κακοῖς, θείᾳ δὲ πομπῇ περιγέγονε "τεράεσσι θεῶν πιθήσας", ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. Ἴσως γὰρ καὶ σημεῖά τινα παρηκολούθηκε θαρρύνοντα τὸν Βελλεροφόντην εἰς τοὺς ἀγῶνας, οἷς περιπέπτωκεν. Ὅρα δὲ καὶ ἐνταῦθα τὴν ὑπο πρόθεσιν δοτικῇ συνταχθεῖσαν ἐν τῷ "ὑπὸ πομπῇ". Σεμνὴ δὲ λέξις ὥσπερ τὸ πέμπειν, οὕτω καὶ ἡ πομπή. Διὸ καὶ ὁ ποιητὴς φιληδεῖ τούτοις. προῆκται δὲ τὸ σεμνὸν καὶ εἰς θριαμβικὴν πομπήν. Εἰ δέ τινες κοινότερον ἀντιφράζοντες ψογερῶς ποτε προφέρονται τὴν πομπήν, ἐοικέτω τηνικαῦτα [279] τῷ εὐλογεῖν, ὃ ἀντεμφαίνει ποτὲ ὕβριν, ἔτι δὲ καὶ τῷ ὑμνεῖν, φαύλως ἐκλαμβανομένῳ ποτὲ κατὰ βαρεῖαν ἀντίφρασιν. Σοφοκλῆς "ὑμνήσεις κακά", ἤγουν ὑβρίσεις. [καὶ ἐν Οἰδίποδι τῷ τυράννῳ "τοιαῦτ' ἐφυμνῶν", ἤγουν δυσφημῶν,] Αἰσχύλος "ὑμνεῖται ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις", Εὐριπίδης "τὴν ἐμὴν ὑμνοῦσαι ἀπιστοσύνην", ἤγουν κακολογοῦσαι, καὶ "ἐπεὶ ἀντάχησαν ὕμνοι", αἱ κατὰ τῶν ἀρρένων ὕβρεις δηλαδή.
(v. 172) Ὅτι ποταμὸς ἐν Λυκίᾳ μέχρι καὶ νῦν σῴζων τοὔνομα ὁ Ξάνθος, ὁμώνυμος τῷ Τρωϊκῷ. Φησὶν οὖν "ἀλλ' ὅτε δή" Βελλεροφόντης "Λυκίην ἷξε Ξάνθον τε ῥέοντα". Προσέθηκε δὲ καὶ νῦν τὸ ῥέοντα κατὰ Πορφύριον πρὸς διαστολὴν Ξάνθου Λυκιακῆς πόλεως. τὴν δὲ τοιαύτην Λυκίαν εὐρεῖαν λέγει, διαστέλλων αὐτὴν τῆς μικρᾶς Λυκίας, ἧς ἦρχεν ὁ Πάνδαρος, ὡς προγέγραπται.
(v. 173) Ἐπάγει οὖν "προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης", ἤγουν οὐ πρὸς ἀφοσίωσιν μόνην, ἀλλὰ ὁλοψύχως ἐτίμα.
(v. 174) Ὅτι ἐν Ὀδυσσείᾳ μὲν αὐθημερὸν ἐρωτῶνται καὶ ἀνακρίνονται οἱ ἐνδημοῦντές που ξένοι, ἐνταῦθα δὲ ὁ Βελλεροφόντης μετὰ ἐννέα ἐρωτᾶται ἡμέρας ἐν Λυκίᾳ ὑπὸ τοῦ Ἰοβάτου. Ἴσως γάρ, φασίν, οὐδὲ ἐνεφάνισε πρὸ τούτων τὰ τοῦ Προίτου σήματα, ὀκνῶν μὴ καὶ παλιννοστήσῃ ταχὺ πρὸς τὴν δύσερων Ἄντειαν. Οἱ δὲ καὶ ἀρχαῖον ἔθος φασὶ τὸ τῇ δεκάτῃ ἐρωτᾶσθαι τοὺς ξένους, ὃ καὶ ἐπὶ Ἀλεξάνδρου γενέσθαι φασίν, ὅτε τῷ Μενελάῳ ξενωθεὶς ἀφήρπασε τὴν Ἑλένην. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "ἐννῆμαρ ξείνισεν", ὁ Ἰοβάτης δηλαδὴ τὸν Βελλεροφόντην, "καὶ ἐννέα βοῦς ἱέρευσεν". Ἀριθμὸς γὰρ οὗτος φίλος διὰ τὰς Μούσας τῷ ποιητῇ, ὡς πολλαχοῦ φαίνεται.
(v. 176 s.) Ὅτι ζήτησιν πιττακίου δηλοῖ τὸ "καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι, ὅττι [280] ῥά οἱ παρὰ τοῦ δεῖνος φέροιτο". Οὐκ ἔχει δὲ καιριωτέραν λέξιν εἰπεῖν τοῦ σήματος. Διὸ καὶ φθάσας σήματα λυγρὰ ἔφη καὶ μετ' ὀλίγα δὲ ἐπιμένων φησὶν "αὐτὰρ ἐπειδὴ σῆμα", καὶ ἑξῆς. Ταὐτὸν δὲ πάντως νῦν σήματα λυγρὰ πληθυντικῶς εἰπεῖν καὶ σῆμα κακὸν ἑνικῶς. [Ἔκδηλον δὲ ὅτι ὁμώνυμος φωνὴ καὶ τὸ σῆμα τεθειμένον ἐπί τε ἄλλων οὐκ ὀλίγων καὶ ἐπὶ τάφου, ὃς τάφος μὲν λέγεται διὰ τὸ ἐκπλήττειν τοὺς μετὰ οἴκτου βλέποντας, ἐπειδὴ καὶ ἡ ἔκπληξις τάφος καλεῖται. Σῆμα δὲ ὁ αὐτός, ἐπεὶ σημεῖόν ἐστι τοῦ νεκρὸν αὐτόθι κεῖσθαι. ὥσπερ καὶ μνῆμα διὰ τὸ μνήμην ἀνακινεῖν τοῦ ποτε ζῶντος. Τὸ δὲ σῆμα σημεῖον λέγειν, καθὰ καὶ τὸ μνῆμα μνημεῖον, τῶν μεθ' Ὅμηρόν ἐστιν.]
(v. 177 s.) Καιρία δὲ λέξις τὸ φέροιτο, ἀντὶ τοῦ φέρει, ὥσπερ τὸ παραδέξασθαι προσφυὲς τῷ λαβόντι τὸ σῆμα, οἷον "αὐτὰρ ἐπειδὴ σήματα κακὰ παρεδέξατο γαμβροῦ". [Ἀπὸ δὲ τοῦ σῆμα φέρεσθαι, ἤτοι φέρειν, ὁ γραμματοφόρος παρὰ τοῖς ὕστερον ἐπινενόηται λέγεσθαι.]
(v. 179 s.) Ὅτι τὴν Χίμαιραν ἱστορῶν ὁ ποιητὴς φράζει οὕτως "ἣ δ' ἂρ ἔην θεῖον γένος, οὐδ' ἀνθρώπων", τουτέστιν ὑπερφυές. ὀκνεῖ γὰρ τερατῶδες εἰπεῖν καὶ παρὰ φύσιν. Λέγει δὲ αὐτὴν καὶ ἀμαιμακέτην, ἤτοι ἄγαν μαιμῶσαν ἢ περιμήκετον, ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ μᾶκος Δωρικοῦ, ὃ δηλοῖ τὸ μῆκος, τῆς μαι συλλαβῆς [281] παρεντεθείσης, πλεονασμῷ τῆς μα συλλαβῆς, εἶτα καὶ ἐπενθέσει τοῦ ι, καθ' ὁμοιότητα τοῦ παιπαλόεις καὶ τοῦ παιφάσσειν καὶ τῶν ὁμοίων. Φησὶ γὰρ "πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν". Ταύτην δὲ οἱ μὲν τρικέφαλον ἀνεπλάσαντο Ἡσιόδῳ ἀκολουθήσαντες εἰπόντι "τῆς δ' ἦν τρεῖς κεφαλαί". οἱ δὲ δύο ἔχειν ἐτερατεύσαντο κεφαλάς, λέοντός τε καὶ δράκοντος. Εἰσὶ δὲ οἳ καὶ μιᾷ ἠρκέσθησαν κεφαλῇ τῇ τοῦ λέοντος λεοντοπρόσωπον εἰπόντες αὐτὴν οὐρὰν ἔχουσαν δράκοντος καὶ μέσον σῶμα χιμαίρας. Λαμβάνουσι δὲ πάντες τὰς ἀφορμὰς ἐξ Ὁμήρου διὰ τὸ μὴ πάνυ σαφῶς αὐτὸν τὰ περὶ ταύτης εἰπεῖν, καὶ νικῶσιν οἱ τὸν τρίτον λῆρον κρατύνοντες, εἰ καὶ οἱ ζωγραφοῦντες τῷ τερατωδεστέρῳ προσέχουσι. καὶ ζητητέον τὸν Πορφύριον καλῶς τοῖς περὶ τούτων διαιτῶντα.
(v. 181 s.) Ἦν δὲ ἡ Χίμαιρα κατὰ τὸν ποιητὴν "πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο", ἤγουν οὐ ζωτικῶς ἐγκειμένου τῇ καρδίᾳ τῇ τοῦ κατὰ φύσιν πυρὸς ἑστίᾳ, ἐξακοντιζομένου δὲ σωματικῶς κατὰ μύθου τέρας, ὃ δὴ ἄλλως ἐπὶ τοῦ καθ' ἱστορίαν κατώβλεπος λέγεται γίνεσθαι. Ἐνταῦθα δὲ σημείωσαι ὅτι λέοντα λέγει τὴν τοῦ λέοντος κεφαλήν. πάντως γὰρ κεφαλὴ νοηθείη ἂν τὸ ἀποπνέον τὸ πῦρ. ὠνόμασεν οὖν τὸ μέρος τῷ τοῦ ὅλου ὀνόματι, ὥς που καὶ ἐλέφαντα τὸ ἐξ ἐλέφαντος εἶπεν ὀστοῦν. Εἰ δὲ τυχὸν καὶ ὁ δράκων ἢ καὶ ἡ χίμαιρα κεφαλαὶ νοηθήσονται καθ' Ἡσίοδον χιμαίρας καὶ δράκοντος, ὁμοίως καὶ ἐν τούτοις ἐκ τοῦ ὅλου τὰ μέρη ὠνόμασται. κἂν δράκοντά τις τὸ οὐραῖον νοήσῃ τοῦ δράκοντος, χίμαιραν δὲ τὸ τῆς θηλείας χιμαίρας σῶμα, τὸ μέσον τῆς λεοντείας κεφαλῆς καὶ τῆς δρακοντείας οὐρᾶς, καὶ οὕτω πάλιν τὰ μέρη ὡς ὅλα λέγεται. Ἰστέον δὲ καὶ ὅτι τὸ "δεινὸν ἀποπνέειν πυρὸς μένος" [282] δύναται καὶ ἐπὶ παντὸς λέγεσθαι θυμώδους καὶ θηριώδους ἀνδρὸς ἢ καὶ βλασφήμου καὶ λοιδόρου. Εἴρηκε δέ τις [ἀστείως] αὐτὸ καὶ ἐπὶ ῥήτορος ἐν τῷ πάνυ πυρέττειν πνεύσαντος [οὐ φαῦλόν τι] ἐπιστόλιον. Ὁ δὲ τὴν ῥητορικὴν μένος πυρὸς πνέειν εἰπὼν πάνυ δεξιώτατα εἶπεν ἀφελόμενος τὸ δεινόν. Δεῖ δὲ εἰδέναι ὅτι τὴν Χίμαιραν οἱ μὲν ἀλληγοροῦσιν ἠθικῶς εἰς κακόν τι ψυχικὸν πολυσύνθετον, οἷον εἰς λιχνείαν, εἰς ἐπιθυμίαν ἀκρατῆ, εἰς ἀναίδειαν, εἰς θυμὸν ἐμπύριον, καὶ εἰς τοιαῦτά τινα. ἡ γὰρ τῶν τριῶν θηρίων εἰς ἓν συναγωγὴ ἐπιπλοκὴν τοιαύτην ὑπεμφαίνει κακῶν. Οἱ δὲ θηρία εἶναι ἀπρόσμαχα ἱστοροῦσι τρία περί τι Λυκιακὸν ὄρος, ἐγχώριον λέοντα καὶ χίμαιραν ὑπερφυῆ τινα, ὁποία καὶ ἡ κατὰ Πτολεμαῖον ἡ μεγαλόκερως, καὶ δράκοντα, φύσει μὲν διεστῶτα καὶ τόπῳ, διὰ δὲ τὸ συγγενὲς τῆς ἐξ αὐτῶν βλάβης καὶ τὸ εἰς κάκωσιν σύντροχον εἰς ἓν οἷον σῶμα ὑπὸ τοῦ μύθου συναγόμενα καὶ συμφυόμενα. Ἕτεροι δὲ ξενοδόχους εἶναί φασι τρεῖς, ἄνδρας μὲν δύο, γυναῖκα δὲ μίαν, τοὺς ἐκείνοις ξενοδοχουμένους εἰς οἰκείαν πανδαισίαν σφίσι τε αὐτοῖς καὶ ἑτέροις δέ, ὡς εἰκός, ἀνθρωποφαγικῶς παραβάλλοντας, ὁποῖα πολλὰ ἱστόρηνται. Ἄλλοι δὲ ὄρος κατὰ τὴν Λυκίαν εἶναι τὴν Χίμαιράν φασιν, ἐν τῷ μέσῳ μὲν ἀναφυσήματα ἔχον πυρός, τὰ μέχρι καὶ νῦν βλεπόμενα, κατὰ δέ γε τὰ ἄκρα πολύθηρον. [283] Ὅτι δὲ καὶ φυσική τις ὕπεστιν ἀλληγορία τοῦ Βελλεροφόντου ἀναγομένου εἰς ἥλιον, ἔστιν ἐξ ἄλλων γνῶναι. οὕτω τοῦ πολυσυνθέτου μυθικοῦ τῆς Χιμαίρας κακοῦ καὶ ἡ θεραπεία ἐστὶ πολύμορφος.
(v. 183) Ταύτην τὴν Χίμαιραν, ὁποία τις ἂν καὶ νοοῖτο, κατεμαχήσατο Βελλεροφόντης τῇ πολυλογουμένῃ Χιμαίρᾳ συμμεταπίπτων καὶ αὐτὸς καὶ πολυειδῶς συμβιβαζόμενος. Ὁποίαν γὰρ λάβοι ἄν τις τὴν Χίμαιραν, προσφυῶς αὐτῇ καὶ ὁ ἥρως συσχηματίζεται. Καὶ εἰ μὲν μῦθος τὸ λεγόμενον, νικᾷ καὶ αὐτὸς νίκην μυθώδη τὴν διὰ τοῦ πτερωτοῦ Πηγάσου καὶ διὰ μολίβδου ἐγχύσεως εἰς τὸ τῆς Χιμαίρας στόμα, [οὗ δή, φασί, μολίβδου τῷ ἐκεῖθεν ἀποπνεομένῳ] πυρὶ τακέντος ἐκείνη ὤλετο. Εἰ δὲ κατὰ ἠθικὴν ἀλληγορίαν εἰς κακόν τι ποικίλον ἐκλάβηταί τις τὴν Χίμαιραν, τηνικαῦτα νοεῖται Βελλεροφόντης ἠθικῶς ὁ σπουδαῖος ἀνὴρ ὁ τὴν τοιαύτην Χίμαιραν κτείνων καί, ὡς εἰπεῖν, παθοκτόνος, καὶ ὡς ἄν τις ἐρεῖ, Ἐλλεροφόντης, ἤτοι φονεὺς κακίας. ‑ Ἔλλερα γάρ, φασί, κατὰ διάλεκτον τὰ κακά. ‑ Καὶ μέμνηνταί τινες καὶ τοῦ ἥρωος οὕτω κυριωνυμουμένου κατ' ἔλλειψιν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, τοῦ ἐν ἀρχῇ βῆτα. Ἐὰν δὲ θηρία τινὰ ἢ κακόξενοι ἄνθρωποι διὰ τῆς Χιμαίρας δηλοῖντο, τότε δὴ ἀνδρεῖος ἀνὴρ κατὰ ἱστορίαν ὁ Βελλεροφόντης φανήσεται, τῆς ἱστορουμένης Χιμαίρας περιγινόμενος, ὥσπερ καὶ ὅτε εἰς ἥλιον ὁ Βελλεροφόντης ληφθήσεται, πάντως κατὰ ὁμοίαν ἐπιβολὴν φυσικόν τι πάθος ἀέριον ἔσται ἡ Χίμαιρα, οὗπερ ὁ ἥλιος περιγενήσεται.
(v. 180) Ἰστέον δὲ ὡς τὸ τὴν μυθικὴν Χίμαιραν θεῖον εἶναι γένος οὐδ' ἀνθρώπων οὐκ ἀκριβῶς εἰρῆσθαι δοκεῖ. οὐ γὰρ εἰ μὴ ἀνθρώπων ἦν ἡ Χίμαιρα, διὰ τοῦτο θεῖον ἂν εἴη γένος. τούτῳ γὰρ τῷ λόγῳ θεῖον γένος καὶ πάντα τὰ θηρία μὴ ἀνθρώπων ὄντα. Λυθήσεται δὲ τὸ ἄπορον ἐκ τοῦ προσώπου. ὁ Γλαῦκος [284] γὰρ μὴ λόγιος ὢν οὕτω πως συλλογίζεται. Ἡ Χίμαιρα οὐκ ἀνθρώπων. τὸ μὴ ἀνθρώπων θεῖον. ἡ Χίμαιρα ἄρα γένος θεῖον. Ἤδη δὲ καὶ οὕτω νοεῖται τὸ "οὐδ' ἀνθρώπων", ὅτι οὐ τῶν παρ' ἀνθρώποις ζῴων ἡ Χίμαιρα, θεῖον δέ τι γένος, τουτέστι τεράστιον καί, ὡς ἐρρέθη, ὑπερφυές.
(v. 181) Ὅρα δὲ ἐνταῦθα καὶ τὸ ὄπιθεν δίχα τοῦ σ λεχθὲν ἐν τῷ "ὄπιθεν δὲ δράκων".
(v. 179) Ἰστέον δὲ καὶ ὅτι περὶ Χιμαίρας τοιαῦτά τινα ὁ Γεωγράφος φησί. Δαίδαλος, Λυκίων ὄρος, μεθ' ὃ πλησίον Τελμισσός, πολίχνη Λυκίων, καὶ Τελμισσὶς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, μεθ' ὃν ὁ Κράγος ἔχων ἄκρας δύο καὶ πόλιν ὁμώνυμον. περὶ ταῦτα τὰ ὄρη μυθεύεται τὰ περὶ τῆς Χιμαίρας. ἔστι δ' οὐκ ἄποθεν καὶ ἡ Χίμαιρα, φάραγξ τις ἀπὸ αἰγιαλοῦ ἀνατείνουσα. Εἰ δέ τις βούλοιτο εἰδέναι, ποῦ γῆς ὁ ῥηθεὶς Ἀντίκραγος κεῖται, μάθοι ἂν αὐτὸ ἐκείνοις τοῖς τοῦ Γεωγράφου προσεσχηκώς, ἔνθα φησίν, ὅτι ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστη πόλις Λυκίας καὶ τὰ ἑξῆς, ἱστορῶν καὶ ὄρος Λύκιον πῦρ τίκτον αὐτόματον. Οὐκ ἂν δέ τις οὐδὲ τὸ προφαινόμενον τοῦ μύθου μέμψηται πλάττοντος βλαπτικὴν Χίμαιραν ἢ ἐκ γενετῆς ἀγρίαν οὖσαν ἢ καὶ ἐξ ἡμέρων θηριωθεῖσαν. οὐκ ἀπίθανον γὰρ οὐδὲ τοῦτο ἐξ ἑτέρων ὁμοίων ἱστορουμένων φαίνεται. Φέρεται δὲ καί τις παρ' Ὁμήρῳ ἐν τοῖς ἑξῆς Ἀμισώδαρος ἐκθρεψάμενος τὴν τοιαύτην Χίμαιραν. Ἡ δὲ γραφὴ τῆς κατὰ τὴν Χίμαιραν ἀρχούσης ὁμοία τῇ τῶν χιμέτλων. ἐκεῖνά τε γὰρ παρὰ τὸν χειμῶνα γενόμενα διὰ μόνου διχρόνου γράφεται, καὶ χίμαρος δὲ ὁμοίως ὁ τράγος, καὶ χίμαιρα τὸ αὐτοῦ θηλυκόν, ἡ ἐν χειμῶνι, φασί, κυρίως τεχθεῖσα. Ὅτι δὲ καὶ ἐπὶ ἑτέρων διφθόγγων τὸ αὐτὸ πάθος ἐξέδραμεν, οἷον καὶ ἐπὶ τῶν χιράδων, αἳ δηλοῦσι ῥαγάδας χειρῶν, καὶ ἐπὶ τοῦ θιάσου, ὃς ἀπὸ τοῦ θειάζω γίνεται, κεῖται καὶ ἀλλαχοῦ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.
(v. 184 s.) Ὅτι Σόλυμοι ὅμορον ἔθνος Λυκίοις, πολέμιον αὐτοῖς. διὸ καὶ ὁ Βελλεροφόντης σταλείς, ὡς εἴρηται, [285] ὑπὸ Ἰοβάτου ἠρίστευσε κατ' αὐτῶν, γενναίως πολεμήσας. Φησὶ γὰρ ὁ ἀπόγονος ἐκείνου Γλαῦκος οὕτω "δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν". Καὶ ὅρα ὅπως ὁ Βελλεροφόντης φιλοτίμως καὶ μεγαλοπρεπῶς ἐνεκαυχᾶτο τῷ κατορθώματι. Φασὶ δὲ οἱ παλαιοὶ τοὺς παρὰ τῷ Ὁμήρῳ Σολύμους εἶναι τοὺς ὕστερον λεγομένους Πισίδας ἢ Πισιδεῖς. ἔνδοξον δὲ τὸ ἔθνος, ὡς δηλοῖ τὸ κυδαλίμοισιν. ἔνθα καὶ ὅρα τὰ καίρια πάρισα, τὸ Σολύμοισι καὶ τὸ κυδαλίμοισι, ὅπερ καὶ μετ' ὀλίγα ἐρεῖ. Οὐδετέρως μέντοι Σόλυμα πόλις, φασίν, Ἀσσυρίων, κτισθεῖσα μετὰ τὴν ἅλωσιν τοῦ ἐν Ἱεροσολύμοις ἱεροῦ. καὶ ὄνομα δὲ ὄρους Λυκιακοῦ, ὡς δηλοῖ καὶ τὸ τοῦ Γεωγράφου· Κώρυκος αἰγιαλὸς περὶ Λυκίαν, εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ταύτης ὑπέρκειται ὄρος τὰ Σόλυμα. Ἰστέον δὲ καὶ ὅτι μέχρι καὶ νῦν σῴζεταί πως τὸ τῶν ῥηθέντων Σολύμων ἐθνικὸν ὄνομα. τόπος γάρ ἐστιν ὀχυρώτατος περί που τὴν Λυκίαν, οὗ οἱ ἐγχώριοι βαρβαρικώτερον τοῖς ἐκεῖ καλοῦνται Τζέλυμοι. Καὶ ὅτι τοὺς ἐν Ὀδυσσείᾳ Σολύμους, ὡς ὁ Γεωγράφος λέγει, ἔπλασεν ὁ ποιητὴς ἀναλόγως τῇ πλάνῃ καὶ τοῖς τόποις, ἔνθα ὁ Ὀδυσσεὺς ἔπλεε, καὶ οὐ τούτους τοὺς ἐν Πισιδίᾳ λέγει. Περὶ δὲ τῶν ῥηθέντων Λυκίων Σολύμων φασὶ καὶ ὅτι Σόλυμοι οὗτοι Μινύαι ἀπὸ Μίνωος ἐκαλοῦντο, οὗ ἀδελφοὶ Σαρπηδὼν καὶ Ῥαδάμανθυς, Λύκος δὲ ἢ Λύκων ὁ Πανδίονος ἐπελθὼν Λυκίους αὐτοὺς προσηγόρευσεν. Ὅρα δὲ ὅτι τὰ μὲν τῆς γενεαλογίας διεξοδικώτερον ὁ Γλαῦκος διῆλθεν, ἐμπλατυνάμενος αὐτοῖς λαμπρότερον. τὰ μέντοι κατὰ τὴν Χίμαιραν καὶ τοὺς Σολύμους, ἔτι δὲ καὶ τὰς Ἀμαζόνας, ὧν καὶ αὐτῶν ὁ Βελλεροφόντης περιγέγονε, πάνυ γοργῶς ἐπέτεμεν. οὐ γὰρ ἔδει ἐν ἀκμῇ πολέμου καὶ τοιούτοις αὐτὸν μάτην ἐναδολεσχεῖν πατραγαθίας ἐκτιθέμενον ἔξω καιροῦ, ἐφ' οἷς οὐ περὶ τοιούτων τινῶν ἠρώτηται, ἀλλὰ "τίς δὲ σύ ἐσσι φέριστε". εἶπεν οὖν τὰ μὲν τῆς Χιμαίρας ἐν στίχοις τέσσαρσι, τὰ δὲ τῶν Σολύμων ἐν δυσί, τὰ δὲ τῶν Ἀμαζόνων ἐν ἑνί.
(v. 186) Φησὶ γὰρ "τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας [286] ἀντιανείρας", στενώσας μὲν τὸ περὶ τῶν Ἀμαζόνων διὰ τὸ μὴ πάνυ ἔνδοξον τοῦ πρὸς γυναῖκας πολέμου, εἰ καὶ ἀντιάνειραι ἦσαν, πλεῖον δέ τι περὶ τῶν Σολύμων εἰπὼν διὰ τὸ ἐνδοξότερον, οὕς, ὡς ἐδηλώθη, κυδαλίμους ἔφη, καὶ κρατίστην εἶπε μάχην τὴν πρὸς αὐτούς, ἔτι δὲ πλείω περὶ τῆς Χιμαίρας λαλήσας διὰ τὸ τεράστιον αὐτῆς καὶ ἀλλόκοτον. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ εὐκρινὲς τῶν σχημάτων κατὰ ἀπαρίθμησιν. πρῶτον μὲν γάρ, φησί, κατέπεφνε Χίμαιραν, δεύτερον αὖ Σολύμοισι μαχέσσατο, τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας, περὶ ὧν καὶ προγέγραπται.
(v. 18790) Τὸ δὲ τοῦ λόχου δίχα τινὸς τοιούτου σχήματος ἐπήγαγεν εἰπὼν "τῷ δ' ἂρ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινεν", ὁ πενθερὸς δηλαδὴ τοῦ Προίτου, "κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσεν", ἤγουν ἐκάθισε, "λόχον· τοὶ δ' οὔ τι πάλιν οἴκονδε νέοντο", τουτέστιν οὐκ ἐπαλιννόστησαν εἰς τὰ οἰκεῖα. "πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης". Καὶ ὅρα ὅτι τετράκις ἐν τῷ παρόντι χωρίῳ τοῖς ἀπὸ τοῦ πέφνω ῥήμασιν ὁ ποιητὴς ἐχρήσατο ἐπιμείνας τῇ λέξει.
(v. 186) Ἀντιάνειραι δὲ Ἀμαζόνες, ὡς καὶ προείρηται, ἢ ἐναντιούμεναι ἀνδράσι καὶ ὡς εἰπεῖν δηϊάνειραι, ἢ ἐξισούμεναι ἀνδράσι τὰ εἰς πόλεμον καὶ ὡς οἷον εἰπεῖν ἴσανδροι, ὁποῖόν τι δηλοῖ καὶ τὸ τοῦ Ἀντήνορος ὄνομα. ἐκ τοιαύτης δὲ ἐννοίας καὶ Ἴσανδρον κύριον ὄνομα μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. σεμνότερον δὲ τούτων πάντων τὸ ἀντίθεος, ὅτε τὸν ἰσόθεον δηλοῖ.
(v. 187) Τὸ δὲ "δόλον ὕφαινεν", ᾧ συγγενὲς τὸ κακὰ ῥάπτειν, φανερῶς δόλου εἶδος ἐνταῦθα λέγει καὶ τὸν λόχον εἶναι.
(v. 188) Τὸ δὲ κρίνας, ὃ ἀποστατικῶς, ἤγουν ἀσυνδέτως, ἐπηνέχθη, ὁποῖα καὶ ἄλλα πολλαχοῦ κεῖνται, ἔοικε παρεμφαίνειν ἐτυμολογίαν τινὰ τοῦ λόχου. ταὐτὸν γάρ ἐστι τὸ κρίνειν καὶ τὸ ἐπιλέγεσθαι, ἀφ' οὗ ὁ λόχος παράγεται, ὡς ἐκκρίτων καὶ ἐπιλέκτων ὀφειλόντων εἶναι τῶν ἐλλοχησόντων. καὶ μὴν ἄλλως καὶ τὸ εἷσε λόχον συντελεῖ τι πρὸς ἐτυμότητα λόχου. εἰ γὰρ κάθηται λόχος, καὶ λέγεται ἄρα, ὅ ἐστι κεῖταί πως χάριν ἐπικρύψεως.
(v. 185) Ἰστέον [287] δὲ καὶ ὅτι ἀριστέως αὔχημα δηλοῖ τὸ "καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν", ἤγουν ἔλεγε κράτιστον τοῦτον ἀνύσαι πόλεμον.
(v. 189 s.) Τὸ δὲ "πάντας γὰρ κατέπεφνε" διασαφητικόν ἐστι τοῦ "οὐκ οἴκονδε νέοντο", ὡς εἰκὸς ὂν νοηθῆναι τοὺς μὴ ἐπανελθόντας οἴκαδε ἀλλαχοῦ που τραπέσθαι, εἰ μὴ σαφῶς ἱστορηθεῖεν, ὅτι ἔθανον. [Τὸ δὲ οἴκονδε, ταὐτόν ἐστι τῷ οἴκοι καὶ οἴκαδε ὡς ἐπίρρημα. οὐ γὰρ ἂν ἄλλως ὀνοματικῶς εἷς οἶκος ἦν πάντων τῶν λοχιτῶν.] Ὅτι πολὺ τῷ Βελλεροφόντῃ τὸ ὑπὲρ ἀρετῆς γέρας, εἴπερ ὁ τοῦ Προίτου πενθερὸς γνοὺς αὐτὸν διαβληθέντα, ὅμως μετὰ πεῖραν δίδωσιν αὐτῷ τὸ τῆς κατ' αὐτὸν βασιλείας ἥμισυ καὶ τὴν θυγατέρα εἰς γάμον.
(v. 191-193) Φησὶ γὰρ ὁ ποιητὴς "ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠΰν", ἤγουν ἀγαθόν, "ἐόντα, αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν, δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης". πῶς δὲ θεοῦ γόνος ὁ Βελλεροφόντης, οὐκ ἐκτίθεται Ὅμηρος, ἀφιεὶς νοεῖν θεῖον γόνον τοὺς ἀγαθοὺς ἄνδρας. Ἐκ τοῦ βασιλεύς δὲ ἡ βασιληῒς τιμή, ὁμοίως τῷ Νηρεύς Νηρηΐς, Θησεύς Θησηῒς καὶ τοῖς ὁμοίοις. [Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν τιμὴ συνήθως ἡ εὔκλεια, καθὰ καὶ ἐν τῷ "τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι", καὶ ἐν τῷ "οὔ τί με ταύτης χρεὼ τιμῆς". ὅθεν καὶ τὸ τιμᾶν, ὡς τὸ "οἵ κέ με τιμήσουσιν". ἀλλαχοῦ δὲ τιμωρίαν δηλοῖ καὶ πρόστιμον, οἷον "εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος τίνειν οὐκ ἐθέλει". Ἦν δέ, φασίν, ἔθος λαμβάνειν τοὺς οὕτως ἀδικηθέντας παρὰ τῶν ἀδικησάντων εἰς μερίδα χρήματα πολιτικά, ἄνδιχα πᾶσαν κτῆσιν δασαμένους, ὡς ἡ Ὁπλοποιΐα λέγει.]
(v. 194 s.) Ὅτι τέμενος παρὰ μὲν τοῖς ὕστερον ὁ [288] ναὸς καθ' ὑπεροχήν, παρ' Ὁμήρῳ δὲ τόπος ἁπλῶς ἀφωρισμένος, τουτέστιν ὅρῳ ἰδίῳ περιγεγραμμένος καί, ὡς ὁ ποιητὴς ἐτυμολογεῖν βούλεται, ἀποτετμημένος τῶν ἐγγύς. Φησὶν οὖν ὅτι τῷ Βελλεροφόντῃ "Λύκιοι τέμενος τάμον", ἤγουν ἀφώρισαν εἰς κτῆσιν ἰδίαν, "ἔξοχον ἄλλων", ὡς ἀριστεῖον, οἷα καὶ Σολύμους τοὺς ἐναντίους αὐτοῖς καταπολεμήσαντι. Καὶ ὅρα καὶ νῦν ὅπως ἐν μεγάλῳ ἦν τοῖς παλαιοῖς ἡ τῆς γῆς κτῆσις. Οὐ γὰρ χρήματα ἔδοσαν οἱ Λύκιοι τῷ εὐεργετήσαντι, ἀλλὰ τέμενος καλὸν φυταλιῆς, φησί, καὶ ἀρούρης, ὄφρα νέμοιτο. Καὶ ὅρα τὸ "νέμοιτο" ἐπὶ ἀνθρώπων λέγεσθαι, λαβὸν ἐξ Ὁμήρου ἀρχήν. ἀπὸ τούτου δὲ καὶ τὸ νέμος παρήχθη οὐδέτερον ὄνομα. Σημείωσαι δὲ καὶ τὸ καλόν, ὡς δέον ὂν τοῖς εὐεργέταις μὴ τὰ τυχόντα διδόναι ἀλλὰ τὰ καλά. Ἔστι δὲ φυταλιά μὲν ἡ φυτοφόρος γῆ, ἄρουρα δὲ ἡ ψιλὴ ἄροσις. ὡς δὲ καὶ μέτρον γῆς ποτε ἡ ἄρουρα, καθὰ καὶ τὸ πλέθρον, δηλοῦται ἀλλαχοῦ. Σημείωσαι δὲ ὡς βασιλέως τιμήσαντος μεγάλα τὸν Βελλεροφόντην, εἶτα καὶ ὁ εὐεργετηθεὶς δῆμος δώροις τὸν τοιοῦτον τιμᾷ τοῖς κατὰ τὸ ῥηθὲν τέμενος. ἄλλως γὰρ οὐκ ἂν ἴσως τοιοῦτον ποιήσειν ἐθάρρησαν, εἰ μὴ προκατῆρξεν ὁ βασιλεύς.
(v. 196) Ὅτι ἡ γυνὴ τῷ ἀνδρὶ τίκτειν λέγεται διὰ τὸ ἐκ τοῦ πατρὸς καίριον τῆς γεννήσεως. Φησὶν οὖν Ὅμηρος "ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ", καὶ ἀλλαχοῦ "οὕς ποτε νύμφη τέκεν ἀμύμονι Βουκολίωνι", ἐν ἄλλοις δέ, ὡς καὶ προεγράφη, παράκειται τῇ τοιαύτῃ δοτικῇ καὶ ἡ ὑπο πρόθεσις, οἷον "ἡ δεῖνα ὑπὸ τῷ δεῖνι ἔτεκε τόνδε τινά". [Ἐὰν δὲ τὸ "ἣ δ' ἔτεκε" δοκοίη ἀποκληροῦν γυναιξὶ τὸ τίκτειν κατὰ παρατήρησιν παλαιάν, ἀλλ' ὁ ποιητὴς μετ' ὀλίγα φησίν "Ἱππόλοχος δ' ἔμ' ἔτικτε".]
(v. 197-199) Ὅτι τὸν Σαρπηδόνα οὕτω διὰ τοῦ Γλαύκου γενεαλογεῖ ὁ ποιητής. Βελλεροφόντου παῖδες Ἴσανδρος καὶ Ἱππόλοχος καὶ Λαοδάμεια. τούτων Ἴσανδρος μὲν ἀνῃρέθη, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, μαχόμενος. Ἱππολόχου δὲ παῖς ὁ Γλαῦκος οὗτος. Λαοδαμείῃ δὲ παρελέξατο Ζεύς, "ἣ δ' ἔτεκεν ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν", ὥστε αὐτανέψιος ὁ Γλαῦκος τῷ Σαρπηδόνι. καὶ οὕτω μὲν ὁ ποιητής. Οἱ δὲ νεώτεροι Εὐρώπης καὶ Διὸς υἱὸν Σαρπηδόνα λέγοντες καὶ ἀδελφὸν αὐτὸν ἱστοροῦντες τοῦ Μίνωος ἄλλον ἐκεῖνον Σαρπηδόνα γενεαλογοῦσι παλαιότερον, ὥς φασιν οἱ ἀκριβέστεροι, [289] [καθὰ καὶ προείρηται.]
(v. 200-205) Ὅτι περὶ τὰ τελευταῖα καὶ ὁ Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, Ἴσανδρον μὲν τὸν υἱὸν πολέμῳ ἀποβαλών, Λαοδάμειαν δὲ τὴν θυγατέρα θανάτῳ τῷ ἐξαίφνης. οὗ δηλωτικὸν τὸ "τὴν δὲ Ἄρτεμις ἔκτα", ἡ τοῦ θνῄσκειν οὕτω αἰτία ταῖς γυναιξὶ κατὰ τὴν ποίησιν. Ὧν δὴ παίδων ὁ Βελλεροφόντης τῇ ἀπωλείᾳ ἐπιστυγνάζων "κὰπ πεδίον", ἤγουν κατὰ πεδίον, "τὸ Ἀλήϊον οἶος ἀλᾶτο", τουτέστι μόνος ἐπλανᾶτο, "ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων", ἤγουν ἐκφεύγων τὴν μετ' ἀνθρώπων συνδιατριβήν, οἷα εἰς μελαγχολίαν ἐκκυλισθείς, καθὰ καὶ Ἀριστοτέλης ἐν τοῖς οἰκείοις ἱστορεῖ Προβλήμασι. Τοιοῦτον τὸ ἐπὶ παίδων στερήσει πάθος τοῖς φιλοτέκνοις, ὃ καὶ Λαέρτην ἐρημάζειν ἠνάγκαζεν οἰόμενον τεθνάναι τὸν υἱὸν Ὀδυσσέα. Σκοπητέον δὲ καὶ ὅπως θυμοβόρον ὁ μονασμός. ὁ γὰρ Βελλεροφόντης ὃν θυμὸν κατέδει ἐρημωθείς. Σημείωσαι δὲ καὶ ὅτι δεινότερον τοῦ θυμοδακοῦς τὸ τὸν θυμὸν ἔδεσθαι. Τὴν δέ γε τοῖς ὕστερον ποιουμένην τοῦ Βελλεροφόντου ἐκ μετεωροπορίας τῆς διὰ Πηγάσου κατάπτωσιν καὶ τὴν ἐκεῖθεν χώλωσιν οὐκ οἶδεν ὁ ποιητής, οὐδ' ὅτι Γοργόνος ἐξέφυ ὁ Πήγασος ἵππος καὶ ὅτι πτεροῖς αἴρεσθαι εἶχε καὶ ὅτι βληθεὶς οἴστρῳ χόλῳ Διὸς ἐν Κιλικίᾳ ἢ Λυκίᾳ τὸν ἀναβάτην Βελλεροφόντην κατέρριψεν ἐς Διὸς ἱέμενον, ἢ ὅτι ὁ Βελλεροφόντης Πηγάσῳ ἀέριος ἀρθεὶς μόλιβδον ἐνέρριψε τῷ τῆς Χιμαίρας στόματι, ὃς τακεὶς κατειργάσατο ἐκείνην, καὶ ὅσα ἄλλα μῦθοι ἐθρύλησαν ἀναιδεῖς
(v. 200) Τὸ δὲ "ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν" ἄκραν τοῦ ἥρωος δυσπραγίαν ἐμφαίνει. Ὡς μὲν γὰρ τῷ Διῒ ἀπήχθετο καὶ τῇ Ἥρᾳ, ἡ τῆς βασιλείας δηλοῖ ἔκπτωσις, ὡς δὲ Ἄρεϊ καὶ Ἀθηνᾷ, τοῖς [290] ἐπιστατοῦσι τῆς μάχης, ὁ φόνος παριστᾷ τοῦ υἱοῦ, Ἄρτεμις δὲ τὴν θυγατέρα κτείνασα οὐκ ἂν εἴη τὸν πατέρα στέργουσα. οὐ μὴν οὐδὲ Δημήτηρ φιλεῖ τὸν τῇ ἐρημίᾳ κληρωθέντα, οὐδ' Ἀπόλλων τὸν κακόμοιρον. ὅμοια δέ τινα καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἐφεξῆς τοῦ λόγου καὶ ἀκόλουθον ἦν μετὰ τὴν Λαοδάμειαν περὶ τῶν λοιπῶν ἀπερικόπως εἰπεῖν ἀδελφῶν, οἷον ὅτι Λαοδάμεια μὲν ἔτεκε Σαρπηδόνα, Ἴσανδρον δὲ Ἄρης ἀνεῖλεν, Ἱππόλοχος δ' ἐμ' ἔτικτεν. Ὅμηρος δὲ βραχὺ περικόψας τὴν τοιαύτην γενεαλογίαν ἐπενέβαλε τὴν τοῦ Βελλεροφόντου δυσδαιμονίαν, εἶτα πάλιν εἰς τὴν γενεαλογίαν ἐπανέβη, οὐ μόνον διὰ ποικιλίαν γραφῆς, ἀλλὰ καὶ ἄλλας πολλὰς αἰτίας, ἃς ὁ ἐχέφρων ἐπινοήσεται.
(v. 201) Τὸ δὲ Ἀλήϊον πεδίον κατὰ τοὺς παλαιοὺς ἢ παρὰ τὴν ἐκεῖ τοῦ ἥρωος ἄλην, ὅ ἐστι πλάνην, ὠνομάσθη. διὸ καί, ὥσπερ ἀνωτέρω ἐν τῷ "τέμενος ἔταμον" [καὶ "ἔτεκε τέκνα"], οὕτω καὶ ὧδε χρησάμενος ἐτυμολογίας τρόπῳ φησὶ "κατὰ πεδίον Ἀλήϊον ἀλᾶτο", ἢ διότι ἐστέρηται ληΐων διὰ τὴν ἐρημίαν. Τινὲς δὲ ἐδάσυναν τὴν ἄρχουσαν παρὰ τὸν ἅλα, φάμενοι ἅλας φέρειν τὸν τόπον ἐκεῖνον. Τοῦ δὲ τοιούτου πεδίου σὺν ἄλλοις μέμνηται καὶ Ἡρόδοτος τῆς Κιλικίας τε αὐτὸ εἰδὼς καὶ στρατοπεδεύσασθαί ποτε εἰπὼν περὶ αὐτὸ στρατηγοὺς Δαρείου τοὺς κατὰ Ἑλλήνων. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐρρέθη, ἀλῶ, οὗ παράγωγον ἡ ἄλη, ὧν πρωτότυπα, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ πλανῶ καὶ ἡ πλάνη, καὶ ὁ ἠλεὸς γίνεται, ὅπερ ἐστὶ μάταιος, οὗ κλητικὴ "ἠλεέ" καὶ κατὰ ἀποκοπὴν ἠλέ, ὡς τὸ "μαινόμενε φρένας ἠλέ", καὶ ὁ παρὰ τῷ Ὀππιανῷ [291] ἠλέματος, ἔτι δὲ καὶ ὁ ἐν τῇ κωμῳδίᾳ κοάλεμος, ἤγουν ἐν τῷ κοεῖν ἤτοι νοεῖν ἀλώμενος, ὁποίου σημαινομένου ἐστὶ καὶ ἡ Ἀκκώ, τὸ παροιμιῶδες κύριον, καὶ τὸ κωμικῶς εἰπεῖν μακκοᾶν, ἶσον ὂν τῷ μὴ νοεῖν. Ἐκ δὲ τοῦ εἰρημένου κοαλέμου, ὃς τὸν εὐήθη δηλοῖ, καὶ Κοάλεμος, φασίν, ὁ τοῦ Κίμωνος πρόπαππος, δι' εὐήθειαν. Ἴσως δὲ παρὰ τὸ ἀλᾶσθαι καὶ ὁ Ἰάλεμος, ὅθεν παροιμία εἵλκυσται τὸ "Ἰαλέμου ψυχρότερος".]
(v. 202) Ὁ δὲ πάτος, ὃ δηλοῖ κατὰ ὀνοματοποιΐαν ὁδόν, ὅ ἐστι τρίβον, βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς ος δισύλλαβα βραχυπαράληκτα μονογενῆ βαρύνονται· κρότος, κότος, μίτος, ὅ τε τῶν ὑφαινόντων καὶ ὄνομα ποταμοῦ, Νότος, πότος, οὕτω καὶ πάτος. ἀντίκειται τὸ στρατός. τὸ βροτός διχῶς φασιν ἐκπίπτειν τοῦ κανόνος, ὅτι τε κοινόν ἐστι καὶ οὐ μονογενὲς καὶ ὅτι ἀντέμφασιν ἔχει πρὸς τὸ βρότος, ὃ δηλοῖ τὸν μολυσμόν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ πάτος γίνεται καὶ τὸ ἀναπατεῖν, ἤγουν ἄνω που οἰκήματος ἀργοῦντα κινεῖσθαι, καὶ τὸ ἀποπατεῖν δὲ καὶ ὁ ἀπόπατος. ἐπεὶ γὰρ ταὐτὸν πάτος καὶ ὁδός, ὡς ἀπὸ τῆς ὁδοῦ τὸ ἀφοδεύειν, οὕτω καὶ ἐκ τοῦ πάτου τὸ ἀποπατεῖν, ὅπερ ἐκτὸς ὁδοῦ εἶπεν Ἡσίοδος. ἐκ δὲ τοῦ πάτου καὶ τὸ περιπατεῖν [292] καὶ ὁ περίπατος. Ἐκεῖθεν δὲ καὶ ἀπάτη καὶ ἀπατᾶν, οἱονεὶ τὸ μὴ εὐθείας ὁδοῦ ἔχεσθαι καὶ ὡς ἐπὶ ἀτραποῦ βαδίζειν ἀλλὰ καμπὰς ἑλίττειν καὶ παράγειν ὧδε κἀκεῖ. Εἴη δὲ ἂν τούτῳ τῷ λόγῳ καὶ ἐναντία ἡ ἀπάτη καὶ ἡ ὁδηγία. ἀπατᾶν μὲν γὰρ τὸ ἀπάγειν τοῦ πάτου, ὁδηγεῖν δὲ τὸ ἐνάγειν εἰς ὁδόν. [Ἐκ τοῦ πάτου δὲ καὶ τὸ πατάσσειν. καὶ τοιοῦτος μὲν ὁ Ὁμηρικὸς πάτος. Ὁ δὲ παρὰ τῷ Κωμικῷ βάδος, οἷον "διὰ σὲ τόνδε τὸν βάδον βαδίζομεν" ἴσως πέπαικται, καὶ ἔστιν ὡς ἐκ τοῦ κινῶ ὁ ἀπόκινος παρὰ τῷ αὐτῷ, οὕτω καὶ ὁ βάδος ἐκ τοῦ βάδω, οὗ παράγωγον τὸ βαδίζω.]
(v. 201 s.) Τὸ δὲ ἀλεείνων καὶ τὸ Ἀλήϊον καὶ τὸ ἀλᾶτο διὰ τὴν τοῦ ἤχου ἐγγύτητα παρήχησίν φασιν οἱ παλαιοί. αἱ γὰρ λέξεις ἀπὸ τοῦ α καὶ λ ἀρχόμεναι ὁμοιότητα ἤχου προβάλλουσι. Ὅρα δὲ καὶ παρίσωσιν τοῦ κατέδων καὶ ἀλεείνων, ἐπίτηδες κἀνταῦθα τοῦ ποιητοῦ ἱλαρύναντος διὰ παρηχήσεως καὶ παρισώσεως τὴν ἱστορικὴν σκυθρωπότητα.
(v. 203 s.) Ἐν τούτοις δὲ ἱστορεῖ καὶ ὡς ὑπὸ Σολύμων, οὓς ὁ πατὴρ Βελλεροφόντης κατηγωνίσατο, ἀνῃρέθη μαρνάμενος ὁ υἱὸς Ἴσανδρος, δυστυχῶς τοῦτό γε πράξας. Τὸ τοιοῦτον λυπεῖ καὶ τὸν παρὰ τῷ Σοφοκλεῖ Αἴαντα, ὃς οὐκ ἤνεγκεν, εἰ τοῦ πατρὸς μεγάλα κλεϊσθέντος ἐν Τροίᾳ δεύτερος ἔλθοι ἐκεῖσε αὐτὸς τῆς πατρικῆς ἀρετῆς. Καὶ ἔχει φύσεως οὕτω τὸ πρᾶγμα. εἰ γὰρ πατὴρ εὔχεται ὅμοιον ἑαυτῷ γενέσθαι παῖδα, ὡς ὁ παρὰ τῷ Σοφοκλεῖ Αἴας, ἢ καὶ ἀμείνονα, ὡς ὁ παρ' Ὁμήρῳ Ἕκτωρ, εἰκότως ἂν λυποῖντο παῖδες ἀτελεσφορήτους ὁρῶντες τὰς τῶν πατέρων εὐχάς.
(v. 205) Ὅτι δὲ τῇ Ἀρτέμιδι, τουτέστι τῇ σελήνῃ, τοὺς αἰφνιδίους θανάτους τῶν γυναικῶν ἀνατίθησιν ἡ Ἑλληνικὴ δόξα, δῆλόν ἐστιν, ὥσπερ ὁ Ἀπόλλων ἥλιος αἴτιος λέγεται τοῦ αἴφνης θνῄσκειν τοὺς ἄνδρας, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ σαφῶς φαίνεται. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς [293] θέλων εἰπεῖν ὡς ἡ Λαοδάμεια, καθὰ ἐρρέθη, αἴφνης τέθνηκε, φησὶ "τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα", ὅ ἐστιν ἔκτανε κατὰ ἀποκοπήν. Ὅτι δὲ ἡ Ἄρτεμις ἡ αὐτή ἐστι τῇ σελήνῃ, καθωμίληται. Σημείωσαι δὲ ὅτι Ὁμήρου χρυσήνιον εἰπόντος Ἄρτεμιν, Σοφοκλῆς ἐντεῦθεν λαβὼν χρυσόνωτον Ἡλίου ἡνίαν φησίν. Ἡ δὲ Λαοδάμεια, καθὰ καὶ ὁ ἐν Ὀδυσσείᾳ Λαοδάμας, ἀρχικοῦ κληρονομοῦσιν ὀνόματος. καὶ Ἀγαμέμνων δὴ τοιοῦτος ὑπολαλεῖται ἐν τῷ "ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν". ᾧ γὰρ πολλοὶ δέδμηνται κοῦροι, λαοδάμας ἂν εἴη καὶ ἐκεῖνος, ταὐτὸν δ' εἰπεῖν λαγέτας καθ' ἕτερον ποιητήν. Ἐπαύξει δ' ἐνταῦθα τὴν δυσπραγίαν τοῖς πεσοῦσιν, εἰ καὶ ὑπὸ θείοις προσώποις πίπτουσι, Λαοδάμεια μὲν ὑπ' Ἀρτέμιδι, Ἴσανδρος δὲ ὑπὸ Ἄρεϊ, ὃς αὐτὸν μαρνάμενον Σολύμοισι κατέκτανε. καὶ ὅρα τὸ κατέκτανεν ἐντελῶς ῥηθὲν καὶ οὐ κατὰ τὸ "Ἄρτεμις ἔκτα", ὃ ἀνωτέρω κεῖται.
(v. 206) Ὅτι τῆς αὐτῆς ἐννοίας τὸ "Ἱππόλοχος δέ μ' ἔτικτε", καὶ τὸ "ἐκ τοῦ μέ φημι γενέσθαι" ἀξιωματικῶς κειμένου καὶ ἐνταῦθα τοῦ φημί καὶ κατὰ κριτικὴν ἀπόφανσιν. Ἔχει δέ τι καὶ σεμνὸν ὁ λόγος, φαμένου τοῦ Γλαύκου, ὡς καὶ ἔτικτέ με ὁ Ἱππόλοχος καὶ ἐγὼ κηρύττω τοῦτο οἷα μὴ αἰδούμενος τὴν ἐκ τοιούτου ἀνδρὸς γέννησιν. Καταστατικὴ δὲ τοῦτο ἔννοια, συμπληροῦσα τὴν τοῦ Γλαύκου ἐπὶ τῇ κατ' αὐτὸν γενεαλογίᾳ διήγησιν. τὸ δὲ μάλιστα συμπληρωτικὸν ταύτης μετ' ὀλίγα κείσεται.
(v. 207-209) Ὅτι Ἱππόλοχος πέμπων εἰς Τροίαν τὸν υἱὸν Γλαῦκον "μάλα πόλλ' ἐπέτελλεν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι γένοντο". καὶ ἔστιν ἡ παραίνεσις [294] πρέπουσα εὐγενέσι καὶ ἀγαθοῖς πατράσι πρὸς ὁμοίους υἱούς. Εἴρηκε δὲ καί τις παλαιὸς ῥήτωρ πρὸς Ῥωμαῖον στρατηγόν, ἐρωτήσαντα ὅ τι θέλει ἐξ αὐτοῦ, τὸ Ὁμηρικὸν τοῦτο ἔπος τὸ "αἰὲν ἀριστεύειν καὶ ὑπείροχον εἶναι ἄλλων", ὡς καὶ ὁ Στράβων ἱστορεῖ. Ἔοικε δὲ ἀνενδεὴς ἐκεῖνος ὁ ῥήτωρ εἶναι. διὸ καὶ μηδενὸς ἔφη ἑτέρου προσδεῖσθαι ἢ τοῦ εἰσαεὶ τὸν στρατηγὸν προέχειν τῶν κατ' αὐτόν, ὡς οἷα καὶ φιλούμενον αὐτῷ.
(v. 211) Ὅτι τὸ "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι" ἔννοιά ἐστὶ τῷ Γλαύκῳ συμπληρωτικὴ καὶ αὐτὴ γενεαλογίας. Ἐντεῦθεν καὶ ὁ Κυνικὸς Ἀντισθένης χρησάμενος πρὸς τὸν ἀνακρίνοντα τὸ γένος αὐτοῦ εἰπών, ὡς ἐμοὶ πατὴρ μὲν ἦν τῷ ἀγκῶνι ἀπομυσσόμενος, ἤγουν ταριχέμπορος καὶ τὰ ἑξῆς, ἐπάγει τὸ "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι". Τὸ δὲ αἵματος ἀντὶ τοῦ σπέρματός φασιν οἱ σοφοί, ὡς τοῦ σπέρματος ὕλην τὸ αἷμα ἔχοντος.
(v. 212-225) Ὅτι ἐγήθησεν ὁ Διομήδης ἀναγνωρίσας τὸν Γλαῦκον ξένον πατρῷον. Διὸ καὶ τὸ ἔγχος καταπήξας ἐπὶ χθονὶ καὶ ἀργίαν αὑτοῦ καταγνοὺς μειλιχίοις λόγοις δηλαδὴ προσηύδα ποιμένα λαῶν "ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός". Εἶτα ἐπεξηγούμενος πῶς ξένος πατρῷος ὁ Γλαῦκος αὐτῷ, ἑταῖρος δηλαδὴ ἀπὸ ξενίας τῆς οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ πατέρων ἤτοι προγόνων, διηγεῖται οὕτω, γνώριμα λέγων καὶ διὰ τοῦτο πιστευόμενος "Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην", πρὸ τῆς εἰς Λυκίαν ὁδοῦ, "ξείνισ' ἐνὶ μεγάροισιν, ἐείκοσιν ἤματ' ἐρύξας", ἤγουν παρακατασχών, καθὰ καὶ Ἰοβάτης ἐφ' ἡμέρας τινὰς τὸν Βελλεροφόντην παρ' ἑαυτῷ κατέρυκεν. "Οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά. Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν", ἤγουν φοινικῷ χρώματι, τῷ ἐκ καρποῦ ἴσως τῆς πρίνου, Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον. καὶ διὰ τοῦτό φησι "νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ εἰμί, σὺ δ' ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι".
(v. 217) Ὅρα δὲ τὸ "ἐείκοσιν" ἤματα ῥηθὲν ἁπλῶς καὶ οὐ κατά τινα παρατήρησιν ἀναγκαίαν. [Ἐνταῦθα δὲ ἀναγκαία κεῖται στιγμὴ μετὰ τὸ μεγάροισιν, ἵνα μή τις ἴσως ἐρεῖ σοφιζόμενος "μεγάροισιν εἴκοσι".
(v. 214) Τὸ δέ "μειλιχίοις" διαστολὴν ἔχει πρὸς τὰ φθάσαντα ῥηθῆναι ἐν τῷ "εἰ δέ τίς ἐσσι βροτῶν, ἴθι, ὡς ἂν ὀλέθρου πείραθ' ἵκηαι". ἐκεῖ γὰρ οὐ [295] μειλιχίοις ὁ ἥρως προσηύδα.]
(v. 218) Ξένια δὲ καλὰ τὰ εὐειδῆ καὶ ἀξιοθέατα. τὸ μὲν γὰρ χρύσεον δέπας καὶ καλὸν καὶ τῇ ὕλῃ τίμιον, ὁ δὲ φαεινὸς φοίνικι ζωστὴρ καλὸς διὰ τὸ τοῦ ἱμάντος φοινικοῦν. Ταῦτα δὲ δεινῶς ὁ Διομήδης καὶ δεξιώτατα προεκτίθεται, ἵνα εὐλόγως καὶ αὐτὸς τὴν τῶν ὅπλων ζητήσῃ ἄμειψιν, ὡς ῥηθήσεται, καὶ δοκιμάσῃ τὸν Γλαῦκον, εἰ μὴ ἐθέλει τὴν τῶν πατέρων αἰσχύνειν ἀρετήν.
(v. 224 s.) Ἰστέον δὲ καὶ ὅτι τῷ ἔχοντι φίλον ἐξ ἀλλοδαπῆς χρήσιμος μεταποιηθεὶς ὁ ῥηθεὶς τοῦ Διομήδους λόγος μέγα φρονοῦντος καὶ σεμνυνομένου, διότι αὐτὸς Ἀργεῖος ὢν ἔχει ξένον φίλον ἐν Λυκίᾳ. Ἔφη γὰρ "σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ" καὶ ἑξῆς. Ἔνθα τὸ ἐν Λυκίῃ ἐλλειπτικῶς ἐσχημάτισται κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα. Τὸ γὰρ ὅλον οὕτως ἐστὶ "σὺ δ' ἐν Λυκίῃ ξεῖνος φίλος ἐμοί". Σημείωσαι δὲ ὅτι τὸ "Ἄργεϊ μέσσῳ" ταὐτόν ἐστι τῷ ἐν Ἀργείοις, διὸ ἐπάγει "ὅτε ἂν τῶν δῆμον ἵκωμαι", ἤγουν ὅτε εἰς τὸν δῆμον τῶν Ἀργείων ἐπανέλθω. Καὶ ἔστι τὸ σχῆμα καινόν. ἡ γὰρ σύνταξις οὐ πρὸς τὸ ῥητὸν Ἄργος, ἀλλὰ πρὸς τὸν δι' αὐτοῦ νοούμενον, ἤτοι τοὺς Ἀργείους. πόλις γὰρ οἱ πολῖταί εἰσιν, ὥσπερ καὶ ναῦς οἱ ναῦται, καθὰ καὶ Σοφοκλῆς δηλοῖ, λέγων ὡς οὐδέν ἐστιν οὔτε ναῦς οὔτε πόλις ἔρημος ἀνδρῶν μὴ συνοικούντων ἔσω. Τοιοῦτόν τι σχῆμα ἐσημειώθη καὶ κατὰ τὸν ἀνάπλουν τῆς α ῥαψῳδίας ἐν τῷ "οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο". Σημείωσαι δὲ καὶ ὅτι τὸ "ὅτε τῶν δῆμον ἵκωμαι" πρὸς ἀκρίβειαν κεῖται. νῦν μὲν γὰρ ἄμφω ξένοι εἰσὶν ἀλλήλοις οὐκ ἐν Λυκίᾳ καὶ Ἄργει ἀλλ' ἐν τόπῳ ἑνὶ τῷ περὶ Τροίαν. ὅτε δὲ ἐπανέλθωσιν οἴκαδε, τότε Διομήδης μὲν ἐν μέσῳ Ἄργει φίλος ἔσται τῷ Λυκίῳ Γλαύκῳ, Γλαῦκος δὲ αὖ ἐν Λυκίᾳ μέσῃ ξεῖνος ἔσται τῷ ἐξ Ἄργους Διομήδει. Καὶ ἔστι σχῆμα συντομίας καὶ ἐνταῦθα. εἰπὼν γὰρ ὁ Διομήδης "ὅτε Ἀργείων δῆμον ἵκωμαι", ἀφῆκε τῷ Γλαύκῳ νοεῖν τὸ ὅμοιον, δηλαδὴ τὸ "ὅτε καὶ σὺ Λυκίων δῆμον ἵκῃ". Ἐσίγησε δὲ αὐτὸ ἀστείως ὁ ποιητής, οὐ μόνον ὡς δυσοιώνιστον λόγον τῷ φίλῳ, ἀλλὰ καὶ ὅτι τὸν Γλαῦκον οἶδεν [296] οὐκ ἐπανελθόντα εἰς τὰ οἰκεῖα.
(v. 221) Ἔτι ἰστέον καὶ ὅτι τὰ ξένια, ἤτοι τὰ τῆς ξενίας δῶρα, κειμήλια τοῖς παλαιοῖς ἀπετίθεντο εἰς ἀνάμνησιν πατρῴας φιλίας τοῖς ἐπιγόνοις. Διομήδης γοῦν φησιν, ὅτι εἰς Τροίαν ἰὼν οἴκοι κατέλειψεν ἀποκεῖσθαι τὸ ῥηθὲν τοῦ Βελλεροφόντου κύπελλον, καὶ Ὀδυσσεὺς δὲ τὸ τοῦ Ἰφίτου τόξον ἐν Ἰθάκῃ ἔλειψεν εἰς μνήμην ξενίας. ταμιεύεται γὰρ καθάπερ ἐν θαλάμοις τὸ ξένιον, οὕτως ἐν ταῖς τῶν ὁρώντων ψυχαῖς ἡ μνήμη τοῦ δόντος. καὶ γίνεται κειμήλιον ταμείου μὲν τὸ δῶρον, ἡ δὲ μνήμη ψυχῆς. Διὸ καὶ Διομήδης πιθανολογῶν τὴν πατρῴαν ξενίαν ἐκ τοῦ κυπέλλου λέγει εἰδέναι αὐτὴν καὶ μεμνῆσθαι, οὐ μὴν ἐκ πατέρων.
(v. 222 s.) "Τυδέα γάρ", φησίν, "οὐ μέμνημαι", πολλῷ δὴ πλέον τὸν πάππον Οἰνέα. Ἐνταῦθα δὲ εὐμεθόδως ὁ ποιητὴς καὶ τὴν τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορίαν παρενέθετο κομιδῇ ἀποστενώσας αὐτήν, ἐν οἷς ὁ Διομήδης φησίν, ὅτι "Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα κάλλιπεν, ὅτ' ἐν Θήβαις ἀπώλετο λαὸς Ἀχαιῶν". Καὶ ὅρα τὸ μέμνημαι αἰτιατικῇ συνταχθέν.
(v. 226-233) Ὅτι συνέθεντο Διομήδης καὶ Γλαῦκος ἀλλήλων ἐν πολέμῳ ἀπέχεσθαι καθ' ἑαυτούς τε καὶ δι' ὁμίλου, ἤγουν κατὰ τὸν ὑπ' αὐτοὺς πάντα ὅμιλον. Ἀξιοῖ γὰρ ὁ Διομήδης οὕτω "ἔγχεσι δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου, πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες καὶ ἐπίκουροι κτείνειν, ὃν ἂν θεός γε πόροι καὶ ποσσὶ κιχείω, πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι". Καὶ ἐπὶ τῇ συνθήκῃ ταύτῃ "χειράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο", ἤγουν πίστιν ἀλλήλοις ἐποίησαν διὰ τῆς συνήθους δεξιώσεως. Πιστώσεως γὰρ δηλωτικὸν τῶν δεξιῶν χειρῶν ἡ συμβολή, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Καὶ σημείωσαι ὅπως αἰδέσιμος ἦν ἡ φιλία οὐκ αὐτοῖς μόνοις τοῖς ξενισθεῖσιν, ἀλλὰ κατὰ διαδοχὴν καὶ τοῖς ἐκ αὐτῶν. ἰδοὺ γὰρ Βελλεροφόντου καὶ Οἰνέως πάλαι ποτὲ ξένων ἀλλήλοις γενομένων, οἱ αὐτῶν ἔγγονοι τὸ τῆς ξενίας ἀγαθὸν αἰδεσθέντες εἰρηναῖα σπένδονται. καί πως τοῦ συγγενικοῦ θεσμοῦ κρείττων τοῖς παλαιοῖς ἦν ὁ κατὰ τὴν ξενίαν. Τεῦκρος μὲν γὰρ Τρωϊκὸς ὢν ἀνέκαθεν καὶ τῷ Πριάμῳ προσγενής [297] ‑ αὐτανέψιος γὰρ ἦν Ἕκτορος ‑ πολεμεῖ τοῖς Τρωσὶ καὶ ὁμοφύλοις αἵμασι χραίνεται. Γλαῦκος δὲ καὶ Διομήδης ὡς πατρῷοι ξένοι ἀλλήλων καὶ δι' ὁμίλου, ὡς εἴρηται, ἀλέονται, ἤτοι ἐκκλίνουσιν, ἀπέχονται.
(v. 228) Σημείωσαι δὲ καὶ ὅτι ὁ Διομήδης ἐν τῷ "ὃν ἂν θεὸς πόροι καὶ ποσσὶ κιχείω" ἐσέμνυνεν ἑαυτὸν ὡς καὶ θεοφιλῆ καὶ ποδώκη.
(v. 229) Τὸν μέντοι Γλαῦκον οὐ πάνυ σεμνύνει τὸ "ὃν ἂν δύνηαι". [Ἴσως δὲ τὸ μὲν "ὃν ἂν θεὸς πόροι" σταδαίαν μάχην δηλοῖ τὴν καὶ ἐπὶ πλέον ἐναγώνιον καὶ θείας δεομένην συνάρσεως. Τὸ δὲ "ὃν ποσσὶ κιχείω" φεύγοντος ἐχθροῦ πτῶμα ἐμφαίνει, ὃν οὐκ ἐξ ἀνάγκης αὐτὸς ὁ διώκων ἔτρεψεν εἰς φυγήν.]
(v. 230 s.) Ὅτι τὰ τεύχεα ὁ Γλαῦκος καὶ ὁ Διομήδης ἀλλήλοις ἐπαμείβουσιν ἀξιώσαντος Διομήδους οὕτω ποιῆσαι. "τεύχεα γάρ", φησίν, "ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι", καὶ οὕτως εἴη ἀνύποπτον τὸ ἀλλήλων ἡμᾶς καὶ δι' ὁμίλου ἀπέχεσθαι. ἄλλως γὰρ προδοτικοῦ ἂν ἤθους ἐκρίνοντο καὶ δολερᾶς καθυφέσεως τῆς εἰς πόλεμον. καὶ δίδωσι μὲν ὁ Διομήδης εὐτελῆ τινα, ὡς ῥηθήσεται, ὅπλα, λαμβάνει δὲ τιμιώτατα. Καὶ σημείωσαι ὅτι ὥσπερ ἐπὶ τῶν προγόνων, οὕτω κἀνταῦθα γίνεται. Οἰνεύς τε γὰρ ζωστῆρα δοὺς φοίνικι φαεινόν, ὡς προείρηται, χρύσεον δέπας ἀντέλαβεν ἐκ τοῦ Βελλεροφόντου φιλοτιμότερον διατεθέντος, καὶ Διομήδης ὁ τοῦ Οἰνέως ἀπόγονος χάλκεα νῦν δοὺς ὅπλα χρύσεα ἔλαβε. Καὶ ὅρα ὅπως ὁ Γλαῦκος προγονικὴν μεγαλοπρέπειαν καὶ φιλοτιμίαν μιμούμενος καὶ κατὰ πατρικὴν παραίφασιν μὴ θέλων πατέρων γένος αἰσχύνειν, ἄλλως τε καὶ τοῦ Διομήδους ἀπαιτήσαντος, ἤμειψεν αὐτῷ τὰ οἰκεῖα ὅπλα, ὑπὲρ δεκαπλάσιον ὄντα τῶν τοῦ Διομήδους τιμιώτερα.
(v. 235 s.) Φησὶ γὰρ "ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε' ἄμειβε, χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων". Ἀσφαλείας γὰρ ὁ Γλαῦκος μόνης ἐδεῖτο τῆς ἐκ τῶν ὅπλων, οὐ μὴν ὕλης τιμίας. πάντως δὲ οὐχ' ἧττόν τι τῶν χρυσέων ἀσφαλῆ καὶ τὰ χάλκεα.
(v. 234) Διὸ καί φησιν ὁ ποιητής "ἔνθ' αὖτε Γλαύκῳ φρένας ἐξείλετο Ζεύς", ὅ ἐστιν ἐξαιρέτους ἐποίησεν, ὡς τῷ Πορφυρίῳ δοκεῖ, διὰ τὸ τοιαύτην φιλοτιμίαν ἐνδείξασθαι καὶ μὴ γλισχρεύσασθαι περὶ τὴν τοῦ ξένου ἀξίωσιν καὶ οὕτως αἰσχῦναι τὴν τοῦ πάππου ἀρετήν. εἰ δὲ ἐν τοῖς ἑξῆς [298] τὸ "φρένας ἐξείλετο Ζεύς" φανερῶς ἐπὶ ἀφροσύνης κεῖται, ῥηθήσεται τὰ εἰκότα ἐκεῖ. Δῆλον δὲ ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, πρὸς διάφορον σημασίαν ὁ Γλαῦκος βαρύνεται. πρὸς διαστολὴν γὰρ τοῦ ὁ γλαυκός ἐπιθέτου. τοιοῦτον δὲ ἐγνώσθη καὶ τὸ Λεῦκος πρὸς τὸ λευκός. ὅμοιον καὶ τὸ ἀρητός καὶ Ἄρητος, καὶ ἄλλα μυρία, ἐν οἷς καὶ τὸ διηνεκής καὶ Διηνέκης κύριον καθ' Ἡρόδοτον, Σπαρτιάτης ἄριστος γενόμενος ἐν τῇ μάχῃ τῶν Θερμοπυλῶν, καὶ δρυμός δὲ ὁ δρυωτὸς τόπος καὶ Δρύμος πόλις. Φησὶ γοῦν ὁ αὐτός, ὅτι κατέκαυσαν πόλεις οἱ Θεσσαλοὶ ὁδηγοῦντες τοὺς Πέρσας ἄλλας τε καὶ Δρύμον καὶ Θρόνιον καὶ τὰ ἑξῆς. Διαφόρου δ' εὐλόγου τονώσεως καὶ τὸ πυρρός ὁ πυρρόθριξ καὶ Πύρρος κύριον, καὶ γύρος ὁ κατὰ κύκλον καὶ γυρὸς ὤμοις ὁ ἐν Ὀδυσσείᾳ, ὅθεν καὶ πέτραι Γυραί, καὶ κυρτός ὁ κατὰ πάθος καὶ κύρτος ὁ ζωγρητικός. Ὅτι δὲ καὶ ἕτεροι Γλαῦκοι διάσημοι, δῆλον καὶ αὐτό, ἐν οἷς καὶ ὁ Ἀνθηδόνιος καὶ ὁ παρὰ Ἡροδότῳ, καὶ ὃν δὲ Γλαύκωνα ὁ Λυκόφρων καλεῖ παρωνύμως. [Δῆλον δὲ ὡς [299] καὶ ἰχθύος εἶδος ὁ γλαῦκος περιᾴδεται.]
(v. 230 s.) Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ὡς κερδαλέος ὁ Διομήδης αἰτεῖ τὰ χρυσᾶ ὅπλα, προΐσχεται δὲ αἰτίαν εὐσχήμονα, ἵνα, φησί, πάντες γνῶσιν, ὡς ἐρρέθη, ὅτι ξένοι ἀλλήλων πατρῷοί ἐσμεν καὶ διὰ τοῦτο ἀπεχόμεθα τῆς πρὸς ἀλλήλους μάχης καὶ οὐ διά τινα φαύλην ὑπόληψιν, ἀλλὰ διὰ τὸν Πατρῷον καὶ Ἑταιρεῖον καὶ Ξένιον. Ἦν δὲ ἄρα ἡ τῶν ὅπλων ἄμειψις καὶ σημεῖον τῆς κατὰ παράταξιν ἀμείψεως. οὐκέτι γὰρ ἀλλήλοις ἀντεμάχοντο. Διὸ καὶ ἐν ὄψεσι πάντων τὰ ὅπλα ἠλλάξαντο, ἵνα διὰ φιλίαν ἀλλήλων ἀπέχεσθαι φαίνωνται καὶ μὴ τοὺς οἰκείους προΐεσθαι. [Εἰ δὲ καὶ Λυκάων ὁ Τρωϊκὸς ἤμειψε θώρακα τῷ ἀδελφῷ Πάριδι καὶ Ἀχιλλεὺς ὅπλα τῷ φίλῳ ἑταίρῳ Πατρόκλῳ, ἀλλ' ἐκεῖνα πρὸς ὥραν γεγονότα πάντῃ ἑτεροιοῦνται πρὸς τὰ ἐνταῦθα.] Ὅρα δὲ ὅπως εὐτυχῶς τῷ κρείττονι τὰ κρείττονα ὅπλα ἐγένετο, τῷ δὲ χείρονι Γλαύκῳ τὰ προσήκοντα, ὅπερ οἱ Ἕλληνες μετὰ ταῦτα ποιοῦσι κατὰ συμβουλήν, ὅπου "ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε", χείρονα δὲ χείρων.
(v. 236) Ἑκατόμβοιον δὲ καὶ ἐννεάβοιον, ὥσπερ καὶ δωδεκάβοιον καὶ εἰκοσάβοιον καὶ εἴ τι τοιοῦτον, οἱ μὲν ἐπὶ νομισμάτων ἀκούουσι, βοῦν εἰρῆσθαι τὸ νόμισμα λέγοντες διὰ τόν, ὡς καὶ προεγράφη, ἐν αὐτῷ τοῦ βοὸς ἔκπαλαι τύπον κατὰ τιμὴν τοῦ ζῴου, οἱ δέ, ὡς καὶ αὐτὸ εἴρηται, σταθμόν τινα τὰ τοιαῦτα νοοῦσι, δι' οὗ βόας ἑκατὸν τυχὸν ἢ ἐννέα ἢ δώδεκα ἢ εἴκοσιν ἢ ἁπλῶς τοσούσδε ὠνησάμενός τις κτήσεται.
(v. 237) Ὅτι σχῆμα ὑστερολογίας καὶ ἐν τῷ "Ἕκτωρ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν". ἀνιὼν γὰρ εἰς τὴν πόλιν πρῶτον φηγὸν ἵκανε περὶ τὸ πεδίον οὖσαν, εἶτα τὰς Σκαιὰς πύλας. Ὅρα δὲ [300] καὶ ἐνταῦθα τὸ τῆς ἱστορίας εὐκρινές. Μεσολαβήσας γὰρ ὁ ποιητὴς τῇ τοῦ Ἕκτορος εἰς Τροίαν ἀνόδῳ τὰ κατὰ Διομήδην καὶ Γλαῦκον, εἶτα τούτων ἀπαλλαγεὶς ἀνατρέχει πάλιν εἰς τὸν Ἕκτορα καὶ γίνεται εὐτάκτως τῶν ἐφεξῆς.
(v. 238-241) Ὅτι παιδεύει τὸν ἀκροατὴν καὶ ὁ παρ' Ὁμήρῳ Ἕκτωρ μὴ ἀεὶ πρὸς τὰς ἐρωτήσεις λεπτομερῶς ἀποτείνεσθαι, ὅπου ἂν μὴ συμφέρον εἴη. Ἐρωτᾶται μὲν γὰρ ὑπὸ τῶν Τρῳάδων, πῶς ἂν ἔχοιεν ἐν τῷ πολέμῳ οἱ προσήκοντες αὐταῖς, ὁ δὲ οὐδὲν ἄλλο ἔφη ἀλλ' ἢ θεοῖς μόνον ἐκέλευσεν εὔχεσθαι πάσας ἑξείης. καίτοι πολλαῖς αὐτῶν, ὡς ὁ ποιητής φησι, κήδεα ἐφῆπτο διὰ τὴν τῶν οἰκείων ἀπώλειαν.
(v. 241) Καὶ ὅρα τὸ "πολλαῖς κήδεα ἐφῆπτο", ἤτοι πολλῶν ἥπτετο ἡ βλάβη καὶ ἤδη αὐταῖς ἐπέκειτο. τοιοῦτον καὶ τὸ "ὀλέθρου πείρατα ἐφῆπται", ἤγουν τέλειος ὄλεθρος ἐπίκειται. Προσήκοντας δὲ ταῖς γυναιξὶ μετρεῖ Ὅμηρος παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας, περὶ ὧν πολλαχοῦ δηλοῦται. Ἐνταῦθα δὲ ὅρα ὅτι καθάπερ ἐν συμποσίοις ἄκροι κάθηνται οἱ ἄριστοι, οὕτω κἀνταῦθα τὰ φίλτατα μὲν ἐν ἄκροις ὁ ποιητὴς ἔταξε, τὰ δὲ μὴ πάνυ τοιαῦτα, τοὺς κασιγνήτους καὶ τοὺς ἔτας, εἰς μέσον ἤλασεν.
(v. 242 s.) Ὅτι περικαλλέα λέγει τὸν τοῦ Πριάμου οἶκον, ξεσταῖς αἰθούσαις τετυγμένον, ἤτοι λιθίνοις ὑπαίθροις στοαῖς αἰθομέναις ἡλίῳ, καθὰ δηλοῖ τοὔνομα τῆς αἰθούσης, ὅθεν τῇ δημώδει γλώσσῃ παρεποιήθη τὰ ἡλιακά. Ὅτι δὲ ξεστὰς λέγει τὰς ἐκ λίθων ἐξεσμένων, δηλοῦσι καὶ οἱ ἐπαγόμενοι θάλαμοι ξεστοῖο λίθοιο δεδμημένοι. Περὶ δὲ αἰθούσης δηλοῖ μὲν σαφῶς καὶ ἡ Ὀδύσσεια, ῥηθήσεται δέ που καὶ ἐν τοῖς ἐφεξῆς.
(v. 244-250) Ὅτι ἐν τῷ τοῦ Πριάμου δόμῳ "πεντήκοντα ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι", ἤγουν δεδομημένοι, "ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκ' [301] ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι. ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισι". Καὶ ὅρα τὴν ταὐτολογίαν τοῦ ποιητοῦ δὶς ἐνταῦθα εἰπόντος ἀπαραποιήτως τὸ "θάλαμοι ξεστοῖο λίθοιο, πλησίοι ἀλλήλων δεδμημένοι".
(v. 247) Σημείωσαι δὲ ὅτι καὶ τὰς τοιαύτας τοῦ Πριάμου θυγατέρας κόρας εἶπεν, οὐχ' ὡς παρθένους ‑ πῶς γὰρ τὰς ὑπὸ ἀνδράσιν οὔσας; ‑ , ἀλλὰ ἁπλῶς ἀντὶ τοῦ νέας, ὡς ταὐτὸν ὂν ἐνταῦθα εἰπεῖν κούρας τε καὶ νέας ἀλόχους. [Κρατεῖ δὲ καὶ μέχρι νῦν παρά τισι τῶν Ἑῴων τὸ κόρας λέγεσθαι καὶ μετὰ γάμον τὰς ἐν ἡλικίᾳ νέᾳ.]
(v. 244) Ὁ δὲ ἀριθμὸς τῶν πεντήκοντα θαλάμων ἔοικεν εἰς ποσὸν συνδιήκειν παίδων Πριάμου ἀρρένων κατὰ τὸ "ἡμεῖς δὲ πεντήκοντ' ἄγ' ἄμμοροι τέκνων". Τὸ δὲ ἔνεσαν μέτρου χάριν ῥηθὲν μετὰ προθέσεως μετ' ὀλίγα ἐν τῷ "δώδεκ' ἔσαν" δίχα προθέσεως εἴληπται.
(v. 245 et 249) Τὸ δὲ πλησίοι ἀμεμφῶς ἔχει. πολλαχοῦ γὰρ ἡ τοιαύτη κλίσις διαφαίνεται, ἐπεὶ προϋπάρχει ὁ πλησίος, οὗ ἡ αἰτιατικὴ γεννᾷ τὸ πλησίον ἐπίρρημα.
(v. 248) Ὅρα δὲ καὶ ὅτι τοὺς γυναικείους θαλάμους, οὐ μὴν καὶ τοὺς τῶν ἀνδρῶν, ὠνόμασε τεγέους ἀντὶ τοῦ ἀνωγείους, ἐπὶ τέγει ἑτέρου οἴκου ἀναστάντας, ὑπερῴους, πολυστέγους, πολυωρόφους, ἵνα μὴ διοδευομένων, φασί, κατοπτεύωνται αἱ γυναῖκες. Γίνεται δὲ τὸ τέγεος ἀπὸ τοῦ τέγος τέγειος καὶ ἀποβολῇ τέγεος, ὡς τέλος τέλειος τέλεος. ὥσπερ [302] δὲ μικρός καὶ σμικρός, οὕτω καὶ τέγος καὶ στέγος, ἐξ οὗ τὸ στέγω ῥῆμα. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα ὀνόματα, ὡς ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὡς εἰ καὶ ἀπὸ τοῦ τέγους, ὃ γίνεται ἀπὸ τοῦ τέγγω, παράγεται τὸ στέγος, ἀλλ' ἐξ αὐτοῦ αὖθις ὁ ὅλος οἶκος παρονομάζεται διὰ μέσου τοῦ στέγειν ῥήματος, ὡς ὑποδηλοῖ καὶ Εὐριπίδης, ἐν οἷς που λέγει, ὅτι ὄχλον στέγει δόμος. Θάλαμοι δὲ παρὰ μὲν τοῖς ὕστερον αἱ γυναικωνίτιδες, παρὰ δὲ Ὁμήρῳ καὶ οἱ ἁπλῶς ἐνδοτάτω οἶκοι ἀπὸ τοῦ θάλπειν ἐτυμολογούμενοι. [Ἡ δὲ θαλάμη οὐ δόμον δηλοῖ, κατάδυσιν δέ τινα ζῴων ἀλόγων, οἷον πολυπόδων καί τινων τοιούτων. ὅθεν μεταφορικῶς καὶ θαλαμῖται καὶ θαλάμακες, ἐρέται οἱ ὑπὸ τοὺς θρανίτας.]
(v. 248-250) Ἐνταῦθα δὲ ὅρα καὶ ὅπως ὁ ποιητὴς τὴν συγγενικὴν ἐγγύτητα βούλεται καὶ τῇ κατὰ τόπον σχέσει ἑνοῦσθαι, ὡς ἐγχωρεῖ, τὸ γένος ἅπαν τοῦ Πριάμου εἰς ἕνα τόπον συναγαγών. ὃ καὶ βουλόμενος ἐγκαθίσαι τῇ ψυχῇ τοῦ ἀκροατοῦ ἐπιμονὴν ἐποίησε διὰ τῆς ἀνωτέρω παρασημειωθείσης ταὐτολογίας.
(v. 251) Ὅτι τὸ ἠπιόδωρος οἰκεῖον ἐπίθετον ἀγαθῇ μητρί, ὁποία καὶ ἡ Ἑκάβη ἐνταῦθα τῷ Ἕκτορι ἐλεοῦσα τὸν παῖδα ἐκ μάχης ἐλθόντα καὶ ἠπίως δεξιουμένη αὐτόν, ὡς μετ' ὀλίγα φανήσεται. προκλητικὴ γάρ πως ἡ τοιαύτη λέξις ἐνταῦθα τῶν ἐν τοῖς ἑξῆς δώρων τῆς μητρός. Ἔχει δ' ἐνταῦθα τὸ Ὁμηρικὸν οὕτως "ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ", κατὰ τύχην δηλαδὴ καὶ [303] οὐκ ἔκ τινος προμηθείας, ὡς εὐθὺς φαίνεται. Ἰατροῖς δὲ καὶ τοῖς κατ' αὐτοὺς πρέπουσα ἡ τοῦ ἠπίου λέξις, ὡς καὶ ἡ τοῦ Ἀσκληπιοῦ δηλοῖ σύνθεσις καὶ τὸ "ἐπί τ' ἤπια φάρμακα πάσσειν", καὶ τὸ "ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι". Διὸ εἰκότως οἰκειοῦται καὶ μητρὶ ἀκεσωδύνῳ, ἣ ἐς τοσοῦτον οἶδε φύσει τῶν ἐξ αὐτῆς κήδεσθαι, ὡς μηδὲ μυῖαν ἐᾶν δάκνειν τὸ φίλον βρέφος ὑπνοῦν. Οὐκ ἐστέρηται δὲ τῆς τοῦ ἠπίου προσηγορίας οὐδὲ ὁ πατήρ, ὡς δῆλον ἐκ τοῦ "πατὴρ δ' ὣς ἤπιος ἦεν". Ἀγαθὴ δὲ πανταχοῦ λέξις ὁ ἤπιος, δίχα γε τοῦ κακοῦ ἠπιάλου, περὶ οὗ προδεδήλωται, ὃς φαῦλος ὢν ὅμως εὐωνυμεῖται λόγῳ ἀντιφράσεως. [Τὸ δὲ ἐναντίη οὐ δηλοῖ ἐναντίωσιν, ἀλλὰ εἴληπται ἀντὶ τοῦ ἀντιπρόσωπος. ὅμοιον δὲ καὶ τὸ "θάλαμοι κουράων ἑτέρωθεν ἐναντίοι", ὃ πρὸ ὀλίγων εἴρηται.]
(v. 252) Ὅτι ἡ Λαοδίκη, εἰς ἣν ἡ Ἑκάβη ἀπιοῦσα ἐντυγχάνει τῷ Ἕκτορι, εἶδος ἀρίστη τῶν Πριάμου θυγατέρων ἦν, αἳ δηλονότι ἄνδρας εἶχον. ἐν ἄλλοις δὲ τὴν Κασάνδραν οὕτω καλεῖ, ταῖς ἔτι παρθένοις ἐκείνην συγκρίνων. Ἐνταῦθα δὲ κεῖται καὶ τὸ εἰσάγειν ἀντὶ τοῦ εἰσιέναι ἢ ὑπάγειν. Φησὶ γὰρ "Λαοδίκην εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην". Χρήσιμον δ' ἐνταῦθα καὶ τὸ παρὰ τῷ Κωμικῷ παροιμιῶδες ἐπὶ τῶν εἰς οὐδὲν δέον ἀχθοφορούντων τὸ "ὄνος ἄγων μυστήρια". Καὶ ἐκεῖ γὰρ ἄγειν οὐ τὸ φέρειν ἀλλὰ τὸ ἀπιέναι, ἵνα ᾖ ὄνος ἄγων μυστήρια ὁ ἀπιὼν εἰς τὴν τοῦ μυστηρίου ἑορτήν.
(v. 253) Ὅτι καὶ ἐνταῦθα ἐμφῦναι χειρὶ τὸ χειρὸς λαβέσθαι καὶ στερεῶς αὐτῆς ἅψασθαι. καὶ ἔστι πως ὅμοιον τῷ ἐμφῦναι χείλεσιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται.
(v. 254) Ὅτι τῆς Ἑκάβης τὸ "τί ποτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας" λεχθείη ἂν ἐπὶ τοῦ παρ' ἐλπίδα τῆς μάχης ἀναχωρήσαντος.
(v. 255 s.) Τὸ δὲ ἐφεξῆς βίαν μάχης δηλοῖ τὸ "ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι". Λέγει δὲ δυσωνύμους τοὺς Ἀχαιοὺς ἢ κατὰ τὸ Δύσπαρι καὶ τὸ [304] Κακοΐλιον ἢ δυσφημοῦσα ὡς δῆθεν κακωνύμους διὰ τὸ δοκεῖν παρηχεῖσθαι αὐτοὺς τῷ ἄχει. Διχῶς γὰρ τὸ κακώνυμον. ἢ τὸ οὐδ' ὀνομάζεσθαι ἄξιον, ὡς δῆλον ἐκ τοῦ "Κακοΐλιον οὐκ ὀνομαστήν", ἢ τὸ δυσοιώνιστον καὶ τῇ προφορᾷ δύσφημον, ὡς καὶ εἴ τις εἴποι κατὰ Σοφοκλῆν δυσώνυμον τὸν Αἴαντα, ὡς δοκοῦντα παρὰ τὸ αἴ ἢ παρὰ τὸ αἰάζειν ὀνομασθῆναι.
(v. 256-258) Ὅτι τὸ τοῦ Ἕκτορος ἀνδρεῖον ἡ μήτηρ γινώσκουσα καὶ ὡς οὐκ ἂν ἔφυγε πρὸ τῶν ἄλλων τὴν μάχην ὑπονοεῖ τὴν αἰτίαν τῆς εἰς τὴν πόλιν αὐτοῦ ἐλεύσεως, ὅτι δηλαδὴ ἦλθεν ἐξ ἄκρης πόλεως, ἤγουν ἐκ τῆς ἀκροπόλεως, Διῒ χεῖρας ἀνασχεῖν, ὅ ἐστιν ἀνατεῖναι, ὡς πολλαχοῦ λέγεται. διὸ καὶ οἶνον αὐτῷ θέλει χειρίσαι ὡς ἐπὶ σπονδῇ.
(v. 261) Ὅτι γνωμικὸν τὸ "ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει", τουτέστι τὸ τοῦ κεκμηκότος μένος μεγάλως ὁ οἶνος αὔξει, κατὰ καιρὸν δηλαδὴ προσφερόμενος. καὶ οὕτω μὲν ἐνταῦθα λέγει διὰ τῆς τῷ Ἕκτορι λαλούσης Ἑκάβης ὁ ποιητής.
(v. 263-265) Μετ' ὀλίγα δὲ οἷά τις ἀμφοτερόγλωσσος ἄλλως τὸν λόγον μεταχειρίζεται διὰ τοῦ Ἕκτορος, εἰπόντος "μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ" καὶ ἐπαγαγόντος "μή μ' ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι", ὡς τῆς ἀκαίρου πόσεως αὖθις τοῦ οἴνου μελῶν ποιούσης πάρεσιν.
(v. 259-262) Σημείωσαι δὲ ὅτι ἡ μὲν Ἑκάβη πάνυ δεξιῶς καὶ εὐσχημόνως προτρέπεται τῷ υἱῷ λαβεῖν μελιηδέα οἶνον, "ὡς σπείσῃς", φησί, "Διῒ πατρί" πρῶτον, "ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα" καὶ αὔξησιν οὕτω λάβῃς μένεος, μονονουχὶ οὕτω πως ἐπιχειροῦσα· σὺ κέκμηκας τειρόμενος πολέμῳ, παντὶ δὲ κεκμηκότι τὸ μένος οἶνος αὔξει. καὶ σοῦ ἄρα τὸ μένος οἴνῳ αὐξηθήσεται. καὶ οὕτω μὲν συλλογίζεται ἡ Ἑκάβη.
(v. 264) Ὁ δὲ Ἕκτωρ παραιτεῖται τὸν οἶνον ῥητορικώτατα, πρὸς μὲν τὸ ἓν τῆς Ἑκάβης [305] λέγων, ὅτι οὐ πίωμαι, ἵνα μὴ ἀντὶ ἐπαυξήσεως μένους πάρεσιν μᾶλλον πάθω μελῶν καί, ὡς ἐρρέθη, λάθωμαι ἀλκῆς, πρὸς δὲ τὸ ἕτερον, ὅτι αἵματα ἔχων πτοοῦμαι ἄνιπτος σπένδειν.
(v. 266-268) Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "χερσὶ δ' ἀνίπτοισι Διῒ λείβειν αἴθοπα οἶνον ἅζομαι. οὐδέ πῃ ἔστι Διῒ αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι". Ἐν οἷς ὅρα ὅτι τε εἶδος εὐχῆς καὶ ἡ λοιβή, ὡς δῆλον ἐκ τοῦ εὐχετάασθαι, καὶ ὡς ἀδιάφορον σπένδειν εἰπεῖν κατὰ τὸ "ὡς σπείσῃς Διῒ πατρί", καὶ λείβειν κατὰ τὸ "Διῒ λείβειν οἶνον". Οἱ δὲ παλαιοὶ ἐνταῦθά φασι καί, ὅτι οὐδὲν καινόν, ἐὰν ἐναντίοι λόγοι λέγονται περὶ τοῦ οἴνου ὑπὸ διαφόρων προσώπων. εἰ μὲν γὰρ αὐτὸς ὁ ποιητὴς ἀφ' ἑαυτοῦ ταῦτα ἐλάλει, πάντα ἦν ἂν ἀλλήλοις ‹ἀν›ακόλουθα, νῦν δὲ προσώποις τὴν περὶ τοῦ οἴνου δόξαν ἀνατίθησιν, ὧν ἡ Ἑκάβη μὲν οἷα γυνὴ μὴ τὸν κάματον ἐπισταμένη τῶν ἀνδρῶν ἄλλα λέγει, Ἕκτωρ δὲ εἰδὼς ἀντιλέγει. ἔτι δὲ ἡ μὲν Ἑκάβη πρεσβυτικῆς ἐστιν ἡλικίας, ἡ δὲ τοιαύτη χαίρει τῷ οἴνῳ θερμῷ τε ὄντι καὶ ὑγρῷ, ὁ δὲ Ἕκτωρ ἀκμαῖος καὶ διὰ τοῦτο οὐ πάνυ προσήκων τοιούτῳ ποτῷ [τῷ τοῦ ἀκράτου δηλαδὴ οἴνου. πάντως γὰρ ἀκράτῳ ἔσπενδον κατὰ τὸ "σπονδαί τ' ἄκρητοι". Ἡ δὲ Ἑρμαϊκὴ κύλιξ ἴσον ἴσῳ κεκραμένη λόγον ἑτεροῖόν τινα ἔχει, ὡς ἐν τοῖς τοῦ Ἀριστοφάνους κεῖται. Κεφάλαιον δὲ αὐτῆς τὸ διττὸν τοῦ εἰς λόγον ἀλληγορουμένου Ἑρμοῦ. Παραδέδονται δέ τινες σπονδαὶ καὶ παντελῶς ἄοινοι, ὡς καὶ ἡ ἐπὶ τῷ ἡλίῳ διὰ μέλιτος, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται.] Καὶ ἄλλως δὲ περὶ τὸν καιρὸν ἡ Ἑκάβη σφάλλεται. ἄμεινον γάρ, φασίν, ἐν ἅπασιν ὁ καιρός, ἄρτι δὲ οὐ καιρὸς οἴνου πόσεως. οὐ γὰρ ἁπλῶς οἴνου πόσις εἰς ἰσχὺν ἔχει συμβάλλεσθαι, εἴγε κατὰ τὸν εἰπόντα οἱ παλαιοὶ οὐδὲ ὕδωρ πρὶν ἐντραγεῖν ἔπινον, ἀλλὰ ἡ τροφὴ σὺν τῷ οἴνῳ μεγάλα συντελεῖ ἀνδρί, ὃς ἂν οἴνου κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, ὡς ὁ ποιητὴς ἐν ἄλλοις φησί. καὶ ὁ τοιοῦτος οἶνος ὤνησε τὸν πιόντα κατὰ τὸ "ἔπειτα δὲ καὶ αὐτὸς ὀνήσεαι πιών". Ἔνθα καὶ φαίνεται παρετυμολογῶν τὸν οἶνον ὁ [306] ποιητὴς κατ' ἐξοχήν τινα ἐκ τοῦ ὀνεῖν, ὅ ἐστιν ὠφελεῖν, ἐξ οὗ καὶ τὰ βρώματα ὀνείατα λέγεται. [Τινὲς μέντοι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται, παρὰ τὸ οἴω, τὸ κομίζω, καὶ τὸν νοῦν ἐτυμολογοῦσι τὸν οἶνον, ἀκολούθως τῷ τε Δειπνοσοφιστῇ καὶ τῷ Κωμικῷ, εἰπόντι ἄρδεσθαι οἴνῳ τὸν νοῦν ὡς λέγειν τι δεξιόν. Ἄλλοι δὲ παρὰ τὸ αἴτιον εἶναι οἰήσεως τὸν οἶνον τοῖς πίνουσι. φρονηματίζει γὰρ ἀλαζονικῶς ὁ οἶνος τοὺς ἀμέτρως φιλοῦντας αὐτόν.]
(v. 261) Τὸ δὲ "κεκμηῶτι" δῆλον ὅτι Ἰωνικόν ἐστι ταὐτὸν ὂν τῷ κεκμηκότι, ἀποβολὴν τοῦ κ πεπονθὸς Ἰωνικῶς καὶ ἔκτασιν τοῦ ο. Ἴσως δὲ καὶ αὐτὸ ἐφύλαξεν, ὡς ἀλλαχοῦ ἐρρέθη, τὸ ω τῆς εὐθείας ᾧ λόγῳ καὶ ὁ γέλως καὶ ὁ ἔρως καὶ τὰ ὅμοια ὀνόματα. Σημείωσαι δὲ ὅτι οὐ κατὰ τὴν κοινοτέραν παρατήρησιν μόνα τὸ βεβῶτος γεγῶτος ἑστῶτος καὶ τεθνεῶτος ἐκτείνουσι τὰς παραληγούσας, ἀλλὰ μυρίος ἕτερος ὁρμαθὸς τοιοῦτός ἐστι παρά γε τοῖς ποιηταῖς, ὡς πολλαχοῦ φαίνεται [Οὕτω [307] καὶ τοῦ τύπτομαι γράφομαι καὶ τῶν ὁμοίων πάντων ἐχόντων τὰ δεύτερα ἐν αὐτοῖς πρόσωπα εἰς ει δίφθογγον λήγοντα Ἀττικῶς, εἰ καὶ ὕστερον ἀναλογώτερον διὰ τοῦ η καὶ προσγεγραμμένου ἰῶτα γράφεται ἅπαντα τὰ τοιαῦτα, ὅμως ἐναπέμειναν τὸ ὄψομαι βούλομαι καὶ τὰ λοιπὰ δύο πρὸς ἀνάμνησιν τῆς παλαιᾶς γραφῆς, ἔχοντα ἐν τοῖς δευτέροις αὐτῶν προσώποις τὴν ει δίφθογγον· ὄψει βούλει οἴει καὶ εἶ.]
(v. 262) Ὅτι δὲ κέκμηκεν, ὡς εἰκός, ὁ Ἕκτωρ δῆλον, ὃς ἐκ τῆς κατὰ τὴν πεδιάδα μάχης ἕκαθεν πόλεως εἰς τὴν ἠνεμόεσσαν Ἴλιον ἔνοπλος ἀνέδραμε κατὰ σπουδήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τῶν τοῦ χωρίου τούτου ὁ μὲν ποτίζων φιλοφρονικῶς οἶνον ὡς ἐπ' ὠφελείᾳ ἐρεῖ ἂν τὸ "ἀλλὰ μένε, ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω" καὶ ἑξῆς, εἴ τι χρήσιμον, οἷον καὶ τὸ "ἔπειτα δὲ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα". ὁ δὲ παραιτούμενος δόσιν οἴνου εἴποι ἂν τὸ "μή μοι οἶνον ἄειρε μελίφρονα, μή μ' ἀπογυιώσῃς", καὶ τὸ ἑξῆς.
(v. 266) Τὸ δὲ "χερσὶ δ' ἀνίπτοις λείβειν ἅζομαι", καὶ ἑξῆς, ὡς προέκκειται, εὐλαβοῦς ἤθους καὶ θεοφιλοῦς καὶ οἵου ἀμοιροῦσιν ὅσοι τῆς ἱερωτάτης ὄντες τάξεως αἱμάτων ἄνδρες καὶ φαύλων ἐπιθυμιῶν γίνονται. Διὸ τὸ ἀνίπτοις χερσὶ λείβειν ἢ εἴ τι ἄλλο τοιοῦτον καὶ εἰς παροιμίαν ἔπεσε παρὰ τοῖς μεθ' Ὅμηρον ἐπὶ τῶν μὴ θείως τοῖς θείοις ἐγχειρούντων.
(v. 261) Ἰστέον δὲ ὅτι [τὸ μὲν "ἀέξει μένος" μεταφορικῶς εἴληπται ἀπὸ τῶν κατὰ φύσιν αὐξομένων σωμάτων, καθὰ καὶ τὸ "θυμὸς ἀέξεται", ἤγουν ψυχή, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.]
(v. 264) Τὸ δὲ "ἄειρε" ἀντὶ τοῦ πρόσφερε εἴρηται, ἀφ' οὗ καὶ ὁ ἄρτος καὶ τὰ προσάρματα ἤγουν αἱ τροφαί. Τὸν δὲ μελίφρονα οἶνον ἀνωτέρω μελιηδέα εἶπεν, ὡς ταὐτὸν [308] ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Οὐ κατὰ τὸ περίφρων τοίνυν καὶ ἀλκίφρων καὶ δαΐφρων καὶ τὰ τοιαῦτα, οὕτω καὶ μελίφρων οἶνος. ἐκείνοις μὲν γὰρ ἔγκειται τὸ φρονεῖν, ἐνταῦθα δὲ τὸ εὐφραίνειν, ἵνα ᾖ κατὰ τὸ "εὔφρονα καρπὸν ἀρούρης". Δι' εὐφωνίαν δὲ συγκέκοπται ὁ μελίφρων. τὸ γὰρ πλῆρες ὁ μελιεύφρων ἀηδῶς ἀπηχεῖται.
(v. 265) Τὸ δὲ "ἀπογυιώσῃς" ἀντὶ τοῦ εἰς ἄνεσιν ἀγάγῃς καὶ ὡς οἷον εἰπεῖν ἀπομελίσῃς. γυῖα γὰρ τὰ μέλη. ὥστε οὐ μόνον λυσιμελὴς ὕπνος καὶ θάνατος, ἀλλὰ καὶ ὁ παρὰ καιρὸν ἀειρόμενος οἶνος. καὶ οὕτω μὲν ἡ κοινότης. Κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι Ὁμήρου εἰπόντος "γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους", ἤγουν χωλανῶ, βλάψω τὰ γυῖα, δύναται καὶ τὸ ἀπογυιῶσαι τῆς αὐτῆς εἶναι σημασίας, ἵνα εἴη ὥσπερ μάχομαι καὶ ἀπομάχομαι, καρτερῶ ἀποκαρτερῶ, ἀμύνω ἀπαμύνω, καὶ ἄλλα μυρία τοιαῦτα ταὐτόσημα, οὕτω καὶ γυιῶ καὶ ἀπογυιῶ τὴν αὐτὴν ἑρμηνείαν ἔχον καὶ ἐν προθέσει καὶ δίχα προθέσεως. Τὸ δὲ "μένεος" ἐκτείνει μετρικῶς ἐνταῦθα τὴν λήγουσαν διὰ τὴν ἀρέσκουσαν Ἀριστάρχῳ τελείαν στιγμὴν καὶ τὸ ἐν αὐτῇ οὕτω χρονίζον καὶ στάσιμον τῆς φωνῆς λόγῳ κοινῆς συλλαβῆς. Ἄλλως δέ γε δύο παθῶν ὥσπερ κεφαλικῶν τῶν ἐν τῇ ε ῥαψῳδίᾳ ῥηθέντων, οὕτω καὶ κοιλιακῶν ὡς ἄν τις ἐρεῖ ἐν τοῖς Ὁμηρικοῖς ἔπεσιν ὄντων, ἑνὸς μὲν κατὰ μέγεθος εἴτ' οὖν [309] πλεονασμόν, ὃ δὴ προκοίλιον ἐκ μεταφορᾶς τῶν τοιούτων λέγεται ζῴων, ἑτέρου δὲ κατ' ἔνδειαν ἤτοι ἔλλειψιν, ὃ σφηκῶδές τε καὶ σφηκοειδὲς λέγεται κατὰ μεταφορὰν τὴν ἐκ τῶν σφηκῶν, ἔτι δὲ καὶ λαγαρὸν τὸ αὐτὸ ἐκ τῆς κατὰ λαγόνας ἀπαχείας, εἴη ἂν ὁ παρὼν στίχος τοῦ τοιούτου εἴδους ὡς τρίχρονος τὸ μέσον ἤγουν τὸν τέταρτον πόδα ἰαμβικῶς καὶ μὴ τετράχρονος σπονδειακῶς ἢ δακτυλικῶς, ὡς ἐχρῆν ἐν μέτρῳ ἡρωϊκῷ. Τοιοῦτον καὶ τὸ "βῆν εἰς Αἰόλου κλυτὰ δώματα". Ἡ γὰρ ἄρχουσα τοῦ Αἰόλου καὶ ἡ μετ' αὐτήν, εἰ καὶ μὴ κατὰ ἴαμβον, ἀλλ' οὖν κατὰ τροχαῖον σφηκικὴ καὶ ἀπαχής ἐστι λαγαρουμένη. καὶ τοιαῦτα μὲν ταῦτα. Προκοιλίου δὲ παράδειγμα τὸ "ὦ Ἀχιλεῦ Πηλέος υἱέ". Ὁ γὰρ τρίτος ποὺς τετρασύλλαβος ὢν ὤγκωται οἷον τὴν κοιλίαν καὶ δέεται συστολῆς μετρικῆς. Τοιοῦτον καὶ τὸ "θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσφι". καὶ αὐτὸ γὰρ ἐν τῷ τρίτῳ ποδὶ ἀσυμμετρίαν ἔχον ἐθέλει σφίγγεσθαι τῇ συνιζήσει. Ὅμοιον καὶ τὸ πρῶτον ἔπος τῆς Ἰλιάδος καὶ τὸ πρὸ ὀλίγων ῥηθέν "Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον", καὶ τὸ "Πατρόκλου ποθέων ἀνδροτῆτα". καὶ οὕτω μὲν καὶ τάδε. Οἱ δὲ τὸ προκοίλιον λαγαρὸν καλέσαντες [310] διὰ τὸ ἀκούειν ἴσως λαγαρὸν εἶναι, οὗ τὸ πάχος ἐκκεκένωται εἰς πλάτος, οὐκ ἂν ἀρέσκοιεν τοῖς παλαιοῖς.
(v. 265) Τὸ δὲ "ἀλκῆς λάθωμαι", ὅ ἐστιν ἀμελήσω τοῦ ἀνδρίζεσθαι, ἀνάπαλίν ἐστι πρὸς τὸ "μνήσασθε δὲ θούριδος ἀλκῆς", ἐπεὶ καὶ τὸ λαθέσθαι ἀντίκειται φύσει τῷ μνήσασθαι.
(v. 266) Αἶθοψ δὲ οἶνος ὁ μέλας ἢ ὁ θερμός, ὡς ἐν ἄλλοις εἴρηται.
(v. 267) Τὸ δὲ ἅζομαι τί δηλοῖ καὶ διὰ τί δασύνεται, προείρηται. [Τὸ δὲ "οὐδέ πῃ ἔστιν" ἐλλειπτικῶς ἔχει καὶ ὡς οἷον εἰπεῖν μυστικῶς, ἵνα λέγῃ "οὐδέ πῄ ἐστι δέον" ἢ πρέπον ἢ ὅσιον ἢ θεοφιλὲς ἤ τι τοιοῦτον.]
(v. 268) Λύθρον δὲ ὁ τοῦ αἵματος μιασμὸς ἀναμεμιγμένος τῇ κόνει ἀπὸ τοῦ λύω ῥήματος διὰ τὸ δέεσθαι λύματος ἤτοι καθάρσεως. Ἔχει δὲ τὸ θῆτα πρὸς διαστολὴν τοῦ λύτρου, ὃ δηλοῖ τὸ ἄποινον [ἀντιστοιχίας γενομένης, ὁποία τίς ἐστι καὶ ἐν τῷ ἀμφιέχειν ἀμπέχειν, ὅθεν καὶ τὸ ἀμπίσχειν καὶ τὸ ἀμπέσχετο καὶ ἡ ἀμπεχόνη καὶ τὸ ἀμπέχονον παρὰ τῷ Κωμικῷ, πρὸς ἅπερ ἑτεροιοῦται τὸ σπεύδω, ἐξ οὗ τὸ σφεδανόν καὶ τὸ σφόδρα, [311] ἔτι δὲ καὶ τὸ ἔντεα ὡς τὸ "ἀνά τ' ἔντεα", ὅθεν αὐτοέντης καὶ αὐθέντης. τοιαῦτα δὲ καὶ ἄλλα πολλά.] Πεπαλαγμένον δὲ ἀντὶ τοῦ μεμολυσμένον ἐκ τοῦ παλάσσω, ἀφ' οὗ καὶ ὁ πηλός. Σημείωσαι δὲ ὅτι Ἕκτωρ μὲν χερσὶν ἀνίπτοις Διῒ λείβειν οἶνον οὐ θέλει, Τηλέμαχος δὲ ἐν Ὀδυσσείᾳ καὶ εὔχεσθαι μέλλων τὰς χεῖρας νίπτεται.
(v. 262) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "τύνη" Δωρικὸν ἀντὶ τοῦ σύ, καθὰ καὶ πρὸ βραχέων, πλεοναζούσης τῆς νη συλλαβῆς, ὡς καὶ ἐπὶ τοῦ ἐγώ ἐγώνη κατὰ τοὺς παλαιούς. Πιστούμενος γὰρ ὁ ποιητὴς ἐκ μερικοῦ καθολικὴν γνώμην τὸ "ἀνδρὶ κεκμηκότι αὔξεσθαι δι' οἴνου τὸ μένος", φησίν, "ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσιν", ὅ ἐστι πολίταις. [Πλεονάζει δὲ ἡ νη συλλαβὴ οὐ μόνον ἐν τέλει λέξεων, ὡς εἴρηται, ἀλλὰ καὶ ἐν μέσῳ, οἷον, ἐκ τοῦ μένος, ἡ δύναμις, γίνεται ἀμενός, ὁ ἀσθενής, καὶ πλεονασμῷ ἀμενηνός. Οὕτω δὲ καὶ νῶ, τὸ σωρεύω, καὶ προσθέσει τῆς νη συλλαβῆς ἐν καταρχῇ νηνῶ, ἐξ οὗ τὸ "ἐπενήνεον ἐν κανέοισιν".] Ἰστέον δὲ ὅτι τὸ ἔτης πολλὰ μὲν σημαίνει κατὰ τοὺς παλαιούς, ἐφ' οὗ δ' ἂν τάσσηται σημαινομένου, ψιλοῦται. Εἰ γὰρ καὶ ὁ Ἀλεξίων, φασί, δασύνει αὐτὸ ὡς ἀπὸ τοῦ ἑταῖρος συγκοπέν, ἀλλ' ἐκ τῆς συναλιφῆς κρινόμενον, ὡς Ἀπίων φησὶ καὶ Ἡρόδωρος, τὸ ψιλὸν πνεῦμα κεκλήρωται. Αἰσχύλος γάρ φησιν "οὔτε δῆμος οὔτ' ἔτης ἀνήρ", καὶ Εὐριπίδης "πόλει μὲν ἄρχων, φωτὶ δ' οὐκ ἔτῃ πρέπων". συγκαταθετέον οὖν, φησί, τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι τὸ ἔτης.
(v. 270) Ὅτι τὸ "ἔρχεο σὺν θυέεσσιν" ἀντὶ τοῦ σὺν θυμιάμασι. Καὶ ἔστιν εὐθεῖα τὸ θύος. ἐκ τούτου δὲ παρήχθη ἡ τῶν [312] ζῴων θυσία, κληθεῖσα καὶ αὐτὴ οὕτω διὰ τὴν ἀναθυμιωμένην κνίσσαν. [Ὅτι ἐκ τοῦ α ἐπιτατικοῦ ἢ ἀθροιστικοῦ οὐ μόνον ἀολλέες οἱ ὁμοῦ ἠθροισμένοι καὶ συνειλημμένοι, ἀλλὰ καὶ ἀολλίζω ῥῆμα. Φησὶ γὰρ "ἀολλίσασα γεραιάς".]
(v. 271) Ὅτι καὶ ἐνταῦθα ταὐτολογία κεῖται πλατεῖα ἐκθεμένου Ἕκτορος τῇ μητρὶ Ἑκάβῃ δίχα παραποιήσεως ἅπερ ἐκ τοῦ ἀδελφοῦ Ἑλένου ἤκουσε περὶ τῆς ἐν τῇ ἀκροπόλει εὐχῆς.
(v. 280) Ὅτι τὸ "Πάριν μετελεύσομαι" ταὐτόν ἐστι τῷ μετὰ σὲ εἰς τὸν Πάριν ἐλεύσομαι. Οἱ δὲ μεθ' Ὅμηρον ἐπὶ ἀμύνης καὶ ἐκδικήσεως τὴν λέξιν τιθέασιν, οἷον "μετῆλθεν ἡ δίκη τὸν κακόν". Δύναται δὲ τὸ "Πάριν μετελεύσομαι" καὶ ἁπλῶς νοηθῆναι ἀντὶ τοῦ "εἰς τὸν Πάριν ἐλεύσομαι". Ἐν μέντοι τοῖς ἑξῆς, ἔνθα ἐρεῖ ὅτι ἔβη ἡ Ἑκάβη, "πολλαὶ δὲ μετεσσεύοντο γεραιαί", φανερῶς ἡ μετα πρόθεσις ὑστεροχρονίαν δηλοῖ, ἵνα λέγῃ ὅτι μετὰ τὴν Ἑκάβην ὥρμων ἀκολουθοῦσαι αὐτῇ.
(v. 280 s.) Ἰστέον δὲ ὅτι ἐνδοιασμὸν ἐπὶ ὑπακοῇ φράζει τὸ "ἐγὼ δὲ τὸν δεῖνα μετελεύσομαι ὄφρα καλέσσω, αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν".
(v. 281-283) Ὅτι ἐπαρᾶται πάνυ ἐνδιαθέτως ὁ Ἕκτωρ τῷ Πάριδι οὕτως "ὥς κέ οἱ αὖθι", τουτέστιν εἴθε οἱ αὐτόθι, ἔνθα νῦν διάγει, "γαῖα χάνοι". διὰ τί; "μέγα γάρ μιν Ὀλύμπιος ἔτραφε πῆμα Τρωσί τε καὶ Πριάμῳ τοῖό τε παισίν", ἤγουν τῷ πατρὶ καὶ τῷ ἔθνει καὶ τοῖς ἀδελφοῖς, ἐξ ὧν ὡς μέρους καὶ τὴν λοιπὴν ἅπασαν δηλοῖ συγγένειαν.
(v. 284 s.) Λέγει δὲ καί, ὅτι "εἰ κεῖνόν γε ἴδοιμι κατελθόντα Ἄϊδος εἴσω, φαίην κεν φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι", τουτέστιν εἴποιμι ἂν μηδέποτε παθεῖν ἄτερπον καὶ ἀηδῆ κακοπάθειαν. αἱ δὲ τοιαῦται ἀραὶ καὶ εἰς ἑτέρους φαύλους παραποιηθήσονται.
(v. 282) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος "εἴθε οἱ γαῖα χάνοι", καὶ πάλιν μετ' ὀλίγα "τότε μοι χάνοι εὐρεῖα χθών", ὁ Ξενοφῶν χαίνουσαν εἰς εὖρος παρ' Ὁμήρῳ τὴν γῆν εὑρηκὼς αὐτὸς [313] καταβαίνει τῷ λόγῳ πρὸς βάθος, καί φησί που, ὅτι ἐπεύχομαι πρὶν ταῦτα ἰδεῖν μυρίας ἐμέ γε κατὰ γῆς ὀργυιὰς γενέσθαι, γλυκέως εἰπὼν καὶ ἀφελῶς. Μετ' ὀλίγα δὲ ἄλλως ἐρεῖ τὸ νόημα ὁ ποιητής "ἐμοὶ δὲ κέρδιον εἴη χθόνα δῦναι", ὃ ταὐτόν ἐστι τῷ "χυτὴ κατὰ γαῖα καλύπτει".
(v. 285) Ὅτι δὲ οὐ μόνον ἄτερπος, ὡς νῦν, ἀλλὰ καὶ ἀτερπής ἑτέρωθι, δῆλον ἐν τῷ "χῶρον ἀτερπέα", καὶ "ἀτερπέα δ' αὖλιν ἔκυρσαν". [Ἰστέον δὲ ὅτι τε οἱ γράφοντες "ἄτερ που ὀϊζύος", ἤγουν δίχα κακοπαθείας, ἐννοίας οὐκ ἀστείας προΐστανται, καὶ ὅτι ἡ ἄτερπος ὀϊζύς δοκεῖ διαστολὴν ἔχειν πρός τινας ὑποτερπούσας, ὁποία καὶ ἡ κατὰ ἔρωτας, καθὰ δηλοῖ Ἑλένη, ἔνθα ἔφη πρὸς Ἀφροδίτην τὸ "περὶ κεῖνον", ἤγουν περὶ τὸν Πάριν, "ὀΐζυε", καὶ ὁποία ἡ περὶ τῶν τέκνων γλυκεῖα κατὰ τὸν εἰπόντα μέριμνα, καὶ ὅσαι δὲ ἄλλαι κατὰ προαίρεσιν ἐπί τινι δοκοῦντι καλῷ.]
(v. 284) Ὅρα δὲ ὅτι τε ἐντελῶς ἐρρέθη νῦν τὸ "Ἄϊδος εἴσω" καὶ οὐ κατὰ τὸ "Ἄϊδος δὲ κατῆλθε", καὶ ὅτι γενικῇ συντέτακται τὸ εἴσω ληφθὲν ἀντὶ τοῦ εἰς Ἅιδου, εἰ καὶ ἐν τῷ "δόμον εἴσω" ἄλλως ἀντὶ τοῦ εἰς δόμον εἴληπται.
(v. 287) Ὅτι ποιηταῖς φίλη λέξις τὸ ἀολλίζειν. Διὸ προσμένων αὐτῇ Ὅμηρος φθάσας τε ἔφη "ἀολλίσασα γεραιάς", καὶ αὖθις "αἳ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς".
(v. 286 s.) Ἰστέον δὲ ὅτι, ὅπερ τοῖς βασιλεῦσιν οἱ κήρυκες, τοῦτο ἐνταῦθα τῇ Ἑκάβῃ αἱ ἀμφίπολοι, ἃς αὐτὴ στέλλει ἀθροῖσαι κατὰ τὸν τοῦ Ἕκτορος λόγον εἰς εὐχὴν τὰς γεραιάς, ἤτοι τὰς ἐντίμους, κἂν οὔπω τινὲς εἰς γῆρας ἦλθον. Διὸ καὶ ὁ Ἕκτωρ τὴν ἄλοχον Ἀνδρομάχην οἴκοι μὴ εὑρὼν [314] οἴεται ὡς οὕτω γεραιὰν εἰς Ἀθηνᾶς αὐτὴν ἐλθεῖν. Ὅτι δὲ ἀμφίπολος οὐ μόνον ὄνομα δουλικόν, ἀλλά που καὶ τύμβου ἐπίθετον ἀμφιπολουμένου, ὅ ἐστι κύκλῳ περιοδευομένου, καὶ ὅτι ἡ ἀμφίπολος καὶ πρόσπολος λέγεται κατὰ τὸ "προσπόλων τινὸς ὑποστενούσης" παρὰ Σοφοκλεῖ, τὸ δ' αὐτὸ καὶ ἀρσενικῶς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ "ὦ φίλτατ' ἀνδρῶν προσπόλων", καὶ ὅτι καὶ πρόπολος ὁ τοιοῦτος λέγεται κατὰ τὸν Κωμικόν, οὐκ ἄδηλόν ἐστι. περὶ δὲ τούτων καὶ προείρηται. Ὁ μέντοι ἐπίπολος οὐ δουλικὸν ὄνομά ἐστιν, ἀλλὰ διαφέρει τῶν προρρηθέντων. δηλοῖ γὰρ τὸν μέχρι τέλους πολοῦντα καὶ παραμένοντά τινι, οἷον "σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος". [Ἴσως δὲ ἔχοι ἂν ἀπορίαν, διὰ τί μὴ ὥσπερ πρωτότοκος ἐν σημασίᾳ παθητικῇ ὁ πρῶτος τεχθεὶς προπαροξυτόνως, πρωτοτόκος δὲ ἐν παροξυτονήσει ἡ πρώτως τεκοῦσα, οὕτω κατὰ διαφορὰν σημασίας παθητικῆς τε καὶ ἐνεργητικῆς ἀμφίπολος μὲν τάφος ὁ ἀμφιπολούμενος προπαροξύνεται διὰ πάθος εὐλόγως εἰς ὃ ἀναλύεται, ἀμφιπόλος δὲ ἡ ἀμφιπολοῦσα πρὸ μιᾶς ἔχει τὸν τόνον διὰ τὴν ἐνέργειαν ἣν δηλοῖ. Τὴν δὲ τούτου λύσιν οὐχ' ὑποδύσκολόν ἐστιν εὑρεῖν.]
(v. 288) Ὅτι τὸ βασιλικὸν ταμιεῖον θάλαμον κηώεντα λέγει [εἰπὼν "αὐτὴ δ' ἐς θάλαμον κατεβήσατο κηώεντα",] ὅ ἐστι τεθυμιαμένον, εὐῶδες ὄζοντα, ἐκ τοῦ κῆαι, ὃ δηλοῖ τὸ καῦσαι. Κυρίως δὲ κηώεις ναὸς ἢ βωμός, ἐν ᾧ ἐκαίοντο θύματα, ὧν ἡ κνίσσα ἐποίει ὀδωδέναι τὰ ἐκεῖ. Ἰστέον δὲ ὅτι παρὰ τῇ ποιήσει τὰ διὰ τοῦ ωεις ὀνόματα βραχείᾳ μὲν παραληγόμενα συστέλλονται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, οἷον σκιόεις, ἠερόεις, ἐρόεις, κερόεις, οὐατόεις, ἀνεμόεις, μακρὰν δὲ τὴν παραλήγουσαν ἔχοντα ἐκτείνεται, οἷον κητώεις, ὠτώεις. [315] οὕτως οὖν καὶ κηώεις. [Τὸ δὲ "ἐς θάλαμον κατέβη" οὐ βαθύτητα μόνον ἀλλὰ καὶ μέγεθος βασιλικοῦ θαλάμου δηλοῖ ταὐτὸν ὂν τῷ "κατέδυ πόλιν εὐρυάγυιαν".]
(v. 289-292) Ὅτι τὰς Σιδονίας γυναῖκας ἐπαινεῖ ἐπὶ ἱστουργίᾳ ὁ ποιητής, ἐν οἷς λέγει "ἔνθ' ἔσαν οἱ", τουτέστι τῇ Ἑκάβῃ, "πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, τάς", ἤγουν ἅς, "αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον", οὐ δι' αὐτάς, ἀλλὰ "τὴν ὁδόν", ἤτοι κατὰ τήνδε κέλευθον, "ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν". Ὅρα δὲ ὅπως εὐμεθόδως κἀνταῦθα ἱστορίαν παρενέθετο Ἑλληνικὴν πρὸ τοῦ δεκαετοῦς χρόνου πραχθεῖσαν, καὶ ὅτι τὴν Ἑλένην ἁρπάσας ὁ Πάρις οὐ διὰ τῆς αὐτῆς ἐπανῆλθε, δι' ἧς τὰ πρῶτα ἔπλευσεν, ἀλλὰ δι' Αἰγύπτου καὶ Φοινίκης καὶ τοῦ Φαρίου καὶ Ἰσσικοῦ πελάγους περιοδεύσας καὶ πολὺν πλοῦν ἑλίξας, ἵνα μὴ ἐπιδιωχθεὶς καταληφθῇ, ἦλθεν εἰς Τροίαν, καὶ οὕτως ἐκ τῆς κατὰ Φοινίκην Σιδῶνος τὰς γυναῖκας εἴληφε, τυχὸν μὲν ὠνησάμενος, ἴσως δὲ καὶ ληϊσάμενος. Οὕτω ποτὲ καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἑλλησπόντου εἰς Κολχίδα ἐξ Ἑλλάδος πλεύσαντες περιώδευσαν καὶ διὰ τοῦ Ἴστρου εἰς τὴν Ἀδριάδα διεκπεσόντες μόλις ἐπανεσώθησαν φόβῳ τοῦ Αἰήτου μακρὰ πλανηθέντες. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν ποιητής φησιν, ὡς ἐπλάζετο Ἀλέξανδρος ἄγων τὴν Ἑλένην, ὁ δὲ τὰ Κύπρια ποιήσας λέγει, ὡς τριταῖος ἐκ Σπάρτης Ἀλέξανδρος ἀφίκετο εἰς τὸ Ἴλιον ἄγων Ἑλένην, εὐαέϊ τε πνεύματι χρησάμενος καὶ θαλάττῃ λείᾳ. Θᾶττον οὖν κατὰ τὸν τοιοῦτον ἐκεῖνος εἰς Τροίαν ἀνέπλευσεν ἤπερ ὁ Νέστωρ καὶ ὁ Διομήδης ὕστερον ἐκ Τροίας ἐνόστησαν, οἳ τετάρτῃ ἡμέρᾳ οἴκοι ἐγένοντο, ὡς ἡ Ὀδύσσεια ἱστορεῖ. Ἰστέον δὲ καὶ ὅτι τὴν Σιδῶνα ὁ ποιητὴς οὐ καθ' ἡμᾶς ἐκτείνει ἐπὶ τῶν πλαγίων, ἀλλὰ συστέλλει ὁμοίως τῷ [316] χελιδών χελιδόνος, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται. Καὶ ἔοικε χρόνων γενέσθαι κἀνταῦθα μετάθεσιν, ὡς παρ' ἡμῖν μὲν συστελλομένης τῆς ἀρχούσης τῆς Σιδῶνος, ἐκτεινομένης δὲ τῆς μετ' αὐτὴν συλλαβῆς, παρὰ δὲ τῷ ποιητῇ ἀνάπαλιν.
(v. 289) Ὅρα δὲ καὶ ὅτι πέπλος καὶ ἐνταῦθα οὐκ ἐπὶ ἱματίου ἀλλὰ ἁπλῶς ἐπὶ ὑφάσματος, καὶ ὡς ἀπειρόκαλος ὁ Ἀλέξανδρος. οὐ γὰρ ὠνήσατο πέπλους Σιδωνίους, ἀλλὰ τὰς ἐργαζομένας ἔσχεν, ὡς ἂν ἔχῃ τὸ καλὸν ἀνέκλειπτον.
(v. 292) Τὸ δὲ ἀνήγαγεν ὕψους ἐστὶ δηλωτικὸν καὶ καλῶς εἴρηται, ὡς τοῦ εἰς Τροίαν ἐκ τῶν νοτίων πλόου ἀναγωγῆς τινος ἤτοι ἀναβάσεως καὶ ὡς εἰπεῖν ἀνάπλου ὄντος, ὅπερ καὶ ὁ ἐκεῖθεν ἀγάρροος Ἑλλησπόντιος κατάρρους δηλοῖ. Διὸ καὶ κατωτικὰ τὰ καθ' Ἑλλάδα ὁ κοινὸς λόγος φησίν, ὡς κάτω κειμένων τῶν ἐκεῖ πρὸς τὰ καθ' ἡμᾶς.
(v. 290) [Τὸ δὲ "αὐτὸς Ἀλέξανδρος" ἐρρέθη μὲν πάντως ἐξοχικῶς, ὑποκρύπτει δέ τι καὶ θαυμασμοῦ, εἰ οὕτω φεύγων ἐναγώνιος τοιάδε περιεργάζεται.]
(v. 292) Τὸ δὲ εὐπατέρειαν, ὃ δηλοῖ τὴν εὐγενῆ, ἀπὸ εὐθείας παρῆκται τῆς εὐπάτηρ εὐπάτερος. τὸ μέντοι εὐπάτωρ τῆς μεθ' Ὅμηρον ἐστι χρήσεως.
(v. 291) Τὸ δὲ ἐπιπλώς, περὶ οὗ καὶ προερρέθη, μετοχή ἐστι κατὰ ἀποκοπὴν τοῦ ἐπιπλώσας, ὡς ἀρέσκει τοῖς παλαιοῖς. οὐ γὰρ διδόασιν εἰπεῖν ὅτι ἀπὸ τοῦ πλῶμι ῥήματος γίνεται.
(v. 293) Ὅτι οἶνον ἄειρε ἀντὶ τοῦ πρόσφερε εἰπὼν ἐνεργητικῶς ἐνταῦθα παθητικῶς πέπλον ἀειραμένη φησί, τουτέστιν ἄρασα. καὶ σημείωσαι τὴν τῶν τοιούτων διαθέσεων διαφοράν.
(v. 294 s.) Ὅτι σεμνύνων κομματικῶς καὶ πρὸς κάλλος παρισωτικὸν ὁ ποιητὴς τὸν τῇ Ἀθηνᾷ ἀνατεθέντα πέπλον φησὶν "ὃς κάλλιστος ἔην ποικίλμασιν [317] ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων", ἤγουν ἔσχατος καὶ ἰδιάζων, ὡς ἔκκριτος δηλαδή. χρήσιμα δὲ ταῦτα εἰς ἔπαινον ἀγαθοῦ πέπλου. Ὅρα δὲ τὸ ἔκειτο, ἐξ οὗ παρῆκται τὸ κειμήλιον. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὸν ὑπὸ τῆς Ἑλένης τῷ Τηλεμάχῳ δοθέντα πέπλον ὁμοίως ἐκφράζει, ὃς ἔργον ἦν τῶν Ἑλένης χειρῶν. Δηλοῖ δὲ τὸ "κάλλιστος ποικίλμασι" ποιότητα ποικιλμοῦ καὶ οὔκ ἐστιν ὅμοιον τῷ παμποίκιλος, ὅπερ μόνον πλῆθος ποικιλμάτων δηλοῖ.
(v. 298-300) Ὅτι παρὰ μὲν τοῖς ὕστερον αἱ ἱέρειαι παρθένοι ἦσαν καὶ θάνατος ἦν αὐταῖς ἐπιτίμιον διακορηθείσαις, ὡς ἱστόρηται ἐπί τε ἄλλαις καὶ τῇ τοῦ Ῥώμου καὶ Ῥωμύλου μητρί, ἣ παρὰ βραχὺ ἦλθε θανεῖν διὰ τὸ ἐν ἀξίᾳ ἱερείας οὖσα τεκεῖν. Ὅμηρος δὲ τὴν Κισσέως Θεανώ, τὴν Ἀντήνορος γυναῖκα, ἱέρειαν παραδίδωσιν Ἀθηνᾶς, οὔτε κληρωτὴν οὔτ' ἐκ γένους οὔτε ἑνὸς ψήφῳ, ἀλλ' ἥν, ὡς οἱ παλαιοί φασι, τὸ πλῆθος εἵλετο. Φησὶ γὰρ "θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηΐς ἄλοχος Ἀντήνορος· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν", ἧς ἀρσενικὸν ἱερεύς ἀναλόγως τῷ βασιλεύς βασίλεια.
(v. 299) [Ζητητέον δὲ περὶ τῆς Κισσηΐδος Θεανοῦς εἴτε Κισσέως ἦν θυγάτηρ, οὗ κατ' Εὐριπίδην καὶ ἡ Ἑκάβη, εἴτε ἑτέρου.
(v. 300) Τὸ δὲ ἔθηκαν καιρία λέξις ἐστίν, ἐξ ἧς καὶ ὁ θεσμοθέτης.]
(v. 301) Ὅτι ὀλολυγὴν τὴν τῶν γυναικῶν εὐχὴν καλεῖ ὁ ποιητὴς καὶ τὸ σὺν οἴκτῳ αὐτὰς εὔχεσθαι ὀλολύζειν φησίν. Ἐνταῦθα οὖν εἰπὼν "αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον" ἐπάγει μετ' ὀλίγα "ὣς αἳ μὲν εὔχοντο". Οἱ δὲ νεώτεροι ἐπὶ τοῦ κλαίειν τὸ ὀλολύζειν ἔθεντο κατὰ τὸ "ἀνωλόλυξε τὸν νεανίαν". ἐξ οὗ καὶ ὄρνεον ἡ ὀλολυγών, ὡς ἐκ τοῦ τρύζειν ἡ τρυγών, ἣν λαλιστάτην [318] καθὰ καὶ τὴν κερκώπην ἡ παροιμία οἶδεν. [Οὕτω δὲ καὶ ἐκ τοῦ ὀλοφύζειν ὀλοφυγών καὶ πλεονασμῷ τοῦ δ ὀλοφυγδών ἡ παρὰ Θεοκρίτῳ, εἰ μὴ ἄρα ὥσπερ ὀλοφύζω ὀλοφυδνόν, οὕτω καὶ ὀλοφυδών καὶ προσθήκῃ τοῦ γ ὀλοφυγδών, κατὰ τὸ ἐδούπησαν ἐγδούπησαν.] Ἰστέον δὲ καὶ ὅτι καθ' Ἡρόδοτον ἐκ Λιβύων ἦλθεν εἰς Ἕλληνας τὸ ὀλολύζειν ἐπὶ ἱεροῦ. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι δοκεῖ μοι ὡς ἡ ὀλολυγὴ ἐπὶ τῶν ἱερῶν ἐν Λιβύῃ πρῶτον ἐγένετο. κάρτα γὰρ ταύτῃ χρῶνται αἱ Λίβυσσαι. Καὶ ὅρα τὸ ἐπὶ ἱεροῦ καὶ τὸ ἐπὶ τῶν ἱερῶν. ἔοικε γὰρ καὶ ἔξω ἱερῶν γίνεσθαι τὴν Λιβυκὴν ὀλολυγήν, ποιὰν οὖσαν γυναικείαν φωνὴν ἐξηλλαγμένην τῆς συνήθους, τὰ μὲν πρῶτα, ὡς εἰκός, καὶ ἐν ἑτέροις τόποις ἀπηχουμένην, ὕστερον δὲ καὶ ἐπὶ τῶν ἱερῶν ἐν εὐχαῖς. Ἰστέον δὲ ὅτι καὶ Εὐριπίδης "ἀντίμολπον ὀλολυγῆς κωκυτόν" εἰπὼν δηλοῖ, ὡς ὁ μὲν κωκυτὸς αὐτόχρημα θρῆνός ἐστιν, ἡ δὲ ὀλολυγὴ ἀπεναντίας αὐτῷ θεοῦ ἐπίκλησις καὶ εὐχὴ μετὰ ἐμμελοῦς τινος γυναικείου ἐνθεασμοῦ ἀτραχύντου οἶμαι καὶ λειοτάτου, ὡς καὶ ἡ τῆς λέξεως ὀνοματοποιΐα δηλοῖ. Ὅτι δὲ καὶ ἕτερόν ἐστιν εὐχῆς τῆς ἁπλῶς ἡ ὀλολυγὴ καὶ ὅτι διαφέρει τοῦ κλαίειν καὶ τοῦ αἰάζειν, δηλοῖ καὶ τὸ περιφορούμενον Ἱπποκράτειον συμβολικόν, ἐν ᾧ φέρεται, ὅτι ἀσπαζόμενοι, ὑπισχνούμενοι, κελεύοντες, εὐφημέοντες, εὐχόμενοι, ὀλολύζοντες, [319] εὐαγγελιζόμενοι, ἐς πᾶσαν ἴησιν ἀγαθοί, αἰάζοντες δὲ ἢ κλαίοντες ἢ συμπεπλεχότες τὰς χεῖρας ἢ περιηγκωνισμένοι καὶ ἑξῆς ἐς πᾶσαν ἰατρείην κακοί.
(v. 305) Ὅτι ὥσπερ ὁ ἐφιέμενος λείας ἀγελείαν Ἀθηνᾶν ἐπεκαλεῖτο, οὕτως οἱ περὶ σωτηρίας πόλεως χεῖρας αὐτῇ ἀνέχοντες, ὡς νῦν οἱ Τρῶες, ἐρυσίπτολιν Ἀθηνᾶν ἐπεβοῶντο, ἤγουν φύλακα πόλεως, ἀπὸ τοῦ ἐρύω, τὸ φυλάσσω.
(v. 30510) Ἰστέον δὲ ὅτι οὕτως ἡ Θεανὼ κατεύχεται Διομήδους πρὸς Ἀθηνᾶν "πότνια ἐρυσίπτολι, δῖα θεάων, ἄξον δὴ ἔγχος Διομήδεος ἠδὲ καὶ αὐτὸν πρηνέα δὸς πεσέειν" καὶ τὰ ἑξῆς. ἐν οἷς κεῖται παράλληλα τὸ αὐτίκα καὶ τὸ νῦν εἰς ἔνδειξιν σαφῆ τοῦ κατὰ ταύτην τὴν ὥραν. Φησὶ γὰρ "ὄφρα τοι αὐτίκα νῦν ἱερεύσομεν". πολλαχοῦ δὲ τὰ ῥηθέντα ἐπὶ συμμαχίᾳ παρῳδηθήσεται. Εἰ δὲ δοκεῖ ἀλογίστως εὔχεσθαι ἡ Θεανὼ πρηνέα πεσεῖν τὸν Διομήδην ‑ τί γάρ, φασίν, ἐὰν ὕπτιος πέσῃ ‑ , ἀλλ' ἡ εὐχὴ βούλεται φεύγοντα πεσεῖν τὸν ἥρωα, ἵνα μὴ εὐγενῶς ἀποθάνῃ ἀνδριζόμενος καὶ οὕτω κατὰ στέρνων δεξάμενος τὴν πληγήν. καὶ ὅτε δὲ εἴπῃ, ὅτι πολλοὶ ἔπεσον πρηνεῖς τε καὶ ὕπτιοι, πρηνεῖς μὲν λέγει, ὡς καὶ ἑτέρωθι ἐγράφη που, τοὺς ἐν φυγῇ πεσόντας, ὑπτίους δὲ τοὺς ἐξ ἀντιπροσώπου μάχης. [(v. 306) Ἰστέον δὲ ὅτι τὸ "ἄξον δὴ ἔγχος Διομήδεος" γυναικικοῦ ἀφελοῦς ἤθους ἐστὶν εὐχή. εἰς τί γὰρ εὔχεται ἀχρειωθῆναι τὸ ἡρωϊκὸν ἔγχος, εἴπερ αὐτὸν ἐχρῆν πεσεῖν, ὃ δὴ κεφάλαιον ἦν τῆς εὐχῆς. Εἰ μὴ ἄρα εὔχεται προκατεργασθῆναι τὸν ἥρωα λύπῃ διὰ τὸ κάταγμα τοῦ ἔγχους, εἶτα καὶ πρηνιχθῆναι, ὥς τις ἔφη.]
(v. 311) Ὅτι τὸ "ὣς ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη" προαναφώνησίς ἐστι παραμυθουμένη ἀκροατὴν φιλέλληνα, ὡς οὐδέν τι πείσεται ὁ καλὸς Διομήδης ἐξ ὧν ἐκείνου ἡ Θεανὼ κατηύξατο. πῶς δ' ἂν καὶ ἐκακοποιήθη πρὸς Ἀθηνᾶς, ἣ πρὸ βραχέων ἀριστέα ἐκεῖνον κατὰ Τρώων ἐξέφαινεν; Εἰ δὲ δοκεῖ σφαλῆναι ὁ σοφὸς τὰ μαντικὰ Ἕλενος, ἐφ' οἷς τὴν ἐπὶ εὐχῇ συμβουλὴν ἔθετο, ἔστιν εἰπεῖν ὅτι οὐ πρὸς τὰ τοῦ Ἑλένου ἀνανεύει, ἀλλὰ πρὸς τὰ τῆς Θεανοῦς ἡ Ἀθηνᾶ. οὐ γὰρ ηὔξατο ἁπλῶς ἀποσχεῖν ἐκεῖνον τῆς Ἰλίου κατὰ τὸν τοῦ Ἑλένου λόγον, ἀλλὰ καταρρῖψαι πρὸ τῶν Σκαιῶν πυλῶν. οὔκουν ὁ Ἕλενος φαύλως παρῄνεσεν, ἀλλ' ἡ Θεανὼ κακῶς εὔξατο, διὸ οὐδὲ εἰσήκουσται. [Ἰστέον δὲ ὅτι τῇ ἀνανεύσει ἐναντίον ἡ ἐπίνευσις, ὡς δηλοῖ τὸ "κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων". [320] εἴη δὲ ἂν αὖθις τὸ ἐπινεῦσαι ὡς ἐπὶ δόσει κατὰ τὸ "ἕτερον μὲν δῶκε θεός, ἕτερον δ' ἀνένευσεν".]
(v. 313-317) Ὅτι τὸ τοῦ Ἀλεξάνδρου τεκμηριοῦσιν ἀπειρόκαλον καὶ οἱ οἶκοι αὐτοῦ. Φησὶ γὰρ "πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν, οἳ τότ' ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ", ἤτοι ἐν ἀκροπόλει, ὡς καὶ ἀλλαχοῦ εἴρηται.
(v. 315) Τέκτονας δὲ κατὰ ὄνομα γενικὸν καὶ τοὺς οἰκοδόμους λέγει, ὧν πρωτότυπον τὸ τεύχειν, ῥηθὲν ἀνωτέρω κατὰ τρόπον ἐτυμολογίας ἐν τῷ "αὐτὸς ἔτευξεν", ὃ ταὐτόν ἐστι τῷ ἐποίησεν, ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἐποίησαν θάλαμον", τουτέστιν ἔτευξαν
(v. 316) Ἔνθα σημειωτέον τὸ "ἐποίησαν αὐλήν", χρήσιμον ὂν εἰς τὸ ἐν Ὀδυσσείᾳ τυκτὸν δάπεδον. Δῆλον γὰρ ὡς οὐκ ἂν εἴη ἀπεοικὸς ποιητὴν αὐλὴν εἰπεῖν καὶ τυκτὸν δάπεδον, τουτέστιν οὐ φύσει τοιοῦτον ὂν ὁποῖον ἦν, ἀλλ' ἐξ ἐπιτεχνήσεως τεκτόνων, [οἳ περιγράφοντες αὐλὰς πρὸς συμμετρίαν τοῦ περιείργοντος ἕρκους οὕτω τεύχουσιν αὐτάς, οὐ γὰρ ἄλλως.] Ὅρα δὲ τὸ καὶ ἐν τρυφῇ ἀπέριττον τῶν ἡρώων. Εἰ γὰρ καὶ καλὰ τὰ δώματα τοῦ Ἀλεξάνδρου, ἀλλ' οὐ πολλά, θάλαμος δὲ εἷς ὁ ἐνδοτάτω καὶ τὸ ἐξωτέρω αὐτοῦ δῶμα καὶ μετ' αὐτὰ ἡ αὐλή. [(v. 314) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν "τὰ αὐτὸς ποίησεν" ὤκνησε τὴν ἄκαιρον χάσμην, συμμύσας αὐτὴν συνδέσμου φίλου ἐνθέσει τῇ τοῦ ῥά.]
(v. 317) Τὸ δὲ "ἐγγύθι Πριάμοιο καὶ Ἕκτορος" παραγγελία ἐστὶ τοῦ χρῆναι, εἰ δυνατόν, τοὺς συγγενεῖς ξυνοικεῖν τοῖς χρηστοτέροις ἐπὶ συγκροτήσει βίου.
(v. 318-320) Ὅτι τὸν Ἕκτορα ἐπιστάντα τῷ Ἀλεξάνδρῳ ἐν τῇ ἀκροπόλει ὁ ποιητὴς οὕτω διαζωγραφεῖ "ἐν δ' ἄρα χειρὶ ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης". Ὅρα οὖν τὸ σχῆμα τοῦ ἥρωος ὡς ἐν [321] γραφῇ. οὐ γὰρ οἷά τις μαλθακὸς καθέζεται ὡς ἀπὸ μόχθου, ἀλλὰ φερεπονῶν ἐπερείδεται μόνον τῷ δόρατι.
(v. 319) Ἰστέον δὲ ὅτι τὸ "ἔγχος ἔχε" τρόπος ἐτυμολογίας ἐστὶν ὡς τοῦ ἔγχους ἀπὸ τοῦ ἔχειν ὀνομαζομένου, καὶ ὅτι τὸ "ἔγχος ἔχ' ἑνδεκάπηχυ" οἱ μὲν ἀσυναλείπτως γράφοντες νοοῦσι δεκάπηχυ τὸ τοῦ Ἕκτορος ἔγχος, οἱ δὲ μετὰ συναλιφῆς λέγουσιν ἑνδεκάπηχυ, ᾧ καὶ ἀρέσκονται οἱ παλαιοὶ λέγοντες καὶ ὅτι τὸ ναύμαχον διπλάσιον τούτου ὡς ἐκ δύο συμβληθέν, ὅπερ δύο καὶ εἰκοσίπηχυ λέγει ὁ ποιητής. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα μὲν λάμπεσθαι λέγει ἁπλῶς τὴν αἰχμὴν τοῦ Ἕκτορος, ἐν τοῖς ἑξῆς δὲ τὰ τῶν Ἀργείων ἔγχεα λάμπειν ἐρεῖ ὡς ἀστραπὴν Διός.
(v. 320) Ὅρα δὲ καὶ ὅτι τὸ ἔγχος μερίσας εἰς δύο δόρυ μὲν εἶπε τὸ ξύλον αὐτοῦ, αἰχμὴν δὲ αὐτὸν τὸν προλάμποντα σίδηρον. Τὸν μέντοι κρίκον, ὃς περιθέει καὶ περιάγεται ἑλίσσων τὸ ξύλον, εἰς ὃ ἐμβέβληται ἡ αἰχμή, ὃν ἡ ἀπερινόητος γλῶσσα κουσπίον φησί, ἐκ μεταφορᾶς τοῦ περὶ τοὺς πόδας ξυλίνου δεσμοῦ, πόρκην ὁ Ὅμηρος καλεῖ. [Ὅτι δὲ τὸ περιθέειν κυκλοτερίαν δηλοῖ, διαδείκνυσι καὶ ὁ ἐν Ὀδυσσείᾳ θόλος ἐκ τοῦ θέειν ἐτυμολογούμενος, ὡς ἐρρέθη ἐκεῖ.] Ἐτυμολογεῖται δὲ ὁ πόρκης ἐκ τοῦ περικεῖσθαι ἢ ἐκ τοῦ περιέχειν, τραπέντος Ἰωνικῶς τοῦ δασέος χ εἰς τὸ ἀντίστοιχον ψιλόν.
(v. 319) Σκοπητέον δέ, εἴπερ τὸ ἑνδεκάπηχυ καὶ πρὸς διαστολήν τινα εἴρηται καὶ σαφήνειαν, ὡς ἔγχους δυναμένου καὶ τοῦ ξίφους λέγεσθαι. Σοφοκλῆς γὰρ ἔγχος περιπετὲς εἰπεῖν ἐτόλμησεν, ᾧ [322] περιπέπτωκεν Αἴας, ξίφος ὂν ἐκεῖνο πάντως. τὸ δ' αὐτὸ καὶ βέλος τολμηρῶς ἔφη ἐν τῷ "ἔγχος ἔχθιστον βελῶν", ὡς δοθὲν ὑπὸ ἐχθροῦ τοῦ Ἕκτορος. Δῆλον δὲ ὡς οὔτε Ἕκτωρ δόρυ ἔδωκεν Αἴαντι, ὃ ταὐτίζεται πρὸς ἔγχος, καὶ ὅτι οὐ βάλλεται ἔγχος τὸ κατὰ τὸ ξίφος. ἑκηβολίαν γὰρ ἡ τοῦ βέλους λέξις δηλοῖ. ἴσως οὖν καὶ ἐπ' ἀμφοῖν τετόλμηκεν ὁ Σοφοκλῆς καινότερον.
(v. 321 s.) Ὅτι τὸν περί τι πεπαιδευμένον οὐδὲ ἐν ἀργίας καιρῷ τοῦ ἔργου χρὴ ἀπέχεσθαι εἰς τὸ παντελές. Ἀλέξανδρον οὖν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν εὗρεν ὁ Ἕκτωρ ἐν τῷ θαλάμῳ καὶ τῇ γυναικωνίτιδι οὐ πεσσοῖσι τερπόμενον ἢ ἄλλως ἀνειμένον ἀλλὰ περικαλλέα τεύχε' ἕποντα, ὃ διασαφῶν ὁ ποιητὴς ἐπάγει· "ἀσπίδα καὶ θώρηκα καὶ ἀγκύλα τόξ' ἁφόωντα", ὅ ἐστι ψηλαφῶντα, χειριζόμενον, φιλοκαλοῦντα. ἐποίει δὲ τοῦτο ἴσως μὲν καὶ ταῖς γυναιξὶν ἐνδεικνύμενος, οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὸ φύσει ἐπιρρεπῶς ἔχειν πρὸς αὐτά. εἶχε δέ που καὶ αἰδημόνως, ἐὰν ἡ μὲν Ἑλένη ταῖς ἀμφιπόλοις ἐκέλευεν ἔργα, αὐτὸς δὲ ἀργῶν ἐκάθητο.
(v. 323 s.) Τίνες δὲ αἱ ἀμφίπολοι, ὁ ποιητὴς κἀνταῦθα ἡρμήνευσεν εἰπὼν "Ἑλένη δὲ μετ' ἄρα δμωῇσι γυναιξὶν ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε", δηλῶν ὡς ταὐτὸν γυναῖκες δμῳαὶ καὶ ἀμφίπολοι.
(v. 321 s.) Ἐνταῦθα δὲ ὅρα καὶ ποιητικὰ πάρισα τὸ "τεύχε' ἕποντα" καὶ "τόξ' ἁφόωντα". Ἐκ δὲ τοῦ ἁφόω γίνεται καὶ τὸ ψηλαφῶ, λέξις αὕτη μουσική, ἐπεὶ καὶ κυρίως ἐπὶ χορδῶν τὸ ψηλαφᾶν λέγεται παρὰ τὸ τὸ ψαλτήριον ἁφᾶν. [Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "τεύχε' ἕποντα" ταὐτόν ἐστι τῷ ἀμφέποντα, περιέποντα, περὶ αὐτὰ πονούμενον.
(v. 323) Τοῦ δὲ δμωῇσι εὐθεῖα ἑνικὴ μὲν ἡ δμωή, πληθυντικὴ δὲ αἱ δμωαί. οὐκ ἄδηλον δὲ ὅτι ἐν ἄλλοις ἔστι γράψαι ποτὲ καὶ δμωΐσι διὰ τοῦ ι ἐκ τοῦ δμωΐς δμωΐδος.]
(v. 325 s.) Ὅτι καὶ ἐνταῦθα τὸν ἀδελφὸν Πάριν [323] Ἕκτωρ νείκεσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν εἰπών "δαιμόνιε, οὐ μὲν καλά", ἀντὶ τοῦ οὐ καλῶς, "χόλον τόνδ' ἔνθεο θυμῷ", ἤγουν ἐνέθου τῇ ψυχῇ καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅπως τὴν τοῦ ἀδελφοῦ δειλίαν συσκιάζων καὶ μὴ ἀνέδην ἐξονειδίζων χόλον αὐτὴν εὐσχημονέστερον λέγει, ὡς δῆθεν χολουμένου τοῦ Πάριδος κατὰ τῶν Τρώων, οἷα μισούντων αὐτὸν καὶ διὰ τοῦτο ἐκδεδωκότων εἰς μονομαχίαν τῷ Μενελάῳ. καὶ οὕτω μὲν ὁ Ἕκτωρ.
(v. 332-336) Ὁ δὲ Πάρις καὶ ἐν τούτοις, ὡς καὶ ἐν τῇ Γ ῥαψῳδίᾳ, κατ' αἶσαν ὁμολογεῖ φιλονεικηθῆναι οὐδ' ὑπὲρ αἶσαν, καὶ οὐκ ἔχει τι ἀντειπεῖν γενναῖον, δεξάμενος δὲ ὡς ἀληθῆ τὸν τοῦ ἀδελφοῦ λόγον λέγει ὅτι "οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσει ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι", ἤγουν εἰ καὶ ἐχολούμην, καθὰ καὶ σὺ λέγεις, τοῖς Τρωσίν, ἔτι δὲ καὶ ἐνεμέσων, ἀλλ' οὐ τοσοῦτον διὰ ταῦτα ἐκαθήμην οἴκαδε, ἀλλὰ διὰ λύπην ἁπλῶς θέλων ἄχεϊ προτραπέσθαι, ἤγουν χώραν ἢ μᾶλλον ἐκτροπὴν δοῦναι τῇ λύπῃ. καὶ ἄλλως δὲ εἰπεῖν, ἤθελον μὴ ἄντην ἰέναι τῷ ἄχει, ἀλλὰ προτραπέσθαι αὐτῷ καὶ οἷον τραπῆναι εἰς φυγὴν καὶ κατανωτίσασθαι ἐν τῷ ἀποστῆναι μὲν τῆς μάχης, καθεσθῆναι δὲ πρὸς ὥραν ἐν τῷ οἴκῳ. Καὶ σημείωσαι ὅπως τοῦ ἀδελφοῦ δόντος εὐπρόσωπον αἰτίαν γυναικισμοῦ τῷ Πάριδι καὶ ἐπίτηδες εἰπόντος μὴ δειλιᾶν αὐτὸν τὴν μάχην, ἀλλὰ χολοῦσθαι τοῖς Τρωσίν, ὁ Πάρις οὐ μόνον αὐτὸ δέχεται ὡς ἀληθές, ἀλλὰ καὶ νεμεσᾶν τοῖς Τρωσὶ λέγει, τουτέστιν οὐ μόνον χολοῦσθαι τὴν ἁπλῶς χολήν, ἀλλὰ καὶ τὴν μετὰ δικαίας μέμψεως. Εἰ δὲ καὶ τὸν χόλον καὶ τὴν νέμεσιν ἀπολέξεται, τὸ γοῦν ἔχειν ἄχος, ὅ ἐστι λύπην, ὀκνεῖ ἀρνήσεσθαι. οὕτω δεινὸς ὁ Πάρις αἰτιᾶσθαι τοὺς οὐδὲν αἰτίους
(v. 337-339) Τὸ δὲ ἐπαγόμενον ἔχει τι καὶ καταγέλωτος. Φησὶ γὰρ ὅτι "νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσι ὥρμησεν εἰς πόλεμον". γελοῖος γὰρ ὁ ὑπὸ γυναικὸς εἰς μάχην ἐρεθιζόμενος, ὅπερ καὶ ὁ Πάρις ἐπιγνοὺς ἐπάγει "δοκεῖ δέ μοι ὧδε καὶ αὐτῷ λώϊον εἶναι". [324] ἦν γὰρ ἂν πάνυ μεμπτέος, εἰ μὴ δοκοῦν αὐτῷ ὑπὸ τῆς Ἑλένης εἰς μάχην ὥρμητο.
(v. 333) Ἰστέον δὲ ὅτι τε τὸ "οὐδ' ὑπὲρ αἶσαν" ταὐτόν ἐστι τῷ κατ' αἶσαν. διὸ καὶ ἐπιμονὴν ὁ λόγος ἔχει τὴν κατ' ἦθος ἀληθευτικήν. καὶ ὅτι ὅμοιον καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ τὸ "γνωτὰ κοὐκ ἄγνωτά μοι", καὶ τὸ "ἡδὺς οὐδὲ μητρὶ δυσχερής", καὶ τὸ "οὔτε τι τοῦ μὴ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα" καὶ ὅτι τὸν Πάριν ψευσάμενον ἐν τῷ νέμεσιν ἔχειν εἰπεῖν κατὰ Τρώων ἡ Ἑλένη μετ' ὀλίγα αἰτιάσεται ὡς νεμέσεως ἀνεπιστήμονα.
(v. 326) Ὅρα δὲ καὶ τὸ "χόλον ἔνθεο θυμῷ", τουτέστιν ἐνεκότησας. ὁ γὰρ ἀπόθετος χόλος κότος ἐστί.
(v. 337) Τὸ δὲ παρειποῦσα ταὐτόν ἐστι τῷ παρπείσασα, ὡς καὶ ἐν τῇ Ἀ ῥαψῳδίᾳ κεῖται. Μαλακὰ δὲ ἔπη λέγει τὰ παραμυθητικά, ὡς τῆς λύπης σκληρυνούσης, ἢ μᾶλλον τὰ πειστικά.
(v. 339) Εἶτα ὁ Πάρις τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος ἐπάγει "νίκη δ' ἐπαμείβεται ἄνδρας". Γνωμικὸν δέ ἐστι τοῦτο, ἐν ᾧ ἄνδρας ὁ ποιητὴς λέγει ἢ τοὺς ἀνδρείους ἢ ἁπλῶς τοὺς πολεμιστάς. [(v. 333 s.) Ἰστέον δὲ ὅτι τὸ "Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν" ἐνταῦθα μὲν εὐθὺς ἀποδίδωσι τὸ ἑξῆς τῆς συντάξεως. ἐπάγει γάρ "τοὔνεκά τοι ἐρέω". Ἐν δέ γε τῇ γάμμα ῥαψῳδίᾳ τοιοῦτον κεῖται οὐδὲν εἰς ἐννοίας ἀπόδοσιν καίτοι ὀφειλόμενον κεῖσθαι. διὸ καὶ ταραχήν τινα ἡ ἀπόδοσις ἐκεῖ ἔχει ἀμφίβολον.]
(v. 363) Σημείωσαι δὲ καὶ ὅτι ὁ Ἕκτωρ ἀκούσας τοῦ ἀδελφοῦ, ὅτι γυνὴ παρορμᾷ εἰς μάχην αὐτὸν καὶ ὥσπερ ὑπὸ στρατηγῷ τῇ γυναικὶ τάττεται, ἀστείως μετ' ὀλίγα αὐτῇ ἐπιτρέπει τῇ Ἑλένῃ διεγείρειν τὸν ἄνδρα εἰς μάχην, εἰπὼν "ἀλλὰ σύ γε ὄρνυθι τοῦτον" καὶ οἷον ὑπάλειφε ἀναπεπτωκότα εἰς μάχην, "ἐπειγέσθω δὲ καὶ αὐτός". οὕτω γὰρ καὶ ἐκεῖνος ἔφη ἐν οἷς εἶπεν, ὅτι ἄλοχος ὥρμησέ με εἰς πόλεμον, δοκεῖ δέ μοι καὶ αὐτῷ λῷον εἶναι. Καὶ ὅρα ὅπως ἡ Ἑλένη οὕτω δύναται πείθειν, ὡς καὶ εἰς πόλεμον ἐξάγειν, οὐδὲν ἧττον τοῦ θρυλλουμένου Τυρταίου ἐρεθίζειν εἰς μάχην λόγοις ἔχουσα. Εἴποις ἂν οὖν ὅτι κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ κρατήρ τις τῇ Ἑλένῃ ἐστίν, οὗπερ ὁ πιών, κἂν ἐντύχῃ πολλοῖς πτώμασι νεκρῶν, οὐ δεδίττεται. ὁ δὲ τοιοῦτος κρατὴρ ἡ συμβουλευτικὴ τῆς ἡρωΐδος ὁμιλία ἐστίν.
(v. 326-329) Ὅτι ὁ μάχης αἴτιος ἀκούσοι ἂν πρὸς τοῦ αὐτὸν μεμφομένου τὸ "δαιμόνιε, λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος [325] μαρνάμενοι, σέο δ' εἵνεκα ἀϋτή τε πτόλεμός τε ἄστυ τόδ' ἀμφιδέδῃεν", ἤγουν ἀνάπτεται. ἐξ οὗ ῥήματος καὶ δαΐς καὶ δηΐς ἡ μάχη. [Καὶ ἔστι τὸ "πόλεμος ἀμφιδέδῃεν" ἐμφαντικώτερον καὶ διὰ τοῦτο καιριώτερον τοῦ συνέστηκε καὶ τοῦ ἐγήγερται καὶ τοῦ συνέρρηκται ἢ συνέρρωγε καὶ τῶν ὁμοίων, ληφθὲν ἐκ τοῦ ἐμάχοντο "δέμας πυρός", ἤγουν ὡς πῦρ δαιόμενον δηλαδή. ἐξ οὗ καὶ τὸ "μάχη δέδῃε" καὶ "πῦρ δήϊον".]
(v. 329-331) Ὅτι τὸ μάχεσθαι καὶ ἐπὶ τοῦ φιλονεικεῖν καὶ ὀτρύνειν ἐπιπληκτικῶς ἔστιν ὅτε λαμβάνεται. Φησὶ γοῦν Ἕκτωρ πρὸς Ἀλέξανδρον "σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλῳ, εἴ τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο". Τοῦτο δὲ καὶ ὀτρυντικὸν εἰς μάχην ἐστίν, ὥσπερ καὶ ἐφεξῆς τὸ "ἀλλ' ἄνα", τουτέστιν ἀνάστηθι, "μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται", ἤγουν θερμανθῇ διὰ πυρός, ὅ ἐστι καυθῇ. Παρακολούθημα δὲ τοῦτο ἁλώσεως πόλεως, ὡς ἐν τοῖς ἑξῆς που σαφέστερον δηλώσει ὁ ποιητής. Ἐκ δὲ τοῦ τοιούτου ἴσως πάθους καὶ τὸ πέρθειν ἐρρέθη. πρήθειν γάρ, καὶ ἐν συστολῇ καὶ μεταθέσει πέρθειν.
(v. 340) Ὅτι ἐν τῷ "ἀλλ' ἄγε νῦν ἐπίμεινον, ἀρήϊα τεύχεα δύω" λείπει τὸ ἵνα ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν ὅτι ἐπίμεινον, ἵνα ὁπλίσωμαι. Καὶ σημείωσαι ὅτι καὶ νῦν οἰκείως τῷ σπεύδοντι προσώπῳ καὶ τὸ σχῆμα τοῦ λόγου τῇ ἐλλείψει κατέσπευσται. οἰκεῖον δὲ τοῦτο ἀνδρὶ ἐθέλοντι ἕπεσθαι εἰς μάχην ῥωμαλέῳ τινί, ὥσπερ καὶ ἐφεξῆς τὸ "ἦ ἴθ', ἐγὼ δὲ μέτειμι, κιχήσεσθαι δέ σ' ὀΐω".
(v. 341) Ἔστι δὲ καὶ ὧδε μέτειμι τὸ μετὰ ταῦτα ἔρχομαι, ὁποῖόν τι πρὸ ὀλίγου ἐδήλου καὶ τὸ μετελεύσομαι καὶ τὸ μετεσσεύοντο, καθὰ προγέγραπται.
(v. 342) Ὅτι Ἕκτωρ ἀκούσας μὲν τοῦ ἀδελφοῦ Πάριδος λαλήσαντος οὐκ εὐγενῶς οὔτι προσέφη αὐτόν, μὴ καὶ λυπήσῃ ἀμειψάμενος, τὴν δὲ Ἑλένην προσφωνήσασαν σπουδαίως, ἅπερ εὐθὺς εἰρήσεται, ἀμείβεται, ὡς αὐτίκα δηλωθήσεται καὶ αὐτό.
(v. 344-348) Ὅτι συχνὰ ἡ Ἑλένη ἐπὶ τῇ ἁρπαγῇ μεταμελομένη, ὡς πολλαχοῦ φαίνεται, καὶ ἐνταῦθα κακολογεῖ ἑαυτὴν ἐν τῷ πρὸς Ἕκτορα εἰπεῖν· "δᾶερ", ἤτοι [326] ἀνδράδελφε, ὡς πολλαχοῦ κεῖται, "ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης", δυσανασχετοῦσα καὶ ὅτι μὴ ἅμα τῷ γεννηθῆναι ὤλετο. Φησὶ γὰρ "ὥς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ, οἴχεσθαι, προφέρουσα κακὴ ἀνέμοιο θύελλα", οὐ μὴν πνοή τις εὐήνεμος, "εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθα με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι". Ταῦτα δὲ τὰ τῆς Ἑλένης καὶ πᾶς ἄν τις ἕτερος εἴποι ἀχθόμενος, ὅτε ζῇ ἐν κακοῖς.
(v. 344) Κύνα δὲ καὶ ἐνταῦθα καὶ κατωτέρω ἑαυτὴν ἡ Ἑλένη καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ κυνώπιδα, διότι τὴν ἀρχὴν ἀναιδῶς ἐθρασύνθη ἐξ Ἑλλάδος ἀκολουθῆσαι τῷ ἅρπαγι. Διὸ καὶ κακομήχανός ἐστιν, ὅπερ ἀλλαχοῦ ἀμήχανος λέγεται ἐν τῷ "ἀμήχανε Ἥρη". ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἀμήχανον γυναῖκα τὴν εὐήθη λέγει καὶ ἐναντίαν τῇ πολυμηχάνῳ, ἧς δὴ πολυμηχάνου πρὸς ὁμοιότητα ἡ παρὰ τῇ κωμῳδίᾳ δωδεκαμήχανος Κυρήνη. Ὀκρυόεσσαν δὲ λέγει τὴν πολλοὺς νεκρώσασαν τοῖς δι' αὐτὴν πολέμοις καὶ κρυερῷ Ἅιδῃ προπέμψασαν. τὴν δ' αὐτὴν διὰ τοῦτο καὶ ῥιγεδανήν φησιν ἀλλαχοῦ.
(v. 345) Τὸ δὲ ὄφελεν ἐνταῦθα μὲν συστέλλει τὴν ἄρχουσαν Ἰωνικῶς γραφὲν ἐν ἑνὶ λ, μετ' ὀλίγα δὲ ἐκτείνει, ὡς καὶ πρὸ τούτου, κοινότερον προενεχθὲν ἐν δυσὶ λ.
(v. 346) Σημείωσαι δὲ καὶ ὅτι θύελλα τοιαύτη, ὁποίαν ἡ Ἑλένη φησίν, ἡ κατὰ τὰς Ἁρπυίας μυθευομένη ἂν εἴη, ὡς εἶναι τὸ ἐνταῦθα νόημα ὅμοιον πρὸς τὸ "Ἅρπυιαι ἀνηρείψαντο". Ὅτι δὲ καὶ ἀληθῶς ἄνεμοι ἀπηνεῖς δεινὰ πολλὰ ποιοῦσι κουφίζοντες ἐκ γῆς καὶ μακρὰν ἀπάγοντες δυσβάστακτα σωμάτων βάρη καὶ ἱστόρηται καὶ εἰς πεῖραν ἦλθε τοῖς καθ' ἡμᾶς. Ἰστέον δὲ καὶ ὅτι ὁ Λιβάνιος τὴν τῆς Ἑλένης ὑπερβαλὼν ἔννοιαν, ὡς ἐντεῦθεν ὠφελημένος, τερατωδέστερον λαλεῖ, ἐν οἷς ἀστείως λέγει, ὅτι φόβοις ἐταραττόμην μὴ τὴν πόλιν ἡμῖν ἁρπάσαντες ἄνεμοι φέροντες εἰς Ὠκεανὸν ἐμβάλωσι.
(v. 348) [327] Τὸ δὲ ἀπόερσεν ἀντὶ τοῦ ἔφθειρεν, ἀπὸ τοῦ ἔρρω ἔρσω Αἰολικοῦ. εὑρεθήσεται δὲ καὶ ἐν τοῖς ἑξῆς που ἡ τοιαύτη λέξις. [Φθορᾶς δὲ ἐμνήσθη τῆς ἐκ τοῦ κύματος μόνου ἀκριβῶς. τὸ γάρ τοι ὄρος, γῆς καὶ αὐτὸ μέρος ὄν, οὐκ ἐξ ἀνάγκης οὐδὲ ταχὺ οὕτω φθερεῖ τὸν ὑπὸ θυέλλης ἀνέμου ἡρπαγμένον ἕως ἐκεῖ.
(v. 347) Πρὸς διαστολὴν δὲ ἁρπαγῆς ἑτεροίας ἐρρέθη τὸ "εἰς ὄρος ἢ εἰς κῦμα". Μυθεύεται γάρ τις καὶ ἀλλοία, ὁποῖον καὶ τὸ "ὃν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν". Ἡρπάγη δὲ καὶ ὁ Τιθωνὸς ὑπὸ τῆς Ἠοῦς, πλὴν οὔτε εἰς ὄρος οὔτε εἰς κῦμα. ληροῦσι δὲ οἱ μῦθοι καὶ ἄλλα τοιαῦτά τινα.]
(v. 350-353) Ὅτι ψέγουσα παρὰ τῷ Ἕκτορι τὸν Πάριν ἡ Ἑλένη λέγει, ὡς "ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ὃς ᾔδη", τουτέστιν ἠπίστατο, "νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων. τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι, οὔτ' ἂρ ὀπίσσω ἔσονται, τῷ καί μιν ἐπαυρήσεσθαι ὀΐω". τουτέστιν οἴομαι αὐτὸν ἐπαπολαῦσαι, ἑαυτοῦ δηλαδὴ καὶ ὧν φρονεῖ. Εὐφήμως δὲ τοῦτο ἐρρέθη κατὰ τὸ "ἵνα πάντες ἐπαύρωνται βασιλῆος". Συνιστᾷ δὲ καὶ ἐν τούτοις ἡ Ἑλένη ἑαυτὴν αἰσχυντηλὴν καὶ αἰδήμονα καὶ νεμεσητικὴν ἑαυτῆς ἐφ' οἷς ἐσφάλη, τὸν δὲ Ἀλέξανδρον τούτων ἁπάντων ἀποστερεῖ καὶ ἐνδείκνυται, ὅτι κατ' ἀνάγκην σύνεστιν, ᾧ οὐκ ἀρέσκεται ἀνδρί.
(v. 352) Τὸ δὲ "φρένες ἔμπεδοι" ἐναντίον τῷ "φρένες ἠερέθονται", περὶ οὗ προείρηται. Σημείωσαι δὲ ὅτι καὶ σοφὴ ἐν τούτοις ἡ Ἑλένη διαδείκνυται. Ἀλέξανδρος μὲν γὰρ πεπίστευκε τῷ Ἕκτορι χόλον εἰπόντι τὴν αὐτοῦ ἄρτι ἀργίαν, παρελάλησε δὲ καὶ νεμεσᾶν τοῖς Τρωσίν, ὡς εἴρηται, μάταια καὶ νοῶν καὶ λέγων καὶ ἀδιανόητα. τί γὰρ ἂν καὶ χολοῖτο κατὰ τῶν ἀναιτίων, οἳ δι' αὐτὸν ἀναιροῦνται, ὡς καὶ πρὸ ὀλίγου ὁ Ἕκτωρ εἶπε καὶ μετὰ μικρὸν αὖθις ἐρεῖ. πῶς δ' ἂν καὶ νεμεσῴη τοῖς κατ' αὐτοῦ δικαιότατα νεμεσῶσιν; ἄφρων οὖν ὁ Πάρις οὔτε νοήσας, ὅτι ὁ Ἕκτωρ αἰσχύνων αὐτὸν [328] καὶ εἰρωνευόμενος εἰς χόλον ἐχρωμάτισε τὴν αἰτίαν τῆς αὐτοῦ ἀργίας, ἀλλὰ καὶ νεμεσᾶν εἰπὼν τοῖς Τρωσί, καὶ ἔοικε μηδὲ εἰδέναι τί ποτέ ἐστιν ἡ νέμεσις. καὶ οὕτω μὲν ὁ ἀνήρ. ἡ δὲ σοφὴ γυνὴ αἰτιᾶται αὐτόν, ἐπεὶ μὴ οἶδε νέμεσιν καὶ αἴσχεα, τουτέστι διότι οὔτε τὴν νέμεσιν οἶδε τί ἐστιν, καὶ οὐδὲ τὸν χόλον ἔγνω πρὸς αἶσχος αὐτοῦ σχηματισθέντα ὑφ' Ἕκτορος.
(v. 351) Ἰστέον δὲ ὅτι τὸ μὴ νέμεσιν εἰδέναι καὶ αἴσχεα καὶ τὸ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χαρακτήρ ἐστιν ἤθους θρασέος καὶ οὐδὲ ἔμφρονος, καὶ ὅτι ὡς τὰ πρός τι δοκεῖ ἀντικεῖσθαι ἡ νέμεσις καὶ τὸ αἶσχος, ὅ τε γὰρ νεμεσῶν ἐπ' αἰσχροῖς νεμεσᾷ καὶ ὁ αἰσχυνόμενος νεμεσῶντα αἰσχύνεται.
(v. 354-356) Ὅτι Ἑλένη μὲν κολακεύουσα τὸν Ἕκτορά φησι "ἀλλ' ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ, δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν εἵνεκ' ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου εἵνεκ' ἄτης". ὁ δὲ οὕτως ἀκάμας ἐστὶν ὥστε, καθὰ περιεῖδε τὴν μητέρα οἰνοχοοῦσαν, οὕτω καὶ τὴν Ἑλένην καθίζουσαν.
(v. 360-362) Φησὶ γοῦν· "μή με κάθιζ' Ἑλένη, φιλέουσά περ, οὐδέ με πείσεις. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω", καὶ ἑξῆς. Ὁ δὲ λόγος οὗτος πρέπει κατὰ μικράν τινα παρῳδίαν καὶ ἑτέροις, οἳ σπεύδοντες εἰς ἔργον ἐπέχονται πρός τινων οἰκείων αὐτοῖς. Ἔοικε δὲ ὁ Ἕκτωρ ἐν τούτοις ὑποπτεύειν τὸ τῆς Ἑλένης αἱμύλον καὶ αἰδεῖσθαι, εἰ τὸν μὲν μαλθακὸν Πάριν ἠρέθισεν ἐκείνη λόγοις πρὸς πόλεμον, αὐτὸν δὲ ἐκθηλυνεῖ καθίσασα. διὸ οὐδὲ ὑπακούει.
(v. 354) Ὅρα δὲ καὶ νῦν τὸν δίφρον ἐπὶ θρόνου. ἐν δὲ Ὀδυσσείᾳ καὶ ἀεικέλιος δίφρος εὕρηται, εἰς ὃν οἱ εὐτελέστεροι κάθηνται.
(v. 355) Τῷ δὲ τοῦ δαέρος ὀνόματι κολακευτικῶς ἡ σοφὴ Ἑλένη ἐναβρύνεται δὶς ἤδη τοῦτο εἰποῦσα κατ' ἐπιμονὴν καιρίως φίλην αὐτῇ. Ὅρα δὲ καὶ τὸ "πόνος ἀμφιβέβηκεν", ἤγουν κατέλαβε, περιῆλθεν. ὥστε οὐ πάντοτε ἡ λέξις τὸ σκέπειν καὶ βοηθεῖν δηλοῖ, ὡς οὐδὲ ἐν τῷ "ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει". Ὁμοίως οὐδὲ παρ' Εὐριπίδῃ ἐν [329] τῷ "πολὺν ταραγμὸν ἀμφιβάντ' εἶχον μάχης", ἤγουν ἀμφοτέρωθεν βάντες ἀντιπάλων δίκην κατ' ἀλλήλων.
(v. 360) Σημείωσαι δὲ καὶ τὸ "μή με κάθιζε", ἀλλοπαθὲς καὶ ἐνταῦθα ὄν. ὅτε μέντοι ἐρεῖ τις ὅτι ὁ δεῖνα ἷζεν ἢ ἐκάθιζεν, ἀντὶ τοῦ ἐκάθητο, αὐτοπαθὲς τότε τὸ τοιοῦτον ῥῆμα λέγεται.
(v. 356) [Ἰστέον δὲ ὅτι τὸ "εἵνεκα ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου εἵνεκ' ἄτης" παρατετηρημένως ἐρρέθη. αὐτὴ μὲν γὰρ ἁρπαγεῖσα ὠνείδισται εἰς κύνεον ἦθος, ὁ δὲ Πάρις καὶ ἄτην ἔσχε παγγενῇ ὀλοθρευόμενος. καὶ ἄλλως δὲ ἄτην λέγει τὴν ὑπ' ἐκείνου ἁρπαγήν.]
(v. 357 s.) Ὅτι τὸ ἀοίδιμος μέση λέξις ἐστὶ καὶ οὐκ ἀεὶ ἐπὶ ἐπαίνου λαμβάνεται. Φησὶ γοῦν ἡ Ἑλένη, ὅτι κακὸς μόρος, ὅ ἐστι κακὴ τύχη, ἐμοί τε καὶ Ἀλεξάνδρῳ πρὸς Διός, ἤτοι εἱμαρμένης, ἐτέθη, ὡς καὶ ὕστερον ἀνθρώποισι πελώμεθα ἀοίδιμοι ἐσσομένοις, ὅ ἐστιν ἐν ᾠδαῖς φερόμενοι, ταῖς ἐπὶ δυσκλείᾳ δηλαδή. Τὸ δὲ πέλεσθαι πολλαχοῦ μὲν παθητικῶς προφέρεται, ὡς καὶ ἐν τῷ "ἤματα μακρὰ πέλονται", οὐχ' ἥκιστα δὲ καὶ ἐνεργητικῶς, ὡς ἔν τε ἄλλοις καὶ ἐν τῷ "κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή".
(v. 3602) [Ὅτι τὸ "μή με κάθιζε φιλέουσά περ", ἢ φιλέων περ, "οὐδέ με πείσεις, ἤδη γάρ μοι θυμὸς ἐπέσσυται, ὄφρ' ἐπαμύνω τοῖς δεῖνα, οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν" ἐρεῖ ἄν τις γενναῖος ἀνὴρ βραχύ τι ἀναπαυσάμενος τοῦ βοηθεῖν τισιν ἐν κινδύνῳ καὶ προκαλούμενος μὲν εἰς ἀνάπαυσιν, ἀπαναινόμενος δέ. Σημείωσαι δ' ἐνταῦθα καὶ ὡς, εἰ καὶ κατὰ τὴν παροιμίαν "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ", ἀλλ' ἰδοὺ εἷς καὶ οὗτος κατὰ τὸν Ἀχιλλέα, οὗ ἀπεόντος ποθὴν ἔχουσιν οἱ ὁμόφυλοι.]
(v. 363) Ὅτι ἀλειπτικὸν εἰς ἔργον τὸ "ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον", ἤγουν διέγειρε, "ἐπειγέσθω δὲ καὶ αὐτός".
(v. 365 s.) Ὅτι Ἕκτορος εἰπόντος πρὸς [330] Ἑλένην τὸ "καὶ γὰρ ἐγὼν οἶκόνδ' ἐλεύσομαι ὄφρα ἴδωμαι οἰκῆας, ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν", σημειοῦνται οἱ παλαιοὶ καὶ νῦν οἰκῆας ῥηθῆναι οὐ μόνον δούλους ἀλλὰ καὶ πάντας ἁπλῶς τοὺς ἐν τῷ οἴκῳ.
(v. 367 s.) Λέγει δὲ ὁ Ἕκτωρ καὶ ὡς "οὐ γὰρ οἶδα, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις ἢ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν", προλέγων κατά τι θεῖον, ὡς εἰκός, τὸ μετ' ὀλίγον ἐσόμενον ἐπ' αὐτῷ. Καὶ ἔστι καὶ τοῦτο εἶδός τι προαναφωνήσεως Ὁμηρικῆς, οὐχ' ὑπ' αὐτοῦ ῥηθὲν τοῦ ποιητοῦ, ἀλλὰ στοχαστικῶς ἀνατεθὲν ποικιλίας χάριν τῷ πεισομένῳ Ἕκτορι. Καὶ εἶεν ἂν ἅπερ ἐνταῦθά φησι καὶ ἃ δὲ πρὸς τὴν Ἀνδρομάχην ἐρεῖ μετ' ὀλίγα, ἐπιτελεύτιά πως κατ' οἶκτον καὶ συντακτήρια.
(v. 367) Ἔστι δὲ ὑπότροπος ὁ ἐν καλῷ νοστήσας καὶ σῷος ἐξ ὑποστροφῆς ἐπανελθών, ὅθεν ἄλλως παρ' Ἱπποκράτει τὸ ἐπ' οὐκ ἀγαθῷ ὑποτροπιάζειν νόσους. Ἰστέον δ' ὅτι τε προϊὼν αὐτὸς ὁ ποιητὴς διασαφεῖ τὸ "ὑπότροπος" εἰπών· "οὐ γάρ μιν ἔφαντο ὑπότροπον ἐκ πολέμου ἵξεσθαι". Καὶ ὅτι πολλαὶ καὶ ἄλλαι μέσαι λέξεις, ὡς καὶ ἡ τύχη καὶ ὁ κατ' αὐτὴν δαίμων, καὶ ὁ παντουργός, ὃ οὐ μόνον ἐπὶ θεοῦ κεῖται ἀλλὰ καὶ ἐπὶ πανούργου κατὰ τὸ "ἀνδρὶ παντουργῷ φρένας", καὶ ἡ καθοσίωσις δὲ καὶ οἱ καθωσιωμένοι, ὁσιότητά τε παρὰ τοῖς παλαιοῖς δηλοῦσι καὶ πίστιν, καὶ ἀντίθεσιν δὲ παρὰ τοῖς ὕστερον κατὰ τῶν ὁσίων τῷ θεῷ βασιλέων. καὶ ἡ συνωμοσία δὲ ἦν μὲν ὅτε σύμπνοιαν [331] ἁπλῶς ἐδήλου ἔνορκον, ὕστερον δὲ φατριασμὸν στασιωτικόν. καὶ τὸ ἄγος δὲ μεσοῦται, ἀφ' οὗπερ οὐ μόνον ὁ ἅγιος καὶ τὸ ἁγιάζειν καὶ ἡ ἁγιστεία καὶ ἡ παναγὴς θυσία καὶ ὁ εὐαγής, ἀλλὰ καὶ ὁ ἐναγὴς καὶ ὁ ἐξάγιστος καὶ τὸ ἁγηλατεῖν. ἔτι καὶ οἰωνὸς ὁ μέν τις αἴσιος, ὁ δὲ μὴ τοιοῦτος. καὶ ὄνειδος δὲ τὸ μὲν καλόν, τὸ δὲ ἑτεροῖον, ὡς οἱ τραγῳδοῦντες δηλοῦσι. καὶ ἡ φύσις δὲ πῇ μὲν μέγα κακὸν τοῖς κακῶς, πῇ δὲ σωτήριον τοῖς καλῶς χρωμένοις κατὰ τὸν εἰπόντα. καὶ ἡ συμφορὰ δὲ οὐ μόνον ἀποτρόπαιος ἀλλὰ καὶ ἀγαθή, ὡς δηλοῖ σὺν ἄλλοις καὶ ὁ εἰπὼν ἐπ' ἀγαθῷ τὸ "ἐπὶ συμφοραῖς γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο". πολλὰ δὲ τοιαῦτα καὶ ἕτερα. Ὅτι ἀνδρείαν γυναῖκα τὴν Ἀνδρομάχην Ὅμηρος ἐν διαφόροις ποιεῖ, ἧς καὶ αὐτὸ τοὔνομα παρὰ τὸ ἀνδρεῖον καὶ μάχιμον φερωνύμως σύγκειται.
(v. 386-389) Αὕτη καὶ νῦν ἀκούσασα τείρεσθαι τοὺς Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν, καὶ περὶ τῷ ἀνδρὶ δείσασα, [332] πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει μαινομένῃ εἰκυῖα, ἤγουν ἐοικυῖα,
(v. 371-373) καὶ "ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ πύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε", διὸ οὐδὲ εὗρεν αὐτὴν ὁ Ἕκτωρ ἔσω. Ἡ δ' αὐτὴ καὶ ἐν τοῖς ἑξῆς στρατηγικῶς τὸ ποιητέον τῷ Ἕκτορι συμβουλεύει, τρόπον ὑποτιθεῖσα τῆς πρὸς Ἕλληνας παρατάξεως. οὕτω δέ πως καὶ ἡ Ἑλένη ἀνδρεία σεμνολογεῖται, εἴγε, ὡς προερρέθη, τὸν Πάριν αὐτὴ ὀτρύνει πρὸς πόλεμον. καὶ τοῦτο μὲν ὅμοιαί πως ἡ Ἑλένη καὶ ἡ Ἀνδρομάχη. ἀλλ' ἡ μὲν φίλανδρος ὑπερλίαν, Ἑλένη δὲ οὔτε τὸν Μενέλαον ἔστερξε καὶ τὸν Πάριν δὲ οὐ πάνυ τι φιλοῦσα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι καινότερον ὁ ποιητὴς τὰς τῶν πραγμάτων περιπετείας διασκευάζων οὐκ ἔκρινε δεῖν πλάσασθαι, ὡς τὴν Ἀνδρομάχην οἴκοι εὗρεν ὁ ἀνήρ. ἁπλοῦν γὰρ τοῦτό γε καὶ οὐκ ἐπιστρεπτικὸν ἀκοῆς. ποιεῖ δὲ αὐτὴν ἔξω οὖσαν τοῦ οἴκου, ὡς ἀνωτέρω εἴρηται. Τοῦτο δὲ πάνυ ἐπιστρέφει τὸν ἀκροατήν, τάχα που καὶ ἀχθόμενον, εἴπερ ὁ καλὸς Ἕκτωρ ἃ μὲν οὐ πάνυ ἔστεργεν εὗρε, τὰ δὲ φίλτατα οὐχ' εὑρίσκει. Ἐπεὶ δὲ οὐκ ἐχρῆν τοῦτο διόλου γενέσθαι ‑ χρεία γὰρ καὶ τῆς Ἀνδρομάχης ἐνταῦθα ἐπὶ ῥητορείᾳ ‑ , μεθοδεύει ὁ ποιητὴς ἄλλως τὴν τοῦ ζητουμένου εὕρεσιν δεξιώτατα. παλιννοστῶν γὰρ εἰς τὸν πόλεμον ἔτυχε τῆς ποθουμένης ἐντεύξεως, δι' ἧς ἱκαναὶ χάριτές τινες τῇ ποιήσει παρεισκριθήσονται, ὡς δηλωθήσεται. Καὶ ἄλλως δὲ θεωρῆσαι, ἡ Ὁμηρικὴ μέθοδος ἐπὶ τῇ τοῦ Ἕκτορος εἰς τὸ ἄστυ ἐλεύσει τοιάδε τίς ἐστι, κεστόν χαρίεντα λόγου ποικίλλουσα. Πέντε πρόσωπα ἐκφαίνονται ἀναγκαῖα τῷ ἥρωϊ, ὧν δύο μὲν ἄρρενα, τὰ δὲ λοιπὰ θατέρου γένους. Καὶ ἡ διαφορὰ ἐν αὐτοῖς φανερά. τῶν μὲν γὰρ ἀνδρῶν ἅτερος μὲν πληρέστατος εἰς ἔργον καὶ οἷος προσφωνεῖν τὸν Ἕκτορα. ὁ Πάρις γάρ. ὁ δὲ ἕτερος, ὁ παῖς Ἀστυάναξ, ἐστέρηται τούτοιν ἀμφοῖν. τῶν δὲ γυναικῶν μία μὲν μήτηρ, εἰς ἣν πρὸ ἔργου ἥκει κατ' εὐθὺ ὁ Ἕκτωρ χάριν εὐχῆς, ὡς προείρηται. ἡ δὲ ἑτέρα, ἡ Ἑλένη, [333] ὁδοῦ πάρεργον εἰς ὄψιν ἐλθοῦσα τῷ Ἕκτορι. ἐλθὼν γὰρ διὰ τὸν ἀδελφὸν καὶ ἰδὼν συγκατεῖδε καὶ αὐτήν. ἡ δὲ τρίτη ἡ ἄλοχος Ἀνδρομάχη ἐστίν. Ὡς δὲ καὶ ἡ ὁμιλία τῶν πέντε τούτων προσώπων ποικίλλεται, οὐδὲ τοῦτο ἀμφιγνοεῖται. Τὰ μὲν γὰρ τῆς Ἑκάβης πάντα σεμνά, ἔτι δὲ καὶ ἀπεριλάλητα. τὰ δὲ τοῦ Ἀλεξάνδρου πλατύτερα καὶ ὑπόκενα, ὡς δεδήλωται. τὰ δὲ τῆς Ἑλένης οὔτε οἴκτου μακράν εἰσι καὶ πρὸς κολακείαν δὲ κωτίλλονται. τὰ δὲ τῆς Ἀνδρομάχης διαλάμπουσιν εὖ μάλα πρός τε σεμνότητα ἱστορικὴν καὶ γλυκύτητα τὴν κατὰ ἀφέλειαν. ἡ δὲ τοῦ παιδὸς ὁμιλία ἐν γλώττης ἀργίᾳ ἑτεροίαν ἡδονὴν φύσει προβάλλεται, ὁποίαν ἐν τοῖς ἐφεξῆς εἰσόμεθα. Ἐπεὶ δὲ καὶ δουλικὰ τῷ ῥηθέντι τόπῳ ἔγκειται πρόσωπα, ἔχει τι καὶ αὐτὰ ποικίλον. Αἱ μὲν γὰρ περὶ τὴν Ἑκάβην ἀμφίπολοι τί ἂν εἶπον ἀολλίζουσαι τὰς γεραίας, οὐ δεδήλωται ὑπὸ τοῦ ποιητοῦ. αἱ δὲ τῆς Ἀνδρομάχης λαλοῦσι βιωτικῶς τῷ δεσπότῃ Ἕκτορι πρὸς ἅπερ ἠρώτηνται. ἡ δὲ τὸν Ἀστυάνακτα φέρουσα λαλεῖ οὐδὲν οὐδ' αὐτή, καθάπερ οὐδὲ τὸ φερόμενον βρέφος. Καὶ αἱ ἐντυχίαι δὲ τῶν προσώπων οὐκ ἀδιάφοροι. Ἑκάβη μὲν γὰρ Λαοδίκην ἐσάγουσα ἐναντίη τῷ Ἕκτορι ἦλθε πρὸς ἐντυχίαν κατὰ τύχην αὐτὸν εὑρηκυῖα, ὁ δὲ Πάρις ἐπίτηδες ἐρευνηθεὶς εὑρίσκεται, ἡ δὲ Ἑλένη ὡς παρακαθημένη τῷ Πάριδι τυχαίως εὕρηται, ἡ δὲ Ἀνδρομάχη σὺν τῷ βρέφει ἐξ ἀποτυχίας εἰς ὁμιλίαν ἥκει τῷ ἀνδρί. Μὴ γὰρ εὑρεθεῖσα οἴκαδε καταλαμβάνει δρόμῳ τὸν Ἕκτορα ἤδη ἐξιόντα τῆς πόλεως. [Ἐναντίη γάρ, φησί, κατὰ τὴν Ἑκάβην ἦλθε, πλὴν οὐχ' ἁπλῶς ἀλλὰ θέουσα.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα.
(v. 37680) Ὁ δὲ ποιητὴς καὶ τὴν αὐτῷ συνήθη δεξιότητα ἐφερμηνευτικῶς ὑποδηλοῖ, ἔνθα ὁ Ἕκτωρ ἐρωτᾷ τὰς δμῳὰς "πῇ [334] ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο, ἠέ πῃ", ἤγουν ἤ που, "ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι Τρῳαὶ εὐπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται". Μονονουχὶ γὰρ λέγει, ὡς ἐδύνατο μὲν πλάσαι τὴν Ἀνδρομάχην ἀπελθοῦσαν ἐκ τοῦ οἴκου ἢ εἰς ἀδελφήν τινα τοῦ ἀνδρός, οἷον τὴν Κασάνδραν ἢ τὴν Λαοδίκην, ἢ εἰς μίαν τῶν συννύμφων ἢ ἀλλ' εἰς τὴν Ἀθηνᾶν, ὅπου καὶ αἱ λοιπαὶ Τρῳάδες. οὐκ ἐποίησε δὲ οὕτως. ἀλλὰ τὸ ξενίζον ἐπελέξατο, τουτέστι τὴν εἰς τὸ τεῖχος ἀπέλευσιν. Ἡ δὲ τοιαύτη μέθοδος, ἤγουν ἡ ἀποτυχία μὲν τῶν πολυειδῶν ἐρωτήσεων, μάθησις δὲ τοῦ ἐρωτωμένου ἑνός τινος πράγματος ἑτέρωθεν, πλατυσμόν τε τῇ ποιήσει ἐργάζεται φανερῶς καὶ τὸν νέον δὲ ἀκροατὴν τὰ πραγματικὰ εἰκότα διδάσκει, ἤγουν ὅτι τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἔστιν ὅτε κατὰ πολλοὺς τρόπους εἰκὸς γίνεσθαι. Ἐπίτηδες δὲ καὶ τὸν Ἀστυάνακτα τὸ βρέφος τοῦ οἴκου συνεκβάλλει ὁ ποιητής, ἵνα καὶ ἀπ' αὐτοῦ χάρις τις ἐπανθήσῃ τῷ ποιήματι ἀφελέστερον ὡς βρέφους.
(v. 389) Ὅ γε οὐδὲ ἕπεται τῇ μητρὶ κατὰ τὴν ἀμφίπολον, ἀλλὰ φέρεται, καθὰ διασαφεῖ ὁ ποιητὴς ἐν τῷ "φέρει δ' ἅμα παῖδα τιθήνη".
(v. 373) Ἰστέον δὲ ὅτι τὸ "γοόωσα", καθὰ καὶ τὸ αὐτῆς θέμα τὸ γοᾶσθαι, ἔστι μὲν ἐξ ὀνοματοποιΐας, ἀφ' ἧς καὶ ὁ γόος, παράγει δὲ καὶ τὸν παρὰ τοῖς ὕστερον γόητα, εἰπεῖν δὲ ταὐτόν, θρηνώδη ἐπαοιδόν, καθὰ Σοφοκλῆς ὑποδηλοῖ ἐν τῷ "οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι". δῆλον γὰρ ὡς ταὐτὸν θρηνεῖν ἐπῳδὰς καὶ γοᾶσθαι ἐπῳδάς. τοῦτο δὲ σοφοῦ γόητος ἔργον.
(v. 374) Κεῖται δ' ἐν τούτοις καὶ τὸ "τέτμε", λέξις πάντῃ ἄχρηστος τοῖς πεζὰ λαλοῦσιν, οἷον "οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν". καὶ εἴρηται μὲν περὶ αὐτοῦ καὶ ἀλλαχοῦ πλατύτερον, [335] ἐνταῦθα δὲ ἀρκεῖ φάναι καί, ὡς ἐκ τοῦ τέμω τέτομα μέσου παρακειμένου γέγονε κατὰ συγκοπήν, ἵνα ᾖ τὸ τέτμεν ἀντὶ τοῦ συντόμως καί, ὡς εἰπεῖν, ἐν ἐπιτομῇ κατέλαβεν.
(v. 378) Ἰστέον δὲ [ὅτι τε ἀττικίζεται τὸ "ἐς γαλόων" καὶ ἑξῆς, κατὰ τὸ ἐς διδασκάλων, ἵνα λέγῃ ἐς δόμους γαλόων ἢ ἐς θαλάμους εἰνατέρων ἢ ἐς ναὸν Ἀθηναίης. καὶ] ὅτι συγγενικαὶ λέξεις παρ' Ὁμήρῳ ὥσπερ τὸ δαήρ καὶ τὸ ἑκυρός καὶ τὸ πενθερός, οὕτω καὶ ἡ γάλως καὶ ἡ εἰνάτειρ. Δηλοῖ δὲ ἡ μὲν γάλως τὴν τοῦ ἀνδρὸς ἀδελφήν, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, ὁποία ἐστὶ τῇ Ἑλένῃ ἡ Κασάνδρα, κατὰ δὲ Αἴλιον Διονύσιον καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα. πρὸς ἀλλήλας γάρ, φησί, λέγονται. Ταύτην δὲ Ὅμηρος τρισυλλάβως λέγει μεσολαβηθέντος τοῦ ο. ὡς γὰρ φῶς φόως, οὕτω γάλως γαλόως. Κλίνεται δὲ ἡ γάλως ἢ ἰσοσυλλάβως ἀποβολῇ τοῦ σ ἢ περιττοσυλλάβως ὡς ἥρωος. Παράγεται δὲ ἢ παρὰ τὸ γάλα διὰ τὸ γαλήνιον καὶ προσηνὲς τῆς κατὰ ἀγχιστείαν ἐγγύτητος, ἢ παρὰ τὸ καλεῖν, ἡ μάλιστα τῶν ἀγχιστευόντων καλουμένη ὑπὸ τῆς γυναικός. Σημείωσαι δὲ ὅτι ἑτερώνυμόν ἐστι συγγενικὸν καὶ ἡ γάλως ἤτοι γαλόως. ἐχρῆν γὰρ εἶναι δάειρα ἐκ τοῦ δαήρ δαέρος. καί εἰσιν οἱ τὴν χρῆσιν ταύτην εἰδότες, ὡς εὐθὺς δηλωθήσεται. Ὅμηρος δέ γε οὐκ εἰδὼς τὴν λέξιν ταύτην γάλως λέγει ἑτερωνύμως, οὐ δάειρα. Λυκόφρων δὲ μέμνηται μὲν Δαείρας, ἣν καὶ παρατίθησι τῇ Περσεφόνῃ ἐν στίχῳ ἑνί. οὐ συγγενικὴν δὲ λέξιν οἶδεν αὐτήν, ἀλλὰ δαιμονίαν. Καὶ δοκεῖ προληπτικῶς ἡ λέξις ὡς θεία ληφθεῖσα σιγηθῆναι παρὰ τῷ ποιητῇ ἐπὶ ἀνθρωπίνης συγγενείας, ὁποῖόν τι καὶ ἐπὶ τῆς τοῦ Διὸς Ἀθηναίας καὶ ἐπὶ γυναικὸς Ἀθηναίας προεδηλώθη. Ὅτι δὲ θεία λέξις τὸ Δάειρα, δηλοῖ ὁ εἰπών· Δάειραν Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφήν. καὶ ἔοικε, φησίν, οὕτως ἔχειν. ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν [336] οἱ παλαιοὶ τὴν Δάειραν. Διὸ καὶ πολεμίαν τῇ Δήμητρι νομίζουσι. ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. Φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην, φησί, νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει. ἔτι δὲ φαυλότεροι οἱ τὴν Ἥραν δάειραν τῆς Δήμητρος ἀποδιδόντες. δάειρα γάρ, φασίν, ἡ τοῦ ἀνδρὸς ἀδελφή. Τινὲς δὲ φύλακα Περσεφόνης ὑπὸ Πλούτωνος ἀποδειχθῆναί φασι τὴν Δάειραν. Αἴλιος μέντοι Διονύσιος Δαῖραν γράφων δισυλλάβως τὴν Δάειράν φησιν, ὅτι οἱ περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσι. Δῆλον δὲ ὅτι ἀπὸ δαΐρας γραφομένης διὰ τοῦ ι ἡ ῥηθεῖσα δαῖρα συνῄρηται ὁμοίως κατά τινας τῷ Κάϊρα Καῖρα. καὶ τοιαύτη μὲν ἡ καὶ γάλως καὶ γαλόως. Ἡ δὲ εἰνάτειρ τὴν σύννυμφον δηλοῖ, ὁποία ἡ Ἑλένη τῇ Ἀνδρομάχῃ. γίνεται δὲ παρὰ τὸ εὐνάζειν οἱονεὶ ἡ συνευνάτειρα πρὸς ἄλλην. Αἴλιος δὲ Διονύσιος οὕτω φράζει· εἰνάτερες, αἱ τοῖς ἀλλήλων ἀδελφοῖς γεγαμημέναι, ἃς συννύμφους τινές φασιν. ὥσπερ δὲ εἰνάτειρες αἱ ἐπὶ ἀδελφοῖς σύννυμφοι, οὕτω καὶ ἀέλιοι κατὰ τοὺς παλαιοὺς οἱ ἀδελφὰς γυναῖκας ἔχοντες καὶ πλεονασμῷ τοῦ ι αἰέλιοι, κατὰ τὸ ἀεί αἰεί καὶ [κατὰ τὸ ἀζόκροτος] αἰζόκροτος, ἡ ξηρασία, παρὰ τὴν ἄζην, καὶ ἅψα αἶψα καὶ ἀζηός αἰζηός. Δαὴρ δέ ἐστιν, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, ὁ τοῦ ἀνδρὸς ἀδελφός, καὶ παρῆκται ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, ὃν μάλιστα τῶν ἄλλων ἀγχιστέων δέδαεν, ἤτοι μεμάθηκεν, ἡ γυνή. Ἑκυρὸς δὲ ὁ αὐτὸς μέν ἐστι τῷ πενθερῷ. Λέγεται δὲ ἑκυρὸς μέν, ὡς εἰς ἕ, ἤτοι εἰς ἑαυτόν, ἔχων [337] τὴν κύρην ἢ τὸ τῆς ἀγχιστείας κῦρος. Διὸ καὶ δασύνεται κατὰ τὴν ἄρχουσαν παρά γε τοῖς πλείοσιν. ὁ δέ γε συνθεὶς τοὺς κατὰ στοιχεῖον πνευματισμοὺς ψιλοῖ αὐτὸ κατὰ τὸ ἐκεῖνος. Καὶ φασί τινες παρὰ τὸ κῦρος γενέσθαι τὴν λέξιν κατὰ πλεονασμόν, διὸ καὶ ψιλοῦσθαι. Πενθερὸς δὲ ἴσως διὰ τὸ περὶ τοὺς νομίμους πένεσθαι ἔρωτας, ἤτοι ἀσχολεῖσθαι καὶ ἐνεργεῖν, ἐπεντεθέντος τοῦ θ διὰ τὸ εὔφωνον. [Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀριστοφάνους τοῦ γραμματικοῦ Συγγενικοῖς εὕρηταί τις διαφορὰ τοῦ ἑκυρός καὶ πενθερός. Φησὶ γάρ, ὡς πενθερὸς μὲν ὁ τῆς γυναικὸς πατὴρ τῷ νυμφίῳ καὶ πενθερὰ ἡ μήτηρ, ἑκυρὸς δὲ ὁ τοῦ ἀνδρὸς πατὴρ τῇ νύμφῃ καὶ ἑκυρὰ ἡ μήτηρ, οἷον τῇ Ἑλένῃ, φησίν, ὁ Πρίαμος καὶ ἡ Ἑκάβη. ἔνθα κεῖται καὶ τό· τινὲς δὲ ποιηταὶ καταφέρονται πολλάκις ἐπὶ τὸ καὶ τοὺς πενθεροὺς γαμβροὺς ὀνομάζειν. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἡ μὲν Κασάνδρα τῇ Ἑλένῃ γάλως ἐστί, ὁ δὲ Ἕκτωρ δαήρ, αὐτῆς δέ, ἤγουν τῆς Ἑλένης, ὄνομα οὐχ' εὑρίσκεται. καταλείπεται δή, φησίν, ὁριστικῷ λόγῳ ἀδελφοῦ λέγεσθαι γυνή. εἰ δέ τις οἴεται νυὸν αὐτὴν καλεῖσθαι Κασάνδρας καὶ Ἕκτορος, ἀλλ' ὁ αὐτὸς Γραμματικός φησι, ὅτι νυὸς ὡς ἐπὶ πλεῖστον υἱοῦ γυνὴ τῷ πατρὶ καὶ τῇ μητρί, ὡς ἡ Ἑλένη, φησί, τῷ Πριάμῳ καὶ τῇ Ἑκάβῃ.]
(v. 367 s.) Σημείωσαι δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ εὐλάβειαν τοῦ Ἕκτορος. Ἀλέξανδρος μὲν γὰρ ὁ μαλακὸς θαρρεῖ νικῆσαι διὰ τὸ τὴν νίκην ἐπαμείβεσθαι ἄνδρας, ὡς προερρέθη, [νοῶν ἴσως ἐκεῖνος ἄνδρας οὐ τούς, ὡς ἐρρέθη, ἀνδρείους, ἀλλὰ τοὺς φύσει ἁπλῶς ἄρρενας.] Ἕκτωρ δὲ ὁ τηλικοῦτος ἀμφιβόλως ἔχει, ἐάν, ὡς προερρέθη, ὑπότροπος ἔλθῃ ἢ ὑπὸ χερσὶ Δαναῶν δαμασθῇ.
(v. 365 s.) Ὅρα δὲ καὶ ἁπλότητα ἡρωϊκὴν ἐν τοῖς τοῦ Ἕκτορος πρὸς τὴν Ἑλένην λόγοις, ἔτι δὲ καὶ σύνεσιν. Δυνάμενος γὰρ λαθεῖν ὅμως ἐκφαίνει τῇ Ἑλένῃ, ὡς εἰσελεύσεται οἴκαδε, "ὄφρα ἴδηται", ὡς εἴρηται, "οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν", εὖ εἰδὼς ὅτι οὐ μεμπτέος ἔσται ἀνδρὶ καὶ γυναικὶ ἐπὶ τοσοῦτον παρ' ἀλλήλοις μένουσιν ὁ πρὸς βραχὺ τοῖς οἰκείοις ἐντευξόμενος. καὶ ἄλλως γὰρ οἱ μὲν εἰκῇ συμμένουσιν, αὐτὸς δὲ τοὺς οἰκείους ἰδεῖν θέλει οὐ κατὰ τρυφήν, ἀλλά που, ὡς ἐρρέθη, συνταξόμενος τὰ [338] ἐπιθανάτια διὰ τὸ μὴ θαρρεῖν ὡς ὑπότροπος ἵξεται. Διὸ καὶ τοὺς οἰκῆας προέθετο τῆς ἀλόχου καὶ τοῦ παιδίου, ὡς οὐ κατὰ ἔρωτα εἰς οἶκον ἐλευσόμενος, ἀλλ' ἐφ' ᾧ συντάξασθαι ἅπασιν. Ἐνταῦθα δὲ καὶ σχῆμά ἐστι σύνηθες προεκθέσεως, προαναφωνοῦν τί ποιῆσαι μέλλει ὁ Ἕκτωρ μετὰ τὴν ἐντυχίαν τοῦ Πάριδος.
(v. 380) Εὐπλόκαμον δὲ δεινὴν θεὸν τὴν Ἀθηνᾶν λέγει ἐνδεικνύμενος μὴ καταρριπτεῖσθαι τὸ φοβερὸν τῷ περιουσιασμῷ τῶν τριχῶν. διὸ καὶ οἱ Ἀχαιοὶ οὐκ ἀπηξίουν εἶναι καρηκομόωντες. Τινὲς δέ γε οὐ τὴν Ἀθηνᾶν ἀφιᾶσιν εὐπλόκαμον λέγεσθαι, ἀλλὰ γράφουσι "Τρῳαὶ ἐϋπλόκαμοι". Δῆλον δὲ ὡς προϋπάρχει τοῦ πλοκάμου ὁ πλόκος, ὡς καὶ τοῦ ὀρχάμου ὁ ὄρχος, ἐξ οὗ διχῇ νοουμένου πῇ μὲν ὄρχαμος, πῇ δὲ ὄρχατος παράγεται. Χρῆσις δὲ πλόκου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "τόνδ' ἐγὼ τέμνω πλόκον". Τὸ δὲ δεινὴν προσρηθῆναι τὴν Ἀθηνᾶν συντελεῖ τι καὶ εἰς τὸ τὴν δεινότητα ὑπὸ τῶν ὕστερον σοφῶν δοξασθῆναι εἰς ταὐτὸν τῇ φρονήσει ποτὲ ἥκειν. Δεινότης γὰρ ἡ μὲν ἐπ' ἀγαθῷ φρόνησιν ὅσα καὶ μήτηρ ἀπογεννᾷ, ἧς θεράποντες Νέστωρ καὶ Ὀδυσσεὺς καὶ οἱ κατ' αὐτούς, ἡ δὲ ἀνάπαλιν πονηρίαν ἀποκυΐσκει ὁποῖα καί τι ἀμβλωθρίδιον, ἧς ὑποδρηστὴρ Πάνδαρος εἰς οὐκ ἀγαθὸν τῆς κατ' αὐτὸν Ἀθηνᾶς, ὡς ἔγνωσται, ἀπονάμενος. ὡς οὐδὲ οἱ λοιποὶ τοιοῦτοι ὄναιντο ἄν ποτε. Ἄλλως δὲ ῥητορικώτερον δεινὴν Ἀθηνᾶν κατὰ ἦθος βαρὺ ὁ Ἕκτωρ φησίν, ὡς τοιαύτην οὖσαν τοῖς Ἰλιεῦσι καὶ διὰ τοῦτο καὶ ἱκετευομένην. Διὸ καὶ εἰπὼν αὐτὴν δεινὴν ἐπήγαγεν εὐθὺς τὸ ἱλάσκονται. ὡς μὴ ἂν ἱλασμοῦ γινομένου, εἰ μὴ δεινὴ θεὸς ἦν αὐτή. [Πρωτότυπον δὲ τοῦ ἱλάσκεσθαι τὸ ἱλάεσθαι. ἱλάω γάρ, οὗ μέλλων ἱλάσω, ἐξ οὗ πλεονασμῷ συνήθει τοῦ κ ἱλάσκω. [339] θεῖαι δὲ λέξεις ὥσπερ τὸ ἱλάω, οὕτω καὶ τὸ ἱλάσκω καὶ τὸ ἵληθι καὶ ὁ ἵλαος κοινῶς καὶ ὁ ἵλεως Ἀττικῶς, ἐξ ὧν καὶ τὸ ἱλαρύνειν καὶ ὁ ἱλαρός. Διασημαίνεται γὰρ ἐν τούτοις θειοτέρα τις ἐπισκοπὴ καί, ὡς εἰπεῖν, ἐποπτεία ἢ ἐφορεία. Ἱλάω γὰρ τὸ ἵεμαι λάειν, ἤγουν ἐφίεμαι καὶ ὁρμῶ ἐπιβλέπειν. λάειν γὰρ τὸ βλέπειν. καὶ ἵλαος ἐντεῦθεν ὁ πρόθυμος ἐποπτεύειν τοὺς δεομένους. τοιαύτης δὲ σημασίας καὶ τὰ τούτοις σύστοιχα.]
(v. 386) Μέγαν δὲ πύργον Ἰλίου λέγει ἐφ' ὃν ἡ Ἀνδρομάχη ἔβη, ὡς καὶ τὸ ἄστυ παρακατιὼν μέγα φησί. πλὴν πύργος μὲν καθ' ὕψος μέγας, ἄστυ δὲ κατὰ τὸ καὶ εἰς πλάτος εὐρύχωρον.
(v. 389) Τὸ δὲ μαινομένη ἐνθουσιᾶν δηλοῖ τὴν γυναῖκα πρὸς ὁρμὴν τῷ τοῦ ἀνδρὸς πόθῳ, οὗ ἡ ἐπίτασις μανίᾳ ἔοικε, καθὰ δηλοῖ καὶ τὸ "μαίνεται δ' ὑφ' ἡδονῆς" παρὰ Σοφοκλεῖ. [Ὅτι δὲ οὐκ ἐν τάξει ἐβημάτιζεν ἡ Ἀνδρομάχη ἐπὶ πύργον βαίνουσα, δρόμῳ δὲ συντόνῳ ἐχρᾶτο, ὡς εἰ καὶ ἐμαίνετο, δηλοῖ καὶ μετ' ὀλίγα Ὅμηρος ἐν τῷ "ἐναντίη ἦλθε θέουσα Ἀνδρομάχη". Παραβολικὸν δὲ τὸ μαινομένη, γοργότατα φρασθὲν διὰ τὸ μηδὲ χρῆναι πλατυνθῆναι. διασαφητικὸν δὲ αὐτοῦ τὸ "ἐπειγομένη ἀφικάνει", ἐπὶ τὸ τεῖχος δηλαδὴ ἡ Ἀνδρομάχη.]
(v. 394) Ὅτι πολύδωρον ἄλοχον τὴν Ἀνδρομάχην λέγει ὡς πολύπροικον, ἐπίθετον τοῦτο θέμενος αὐτῇ πρέπον περικαλλεῖ γυναικὶ καὶ ἐξ εὐγενῶν καὶ πλουτούντων καταγομένῃ καὶ οἵων τε δῶρα προικῷα πολλὰ διδόναι φίλῃ θυγατρί. Τὸ μέντοι κύριον ὁ Πολύδωρος ἄλλον τρόπον οὕτω καλεῖται, ὡς πολλὰ δῶρα λαβὼν ἐκ φύσεως κατὰ τὴν περιᾳδομένην Πανδώραν. καὶ ἐνταῦθα μὲν ἀόριστα τὰ δῶρα, ἐν δὲ τῷ "γυναῖκες ἀλφεσίβοιαι" εἰδοπεποίηται. [Ἔτι δὲ εἰς πλέον ἐν [340] τῷ "πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη, πολλὰ δ' ἔδωκε". Πολυδάπανοι γὰρ ἀληθῶς αἱ κόραι. ὅθεν παροιμία ἀστεία τὸ "παῖς μοι τριτογενὴς εἴη, μὴ τριτογένεια", ἤγουν υἱός, μὴ θυγάτηρ. Χρήσιμον δ' ἐνταῦθα καὶ Ἡσιόδου τὸ "μουνογενὴς δὲ πάϊς εἴη φερβέμεν" καὶ ἑξῆς.]
(v. 395-397) Ὅτι καινοπρεπεῖ ἐπαναλήψεως ὁ ποιητὴς κἀνταῦθα κέχρηται σχήματι, ὅπερ σόλοικον μὲν οὐκ ἄν ‑ οὐ γὰρ ἄκοντος Ὁμήρου ἐκπίπτει οὐδὲ τὸ τῶν ὀδόντων ἕρκος ἐκφεύγει ‑ , σολοικοφανὲς δὲ εἴποι τις ἄν. Ἔστι δὲ τοιοῦτον "Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος", εἶτα ἐπιφέρει ἀκαταλλήλως εὐθεῖαν "Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑληέσσῃ, Θήβῃ Ὑποπλακίῃ, Κιλίκεσσιν ἄνδρεσιν ἀνάσσων". Ὤφειλε γὰρ ὁμοιοπτώτως ἐπαναλαβεῖν· "Ἠετίωνος, ὃς ἔναιεν ἐν Θήβῃ", ὁ δὲ τὸν ἀκροατὴν ἐπιστρέφων τῷ καινῷ τοῦ σχήματος ἤρξατο ὡς οἷον ἀπ' ἀρχῆς διηγούμενος οὕτως· Ἠετίων ἦν τις, ὃς ἔναιε, καὶ τὰ ἑξῆς. Τοιοῦτον σχῆμα καὶ τῆς β ῥαψῳδίας ἐν τῷ "φημὶ κατανεῦσαι τὸν Δία, ἀστράπτων ἐπιδέξια". Ἔδει μὲν γὰρ εἰπεῖν ἀστράπτοντα, ὁ δὲ καινῶς ἐπέβαλε καὶ ἐκεῖ ὡς ἀπ' ἀρχῆς ἄλλης ἀφηγηματικῶς, οἷον ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐκ τῶν δεξιῶν. Καὶ ὅτε δὲ τοὺς τοῦ Ῥήσου ἵππους ἐκφράζει ὁ ποιητής, ὁμοίῳ χρῆται σχήματι, ὡς κατὰ τόπον ῥηθήσεται, διὰ τὸ καὶ ἐν τοῖς τοιούτοις ἵπποις ξενίζον. Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὰ καινὰ καινῶς φράζει ὁ ποιητής.
(v. 397) Θήβην δὲ Ὑποπλακίην μὴ τὴν αὐτὴν μὲν τῷ Ἀτραμυτείῳ νομιστέον κατά τινας, ἐγγὺς δ' ὅμως ἐκείνου, καὶ ὡς εἰπεῖν Ἀτραμυτηνὴν κατὰ χώρας περιοχήν. Λέγει οὖν καὶ ὁ Γεωγράφος Ἀτραμυτηνὴν καὶ αὐτὴν καὶ τὴν Χρῦσαν, ἠρημῶσθαι δὲ ἀμφοτέρας. καὶ Ἡρόδοτος δὲ διαιρεῖ Θήβης πεδίον εἰπὼν καὶ Ἀτραμύτειον πόλιν. Ἕτεροι δὲ καὶ τοιαῦτα ἱστοροῦσι. [341] Θήβη θυγάτηρ γέγονεν Ἀδραμύστιος, ἀνδρὸς Πελασγοῦ, τοῦ τὴν Ἀδραμυστίαν ὁμώνυμον ἑαυτῷ κτίσαντος, ἣν οἱ ὕστερον Ἀδραμύτιον μετεκάλεσαν εὐφωνότερον. Ταύτης τῆς Θήβης τὸν γάμον ἐν γυμνικῷ ἀγῶνι ὥρισεν ὁ πατὴρ τῷ ἀριστεύσαντι. παρατυχόντα δὲ Ἡρακλέα νικῆσαί φασι καὶ λαβεῖν τὴν Θήβην εἰς γυναῖκα καὶ κτίσαι πόλιν ὁμώνυμον αὐτῇ, Πλακίαν τε ἐπικαλουμένην καὶ Ὑποπλακίαν διὰ τὸ κεῖσθαι ὑπὸ ὄρος τὸ Πλάκιον, ἀφ' οὗ ὄρους καὶ ἡ χώρα Ὑπόπλακος ὑλήεσσα κατὰ τὸν ποιητήν. Ὅρα οὖν ὅτι τὸ μὲν "Ὑποπλάκῳ ὑληέσσῃ" τοῦ ὅλου ἐστὶ δηλωτικόν, τὸ δὲ "Θήβῃ Ὑποπλακίῃ" τὸ μέρος δηλοῖ, τουτέστι τὴν πόλιν. Περὶ δὲ Θηβῶν Ὑποπλακίων καὶ ἐν Βοιωτίᾳ εἴρηταί τι, ἔνθα καὶ ἀπαρέσκεται ὁ Πορφύριος ὄρος εἶναι Πλάκιον. Εἴπερ δέ ἐστιν, ὡς ὁ πλείων λόγος κρατεῖ, ἀπὸ τῆς πλακὸς ἔχει τὴν κλῆσιν, ὡς καὶ ἡ ὑποπλακία Θήβη καὶ ἡ ὑλήεσσα ὑπόπλακος, ὅ ἐστιν ἡ ὀρεινὴ καὶ δασεῖα. Πλάκες δέ, φασί, πάντα τὰ πλατέα. ὅθεν καὶ τὸ πέμμα ὁ πλακόεις καὶ ἐν συναιρέσει πλακοῦς. Διὸ οὐδ' ἐξ ἀνάγκης λιθώδεις πᾶσαι πλάκες κατὰ τὸ "ἱερὴν ὑποπλάκα Σουνίου", ἀλλὰ καὶ ἑτέρως πλατεῖαι καὶ γόνιμοι, ὁποία καὶ ἡ παρὰ τῷ Εὐριπίδῃ σπειρομένη ἀρίστη Χεροννησία πλάξ. Κίλικες δὲ οὗτοι, ὧν Ἠετίων ἄρχει καθ' Ὅμηρον, πάντως ἕτεροί εἰσι τῶν περὶ τὴν νῦν μεγάλην Κιλικίαν, περὶ ὧν καὶ προείρηται. Ὁ δὲ Γεωγράφος περὶ τῆς τοιαύτης Κιλικίας [342] καὶ τοιαῦτά φησιν· Ἀδραμυτηνὴ ἡ Θήβη διέχουσα Ἀδραμυτείου σταδίους ἱκανούς, πλησίον δὲ αὐτῆς ἡ Κίλλα. καὶ ὅτι Κίλλας ἡνίοχος ἡγήσατο τῶν τόπων, ἀφ' οὗ ἴσως ἡ ἐκεῖ Κίλλα ὠνόμασται. Ὁ δ' αὐτός φησι καὶ ὅτι κάμψαντι τὸ Λεκτὸν ἐλλογιμώταταί εἰσι πόλεις Αἰολέων καὶ ὁ Ἀδραμυτηνὸς κόλπος, ἐν ᾧ πολλοὶ τῶν Λελέγων καὶ οἱ διττοὶ Ὁμηρικοὶ Κίλικες, ἐνταῦθα δὲ καὶ ὁ Μιτυληναίων αἰγιαλός. Πῶς δὲ διττοὶ οἱ ῥηθέντες Κίλικες, ὁ αὐτὸς δηλοῖ, λέγων ὅτι μετὰ τοὺς Λέλεγας, τοὺς Τρωϊκοὺς δηλαδή, περὶ ὧν ἐρρέθη οὐ πρὸ πολλοῦ ἐν τοῖς περὶ Πηδάσου, οἱ καθ' Ὅμηρον Κίλικες κατὰ τὴν Ἀτραμυτηνὴν παραλίαν. διῃροῦντο δὲ εἰς δύο δυναστείας, τὴν ὑπὸ τῷ Ἠετίωνι καὶ τὴν ὑπὸ τῷ Μύνητι, ὃς ἦρχε Λυρνησσοῦ, ἣν διὰ τοῦτο καὶ πόλιν Μύνητός που ἐρεῖ ἡ πατριῶτις αὐτῆς Βρισηΐς. Ἰστέον δὲ καὶ ὅτι διαφόρους γραφὰς ἀποφέρεται τὸ ῥηθὲν Ἀδραμύτειον, καθὰ καὶ Στέφανος παραδίδωσιν ἐν τοῖς Ἐθνικοῖς. καὶ γὰρ καὶ μετὰ τοῦ δ λέγεται Ἀδραμύτειον, καὶ μετὰ τοῦ τ Ἀτραμύτειον, ὡς καὶ τοῦ ῥηθέντος κτήτορος αὐτοῦ ἴσως οὕτω διφορουμένου, καὶ τὴν παραλήγουσαν δὲ διά τε δύο τ ἔχει καὶ δι' ἑνός, ἔτι δὲ καὶ διὰ διφθόγγου καὶ διὰ μόνου διχρόνου.
(v. 398) Ὅτι ἔχει μὲν ὁ ἀνὴρ γυναῖκα, ἔχεται δὲ γυνὴ τῷ ἀνδρί, ὡς ἡ Ἀνδρομάχη ἐνταῦθα τῷ Ἕκτορι.
(v. 399) Ὅτι εἰ καὶ Ἀλέξανδρος ἐπὶ μακρὸν ἔμεινε παρὰ τῇ γυναικί, ἀλλ' ὁ καλὸς Ἕκτωρ οὐχ' εὑρὼν οἴκοι, καθὰ καὶ προείρηται, τὴν γυναῖκα οὐκ ἀναμένει, ἄπεισι δὲ κατὰ σπουδὴν προτιμώμενος τῶν ἰδίων τὴν κοινὴν βοήθειαν. αὐτομάτως μέντοι εὑρίσκει τὴν γυναῖκα καὶ τὸ αὐτοῦ βρεφύλλιον, οὐ κατὰ ἔργον ὁδοῦ. Καὶ οὕτως ὁ ποιητής, οἷος αὐτὸς καινῶν θεωρημάτων εὑρετής, παρεντίθησιν, ὡς οὐκ ἂν ἐλπίσῃ τις, τῇ ποιήσει καὶ τὸ τῆς ἡρωΐνης ταύτης ἐπεισόδιον καὶ γλυκαίνει, ὡς ἐρρέθη, τὸν ἀκροατὴν πολυειδῆ τινα ὁμιλίαν παρεντιθείς. Εἰς μυρία [343] γὰρ τῷ ποιητῇ ἐχρησίμευσε τὸ ἀπελθεῖν τὸν Ἕκτορα εἰς τὴν πόλιν. δίχα γὰρ τῶν ἄλλων παρεισέδυ οὕτως ἀναγνωρισμὸς Γλαύκου καὶ Διομήδους, ὅθεν ἱστορίας πολὺ χύμα ἔρρευσεν. ἐκεῖθεν δὲ καὶ περὶ οἴνου ἐφιλοσοφήθη τὰ δέοντα καὶ περὶ Σιδονίων ἱστορήθη τινά, ἔτι δὲ καὶ περὶ Ἑλένης καὶ περὶ Ἠετίωνος καὶ περὶ Ἀνδρομάχης. γλυκανεῖ δὲ τὴν ποίησιν καὶ τὸ βρεφύλλιον τοῦ Ἕκτορος, καί, τὸ ὅλον εἰπεῖν, εὖ πεποίηται ὁ Ἕκτωρ ἀπελθὼν τῆς μάχης. Ἱλαρύνθη γὰρ οὕτω τῆς ποιήσεως ἡ σκυθρωπότης καὶ ἀπονιψαμένη τοῦ λύθρου τῶν πιπτόντων τοῖς ἐπεισοδίοις διεγέλασεν.
(v. 399-401) Ὅτι περὶ τοῦ ὑποτιτθίου Ἑκτορέου παιδὸς οὕτω φράζει ὁ ποιητής "ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ παῖδ' ἐνὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα, νήπιον αὕτως, Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον", ἤγουν ὅμοιον, "ἀστέρι καλῷ", οὐ μὴν ἡλίῳ εἴτε σελήνῃ. οὐ γὰρ ἔπρεπε βρεφυλλίῳ τοιοῦτον ἐπίθετον. Καὶ σημείωσαι [ὅτι τε καθὰ τῇ Ἀνδρομάχῃ ἀμφίπολος ἀκολουθεῖ ἔξω, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ἐν τοῖς ὕστερον ἠκολούθει ἐξιούσῃ τῇ δεσποίνῃ μία θεραπαινίς, καὶ] ὅτι χρήσιμα εἰς ἀγαθοῦ βρέφους ἔπαινον τὸ "ἀταλάφρονα νήπιον ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ". Τὴν δὲ ῥηθεῖσαν ἀμφίπολον καὶ τιθήνην ἀνωτέρω ἔφη καὶ ταμίην, [τὸ μὲν ἐκ τῆς κατ' οἶκον ἐνεργείας, ὁποία ἐν Ὀδυσσείᾳ ἡ τῆς Εὐρυκλείας καὶ τῆς Εὐρυνόμης, τὸ δὲ διὰ τὸ θηλάζειν τὸν βασιλικὸν παῖδα. Ἔφη γάρ "φέρει δ' ἅμα παῖδα τιθήνη", γυνὴ ταμίη. Γίνεται δὲ ἡ τιθήνη παρὰ τὸ θῶ θήσω, τὸ θηλάζω, ἀναδιπλασιασμῷ δυσφώνῳ καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν διὰ καλλίονα φωνήν. Τὴν δὲ τιθήνην καὶ τιθηνόν φασιν οἱ παλαιοί, λέγοντες καί, ὅτι τιτθή καὶ τροφός [344] καὶ τιθήνη διαφέρουσι παρὰ τοῖς μὴ πενιχροῖς. Τίτθαι μὲν γὰρ βαρυτόνως ἢ τιτθαί ὀξυτόνως αἱ τοὺς τιτθοὺς παρέχουσαι, ὅπερ ἐστὶ μαστούς, ἐξ ὧν καὶ βρέφος ὑποτίτθιον τὸ ὑπομάζιον. Τιθηνοὶ δέ, ἔτι δὲ καὶ τροφοί, ὧν τὸ ἀρσενικὸν οἱ τροφεῖς, αἱ τὸν ἄλλον, φασί, πόνον μετὰ τὸν ἀπογαλακτισμὸν ἀναδεχόμεναι ἤγουν περιφέρουσαι προσπαίζουσαι τοῖς τροφίμοις καὶ ἄλλως ἐπιμελῶς ἐκτρέφουσαι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ τιτθὸς πλεονασμὸν ἔχει τοῦ τ ἐπίτηδες διὰ τραχυφωνίαν. γίνεται γὰρ ἀπὸ τοῦ ἐντίθεσθαι στόμασι βρεφικοῖς.]
(v. 400) Ἔστι δὲ ἀταλάφρων ὁ μὴ τάλας ἢ τλήμων ἀλλ' ἔτι φρονεῖν ἁπαλός. Τὸ δὲ αὕτως εἰ μὲν ἀντὶ ‹τοῦ› οὕτω λαμβάνοιτο, περιττὸν κεῖται, ὃ καὶ ἄλλαι, ὡς καὶ προεδηλώθη, λέξεις πάσχουσιν. εἰ δὲ μάλιστα τὸ ὡσαύτως σημαίνει, ἐκ παραλλήλου ἑρμηνεύει κεῖσθαι τὸ ἀταλάφρονα καὶ τὸ νήπιον, ἵνα εἴη ὁ παῖς καὶ ἀταλάφρων ὁμοίως καὶ νήπιος. ἀντὶ τοῦ μάτην γὰρ αὐτὸ νοῆσαι οὐκ ἐγχωρεῖ.
(v. 402) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς καὶ ὅτι ὁ Ἕκτωρ μὲν μετριοφρονῶν Σκαμάνδριον ἐκάλει τὸν παῖδα ὁμωνύμως ἀνδρί τινι Τρωϊκῷ, οὗ καὶ αὐτοῦ ἐμνήσθη ὁ ποιητής, κατὰ παρωνυμίαν τὴν ἀπὸ τοῦ ποταμοῦ Σκαμάνδρου, ὥσπερ καὶ Σιμοείσιός τις παρὰ τῷ ποιητῇ παρωνυμεῖται τῷ Σιμόεντι ποταμῷ, καί τις Ἰδαῖος τῇ Ἴδῃ τῷ ὄρει. καὶ οὕτω μὲν ὁ Ἕκτωρ.
(v. 403) Οἱ δὲ Τρῶες χάριτας εἰδότες τῷ προμάχῳ πατρὶ Ἀστυάνακτα τὸν υἱὸν ἐκάλουν τρόπῳ διωνυμίας, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται, οὐχ' ὅτι ὁ οὕτω νήπιος τοῦ ἄστεος ἄναξ ἦν τῆς Ἰλίου ἤτοι φροντιστὴς καὶ ἀνακῶς ἤγουν ἐπιμελῶς ἔχων αὐτῆς, εἰ καὶ ὁ Ἕκτωρ ἐπεύξεται Ἰλίου ἶφι ἀνάσσειν αὐτόν, ἀλλὰ διὰ τὸν πατέρα, ἐπειδή, φησί, μόνος ἐρύετο Ἴλιον Ἕκτωρ. Καὶ ὅρα ὅπως ἐτυμολογεῖ καὶ τὸν Ἀστυάνακτα τρόπῳ ποιητικῷ. Ἰστέον δὲ ὅτι καὶ διὰ τὰ τῶν πατέρων καὶ προγόνων ἔργα ἐτίθετό ποτε ὀνόματα τοῖς ἐπιγόνοις. Τὴν γοῦν Μάρπησσαν Ἀλκυόνην καλεῖσθαί φησί που Ὅμηρος ἐπώνυμον διὰ τὸ [345] τὴν μητέρα αὐτῆς ποτε πολλὰ πενθῆσαι δίκην ἀλκυόνος, καὶ τῷ Ὀδυσσεῖ δὲ ὁ πάππος Αὐτόλυκος τὸ τοιοῦτον ὄνομα ἔθετο, διότι πολλοί, φησίν, ἐμοὶ ὠδύσαντο, τουτέστιν ὠργίσθησαν, κατὰ γῆν, ὡς κλέπτοντι τὰ ἐκείνων. οὕτω γὰρ βούλεται ὁ ποιητὴς ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ χαίρουσιν ἐτυμολογεῖν ἐν καιρῷ, καθάπερ οἱ ἄλλοι σοφοί, οὕτω καὶ οἱ ποιηταί, οὐκ ἄδηλόν ἐστιν. οἳ τὰ μὲν ὡς ἐκ παρόδου καὶ οὐ κατὰ πλάτος ἐτυμολογοῦσιν, ἀλλ' ὡς ἂν συνήσει ἀγχίνους ἀκροατής, τὰ πολλὰ καὶ ἓν πρὸς ἓν φράζοντες ἐτυμολογικῶς, ὡς ἔστι μυρία ἐκ τῶν Ὁμηρικῶν ἀναλέγεσθαι, καθὰ καὶ Πορφύριος ἐπισημαίνεται. τὰ δὲ καὶ πλατικώτερον προάγουσιν, ὡς ἔχει καὶ τὰ προσεχῶς εἰρημένα. Τοιοῦτος δὲ καὶ Ἡσίοδος ἔν τε ἄλλοις καὶ ἐν οἷς τὴν Πανδώραν ἐτυμολογεῖ, καὶ ἔνθα δὲ τὴν φιλομειδῆ καὶ τὴν Κυθέρειαν, τὸ μὲν ὅτι Κυθήροις προσεπ‹έ›λασε, τὸ δ' ὅτι μηδέων ἐξεφαάνθη, ὅ ἐστιν αἰδοίων τῶν τοῦ Κρόνου, καὶ ὅπου δὲ τὸν παρὰ τοῖς ἄλλοις Ὀϊλέα τετρασυλλάβως καλούμενον Ἰλέα τρισυλλάβως αὐτὸς λέγειν ἐθέλων φησὶν οὕτως αὐτὸν κληθῆναι, οὕνεκα νύμφην εὑράμενος ἵλεων μίχθη ἐρατῇ φιλότητι. Ὅθεν ἔστι συνιδεῖν ὅτι κατὰ πλεονασμὸν τοῦ ο ἐκ τοῦ Ἰλεύς γέγονεν ὁ Ὀϊλεύς, ὁμοίως τῷ κέλλω ὀκέλλω, κλῶ κλάζω ὀκλάζω, ἔτι δὲ καὶ τῷ Βριάρεως Ὀβριάρεως, ὡς τεχνογραφεῖ Ἡρῳδιανός. καὶ οὕτω μὲν Ἡσίοδος. Εὐριπίδης δὲ τὸν Οἰδίπουν ἐτυμολογῆσαι θελήσας ἐπέκρυψε μὲν τὸ σαφές, ὃ δὴ ἀρετὴ ἐτυμολογίας ἐστίν, ἀσαφῶς δὲ χρυσοδέτοις αὐτὸν περόναις ἐπίσημον ἔφη, δι' ὧν δηλαδὴ ἐξοιδηθέντες οἱ πόδες ὄνομα πεποιήκασιν αὐτῷ.
(v. 404) Ὅτι μὴ ἔχων ὁ Ἕκτωρ τὸν νήπιον Ἀστυάνακτα προσειπεῖν μειδιάματι φιλοφρονεῖται αὐτόν, ᾧ καὶ μόνῳ δεξιούμενοι τὰ βρέφη προσαγορεύομεν, λόγου μὲν οὐ συνιέντα, τὴν δὲ ὄψιν γνωρίζοντα. Φησὶ γὰρ "μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ".
(v. 405) Ἀνδρομάχη μέντοι ἄγχι παρίστατο δακρυχέουσα. καὶ οὕτω μερίζονταί [346] πως οἷον ἀμφότεροι τὸν κλαυσίγελων. Ἀλλ' ὅτε ἰδὼν τὸν τῆς περικεφαλαίας λόφον ὁ παῖς μετ' ὀλίγα ἐτάρβησε καὶ πτοηθεὶς συνεστάλη, τότε δὴ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐξεγέλασαν τῷ δέει τοῦ παιδὸς αὐτοὶ ἀντεπεξαγαγόντες τὸν γέλωτα. Καὶ ὅρα ὅπως πιθανῶς ὁ ποιητὴς διαφόροις πάθεσι τὸ χωρίον τοῦτο κατεκέρασε, μειδιάματι, δάκρυσι, δέει, γέλωτι. ἡ δὲ γλυκύτης καὶ τὸ ἐνδιάθετον ῥητορείαν ἐθέλει μακράν. Ἰστέον δὲ ὅτι τε καθὰ μειδιάματι, οὕτω δὴ καὶ δακρύοις ἔστι πως προσφωνεῖν κατὰ τὸ "προσεῖπε δακρύοις ὥστε σημῆναι φίλα", καὶ ὅτι καὶ διὰ νεύματος ἔστι γενέσθαι τὸ αὐτό, καὶ ὅτι τὸ μὲν Ὁμηρικὸν βρέφος ἔδεισεν, ὡς ἐρρέθη, παρὰ δὲ Ἡροδότῳ φέρουσα γυνὴ δέδωκέ τινι παιδίον, τὸ δὲ προσεγέλασε, φησί, τῷ λαβόντι, καὶ ὅτι τὸ μείδησεν ἀπὸ ἐνεστῶτος γίνεται διφορουμένου. Λέγεται γὰρ καὶ μειδῶ μειδιῶ, ὥσπερ κατηφῶ καὶ κατηφιῶ, καθὰ καὶ πρὸ μικροῦ γέγραπται.
(v. 407) Ὅτι τὸ "δαιμόνιε φθίσει σε τὸ σὸν μένος", ὃ Ἀνδρομάχη πρὸς τὸν ἄνδρα φησί, ἁρμόζει παντὶ θρασυνομένῳ ὑπὲρ τὸ δέον.
(v. 408-410) Ἐφεξῆς δὲ τὸ "οὐδ' ἐλεαίρεις παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη σεῦ ἔσομαι" γυναικὸς λόγοι πρὸς ἄνδρα ὁρμῶντα εἰς κίνδυνον.
(v. 407) Ὅρα δέ, φασί, πῶς τὸ σὸν εἶπε μένος, οὐ μὴν πολέμιός τις καὶ ἀριστεύς, ὡς εἴγε πεσεῖν τὸν Ἕκτορα ἐν πολέμῳ ἀνάγκη, οὐχ' ἕνα τινὰ τοῦτο ποιήσειν ἡ Ἀνδρομάχη φησίν, ἀλλὰ τὸ Πανελλήνιον. "Τάχα γάρ σε κατακτανέουσι", φησίν, "Ἀχαιοὶ πάντες ἐφορμηθέντες". οὕτω μεγάλα φρονεῖ περὶ τοῦ ἀνδρός. Ἐπαινοῦσι δ' ἐνταῦθα οἱ παλαιοὶ καὶ τὸ "δαιμόνιε", παρασημειούμενοι, ὡς οὔτε "Ἕκτορ" οὔτε "ἄνερ" οὔτε τι τοιοῦτον ἕτερον προσεῖπεν αὐτόν, ἀλλὰ "δαιμόνιε", ὅπερ θυμὸν ἐμφαίνει καὶ εὔνοιαν. Θαυμάζει μὲν γάρ, φασί, τὴν ἰσχὺν τοῦ ἀνδρός, τὸ δὲ θράσος οὐκ ἐπαινεῖ, ὃ καὶ ὀκνήσασα ὀνομάσαι διὰ τὸ δύσφημον μένος εἶπεν ἀντ' αὐτοῦ. [Οὐκοῦν ἀληθῶς μέσως ἐνταῦθα εἴρηται τὸ δαιμόνιε, ὥσπερ καὶ μετ' ὀλίγα τὸ "δαιμονίη" ἐν τῷ "δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο". οὔτε γὰρ μακαριότητα μόνην οὔτε μὴν ἀθλιότητα κατὰ μόνας ἐν τούτοις ἔστι νοεῖν, ἀλλά τι κρᾶμα ἐξ ἀμφοῖν. Ὁ μέντοι δαίμων, ὥσπερ δὴ καὶ ἡ μοῖρα [347] καὶ ἡ τύχη ἄλλως λέγονται μέσαι λέξεις, καὶ ὡς ἐπὶ πολὺ μὲν τῷ εὖ καὶ τῷ δυς διακρίνονται εἰς ὃ νοοῦσιν, ἔστι δὲ ὅτε καὶ ἁπλᾶ ὄντα τῇ κατ' ἔννοιαν ἀκολουθίᾳ διευκρινοῦνται. Δαίμων γοῦν εὐροεῖν, καὶ δαιμόνιος δὲ Ἀριστοτέλης ἐπὶ καλῷ λέγονται, δαίμων δὲ βαρὺς τὸ ἀνάπαλιν. οὕτω δὲ καὶ ἡ μοῖρα ἐν ταῖς χρήσεσι θεωρεῖται. ὡσαύτως δὲ καὶ ἡ τύχη. τὸ μὲν γὰρ "θέλω τύχης σταλαγμόν" καὶ τὸ "τύχη Καίσαρος" ἀγαθὰ νοοῦσι. Τὸ δὲ "οὐκ ἔστιν, εἰ μὴ τὴν τύχην αὐτὴν λέγεις", καὶ ἡ παρὰ Σοφοκλεῖ ἀναγκαία τύχη τὴν μὴ εὖ πίπτουσάν τινι δηλοῦσιν.]
(v. 408) Ἰστέον δὲ καὶ ὡς διαφέρει νήπιος καὶ νηπίαχος οὐ κατὰ μόνον τὸ ἁπλοῦν καὶ τὸ σύνθετον, ἀλλὰ καὶ ὅτι νήπιος μὲν δηλοῖ ὁτὲ μὲν ἡλικίαν, ὁτὲ δὲ ἦθος, νηπίαχος δὲ συνεμφαίνει τῇ ἡλικίᾳ καὶ τὴν βρεφικὴν ἰαχήν, ἥτις ἐστὶ κλαυθμυρισμός. ἧς δὴ νηπιέης ἰαχῆς μαρτύριον μετ' ὀλίγα τὸ πρὸς κόλπον τιθήνης ἐκλίνθη ἰάχων. Ἔφη δ' ἐν τούτοις περὶ Ἀστυάνακτος τὸ μὲν "νήπιος" ὁ ποιητὴς ἀπαθῶς εἰπὼν "ἀταλάφρονα νήπιον", τὸ δὲ νηπίαχος ἡ μήτηρ Ἀνδρομάχη περιπαθῶς.
(v. 408 s.) Ὅρα δὲ καὶ ὅτι συνεχῶς δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται ταὐτολιγικῶς τὸ τάχα, ὃ δηλοῖ τὸ ταχέως. Ἔφη γὰρ ἡ Ἀνδρομάχη "ἣ τάχα χήρη σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν". Ἐντελῶς δὲ πέφρασται τὸ "χήρη σεῦ". ἡ γὰρ χήρα τινός ἐστι χήρα. κατωτέρω δὲ τὸ "παῖδ' ὀρφανικὸν χήρην τε γυναῖκα" ἐλλέλειπται. Οὕτω καὶ πολιὰν μὲν εἰπεῖν ἐλλιπῶς ἔχει, τὸ δὲ "πολιὰς ἕλκετο τρίχας" καὶ "πολιᾶς ἀμύγματα χαίτης" ἀνελλιπῶς ἔχει.
(v. 410-413) Ὅτι ὁ λυπούμενος [348] ἐπὶ στερήσει φίλου ἢ εὐεργέτου εἴποι ἂν τὸ τῆς Ἀνδρομάχης πρὸς Ἕκτορα "ἐμοὶ δέ κε κέρδιον εἴη σεῦ ἀφαμαρτόντι χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη ἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς, ἀλλ' ἄχεα". Εἰ δὲ καὶ γονέων ἐστέρηται ὁ ταῦτα λέγων, ἁρμόττει καὶ τὸ ἐφεξῆς "οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ". Λέγει δὲ θαλπωρὴν μὲν τὴν ὑπὸ ἡλίῳ διαγωγήν, ὅ ἐστι ζωήν. Χθόνα δὲ δῦναι τὸ τεθνάναι, ὅτε οὐκ ἔστι θάλπεσθαι, εἴγε κρυερὸς ὁ Ἅιδης λέγεται. Καὶ ἄλλως δὲ ἡ θαλπωρὴ ἔοικε βεβαίαν ἐλπίδα δηλοῦν καὶ οὐκ ἐν κενοῖς θάλπουσαν, ἣν ὁ μὴ ἔχων ἀνηκέστῳ πυρὶ θάλπεται, καὶ ἄλλως δὲ κεναῖς ἐλπίσι θερμαίνεται κατὰ τὸν εἰπόντα τραγικόν. Κοινότερον δὲ θαλπωρὴ ἡ θάλπουσα ἡδονή, ᾗ ἀντίκειται τὰ ὡς εἰπεῖν ψυχρὰ ἄχεα.
(v. 411) Τὸ δὲ ἀφαμαρτούσῃ ἀρίστη λέξις ἐπὶ ἀνδρὸς φίλου θανάτῳ καὶ οὐδεμία ἑτέρα καιριωτέρα ταύτης εὑρεθήσεται. [Ἰστέον δὲ καὶ ὅτι τὸ χθόνα δῦναι ταὐτόν ἐστι τῷ δῦναι δόμον Ἄϊδος εἴσω, ἤδη δὲ καὶ τῷ χυτῇ γαίᾳ καλυφθῆναι καὶ τοῖς τοιούτοις. Τὸ δέ γε χανεῖν τινι εὐρεῖαν χθόνα ἑτεροῖόν ἐστι. πρὸς ὃ γράψας τις τολμηρότερον, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, ἔφη τὸ "οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ τοῦ βαράθρου καὶ τοῦ ταρτάρου εἰς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναριθμήτους".]
(v. 412) Τὸ δὲ ἐπεὶ ἂν τὸ ἐντελές ἐστι τοῦ παρὰ τοῖς ὕστερον λεγομένου ἐπάν, παρ' οἷς συνθετώτερον τοῦ ἐπεὶ ἂν τὸ ἐπειδάν. Ὅτι Ἀνδρομάχη τὰ κατὰ τοὺς οἰκείους γονεῖς διηγεῖται τῷ Ἕκτορι καὶ ταῦτα πάντως εἰδότι, παρέλκον τι καὶ αὐτὴ ποιοῦσα κατὰ γυναικεῖαν ἀφέλειαν εἰς οὐδὲν κατεπεῖγον. οὐ γάρ ἐστι, φασίν, ἀναλογισμὸς τοῦ δέοντος ἀσθενούσαις ψυχαῖς, ἢ πενθούσαις καὶ τεταραγμέναις. ἔτι δὲ οἱ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας ἀδολεσχεῖν, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ α΄ [349] ῥαψῳδίᾳ πρὸς τὴν μητέρα ποιεῖ. καὶ ἄλλως δὲ τῷ φιλοπενθεῖ συγχωρητέον μακρολογεῖν. Σημείωσαι δὲ ὅτι καὶ ταῦτα δεινῶς μεθοδεύει ὁ ποιητής, ἵνα εἰ καὶ ἀπὸ τῶν τελευταίων τῆς μάχης ἤρξατο, μηδὲ τῶν παλαιοτέρων ἔργων τῶν ἀξίων λόγου παραλείψῃ μηδέν.
(v. 413-428) Λέγει δὲ ἡ Ἀνδρομάχη οὕτως "οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ. ἤτοι μὲν γὰρ πατέρα ἐμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν", ἤτοι ναιομένην, "Θήβην ὑψίπυλον", τὴν πατρίδα μου δηλαδή, "κατὰ δ' ἔκτανεν Ἠετίωνα, οὐδέ μιν ἐξενάριξε, σεβάσατο γὰρ τό γε θυμῷ, ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν ἠδ' ἐπὶ σῆμ' ἔχευεν", ἤγουν διὰ χώματος ὑψηλοῦ ἐσήμανε τὸν τόπον τῆς ταφῆς. περὶ δὲ τὸ σῆμα "πτελέας ἐφύτευσαν νύμφαι ὀρεστιάδες κοῦραι Διός. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν, οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσιν", ὥστε βουκολοῦντες παλαιῷ ἔθει καὶ ὄϊς νέμοντες ἐκεῖνοι ἔπεσον ὑπὸ τῷ Ἀχιλλεῖ. "μητέρα δέ", φησίν, "ἣ βασίλευεν Ὑποπλάκῳ ὑληέσσῃ, τήν, ἐπεὶ ἂρ δεῦρ' ἤγαγεν ἅμ' ἄλλοισι κτεάτεσιν, ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα, πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα", τουτέστιν αἴφνης μετὰ τὴν λύσιν τέθνηκεν, ἴσως διὰ λύπης ὑπερβολήν. ὅτι γὰρ τῶν αἰφνιδίων θανάτων ταῖς γυναιξὶν ἡ Ἄρτεμις ἐπιστατεῖ, καὶ πρὸ ὀλίγων εἴρηται.
(v. 415 s.) Πόλιν δὲ Κιλίκων ἀκριβῶς λέγει τὴν ὑπὸ τῷ Ἠετίωνι Θήβην, ὃν πρὸ βραχέων Κιλίκεσσιν ἔφη ἀνάσσειν. Τὴν δὲ Θήβην ὑψίπυλον λέγει ἀντὶ τοῦ μεγάλην ὡς ἀπὸ μέρους. Χρεία γὰρ τῇ μεγάλῃ πόλει τοιούτων πυλῶν, οὐ μὴν τῇ φαυλοτάτῃ, ὡς ἂν μὴ ἐπισκώψῃ τις τὸ ᾀδόμενον "κλείσατε τὰς πύλας, ἵνα μὴ ἐξέλθῃ ἡ πόλις". Ἴσως δὲ ταὐτὸν ὑψίπυλον εἰπεῖν ποτε καὶ τηλέπυλον, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.
(v. 416 s.) Σημείωσαι δὲ καί, ὡς ἐνταῦθα φανερῶς ἐδήλωσεν, ὅτι ἐναρίζειν οὐ τὸ κτείνειν ἐστὶν ἀλλὰ τὸ σκυλεύειν. Φησὶ γάρ· κατέκτανεν, οὐδέ μιν ἐνάριζεν, ἀλλ' ἔκηε σὺν ἔντεσιν. ὅθεν καὶ ἔναρα τὰ σκῦλα, ὅ ἐστι τὰ λάφυρα. Ἔνθα ὅρα καὶ ὅπως ὁ Ἀχιλλεὺς τὴν τοῦ πολεμίου Ἠετίωνος ἀρετὴν ᾐδέσατο τιμήσας ἐκεῖνον μετὰ θάνατον. Τὸ γὰρ "σεβάσατο" ἀντὶ τοῦ ἐτίμησεν, ἀφ' οὗ καὶ ὁ παρὰ τοῖς ὕστερον σεβαστός. [350] [(v. 419) Τὸ δὲ "σῆμα ἐπιχεῦε" παραφράσας ὁ Σοφοκλῆς τάφον χῶσαι εἶπεν, ὅ ἐστιν ἀναχωματίσαι. ὅθεν καὶ τὰ ἱστορούμενα πολλαχοῦ χώματα.] Αἱ δὲ πτελέαι προσήκουσι νεκρῶν καὶ αὐταὶ μνήμασι διὰ τὸ ἄκαρπον, καθὰ καὶ αἱ ἰτέαι καὶ ὅσα ἕτερα δηλοῖ καὶ ἡ Ὀδύσσεια.
(v. 420) Νύμφαι δὲ ὀρεστιάδες φυσικαὶ ‹καὶ› φυτικαὶ νοοῦνται δυνάμεις διοικοῦσαι τὰ φυόμενα ἐκ γῆς καὶ εἰς αὔξην προκαλούμεναι καὶ ἁδρύνουσαι δι' ὑγρότητος καὶ θερμότητος τὰ ἐν ὄρεσι καὶ ἄγρια, ὧν εἶδος καὶ αἱ πτελέαι. Εἰ δὲ καὶ δρύες δι' αὐτῶν γίνονται καὶ μηλέαι καὶ τὰ ἐν λειμῶσιν, οὐδὲ τοῦτο ἀφῆκεν ἡ ποίησις ἀπεριλάλητον ἁμαδρυάδας νύμφας τινὰς πλασαμένη καὶ μηλίδας καὶ λειμωνιάδας. Αἱ δὲ τοιαῦται δυνάμεις νύμφαι μὲν λέγονται, ὡς καὶ ἀλλαχοῦ σαφέστερον εἴρηται, διὰ τὸ κατὰ τὸ νέον, ὅ ἐστι κατὰ τὸ ἔαρ, μάλιστα ἐκφαίνεσθαι, Διὸς δὲ θυγατέρες, ὅ ἐστιν ἀέρος καὶ αἰθέρος, διὰ τὴν ἄνωθεν ἑπομένην αὐταῖς ὑγρότητα καὶ θερμότητα. [Ἰστέον δὲ ὅτι καθάπερ ὁμώνυμος γυναικὶ κόρῃ, τουτέστι παρθένῳ, ἡ μυθευομένη τῆς Δήμητρος Κόρη, οὕτω καὶ αἱ μυθικαὶ Νύμφαι ὁμωνυμοῦσι ταῖς παρ' ἀνθρώποις. Ἔτι δέ, καθὰ αἱ παρθένοι κόραι καὶ μετὰ γάμον κόραι καὶ κοῦραι λέγονται διὰ τὸ νεάζειν, ὡς καὶ Ὅμηρος οἶδεν, οὕτω καὶ αἱ τοῦ μύθου Νύμφαι, ὧν πολὺ πλῆθος ἐν τῇ ποιήσει καὶ [351] γάμῳ ὑποπεσοῦσαι καὶ τεκοῦσαι Νύμφαι καλοῦνται κατά τινα κυριωνυμίαν. Ὅτι δὲ καὶ συγγενικόν ἐστιν ὄνομα ἡ νύμφη, καὶ ὅτι καὶ προβεβηκυῖάν τινα τῇ ἡλικίᾳ νύμφην ὁ ποιητὴς καλεῖ, οἷον "δεῦρ' ἴθι νύμφα φίλη", καὶ ὅτι παρώνυμος τῇ νύμφῃ ὁ νυμφίος, καὶ ὅτι ὁ παράνυμφος εἰκαιότερον οὕτω λέγεται. ὀρθότερον γάρ ἐστι παρανυμφίον καλεῖσθαι τὸν συναπάγοντα τῷ νυμφίῳ τὴν νύμφην ἢ πεζῇ ἢ ἐφ' ἁμάξης ὡς παρ' Ἀθηναίοις, ὑφ' ὧν καὶ πάροχος καλεῖται διὰ τὸ μόνος αὐτὸς συναναβαίνειν καὶ ὀχουμένῳ τῷ νυμφίῳ παροχεῖσθαι, καὶ ὅτι νυμφεῖον περιεκτικῷ λόγῳ ὁ τόπος ἐν ᾗ οἱ νυμφίοι, καὶ ὅτι νυμφαγωγός ὁ τὴν νύμφην ἄγων ἐκ τῆς πατρικῆς οἰκίας τῷ νυμφίῳ, καὶ μάλιστα ὁ τὴν κατὰ δεύτερον γάμον, καθ' ὃν οὐ θέμις τὸν νυμφίον μετιέναι, ἀλλ' ἀποστέλλεσθαι φίλον, ὃς οὕτω προσονομάζεται, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν καὶ ταῦτα.]
(v. 422-424) Σημείωσαι δὲ καὶ ὅτι προσθήκη τις πένθους τῇ Ἀνδρομάχῃ οὐ μόνον ὅτι ἑπτὰ ἔπεσον αὐτῇ ἀδελφοί, ἀλλ' ὅτι καὶ ἐν ἰῷ, ἤγουν ἑνί, ἤματι, καὶ ὅτι οὐδὲ μαχόμενοι ἔπεσον, ἀλλ' ἐπὶ βουσὶ καὶ ὀΐεσσιν.
(v. 422) Ἰστέον δὲ ὅτι ἄπορον μὲν τοῖς παλαιοῖς διὰ τί κλίνεται μία μιᾶς μιᾷ ἐν ἀνομοιότητι τόνων. Ἔοικε δὲ παθεῖν τοῦτο ἐξ ἀναλογίας τῆς πρὸς τὸ οἰκεῖον ἀρσενικὸν καὶ οὐδέτερον. ἰδοὺ γὰρ ἐνταῦθα ἰῷ ἤματί φησιν ὁ ποιητὴς ἀντὶ τοῦ μιᾷ ἡμέρᾳ μετὰ περισπωμένου τόνου. Ἀριστάρχειος δέ, φασίν, ἡ τοιαύτη ἀνάγνωσις. Τινὲς δὲ καὶ Ἀττικὸν αὐτὸ εἶναι ἠθέλησαν. τὸν δὲ Ἀρίσταρχόν φασι καὶ [352] ἄλλα πολλὰ παρὰ τὴν ἀναλογίαν καινοτέροις τόνοις ὑποβαλεῖν, ὃς καὶ "μέσην ἐς ἄγυιαν" προπαροξυτόνως ἀναγινώσκων ἐν τοῖς ἑνικοῖς τὸ "ἐϋκτιμένας κατ' ἀγυιάς" ὀξυτόνως προέφερεν, ὁποῖόν τι πάσχει κατ' ἄλλους, ὡς προεγράφη, καὶ τὸ Θέσπια καὶ Θεσπιαί καὶ Πλάταια καὶ Πλαταιαί. Τούτων δὲ εἴ τις ἀποδοῦναι σχοίη σταθηρὰς αἰτίας, ἔχοι ἂν λῦσαι καὶ τὸ περὶ τοῦ ἡ μία τῆς μιᾶς ἄπορον. Περὶ δὲ τοῦ ἰῷ ἤματι, καὶ ἄλλα τινὰ ἐν τοῖς ἑξῆς γεγράψεται.
(v. 425) Τὸ δὲ "ἣ βασίλευε" σεμνώματος χάριν εἶπεν, ἐπειδὴ πολλαὶ γυναῖκες ὑπὸ βασιλεῦσιν οὖσαι ὅμως αὐταὶ οἷα παλλακαὶ οὐ βασιλεύουσι.
(v. 426 s.) Τὸ δὲ "τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγεν" ἐπανάληψιν ἔχει οὐκ ἀναγκαίαν διὰ τὴν ἐξ ἐγγυτάτου ἀπόδοσιν τῆς συντάξεως. Ἦν γὰρ ἀσφαλῶς εἰπεῖν ὅτι μητέρα, ἣ βασίλευε, δεῦρο ἀγαγὼν ἀπέλυσεν. Οὕτω δὲ καὶ ἐν τῷ "ἂψ ὅ γε τὴν ἀπέλυσεν" οὐ κατά τι ἀναγκαῖον κεῖται τὸ τήν, ἀλλὰ περιττεύει πρὸς μέτρου πλήρωσιν. Τοῦ δὲ "ἐπεὶ ἄρ" κοινότερον τὸ ἐπειδή. Τοῦ δὲ ἀπέλυσεν οὐκ ἔχει καιριωτέραν λέξιν, ἀφ' ἧς δηλαδὴ καὶ τὰ λύτρα. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι σὺν ἄλλοις κτεάτεσιν ἀγαγὼν Ἀχιλλεὺς τὴν τῆς Ἀνδρομάχης μητέρα, εἶτα καὶ ἀπερείσια λαβὼν ἀπέλυσεν ἐκείνην, οὐ προσλογισάμενος ἃ ἐληΐσατο, ἀλλ' ἐκεῖνα μὲν πολέμου δῶρον κρίνας, τῆς δὲ γυναικὸς ἀντιλαβὼν ἕτερα, ὃ δὴ καὶ τοῖς ὕστερον σύνηθες.
(v. 429-432) Ὅτι πάνυ περιπαθὴς καὶ ἐνδιάθετος ὁ τῆς Ἀνδρομάχης ὅλος πρὸς Ἕκτορα λόγος, καὶ μάλιστα ὁ μετὰ τὴν εἰρημένην συγγενικὴν ἱστορίαν, ἐν ᾧ μόνου τοῦ Ἕκτορος ἑαυτὴν ἐξαρτῶσα καὶ οὕτως εἰς οἶκτον κινοῦσα οὕτω φησὶν "Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ", καὶ ἑξῆς.
(v. 450-462) Πρὸς ἅπερ ἀντιδιδοὺς ὁμοίαν εὔνοιαν ὁ ἀνὴρ ἢ μείζονα ἐρεῖ "ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος οὔτε κασιγνήτων", οἳ οὐ κατὰ τοὺς σοὺς ἀδελφοὺς ἑπτὰ μόνοι, ἀλλὰ "πολέες τε καὶ ἐσθλοὶ ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν". οὔκουν αὐτῶν μοι τοσοῦτον μέλει ἄλγος, [353] "ὅσσον σεῖο, ὅτε κέν τις Ἀχαιῶν δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας", ἤγουν ἀφελόμενος, "καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης, πόλλ' ἀεκαζομένη", καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι, ὅτι Ἀνδρομάχη μὲν τὸν Ἕκτορα τῶν οὐκέτ' ὄντων αὐτῇ συγγενῶν προτιμᾶται, αὐτὸς δὲ ἐκείνην τῶν ζώντων ὕπερθεν τίθησιν. ἀλλὰ περὶ τούτων μὲν εἰρήσεται μετ' ὀλίγα ἐν τοῖς ἑξῆς.
(v. 432-437) Ἐνταῦθα δὲ ἡ γυνὴ προβάλλεται εἰς οἶκτον καὶ τὸ "μὴ παῖδα ὀρφανικὸν θείης χήρην τε γυναῖκα". Παραγγέλλει δὲ σὺν τῷ μεῖναι ἐπὶ πύργῳ καὶ τὸ "λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος". ἔνθα, φησί, τρὶς ἐλθόντες ἐπειρήσαντο οἱ ἄριστοι, ἀμφὶ Αἴαντε δύο καὶ ἀγακλειτὸν Ἰδομενέα καὶ ἀμφ' Ἀτρείδας καὶ Τυδέος ἄλκιμον υἱόν. Καὶ ὅρα ὅπως κἀνταῦθα περίνους ὁ ποιητὴς καὶ ποικίλος. Ἑλένη μὲν γὰρ ἐκπέμπει τὸν ἄνδρα εἰς μάχην, ὡς προείρηται, τάχα που καὶ ἐπευχομένη θάνατον, Ἀνδρομάχη δὲ τὸν οἰκεῖον κατέχει ὡς ῥιψοκίνδυνον. Ἐδέοντο γὰρ οὗτος μὲν χαλινοῦ κατὰ τὴν παροιμίαν, ἐκεῖνος δὲ κέντρου. Οἴονται δὲ οἱ παλαιοὶ τὸ τρὶς ἐλθόντας ἐπὶ τὸ τεῖχος πειράσασθαι τοὺς ἀρίστους σχῆμα εἶναι κατὰ τὸ σιωπώμενον, ὡς ἀληθῶς νῦν ἐλθόντων ἐκεῖ τῶν Ἑλλήνων, εἰ καὶ μὴ ἱστόρησεν Ὅμηρος. Ἐμφαίνει δὲ αὐτὸ καὶ ὁ Ἕκτωρ, ἐν οἷς πρὸ μικροῦ εἶπεν, ὅτι "λαοὶ φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος μαρνάμενοι". καὶ οὕτω μέν τινες. Οἱ δὲ ἀκριβέστεροι καὶ ἐκεῖνο πλάττεσθαί φασιν ὑπὸ τοῦ Ἕκτορος, ὡς ἂν αἰσχύνῃ τὸν Ἀλέξανδρον, καὶ τοῦτο δὲ πλάσμα εἶναι τῆς γυναικὸς νοοῦσιν, ὡς ἂν ἀποστήσῃ τῆς πεδιάδος τὸν Ἕκτορα. Ψεύσεται γάρ ποτε, ὥς που καὶ προερρέθη, καιρίως ὁ φρόνιμος κατὰ τὸν εἰπόντα "ἔνθα τι χρὴ ψεῦδος λέγεσθαι, λεγέσθω". Ὅλως οὖν καὶ ἀστεία εἰπεῖν καὶ ἀνδρεία δὲ φερωνύμως ἡ Ἀνδρομάχη, [354] ἥτις καὶ ἐν τοῖς ἑξῆς ὑπὸ Ἕκτορος ἐπαινεῖται ὡς δεξιῶς ἔχουσα ἱπποκομεῖν. Τινὲς δὲ τὸ τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ ἐρινεοῦ ἐπιθέσθαι τῇ Τροίᾳ οὐχ' ὡς γενόμενον ἄρτι νοοῦσιν, ἀλλ' ὡς πάλαι ποτὲ ἐπιχειρηθέν, ὥστε οὐ διδάσκει αὐτὸ ἡ γυνὴ τὸν Ἕκτορα, ἀλλ' ἀναμιμνῄσκει. Οὕτω δὲ καὶ τὸ "περὶ πόλιν αἰπύ τε τεῖχος" μάρνασθαι τοὺς Ἀχαιοὺς οὐ νῦν γενέσθαι φασίν, ἀλλ' ἐν ἄλλοις καιροῖς. Ἔφη γοῦν πρὸ ὀλίγου ὁ ποιητής, ὅτι ἔνθα κε Τρῶες ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν, εἰ μὴ ὁ Ἕλενος εἶπεν ἃ εἶπεν, ὥστε οὔπω σήμερον ἤγγισαν οἱ Ἕλληνες τῷ τείχει.
(v. 434) Ὅρα δὲ ὅπως τὰ καίρια λεπτολογῶν ὁ ποιητὴς καὶ αὐτὸ τοῦτο ἱστόρησεν, ὅθεν ἀναβατὸς ἦν μάλιστα ἡ πόλις καὶ τὸ τεῖχος ἐπίδρομον καὶ διὰ τοῦτο εὐεπιβούλευτον. Ἔστι δὲ Ἀττικὸν τὸ ἀμβατός ἀντὶ τοῦ ἀμβατή, ὅ ἐστιν ἀναβαινομένη.
(v. 429) Ὅρα δὲ καὶ τὸ "Ἕκτορ, σύ μοι πατήρ" καὶ τὰ ἑξῆς. Ἠρκέσθη γὰρ ἡ γυνὴ περιπαθῶς ἅμα καὶ ἀφελῶς μόνῃ τῇ κυριωνυμίᾳ τοῦ ἀνδρός, μηδέν τι ἐκεῖνον σεμνολογήσασα. Πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν. Καὶ νῦν μὲν ἀφελείας τὸ τοιοῦτον, ἔστι δ' ὅπου καὶ βαρύτητος, ὡς ὅτε ἡ παρὰ τῷ Εὐριπίδῃ Ἠλέκτρα εἴπῃ τὸ "Ἑλένη, τί σοι λέγοιμ' ἄν;" Ἐκεῖ γὰρ ἡ τοῦ κυρίου ὀνόματος χρῆσις βαρυνόμενον ἦθος δηλοῖ κατὰ τοὺς παλαιούς. Ἰστέον δὲ καὶ ὅτι τὸ "σύ μοι πατὴρ καὶ πότνια μήτηρ" ἀπέχρησέ τινι τοιοῦτον εἰπεῖν τῷ Διονύσῳ τὸν Δία, γράψαντι οὕτως "ἄρσενι γαστρὶ λόχευσε πατὴρ καὶ πότνια μήτηρ".
(v. 429 s.) Ἐνταῦθα δὲ ὅρα τὴν γυναῖκα τὸν μὲν πατέρα καὶ τοὺς ἀδελφοὺς ἁπλῶς εἰποῦσαν, τὰ δὲ φίλτερα μετὰ σεμνῶν ἐπιθέτων προενεγκοῦσαν. πότνια γάρ, φησί, μήτηρ καὶ θαλερὸς παρακοίτης, ὃ ταὐτόν ἐστι τῷ ἀκοίτης καὶ τῷ ὁμόλεκτρος κατὰ τὸ "Ζηνὸς ὁμόλεκτρον κάρα", καὶ τῷ κοινολεχής κατὰ τὸ "κοινολεχὴς Αἴγισθος".
[355] Τούτοις δὲ ἰσοδύναμα κατὰ πολυωνυμίαν καὶ ὁ γαμέτης καὶ ὁ εὐνέτης καὶ τὰ ἐκ τούτου σύνθετα, ἔτι δὲ μεταφορικῶς παρὰ τοῖς ὕστερον καὶ ὁ σύζυγος καὶ εἴ τι κατὰ τοῦτο προφέρεται, καὶ ὁ ξυνάορος δέ. Τὰ δὲ τοιαῦτα καὶ θηλυκὰ γίνονται κατὰ σχηματισμοὺς ἰδίους ἐξιδιουμένων τοῖν γενοῖν, ἰδίᾳ μὲν τοῦ πόσις καὶ ἀνήρ, ἰδίᾳ δὲ τοῦ ἄλοχος, γυνή, δάμαρ.
(v. 432) Τὸ δὲ "χήρην γυναῖκα", ὡς καὶ προεδηλώθη, ἐλλειπτικῶς εἴρηται, πρὸ ὀλίγου ῥηθὲν ἐντελῶς ἐν τῷ "τάχα χήρη σεῦ ἔσομαι". ἡ γὰρ χήρα τινός ἐστι χήρα. τὸ δὲ ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ "ὀρφανικὸν παῖδα". τινὸς γὰρ ὀρφανικός ἐστιν ὁ τοιοῦτος ὀρφανός. Ὥσπερ δὲ παρθενικὴ πολλαχοῦ ἡ παρθένος λαμβανομένου τοῦ κτητικοῦ ἀντὶ πρωτοτύπου, οὕτω καὶ νῦν ὀρφανικὸς αὐτὸς ὁ ὀρφανὸς παῖς. [Τὸ δὲ θείης, ὃ δὴ κοινῶς τῇ ει διφθόγγῳ παραλήγεται, πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἦτα γράφουσιν ἐν τῇ παραληγούσῃ, καὶ αὐτοῦ ἢ δίχα τοῦ ἰῶτα, ὡς ἐκ τοῦ θῆς πλεονασμῷ τοῦ ἦτα κατ' ἐπένθεσιν, ἢ σὺν τῷ ἰῶτα ἐκ τοῦ θείης, τραπέντος τοῦ ε εἰς η.]
(v. 433) Ἐρινεὸς δέ, περὶ οὗ καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται, μέρος τι τοῦ τείχους κατά τινας, ἔχον παραπεφυκότας ἐρινεούς. οἱ δὲ τοιοῦτοι οὐκ ἀκριβῶς λέγουσιν. Ὁ μέντοι Γεωγράφος οὕτω περὶ τούτου φησί. Ὁ ἐρινεὸς τραχύς ἐστι τόπος ἐρινεώδης, τῷ μὲν ἀρχαίῳ κτίσματι [356] ὑποπεπτωκώς, τῆς δὲ νῦν πόλεως ἀφεστηκώς. Ὥστε, φησί, τὸ "λαὸν στῆσον παρ' ἐρινεόν" οἰκείως λέγει ἡ Ἀνδρομάχη, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον δηλαδὴ κτίσμα. Καὶ ἡ φηγὸς δέ, φησί, μικρὸν κατωτέρω τοῦ ἐρινεοῦ. διό φησιν ὁ ποιητής, ὅτι Ἀχιλλεὺς ἦλθεν ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγόν. Ἰστέον οὖν ὅτι, ἐπεὶ τόπος ἐρινεώδης ὁ ῥηθεὶς ἐρινεός, περιεκτική τίς ἐστι πως καὶ ἡ λέξις αὕτη, ὡς καὶ τὸ ἄστρον προεδηλώθη, ὅπερ ἐξ ἀστέρων ἐστὶ πολλῶν, καὶ ὁ ἀσφοδελὸς ἐν Ὀδυσσείᾳ λειμών, ἐν ᾧ πολλοὶ ἀσφόδελοι. Λέγει δὲ ὁ αὐτὸς Γεωγράφος καὶ ὅτι τῆς ἀρχαίας Ἰλίου οὐδὲ ἴχνος σῴζεται, καθὰ ἐν τῇ δ΄ ῥαψῳδίᾳ εἴρηται πλατύτερον, καὶ ὅτι οἱ ὕστερον οἰκίσαι αὐτὴν ἐννοησάμενοι οἰωνίσαντο ἢ διὰ τὰς ἐκεῖ συμφορὰς ἢ καὶ ὡς τοῦ Ἀγαμέμνονος ἀρὰς θεμένου κατὰ τῶν τειχιούντων αὐτήν. διὸ ἀποστάντες ἑτέραν ἐτείχισαν. Ἐρινεὸς δὲ κατὰ μέν τινας καὶ ἡ ἀγρία συκῆ καὶ ὁ καρπὸς αὐτῆς, ὥσπερ καὶ ἐλαία τό τε φυτὸν καὶ ὁ καρπός. Ἀριστοτέλης δὲ ἐρινεοὺς μὲν τὸ φυτὸν ἐν τοῖς Περὶ ζῴων, ἐρινοὺς δὲ τὸν καρπόν. ἀφ' οὗ κατὰ Παυσανίαν ἐρινάζειν τὸ περιάπτειν ταῖς ἡμέροις συκαῖς ὀλύνθους ἤτοι ἐρινέους φησίν. ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτὸν ὥστε μὴ ἀπορρυῆναι τοῦ δένδρου.
(v. 434) Ἐπίδρομον δὲ κατὰ τοὺς παλαιοὺς τὸ εὐάλωτον, ὅθεν ἔστιν ἐπιδραμεῖν καὶ ἐπιβῆναι, [ἵνα καὶ τὸ ἐπίδρομον εἴη πως ἀμβατόν], περίδρομον δέ γε τεῖχος τὸ στρογγύλον, φασίν, ὥσπερ ἀμφίδρομον τὸ ἑκατέρωθεν δρόμον ἔχον.
(v. 436) Τὸ δὲ "ἀμφ' Αἴαντε δύο καὶ Ἰδομενέα [357] ἠδ' ἀμφ' Ἀτρείδας καὶ Τυδέος υἱόν" σχῆμά ἐστιν ἐπαναφορᾶς καλλωπίζον τὸν λόγον. ἀπὸ γὰρ τῆς ἀμφι προθέσεως οἱ δύο στίχοι ἄρχονται. Κεκόλασται δέ πως τὸ σχῆμα καὶ οὐ λίαν καθαρῶς ἐπαναφέρει προηγουμένου συνδέσμου ἐν τῷ δευτέρῳ στίχῳ, ἐπεὶ οὐδὲ ἔδει τὴν Ἀνδρομάχην παθαινομένην καλλωπίζειν ἐμφανῶς τὸν λόγον. Ὅρα δὲ καὶ ὅτι τὸν μὲν Ἰδομενέα ἐξ ὀνόματος εἶπεν ἡ Ἀνδρομάχη, τὸν δὲ Διομήδην ἐκ τοῦ πατρὸς ἐδήλωσε, μισοῦσα ἴσως τὸν ἐν Ἀχαιοῖς μέγαν ἀριστέα καὶ αὐτὴ καὶ μηδὲ ὀνομάζειν ἐθέλουσα.
(v. 449-451) Ἐν οἷς δὲ περὶ τῶν γνησίων ὁ Ἕκτωρ λέγει, δαιδάλλει τὴν φράσιν Ὅμηρος. Ἀνδρομάχη μὲν γὰρ τὴν μητέρα ἐσέμνυνε, τὸν δὲ πατέρα καὶ τοὺς ἀδελφοὺς ἁπλῶς ὠνόμασεν, Ἕκτωρ δὲ τὴν μητέρα ἐπιθέτου δίχα ἐπιδραμὼν τὸν πατέρα τε σεμνολογεῖ ἄνακτα καὶ ἐϋμελίην εἰπών, καὶ τοὺς ἀδελφοὺς ἐσθλοὺς φάμενος. ἴσως δὲ καὶ τὴν Ἑκάβην ἡ ἐξοχὴ σεμνύνει. ἔφη γὰρ "οὔτ' αὐτῆς Ἑκάβης". τοῦτο δὲ ὑπεροχικῶς εἴρηται.
(v. 455-457) Ὅρα δὲ καὶ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ἄγειν μὲν ἐπὶ ἐμψύχου τῆς Ἀνδρομάχης τεθέν, τὸ δὲ φέρειν ἐπὶ ἀψύχου τοῦ ὕδατος. Ἔνθα σημείωσαι καὶ τὸ "πρὸς ἄλλης ἱστὸν ὑφαίνοις", ἀντὶ τοῦ ὑπ' ἄλλης εἴτ' οὖν παρ' ἑτέρας τινὸς προστασσομένη, καὶ οὐ τὰ ἑαυτῆς ἔργα κομίζουσα ‑ κατὰ τὸ "εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε" ‑ οὐδὲ ἑαυτῇ ταλασιουργοῦσα τὸ ὑφαινόμενον. Οἱ μέντοι μεθ' Ὅμηρον τὸ τοιοῦτον σχῆμα ἐπὶ ἑτέρας ἐννοίας τιθέασιν, ὡς δηλοῖ τὸ πρὸς καλῶν καὶ τὸ πρὸς κακῶν. τὸ μέντοι πρὸς σοῦ εἰμι ἀντὶ τοῦ ὑπὲρ σοῦ ἔοικέ πως τῷ Ὁμηρικῷ. τὸ δέ γε ἐπὶ δυσωπίας, οἷον πρὸς τῶν λόγων, πρὸς τῆς φιλίας, καὶ ὅσα τοιαῦτα, παντελῶς ἑτεροιοῦται πρὸς τὰ προειρημένα. Ἰστέον δὲ καὶ ὅτι Ὁμήρου διαλελυμένως εἰπόντος "ὕδωρ φορέοις", οἱ μετ' αὐτὸν συνέθεντο ἐντεῦθεν τὸ ὑδροφορεῖν.
(v. 457) Μεσσηῒς δὲ καὶ Ὑπέρεια κρῆναί εἰσι ῥηθεῖσαι [358] καὶ ἐν Βοιωτίᾳ, ὧν Ἕκτωρ ἐνταῦθα μέμνηται ἀπὸ αἰχμαλώτων, ὡς εἰκός, ταύτας μαθών.
(v. 456) Φιλομαθὴς ἄρα ὁ ἄνθρωπος, ὃς καὶ τοῦ Ἄργους ἐνταῦθα μόνου μέμνηται, παραμυθούμενος ἴσως τὴν γυναῖκα καὶ ἐν αἰχμαλωσίᾳ περισπούδαστον ἐσομένην. οὐ γὰρ νησιώτης αὐτὴν ἀπάξεταί τις ἢ ἕτερος τῶν τυχόντων, ἀλλ' εἰς βασιλικὸν γέρας ἐν Ἄργει ἐξαιρεθήσεται. Τὸ δὲ τοῦ Ἕκτορος φιλομαθὲς καὶ Εὐριπίδης Ὁμηρικῷ ζήλῳ ἐν τῇ κατ' αὐτὸν Ἑκάβῃ τῷ γυναικικῷ χορῷ περιτίθησιν, ἀπαριθμουμένῳ που στοχαστικῶς εἰς οἵους τόπους ἀπελεύσεται λαχοῦσα ἑκάστη γέρας οἷς ἂν τύχοι. Ἰστέον δὲ ὅτι τὸ "ἐν Ἄργει ἐοῦσα" δύναται μὲν νοηθῆναι καὶ διὰ τὸ Πελοποννήσιον Ἄργος, κρεῖττον δὲ εἰς τὸ Θετταλικὸν ἐκλαβέσθαι αὐτό, ἵνα μὴ διεσπασμένως οὕτω ἐν ἄλλῳ μὲν τόπῳ, τῇ Πελοποννήσῳ δηλαδή, στοχάσηται τὴν Ἀνδρομάχην ὑφαίνειν ἱστόν, ἐν ἑτέρῳ δὲ ὑδροφορεῖν, ἐν τῇ Θετταλίᾳ δηλονότι. Θετταλικαὶ γὰρ εἶναι κρῆναι μεμαρτύρηνται, ἥ τε Μεσσηῒς καὶ ἡ Ὑπέρεια, περὶ τὴν ἐν Βοιωτίᾳ ῥηθεῖσαν Ἑλλάδα οὖσαι, ὧν ἡ Ὑπέρεια πλησίον Φερῶν πόλεως Θετταλικῆς κατὰ τὸν Γεωγράφον. Εἰ δὲ καὶ ἐν Πελοποννήσῳ οἰήσεται τις ὁμωνύμους ταύταις κρήνας, ἵνα συναπτῶς ἐκεῖ νοοῖτο τὸ ὑφαίνειν καὶ ὑδροφορεῖν, ζητητέον πάντως καὶ ἱστορίαν δι' ἧς ὁ λόγος συγκροτηθήσεται.
(v. 458) Κρατερὰ δὲ ἀνάγκη ἡ κατὰ τὸ ἀκούσιον. διὸ καὶ ὁ ποιητὴς διασαφῶν φησι "πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσεται ἀνάγκη". Ἔνθα ἐνθυμητέον, εἴπου ἐστὶ πρωτότυπόν τι τοῦ ἀεκάζεσθαι ἐν χρήσει. ἡ γὰρ ἑκὼν μετοχὴ καὶ μάλιστα ἡ ἀέκων ἐμφαίνουσι τοιοῦτόν τι.
[(v. 414) Ὅρα δ' ἐν τοῖς κατὰ τὴν Ἀνδρομάχην καὶ ὡς τοῦ φίλου Ἀχιλλέως μνήμην παρέρριψεν ὁ ποιητής, ὡς εἴωθεν ἐν διαφόροις εὐμεθόδως ποιεῖν.]
(v. 433-439) Ὅτι δυνατόν ἐστι πολλάκις καὶ κατὰ τύχην μέγα τι γενέσθαι καὶ καίριον. Φησὶ γοῦν ἡ Ἀνδρομάχη, ὡς οἱ ἄριστοι τῶν Ἀχαιῶν τρίς, ὡς ἐρρέθη, ἐλθόντες ὅπου ἡ πόλις μάλιστα ἦν ἀναβατός, ἐπειράσαντο. Καὶ ἡ αἰτία τῆς πείρας, ὅτι ἢ θεοπρόπος τις εὖ εἰδὼς εἶπεν αὐτοῖς τοιοῦτον ἐκεῖ τὸ τεῖχος εἶναι, ἢ καὶ αὐτῶν, φησί, θυμὸς ἐποτρύνει καὶ ἀνώγει, ὡς τῆς προθυμίας ἐπιτυχῶς ἐπιβεβληκυίας τῷ [359] πράγματι. Τὸ δὲ σχῆμα δισταγμός, ὅμοιον τῷ "ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε". Καὶ ὅρα ὡς οὐδὲν ὕποπτον ἐνταῦθα κατὰ τῶν Τρώων. ἢ γὰρ θεός, φησίν, εἶπεν, ἢ οἱ ἐχθροὶ κατὰ τύχην οὕτως ἐποίησαν, οὐ μὴν ἐκ τῶν Τρώων ὕπεστί τι αἴτιον κατ' ἦθος προδοτικόν. ἀγαθοὶ ἄρα κατὰ Τροίαν ἅπαν τό τε ἐφέστιον καὶ τὸ ἐπικουρικόν.
(v. 441-446) Ὅτι τὸ δυσαπόβλητον τῆς καθ' ἕξιν ἀρετῆς ὑποδηλοῖ ὁ ποιητὴς ἐν τῷ τοῦ Ἕκτορος λόγῳ τῷ τοιούτῳ "ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι, ἀλλὰ μάλ' αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο, οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς αἰεὶ καὶ ἐν πρώτοισι μάχεσθαι, ἀρνύμενος πατρός τε μέγα κλέος καὶ ἐμὸν αὐτοῦ". Καὶ σημείωσαι ὅτι καὶ ἐκ μαθήσεως οἶδε τὰς ἀρετὰς περιγίνεσθαι ὡς διδακτὰς οὔσας τῷ συνεθισμῷ, καὶ μονίμους δὲ δοξάζει αὐτάς, ὡς προείρηται, καθότι καὶ ἐπιστῆμαι πρός τινων ἐλέγοντο διὰ τὸ κατ' αὐτὰς στάσιμον. Ἰδοὺ γὰρ ὁ Ἕκτωρ μαθὼν ἐσθλὸς εἶναι οὐκ ἔχει μεταβαλέσθαι, ἀλλὰ καὶ αἰδεῖται οὐ μόνον Τρῶας ἀλλὰ καὶ Τρῳάδας, εἴπερ οἷα κακὸς ἐκκλίνει τὸν πόλεμον. Οἷον δὲ ἀγαθὸν ἐν τοῖς τοιούτοις ἡ αἰδώς, μυριαχοῦ δηλοῦται, ὡς καὶ ἐν τῷ "αἰδὼς Ἀργεῖοι", καὶ "ἀλλήλους τ' αἰδεῖσθε", καὶ "αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι".
(v. 441) Ἰστέον δὲ ὅτι τὸ μέλειν ἐπὶ φροντίδος ποτὲ μὲν μονάζει, οἷον "οὔ μοι μέλει", ποτὲ δὲ καὶ σύνταξιν ἐπιφέρεται, καὶ ταύτην ἢ κατ' εὐθεῖαν, ὡς τὸ "τάδε πάντα μέλει", ἤγουν ἐν φροντίδι ἐστί, καὶ "οὔ μοι Τρώων τόσσον μέλει ἄλγος", [360] καὶ "οὐδέν μοι μέλον", ἢ κατὰ γενικήν, οἷον "μέλει μοι τοῦδέ τινος", ἤγουν φροντίς μοί ἐστι.
(v. 442) Τὸ δὲ ἑλκεσίπεπλον τῶν γυναικῶν βαρβαρικόν ἐστι, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Προϋπάρχει δὲ αὐτοῦ ῥῆμα τὸ ἑλκῶ ἑλκέσω, τὸ καὶ διὰ τοῦ η προφερόμενον ἐπὶ βίας, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Φιλοτίμου δὲ ἤθους τὸ μὴ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας αἰδεῖσθαι, διότι καὶ ἐξ ἀμφοτέρων τοῖς ἀριστεῦσιν ἡ τιμή. οὕτω γάρ που καὶ κορυνήτην τινὰ ἐκίκλησκον, ἤτοι ἐκάλουν, οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες καθ' Ὅμηρον.
(v. 441-443) Σημείωσαι δὲ ὅτι οὐκ ἀγαθὴ αὕτη αἰδὼς τῷ Ἕκτορι. Διὸ οὐδὲ ἐπανήξει τοῦ πολέμου, ἀλλὰ πείσεται τὰ ἱστορούμενα, διότι οὐδὲ πάντες οἱ αἰδούμενοι σῴζονται, ἀλλὰ πλέονες κατὰ τὸν ποιητήν, τινὲς δὲ καὶ πέφανται.
(v. 443) Σημείωσαι δὲ ὅτι τε τὸ "κακὸς ὥς" γράφεται καὶ "κακὸς ᾇ", ἤγουν καθὰ κακός, καὶ ὅτι τὸ κακός, δι' οὗ λαγαροῦται ὁ στίχος, ἐκτείνει ἐνταῦθα τὴν λήγουσαν λόγῳ κοινῆς συλλαβῆς, διότι τε φύσει ὀξύνεται καὶ διὰ τὸ καταπεραιοῦσθαι καὶ ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ φωνήεντος, καὶ διὰ τὴν ἐπαγομένην δασεῖαν καὶ δι' ἕτερα. Τὸ δὲ ἀλυσκάζω δύο ἔχει παραγωγάς. Ἔστι γὰρ ἀλύω ῥῆμα, οὐ τὸ ἀδημονῶ, ἀλλ' ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, τὸ χαίρω καὶ ἀνίεμαι καὶ ἐκλέλυμαι, οὗ μέλλων ἀλύσω, καὶ παράγωγον ἀλύσκω, ἐξ οὗ αὖθις παρῆκται τὸ ἀλυσκάζω. [Εἰ δ' ἴσως κατὰ τοὺς παλαιοὺς τὸ ῥηθὲν ἁλύω τὸ καὶ δασυνόμενον τὴν διὰ τῆς υι διφθόγγου ἔχει γραφὴν καὶ διὰ τοῦτο οὐκ ἔχει μέλλοντα, ζητητέον ἑτεροίαν ἐτυμολογίαν τοῦ ἀλυσκάζειν [361] εὐχερῆ οὖσαν. Οἱ δὲ παλαιοὶ λέγουσι καὶ ταῦτα· ἀλύειν ἐκτεταμένως, ἤγουν μετὰ μακρᾶς παραληγούσης, ἐπὶ τοῦ μετὰ λύπης περιπάτου, εἰς ὃ καὶ παράγουσι χρήσεις Ὁμηρικὰς μέν, συστελλούσας δὲ τὴν λυ συλλαβήν, ταύτας "ἣ δ' ἀλύουσ' ἀπεβήσατο", καὶ "δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός". Καὶ μήποτε, φασί, τοῦτο ἐσχημάτισται παρὰ τὸ ἀλύτως ἔχειν τὴν ψυχήν. προσεπάγουσι δὲ καὶ τὸ "τὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων", ἤγουν ἀνιώμενος. Κεῖται δέ, φασί, καὶ ἐπὶ χαρᾶς, οὐκ ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ' ἀπὸ τοῦ ἀλεαίνεσθαι ψυχὴν καὶ διαχεῖσθαι, οἷον "ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην".]
(v. 444) Τὸ δέ γε "θυμὸς ἄνωγεν", ὃ καὶ πρὸ ὀλίγων ἐρρέθη, ἀλλαχοῦ τῇ καρδίᾳ συνδυασθὲν ποιεῖ τὸ "ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ", καὶ "κραδίη καὶ θυμὸς ἄνωγεν".
(v. 446) Φιλοπάτωρ δὲ ὁ Ἕκτωρ, εἴγε πραγματεύεται πρόμαχος εἶναι οὐ μόνον ἑαυτοῦ χάριν, ἀλλὰ καὶ πατρὸς μέγα κλέος ἀρνύμενος, ἤγουν, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, ἀντικαταλλασσόμενος. ἔστι δὲ τὸ "ἀρνύμενος κλέος πατρός" ὅμοιον τῷ "τιμὴν ἀρνύμενοι Μενελάῳ". [Ἐκεῖ μέντοι οὐ κλέος τὴν τιμὴν ἐθέλουσί τινες νοεῖν, ἀλλὰ τὴν ποινήν, ὡς ἐκ τοῦ τίω, τὸ τιμωρῶ.]
(v. 447 s.) Ὅτι φασὶν οἱ παλαιοί, ὡς τῶν δεινῶν ὧν ὁ χρόνος οὐχ' ὥρισται, τούτων ἡ προσδοκία ἔλαττον λυπεῖ. οὕτω γὰρ προειδότες ὡς τεθνηξόμεθα, ὅμως διὰ τὸ τῆς ὥρας ἄδηλον ἧττον λυπούμεθα. Οὐκοῦν καὶ Ἕκτωρ εἰδέναι λέγων τῇ γυναικί, ὡς ἁλώσεταί ποτε ἡ Ἴλιος, οὐ πάνυ ἐκφοβεῖ αὐτὴν τῷ [362] τέλει ὡς τῷ ἀορίστῳ τοῦ χρόνου παραμυθούμενος. Σημείωσαι δὲ ὅτι ὁ Ἕκτωρ ἐνταῦθα εἰδὼς ἀκριβῶς τὴν ὑπὸ Ἑλλήνων τῆς Τροίας ἅλωσιν ἐν τοῖς ἑξῆς οὕτω τῇ εὐτυχίᾳ μετεωρίζεται, ὡς ἐλπίζειν ἐξελάσαι τῆς Τρωϊκῆς χώρας τοὺς Ἕλληνας. Καὶ ὅρα ὅπως τὰς τῶν ἀνθρώπων γνώμας αἱ τύχαι μεταποιοῦσιν. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀκριβῶς εἰδὼς τὸ μέλλον ἐρεῖ ἂν τὸ "εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν. ἔσσεται ἦμαρ ὅτ' ἄν" ποτε γενήσεται τόδε. καὶ ὅτι ἅλωσιν μὲν Τροίας οὐκ ἔγραψεν ὁ ποιητής, οἷα ὀλιγοημέρῳ μάχῃ προθέμενος ἀπασχολῆσαι τὴν ποίησιν, εἰς δὲ παραμυθίαν τοῦ φιλέλληνος ἀκροατοῦ καὶ διὰ τὸ τῆς ἱστορίας ἀπαράλειπτον πολλαχοῦ ἐν στενῷ προαναφωνεῖ ἁλώσεσθαι τὴν Τροίαν, ὡς καὶ νῦν τὸν Ἕκτορα ποιεῖ λέγοντα, ὅτι εὖ οἶδα ὡς ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμου. Ἔστι δὲ τὸ μὲν ὀλώλῃ ὑποτακτικὸν τοῦ ὄλωλα, ὡς καὶ προεγράφη. Ἱερὰ δὲ ἡ Τροία διὰ τὰ πολλαχοῦ ῥηθέντα. Τὰ δὲ Ὁμηρικὰ ταῦτα ἔπη ἀπαραποίητα κατὰ λόγον ταὐτολογίας καὶ ἐν τῇ Δ ῥαψῳδίᾳ κεῖνται, ἔνθα καὶ οἷα ἡ Τροία ἔπαθεν ἁλοῦσα εἴρηται. [Ἔτι ἰστέον καὶ ὡς τοῦ ἔσεται συγκοπτομένου εἰς τὸ ἔσται λέγει τις παλαιὸς Τεχνικός, ὅτι δοκεῖ μοι μέμφεσθαι τῇ συνηθείᾳ "ἔσται" λεγούσῃ. οὐδέποτε γὰρ τὸ τρίτον τῶν τοιούτων μελλόντων χρεωκοπεῖται παραλήγεσθαι φωνήεντι, ἵνα τις εἴπῃ τὸ καλέσεται καλέσται ἢ τὸ τελέσεται τελέσται. Λέγει δὲ καὶ Σικελικὸν εἶναι τὸ ἔσσεται, οὐ μὴν Αἰολικόν. Σικελοὶ γάρ, φησί, διπλάζουσιν ἐν τοῖς τοιούτοις τὸ σίγμα, Δωριεῖς δὲ τοὺς τοιούτους μέσους παρενθέσει τοῦ ἰῶτα προφερόμενοι περισπῶσι· πλευσεῖται, πορευσεῖται, ῥευσεῖται. οὕτω γοῦν καὶ "ἄρκιον ἐσσεῖται φυγέειν". Δίων μέντοι ἔσσειται προπαροξυτόνως φησὶ λέγων ὅτι τὰ εἰς μακρὸν λήγοντα τῷ αὐτῷ λέγεται τόνῳ τοῖς ὁλοκλήροις καὶ ἐν τῇ τοῦ ἰῶτα παρενθέσει, οἷον σφέων σφείων, σπέους σπείους, δέους δείους. Ὅθεν εἰ καὶ τὸ ἔσσεται εἰς μακρὸν περαιοῦται ‑ εἰς δίφθογγον γάρ ‑ , πάλιν ἐν τῇ τοῦ ι παρενθέσει ἔσσειται γενήσεται ἐν τῷ αὐτῷ τόνῳ. νικῶσι δὲ ὅμως τὸν Δίωνα οἱ προπερισπῶντες τὸ ἐσεῖται.]
(v. 464 s.) Ὅτι ὁ Ἕκτωρ εἰπὼν οὐ τοιοῦτον αὐτῷ μέλειν τῶν ἄλλων ὅσον τῆς Ἀνδρομάχης, ὅτε τάδε πάθοι, ὡς προείρηται, μετ' ὀλίγα [363] εὔχεται τὸ "ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι πρίν γ' ἔτι σῆς τε βοῆς σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι".
(v. 459-463) Λυπεῖ δὲ αὐτὸν σὺν ἄλλοις καὶ εἴ ποτέ τις εἴπῃσι τὴν Ἀνδρομάχην ἰδὼν δακρυχέουσαν "Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι [Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφεμάχοντο"] καὶ ἐπάγει "ὥς ποτέ τις ἐρέει, σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος χήτει τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ". Καὶ ὅρα τὸ τοῦ Ἕκτορος καὶ ἐν τούτοις μεγαλόφρον καὶ φίλαυτον. Ἐν πολλοῖς γὰρ τῶν ἄλλων ἑαυτὸν ὑπεξαίρει καὶ περιαυτολογεῖ καὶ φιλοτιμεῖται τὴν παρὰ τοῖς ὀψιγόνοις μνήμην αὐτοῦ. Ὅρα δὲ καὶ ὅτι οὐκ εἶπεν ἐνταῦθα ὁ Ἕκτωρ, ὡς οὐδενός μοι μέλει τῶν ἄλλων, οὔτε Τρώων οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμου ‑ ἀναλγήτου γὰρ ὁ τοιοῦτος λόγος ‑ , ἀλλ' ὅτι ἔχει μὲν καὶ ἐκείνων μέλημα, οὐ τοσοῦτον δὲ ὅσον τῆς γυναικός. Καὶ μὴν φιλομήτωρ ὁ Ἕκτωρ, ὡς ὑπεμφαίνεται καὶ ἐκ τοῦ εἰπεῖν "αὐτῆς Ἑκάβης" κατ' ἐξοχήν. ἀλλὰ τὴν Ἀνδρομάχην πλέον πάντων οἰκτίζεται, διότι καὶ αὐτὴ ἀντὶ πάντων αὐτὸν ἐπιγράφεται. ὅτι δὲ καὶ φιλοπάτωρ ὁ Ἕκτωρ, πρὸ ὀλίγου δέδεικται.
(v. 462) Τὸ δὲ νέον ἄλγος σύστοιχόν ἐστι τῷ θαλερῷ δακρύῳ, οὗ μέμνηται ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ "θαλερὸν κατὰ δάκρυ χέουσα". Ἐκ γὰρ τοῦ νέου ἄλγους θαλερὸν δάκρυ καταχέεται καὶ ἄλλως δὲ εἰπεῖν τό, ὡς προσεχῶς ἐρρέθη, δακρυχέειν καὶ τὸ νέον ἄλγος θαλερὸν κατὰ δάκρυ χέειν λέγεται.
(v. 463) Τὸ δὲ "τοιοῦδ' ἀνδρός" οὐχ' ἁπλῶς τὸ ἐνδύναμον δηλοῖ τοῦ ἥρωος, ἀλλ' ἐπιεικέστερον φράζεται κατὰ τὸ πῃ δύνασθαι, ἵνα λέγῃ ἀνδρὸς τοιοῦδε, ἤγουν ἐνδυνάμου καὶ ἰσχυροῦ ἀμύνειν ἀπὸ σοῦ τὸ δουλεύειν. Δούλιον δὲ ἦμαρ περιφραστικῶς αὐτὴ ἡ δουλεία, ὥσπερ καὶ ἐλεύθερον ἦμαρ ἀνωτέρω ἡ ἐλευθερία. ἄλλως γὰρ ἐνταῦθα νοῆσαι ἀδύνατον.
(v. 459-462) Ὅρα δὲ καὶ τὴν συντομωτάτην ἠθοποιΐαν ἐν τῷ "καί ποτέ τις εἴπῃσιν· Ἕκτορος ἥδε γυνή" καὶ ἑξῆς. δυσὶ γὰρ ἔπεσι περιγέγραπται, ὅτι μηδὲ ἐνεχώρει πολυλογεῖν τὸν εἰπόντα ταύτην Ἕκτορα οἷα εἰσάγαν σπεύδοντα.
(v. 464) Χυτὴ δὲ γαῖα τὸ χῶμα, ἤτοι ὁ κατὰ τύμβον ἀναχωματισμός. χυτὴ γάρ, φασίν, οὐχ' ἁπλῶς ἅπασα γῆ, ἀλλ' ἡ ἐπὶ νεκροῖς χεομένη.
(v. 465) Τὸ δὲ "πρίν γ' ἔτι", εἰ μὲν κατὰ συναλιφήν ἐστιν ἀντὶ τοῦ πρίν γε ἔτι, περιττεῦον ἔχει τὸ ἔτι, ὃ δὴ καὶ ἐν ἄλλοις γίνεται, ὡς καὶ προσεσημείωται. εἰ δὲ τρεῖς εἰσι λέξεις τὸ [364] πρίν, τὸ γε καὶ τὸ τι, περιττεύει τὸ τι, ὡς καὶ ἐν τῷ σχεδόν τι καὶ ἐν ἑτέροις. Ἑλκηθμός δὲ ἡ βία, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, ἀπὸ τοῦ ἑλκῶ ἑλκήσω, οὗπερ ἡ χρῆσις ἐν Ὀδυσσείᾳ, "Λητὼ γὰρ ἥλκησεν". Ἰστέον γὰρ ὡς οὐ μόνον ἕλκω ἑλκύω, ἀλλὰ καὶ ἑλκῶ περισπωμένως. Τούτου δὲ διχῶς ὁ μέλλων παρὰ τοῖς ποιηταῖς διά τε τοῦ ε ἑλκέσω, ἐξ οὗ ἑλκεσίπεπλοι Τρῳάδες, αἱ βαθύζωνοι, καὶ διὰ τοῦ η ἑλκήσω, ἐξ οὗ ἑλκηθμός, ὁ βίαιος τῶν γυναικῶν ἑλκυσμός. Τὸ μέντοι ἑλκῶ ἑλκώσω, ἤγουν ἕλκος ποιήσω, κοινόν τέ ἐστι καὶ ὕστερον. Ὅρα δὲ καὶ ὅτι τὸ πυθέσθαι, ὃ δηλοῖ τὸ μαθεῖν ἢ ἀκοῦσαι, γενικῇ ἐν τοῖς ῥηθεῖσι συνέταξεν ὁ ποιητής.
(v. 460 s.) [Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ἀληθευτικὸν τοῦ Ἕκτορος. οὐ γὰρ πάντων ἔφη ἄριστος εἶναι μάχεσθαι, ἀλλὰ μόνων Τρώων. Ἔφη γὰρ "ὃς ἀριστεύεσκε μάχεσθαι Τρώων" καὶ ἑξῆς, οὔτε Ἀχαιῶν μνησθεὶς οὐδὲ μὴν Λυκίων ἢ ἐπικούρων, ἵνα μὴ καὶ ὑπερφρονοίη. Καλῶς δὲ γενικῇ συνέταξε τὸ ἀριστεύεσκε διὰ τὸ ὑπερθετικῶς ἔχειν τὸν ἄριστον, ὅθεν τὸ ἀριστεύειν γίνεται καὶ ὁ ἀριστεύς.]
(v. 466) Ὅτι ἐν ἄλλοις τὸ ὀρέγεσθαι δοτικῇ συντάξας, οἷον "ἔγχει ὀρεξάσθω", ἐνταῦθα γενικῇ συντάσσει. Φησὶ γὰρ "ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ", ἤγουν ἐκταθεὶς [365] ἥψατο.
(v. 467-470) Ὅτι πάνυ ἀφελῶς καὶ γλυκέως φράζει Ὅμηρος ὡς ἐν γραφικῇ ὄψει, ὅπως τὸν πατέρα ὡπλισμένον ἰδὼν τὸ βρέφος, ὁ Ἀστυάναξ, διετέθη. Φησὶ γὰρ "ἂψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης", ἤτοι τῆς τροφοῦ, "ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς, ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας". Ὅθεν καὶ οὐκ ἄλλως ἐθέλει φιληθῆναι τῷ πατρὶ ὁ παῖς, εἰ μὴ κόρυθος γυμνώσας τὴν κεφαλὴν γνωρισθείη αὐτὸς ὁ πατὴρ εἶναι.
(v. 467) Κόλπος δὲ καὶ νῦν κατὰ τοὺς παλαιοὺς ἡ ἀγκάλη. Σημαίνει δέ ποτε καὶ τὸ ἄνω τοῦ πέπλου, ὡς δηλοῖ καὶ Ἡρόδοτος εἰπὼν "ἐνδὺς χιτῶνα μέγαν καὶ κόλπον πολὺν καταλιπόμενος τοῦ χιτῶνος". Εἴληπται δὲ ἴσως ἐξ ὁμοιότητός τινος ἀπὸ τοῦ θαλασσίου κόλπου, ὅς ἐστι θάλασσα μεταξὺ δύο ἀκρωτηρίων, ἐτυμολογούμενος ἀπὸ τοῦ κέλλω, ἐξ οὗ τὸ ὀκέλλω καὶ τὸ προσώκειλε καὶ τὸ ἐξώκειλε.
(v. 467 s.) Τὸ δὲ "πάϊς ἰάχων" ἀσφαλῶς ἂν συνθήσει τὸν προρρηθέντα νηπίαχον. Ἐν δὲ τῷ "πατρὸς ὄψιν ἀτυχθείς" λείπει πρόθεσις ἡ κατα ἢ ἡ δια, ἵνα λέγῃ ὅτι ταραχθεὶς καὶ ἐκπλαγεὶς διὰ τὴν ὄψιν ἢ πρὸς τὴν ὄψιν τοῦ πατρός. Διὸ καὶ ἐν τῷ "ἵπποι ἀτυζόμενοι πεδίοιο" λείπει τοιοῦτόν τι, ἵνα λέγῃ ὅτι ταρασσόμενοι ἐπὶ πεδιάδος διὰ στέρησιν ἡνιόχου ἢ πτοίαν τινά.
(v. 468 s.) Διασάφησις δὲ τοῦ ἀτυχθείς οὐ μόνον τὸ ἐκλίνθη ‑ ἐκκλίνει γὰρ τὸ κατ' εὐθὺ ὁ ἀτυζόμενος ‑ , ἀλλὰ καὶ τὸ "ταρβήσας χαλκόν" καὶ ἑξῆς.
(v. 470) Ἐν οἷς ὅρα ὅτι τε καιρίως εἶπε δεινόν, ἤτοι φοβερόν, νεύειν τὸν λόφον, εἴγε ὁ παῖς βλέπων ἐτάρβησε, καὶ ὅτι τὸ ἐν ἄλλοις ῥηθὲν "δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν" ἐνταῦθα [366] πραγματικῶς ἐξηγήθη. ἐκφοβεῖ γὰρ καὶ τὸν Ἀστυάνακτα ὁ τῆς πατρικῆς περικεφαλαίας λόφος.
(v. 469) Τὸ δὲ ἱππιοχαίτης, ὡς καὶ πρὸ τούτου τὸ ἱππιοχάρμης, ἔοικεν ἔχειν καινότερον ἐν τῇ προπαραληγούσῃ τὸ ι κατὰ ἔλλειψιν τοῦ ε. ἀπὸ γὰρ τοῦ ἱππεία χαίτη γέγονεν. Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ "ἵππιος Ποσειδῶν", καὶ τὸ "μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα", ὧν διὰ τοῦ ι ἡ παραλήγουσα. Ζητητέον δὲ εἰ τοιαύτην ἔχει γραφὴν καὶ ὁ ἵππιος Κολωνός, ὃς ἀπὸ τοῦ ἱππίου Ποσειδῶνος ἔσχε τὸ οὕτω κληθῆναι, ὅπου, φασί, καὶ οἱ ὀρεωκόμοι ἵσταντο, παράσημον αὑτοῖς διὰ τὴν ἐξ ἵππου παρωνυμίαν τὸν τόπον, ὡς εἰκός, κρίναντες. Σημείωσαι δὲ καί, ὅτι νῦν λόφον εἰπὼν ἱππιοχαίτην κατωτέρω ἵππουριν κόρυθα λέγει τὴν ἔχουσαν τοιοῦτον λόφον, δηλῶν ὅτι εἰκὸς ἦν καὶ ἀπὸ χαίτης καὶ ἐξ οὐρᾶς δὲ ἵππου τῷ λόφῳ τρίχας ἐνίεσθαι. Ἱππιοχαίτην δὲ εἶπε λόφον πρὸς διαστολὴν τῶν τῆς γῆς λόφων, ὡς εἴγε μὴ οὕτως εἶπεν, ἀδιάρθρωτόν τι ἔλεγεν. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ τέσσαρας εἶπεν ἐφεξῆς ἀσυνδέτους μετοχάς· τὸ ἰάχων, τὸ ἀτυχθείς, τὸ ταρβήσας καὶ τὸ νοήσας, [ὃ καὶ σημείωσαι εἰς σέμνωμα τοῦ βρεφυλλίου. οὐ γὰρ ἁπλῶς εἶδεν, ἀλλὰ τῇ ὄψει καὶ τὸ νοῆσαι παρηκολούθησε κατὰ τὸ "νοῦς ὁρᾷ".]
(v. 471) Ὅτι ἐν τῷ "ἐκ δ' ἐγέλασε πατήρ τε φίλος καὶ πότνια μήτηρ" τὸ ἐξεγέλασεν [367] ἢ ἀντὶ τοῦ ἔξω καὶ κατὰ τὸ φαινόμενον ἐγέλασεν, ἄλλως ἤπερ παρ' Ἡσιόδῳ εὕρηται, ἢ ἀντὶ τοῦ πάνυ ἐγέλασε, πρὸς διαστολὴν τοῦ πρὸ μικροῦ μειδιάματος. Καὶ σημείωσαι ὅτι τε πρὸ ὀλίγου μὲν ὁ ἀνὴρ ἐμειδία διὰ τὸν παῖδα, δακρυχέουσα δὲ ἦν ἡ γυνὴ μεριζομένη τὸν παρὰ τοῖς ὕστερον κλαυσίγελων, ἐνταῦθα δὲ γελῶσιν ἀμφότεροι, μετὰ μικρὸν δὲ ἡ γυνὴ δακρυόεν γελάσασα κεράσει αὐτὴ δακρύοις τὸν γέλωτα. καὶ ὅτι τὸ "πατήρ τε φίλος" οὐκ ἀφίησι νῦν τὸ ἐκγελάσαι νοηθῆναι ὅλως κατὰ τό, ὡς ἐρρέθη, ἐν Ἡσιόδῳ κείμενον. ἐκεῖ μὲν γὰρ κατὰ ὀργὴν ὁ Ζεὺς ἐξεγέλασεν, ἐνταῦθα δὲ ὁ φίλος πατὴρ οὐκ ἂν οὕτως ἐκγελάσοι ἐπὶ τῷ φίλῳ υἱῷ.
(v. 473-481) Ὅτι ἀτυχθέντα, ὡς εἴρηται, ὁ πατὴρ τὸν παῖδα ἰδὼν αὐτίκ' ἀπὸ κρατὸς, καθὰ δεδήλωται, κόρυθ' εἵλετο, "καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν", ὃ καὶ αὐτὸ τὸν νηπίαχον ἐξεδειμάτου ὡς οἷα καταστραπτόμενον τῇ ἐκεῖθεν λαμπηδόνι. "αὐτὰρ ὅ γε ὃν φίλον υἱόν", ἤγουν τὸ ἴδιον τέκνον, "ἐπεὶ κῦσε πῆλέ τε χερσὶν εἶπεν ἐπευξάμενος· θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ' ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν, ὧδε βίην τ' ἀγαθὸν καὶ Ἰλίου ἶφι ἀνάσσειν. καί ποτέ τις εἴπῃσι πατρὸς δ' ὅ γε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ", ὡς τοιούτου δηλαδὴ τυχοῦσα παιδὸς ἴσου τῷ πατρὶ ἢ καὶ ὡς πολλὸν ἀμείνονος. Καὶ ὅρα ὅπως καὶ νῦν ὁ Ἕκτωρ περιαυτολογεῖ καὶ ὅτι ὁ μὲν τοῦ Σοφοκλέους Αἴας ὑπέρφρων πλαττόμενος "γένοιο πατρὶ ὅμοιος" ἐπεύχεται τῷ υἱῷ, τὴν δὲ τοῦ ἀμείνονος αὔξησιν εἰπεῖν ὀκνεῖ, ὡς μὴ ἐγχωροῦν γενέσθαι οὕτω διὰ τὸ μεγαλεῖον τοῦ πατρός, Ἕκτωρ δὲ τὸν ἑαυτοῦ υἱὸν καὶ ἀμείνονα γενέσθαι αὐτοῦ ἐθέλει, καὶ οὐχ' ἁπλῶς ἀμείνονα ἀλλὰ καὶ κατὰ πολύ. Ἰστέον δὲ καὶ ὅτι φύσει οἱ ἄνθρωποι τῶν μὲν ἄλλων οὐδενὸς ἐθέλομεν ἐκπίπτειν δεύτεροι, τῶν οἰκείων δὲ παίδων ὕστεροι [368] παρὰ πολὺ ἐρχόμενοι χαίρομεν. ὅθεν καὶ ὁ πατὴρ Ἕκτωρ πρῶτα μὲν ὅμοιον αὐτῷ εὔξατο γενέσθαι τὸν παῖδα, εἶτα καὶ πολλὸν ἀμείνονα.
(v. 474) Τὸ δὲ κῦσεν, ἤγουν ἐφίλησε, καὶ τὸ πῆλε χερσίν, ἤγουν διεκίνησεν εἰς ἀέρα ὧδε καὶ ἐκεῖ, ἀφέλειαν ὑπογράφει πατρὸς φιλόπαιδος, κατὰ μόνας χειριζομένου φίλον βρεφύλλιον καὶ διακινοῦντος εἰς ἀέρα ἐπὶ συμβόλῳ πετάσματος καὶ ὕψους τινός. [Ἀφελείας δὲ πατρικῆς περὶ βρέφος παράδειγμα καὶ ὁ Λάκων βασιλεὺς Ἀγησίλαος τῷ οἰκείῳ βρέφει περιβεβηκότι κάλαμον καὶ προβεβλημένῳ καλαμίσκον ἕτερον ὡς ἐν σχήματι αἰχμητοῦ ἱππέως τοιοῦτος καὶ αὐτὸς ἀντεπεξιὼν πολεμικῷ νόμῳ ἐν τῇ κατ' οἶκον αὐλῇ καὶ εἰς τοσοῦτον διὰ φίλτρον ὑποκαταβὰς τοῦ βασιλείου ὕψους, φύσεως οὕτω κατασπώσης ὥσπερ αὐτόν, οὕτω καὶ ἄλλους. Σημείωσαι δὲ ὅτι τὸ κύω ῥῆμα ἐνταῦθα μὲν φίλημα σημαίνει, ἀλλαχοῦ δὲ τὸ κατὰ γαστρὸς ἔχειν, οἷον "ὑποκυσαμένη τέκεν". Ἐκ δὲ τοῦ τοιούτου κύειν καὶ ἡ ἐγκύμων καὶ τὸ ἐγκυμονεῖν καὶ κῦμα τὸ γέννημα ὡς ἐκ τοῦ κύημα κατὰ κρᾶσιν, ὡς δηλοῖ παρ' Εὐριπίδῃ ἐν Κερκυόνι τὸ "γέμουσαν κύματος θεοσπόρου", ἤγουν ἐγκυμονοῦσαν ἐκ Ποσειδῶνος. Λέγεται δὲ κύειν ἀποτελεσματικῶς καὶ αὐτὸ τὸ γεννᾶν.] Τὸ δὲ πῆλεν ἔχει καὶ ἀπαρέμφατον, [369] κείμενόν που ἐν τοῖς ἑξῆς καθ' ὁμοιότητα τοῦ σφῆλαι καὶ τοῦ ἰῆλαι καὶ τοῦ ἀγῆλαι, οἷον "εὐνὰς ἀγῆλαι" παρ' Εὐριπίδῃ, ἀντὶ τοῦ τιμῆσαι, τελέσαι μετὰ ἀγαλλιάσεως. Ὥσπερ δὲ πάλλω ἔπηλα, οὕτω καὶ ψάλλω ἔψηλα, ἐξ οὗ καὶ τὸ ψηλαφᾶν κυριολεκτεῖται, ὡς ἀλλαχοῦ δηλοῦται.
(v. 478) Τὸ δὲ "καὶ Ἰλίου ἶφι ἀνάσσειν" εὐχή ἐστι τοῦ φερωνυμηθῆναι τὸν Ἀστυάνακτα κληθέντα παρὰ τὸ ἄστεος ἀνάσσειν, [εἰ καί τις παλαιὸς παίζων κωμικώτερον ἑτέρῳ λόγῳ Ἀστυάνακτα ἑαυτὸν ἔφη που ὡς μὴ στύοντα, τουτέστι μὴ πεφυκότα ἐντείνειν τὸ αἰδοῖον κατὰ ἔρωτα, ὅπερ ἄλλος τις Ῥωμαῖος ἀνὴρ Ὁμηρικῶς ᾐνίξατο, εἰπὼν "οὐ δύναμαι τανύσαι", παίξας τὸ τοιοῦτον ὡς ἐπὶ νευρᾶς τόξου.] Ὀνόματι δὲ ἰσοδυναμεῖ συνήθως καὶ τὸ τοιοῦτον ἀπαρέμφατον, ἵνα ᾖ· βίην τ' ἀγαθὸν καὶ βασιλέα Ἰλίου.
(v. 480) Τὸ δὲ "ἐκ πολέμου ἀνιόντα" σολοικοφανές ἐστιν, εἰ μή τις ἔξωθεν νοήσει τὸ ἰδών ἢ μαθών ἢ τοιοῦτόν τι, ἢ προσλάβῃ πρόθεσιν καὶ συντάξει ὑπερβατῶς, οἷον· καί ποτέ τις εἴπῃ πρὸς αὐτὸν ἢ δι' αὐτὸν ἐκ πολέμου ἀνιόντα.
(v. 479) Καὶ σημείωσαι ὅτι καὶ νῦν σπεύδοντι καὶ ἀγωνιῶντι προσώπῳ τὸ καινοφανὲς δέδωκε τῆς συντάξεως. Διὸ καὶ τὴν ἠθοποιΐαν ὥσπερ πρὸ ὀλίγου, οὕτω κἀνταῦθα ἐσμίκρυνε, καὶ μᾶλλον ἐνταῦθα, ἡμιστιχίῳ αὐτὴν ἐμπεριγράψας, εἰπὼν "καί ποτέ τις εἴπῃσι, πατρὸς δ' ὅ γε πολλὸν ἀμείνων". Ἴσως δὲ οὐδ' ἀνέχεται διὰ φιλαυτίαν πλατῦναι αὐτήν. διὸ οὐδὲ ηὔξατο ἀμείνω αὐτοῦ τὸν παῖδα γενέσθαι, ἀλλά φησι "καί ποτέ τις εἴπῃ", καὶ οὐδὲ ἔφη "καί ποτέ τινες εἴπωσιν", ἀλλά τις, εἷς δηλαδή. οὐ γάρ που οἴεται οὐδ' αὐτὸς δυνατὸν εἶναι ἀμείνω αὐτοῦ γενέσθαι τὸν παῖδα. [Ὅτι δὲ ἐν τῷ "καί ποτέ τις εἴπῃσιν" ἐκτείνεται τὸ τις μετρικῶς διὰ τὸ καταπεραιοῦσθαι [370] μέρος ὂν λόγου, καὶ ὅτι τὸ εἴπῃσι δύναται εἶναι καὶ ἀντὶ τοῦ προσείπῃ, ὅπερ αἰτιατικῇ συντάσσεται, καὶ ὅτι ἐν τῷ "πατρὸς δ' ὅ γε ἀμείνων" ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη νοεῖται, δῆλον ἂν εἴη.]
(v. 480) Ἔναρα δὲ βροτόεντα ἢ παρὰ τὸ βροτός, ὃ δηλοῖ τὸν ἄνθρωπον, ἵνα δηλοῖ τὰ ἐξ ἀνθρώπων σκῦλα, ἢ παρὰ τὸ βρότος βαρύτονον, ὃ δηλοῖ τὸν μολυσμόν, ἵνα λέγῃ τὰ ᾑματωμένα.
(v. 482 s.) Ὅτι τὸ "ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε παῖδ' ἑόν. ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ" φιλοφροσύνην φράζει γονέων περὶ βρέφος φίλον.
(v. 484) Ὅτι τὸ δακρυόεν γελάσαι τὴν Ἀνδρομάχην πάθος ψυχῆς δηλοῖ χαρᾷ καὶ λύπῃ σύμμικτον, χαρᾷ διὰ τὰ παρόντα, λύπῃ διὰ τὰ μέλλοντα. Φησὶ γὰρ "ἣ δ' ἄρα μιν δέξατο κόλπῳ δακρυόεν γελάσασα". Καί φασιν οἱ παλαιοί, ὅτι ἐν τῷ "δακρυόεν γελάσασα" δυνατῶς εἰπὼν ὁ ποιητὴς οὐχ' ἡρμήνευσε, τουτέστιν οὐκ ἔφρασε τὸ νόημα πρὸς σαφήνειαν. Καὶ λέγουσιν αὐτοί, ὅτι οὐχ' ἁπλοῦν τῇ γυναικὶ τὸ πάθος ἀλλ' ἐξ ἐναντίων σύνθετον, ἡδονῆς τε καὶ λύπης. γελᾷ μὲν γὰρ διὰ τὸ βρέφος, ἡ δὲ περὶ Ἕκτορος ἀγωνία εἰς δάκρυα προκαλεῖται αὐτήν, δι' οὗ οἶκτον κινεῖ τῷ ἀνδρί, ὡς δηλοῖ εὐθὺς ἐπαχθὲν τὸ "πόσις δ' ἐλέησε νοήσας".
(v. 485) Ὅτι καὶ ὁ Ἕκτωρ ἐνταῦθα χειρὶ κατέρεξε τὴν ἄλοχον, ὥς που τὸν υἱὸν ἡ Θέτις, "ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν".
(v. 486 s.) Ὅτι παραμυθητικὸν ἐξ ἀνδρὸς γυναικὶ τὸ "δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ· οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνήρ" καὶ ἑξῆς, ὡς κατωτέρω κείσεται. [Ἔνθα τὸ "Ἄϊδι προϊάψει", φιλούμενον εἰς φράσιν τῷ ποιητῇ, ἔχει ἐν τοῖς πρὸ τούτων που ἀντιπαρακείμενον τὸ "ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν".] Τὸ δὲ "μή μοί τι" διεκόπη. τὸ γὰρ συνεχὲς "μή τί μοι λίην ἀκαχίζεο", ἀντὶ τοῦ μηδαμῶς. Ἀποτροπὴ δὲ καὶ ἐνταῦθα σοφὴ τοῦ λίαν, εἴτ' οὖν ἄγαν, ἀντεισάγουσα τὸ μέτριον.
(v. 488 s.) Ὅτι γνωματεύει ἐνταῦθα ὁ ποιητὴς οὕτω "μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται". Σῴζει δέ τινα ὁμοιότητα πρὸς τοῦτο προσεχῶς ἀνωτέρω κείμενον καὶ τὸ "οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν Ἄϊδι προϊάψει". Λέγει δὲ μοῖραν τὸν ἐξ ἀνάγκης θάνατον. Φιλόσοφος δὲ ὁ ῥηθεὶς γνωμικὸς λόγος, δεικνύων, ὅτι ὁ γεγονὼς [371] φθείρεται. Σημείωσαι δὲ ὅτι ἐντεῦθεν παρέξεσται ὁ χρησμὸς ὁ παρὰ τῷ Αἰλιανῷ ἐν τῷ Περὶ προνοίας, λέγων οὕτω "μοῖραν μὲν θνητοῖσιν ἀμήχανον ἐξαλέασθαι, ἣν ἐπὶ γεινομένοισι πατὴρ Ζεὺς ἐγγυάλιξεν". Οὕτω κερδαίνει τι τῶν τοῦ ποιητοῦ καὶ ὁ Πύθιος, ὥσπερ καὶ ἕτεροι τῶν σοφῶν, ἐν οἷς καὶ ὁ γνωματεύσας τὸ "μηδὲν ἄγαν", ὃ καὶ αὐτὸ ἐξ Ὁμήρου ἀπενοσφίσθη προσεχῶς τε εἰπόντος τὸ "μή μοί τι λίην ἀκαχίζεο θυμῷ", καὶ ἐν τοῖς ἑξῆς τὸ "μήτ' ἄρ με μάλ' αἴνεε". Τὸ δὲ πεφυγμένον, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ἐκ τοῦ πεφευγμένον γέγονεν, ἀπελθόντος τοῦ ε διὰ τὸ λειότερον τῆς φωνῆς.
(v. 489) Τὸ δὲ ἐπήν ταὐτόν ἐστι τῷ ἐπάν καὶ ἐπειδάν καὶ ἐπεὶ ἄν, ὃ πρὸ ὀλίγων ἐρρέθη.
(v. 490-493) Ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς διὰ τοῦ Ἕκτορος γυναιξὶ πρέπειν φησὶ τὰ ἑαυτῶν ἔργα κομίζειν κατ' οἶκον, ἅπερ καὶ ἐν ὀλιγίστῳ ἐκτίθεται εἰπών· "ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι, πόλεμος δὲ ἄνδρεσσι μελήσει πᾶσιν, ἐμοὶ δὲ μάλιστα, [τοί", ἤγουν οἵτινες, "Ἰλίῳ ἐγγεγάασι".] Πολέμαρχος γὰρ ἐν Τρωσὶν ὁ Ἕκτωρ, ὡς ἐν Ἕλλησιν Ἀχιλλεύς. διὸ κατωτέρω ἀνδροφόνον αὐτὸν ὁ ποιητὴς καλέσει, καθά που καὶ τὸν Ἀχιλλέα.
(v. 498) Ἐνταῦθα δὲ καὶ οἰκεῖον εἶναι γυναιξὶ τὴν οἰκουρίαν γνωματεύει ὁ ποιητής. ταὐτὸν γὰρ τὸ ἐν οἴκῳ ἔργα κομίζειν καὶ τὸ οἰκουρεῖν. Ἔστι δὲ κομίζειν τὸ ἐπιμελείας ἀξιοῦν, ἐξ οὗ καὶ ἡ κομιδή. γίνεται δὲ ἀπὸ τοῦ κομῶ, ὡς ἐκ τοῦ νεμεσῶ τὸ νεμεσίζω καὶ τὸ πολεμίζω ἐκ τοῦ πολεμῶ. Σημείωσαι δὲ ὅτι τῆς πρὸς γυναῖκας Ὁμηρικῆς ταύτης παραγγελίας εὕρηται καὶ παρὰ Ἡροδότῳ παράδειγμα, ἔνθα φησίν, ὅτι Φερετίμη γυνὴ Βάττου τοῦ χωλοῦ, ἀφικομένη παρὰ τὸν Σαλαμίνιον, ἤτοι Κύπριον, Εὐέλθοντα, ἐδέετο στρατιᾶς ἐπί τινα πόλεμον. Ὁ δὲ πολλὰ πρότερον δοὺς καὶ μὴ θεραπεύων ‑ ἀεὶ γὰρ ἐκείνη τὸ μὲν διδόμενον, φησίν, ἐλάμβανε καὶ καλὸν ἔλεγε, κάλλιον δὲ ἔκρινε τὸ στρατιὰν λαβεῖν ‑ , τελευταῖον ἐξέπεμψεν αὐτῇ δῶρον, ἄτρακτον χρύσεον καὶ ἠλακάτην, ᾗ καὶ εἴριον [372] προσέκειτο, καὶ προσεπεῖπεν, ὅτι γυναῖκα τοιούτοις δωρεῖσθαι χρὴ ἀλλ' οὐ στρατιᾷ θνῃσκούσῃ ἐκ τῶν τρωμάτων.
(v. 492 s.) Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τοῦ "πόλεμος ἄνδρεσσι μελήσει πᾶσιν, ἐμοὶ δὲ μάλιστα" εἴρηται ἀλλαχοῦ παρῳδηθὲν τὸ "μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί", καὶ ἐν ἄλλοις "τόξον δ' ἄνδρεσσι μελήσει". οὕτως ἑαυτὸν ὁ ποιητὴς παρῳδεῖ ἐν πολλοῖς. Ὅρα δέ, φασίν, ἠθῶν διαφοράν. Ἕκτωρ μὲν γὰρ τὸν πόλεμον ἄνδρεσσί φησι μελήσειν, Ἀλέξανδρος δὲ τῇ γυναικὶ Ἑλένῃ μέλειν τοῦ πολέμου φησί, ἐν οἷς ἔφη ὡς ἡ ἄλοχος παρειποῦσα μαλακοῖς λόγοις ὥρμησεν αὐτὸν εἰς τὸν πόλεμον. Ἔτι ἰστέον καὶ ὅτι ἡ νῦν προαναφωνητικῷ τρόπῳ ῥηθεῖσα παραίνεσις ἔπεισε τὴν Ἀνδρομάχην οἰκουρεῖν καὶ μηκέτι ἐξελθεῖν εἰς τὸν πύργον, ὡς εἴγε ἐξῆλθεν ἐν τοῖς ἑξῆς, οὐκ ἂν ἤνεγκεν ἰδοῦσα τὸν Ἕκτορα νεκρὸν ἑλκόμενον μὴ οὐχ' ἑαυτὴν καταρρῖψαι τοῦ πύργου, ὅπερ οὐκ ἔχων καθ' ἱστορίαν ποιῆσαι Ὅμηρος, μὴ καὶ εἰς κακόζηλόν τι ἀπεκβῇ, κατέσχεν αὐτὴν ἔσω τοῦ οἴκου ἀπὸ τῆς ἄρτι πειθαρχήσασαν τῷ ἀνδρί. [(v. 493) Ἰστέον δὲ ὅτι τὸ "οἳ Ἰλίῳ ἐγγεγάασιν" ἢ πρὸς τὸ πᾶσι κολλητέον καθ' ὑπερβατόν, ἵνα λέγῃ ὅτι πόλεμος μελήσει πᾶσι τοῖς Ἰλιεῦσιν, ἢ συννοητέον αὐτῷ εἰς τὸ "μάλιστα", ἵνα ᾖ· ἐμοὶ δὲ πόλεμος μελήσει μάλιστα καὶ ἐπέκεινα τῶν ὅλων Τρώων.
(v. 490) Τὸ δὲ "τὰ σαυτῆς ἔργα" πρὸς διαστολὴν ἑτεροίων ἔργων ἐρρέθη. ἔστι γὰρ καὶ πολέμου ἔργον καὶ "ἔργα καλὰ αἰζηῶν" καὶ ἄλλα δὲ μυρία.]
(v. 496) Ὅτι οὕτω φίλανδρος ἡ Ἀνδρομάχη, ὥστε καὶ ὑποχωροῦντι τῷ Ἕκτορι συνεφέπεταί πως καὶ οἷον συνεκδημεῖ τῇ ὁράσει ἐχομένη αὐτοῦ. Φησὶ γάρ, ὅτι "οἴκονδε βεβήκει ἐντροπαλιζομένη", ἤτοι συχνὰ ἐπιστρεφομένη, "θαλερὸν κατὰ δάκρυ χέουσα", περὶ οὗ πρὸ βραχέων εἴρηται. Ἀπάγει μὲν γὰρ αὐτὴν ἡ παραίνεσις, ἐπιστρέφει δὲ ἡ εὔνοια.
(v. 499502) Καὶ ἔσω γενομένη θρῆνον παρὰ ταῖς ἀμφιπόλοις ἁπάσαις ἤγειρε, ζῶντα ὀδυρομέναις τὸν Ἕκτορα. Φησὶ γὰρ "τῇσι δὲ γόον πάσῃσιν ἐνῶρσεν. αἳ μὲν ἔτι ζωὸν γόων", ὅ ἐστιν ἐθρήνουν, "Ἕκτορα. οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν", [οὐ τούτων ἢ ἐκείνων, ἀλλὰ δηλαδὴ [373] πάντων, κατὰ τὸ "τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ πάντες ἐφορμηθέντες".] Καὶ ὅρα ὅπως εὐνοοῦσιν ἐνταῦθα αἱ ἀμφίπολοι τοῖς δεσπόταις. Καί φασιν οἱ σοφοὶ χρῆναι τοὺς δεσπότας οὕτω δεσπόζειν ὅπως εὐνοῶνται. Ἰστέον δὲ καὶ ὅτι, καθὰ πρὸ τούτων οὕτω καὶ νῦν προεκθετικῶς ἀναπεφώνηται τὸ μὴ ὑπότροπον ἐπανελεύσεσθαι τὸν Ἕκτορα, καὶ ὅτι οὐχ' ὡς ἐν τοῖς ἑξῆς ἀμφίπολοι Πάτροκλον πρόφασιν κλαίουσιν, ἀληθῶς δὲ τὰ ἑαυτῆς ἑκάστη κήδεα, οὕτω καὶ ἐνταῦθα αἱ οἰκεῖαι πρόφασιν Ἕκτορα θρηνοῦσιν, ἀλλ' ἐνδιαθέτως οἰκτίζονται ὡς μηκέτι αὐτὸν ὀψόμεναι.
(v. 496) Τὸ δὲ ἐντροπαλίζεσθαι κείσεταί που καὶ ἐν τοῖς ἑξῆς ἐπὶ ἥρωος.
(v. 501) Περὶ δὲ τοῦ ὑπότροπος προγέγραπται.
(v. 499 s.) Τὸ δὲ γόον, ὅ ἐστι θρῆνον, καὶ γόων ἀντὶ τοῦ ἐθρήνουν ἔχει τι ψευδοπαρηχήσεως, ὁποῖαι καὶ ἕτεραι προδεδήλωνται ταὐτοφωνίαν ἔχουσαι ἐν ἀνομοιότητι γραφῆς.
(v. 503) Ὅτι τὸν Πάριν ἀναπαυσάμενον, εἶτα κατόπιν τοῦ ἀδελφοῦ σπουδαίως εἰς μάχην ἐξορμήσαντα, ἵππῳ εἰκάζει στατῷ, ὃς εἰωθὼς λούεσθαι ἐπὶ ποταμοῦ καὶ ἐν τῷ ἵστασθαι ἀναπολήσας φανταστικῶς τὰ λουτρὰ καὶ ποθήσας θέει διὰ πεδίου ἀπορρήξας τὰ δεσμά. Φησὶ γάρ· "οὐδὲ Πάρις δήθυνεν", ἤγουν δηθὰ καὶ ἐπὶ πολὺ διέτριψε καὶ ὡς εἰπεῖν ἐβράδυνεν, "ἐν ὑψηλοῖσι δόμοισι" μετὰ τὸν Ἕκτορα, "ἀλλ' ὅ γ' ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατ' ἔπειτα", ἤγουν ὥρμησεν, "ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς".
(v. 506-513) Εἶτα ἐπάγων τὴν ῥηθεῖσαν παραβολήν φησιν "ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείει πεδίοιο κροαίνων, εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται, ὃ δ' ἀγλαΐῃφι πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων, ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥστ' ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δὲ πόδες φέρον". Καὶ σημείωσαι, ὅτι γραφικῶς, ἤτοι ὡς ἐν ζωγραφίας τύπῳ, φράζει καὶ τὴν τοῦ ἵππου παραβολὴν ὁ ποιητής. Ἦ γάρ, ὦ οὗτος, ἀκούων ταῦτα οὐ δοκεῖς ἵππον ὁρᾶν κροαίνοντά τε καὶ κυδιόωντα, ὁποῖα τὰ τῶν εὐγενῶν ἵππων, οἳ καὶ αἰσθάνονται τῆς ἑαυτῶν ἀγλαίας ἕκαστος. εἴποις δ' ἂν καὶ ἀγέρωχον κεφαλὴν βλέπειν ὑψοῦ αἰρομένην καὶ χαίτας ἀγαθοῦ ἵππου ἐν τῷ οὕτω θέειν ἐπικυμαινομένας τοῖς ὤμοις. οὕτω καλλιγραφεῖ καὶ [374] τὰ τοιαῦτα Ὅμηρος. Ἰστέον δὲ ὅτι πρὸς μόνην προθυμίαν ἡ παραβολὴ καὶ σπουδὴν δρόμου. Διὸ καὶ εἰπών, ὅτι ὥρμησεν ὁ Πάρις ἀνὰ ἄστυ ποσὶ κραιπνοῖς πεποιθώς, εὐθὺς ἐπάγει τὴν ῥηθεῖσαν παραβολήν. Ἀνδρεῖον μέντοι οὐδὲ νῦν οὐδὲν ἔχει ὁ Πάρις, ἀλλὰ καὶ εἰς μάχην ἐκτρέχων μετὰ τῆς συνήθους ἀγλαίας πρόεισι. καὶ ἔστιν ὡς ἄν τις σκώψειε τὸ τοῦ Τραγικοῦ "ἡ πάλαι γυνή".
(v. 504) Ὅρα δὲ καὶ νῦν τὸ "κατέδυ τεύχεα" ὁμοίως ῥηθὲν τῷ "κατέδυ πόλιν". τὸ δὲ ἁπλοῦν αὐτοῦ πρὸ βραχέων ἐγράφη. Τὸ δὲ "ποικίλα χαλκῷ" πρὸς διαστολὴν ἔφη τῶν ἄλλως πολυτρόπως ποικιλλομένων.
(v. 506) Στατὸς δὲ ἵππος ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐν φάτνῃ ἐφ' ἱκανὸν στὰς καὶ ἀναπαυθείς. Τὸ δὲ τοιοῦτον στῆναι καὶ τὸ ἱπποστάσιον ποιεῖ καὶ τὸ βουστάσιον καὶ τὸ βούσταθμον, ‑ ἃ καὶ ἐν ἁπλότητι σταθμοὶ λέγονται, [καὶ σταθμὰ δὲ κατὰ γένους μεταπλασμόν] ‑ καὶ τὸν ζωϊκὸν δὲ σηκόν, ὡς οἷον στηκόν τινα εἶναι, ἀφ' οὗ καὶ ὁ ναὸς σηκός, περὶ ὃν δηλαδὴ ἱερεῖα ἵστανται. Ἀκοστῆσαι δὲ τὸ πολυκριθῆσαι κατὰ τοὺς παλαιούς, ἤγουν τὸ κριθιάσαι. ἀκοσταὶ γὰρ αἱ κριθαί, ὅπερ, φασίν, ἐξ Ὁμήρου μὲν οὐ δείκνυται, παρὰ δέ γε Νικάνδρῳ καὶ ἄλλοις κεῖται. Οἱ δὲ παλαιοί φασι καὶ πάσας τὰς τροφὰς παρὰ Θεσσαλοῖς ἀκοστὰς λέγεσθαι. Ἄλλοι δὲ ἀκοστῆσαί φασι τὸ σχεῖν ἄχος ἐν τῷ ἵστασθαι, ἔνιοι [375] δὲ τὸ λαβεῖν ἄχθος [ἢ μᾶλλον, κατ' αὐτοὺς καὶ τοῦτο εἰπεῖν, ἄκος] τῇ στάσει καὶ τῇ τῆς τροφῆς ἀπολαύσει, ὡς τὸ "πίον τ' ἀκέοντό τε δίψαν". [Ἕτεροι τὸ ἀκολάστως διατεθῆναι, ἵνα ᾖ ἀκολαστῆσαι καὶ ἐν συγκοπῇ ἀκοστῆσαι.] Ἄλλοι δὲ τὸ ἡσυχάσαι παρὰ τὸ ἀκήν, ἤγουν ἡσύχως, στῆναι. Τινὲς δὲ γράφουσιν ἀγοστήσας, ὅ ἐστι ῥυπανθεὶς καὶ διὰ τοῦτο φαντασάμενος τὰς συνήθεις νομὰς καὶ τὰ πρῴην λουτρά, καί φασιν ὅτι γοῖτος λέγεται ὁ ῥύπος, ὅθεν καὶ τὸ ἀγοστήσας γίνεται. [Ἡ δὲ φάτνη παρὰ τὸ φαγεῖν γίνεται, ὥσπερ αὖ ἡ κάπη ἐκ τοῦ κάπτειν, ὅπερ ἐστὶν ἐσθίειν, οἷον "ἱππείῃσι κάπῃσι". Χρῆσις δὲ τοῦ κάπτειν καὶ παρὰ τῷ Κωμικῷ. "ἐνέκαψε" γάρ φησιν ἐκεῖνος.]
(v. 507) Τὸ δὲ "ἀπορρήξας δεσμόν" γενναιότητα ἵππου δηλοῖ οὕτω βιασαμένου τὸ ἐλεύθερον. Τὸ δὲ θείει διὰ μέτρον οὕτω γράφεται, καθὰ καὶ τὸ πλέειν πλείειν λέγεται. Τὸ δὲ πεδίοιο ἢ τῷ θείει συντακτέον, ἵνα λέγῃ· θέει διὰ πεδίου, ἢ [376] τῷ κροαίνων, ἵνα ᾖ· κατὰ πεδίου κροαίνων, ὅ ἐστι κρούων καὶ κροτῶν κατὰ τῆς πεδιάδος. ἵππος γάρ, φασίν, εἰς πεδίον.
(v. 508) Τὸ δὲ εἰωθώς κυρίως μὲν ἐπὶ ἀνθρώπων, ὡς καὶ τὸ ἔθος καὶ τὸ ἦθος, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀλόγων. Διὸ καὶ θαρρήσας εἰπεῖν ὁ ποιητὴς ἐπὶ ἵππου τὸ εἰωθώς παρακατιών φησιν "ἤθεα καὶ νομὸν ἵππων", ὡς τοῦ εἰωθέναι καὶ τοῦ ἤθους συστοίχων ὄντων. Τὸ δὲ εἰωθὼς λούεσθαι ἐπὶ ποταμοῦ ἡ συνοχή ἐστι τῆς ὅλης παραβολῆς. Εἰ μὴ γὰρ τοιοῦτος ἵππος ὑποτεθείη, οὐδὲ τὰ λοιπὰ γίνεται τῆς παραβολῆς. Ὅτι δὲ φιλεῖ λούεσθαι ὁ ἵππος, δηλοῖ καὶ Ἀριστοτέλης γράψας, ὅτι φιλόλουτρον ζῷον ὁ ἵππος καὶ φίλυδρον καὶ χαίρει λειμῶσι καὶ ἕλεσι. Τὸ δὲ "ἐϋρρεῖος" δηλοῖ μὲν τὸ εὖ ῥέοντος, πάνυ δέ ἐστι τραχὺ καὶ πεζῷ λόγῳ δύσχρηστον. λειότερον δὲ αὐτοῦ τὸ εὐρείτης, τραχὺ δὲ ὅμως καὶ αὐτό. Σημείωσαι δὲ ὅτι καὶ νῦν τέσσαρες ἀσύνδετοι παράκεινται μετοχαί· τὸ ἀπορρήξας, τὸ κροαίνων, τὸ εἰωθὼς λούεσθαι καὶ τὸ κυδιόων.
(v. 509) Ἐν ᾧ ἔστιν ἐνθυμηθῆναι, ὡς κυδιᾶν μὲν ἴσως καὶ κυδροῦσθαι λέγοιτ' ἂν ἵππος οἷά τις φιλητός. ἐπεὶ καὶ ἐκ τοῦ κύω, τὸ φιλῶ, τὸ κῦδος. κύδιμος δὲ ἢ κυδάλιμος ἢ κύδιστος οὐκ ἂν λέγοιτο. Τὸ δὲ "ὑψοῦ κάρη ἔχει", ὅ ἐστιν ὑψαυχενεῖ, καὶ τὸ "χαῖται ὤμοις ἀΐσσονται", τοῦ κυδιόων εἰσὶν ἑρμηνευτικά. ἵππος γὰρ κυδιᾷ, οὗ ἡ κεφαλή τε ὑψοῦ αἴρεται καὶ αἱ χαῖται ὤμοις ἀΐσσονται.
(v. 510 s.) Τὸ δὲ "ὃ δ' ἀγλαίῃ πεποιθὼς ῥίμφα ἑ γοῦνα φέρει" σχῆμά ἐστι καινοπρεπὲς ἐπὶ καινῷ ῥηθὲν καὶ αὐτὸ πράγματι, ταὐτὸν δ' εἰπεῖν, σολοικοφανές. Ὤφειλε μὲν γὰρ ἢ εἰπεῖν, ὅτι ὃ δ' ἀγλαΐᾳ πεποιθὼς ῥίμφα θέει ἢ κροαίνει ἢ φέρεται γόνασιν ἢ τοιοῦτόν τι, ἢ καὶ ἄλλως ἀπὸ αἰτιατικῆς ἀρξάμενος οὕτω πως φράσαι· τὸν δ' ἀγλαΐᾳ πεποιθότα ῥίμφα, ὅ ἐστιν εὐκόλως καὶ κούφως, τὰ γοῦνα φέρει. [377] Ὁ δὲ καινοπρεπῶς κἀνταῦθα σχηματίζων ὡς ἐν σχεδιασμῷ ἔμιξεν ἀμφοτέρας τὰς συντάξεις, ἀρξάμενος ἀπὸ τῆς μιᾶς, ἧς ἡ εὐθεῖα κατάρχει, καὶ καταλήξας εἰς τὸ τέλος τῆς ἑτέρας τῆς κατὰ αἰτιατικὴν προϊούσης, συναγλαϊζόμενος οἷον τῷ φραζομένῳ πράγματι καὶ ὅλος αὐτοῦ γενόμενος καὶ τῆς ἀκολουθίας οὕτω λαθόμενος, οἷς γέγηθε, καὶ ἀγάλλων τὸν ἀκροατὴν τῇ καινοπρεπείᾳ τοῦ σχήματος. Τινὲς δέ γε ὑπερπαθοῦντες οἷον Ὁμήρου, εἰ σόλοικα φθέγγεται, θεραπεύουσι διὰ προθέσεως τὸ σολοικοφανές, φάμενοι, ὅτι ὁ ἵππος ῥίμφα ἑ κατὰ γοῦνα φέρει, ἵνα λέγῃ ὅτι ὁ ἵππος τῇ ἀγλαίᾳ θαρρῶν εὐκόλως ἑαυτὸν φέρει τοῖς γόνασι. Καὶ ἴσως ὥσπερ ἐν τῷ "πεδίοιο κροαίνων" λείπει πρόθεσις, ὡς ἐρρέθη, καὶ ἐν τῷ "λούεσθαι ποταμοῖο", οὕτω καὶ ἐν τῷ γοῦνα ἐνόμισαν ἐνδεῖν τὴν κατα πρόθεσιν. Ἕτεροι δὲ μεταγράφουσι "ῥίμφ' ἑὰ γοῦνα φέρει". Οἱ δὲ τοιοῦτοι λέγουσιν οὐδέν. Οὔτε γὰρ τὸ "ἕ" ἀντὶ τοῦ ἑαυτόν Ὁμηρικόν ἐστιν ἢ ὅλως ὀρθόν, ὅπερ οἱ προσεχῶς ἀνωτέρω πρῶτοι θεραπευταὶ εἶπον, οὔτε ὅπερ οἱ μετ' αὐτοὺς οὗτοι δεύτεροι, ὅτι δηλαδὴ ὁ ἵππος τὰ οἰκεῖα γόνατα φέρει, ἐμφαίνει Ὁμηρικὴν ἰδιότητα. αὐτὸν γὰρ μᾶλλον φέρουσι τὰ γόνατα συντόνως θέοντα, ὡς Ὁμήρῳ ἀρέσκει. Δεῖ γὰρ εἰδέναι ὅτι ὁ ποιητὴς εἴωθε τὰ σπουδαίως θέοντα λέγειν ὑπὸ τῶν ποδῶν φέρεσθαι, ὡς ἐν ἄλλοις τε δηλοῖ καὶ μετ' ὀλίγα ἐν τῷ "ταχέες δέ", ὡς ἐρρέθη, "πόδες ἔφερον τὸν Ἀλέξανδρον". Τινὲς δέ φασι τὸν τοῦ Ἀριστάρχου ἀναγνώστην Ποσειδώνιον ῥίμφαε λέγειν ἐν ἑνὶ τρισυλλάβῳ μέρει λόγου, πλεονάσαντος, φησίν, ἐν παρολκῇ τοῦ ε, ὡς ἐν τῷ "ἠὲ σὺ τόνδε δέδεξο". καὶ αὐτοὶ μὲν τοιαῦτα. Ὁ δὲ Ὁμηρικὸς ἀνὴρ ἥδιον [378] ἀκούοι ἂν καὶ νῦν καινοφωνοῦντος ἐλλόγως τοῦ ποιητοῦ τὰ ἀστεῖα ταῦτα σολοικοφανῆ ἤπερ ἀνέχοιτο Ἀττικῶς φθεγγομένων ἀκροᾶσθαι τῶν ἐπιδιορθουμένων αὐτόν. Σημείωσαι οὖν ὅτι ἐν τῷ "ὃ δ' ἀγλαΐᾳ πεποιθώς" λείπει ῥῆμα τῆς τοιαύτης εὐθείας καὶ ἔμεινεν ἀναπόδοτος ἡ ἔννοια, ὡς οἷα μὴ εὐπορήσαντος τοῦ ποιητοῦ ἐκ τοῦ παραυτίκα διὰ τὸ σχεδιάζειν εἰπεῖν ῥῆμα καιριώτερον καὶ διὰ τοῦτο τραπέντος εἰς ἕτερον νόημα, ὅπερ ἐστὶ τὸ φέρει αὐτὸν τὰ γόνατα. καὶ τοῦτό ἐστι τὸ τῆς καινοπρεπείας τοῦ σχήματος αἴτιον. Τὸ δὲ ἀγλαΐᾳ πεποιθώς καὶ ποσὶ πεποιθὼς ὅμοιον τῷ ἀλκὶ πεποιθώς. Ὡς γὰρ οἶδε λέων ἄλκιμος ὤν, οὕτω καὶ ὁ ῥηθεὶς ἵππος, ὅτι ἀγλαός, καὶ ὁ Πάρις, ὅτι ποδώκης.
(v. 512 s.) Τὸ δὲ "καταβεβήκει Περγάμου ἄκρης" μετάληψίς ἐστι τοῦ "ἄκρης πόλεως". ἐν ἑκατέροις γὰρ ἡ ἀκρόπολις νοεῖται. Φανερῶς δ' ἐνταῦθα θηλυκῶς ἡ Πέργαμος, εἰ καὶ ἐν ἄλλοις οὐδετέρως τὸ Πέργαμον. Τὸ δὲ "τεύχεσι παμφαίνων" νεόσμηκτά τε δηλοῖ τὰ ὅπλα τοῦ Πάριδος, ἐπεὶ πρὸ ὀλίγου, ὡς ἐρρέθη, ἐπεμελεῖτο αὐτῶν, καὶ ὁπλίτην δὲ νῦν ἀντὶ τοξότου αὐτὸν παριστᾷ. ἔοικε γὰρ καὶ αὐτὸς τοῦ τοξεύειν καταγνῶναι. διὸ ῥίψας τὰ τόξα παμφαίνει τεύχεσιν. Ἠλέκτωρ δὲ ἀντὶ τοῦ ἥλιος, ὡς δὲ Ἀπίων φησίν, ὁ λάμπων ὡς ἤλεκτρον, ὅπερ οὐκ ἄν τις ῥᾷον ἀποδέξαιτο, τά τε ἄλλα, καὶ ὅτι οὐκ ἔδει τὸ μὲν τοῦ Ἕκτορος βρεφύλλιον ἀστέρι εἰκάσαι, ἠλέκτρῳ δὲ τὸν θεοειδῆ Ἀλέξανδρον. Μάλιστα μὲν οὖν θαυμαστέον τὴν παραβολὴν ταύτην, ὅτι ἐκ ταπεινοῦ τοῦ κατὰ τὸν ἵππον λόγου μετέωρος ἦρται ὁ Πάρις τῇ κατὰ τὸν ἠλέκτορα ἥλιον παραβολῇ, ὥς που καὶ τὸν Ἀγαμέμνονα ἀπὸ ζωϊκῆς παραβολῆς θειοτέραις εἰκασίαις ἐσεμνολόγησεν ἡ ποίησις. Τεχνικῶς δὲ ὁ ποιητὴς τὴν μὲν κατὰ [379] τὸν ἀγλαὸν ἵππον παραβολὴν πλατὺ διεσκεύασεν, ἀπεστένωσε δὲ τὴν κατὰ τὸν ἥλιον. Ἡ μὲν γὰρ ταπεινὴ οὖσα ἤθελε τριβὴν λόγου ἐκφραστικήν, τὸ δὲ κατὰ τὸν ἥλιον οὐχ' οὕτω ῥᾴδιον ἁπλῶς ἐνταῦθα ἦν. Καὶ ἄλλως δέ, ἐκκλίνων τὸ κατὰ τὴν φράσιν ὁμοειδὲς τὴν μὲν τῶν παραβολῶν ἐπλάτυνε, τὴν δὲ ἑτέραν κατεσμίκρυνε μυστηριωδῶς, ὡς οὐκ ἄν τις φράσῃ γοργότερον. Γίνεται δὲ ἠλέκτωρ ἥλιος ἢ παρὰ τὸν χρυσοφαῆ ἤλεκτρον ἢ καὶ ὅτι ἀνατέλλων ἀποστερεῖ λέκτρου ἤτοι λέχους καὶ κοίτης τοὺς ἐργατικούς, ὡς οἷά τις ἀλέκτωρ ὤν, εἶτα ἠλέκτωρ κατὰ τροπὴν [ἐκφεύγουσαν τὴν πρὸς τὸν ἀλέκτορα συνέμπτωσιν.] Σημείωσαι δὲ καὶ ὅπως ὁ Ἀλέξανδρος λόγῳ ἐρεθισθεὶς οὐ μόνον τοῦ οἰκουρεῖν ἀπήχθη, ἀλλὰ καὶ ἀνδραγαθήσει μετ' οὐ πολύ.
(v. 514) Τὸ δὲ καγχαλόων, ὅ ἐστι χαίρων, εἰς χάρμην τὴν ἀληθῶς ἀπιέναι τὸν Πάριν δηλοῖ. Ἔστι γὰρ κυρίως χάρμη μάχη, ἣν ὑποδύεταί τις οὐχ' ὑποπτήσσων ἀλλὰ καγχαλόων καὶ χάρμα ἔχων, καὶ ἄλλως δὲ εἰπεῖν, μελπόμενος Ἄρηϊ.
(v. 516) Ὅτι ὀαρίζειν τὸ ὁμιλεῖν ἐν λόγοις. Φησὶ γὰρ "ἔνθα Ἕκτωρ ᾗ ὀάριζε γυναικί", τουτέστι διὰ λόγων ὡμίλει. πολλαχοῦ δὲ περὶ τῆς τοιαύτης δηλοῦται λέξεως ἔν τε τῇ Ἰλιάδι καὶ τῇ Ὀδυσσείᾳ. Παράγωγον δὲ αὐτῆς ὁ ὀαριστύς καὶ ὀαριστής, ὁ ὁμιλητής. Προϋπάρχει δὲ τῶν τοιούτων τὸ ἀείρειν καὶ ἡ ἀπ' αὐτοῦ ἄορ καὶ ἡ ξυνάορος καὶ ὁ ξυνάορος. ὅθεν ἐν μεταθέσει τὸ ὀαρίζειν καὶ τά, ὡς ἐρρέθη, ἐξ αὐτοῦ.
(v. 518) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ ἠθεῖος, περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, λέξις ἐστὶ συγγενική, ὡς καὶ τὸ θεῖος. Ἔστι δὲ προσφώνησις νεωτέρου ἀδελφοῦ πρὸς παλαιότερον. [380] Ἐλήφθη δὲ κατὰ παράχρησιν ὕστερον παρά τισι καὶ ἀντὶ τοῦ θεῖος, ὃ δηλοῖ τὸν θαυμαστόν, [πλεονάσαντος τοῦ η, ὡς καὶ ἐν τῷ ἠβαιόν καὶ ἠλύγη καὶ ἠμύω. Ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται καί, ὅτι ἠθείους τοὺς ὁμοτρόπους φαμὲν τῷ τὰ αὐτὰ ἤθη ἔχειν καὶ ἐν ὁμοίοις ἤθεσι καταγεγονέναι. Παρ' ἐνίοις γάρ, φησί, τὰ ἔθη ἤθη λέγεται. Τινὲς δέ, φησί, τὴν φωνὴν ἐκ συγγενοῦς λέγουσι πρός τινα πρεσβύτερον φιλοφρόνως ἀναφέρεσθαι. ἀντισπᾷ δέ πως τὴν ἔννοιαν Εὔμαιος λέγων περὶ Ὀδυσσέως τὸ "ἀλλά μιν ἠθεῖον καλέω".] Ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται, ὅτι ἴσως τὸ θεῖος, τὸ σημαντικὸν ἐπαίνου, πλεονασμῷ τοῦ η ἠθεῖος γέγονε, καὶ ἔστι προσφώνησις ἔχουσά τινα σεβασμόν. Συγχέεται δὲ παρὰ τοῖς μεθ' Ὅμηρον ἡ λέξις. Ἔστι δὲ τὸ μὲν τέττα φίλου, τὸ δὲ ἄττα τροφέως, τὸ δὲ πάππα πατρός, τὸ δὲ ἠθεῖε ἀδελφοῦ. Φησὶ γοῦν ὁ Πάρις πρὸς Ἕκτορα "ἠθεῖε, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων", ἤγουν βραδύνων ἐγὼ κωλύω σε σπεύδοντα. Ὅρα δὲ ὅτι κολακεύων καιρίως καὶ ὁ Πάρις ψεύδεται. Εἰδὼς γὰρ ὅτι ὁ Ἕκτωρ διὰ τὰ φίλτατα ἤργησεν, ὡς ἐκείνου τοῦτο προειπόντος, ὅμως ἐνταῦθα εἶπεν ἐπέχεσθαι τὸν Ἕκτορα σπεύδοντα, ὡς αὐτοῦ δὴ τοῦ Πάριδος δῆθεν βραδύνοντος. Τὸ δὲ "ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω" ἐρεῖ ἂν ὁ ἐμποδών τινι πρὸς ἔργον γινόμενος.
(v. 519) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ ἐναίσιμον ἀντὶ τοῦ καθῆκον. Φησὶ γὰρ "οὐδ' ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες". μετ' ὀλίγα δὲ ἐν τῷ "ἀνὴρ ὃς ἐναίσιμος εἴη" τὸν δίκαιον ἢ συνετὸν ἡ λέξις δηλοῖ. [Ἐνταῦθα δὲ ὅρα ὡς, εἰ καὶ αἶσα τριχῶς λέγεται, ἐπί τε εἱμαρμένης, ὡς μυριαχοῦ φαίνεται, καὶ ἐπὶ τοῦ καθήκοντος εἴτ' οὖν προσήκοντος, ὡς καὶ αὐτὸ πολλαχοῦ κεῖται, καὶ ἐπὶ μερίδος δέ, ὡς τὸ "λαχὼν ἀπὸ ληΐδος αἶσαν", ἥτις αἶσα καὶ μοῖρα λέγεται, [381] καθ' ὃ σημαινόμενον καὶ μοῖραν κρεῶν φαμεν. Εἰ γοῦν καὶ τριχῶς οὕτως ἡ αἶσα νοεῖται, ἀλλὰ τὸ ἀπ' αὐτῆς σύνθετον τὸ ἐναίσιμον μονάζειν δοκεῖ. οὔτε γὰρ μόρσιμόν τι δηλοῖ οὔτε μερίδα, μόνον δὲ τὸ κατ' ἀρετὴν καθῆκον. Ὁ μέντοι αἴσιος οἰωνὸς καὶ ὁ ἀπαίσιος ἐκ τῆς καθ' εἱμαρμένην αἴσης παρονομάζονται, ὥσπερ καὶ ὁ αἴσιος ὄρνις καὶ ἡ αἰσία τύχη καὶ εἴ τι ἄλλο τοιοῦτον. Ἔστι δέ που τοῦτο καὶ κατὰ τὸ ἐναίσιμον, ὡς καὶ ὅτε φησίν, ὡς πολλοὶ ὄρνιθες πέτονται, οὐδέ τε πάντες ἐναίσιμοι, ἤγουν σημαίνοντές τι μέλλον.]
(v. 520-523) Σημείωσαι δὲ καὶ ὅτι κολακευθείς, ὡς εἴρηται, ὁ Ἕκτωρ, ὃν μέγαν ἐνταῦθα ὁ ποιητής φησιν ἐν τῷ "μέγας κορυθαιόλος Ἕκτωρ", ἀνταποδίδωσιν εὐθὺς τὸ ὅμοιον καὶ ἀντικολακεύων ψεύδεται καὶ αὐτός. Ἐπικρύπτων δὲ καὶ πάλιν ὑπούλως τὸ πρὸς μάχην ἀχρεῖον τοῦ ἀδελφοῦ οὐκέτι μὲν χόλον αὐτὸ καλεῖ, ὡς πρὸ μικροῦ ὠνόμασεν εὐφημότερον, ἑκούσιον δὲ ἀμέλειαν αὐτὸ λέγει, καὶ ἄλκιμον αὐτὸν καλέσας ὅμως οὐκ ἐθέλειν φησὶ μάχεσθαι. Τοῦτο δὲ ποιεῖ στρατηγικῶς, εἰς μάχην θαρρύνων αὐτὸν ἀμφοτέρωθεν, οἷς τε φθάσας ὡμίλησε σφοδρότερον καὶ οἷς ἄρτι μειλίχιος προσφέρεται. Καὶ τοίνυν ἀνύει τι μέγα μετὰ μικρὸν Ἀλέξανδρος, ἀνελὼν τὸν τοῦ κορυνήτου Μενέσθιον, οὐ τοσοῦτον ὡς προπέτης καὶ ὡς ἀναπεπαυμένος, ἀλλ' ὡς λόγῳ συνήθως ἐρεθισθείς. Τοιοῦτον γὰρ ὡς πολλαχοῦ φαίνεται ἡ παραίνεσις. Ἔστι δ' ἐνταῦθα τὰ τοῦ Ἕκτορος πρὸς τὸν Πάριν τοιαῦτα "δαιμόνιε, οὐκ ἄν τίς τοι ἀνήρ, ὃς ἐναίσιμος εἴη, ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι, ἀλλὰ ἑκὼν μεθίης τε καὶ οὐκ ἐθέλεις".
(v. 5235) Εἶτα καὶ ἑαυτοῦ ὑπερλαλῶν, ἐφ' οἷς ἤδη προκατηγόρησε τοῦ Πάριδος, φησὶ διὰ λύπην ἐκεῖνο ποιῆσαι, ὡς δι' αὐτόν, καθὰ κατωτέρω κείσεται, αἰσχυνόμενος. Ἰστέον δὲ ὅτι τὸ "δαιμόνιε, οὐκ ἄν τίς τοι ἀνήρ" καὶ ἑξῆς ὅλον τὸ ῥηθὲν χωρίον, πρὸς ἀμελητὴν ἀνδρεῖον οἰκεῖον ῥηθῆναι, καὶ ὅτι [382] τὸ "ἐπεὶ ἄλκιμός ἐσσι" κομματικὴ παράφρασίς ἐστι τοῦ "οὐκ ἄν τίς σοι ἀνὴρ ἔργον ἀτιμήσειε μάχης", ὥσπερ τὸ "καὶ οὐκ ἐθέλεις" ἑρμηνεία ἐστι τοῦ "ἀλλὰ ἑκὼν μεθίης" ἤγουν ἀμελεῖς. ὅθεν καὶ μεθήμων ὁ ἀμελητὴς καὶ μεθημοσύνη ἡ ἀμέλεια καὶ μέθυ ὁ εἰς μεθημοσύνην ἄγων οἶνος καὶ μέθη τὸ ἐκεῖθεν πάθος. Γράφεται δὲ καὶ νῦν τὸ μεθίης ἐν τῇ ληγούσῃ καὶ διὰ τοῦ η, ὡς τὸ τίθημι τίθης κατὰ λόγον ἐνεστῶτος, καὶ διὰ διφθόγγου δὲ ὡς παρατατικός, ὁμοίως τῷ ἐτίθεις. Ἐναίσιμος δὲ ὁ κατὰ τὸ δέον φρονῶν.
(v. 522) Τὸ δὲ ἔργον μάχης πρὸς διαστολὴν ἑτέρων ἔργων εἴρηται, ὧν ἐστι καὶ τὸ δηλοῦν τὴν γεωργίαν κατ' ἐξοχήν, ἐξ οὗ καὶ ἐργάζεσθαι τὸ γεωργικῶς πονεῖσθαι, καὶ ὁ παρὰ Σοφοκλεῖ ἐργάτης καὶ ὁ παρὰ Θεοκρίτῳ ἐργατίνας. Τὸ δὲ ἀτιμήσει πρωτότυπόν ἐστι τοῦ ἀτίμητος, ὃ δηλοῖ παρ' Ὁμήρῳ τὸν ἄτιμον ἐν τῷ "ὡσεί τιν' ἀτίμητον μετανάστην". καὶ ἔστι τὸ θέμα αὐτοῦ δευτέρας συζυγίας τῶν περισπωμένων, ὡς ἡ Ὀδύσσεια σαφῶς δηλοῖ. οἱ δὲ μεθ' Ὅμηρον ἐν τρίτῃ συζυγίᾳ τὸ ῥῆμα τοῦτο τιθέασιν. ἀτιμῶ γὰρ ἀτιμώσω φασίν.
(v. 5235) Ὅτι γοργὸς λόγος [383] ἐνταῦθα καὶ καίριος, ἐν οἷς ὁ Ἕκτωρ, ὡς ἐρρέθη, ἀπολογεῖται, ἀνθ' ὧν φθάσας ᾔσχυνε τὸν Ἀλέξανδρον. Φησὶ γὰρ "τὸ δ' ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο". Συντομώτατα γὰρ ἐνταῦθα ὁ Ἕκτωρ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τῶν Τρώων λαλεῖ, μονονουχὶ λέγων ὡς οὔτε οἱ Τρῶες μεμπτέοι καταλέγοντές σου, ὡς πολλὰ πονοῦντες διὰ σέ, οὔτ' αὖθις ἐγώ, ὁ ἀντὶ σοῦ ἀκούων ἐξ ἐκείνων αἰσχύνης ἄξια, ὡς δυνάμενος μὲν ἐκθεραπεῦσαι τὸ σὸν κακόν, μὴ ἐθέλων δὲ διὰ τὸ πρὸς σὲ φίλτρον.
(v. 523) Ὅρα δὲ τὸ "ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ". Ἔοικε γὰρ νῦν διαφοράν τινα ἔχειν τὸ κῆρ, ἤγουν ἦτορ, καὶ ὁ θυμός, ἤγουν ἡ ψυχή. καὶ τοίνυν τινὲς ἦτορ καὶ ἐνταῦθα τὴν καρδίαν νοοῦσι. δύναται μέντοι τὸ ἐν θυμῷ καὶ ἀντὶ τοῦ ἐν ὀργῇ νοηθῆναι. Ἄλλοι δὲ τῶν παραφραζόντων ἦτορ μὲν συνήθως τὴν ψυχήν φασι, θυμὸν δὲ τὴν διάνοιαν
(v. 524) Ὅρα δὲ καὶ τὸ "ὑπὲρ σοῦ αἴσχε' ἀκούω", ληφθὲν ἀντὶ τοῦ διὰ σέ, καὶ ὡς ἄν τις εἴποι χάριν σοῦ.
(v. 526) Ὅτι ὁ μετὰ ἔχθραν σπενδόμενος εἴποι ἂν τὸ "ἀλλ' ἴομεν, τὰ δ' ὄπισθεν ἀρεσσόμεθα", ἤγουν ὕστερον φιλιωσόμεθα, ἐκ τοῦ ἀρώ ἀρέσω, ἤγουν εἰς φιλίαν συναρμόττω, [ἐξ οὗ καὶ ἀρεστήρ, εἶδος πέμματος ἀρέσκοντος, ὡς εἰκός,] καὶ ἀρθμός ἡ φιλία, καὶ ἄρθμιος ὁ φιλιωθείς. πολλαχοῦ δὲ ἡ τοιαύτη λέξις κεῖται, ἀφ' ἧς καὶ ἀρέσαι παρὰ τοῖς ὕστερον τὸ συγκαταθέσθαι. ὅθεν καὶ τὸ εὐαρεστεῖν [384] καὶ τὸ ἀρέσκειν καὶ ὁ ἄρεσκος. Ὅρα δὲ καὶ νῦν τὸ ἴομεν, ἀντὶ τοῦ ἔλθωμεν, ληφθὲν ἀντὶ ἐνεστῶτος, ὡς τὸ τίομεν, κυλίομεν, καὶ τὰ τοιαῦτα.
(v. 528) Ὅτι κρατῆρα στήσεσθαι ἐλεύθερον λέγει τὸ ἐν εἰρήνῃ παυσάμενον πολέμου καθ' ἡσυχίαν τρυφῆσαι.
(v. 528 s.) Ἐνταῦθα δὲ σημείωσαι τὸ τοῦ Ἕκτορος ἐμβριθὲς καὶ φιλάληθες. Ἐκολάκευσε μὲν γὰρ τὸν ἀδελφόν, ὡς προσεχῶς ἐρρέθη, καὶ ἀρέσεσθαι ὑπέσχετο, πλὴν οὐ σήμερον ἢ αὔριον ἢ ἐγγύς που ἡμερῶν, ἀλλ' ὅτε κρατῆρα στήσονται ἐλεύθερον ἐκ Τροίας ἐλάσαντες Ἀχαιούς, ἤτοι ἐξελάσαντες. Δῆλον γὰρ ὡς πρὶν ἢ τοῦτο γενέσθαι, οὐ παύσηται ἂν ἐν καιρῷ αἰσχύνων, εἰ δεήσει, τὸν ἀδελφόν, καὶ τὸ ἀρέσεσθαι ἀπολεγόμενος. Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ στήσειν κρατῆρα τὸ πιεῖν δηλοῦται, ὡς καὶ ἐκ τοῦ στήσειν τράπεζαν τὸ φαγεῖν.
[385] Ὅτι τῆς ἦτα ῥαψῳδίας ἡ μὲν ἔποχος ἡρωϊκῷ ὕψει ἐπιγραφὴ τοιαύτη· Ἦτα δ' Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ. ἡ δὲ πεζεύουσα αὕτη· Ἕκτορος καὶ Αἴαντος μονομαχία.
(v. 2 s.) Ὅτι προθυμίας πολεμικῆς φραστικὸν τὸ "ἐν δ' ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι". Καὶ ὅρα τὴν τῶν ῥημάτων τούτων παράλληλον θέσιν, ὡς καὶ τὴν τῶν ὀνομάτων ἐν τῷ "πόλεμόν τε μάχην τε". Τοῦ δὲ μέμασαν θέμα οὐ τὸ μαιμῶ, οὗ ὁ μέλλων μαιμήσω, ἀλλὰ τὸ μῶ, τὸ πρωτότυπον τοῦ μαιμῶ. τοῦ δὲ τοιούτου μῶ παράγωγα καὶ ἡ μαῖα καὶ ἡ μήτηρ, ἤδη δὲ καὶ ἡ Μοῦσα. οὐ γὰρ ἀξύμβατα τὸ μῶ, ἤγουν ζητῶ, καὶ τὸ μῶ, ὅ ἐστι προθυμοῦμαι.
(v. 4-6) Ὅτι τὸν Ἕκτορα καὶ τὸν Πάριν βραχύ τι ἀποχωρήσαντας τοῦ πολέμου, εἶτα ἐπανελθόντας, φανῆναι λέγει τοῖς Τρωσίν, ὡς ὅτε "θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε", ἤγουν ἐπειδάν, "κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δ' ὑπὸ γυῖα λέλυνται". Καὶ ὅρα παρήχησιν καὶ ἐνταῦθα, ἔτι δὲ καὶ [386] ἐτυμολογίαν ἐν τῷ "ἐλάταις ἐλαύνοντες", καὶ ὅτι τὸ "ὑπὸ γυῖα λέλυνται" λυσιμελῆ δηλοῖ καὶ τὸν κάματον εἶναι, καὶ ὅτι ὅπερ ὁ φορὸς ἄνεμος τοῖς πλέουσι, τοῦτο καὶ οἱ στρατηγοὶ τοῖς στρατιώταις γίνονται παρόντες, τὸ πολὺ τοῦ καμάτου αὐτοῖς παραιρούμενοι, ὡς καὶ ὁ ἄνεμος τοῖς ἐλαύνουσι, καὶ ὅτι ὁ πλείων κάματος στρατιώταις ἔγκειται ἤπερ στρατηγοῖς, ὡς καὶ τοῖς κωπηλατοῦσιν ἤπερ τῷ ἀνέμῳ. Καλῶς δὲ καὶ ἀνέμῳ εἰκάζονται οἱ ἐκ τῆς ἠνεμοέσσης κατεληλυθότες Τροίας. Εὔξεσται δὲ ἐλάται αἱ κῶπαι πρὸς διαστολὴν τοῦ φυτοῦ. Ἰστέον δὲ καὶ ὅτι ὁ τῶν κωπηλατούντων πλοῦς δεύτερος κατὰ τὴν παροιμίαν λέγεται πλοῦς, ὡς πρώτου ὄντος τοῦ πλέειν πρὸς ἄνεμον.
(v. 5) Ὅτι δὲ ἐκ τοῦ ῥηθέντος οὔρου καὶ ῥῆμα οὐρίζειν τὸ ἐξ οὐρίων πλέειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "κατ' ὀρθὸν οὔρισας". Δῆλον δὲ καὶ ὅτι διαφορὰ παρ' Ὁμήρῳ τοῦ οὖρος καὶ οὐρός, ὡς ἀλλαχοῦ δηλοῦται. [Τὸ δὲ "ἐπεί κε κάμωσι" χρησιμεύει καὶ εἰς τὸ "ἐπήν κε κάμω πολεμίζων".]
(v. 9-11) Ὅτι Ἄρνη πόλις Βοιωτίας ἡ καὶ ἐν τῷ Καταλόγῳ τῶν νεῶν γραφεῖσα. Ταύτης πολίτης ἐνταῦθα Μενέσθιος ὁ τοῦ κορυνήτου υἱὸς Ἀρηϊθόου, ὃν εἷλεν, ἤτοι ἀνεῖλεν, ὁ Πάρις. Δῆλον δὲ ὅτι κύριον μὲν τὸ Ἀρηΐθοος, ἐπίθετον δὲ τὸ κορυνήτης, ὡς ἐν τοῖς ἑξῆς ἱστορήσει ὁ ποιητής. Διὸ ἐνταῦθα εἰπὼν Μενέσθιον υἱὸν Ἀρηϊθόου, ἐπάγει κατ' ἐπανάληψιν, "ὃν κορυνήτης γείνατ' Ἀρηΐθοος". Ἱστορεῖται δὲ ὅτι ὁ κορυνήτης οὗτος διαβὰς εἰς Ἀρκαδίαν ‑ ἦν γὰρ ἐκεῖ ἁψιμαχία τις Ἀρκάσι καὶ Βοιωτοῖς τοῖς τούτου πολίταις περὶ γῆς ὅρων ‑ πολλὴν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, [387] ὥς φασιν οἱ παλαιοί, Λυκοῦργός τις, τῶν ἐκεῖ κράτιστος, λόχον καθίσας αὐτόν τε ἀνεῖλε καὶ τὴν παντευχίαν μετὰ τῆς κορύνης ἔλαβε καὶ τὴν λείαν ἐπανεσώσατο. Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Μενέσθιον τὸν τοῦ κορυνήτου παλαιότερον εἶναι ὑποπτεύουσί τινες τοῦ Νέστορος, καὶ θαυμάζουσι πῶς οὐκ ἐπεσημήνατο τὸ τοιοῦτον ὁ ποιητής. Ὅπως δὲ κατασκευάζεται τὸ ὕποπτον καὶ ὅπως αὖθις λύεται, μετ' ὀλίγα ἔστιν εὑρεῖν. Ἐν τούτοις δὲ τὸν ἐκ παραινέσεως θερμὸν Πάριν ἐθελήσας εἰς πλέον σεμνῦναι ὁ ποιητὴς αὐτὸν φράζει πρότερον ἀριστεῦσαι κατὰ τοῦ ῥηθέντος Μενεσθίου, εἶτα τὸν μέγαν Ἕκτορα κατὰ Ἠϊονέως.
(v. 11 s.) Ὅτι στεφάνη περικεφαλαίας εἶδος. Φησὶ γοῦν "βάλεν ἔγχεϊ αὐχένα ὑπὸ στεφάνης", ἤγουν ὑποκάτω τῆς στεφάνης. Καὶ κόσμον δέ ποτε γυναικεῖον ἡ τοιαύτη λέξις δηλοῖ. τίθεται δὲ καὶ ἐπὶ ἐξοχῆς ὄρους, ὡς ἐν τῷ "ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει". Καὶ στεφάναι δὲ πύργων παρὰ τοῖς ῥήτορσι λέγονται, οἷον "στεφάναν κέκαρσαι πύργων". Διὸ πρὸς διαστολὴν "στεφάνης εὐχάλκου" ὁ ποιητὴς ἐνταῦθά φησιν. Ὅτι ἀνωτέρω μὲν ἔφη "καμάτῳ ὑπὸ γυῖα λέλυνται", μετὰ τῆς ὑπο προθέσεως ἐπὶ κεκμηκότων ἀνθρώπων, ἐνταῦθα δὲ "ἔλυσε γυῖα" φησίν, ἀντὶ τοῦ ἀνεῖλεν, ἀπὸ τοῦ παρακολουθοῦντος. Λύεται γὰρ τὰ μέλη τῷ πίπτοντι. Φησὶ γοῦν κατωτέρω "χαμάδις πέσε, λῦντο δὲ γυῖα", ὅ ἐστι τὰ μέλη. ἐκ τούτων δὲ σύγκειται τὸ λυσιμελής. Ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον καὶ τὸ θανεῖν καταλῦσαι τὸν βίον φασίν. Ἔχει μέντοι τοῦτο καὶ ἑτέρας ἐννοίας, ἐξ ὧν εἴληπται, οἷον τὴν ἀπὸ [388] τοῦ ἐνοδίου καταλύματος τοῦ ἐπ' ἀναπαύσει, καὶ τὴν ἀπὸ οἰκοδομῆς. ὡς γὰρ οἰκία, οὕτω καὶ βίος καταλύεσθαι λέγεται.
(v. 14 s.) Ὅτι ἐν τῷ "βάλε δουρὶ Ἰφίνοον Δεξιάδην" ἢ Δεξίου τινὸς υἱὸν δηλοῖ πατρωνυμικῶς, ἢ ἐπίρρημά ἐστι τὸ δεξιάδην ἀντὶ τοῦ κατὰ τὰ δεξιὰ ἢ δεξιῶς.
(v. 17 et 20) Ὅτι ἀλληγορικῶς καὶ ἐνταῦθα Ἕλλησι μὲν συμμαχεῖ Ἀθηνᾶ, ἡ συνήθης ἀνδρικὴ φρόνησις, Ἀπόλλων δὲ Τρωσίν, ἡ τῆς μοίρας ἰσχύς. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ Ὁμηρικὴ δεινότης καὶ τοιόνδε τι βούλεται. Ποιήσας γὰρ τὴν τῆς πρώτης ἡμέρας μάχην ἀπὸ μονομαχίας ἀρξαμένην τῆς τῶν αἰτίων τοῦ πολέμου βούλεται καταπαύσειν αὐτὴν καινότερον ὁμοίως, ἤγουν εἰς τὴν τῶν ἀριστέων μονομαχίαν. Οὐ τοίνυν ἱστορεῖ τοῦτο ἄλλως γενέσθαι ἀλλ' ἢ θείᾳ τινὶ βουλῇ, Ἀθηνᾶς εἰς τοῦτο συμπνευσάντων καὶ Ἀπόλλωνος. Διὸ συνάγει αὐτοὺς εἰς ἓν καὶ οὕτω κυροῦται αὐτοῖς τὸ βούλημα καὶ ξυνίησιν αὐτοῦ ὁ προμνημονευθείς που μάντις Ἕλενος καὶ συμβουλεύει τῷ Ἕκτορι. καὶ οὕτω πιθανῶς ἡ μονομαχία κατά τι θεῖον συνίσταται. Σημείωσαι δὲ ὅτι τὸ μονωθῆναι, ὡς προδεδήλωται, τὴν μάχην τῶν Τρώων καὶ τῶν Ἀχαιῶν μόνης ἦν τῆς ζ΄ ῥαψῳδίας, ἔνθα ὕπτια τὰ τοῦ πολέμου, ὡς προτεθεώρηται, καὶ ἀνειμένα καὶ οὐδέν τι γενναῖον ἔχοντα καὶ μᾶλλον μετὰ τὴν Ἕκτορος ἀνέλευσιν. ἐνταῦθα δὲ πάλιν ἐπεισοδιάζονται οἱ ποιητικοὶ θεοὶ διὰ τὸ ἐν τοῖς ἔργοις μεγαλεῖον καὶ καινόν.
(v. 22) Ὅτι πρὸς ἀκολουθίαν τοῦ ἄντω ἄντομαι βαρυτόνου φησὶν ἐνταῦθα Ὅμηρος τὸ "ἀλλήλοισι συναντέσθην". ἦν δ' ἂν οὐκ ἔξω ἀναλογίας οὐδὲ τὸ "ἀλλήλοισι συναντήσθην", ὡς ἀπὸ τοῦ ἀντῶ ἀντήσω, οὗ καὶ αὐτοῦ χρήσεις παρὰ τῷ ποιητῇ.
(v. 24 s.) Ὅτι μεγαλοθύμῳ ἢ μεγαθύμῳ ἀνδρὶ ὑψηλῷ ἐπιπρέπει παρῳδηθὲν τὸ "τίπτε σὺ δ' αὖ μεμαὼς ἦλθες ἀπ' Οὐλύμποιο, μέγας δέ σε θυμὸς [389] ἀνῆκεν", ὃ δὴ ὁ μυθικὸς Ἀπόλλων ἔφη πρὸς Ἀθηνᾶν.
(v. 26) Ὅτι τὸν μὲν πόλεμον ὁμοίϊον πολλαχοῦ φησιν ὁ ποιητής, οὐ μόνον διὰ τὸ χαλεπόν, ὡς προγέγραπται, ἀλλὰ καὶ διὰ τὴν ὁμοιότητα καὶ ἰσοπραξίαν τῶν ἔτι μαχομένων καὶ τὴν τοῦ τέλους ἀδηλίαν, καὶ ἀπὸ τοῦ ὁμοῦ ἰέναι τοὺς πολεμοῦντας, ὡς καὶ ὁμοίϊον κακὸν τὸ ὁμοῦ ἢ ὁμοίως πᾶσιν ἰόν. Τὴν δέ γε νίκην ἑτεραλκέα καλεῖ ὡς ἑτεροκλινῆ καὶ τῷ ἑτέρῳ μέρει τὴν ἀλκὴν ἀεὶ προσνέμουσαν. Φησὶ γὰρ "μάχης ἑτεραλκέα νίκην". Καὶ οὐκ ἔστι γενέσθαι νίκην ἀντιπάλων, ὅ ἐστιν ἰσοπαλῶν ὄντων τῶν μαχομένων, εἰ μὴ θάτερον μέρος ἀλκιμώτερον γένηται. διὸ καὶ ἡ νίκη παρὰ τὸ ἑνὶ εἴκειν γίνεται, ὃ δὴ ἑτεραλκείας ἐστίν.
(v. 24-27) Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα ἐλλειπτικὸν ἐν τῷ "τίπτε σὺ ἦλθες ἀπ' Οὐλύμποιο;" "ἢ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις". Πρὸ γὰρ τοῦ ἐπεὶ συνδέσμου λείπει λόγος, οἷον τὸ "ναὶ πάντως" ἢ τοιοῦτόν τι, ἵνα λέγῃ ὅτι τί ποτε ἦλθες ἄνωθεν; ἢ ἵνα τοῖς Δαναοῖς νίκην δῷς; ναὶ τοῦτο πάντως. ἐπεὶ οὐκ ἐλεεῖς αὐτούς. Ἐν τούτοις δὲ τὸ "μάχης νίκην" πρὸς διαστολὴν ἑτεροίων ἐκνικημάτων κεῖται. [Ἰστέον δὲ ὅτι ἐπεὶ πάνυ προσφυῶς τὸ ἑτεραλκὲς νίκης ἐστὶν ἐπίθετον διὰ τὸ μὴ ἄλλως εἶναι νικᾶν ἐν πολέμοις, εἰ μὴ θάτερον μέρος ἀλκιμώτερον γένηται, οὐκ ἂν ἀφυῶς ἡ νίκη κληθείη ἂν τολμηρῶς καὶ ἑτεράλκεια ἢ ἑτεραλκείη πρὸς ὁμοιότητα τοῦ ἀναλκείη, ὡς τὸ "ἀναλκείῃσι δαμέντες".
(v. 28-31) Ὅτι ἐπὶ τῶν εἰρηνεῦσαι καλῶς ἐθελόντων πρὸς μικρόν, εἰσαῦθις δὲ στασιασόντων, οἰκεῖον τὸ "ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη. νῦν μὲν παύσωμεν πόλεμον σήμερον, ὕστερον δ' αὖ μαχήσονται, εἰς ὅ κε τέκμωρ εὕρωμεν".
(v. 34) Καὶ [390] ὁ συγκατατιθέμενος πρὸς τοῦτο ἐρεῖ ἂν τὸ "ὧδ' ἔστω, τὰ γὰρ φρονέω καὶ αὐτός". Προέκθεσις δὲ Ὁμηρικὴ ταῦτα τῶν ἐφεξῆς, οἷα τοῦ κατὰ μῦθον Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς κυρωσάντων οὕτω γενέσθαι, μάλιστα δέ γε, ὡς ἐρρέθη, τῆς Ὁμηρικῆς δεινότητος οὕτω μεθοδευούσης, ὡς αὐτὴ ἄρτι ἀπέκρινεν.
(v. 29 s.) Ὅρα δὲ ὡς εἰπὼν ὁ ποιητὴς τὸ "νῦν" ἐπάγει διασαφητικῶς τὸ "σήμερον", ἵνα μὴ λοξὸς εἴη ὁ λόγος τῷ Ἀπόλλωνι καὶ ἀσαφής, ὡς ὁ τοῦ ὀνείρου ἐν τῷ "νῦν γάρ κεν ἕλοις πόλιν Τρώων".
(v. 31 s.) Ὅτι καὶ ἐνταῦθα δι' ἐνδοξοτάτου προσώπου, τοῦ Ἀπόλλωνος, προαναφωνεῖ ὁ ποιητὴς καὶ τὴν τῆς Τροίας ἅλωσιν, εἰπόντος, ὅτι "φίλον ἔπλετο θυμῷ ὑμῖν ἀθανάτῃσιν", ἤγουν τῇ Ἀθηνᾷ καὶ τῇ Ἥρᾳ, "διαπραθέειν τόδε ἄστυ". Δηλοῦται γὰρ πολλαχοῦ, ὅτι μὴ βουλόμενος ὁ ποιητὴς εἰς πλάτος ἐνδιατρῖψαι τῇ ἁλώσει τῆς Ἰλίου, ἄλλως γοῦν ἐν στενῷ οὕτω παραμυθεῖται τὸν φιλέλληνα ἀκροατήν.
(v. 58-61) Ὅτι ὁ μὲν ἀκροατὴς δεινὰ τυχὸν καὶ νῦν ἐλπίζει ἐπὶ τῇ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς εἰς μάχην καθόδῳ καὶ τῇ τοῦ Ἕκτορος καὶ Ἀλεξάνδρου κατελεύσει, Ὅμηρος δὲ παρὰ προσδοκίαν εἰωθὼς γράφειν καὶ διασκευάζων, ὡς οὐκ ἄν τις ἐλπίσοι, τὰ πράγματα, οὐχ' οὕτω ποιεῖ, ἀλλὰ τὴν μὲν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα ὄρνισιν ἐοικότας αἰγυπιοῖς φηγῷ ἐφ' ὑψηλῇ τῇ τοῦ Διὸς καθίζει, καταπαύει δὲ τὴν μάχην, ὡς οὐκ ἂν ὁ ἀκροατὴς προσεδόκησε. τοῦτο δὲ καὶ ἐν τῇ τοῦ πρώτου πολέμου εἰσβολῇ κατὰ τὴν Γάμμα ῥαψῳδίαν ἐποίησε. Καὶ ἐκεῖ γὰρ ὁ μὲν Ὁμηρίδης ὁμιλαδὸν ἀλλήλοις ἤλπισε συρρῆξαι τοὺς πολεμίους, Ὅμηρος δὲ πάντας καθίσας μονομαχίαν, ὡς ἐρρέθη, ποιεῖ. Καὶ ὅλως ἡ τῆς πρώτης ἡμέρας μάχη, ὡς δεδήλωται, ὁμοίοις παρασπίζεται πέρασιν ἐκ μονομαχίας ἀρξαμένη καὶ εἰς μονομαχίαν καταλήξασα, ὡς εἶναι τοῦ σήμερον πολέμου ὀξέα μὲν τὰ μέσα, τὰ δὲ ἄκρα ἀμβλύτερα.
(v. 36-42) Ἰστέον δὲ ὅτι ἐνταῦθα ὁ ποιητὴς ὑποσχόμενος παύσεσθαι τὸν πόλεμον, εἶτα ὡς ἐν ἑτέρᾳ προεκθέσει ἢ καὶ ὡς ἐν προθεωρίας τύπῳ πλάττει τὴν Ἀθηνᾶν ἐρωτῶσαν τὸν Ἀπόλλωνα τὸ "ἀλλ' ἄγε πῶς μέμονας" καταπαῦσαι τὸν ἄρτι πόλεμον. Ὁ [391] δὲ συμβουλεύει διὰ μονομαχίας αὐτὸν καταλῦσαι εἰπὼν "Ἕκτορος ὄρσωμεν κρατερὸν μένος, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι. οἳ δὲ ἀγασάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ", ὃν καὶ ἱππόδαμον ἀνωτέρω ἔφη. καὶ τοιοῦτον μὲν τὸ μυθικόν. Τῇ δὲ ἀληθείᾳ ὁ ποιητὴς ἑαυτὸν ἐρεθίζει πρὸς ζήτησιν τοῦ πῶς ἂν παύσῃ τὴν μάχην τῆς πρώτης ἡμέρας, καὶ νοεῖ καλὸν εἶναι τὸ διὰ μονομαχίας αὐτὴν λῦσαι. Διὸ εἴη ἂν Ἀθηνᾶ μὲν ἡ παρ' αὐτῷ δεινότης ἤτοι φρόνησις, Ἀπόλλων δὲ ἡ ἐν αὐτῷ ἐμμελὴς τέχνη καὶ ὡς εἰπεῖν μουσικὴ καὶ ἀπῳδὸν μηδὲν ἔχουσα. Σύνηθες δὲ τῷ ποιητῇ ὄρνισιν ἐξομοιοῦν τοὺς παρ' αὐτῷ θεούς, [ταὐτὸν δ' εἰπεῖν οἰωνοῖς, οἷς ὁμώνυμοι καὶ οἱ θείως ἐμφανιζόμενοι ὄρνιθές τε καὶ οἰωνοί, τὰ τῶν μελλόντων δηλαδὴ σημαντικὰ σύμβολα.] Καὶ ἔστι τοῦτο σεμνότερον τοῦ περιπεζίοις αὐτοὺς εἰκάζεσθαι ζῴοις. Οἰκεῖα γὰρ τοῖς οὐρανίοις τὰ ὑψιπετῆ καὶ μάλιστα τὰ ἀετώδη, ὁποῖόν τι καὶ ὁ αἰγυπιός. εἶδος γὰρ ἀετοῦ καὶ αὐτός, μέγιστος ὤν, φυλάσσων καὶ παρὰ τοῖς νῦν τὸ ὄνομα.
(v. 39) Ὅρα δὲ τὸ "ἤν τινά που προκαλέσσεται", ἀντὶ τοῦ εἴ πως, τουτέστιν ὅπως, περὶ οὗ προδεδήλωται, καὶ τὸ οἰόθεν οἶος μαχέσασθαι, ἤγουν μονομαχῆσαι, καὶ οἶον πολεμίζειν, ἤγουν μόνον. Οὔπω γὰρ τότε τὸ μονομαχεῖν ῥῆμα συνέκειτο, οὐδὲ ὁ πρόμαχος, [392] ἀλλ' αὐτὸς πρόμος ἐλέγετο ἢ κατὰ συγκοπὴν ἢ ἐκ τῆς πρό προθέσεως καὶ τοῦ μῶ, τὸ προθυμοῦμαι, ἵνα ᾖ πρόμος ὁ πρὸ τῶν ἄλλων προθυμούμενος. Διὸ προϊὼν ἐρεῖ "ἴτω ἐκ πάντων πρόμος εἶναι Ἕκτορι δίῳ". Ἔστι δὲ τὸ "οἰόθεν οἶος" ταὐτὸν τῷ μόνος ἐκ μόνου, τουτέστιν εἷς ἐκ τοῦ ἑνὸς μέρους. Ἰστέον γὰρ ὅτι τὸ μὲν μονομαχεῖν καὶ ἡ μονομαχία ἐλλιπῶς διὰ συντομίαν ἔχει. σύγκειται μὲν γὰρ ἐκ δύο λέξεων, δηλοῖ δὲ πλείονας. Οὐ γὰρ μονομάχος ὁ μόνος ὡς ἐν σκιαμαχίᾳ μαχόμενος καί, ὅ φασιν, ἀέρα δαίρων, ἀλλ' ὁ μόνος πρὸς μόνον, ἤγουν εἷς πρὸς ἕνα, μαχόμενος ἐχθρόν. Ὅμηρος μέντοι τὴν τοῦ μονομαχεῖν λέξιν, ὡς εἴρηται, μὴ ἔχων ἐν παλαιᾷ χρήσει, διαλελυμένως εἰπὼν καὶ ἐν περιφράσει ἀκριβέστατα ἔφρασεν. Ἐπεὶ γὰρ ἐν μονομαχίᾳ ὁ μέν τις προκαλεῖται, ὁ δέ τις δεύτερος ἥκει, τὸ μὲν προκατάρξαι οὕτω φράζει "ἤν τινά που Δαναῶν", ὁ Ἕκτωρ, "προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι". τὸ δὲ ἀντιστῆναί τινα τῷ τοιούτῳ οἶον πολεμίζειν Ἕκτορι λέγει. Καὶ ἰδοὺ τὸ τὸν μὲν Ἕκτορα προκαλέσασθαί τινα ὥστε οἰόθεν οἶον μαχέσασθαι, αὖθις δὲ ἐκεῖνον τῷ Ἕκτορι μόνον πολεμίσαι, ἄμφω ταῦτα μονομαχία ἐστί. Καὶ οὕτω τῆς ἐν μιᾷ λέξει προφερομένης μονομαχίας γλαφυρωτέρα καὶ σαφεστέρα δείκνυται ἡ Ὁμηρικὴ λεκτική. Οἶος δὲ ὁ μόνος, ἤγουν ὁ εἷς, ἀπὸ τοῦ ἴος ἀρρήτου γίνεται κατὰ πλεονασμὸν τοῦ ο, ὡς ὀέτεας οἰέτεας, ὃ δηλοῖ τοὺς ὁμοχρόνους, ὡς ἐν τῇ Βοιωτίᾳ εἴρηται. Ἴσως δὲ καὶ πρὸς διαστολὴν τοῦ [393] Ἴος, ὃ δηλοῖ τὴν νῆσον, ὁ ῥηθεὶς πλεονασμὸς τοῦ ο γέγονεν. Ἦν δὲ τότε περίπυστον καὶ ὡς ἀπὸ χρησμοῦ μάλιστα τοῖς Ἴωσι τὸ τῆς Ἴου ὄνομα, ἣν καὶ Ὁμήρου μητρίδα ὁ χρήσας ὠνόμασεν. Ἀπὸ δὲ τοῦ σεσιγημένου ἴος, ὅ ἐστιν εἷς, καὶ ἴα, ἡ μία, λέγεται καὶ ἴον τὸ ἕν, ἐξ οὗ τὸ "ἰῷ ἤματι", ἤγουν μιᾷ ἡμέρᾳ, ὡς ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ γέγραπται.
(v. 41) [Τὸ δὲ ἀγασσάμενοι οὐχ' οὕτω δηλοῖ τὸ ἐκπλαγέντες, ὅσον τὸ τεθαυμακότες. Ἀγῶ γὰρ καὶ τὸ θαυμάζω, ὅθεν καὶ εἶδος ἀγητοὶ οἱ ἀξιοθέατοι καὶ ἀγήνωρ ὁ ἀγαστὸς τὴν ἠνορέην. τοῖς δὲ τοιούτοις καὶ τὸ ἐκπλήττειν παρακολουθεῖ.] Ὅρα δὲ καὶ ὡς τοὺς ἀλλαχοῦ ἐϋκνήμιδας ἐνταῦθα χαλκοκνήμιδας λέγει, ἐκεῖνο μὲν κατὰ ποιότητα, τοῦτο δὲ καθ' ὕλην φράσας.
(v. 42) Ἐν δὲ τῷ "οἶον ἐπόρσειαν" λείπει τὸ τινά, ἵνα ᾖ· μόνον τινὰ τῶν Ἑλλήνων δηλαδὴ ἐπόρσειαν, ὃ ἀνωτέρω ἐντελῶς εἶχεν ἐν τῷ "ἤν τινά που Δαναῶν".
(v. 44 s.) Ὅτι καθὰ πρὸ ὀλίγων, οὕτω κἀνταῦθα μαντικὸς ὁ Ἕλενος, ὅσγε Ἀθηνᾶς καὶ Ἀπόλλωνος ἄρτι βουλευομένων περὶ μονομαχίας σύνθετο, τουτέστιν ἔγνω διὰ τέχνης μαντικῆς, θυμῷ, οἷά τις θυμόσοφος, βουλήν, ἣ θεοῖς ἤρεσκε, τῇ Ἀθηνᾷ δηλαδὴ καὶ τῷ Ἀπόλλωνι. Καὶ σημείωσαι ὅτι συνθέσθαι οὐ μόνον τὸ συμφωνῆσαι, ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἔγνωσται, ἀλλ' ἰδοὺ καὶ τὸ νοῆσαι. Ὅτι δὲ Ἕλενος καὶ Κασάνδρα βρεφῶν ἄγοντες ἡλικίαν καὶ τεθέντες που ἐν ἄλσει Ἀπόλλωνος γλώσσαις [394] ὄφεων τοὺς τῆς ἀκοῆς ἐκαθάρθησαν πόρους, κἀντεῦθεν τὴν μαντικὴν ἄκρως ἐτελέσθησαν ὡς καὶ φωνῶν θείων ἐπαΐειν, θρυλοῦσι πλατύτερον οἱ παλαιοί. Φαίνεται δὲ ἐξ οἰωνοσκοπίας γνῶναι τὸ μέλλον ὁ Ἕλενος, ὡς ἐμφαντικῶς παραδηλοῖ τὸ τὴν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα, ὧν ἡ βουλή, ἡ τῷ Ἑλένῳ ἀκουσθεῖσα, ἐοικέναι ὄρνισιν αἰγυπιοῖς. Ὅτι δὲ Σκαμάνδριος ὁ Ἕλενος ἐκαλεῖτό ποτε, προείρηται. [Ἴσως δὲ καὶ Πυθωνικοί τινες ὄντες ὁ Ἕλενος καὶ ἡ Κασάνδρα δίχα σκέψεως καὶ μεθόδων ἀπεφοίβαζον ὡς οἷον ἐμπνεόμενοι καὶ κάτοχοι δαιμονίοις καὶ ὑποφητεύοντες αὐτοῖς. διὸ καὶ τὰς ἀκοάς, ὡς ἐρρέθη, κεκαθάρθαι μυθεύονται.]
(v. 46) Ὅτι ἐν τῷ "στῆ δὲ παρ' Ἕκτορ' ἰών" ἄδηλον εἴτε λέγει ὅτι παρέστη τῷ Ἕκτορι, εἴτε ἔστη παρὰ τὸν Ἕκτορα.
(v. 48) Ὅτι πιθανῶς καὶ νῦν ὁ ποιητὴς πλάττει τὸν Ἕλενον παραινοῦντα τὴν μονομαχίαν τῷ Ἕκτορι ὡς καὶ μάντιν ἄριστον καὶ ὡς ἀδελφόν, ὃ καὶ αὐτὸς ἐπισημαίνεται εἰπὼν "κασίγνητος δέ τοί εἰμι". Ὡς μὲν οὖν μάντις, οἶδε τὸ μέλλον, ὡς δὲ ἀδελφός, εὐνοεῖ. οὔτε οὖν ψεύσεται οὔτε ἀκλεές τι τῷ εὐνοουμένῳ ἐρεῖ. Ὅτι δὲ πιστὰ τὰ ἐξ ἀδελφοῦ ἀγαθοῦ λεγόμενα, δηλοῖ μετ' ὀλίγα καὶ ὁ βασιλεύς, ἐν οἷς ἀκολακεύτως τῷ Μενελάῳ προσφερόμενος ἀφραίνειν ἐκεῖνόν φησι θέλοντα μονομαχῆσαι τῷ κρείττονι Ἕκτορι καὶ κωλύει, ὁ δὲ πείθεται. Καὶ ὅρα περιπέτειαν ταύτην. Ἕλενος μὲν γὰρ τὸν ἀδελφὸν ὀτρύνει μονομαχεῖν φιλῶν αὐτόν, τὸν δὲ Μενέλαον ὁ ἀδελφὸς φιλῶν καὶ αὐτὸς ἐπέχει τῆς μονομαχίας. Σημείωσαι δὲ καὶ ὅτι ὁ Ἕλενος κασίγνητος μὲν εἶναί φησι, τοῦτο δὴ τὸ φυσικὸν [395] καὶ ἄτυφον, μάντις δὲ ἄριστος εἶναι οὐ λέγει, ὡς μὴ δόξῃ περιαυτολογεῖν.
(v. 53) Ἄλλως μέντοι ἐμφαίνει αὐτὸ ἐν τῷ "ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν", ὡς δῆθεν λαλούντων σωματικῶς, ἢ καὶ διότι ἀνωτέρω εἶπεν, ὅτι θεῶν σύνθετο βουλήν, ἤγουν ἐνόησε. Νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει.
(v. 52) Σημείωσαι δὲ καὶ ὅτι σμικρύνεταί πως ἐνταῦθα τὸ θάρσος καὶ ἡ ἀνδρεία τοῦ Ἕκτορος. οὐ γὰρ ἁπλῶς εἰς μονομαχίαν ὁρμᾷ, ἀλλὰ πρότερον μαθών, ὅτι οὔπω σοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν, ἅπερ ἐκ παραλλήλου ταὐτὸ δηλοῦσι, καὶ οὐ προβεβλημένος ἐλπίδα δεινοῦ τινος. ὁ μέντοι Αἴας οὐδέν τι τοιοῦτον εἰδὼς θαρρεῖ τὴν μονομαχίαν.
(v. 54) Ὅρα δὲ καὶ ὅτι, ὥσπερ ἐν τῇ τοῦ Πάριδος μονομαχίᾳ ἐχάρη ὁ Ἕκτωρ, οὕτω καὶ νῦν ἐχάρη μέγα μῦθον ἀκούσας, ἐκεῖ μὲν ὡς μισῶν τὸν ἀδελφὸν καὶ ὡς λύσιν τοῦ πολέμου καραδοκῶν, ἐνταῦθα δὲ διὰ μόνην φιλοτιμίαν. ἐλπίζει γὰρ εὔκλειαν.
(v. 53) Τὸ δὲ "ὄπ' ἄκουσα θεῶν" ὀαριστάς, ὅ ἐστιν ὁμιλητάς, δαιμόνων εἶναί τινας ὑπεμφαίνει, ὁποῖος καὶ ὁ παλαιὸς Σωκράτης, ὃς ὁμιλεῖν αὐτῷ καὶ ἔλεγε καὶ ἐπιστεύετο τὸ δαιμόνιον. τοιοῦτοι δὲ ἦσαν καὶ ἕτεροι πολλοί. [Καὶ ἄλλως δὲ παραλαλεῖ ὁ ῥηθεὶς τοῦ Ἑλένου λόγος, ὡς οἱ τοῦ μέλλοντος θεωρητικοὶ ἐκ θεῶν οἴδασιν αὐτὸ ἢ πρὸς διδασκαλίαν φθεγγομένων ἢ ὁμιλούντων ἀλλήλοις.]
(v. 47 s.) Ἐν τούτοις δὲ ὁ Ἕλενος προσφωνήσας τὸν ἀδελφὸν "Ἕκτορ υἱὲ Πριάμοιο, Διῒ μῆτιν ἀτάλαντε", ὡς εἴπερ ξένον τινὰ προσεφώνει, ἐπάγει ὡς δέον τὸ "κασίγνητος δέ τοί εἰμι".
(v. 49-51) Ὁ δ' αὐτὸς καὶ τοῦ κατὰ μῦθον Ἀπόλλωνος εἰπόντος ἀορίστως "ἤν τινά που Δαναῶν προκαλέσσεται" ὁ Ἕκτωρ μαχέσασθαι, μεῖζόν τι διηρθρωμένως λαλεῖ οἷα ἐπιστήμων πρὸς τὸν ἀδελφὸν εἰπὼν "ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσαι" οὐ τυχόντα τινά, ἀλλ' "Ἀχαιῶν ὅς τις ἄριστος". ἔνθα καὶ δισσεύεται στίχος ὁ καὶ ἀνωτέρω ῥηθεὶς "τὸ ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι".
(v. 55 s.) Ὅτι καὶ ἐνταῦθα [396] ὡς καὶ ἐν τῇ Γάμμα ῥαψῳδίᾳ ἐς μέσον ἰὼν ὁ Ἕκτωρ "Τρώων ἀνέεργε φάλαγγας μέσσου δουρὸς ἑλών", ἤτοι ἁψάμενος. Ἐποίουν δὲ τοῦτο ἐν τοιούτοις καιροῖς οἱ παλαιοί, ὡς μὴ ἔχοντες βοᾶν ἐξάκουστον διὰ τὸ ἀκμάζειν ἔτι τὸν πόλεμον, καὶ ἐδείκνυον τῇ μεσολαβήσει τοῦ δόρατος πολέμου σχολήν, οἷα μὴ πρὸς σχῆμα μάχιμον αὐτὸ χειριζόμενοι.
(v. 56 s.) Λέγει δὲ ὁ ποιητὴς καί, ὅτι ἱδρύθησαν καὶ νῦν οἱ Τρῶες εὐπειθέστατα, οὕτω δὲ καὶ οἱ Ἕλληνες, οὗτοι μὲν Ἀγαμέμνονος κελεύσαντος, ἐκεῖνοι δὲ Ἕκτορος. οὐκ ἐκδύεσθαι δέ, ὡς καὶ ἐκεῖ, τὰ ὅπλα δοκοῦσιν. Ὡς μέντοι ἄλλοι φασί, κατὰ σιωπώμενον σχῆμα ποιῆσαι καὶ τοῦτο νοοῦνται, ὡς μετ' ὀλίγα φαίνεται, ὅπου ὁ Μενέλαος ἀγασάμενος καὶ φιλονεικήσας, εἰ μηδεὶς ἀνίσταται μονομαχήσων Ἕκτορι, αὐτὸς τεύχεα κατεδύσατο. δῆλον γὰρ ὅτι φθάσας καὶ αὐτὸς ἀπεκδύσασθαι αὐτά, εἶτα ἐνεδύσατο. Γίνονται δὲ καὶ συνθῆκαι ἄρτι, πλὴν οὔτε ἔνορκοι, ὡς ἐν τῇ πρῴην μονομαχίᾳ, οὔτε ἐπὶ μεγάλῳ τῷ τέλει, ἀλλ' ἐπὶ τοῖς ὅπλοις μόνοις τοῦ πεσουμένου καὶ ἐπὶ τῷ ἐκείνου νεκρῷ. Εὔχονται δὲ καὶ νῦν οἱ Ἕλληνες καὶ τελειοῦται τὰ τῶν εὐχῶν. Οὐ γὰρ οὕτω φλήναφος ὁ ποιητὴς κατὰ τοὺς μετ' αὐτὸν σοφούς, ὡς ἀτελεῖς δοξάζειν τὰς εὐλόγους εὐχάς. [(v. 57 s.) Ὅτι κάλλος ποιήσει πρέπον ἔχουσιν ἐνταῦθα δύο στίχοι, ὧν ἐν ἀρχαῖς τὸ "κὰδ δ' Ἀγαμέμνων", "κὰδ δ' ἂρ Ἀθηναίη".]
(v. 60) Ὅτι ἔοικέ τι μεγαλεῖον ἔχειν ἡ πολλαχοῦ ῥηθεῖσα τοῦ Διὸς ἐν Τροίᾳ φηγός, ὅ ἐστι δρῦς, ἣν καὶ ὑψηλὴν λέγει. Διὸ καὶ οἷα ἐπίσημον περιεῖπον, ὡς εἰκός, αὐτὴν οἱ Τρῶες, ὥς που καὶ Ξέρξης τὴν ἐρωμένην πλάτανον. ἀλλ' ἐκεῖνος μὲν ἄλλως, οἱ δὲ Τρῶες ὡς [397] τοῦ Διὸς ἱερὰν καὶ ὡς τά τε ἄλλα τίμιον φυτὸν καὶ ὡς ἰσχυρὸν καὶ πολυχρόνιον καί πως κατὰ τὸ ὕψος συγγενὲς τῇ ὑψηλῇ Τροίᾳ. Ἦν δὲ καὶ ἄλλως αἰδέσιμος ἁπλῶς ἡ δρῦς διὰ τὸ ἀρχέγονον τῆς τροφῆς, ἣν ἐπόριζεν, ὅτε οἱ παλαιοὶ βαλανηφαγεῖν εἶχον ἀνάγκην, ὁποῖοι καὶ οἱ Ἀρκάδες, οὓς ὁ χρησμὸς κατ' ἐξαίρετόν τι βαλανηφάγους ἐκάλεσεν. Εἰ δὲ ζωογόνος ὁ ἀὴρ Ζεύς, εἴη ἂν αὐτοῦ καὶ ἡ ζωογονοῦσα δρῦς διὰ τὸ τρέφειν τοὺς προσιεμένους. Ὅτι δὲ ὥσπερ τοῖς ζῴοις τροφῆς, οὕτω καὶ τοῖς δένδροις κλήσεως ἡ δρῦς μετέδωκε, δηλοῖ, ὡς ἐν ὀλιγίστῳ φάναι, ὁ δρυμών, [ὃς καὶ δρυμὸς λέγεται καὶ οὐδέτερον τὸ δρυμόν,] καὶ ὁ δρυκολάπτης καὶ τὰ δρύκαρπα καὶ τὰ δρύφακτα καὶ αἱ δρυπεπεῖς ἐλαῖαι, [ὧν δὴ δύο λέξεων αἱ μὲν δρυπέπεις ἢ κατά τινας περισπωμένως δρυπεπεῖς οὕτω λέγεται παρὰ τὸ ἐν δρυῒ πεπανθῆναι, ἤγουν ἐν φυτῷ ἐλαΐνῳ, αἵτινες [398] ἐλαῖαι καὶ γεργέριμοι κατά τινας ἐλέγοντο. τὰ δὲ δρύφακτα παρὰ τὸ δρυσίν, ὅπερ ἐστι ξύλοις, φράσσεσθαι οἷον κιγκλίσιν ἢ τοιοῖσδέ τισιν, ἀπελθόντος τοῦ δευτέρου ῥῶ πρὸς ἔκκλισιν τραχυφωνίας, ἣν πέφευγε καὶ ὁ τὴν τετράπεζαν καλλιφωνήσας εἰς τράπεζαν καὶ τὸ τετράδραχμον εἰς τέτραχμον, ἤδη δὲ καὶ τὸν ἐν τοῖς φρουρίοις συριγγοέμβολον συρέμβολον, ὅν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἡ παράκοπος ὁμιλία τζιρέμβολον παραλαλεῖ, δι' οὗ ὡς ἐπὶ πολὺ ὕδωρ πορίζονται οἱ πολιορκούμενοι, συγκειμένου ἀπὸ λέξεων ἰσοδυνάμων ῥητορικῶν, τῆς τε σύριγγος καὶ τοῦ ἐμβόλου. καὶ τοιάδε μὲν ταῦτα.] Οἱ δὲ βαλανηφάγοι λαλοῦσιν οἷον, ὅτι τοὔνομα κεῖται τῷ φυτῷ ἐξ αὐτῶν, ἀπὸ τοῦ φαγεῖν γὰρ ἡ φηγός. ὡς δὲ καὶ Φήγιον ὄρος ἡ φηγὸς παράγει, ὃ πολλὰς δρῦς εἶχεν, οἶδεν ἡ ἱστορία. [Ὑπονοεῖται δὲ κατ' ἀλληγορίαν καὶ ὁ Φηγαλεὺς Διόνυσος τῇ φηγῷ παρωνυμεῖσθαι διὰ τὰς ἀναδενδράδας ἀμπέλους.] Ὁ δὲ Ὁμηρικὸς [399] ἐνταῦθα μῦθος τὴν τοιαύτην φηγὸν σεμνύνει καθίσας ἐπ' αὐτῇ τὴν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα αἰγυπιοῖς, ὡς ἐρρέθη, ἐοικότας.
(v. 61) Οἱ καὶ ἕζοντο εἰς αὐτὴν ἀνδράσι, φησί, τερπόμενοι, τούτοις δηλαδὴ τοῖς μαχηταῖς. Ἰστέον δὲ ὅτι ἐκ τούτου δὴ τοῦ "ἑζέσθην οἱ ῥηθέντες θεοί, ἀνδράσι τερπόμενοι" ἔοικεν ἀρχὴν λαβεῖν ὁ τὸν ἄνθρωπον ὁρισάμενος παίγνιον θεοῦ, παραξέσας ἐκεῖνος τὴν τερπωλὴν εἰς παίγνιον καὶ τὸ σπουδαῖον νόημα εἰς γελοῖον μεταγαγών. Εἰ δὲ καὶ θεοὶ ἀνδράσι μαχομένοις τέρπονται, οὐκέτι οὐδὲ τῷ Ἀχιλλεῖ πρὸς μώμου κατὰ τὸ βασιλικὸν ὄνειδος, εἴπερ αὐτῷ φίλος ὁ πόλεμος.
(v. 63) Ὅτι φρίκα Ζεφύρου καλεῖ τὴν πρώτην ἠρεμαίαν αὐτοῦ κατὰ θαλάσσης ἐπίπνοιαν, ὑφ' ἧς ὁ πόντος γαληνότερον σαλευόμενος μελαίνεται, ᾗ καὶ ἀπεικάζει τὰς τάξεις ὅτε μονομαχούντων Ἕκτορός τε καὶ Αἴαντος ἐκάθηντο ἔνοπλοι, ὡς δοκεῖν τὰς περικεφαλαίας διὰ τὸ συνεχὲς μελαινομένας καὶ ἐπανεστηκυίας φρίκα κύματος εἶναι, οὐκ αἰρομένου καὶ ἀφρίζοντος, ἀλλ' ἠρέμα μελαινομένου καὶ ὑποφρίσσοντος.
(v. 61-66) Φησὶ γὰρ "τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἐπιφρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς, τοῖαι ἄρα στίχες εἵατ' Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ". Καὶ οὕτω μὲν ἐπὶ τῶν καθημένων ἔφη. Ἀλλαχοῦ δὲ νέφει παρείκασε πυκνῷ καὶ μελαντάτῳ τοιαύτην μελανίαν καὶ πύκνωσιν ἱσταμένων στρατιωτῶν, τοῖς μὲν προσγειοτέροις προσαρμόσας ταπεινοτέραν παραβολήν, τοῖς δὲ ὀρθοῖς τὴν ἐκ μετεώρων.
(v. 62) Σημείωσαι δὲ ὅτι, ὥσπερ τὸ λήϊον φρίσσει ἀσταχύεσσι καὶ ἄλλα ἄλλως, ὡς ἐν ἑτέροις εἴρηται, οὕτω καὶ νῦν αἱ στίχες φρίσσουσιν ἀσπίσι καὶ κορύθεσι καὶ ἔγχεσιν. ἔνθα καὶ ὅρα τὰ συνεχῆ πάρισα, τὸ ἀσπίσι, κορύθεσσι, καὶ ἔγχεσι, δι' ὧν φαιδρύνεται τὸ δεινὸν τῆς παραβολῆς. Δηλοῖ δὲ καθόλου τὸ φρίσσειν πύκνωσίν τινα ὀρθωτικὴν κατὰ [400] ἡσύχιον κίνησιν. οὕτω γὰρ τρίχες φρίσσουσιν, οὕτω λήϊα καὶ τὰ λοιπά. δῆλον δὲ ὡς, εἰ καὶ τὰ ἄλλα ὅπλα νῦν οἱ καθήμενοι ἐξεδύσαντο, αἱ γοῦν κόρυθες ἐφοροῦντο.
(v. 63) Τὸ δὲ "ἐχεύατο" ἤρεμον ὑποκίνησιν δηλοῖ τῆς κατὰ θάλασσαν ἐπιφανείας, ὅτε γίνεται μέλαινα φρίξ. Ἐν δὲ τῷ "ἐπιφρίξ" πλεονάζει ἡ πρόθεσις. φρὶξ γὰρ τὸ κοινόν. εἰ μὴ ἄρα κατ' ἀναστροφὴν ἀναγνῷ τις "χεύατο πόντον ἔπι φρίξ".
(v. 64) Τὸ δὲ "νέον ὀρνυμένου" πρὸς διαστολὴν εἴρηται τοῦ ὕστερον ἐπιτεινομένου Ζεφύρου καὶ οὐκέτι χεύοντος φρίκα, κορθύοντος δὲ καὶ μέγα κῦμα, ὅπερ οὔτε μελαίνεται ἀλλ' ἤδη ἀφριᾷ, καὶ οὐδὲ ἐπιφρὶξ λέγεται, ἀλλὰ κῦμα φαληριῶν. Ἡ γὰρ φρὶξ ἢ ἐπιφρὶξ προοίμιόν ἐστι κύματος. Σημείωσαι δὲ καὶ ὅτι τρόπον τινὰ ἐνταῦθα τὴν φρίκα οὕτως ὁρίζεται· φρίξ ἐστι μελανία πόντου, ὅτε ἄνεμος χεύεται νέον ὀρνύμενος. καὶ ὅτι ὥσπερ ἀπὸ αἰτιατικῆς τοῦ πατέρα, μητέρα, γαστέρα γίνονται εὐθεῖαι πάτρα, μήτρα, γάστρα, οὕτω καὶ ἀπὸ τοῦ φρίξ φρικός φρίκα παρὰ τοῖς ὕστερον ἡ φρίκα. καὶ ὥσπερ γάστρα γάστρη, ὡς τὸ "γάστρην μὲν τρίποδος πῦρ ἄμφεπεν", οὕτω καὶ φρίκα φρίκη Ἰωνικῶς. καὶ ὅτι προειπών, ὡς στίχες ἐκάθηντο πεφρικυῖαι ὅπλοις, εἶτα εὐθὺς ἐπήγαγε τὴν τῆς φρικὸς παραβολήν, ὡς ἂν δείξῃ δι' αὐτῆς, ὅτι τὸ φρίσσειν οἰκείως ἐνταῦθα προσήρμοσται, ὅπερ καὶ ἐν ἄλλοις ποιεῖ θεραπεύων τὴν τῶν λέξεων τολμηρίαν διὰ παραβολῶν. Ἡ δὲ τοιαύτη μέθοδος, ἵνα τι καὶ ἐκ τῆς πλατείας ἥδυσμα τοῖς Ὁμηρικοῖς δαιτυμόσι πορισώμεθα, καὶ χυδαΐζουσάν τινα παραβολικὴν ἔφηνεν ἔννοιαν. Ἡ γὰρ χυδαία γλῶσσα ἐκ [401] τοῦ "ἄνεμος ποιμαίνων ἅλα", καὶ ἐκ τοῦ "Θρασκίας κύων", ἃ δὴ ποιητικῶς ἐρρέθησαν, ὡρμημένη ἐτόλμησεν αὐτὴ ἀσφαλῶς δῆθεν εἰπεῖν πρόβατα τὰ ἐν θαλάσσῃ λευκὰ τοῖς ἀφροῖς κύματα, ὡς εἶναι παραβολὴν πλακῆναι τοιάνδε τινά· ὡς δ' ὅτ' ὄϊς λευκαὶ ποιοῖεν τάδε τινὰ περὶ χέρσον, οὕτω κύματα περὶ θάλασσαν ἀφρῷ μορμύροντα.
(v. 65) Ἔτι σημείωσαι καὶ ὅτι, ὥσπερ οὐλαμὸς ποτὲ μὲν ἁπλῶς ἡ τυχοῦσα τάξις καὶ συστροφὴ τῶν στρατιωτῶν, ποτὲ δὲ ὡρισμένως ἡ ἐξ ἀνδρῶν τεσσαράκοντα, καὶ λόχος ὁμοίως ἐστὶ μὲν ὅτε στρατιωτική τις ἁπλῶς σύνταξις, ποτὲ δὲ ἀνδρῶν σύνταγμα πεντήκοντα, ὡς ἐν οἷς εἶπεν ἐν τῇ γ περὶ Τυδέως ἐμφαίνεται, οὕτω καὶ στίχες ὧδε μὲν αἱ τῶν Ἀχαιῶν ἁπλῶς καὶ τῶν Τρώων τάξεις, ἐν δὲ τοῖς περὶ Μυρμιδόνων λόγοις πεντακοσίων ἀνδρῶν ἄθροισμα εἶναι ἡ στὶξ φανήσεται.
(v. 64) Τὸ δὲ μελάνει παθητικὴν ἑρμηνείαν ἔχει, δηλοῖ γὰρ τὸ μελαίνεται. πέπονθε δὲ ἀπέλευσιν τοῦ ι, ὡς καὶ τὸ οἰδάνει ἀντὶ τοῦ οἰδαίνει.
(v. 67 s.) Ὅτι ὁ λέγων ἅπερ ἐθέλει πρὸς τοὺς μὴ πάνυ αὐτὰ βουλομένους ἐρεῖ ἂν τὸ "κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσι κελεύει".
(v. 69) Ὅτι Ζεὺς καὶ ἐνταῦθα ὑψίζυγος ὁ ἀφ' ὕψους τὰ κάτω κυβερνῶν, ὡς ἀπὸ ζυγῶν κυβερνητικῶν, ἢ ὁ ἄνωθεν ταλαντεύων οἷον τὰ κατ' ἀνθρώπους. διὸ ἐρεῖ κατωτέρω, ὅτι "ὕπερθεν", ἤγουν ἐκ θεοῦ, "νίκης πέρατα ἔχονται". Καὶ γίνεται τοῦτο ἀφορμὴ τοῦ ἐν τοῖς ἑξῆς γραφῆναι τὸν Δία μεταχειριζόμενον τάλαντα, ὡς ἐν ζυγοστατήματι. [Τοῦτο δὲ νοεῖν οὐ [402] πάνυ φιλοῦσιν οἱ παλαιοί, ζυγὸν εἰδότες ἅρματος καὶ ἁμάξης, ὅθεν καὶ ζυγόδεσμον Ὅμηρός φησιν ἱμάντα τὸ ζυγόν, φασί, τῶν ζῴων ζευγνύντα, εἰδότες δὲ καὶ ζυγά, καθέδρας ἐρεσσόντων, ὅθεν φασὶν ὑψίζυγος, ὁ ὕψι καθέδραν ἔχων. Καὶ ὅμως οἱ μεθ' Ὅμηρον οἴδασι ζυγὸν καὶ ἐπὶ σταθμοῦ, καὶ αὐτὸν παρὰ τὸ δύο ἄγειν ἐτυμολογικῶς, τὰς ἑκατέρωθεν δηλαδὴ πλάστιγγας, ἀφ' οὗ καὶ παροιμία τὸ "ζυγοῦ πρὸς δίκην εὐθέστερος".]
(v. 6972) Ὅτι περί τινος παρὰ τὸ ἠλπισμένον βλάπτοντος τὰ μέρη ἐρεῖ τις τὸ "οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν". Ἕκτωρ δὲ τοῦτό φησιν, ἐν οἷς τῶν ἐπὶ Μενελάῳ καὶ Πάριδι ὁρκίων μὴ τελεσθέντων κακὰ φρονεῖν λέγει τὸν Δία Τρωσί τε καὶ Ἕλλησιν, ἕως "ἢ ὑμεῖς", φησί, "Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείητε. Ἔνθα καὶ αἰτιᾶται τὸν Δία εἰπὼν "ὅρκια μὲν Κρονίδης οὐκ ἐτέλεσσε", τῷ τῆς πεπρωμένης δηλαδὴ λόγῳ. ἄλλως γὰρ ὁ Πρίαμος καὶ οἱ ἀμφ' αὐτὸν οὐκ ἐτέλεσαν τοὺς ὅρκους, ὧν ταμίας ὁ Ζεύς.
(v. 70) Λέγει δὲ τεκμαίρεσθαι τὸ τελειοῦν ἀπὸ τοῦ τέκμωρ, ὃ δηλοῖ τὸ τέλος. Τὸ μέντοι τεκμαίρεσθαι ἀντὶ τοῦ σημειοῦσθαι, ἀφ' οὗ καὶ τέκμαρ, τὸ σημεῖον, [403] οἱ μεθ' Ὅμηρον λέγουσιν.
(v. 71) Εὔπυργος δὲ Τροία ἀπὸ μέρους ἡ ὀχυρά. Εἰ δὲ φθάσας εἰπεῖν Ἕκτωρ εὖ εἰδέναι ὡς ἔσσεται ἦμαρ ὅτε ἂν ἁλῷ ἡ Τροία, νῦν λαλεῖ, ὡς ἢ ἕλωσι Τροίην Ἀχαιοὶ ἢ δαμασθῶσι παρὰ νηυσίν, οὐχ' ἕξει τὸν ἐναντιωσόμενον. ἄλλως γὰρ λαλήσας τῇ [φίλῃ] γυναικί, ἄλλως ἐνταῦθα ὁμιλεῖ τοῖς ἐχθροῖς.
(v. 73) Ὅτι δοκεῖ ἐν τοῖς τοῦ Ἕκτορος λόγοις κεῖσθαι περιττὸς ὁ γαρ σύνδεσμος. Εἰπὼν γὰρ "κέκλυτέ μευ, ὄφρ' εἴπω", ἐπάγει "ὑμῖν μὲν γὰρ ἔασιν", ἤγουν εἰσίν, "ἀριστῆες Παναχαιῶν. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει, δεῦρ' ἴτω" καὶ ἑξῆς. Ἔστι δὲ εἰπεῖν ἀληθῶς, ὅτι οὐ παρέλκει ὁ ῥηθεὶς σύνδεσμος, ἀλλὰ κατ' ἔθος Ὁμηρικὸν ἐν καταρχῇ ἐννοίας τέθειται, ὡς ἰσοδυναμῶν τῷ ἐπειδή, ἵνα λέγῃ· ἐπειδὴ ὑμῖν εἰσιν ἀριστέες, τούτων ὁ προθυμούμενος ἀντεπεξελθέτω μοι εἰς μονομαχίαν.
(v. 75) Ὅρα δὲ καὶ ὡς ὀφείλων ἐνταῦθα ὁ Ἕκτωρ εἰπεῖν "δεῦρ' ἴτω τις ἐκ πάντων πρόμος ἔμμεναι ἐμοί", ὁ δὲ εἶπεν ἀντὶ τοῦ ἐμοί τὸ "Ἕκτορι δίῳ", ἑαυτὸν ἐπαινῶν, οὐκ Ἀστυδάμας κατὰ τὴν παροιμίαν, ἀλλ' ἐκ μεγαλοψυχίας καὶ φιλοτιμίας ἐνδεικνύμενος, ὡς τὴν ἀγαθὴν ἐλπίδα προβέβληται, καθὰ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἄλλως δέ γε εἰπεῖν, ἔφθη ἀνωτέρω καὶ τὴν ῥηθεῖσαν ἀντωνυμίαν θεῖναι ἐν τῷ "ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει". καὶ ἔστιν οὐδὲν ἧττον καὶ οὕτω ἐπαινετικὸς ἑαυτοῦ ὁ Ἕκτωρ, ὃς καὶ μετ' ὀλίγα φαίδιμον ἑαυτὸν καλέσει.
(v. 76) Ὅτι κεῖται καὶ ἐνταῦθα παρὰ Ἕκτορι εὐθεῖα ὁ μάρτυρος. Φησὶ γὰρ "Ζεὺς δ' ἄμμιν ἐπιμάρτυρος ἔστω". Ἐκ τούτου δοκεῖ κατὰ συγκοπήν, ὡς καὶ προεδηλώθη, ὁ μάρτυς γενέσθαι. διό, φασίν, οὐδὲ κλίνεται ὁ μάρτυς, διὰ τὸ ἀπὸ πάθους ἔχειν τὴν γένεσιν. Περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἐπιμάρτυρος, [404] ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος καὶ ἐπιφρίξ καὶ ἄλλοις πολλοῖς. Εἶπε δ' ἄν τις τότε πρὸς τὸν Ἕκτορα, ὡς τί ὄφελος μάρτυρον εἶναι τὸν Δία. Εἰ γὰρ ὅρκους ἐκείνους, οὕς, ἔφης, οὐκ ἐτέλεσεν, εἰκὸς οὐδὲ τὰ νῦν ὑπὸ σοῦ κυρούμενα τελεσθῆναι, ἀλλὰ μεῖναι ὑπὸ Διὸς ἀτέλεστα.
(v. 77-86) Ὅτι ὁ Ἕκτωρ ἐνταῦθα μονομαχίαν ζητήσας τοιαῦτα συντίθεται "εἰ μέν κεν ἐμὲ κεῖνος", ἤγουν ὁ ἐν Ἀχαιοῖς ἀριστεύς, "ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων, τεύχεα συλήσας οἴσω προτὶ Ἴλιον ἱρὴν καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσέλμους ἀποδώσω, ὄφρα ἑ ταρχύσωσι καρηκομόωντες Ἀχαιοί, σῆμά τέ οἱ" καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι, ὅτι ὁ μὲν ἀδελφὸς Ἕλενος ἀπήγαγε τοῦ Ἕκτορος τὴν τοῦ θανεῖν δειλίαν, ὁ δὲ ὅμως οὐκ εἰς τέλος ἀλαζονεύεται, ἀλλὰ παραλαλεῖ καὶ τὸ τοῦ ζῆν ἔμπαλιν, καὶ ὅτι οἴκτου ἄξιος ὁ Ἕκτωρ, ὃς νῦν μὲν φιλοτιμούμενος καὶ δῖον ἑαυτὸν καὶ φαίδιμον ἀποκαλῶν συντίθεται θανόντος αὐτοῦ τὸ σῶμα οἴκαδε ἀποδοθῆναι, ὡς ἂν σεμνῆς τύχῃ ταφῆς, ὅτε δὲ ὑπ' Ἀχιλλέως θάνοι, παρὰ βραχὺ ἔρχεται τοῦ καὶ ἄταφος ῥιφῆναι. Καὶ σημείωσαι δὲ καὶ ὅπως ἀλαζονικῶς ἑαυτὸν μὲν ἀξιοῖ ἐν Ἰλίῳ ταφῆναι πόρρω θαλάσσης, εἴπερ ἀναιρεθείη, ὡς μὴ βλέποιτο πρός τινος τῶν παραπλεόντων. τὸν Αἴαντα δὲ πρὸς Ἑλλησπόντῳ ταφήσεσθαι λέγει πρὸς οἰκεῖον κλέος, ὡς μετὰ βραχὺ δηλωθήσεται. Πλὴν εἰ καὶ οὕτω δοκεῖ ἀλαζονικὸς ὁ ἥρως, ἀλλ' ὑφίεται ἄλλως τοῦ μεγαλοφρονεῖν, ἐν οἷς τὸ μὲν αὐτὸν ἀναιρεθῆναι οὐδὲν μέγα οἴεται, τὸ δὲ τὸν ἀντίπαλον ἀριστέα πεσεῖν θεῖόν τι νομίζει καὶ εὖχος αὐτῷ θεόσδοτον. ἐξ Ἀπόλλωνος γάρ, οὗ καὶ εἰς τὸν ναὸν ἀναθήσειν τὰ ὅπλα φησί. καὶ ταῦτα μὲν τοιαῦτα. [(v. 77) Τὸ δὲ ἕλῃ καὶ τὸ ἕλω ταὐτόν ἐστι τῷ ἀνέλω καὶ ἀνέλῃ, ᾧ πλεονάζουσιν οἱ ὕστερον.] Ταναήκεα δὲ χαλκὸν τὸ ξίφος λέγει, κἂν μὴ ἐχρήσαντο ξίφει μήτε ὁ Ἕκτωρ μήτε ὁ μονομαχήσας αὐτῷ. καὶ ἔστι ταὐτὸν ταναήκεα χαλκὸν εἰπεῖν καὶ τανύηκες ἄορ, [405] ὧν δηλαδὴ ταναὸν τὸ ἀκόνημα διὰ τὸ τοῦ σιδήρου πρόμηκες, ἢ τὰ εἰς τανυσμὸν ἥκοντα, ἢ ὧν ταναὴ διόλου ἀκή, τουτέστιν ὀξύτης τοῦ στομώματος.
(v. 78) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα συλᾶν τεύχεα φανερῶς ὁ ποιητής φησι τὸ ἐκδύειν ὅπλων τὸν κείμενον, δὶς ἐπιμονῆς λόγῳ τὴν λέξιν φράσας διὰ τὸ καίριον. καὶ ὅτι τὸ φερέτω ἐπὶ τοῦ βαστάζειν εἴρηται κυριολεκτικῶς
(v. 79) Καὶ ὅτι ταὐτόν ἐστι σῶμα καὶ νέκυν εἰπεῖν. εἰπὼν γὰρ "σῶμα δὲ οἴκαδ' ἐμὸν δοῦναι" παρακατιών φησι "τὸν δὲ νέκυν ἐπὶ νῆας ἀποδώσω". Ἔνθα καὶ χρὴ ἐπιστῆσαι, ὡς εἰ καὶ ἐν ἄλλοις διαφορά ἐστι τοῦ δοῦναι καὶ τοῦ ἀποδοῦναι, ἀλλ' ἐνταῦθα ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κεῖνται ἀμφότερα. [Ἰστέον δὲ ὅτι ὁ εἰπὼν ἐν τῷ περὶ τοῦ σώματος λόγῳ, ὅτι δέμας μὲν ἐπὶ ζώντων ἀεὶ παρὰ τὸ δῶμα εἶναι ψυχῆς, σῶμα δὲ ἐπὶ ἀλόγων, εἰς μὲν τὸ πρῶτον εὐστοχώτερον ἔφη, ἀλλοῖος δὲ διεξέπεσε κατὰ τὸ δεύτερον. Ἐχρῆν γὰρ ἀκολουθοῦντα τοῖς παλαιοῖς εἰπεῖν, ὅτι σῶμα δὲ ἐπὶ ἀψύχων, ὡς δηλοῖ αὐτὸς ἐκεῖνος ἐπαγαγὼν παραδείγματα τὸ "μεγάλῳ ἐπὶ σώματι κύρσας", καὶ "σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν", καὶ "σῶμα δὲ οἴκαδ' ἐμὸν δοῦναι".] Ὅρα δὲ καὶ ὅτι τὸ δοῦναι ἐνταῦθα φανερῶς ἀντὶ τοῦ δότω εἴρηκεν, ἀκολούθως τῷ φερέτω.
(v. 79 s.) Καὶ ὅτι τὴν ταφὴν διαφόρως ὁ ποιητὴς ἐνταῦθα ἔφρασεν ἐπὶ μὲν τοῦ Ἕκτορος εἰπὼν "ὄφρα πυρός με" λελάχωσιν οἱ ἐν τῇ Τροίᾳ, ἤγουν ταφῆς ἀξιώσωσι λάχος πυρὸς δόντες μοι, [406] ἐπὶ δὲ τοῦ Αἴαντος· ὅπως αὐτὸν ταρχύσωσιν Ἀχαιοί, ὅ ἐστιν ἐνταφιάσωσι μετὰ συνήθους ταράχου. Ἰστέον δὲ καὶ ὅτι τὸ "λελάχωσι πυρός" ἀλλοπαθῶς ἐνταῦθα συντέτακται. λαχεῖν μὲν γάρ τοι ἁπλῶς τοὺς Τρῶας αὐτοπαθῶς ἐρρέθη, λαχεῖν δὲ αὐτοὺς τὸν δεῖνα τοῦδέ τινος ἀλλοπάθειαν ἔχει. Καὶ ἔστι μὲν τὸ πρῶτον λαχεῖν ἶσον τῷ εὑρεῖν, τὸ δὲ δεύτερον ὅμοιον τῷ ἀξιῶσαι λάχους, ὡς εἴρηται.
(v. 83) Τὸ δὲ ἐν ναοῖς κρεμᾶν τὰ σκῦλα τῶν νενικημένων ἔθος ἦν ἀρχαῖον. Καὶ δηλοῖ αὐτὸ καὶ Εὐριπίδης ἐν Φοινίσσαις καὶ ὁ Κωμικὸς δὲ ἐν τοῖς Ἱππεῦσι. Τὸ δὲ κρεμόω πλεονασμὸν ἔχει τοῦ ο τῆς παραληγούσης, εἴληπται δὲ ἀντὶ μέλλοντος τοῦ κρεμάσω.
(v. 81) Ἰστέον δὲ καὶ ὅτι τοῦ δῴη προϋπάρχει τὸ δοίη, αὐτοῦ δὲ πρόκειται κοινὸν πρῶτον τὸ δοῖμι, ἐξ οὗ τὸ δοῖεν ὡς γνοῖεν. Ὅτι δέ ποτε τὰ εἰς μι εὐκτικὰ εἰς ην μεταπλάττονται, προδεδήλωται, καὶ δηλοῖ αὐτὸ σὺν ἄλλοις ἀριδήλως καὶ τὸ πεφεύγοιμι, πεφευγοίην, Σοφοκλῆς "ἐκπεφευγοίην πάθος", ἔτι δὲ καὶ τὸ εἰδείην ἐκ τοῦ εἰδήκοιμι μεταπλασθὲν [407] κατά τε συγκοπὴν καὶ ὁμοιότητα τὴν πρὸς τὸ τυφθείην καὶ τὰ τοιαῦτα.
(v. 85-90) Ὅτι ἔδει μὲν τὸν Ἕκτορα παῦσαι τὸν λόγον εἰς τὸ "ὄφρα ἑ", ὡς ἐγράφη, "ταρχύσωσιν Ἀχαιοί", ὁ δὲ συμμετεωριζόμενος τῇ μνήμῃ τῆς ἀριστείας ἐπάγει "σῆμά τε οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ". Εἶτα καὶ δίστιχον ὡς ἐν σχεδιασμῷ συντίθησιν ἐπίγραμμα τῷ τάφῳ τοῦ ὑπ' αὐτοῦ νικηθέντος τοιοῦτον ὡς ἐξ ἀορίστου ἐπιγραμματοποιοῦ "καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων· ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνειῶτος, ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ". Οὕτω μεγαλόφρων ὁ ἥρως καὶ ταῖς εὐτυχίαις συνεξαιρόμενος. Καὶ ὅρα ὅπως καὶ ἐν ἐπιγράμμασιν ὁ ποιητὴς εὐδοκιμεῖ.
(v. 91) Ἐπὶ τούτοις ὁ Ἕκτωρ καὶ τὸ τέλος τῆς ἑαυτοῦ ἐφέσεως ἐκτίθεται, δηλαδὴ τὴν τιμήν, εἰπὼν "ὥς ποτέ τις ἐρέει, τὸ δ' ἐμὸν κλέος οὔποτ' ὀλεῖται", ὃ δὴ παρέφρασε καὶ ὁ ἐν τῇ Τραγῳδίᾳ εἰπὼν ἐθέλειν τὸν αὐτοῦ τύμβον μετὰ θάνατον στεφανοῦσθαι. "διὰ μακροῦ γάρ", φησίν, "ἡ χάρις". Ἐκεῖνος δὲ καὶ ἄλλως τὴν τιμὴν προάγων πλάττει τινὰ λέγοντα μήτε χρυσὸν ἐθέλειν, ὡς καὶ προεγράφη, "μήτ' Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, ἢν μὴ 'πίσημος ἡ τύχη γένοιτό μοι".
(v. 86) Ἰστέον δὲ ὅτι ἐξ ἱστορίας ἔχων ὁ ποιητὴς λαλεῖ τὴν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ ταφὴν τοῦ Αἴαντος. Πολλοῖς γὰρ τῶν ἡρώων ἦσαν αὐτόθι τύμβοι ἄποπτοι τοῖς πλέουσιν ἐπὶ οἴνοπα πόντον. Φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι Ῥοίτειον πόλις ἐπὶ λόφῳ. συνεχὴς δὲ τῷ Ῥοιτείῳ ᾐών, ἐφ' ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος καὶ ἀνδριάς, ὃν Ἀντώνιος μὲν εἰς Αἴγυπτον ἐκόμισε χαριζόμενος τῇ Αἰγυπτίᾳ Κλεοπάτρᾳ σὺν ἄλλοις ἀναθήμασιν, Ἄρατος δὲ ἐπαναγαγὼν τοῖς Ῥοιτειεῦσιν ἀπέδωκεν, ὃ καὶ ὁ σεβαστὸς Καῖσαρ ἐποίησεν ἐπὶ ὁμοίων τινῶν. Λέγει δὲ καὶ ὅτι μετὰ Ῥοίτειον τὸ Σίγειον, πόλις κατεσπασμένη, [408] καὶ τὸ ναύσταθμον καὶ τὸ Ἀχαϊκὸν στρατόπεδον, καὶ ὅτι ἡ παραλία ἀπὸ Ῥοιτείου μέχρι Σιγείου καὶ τοῦ μνήματος Ἀχιλλέως, ἐάν τις εὐθυπλοῇ, ἑπτὰ στάδια, πρὸς δὲ τῷ Σιγείῳ Ἀχιλλέως μνῆμα καὶ Πατρόκλου καὶ Ἀντιλόχου, καὶ ἐναγίζουσιν οἱ Ἰλιεῖς τούτοις καὶ τῷ Αἴαντι. Ἔτι ἰστέον καὶ ὡς τὸ "σῆμα χεύωσι" ταὐτόν ἐστι τῷ τυμβοχοήσωσι. Δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ χέειν τὴν ἐν τοῖς τάφοις τότε τοῦ χοὸς ἐπιφόρησιν, ὃς δὴ καὶ χυτὴ ἐλέγετο γῆ, ὡς προείρηται. [οὗ πρὸς μίμησιν ἐρρέθη καὶ τὸ διψία κόνις παρὰ τῷ Σοφοκλεῖ. Τὰ μέντοι πρὸ τῶν πόλεων λεγόμενα χώματα ἑτεροῖά εἰσιν, ὡς αἱ ἱστορίαι φασί.] Σῆμα δέ, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ ἐρρέθη, λέγεται διὰ τὸ σημαίνειν τεθάφθαι τινὰ ἐκεῖ, ὥσπερ καὶ μνῆμα, διὰ τὸ μνήμην τοῦ ποτε ζῶντος ἀνακινεῖν. Κεῖται δέ ποτε τὸ μνῆμα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐπὶ τοῦ κατὰ τὴν Ἑλένην δώρου πρὸς Τηλέμαχον καὶ ἐπὶ τῆς ἁπλῶς μνήμης, οἷον "μνῆμα χερῶν Ἑλένης", ἵνα ᾖ ὡς χάρμη καὶ χάρμα καὶ βρώμη καὶ βρῶμα, οὕτω καὶ μνήμη καὶ μνῆμα. Ὁμώνυμον ἄρα καὶ τὸ μνῆμα, καθὰ καὶ τὸ σῆμα, κείμενον ὡς τὰ πολλὰ καὶ ἐπὶ σημείου, ὡς καὶ προδεδήλωται καὶ μετ' ὀλίγα δὲ δηλοῦται ἐν τῷ "κλήρου σῆμα". Καὶ αὐτὸ δὲ τὸ μνημεῖον μνήμην σαφῶς δηλοῖ παρὰ Σοφοκλεῖ ἐν τῷ "μνημεῖον ψυχῆς Ὀρέστου". Πλατὺν δὲ Ἑλλήσποντον λέγει οὐ τὸν ἁπλῶς διόλου τοιοῦτον ‑ ἔχει γὰρ στενὰ πολλὰ καί τι λίαν στενότατον καὶ οὐ πλέον ἑπτασταδίου πλατυνόμενον ‑ , ἀλλὰ τὸ διεκπίπτον αὐτοῦ ἔξω πρὸς τῷ Αἰγαίῳ ἕως καὶ εἰς τὸ ναύσταθμον καὶ εἰς τὸ Ῥοίτειον καὶ εἰς τὸ Σίγειον, τὰ ἀνωτέρω ῥηθέντα, ἐκεῖνο πλατὺν Ἑλλήσποντον λέγει. ἐκεῖ γὰρ εἰς πλάτος ὁ τῆς Ἕλλης πόντος ἀνοίγεται. Οἱονεὶ γοῦν φησιν ὁ ποιητής, ὅτι σῆμα χεύωσι περὶ τὸ [409] πλατὺ μέρος τοῦ Ἑλλησπόντου, ὥσπερ καὶ ἀλλαχοῦ ἁπαλὸν αὐχένα φησὶν οὐ τὸν ἁπλῶς ἁπαλόν, ἀλλὰ τὸ τοιοῦτον μέρος αὐτοῦ. Τὰ δὲ περὶ Ἕλλης θρυλλούμενα δῆλα, ὅτι δηλαδὴ ἀδελφὴ αὕτη Φρίξου, θυγάτηρ Ἀθάμαντος καὶ Νεφέλης, ἣν δὴ Νεφέλην ὁ Ἀθάμας γυναῖκα δευτέραν ἐπεισηγάγετο τὴν προτέραν Ἰνὼ ἐκπεμψάμενος, καὶ ὅπως ἡ Ἰνὼ αὖθις ἀναληφθεῖσα ἐνεκότει τοῖς ἐκ Νεφέλης παισί, καὶ ὡς μηχαναῖς τισι φρύξασα τὰ ἐγχώρια σπόριμα καὶ ἄκαρπα ποιήσασα χρησμὸν κατὰ τῶν παίδων ὑπέκλεψεν, ὡς τοῦ κακοῦ λυθησομένου τῷ ἐκείνων φόνῳ, καὶ ὅπως αὐτοῖς ἐπιβουλευθεῖσι κριὸς τὴν ἐπιβουλὴν κατεμήνυσε, καὶ ὡς ἀναδεξάμενος αὐτοὺς ὁ τοιοῦτος κριὸς καὶ κατά τι θεῖον ἀέριος ἀρθεὶς τὸν μὲν Φρίξον περιεσώσατο εἰς τὴν Κολχίδα γῆν, τὴν δὲ Ἕλλην οὐκ ἴσχυσε, καταπεσοῦσαν εἰς τὸν ἀπ' αὐτῆς κληθέντα Ἑλλήσποντον, καὶ ὅτι ἐν Κόλχοις ἀπεδάρη παρὰ τοῦ Φρίξου ὁ κριὸς οὗτος, τυθεὶς φυξίῳ Διῒ καὶ τὸ αὐτοῦ κῶας χρυσωθὲν ἐφυλάττετο ὑπὸ ἀΰπνου δράκοντος, εἰς ὃ οἱ Ἀργοναῦται ἔπλευσαν, καὶ ὅτι οὐδὲ ἡ κακοῦργος Ἰνὼ καλῶς ἀπήλλαξε καταπεσοῦσα συνάμα τῷ παιδὶ Μελικέρτῃ εἰς θάλασσαν ἐν τῷ τὸν ἄνδρα μανῆναι κατὰ χόλον Ἥρας καὶ ξιφήρη διώκειν αὐτήν. καὶ τοιάδε μὲν ταῦτα. Ἡ δὲ ἀκριβὴς ἱστορία μητρυιὰν εἰδυῖα τὴν Ἰνὼ δύσνουν τῷ Φρίξῳ τε καὶ τῇ Ἕλλῃ πλοιάριόν τί φησιν εἶναι τὸν κριόν, ἐκτύπωμα φέρον κριοῦ ἐν ἄκρῳ, ὁποῖόν τι καὶ παρὰ Λυκόφρονι τὸ ταυρόμορφον τύπωμα τὸ τὴν Εὐρώπην ἁρπάσαν, καὶ ὁποῖα πλοῖα τὰ σὺν ἑτέροις γλύμμασι καὶ χηνίσκους ἐν τοῖς ἄκροις ἔχοντα ἤγουν τύπους χηνῶν. καὶ βούλεται διὰ τοιούτου κριοῦ σὺν τῷ ἀδελφῷ πλέουσαν [410] τὴν Ἕλλην ἐκπεσεῖν καὶ κινδυνεῦσαι. Ἑτέρα δέ τις ἱστορία εὔνουν ὑπηρέτην φησὶ τὸν Κριόν, ὃς τὴν τῆς μητρυιᾶς βουλὴν ἀνακαλύψας καὶ περισώσασθαι τοὺς δεσπότας παῖδας προθέμενος ἐδυστύχησε κατὰ τὸν Ἑλλήσποντον. λέμβῳ γὰρ βραχυτάτῳ πιστεύσας αὐτοὺς οὐκ ἔσχεν ἀμφοτέρους περιποιήσασθαι, ἀλλ' ὁ μὲν Φρίξος περιεγένετο, ἡ δὲ Ἕλλη κατὰ πάθος ἰλίγγου ἢ ἄλλου τινὸς τοιούτου καταπεσοῦσα μόνον αὐτῆς ἄνω ἀφῆκε τοὔνομα φέρεσθαι αὐτὴ καταδῦσα εἰς βυθόν. Διπλάζεται δὲ τῇ Ἕλλῃ τὸ ἀμετάβολον πρὸς διαστολὴν τοῦ ἕλη, ἡ θερμασία, ἐξ ἧς καὶ τὰς λαμπάδας ἑλάνας λεχθῆναί που ὁ Ναυκρατίτης ἱστορεῖ σοφιστής. καὶ ὁ Ἕλλην δὲ κατὰ τοὺς παλαιοὺς διὰ τὴν αὐτὴν αἰτίαν ἐν δυσὶ λ γράφεται. τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ Ἄλος πόλις καὶ ἄλλος, ἡ ἀντωνυμία, ὡς ἐν Βοιωτίᾳ εἴρηται.
(v. 91) Τὸ δὲ "ὥς ποτέ τις ἐρέει, τὸ δ' ἐμὸν κλέος οὔποτ' ὀλεῖται" πλαγίως ἔπαινόν τε τῆς Ὁμήρου ἐμφαίνει ποιήσεως καὶ τὴν αὐτοῦ μαντικὴν ἐνδείκνυται, δεξιῶς οὕτω σχηματίσαντος. Τῷ ὄντι γὰρ ἕως τὸ Ὁμηρικὸν τοῦτο ἐπίγραμμα εἰς ἀνάγνωσιν ἔρχοιτ' ἄν, οὐκ ἂν ὀλεῖται τὸ κλέος τῷ Ἕκτορι, ἔρχεσθαι δὲ δοκεῖ εἰσαεί, ἀεὶ ἄρα ἔσται καὶ τὸ ῥηθὲν κλέος καὶ οὐδέποτε ὀλεῖται. Οὕτω δέ πως καὶ ἀλλαχοῦ σεμνολογεῖ τὴν Ἰλιάδα ὁ ποιητής, ἔνθα τοῦ Ἑλληνικοῦ τειχίσματος τὸ κλέος περιελθεῖν λέγει τὸν ὑφ' ἥλιον διὰ τὸ κατὰ τὴν Ἰλιάδα περιᾴδεσθαι, ἄλλως γὰρ ἀφανισθὲν ἀκλεὲς ἦν.
(v. 92 s.) Ὅτι ὑποδέξασθαι καὶ ἐνταῦθα ὁ ποιητὴς κοινότερον τὸ ἀντιστῆναί φησιν ὁμοίως τῷ "σὺ μὲν τόνδε δέδεξο, μελήσουσι δέ μοι ἵπποι". Φησὶ γὰρ "ὣς ἔφατο" Ἕκτωρ, "οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι", τουτέστιν ἀπειπεῖν μὲν τὴν πρὸς Ἕκτορα [411] μονομαχίαν οἱ Ἀχαιοὶ αἰδημόνως ἔσχον, εὐλαβήθησαν δὲ αὖ πάλιν τὴν πρὸς ἐκεῖνον ἔνστασιν. οὕτω φοβερὸς αὐτοῖς γέγονε. Τινὲς δέ φασιν, ὅτι οὐ τὸν Ἕκτορα ἔδεισαν οἱ Ἀχαιοὶ ἀλλὰ τὸν βασιλέα διὰ τὸ ἀναμένειν κέλευσιν καὶ μὴ ἐθέλειν θρασύτερον προπετεύεσθαι. Θρασὺς γὰρ πρὸς ἔργον ἐκ πολλοῦ κακός, κατὰ τὴν παροιμίαν. λέγει δέ, φασί, καὶ Ἐπίχαρμος "κακὸς θαρρεῖ μάλ' αὐτόθεν, ἔπειτα δὲ φεύγει". Καὶ οὕτω μὲν οἱ ἄλλοι Ἕλληνες αἰδῶ τε καὶ δέος ἔπασχον, ἄλλως δέ γε ἤπερ ἡ προσειποῦσα τὸν Πρίαμον αἰδοῖόν τε ἑαυτῇ καὶ δεινόν, ἐγγὺς δέ πως τῷ εἰπόντι, ὅτι "δέος ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο".
(v. 94) Μενέλαος δὲ ἰσχυροπαθήσας ἀνέστη καὶ ὑπέστη τὴν μονομαχίαν. Φησὶ γὰρ ὁ ποιητής, ὅτι "ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο" καὶ τὰ ἑξῆς. Καὶ ὅρα τὸ ὀψέ, οὐ γὰρ χρὴ τὸν νοῦν ἔχοντα παραχρῆμα ποιεῖν τὸ παρατυχὸν καὶ τοῖς κινδύνοις ἐπιπηδᾶν.
(v. 95-102) Τὰ δέ, ὡς ἐρρέθη, ἑξῆς τοῦ λόγου τοιαῦτα· ἀναστὰς ὁ Μενέλαος "νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ", ἤγουν στενακτικῶς ἐλάλει "ὦ μοι ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί. ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς, εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν, ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὕτως. τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι". Καὶ οὕτω μὲν ὁ Μενέλαος θαρρεῖ τὴν μονομαχίαν ἐπαγαγὼν καὶ γνωμικὸν τοῦτο "αὐτὰρ ὕπερθε νίκης πείρατ' ἔχονται ἐν θεῷ". καὶ οὕτω μὲν ὁ βασιλεύς.
(v. 104-106) Ὅμηρος δὲ ἐνδεικνύμενος οὐκ ἀξιόμαχον αὐτὸν ἀντίμαχον εἶναι τῷ Ἕκτορι ἀποτείνει τὸν λόγον εἰς αὐτὸν ἐνδιαθέτως κατὰ σχῆμα ἀποστροφῆς καί φησιν ὡς οἷον οἰκτιζόμενος "ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, εἰ μὴ ἀναΐξαντες ἕλον", τουτέστιν ἐκώλυσαν, "βασιλῆες Ἀχαιῶν". Καὶ ὅρα τὸ φιλάληθες τοῦ φιλέλληνος ποιητοῦ, πολὺ φέρτερον τοῦ Μενελάου εἰπόντος τὸν Ἕκτορα, ὅπερ ταὐτόν ἐστι τῷ κατωτέρω εἰρησομένῳ περὶ Ἀχιλλέως τῷ "ὅς περ σέο πολλὸν ἀμείνων". Καὶ ὁ μὲν ποιητὴς οὕτω πρὸς οἶκτον λαλεῖ.
(v. 108-114) [412] Ἀγαμέμνων μέντοι καὶ δριμύτερον εὐθὺς ἐπιπλήττει τῷ ἀδελφῷ. Δεξιτερῆς γὰρ ἕλε χειρὸς καὶ "ἀφραίνεις", ἔφη, "Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης· ἀνὰ δ' ἴσχεο", τουτέστιν ἀνέχου, ἢ "ἀνὰ δὲ σχέο", τουτέστιν ἀνάσχου, "κηδόμενός περ". Εἶτα τρόπον τινὰ καὶ τὸ γνῶθι σαυτὸν ὑποτιθείς φησι "μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι Ἕκτορι, τόν τε στυγέουσι καὶ ἄλλοι. καὶ δ' Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ ἔρριγ' ἀντιβολῆσαι, ὅ περ", ἤγουν ὅς, "σέο πολλὸν ἀμείνων". Καὶ ὅρα ὡς εὐμεθόδως κἀνταῦθα ὁ ποιητὴς μνήμην τοῦ Ἀχιλλέως παρέρριψε, καὶ ὅτι οὐ μόνον ὁ ἀδελφός, ἀλλὰ καὶ οἱ λοιποὶ βασιλεῖς ἐπέχουσι τῆς μονομαχίας τὸν Μενέλαον ἐλεοῦντες ὡς ἀδικούμενον. τὸν μέντοι Πάριν ὁ ἀδελφὸς Ἕκτωρ ὑπόψιον ἅπασιν ὄντα ἐχάρη ἂν ἰδὼν καὶ πεσόντα. Σημείωσαι δὲ ὅτι τε πρὸς συμφέρον ἐνταῦθα νόμῳ στρατηγικῷ ψεύδεται ὁ βασιλεύς. Οὐ γὰρ ὁμολογουμένως ἔρριγεν Ἀχιλλεὺς τὸν Ἕκτορα, λαλεῖ δὲ αὐτὸ ἐπίτηδες, ἵνα τὸ ἀδελφικὸν καταστείλῃ θράσος. καὶ ὅτι ἐνταῦθα μὲν ἐν ὑποθήκης λόγῳ ἔοικεν, ὡς εἴρηται, λέγεσθαι τὸ γνῶθι σαυτόν, ἐν δὲ τοῖς ἑξῆς καὶ πραγματικῶς ἐνεργεῖται ἡ παραίνεσις, ὅπου ἑαυτὸν εἰδὼς ὁ Ἕκτωρ τοῖς μὲν ἄλλοις μάχεται, Αἴαντος δὲ ἀλεείνει μάχην Τελαμονιάδαο. ὥστε νῦν οὐ πάνυ τι ἑαυτὸν οἶδεν ὁ Ἕκτωρ, εἴγε τῷ τοιούτῳ Αἴαντι ἀντιστήσεται. καὶ ὅτι κἂν φυσᾷ τὸν Ἕκτορα λεγόμενα παρὰ τοῦ βασιλέως τὰ σεμνύνοντα ἐκεῖνον, ἀλλὰ κατωτέρω ῥίψει τὴν αὐτοῦ ὀφρὺν ὁ βασιλεύς, ἔνθα ἐρεῖ ὅτι τούτῳ, ἤγουν τῷ Ἕκτορι, πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί, ὃν ἐὰν φύγῃ, ἀσπασίως γόνυ κάμψει. ἔνθα καὶ δείκνυται, ὅτι τὰ περὶ Ἀχιλλέως ψευδῶς ἔλεγεν ὁ βασιλεύς, ἵνα πείσῃ τὸν ἀδελφόν. Εἰ γὰρ ὁ Ἀχιλλεὺς ἀληθῶς ἔρριγε τὸν Ἕκτορα, ποῖος ἄλλος εὑρεθήσεται πρόμος ἀντίπαλος τῷ Ἕκτορι; Ἦν δὲ ἐν τῷ περὶ Ἀχιλλέως λόγῳ ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα. Μείζων γὰρ πάντως τοῦ Μενελάου ὁ Ἀχιλλεύς. εἰ δὴ αὐτὸς ἔρριγε τὴν μετὰ Ἕκτορος μάχην, πολλῷ πλέον ῥιγήσει ὁ Μενέλαος.
(v. 101 s.) Ἰστέον δὲ καὶ ὅτι ὁ εὔελπις ἀγωνιστὴς καλῶς ἂν εἴποι τὸ ["τῷδε δέ", ἤγουν ἐπὶ τούτῳ, ταὐτὸν δ' εἰπεῖν, κατὰ τούτου,] "ἐγὼν αὐτὸς θωρήξομαι, αὐτὰρ ὕπερθε νίκης πείρατ' ἔχονται".
(v. 109 s.) Τὸ δὲ "ἀφραίνεις, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης, [413] ἀνάσχεο δὲ κηδόμενός περ", ὅ ἐστι βλαπτόμενος, οἰκεῖον ῥηθῆναι πρός τινα θρασέως κινδυνεύειν ἐθέλοντα.
(v. 111) Τὸ δὲ "μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι" δύναται καὶ γνωμικὸν εἶναί ποτε, οὕτως ἁπλῶς ἐν τῷ καθόλου ῥηθέν. Καὶ τοιοῦτον μὲν ὁλικῶς εἰπεῖν ἐν νοήμασι τὸ ῥηθὲν Ὁμηρικὸν χωρίον. Τὰ δὲ κατὰ μέρος αὐτοῦ τοιάδε εἰσί.
(v. 92) Σιωπῶσιν ἐνταῦθα οἱ Ἀχαιοὶ ἀκὴν γενόμενοι ἐξ ἀμηχανίας, ὡς καὶ ἐν ἄλλοις γίνεται. Κρείττων γὰρ σιωπὴ καίριος παρακεκινδυνευμένου λόγου. Τὸ δὲ ἀκήν, περὶ οὗ ἀλλαχοῦ εἴρηται, εὕρηται λεγόμενον καὶ ἀκασκᾶ. Αἴλιος δὲ Διονύσιος καὶ χρῆσιν παράγει Κρατίνου ταύτην "σκήπτροισιν ἀκασκᾶ προβιβῶντα".
(v. 93) Τὸ δὲ ἀνήνασθαι δηλοῖ μὲν τὸ ἀρνήσασθαι, γίνεται δὲ ἀπὸ τοῦ ἀναίνω. αὐτὸ δὲ κατὰ μέν τινας ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ ναι, ἵνα εἴη ἀναίνεσθαι τὸ μὴ διὰ τοῦ ναι ἐπιρρήματος κατατίθεσθαι. κατὰ δὲ ἑτέρους ἀπὸ τῆς α στερήσεως καὶ τοῦ αἶνος, ὃ δηλοῖ τὴν συγκατάθεσιν.
(v. 95) Τὸ δὲ "νείκει" τῆς παλαιᾶς ἐστι χρήσεως. ὡς γὰρ βλάβος καὶ δίψος, οὕτω καὶ νεῖκος, ἐξ οὗ καὶ ἡ φιλονεικία. τὰ μέντοι κοινὰ βλάβη καὶ δίψα καὶ νείκη. οὕτω δὲ καὶ ἡ νάπη νάπος [414] παρά τε Εὐριπίδῃ καὶ ἑτέροις. [καὶ ἡ κνίση δὲ κνῖσος, καθὰ δηλοῖ καὶ ὁ γράψας ἀντὶ τοῦ "κνίσσην μελδόμενος" κνίση δίχα τοῦ ν, ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται, εἰ καί τινες τῶν παλαιῶν ἀπαρέσκονται ὡς μὴ ἐντετυχηκότες τῇ χρήσει τοῦ κνίσσος.] Εὕρηται δὲ καὶ ἡ ἑτέρα νίκη νῖκος λεγομένη, ὡς καὶ ἡ σκάφη σκάφος καὶ ἡ πάθη πάθος.
(v. 96) Ἐν δὲ τῷ "ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί" ἀπειλητῆρες μὲν οἱ μόνον καυχώμενοι καὶ εἰς κενὸν αὐχοῦντες, ὡς εἰ καὶ Ἀχαιΐδες ἦσαν, κατὰ τὸ "γυναικῶν μὲν τὸ λαλεῖν, ἀνδρῶν δὲ τὸ πράττειν", ἢ οἱ ἐκφοβοῦντες λόγοις. ἐπ' ἀμφοτέρων γὰρ λέγεται τὸ ἀπειλεῖν. Ἀχαιΐδες δὲ ἀντὶ τοῦ γυναῖκες, ὃ παραφράζων ὁ Σοφοκλῆς φησι "μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας ἕστατε". Ἔστι δὲ τοῦτο σφοδρότερον τοῦ Ὁμηρικοῦ. λειότερον γὰρ τὸ Ἀχαιΐδες τοῦ "γυναῖκες ἀντ' ἀνδρῶν", ἐξ οὗ ὁ ἀνδρόγυνος σύγκειται. καὶ ταῦτα μὲν ἐν λόγοις. Τὸ δὲ τοῦ Σεσώστριδος ἔργον ἔχει πλεῖον τὸ ἀναιδές. Ἱστορεῖ γὰρ Ἡρόδοτος ὅτι Σέσωστρις, εἴποτε ἀνδρῶν εὐπετῶς καὶ ἀμαχητὶ περιγένοιτο, στήλας στήσας αἰδοῖα γυναικῶν τοῖς ἀνδρείοις προσενέγραφε, δηλῶν ὡς ἦσαν ἀνάλκιδες. Ἔτι σφοδρὸν παρὰ τῷ αὐτῷ καὶ τὸ "οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες". Τὸ μέντοι "πολλοὶ μὲν ἄνθρωποι εἶεν, ὀλίγοι δὲ ἄνδρες" σεμνότερον τῶν προρρηθέντων. Ὅτι δὲ μέγα εἰς ὕβριν ἀνδράσι τὸ γυναῖκας καλεῖσθαι, δηλοῖ ὁ αὐτὸς ἔν τε τῷ "προσβάλλοντες κακὰ μεγάλα εἰργάζοντο καὶ γυναῖκας ἀπεκάλεον", καὶ ἐν τῷ "παρὰ Πέρσαις γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστός [415] ἐστι". Δέννον δὲ λέγει τὴν ὕβριν, ἐξ οὗ τὸ δεννάζειν παρὰ Σοφοκλεῖ. Ἀστεῖον δέ πως τὸ "οὐκέτ' Ἀχαιοί", ὡς ἕως μὲν τῆς ἄρτι ἀνδρῶν ὄντων τῶν Ἀχαιῶν, νῦν δὲ μεταβεβλημένων οἷον εἰς Ἀχαιΐδας κατὰ τὰς θρυλουμένας μυθικὰς μεταμορφώσεις. ἢ καὶ κατὰ τὴν ἀμφιγενῆ λαγῴαν ἱστορίαν, εἴ τι χρὴ προσπαῖξαι τῷ ποιητικῷ γλυκάσματι. [Ὅθεν δοκεῖ καί τις ποιητὴς λαβὼν σκῶψαι εἰς λαγνείαν βασιλέως Λιβυκοῦ δριμέως τὸ "βαινόμενος βαίνων", οὗ πρὸς σαφήνειαν ἐπάγει τὸ "ὁτὲ νυμφίος, ἄλλοτε νύμφη".] Καὶ ἄλλως δέ, [καθὰ] τὸ "κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν", καὶ τἄλλα ὅσα ἐκεῖ ἐγράφησαν, οὕτω καὶ τὸ "Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί" ἐσχημάτισται. Τοῦτο μέντοι κατὰ ἦθος ὀργίλον, ὡς γὰρ μὴ ἀρκοῦν τὸ "Ἀχαιΐδες" εἰς ὕβριν ἐπῆκται πρὸς πλείω αὐτῆς ἔνδειξιν τὸ "οὐκέτ' Ἀχαιοί". καὶ τοιοῦτον μὲν καὶ τοῦτο.
(v. 97) Τὸ δὲ "αἰνόθεν αἰνῶς", δηλοῖ τὸ ἀπὸ δεινοῦ δεινῶς, ὅ ἐστιν ἐκ δεινῶν δεινοτέρως.
(v. 99) Τὸ δὲ "ὕδωρ καὶ γαῖα γένοισθε" ἀντὶ τοῦ νεκρωθείητε καὶ τοῦ μὲν ζωογόνου πνευματώδους θερμοῦ στερηθείητε, γένοισθε δὲ ὕδωρ καὶ γῆ, ἃ δὴ ἐναπομένει τοῖς νεκροῖς σώμασι.
(v. 100) Διὸ καὶ ἐπάγει "ἥμενοι αὖθι ἀκήριοι", τουτέστι καθήμενοι αὐτόθι ὡς νεκροί. Νεκρός τε γὰρ ἀπὸ τοῦ νε στερητικοῦ καὶ τοῦ [416] κῆρ, ἡ ψυχή, καὶ ἀκήριος ὁμοίως ὁ μὴ ἔχων κῆρ. οἷς καὶ ὁ νῶκαρ συστοιχεῖ παρὰ τὴν νω στέρησιν καὶ τὸ κᾶρ, ὅ ἐστι κῆρ, ἡ ψυχή. Καὶ ἄλλως δὲ ὀνειδίζει ὁ λόγος τοὺς Ἕλληνας, ὡς μὴ ἀνωφορουμένους, ἀλλὰ καθῆσθαι ἢ κεῖσθαι ὀρεγομένους καὶ κάτω βρίθοντας κατὰ τὰ βαρέα στοιχεῖα, καὶ μὴ ἐοικότας μετέχειν ζωτικῆς τινος κουφιζούσης θερμότητος. Τινὲς δὲ ἄλλως φράζουσι τὸ "ὕδωρ καὶ γαῖα γένοισθε", ἀντὶ τοῦ ἀναστοιχειωθείητε, τουτέστιν εἰς τὰ βαρύτερα τῶν στοιχείων καὶ ἀκίνητα καὶ ὑμῖν ὅμοια ἀναλυθείητε. Ἕτεροι δέ φασιν, ὅτι συνεπινοητέον τοῖς δυσὶ τούτοις στοιχείοις καὶ τὰ λοιπὰ δύο, καθὰ εὕρηται καὶ παρ' Ἡσιόδῳ, ἐν οἷς γαῖαν ὕδει φύρων Ἥφαιστος τὴν γυναῖκα πλάττει. Οὕτω δὲ καὶ Ξενοφάνης που λέγεται εἰπεῖν "πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεθα". Καθ' ὅμοιον λόγον καὶ ἐν τῷ "μήθ' αἷμά μου δέξαιτο κάρπιμον πέδον, μὴ λαμπρὸς αἰθήρ" καὶ τὰ λοιπὰ δύο στοιχεῖα ἔστι συνεπινοήσασθαι, οὐ μὴν καὶ ἐν τῷ "μήτε πόντος μήτε γῆ δέξαιτό μου σάρκας". ἦν δ' ἂν τὸ ὅμοιον καὶ ἐκεῖ, εἰ μὴ σάρκας ἔφη, ἀλλ' ὅτι μήτε πόντος μήτε γῆ δέξαιτό με, κατὰ φυσικὴν δηλαδὴ ἀνάλυσιν. Τὸ δὲ "ἀκλεές" εὐθεῖά ἐστι πληθυντικὴ ἀντὶ τοῦ ἀκλεεῖς, ἀπελθόντος τοῦ ι, ὡς καὶ ἐν τῷ "ἐρέτας ἐπιτηδές". κεῖται δὲ καὶ ἐν Ὀδυσσείᾳ χρῆσις τοιαύτης λέξεως. Τινὲς μέντοι ἐπίρρημα τοῦτό φασιν εἶναι, ἄλλοι δὲ παροξύνουσιν. ὡς γὰρ ἀγακλέες κατὰ ἔλλειψιν τοῦ ἑνός ε, οὕτω φασὶ καὶ ἀκλέες.
(v. 102) Τὸ δὲ "νίκης πέρατα" περιφραστικῶς ἀντὶ τοῦ ἡ νίκη, τὸ τέλος δηλαδὴ τῶν ἀγωνιζομένων. Σημείωσαι δὲ ὅτι νῦν μὲν ἁπλοϊκῶς εἴρηται τὸ ὕπερθεν ἔχεσθαι τὰ τῆς νίκης πέρατα, τραπὲν μεταφορικῶς ἀπὸ σχοίνων ἤ τινων ἑτέρων τοιούτων σωμάτων, ὧν καὶ ἀρχή τις καὶ πέρας ἐστίν. Ἐν τοῖς ἑξῆς δέ που διὰ ταλάντων ὕπερθεν [417] ἐχομένων πρὸς Διὸς τὴν νίκην ἐρεῖ διεξάγεσθαι. [Εὐθεῖα δὲ ἑνικὴ τοῦ πείρατα οὐ τὸ πεῖρας, ἀλλὰ τὸ πεῖραρ. Ἔστι δὲ αὐτοῦ καὶ ῥῆμα τὸ πειραίνω ἀντὶ τοῦ περαίνω.] Τελευτὴ δέ, εἰ καὶ φανερῶς τὸ ἁπλῶς τέλος, ἀλλὰ συνδυασθέν ποτε μετὰ ζῳῆς ἢ βίου, ὁποῖον καὶ ἐνταῦθα τὸ "βιότοιο τελευτή", δηλοῖ τηνικαῦτα θάνατον.
(v. 109) Τὸ δὲ "ἀφραίνεις Μενέλαε διοτρεφές" μίγμα ὕβρεως καὶ ἐπαίνου. καὶ ἔστιν ὅμοιον τῷ "κύδιστε φιλοκτεανώτατε". καὶ ἐκεῖ γὰρ ἔπαινος μὲν τὸ κύδιστε, ψόγος δὲ τὸ φιλοκτεανώτατε. Ἔχει δέ τι καὶ ἀστεῖον ἐνταῦθα ὁ λόγος κατὰ ἀλληγορίαν. Εἰ γὰρ Ζεὺς ὁ νοῦς, οὐ δεῖ ἀφραίνειν τὸν τῷ Διῒ παρώνυμον, ἤγουν τὸν διοτρεφῆ. Τὸ δὲ "οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης" δηλοῖ μὲν τό· οὔ σοι χρεία τοῦ ἀφραίνειν οὕτως. Εἴρηται δὲ καὶ αὐτὸ ἀστείως, ὡς ἔστιν ὅτε πολλῶν ἀφραινόντων καὶ ἐπίτηδες ἔν τε ὕβρεσι ταῖς πρὸς τοὺς ἰσχυροτέρους καὶ ἀπειλαῖς καὶ προκλήσεσι δέ, ὅτε μὴ κίνδυνός ἐστι προφανής. αὐτὸς γοῦν ἠφρονεύσατο φθάσας πρὸς τὸν Ἀχιλλέα ὁ τοῦτο ἐνταῦθα εἰπών. Μενέλαος μέντοι ἀφρονευόμενος ἄρτι πρὸς μονομαχίαν Ἕκτορος κινδυνεύσει μὴ ζῆν. Οὔκουν αὐτῷ χρεία τοιαύτης ἀφροσύνης, ἀλλά τινος ἑτεροίας, οἷον τοῦ ἀπειλεῖσθαι τῷ Ἕκτορι, τοῦ θρασύνεσθαι, οὐ μὴν τοῦ εἰς καὶ μονομαχίαν ἀντικαθίστασθαι, καὶ ταῦτα οὐκ ἐξ αὐτομάτου ἤ τινος ἑτεροίας ἀνάγκης, ἀλλὰ ἐξ ἔριδος.
(v. 112) Τὸ δὲ "στυγέουσι" ταὐτὸν τῷ φρίσσουσιν, αὐτὸ δὲ ἶσον τῷ ἐρρίγασι. διὸ εἰπὼν "στυγέουσι καὶ ἄλλοι", παρακατιὼν λέγει "καὶ Ἀχιλλεὺς δὲ "ἔρριγεν", ὅ ἐστι φρίσσει, στυγεῖ. Ὅτι δὲ τὸ στυγεῖν ἀπὸ τῆς ψυχροτάτης παρῆκται Στυγός, πολλαχοῦ εἴρηται.
(v. 114) Τὸ δὲ "ἔρριγε" μέσος παρακείμενός ἐστι τοῦ ῥιγῶ ῥιγήσω ἐρρίγηκα. Δῆλον δὲ πολλαχόθεν, ὡς ἐπὶ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ ὁ μέσος παρακείμενος τῷ ἐνεργητικῷ, οἷον λέλειφα λέλοιβα, πέπεικα πέποιθα, ἀπὸ δὲ περισπωμένων μιᾷ φασιν ἐνδεῖ ὁ μέσος τοῦ προτέρου, οἷον δουπῶ δεδούπηκα δέδουπα, οἷον "δεδουπότος Οἰδιπόδαο", [418] κτυπῶ ἐκτύπηκα ἔκτυπα, οἷον "μέγα δ' ἔκτυπε μητίετα Ζεύς". Τοῦτο δέ τινες, ἤγουν τὸ ἔκτυπε, καὶ δευτέρου ἀορίστου φασίν. ἔστι γὰρ ἀληθῶς ὥσπερ ἔδουπον, οὕτω καὶ ἔκτυπον, κατὰ τὸ ἔχραισμον καὶ τὰ ὅμοια. Ἀντιβολῆσαι δὲ καὶ νῦν τὸ συναντῆσαι καὶ ἄντην τὰς ὄψεις βαλεῖν. παρὰ μέντοι τοῖς μεθ' Ὅμηρον ἱκέσιος ἡ λέξις καὶ σημαίνει τὸ ἄντην καὶ πρὸ ποδῶν τινος ῥίπτεσθαι.
(v. 115 s.) Ὅτι κατασταλτικὸν θρασέος μέν, οὐκ ἀξιομάχου δὲ προμάχου τὸ "ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν" οἱ δεῖνα.
(v. 117-119) Ὅτι σεμνύνων ὁ βασιλεὺς τὸν ἀναστησόμενον ἀντίμαχον τῷ Ἕκτορί φησιν "εἴ περ ἀδειής τ' ἐστὶ καὶ εἰ μόθου ἐστὶν ἀκόρητος, φημί μιν ἀσπασίως γόνυ κάμψειν", ἤτοι καθεσθῆναι, "αἴ κε φύγῃσι δηΐου ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος".
(v. 118) Καὶ ὅρα τὸ φύγῃ. οὐ γὰρ ἀπέλθῃ φησὶν ἢ ἄλλο τι ῥῆμα τοιοῦτον, ἀλλὰ φύγῃ, τὴν ἧτταν αὐτῷ οἰωνιζόμενος. τῷ δὲ φυγεῖν ἀκόλουθον καὶ τὸ ἀσπασίως γόνυ κάμψειν. κεκμηκὼς γὰρ ἐν τῷ συντόνως φεύγειν ἀσπασίως κατακλιθήσεται. [Πρόσκειται δ' ἐνταῦθα τὸ ἀσπασίως πρὸς διαστολὴν ἑτεροίας καμπῆς γόνατος, ὁποῖαι πολλαί εἰσι καὶ ἀκούσιοι καὶ φορτικαί. Κάμπτεται δὲ γόνυ ἔστιν ὅτε καὶ ἱκετευτικῶς, ὃ καὶ γονυπετεῖν λέγεται καὶ γόνυ κλίνειν καὶ συνθέτως γονυκλιτεῖν. κάμπτει δέ τις γόνυ καὶ ἐπὶ τιμῇ ἀνδρὸς ὑπερέχοντος καὶ ἐπὶ σώματος δέ ποτε ἰατρείᾳ. Οὕτω γοῦν ἐν Ὀδυσσείᾳ ὁ Λαερτιάδης μετὰ νῆξιν πολυήμερον κάμπτει σὺν χερσὶ καὶ γόνατα δι' αἰτίαν ἀναγκαίαν τὴν ῥηθεῖσαν ἐκεῖ.]
(v. 117-119) Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς τοῦ βασιλέως λόγος τὸ "εἴ περ ἀδειής τ' ἐστί" καὶ ἑξῆς, ἐκφοβητικός ἐστι παντὸς τοῦ ἐν προκλήσει μονομαχίας θρασυνομένου.
(v. 117) Ἐπαναφορικὸν δὲ τὸ "εἴ περ ἀδειής ἐστι καὶ εἰ μόθου ἔστ' ἀκόρητος", ἐπίτηδες καλλωπισθέν. ἄλλως γὰρ ἀσφαλὲς εἰς φράσιν καὶ τὸ "εἴ περ ἀδεής ἐστι καὶ μόχθου ἀκόρητος". καὶ ὅτι ἀναγκαίως τῷ ἀδεής ἐπήνεκται τὸ "καὶ εἰ μόθου ἀκόρητος". οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ἀδεὴς καὶ μάχης ἐστὶν ἀκόρεστος. [419] Ὅρα δὲ καὶ ὅτι τοῦ κορῶ μέλλων οὐ μόνον διὰ τοῦ ε κορέσω, ἐξ οὗ ἀκόρεστος, ἀλλὰ καὶ κορήσω, ἐξ οὗ ἐνταῦθα τὸ "ἀκόρητος μόθου", ἤτοι μάχης ἀκόρεστος. Τοῦτο δὲ τὸ νόημα ὁ ποιητὴς πλατυνεῖ ἐν τῷ "πάντων μὲν κόρος ἐστί" καὶ ἑξῆς. Ἀττικοὶ δὲ ἀκόρητον τὸ ἀκαλλώπιστόν φασιν, ὅθεν καὶ βίον ἀκόρητον λέγουσι τὸν ἀφιλοκάλητον. Ὥσπερ δὲ ἀκόρητος καὶ ἀκόρεστος, οὕτω καὶ ἀπόθητος καὶ ἀπόθεστος. ἡ δὲ λέξις ἐν Ὀδυσσείᾳ.
(v. 119) Τὸ δὲ "καὶ αἰνῆς δηϊοτῆτος" ταὐτολογικόν ἐστι πρὸς τὸ "δηΐου ἐκ πολέμου", φιλοτιμησαμένου τοῦ ποιητοῦ ἐνταῦθα πολλαχῶς ὀνομάσαι τὴν μάχην. Μόθον τε γὰρ ἔφη παρὰ τὸ ὁμοῦ, φασί, θέειν τοὺς μαχομένους, καὶ πόλεμον παρὰ τὸ τὰς πόλεις μειοῦν, καὶ δηϊοτῆτα παρὰ τὸ δαίειν, ἤτοι καίειν, ὅθεν καὶ Πλούταρχος λαβὼν ἐξάψαι πόλεμον λέγει τὸ ἐξεγεῖραι μάχην. Διὸ καὶ οἱ παλαιοὶ πρὸς σύμβολον τοῦ κατὰ τὴν μάχην πυρώδους οὐ σάλπιγγι μόνον ἐν πολέμοις ἐχρῶντο, ἀλλὰ καὶ δαλῷ ἀφιεμένῳ συνίστων μάχην, ὡς καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ "ἐπεὶ δ' ἀφείθη πυρσός", ἤτοι λαμπάς, "ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης". Περὶ δὲ τοῦ τόνου τῆς δηϊοτῆτος, ὥσπερ καὶ τῆς ταχυτῆτος καὶ τῆς βραδυτῆτος καὶ τῶν ὁμοίων προπερισπωμένων, ἀμφιλογεῖται. Οἱ μὲν γὰρ συνηγοροῦσιν ὀξέως τονοῦσθαι τὰς αὐτῶν εὐθείας. δηϊοτής γάρ, φασί, καὶ ταχυτής καὶ βραδυτής. Πλείους δὲ ἀντιλέγουσι γενναιότερον βαρυτονοῦντες καὶ αὐτὰ κατὰ τὸ φιλότης φιλότητος, κακότης κακότητος. Ὅρα δὲ καὶ ὅτι τὸ δήϊον μάχης ἐπίθετον ὂν ἐν τῷ "δηΐου ἐκ πολέμου" εἰς ὄνομα γέγονεν αὐτῇ ἐν τῷ "καὶ αἰνῆς δηϊοτῆτος".
(v. 118) Γόνυ δὲ κάμψειν ὅτι οὐ μόνον ἐπὶ ἀναπαύσεως [420] λέγεται ἀλλὰ καὶ ἐπὶ ὑποταγῆς καὶ ἐπὶ ἱκετείας καὶ ἄλλως δέ, ἤδη ἔγνωσται.
(v. 120 s.) Ὅτι διττολογεῖ καὶ ἐνταῦθα ὁ ποιητὴς φανερῶς ἐν τῷ "ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας αἴσιμα παρειπών, ὃ δ' ἐπείθετο". ἤρκει γὰρ καὶ τὸ ἓν μόνον εἰπεῖν. καὶ τὸ μὲν εἰπών καὶ παρειπών ἔχουσι πολλὴν διαφοράν, ὡς τοῦ παρειπεῖν λαμβανομένου ἐπὶ παραινέσεως. Τὸ δὲ "παρέπεισε" καὶ τὸ "ὃ δ' ἐπείθετο" κατὰ μόνην διαφέρουσι τὴν σχέσιν τοῦ πείθοντος καὶ τοῦ πειθομένου. Ὁ γὰρ πείθων πειθόμενον πείθει καὶ οὐδεὶς ἂν ἐρεῖ πεῖσαι τὸν μὴ αὐτῷ πεισθέντα, ἵνα μὴ καὶ ἐπ' αὐτοῦ ῥηθῇ τὸ τοῦ Κωμικοῦ, τὸ "οὐ πείσεις, οὐδ' ἢν πείσῃς". Ἔστι δ' εἰπεῖν καὶ ὅτι τὸ "παρέπεισεν, ὃ δ' ἐπείθετο", ἐν ταὐτολογίᾳ εἶπεν ὁ ποιητὴς διὰ τοὺς τῷ δοκεῖν μὲν πείθοντας, οὐ μὴν καὶ τῇ ἀληθείᾳ πείθοντας, ἵνα εἴπῃ, ὅτι ὁ βασιλεὺς οὐ μόνον ἔδοξε πεῖσαι, ἀλλὰ καὶ ἀληθῶς ἔπεισε τὸν ἀδελφόν. Ἐκτείνει δὲ καὶ ἐνταῦθα τὸ παρειπών τὴν παραλήγουσαν τῆς παρα προθέσεως. [Ἰστέον δὲ ὅτι τε τὸ "εἰπών" καὶ τὸ "παρειπών" κατὰ τὴν θέσιν, ἣν ἔχουσι, παρίσωσιν ποιοῦσι, καὶ ὅτι καθὰ ἐκ τοῦ εἶπον δευτέρου ἀορίστου γίνεται ἀναλόγως ὁ εἰπών, οὕτω καὶ ἐκ τοῦ εἶπα πρώτου ἀορίστου ὁ εἴπας, οὗ χρῆσις πλατεῖα. Τούτου δὲ πλάγιοι οὐκ ἐτρίβησαν ὡς τοῦ εἰπών.]
(v. 122) Ὅτι ἐν οἷς μὲν ἔλεγεν ὁ ποιητής, ὅτι ἐκάθηντο αἱ στίχες πεφρικυῖαι κορύθεσιν, ἐοίκασιν αἱ τάξεις μὴ ἀφοπλισθῆναι. οἷς δὲ ἐνταῦθα λέγει, ὅτι γηθόσυνοι οἱ τοῦ Μενελάου θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο, δηλοῖ ἀφωπλίσθαι τὰς στίχας. εἰ γὰρ ὁ βασιλεὺς ἀφωπλίσθη, καὶ οἱ περὶ αὐτὸν ἄρα. Καὶ πρὸ τούτου δὲ εἰπὼν ὁ Μενέλαος ἃ εἶπεν, εἶτα κατεδύσατο τεύχεα καλά. Καὶ ὁ Αἴας δὲ μετ' ὀλίγα κορύσσεται νώροπι χαλκῷ, οἷα δηλονότι ἀποδὺς πρὸ τούτου τὰ ὅπλα. Ἔστιν οὖν κἀνταῦθά τις ἀμφιβολία, οἷα τοῦ Ὁμήρου μὴ ἐπισημηναμένου τὸ πρᾶγμα σαφῶς. Σημείωσαι δὲ ὡς ἠδύνατο [421] μὲν ὁ ποιητὴς ἅμα τῷ λόγῳ τοῦ Ἕκτορος ἀναστῆσαι τοὺς πρὸς ἐκεῖνον ἀντιπάλους, ὁ δὲ ἐπίτηδες ἄλλως ἐποίησεν, ἵνα καὶ τὸ πρᾶγμα καινότερον εἴη, καὶ χώραν δὲ σχοίη ποικιλίας χάριν τό τε γνωσθὲν ἐπεισόδιον τοῦ Μενελάου καὶ ἑξῆς δὲ τὸ τοῦ Νέστορος, καὶ πλατυνθείη κατά τι χρῆμα δαιδάλεον δι' αὐτῶν ἡ ποίησις. περὶ μὲν οὖν Μενελάου ἔγνωσται τὰ προειρημένα. Ὁ δὲ Νέστωρ εὐθὺς ὀνειδίσει τε τοὺς Ἕλληνας καὶ μονομαχίαν ἑαυτοῦ παλαιὰν ἱστορήσει λαμπρὰν ἀποσεμνυνόμενος, ὡς καὶ ἐν ἄλλοις ποιεῖ, καὶ οὕτως ἐρεθίσει ἐννέα πάντας ἀναστῆναι κατὰ τοῦ Ἕκτορος, ὡς ἐν τοῖς ἐφεξῆς φανήσεται.
(v. 124-126) Ὅτι δυσανασχετῶν ὁ γέρων, ἐφ' οἷς οἱ Ἀχαιοὶ ὀκνοῦσι τὴν ἐζητημένην μονομαχίαν, φησὶ τὸ καὶ ἀλλαχοῦ κείμενον "ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει". Εἶτα τὸν Πηλέα ἐπαινῶν ἐπάγει "ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς, ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητής". τοῦ πολεμεῖν γὰρ ἤδη καὶ ὁ Πηλεὺς διὰ γῆρας πεπαυμένος, καθὰ καὶ ὁ Νέστωρ, λόγοις μόνοις ἐνέπρεπεν. εἰδὼς δὲ ταῦτα λέγει ὁ Νέστωρ. Πειραθῆναι γὰρ τοῦ Πηλέως αὐτὸς ἐρεῖ, ὃν καὶ ἱππηλάτην ἔφη, ὡς ἦν ὅτε τοιοῦτον ὄντα, καθά που καὶ ὁ Πρίαμος ἐϋμελίης λέγεται. Ἐν δὲ τούτοις λεληθυῖά τις παρήχησις τὸ "ἱππηλάτα Πηλεύς". καὶ ταῦτα μὲν οὕτως. Ἰστέον δὲ ὡς μέγα κακὸν κρίνουσιν οἱ λογισμῷ διοικούμενοι, ἐφ' ᾧ οἱ μὲν ἐχθροὶ χαίρουσιν, οἱ δὲ φίλοι βαρέως φέρουσιν, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ὁ Ὁμηρικὸς ῥήτωρ ἔφη, μέγα μὲν πένθος εἰπὼν τὴν Ἀχαιΐδα γαῖαν ἕξειν, γηθήσειν δὲ τοὺς περὶ Πρίαμον, ἐὰν Ἀχιλλεὺς καὶ Ἀγαμέμνων μάχωνται. Εἰ δὲ καὶ τοιοῦτον εἴη τὸ κακόν, ὡς μὴ μόνον τοὺς φίλους βαρύνεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐχθροὺς δυσχεραίνειν, ὑπερβολὴ πάντως τοῦτό ἐστι δυστυχήματος, ὡς ὁ αὐτὸς ῥήτωρ ἐπιτείνων τὸ νόημα ἐνταῦθά φησι. Λέγει γὰρ ὡς καὶ πᾶσα μὲν ἡ Ἀχαιῒς γῆ λυπηθήσεται ἐπὶ τοῖς νῦν γινομένοις καὶ αὐτὸς δὲ οὐδὲν ἧττον ὁ Πηλεύς, ὃς διὰ τὸν υἱὸν Ἀχιλλέα ἐχθαίρων τοὺς Ἀχαιοὺς χαίρειν ὀφείλει ἐπὶ δυστυχοῦσιν αὐτοῖς, μονονουχὶ λέγων, ὡς δεινὸν μὲν εἰ γελώμεθα τοῖς ἐχθροῖς, μεῖζον δὲ δεινόν, εἰ καὶ αὐτοὶ συλλυποῦνται διὰ μέγεθος τοῦ κακοῦ. Δῆλον οὖν ὅτι ἐν τῇ α΄ μὲν ῥαψῳδίᾳ ὑπέθετο φίλους λυπουμένους καὶ ἐχθροὺς χαίροντας, ἐνταῦθα δὲ λυπουμένους καὶ φίλους, τὴν Ἀχαιΐδα δηλαδὴ γῆν, καὶ ἐχθροὺς δέ, τοὺς ἀμφὶ τὸν Πηλέα δηλονότι.
(v. 127-131) "ὅς ποτέ με", φησίν, "εἰρόμενος", ὅ ἐστιν ἐρωτῶν, "μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ, πάντων Ἀργείων ἐρέων", τουτέστιν [422] ἐρευνῶν, "γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσει, πολλά κεν θεῷ φίλας ἀνὰ χεῖρας ἀείραι θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω", ὅπερ τοῦ θανεῖν ἐστὶ περίφρασις, οἰκεῖον ὂν ἐπὶ παντὸς λέγεσθαι ἀπευχομένου τὸ ζῆν. Ἰστέον δὲ ὅτι καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ὁμοίως τοῖς ἐνταῦθα ὁ σοφὸς γέρων προοιμιασάμενος τὸ ἐφεξῆς διαφόρως ἐξήνεγκεν, ἐκεῖ μὲν αὐξήσας τὸ Ἑλληνικὸν κακὸν ἐκ τοῦ γηθῆσαι ἂν τὸν Πρίαμον, ὧδε δὲ ἀπὸ τοῦ λυπηθῆναι ἂν τὸν Πηλέα. Ἔτι ἰστέον ὅτι καὶ παρ' Ἡροδότῳ εὕρηται σχῆμα ὅμοιον τῷ Ὁμηρικῷ ἐν τῷ "ἦ κε μέγ' οἰμώξειεν ὁ Πελοπίδης Ἀγαμέμνων, εἰ πύθοιτο Σπαρτιάτας τὴν ἡγεμονίαν ἀφαιρεῖσθαι ὑπὸ Συρακουσίων καὶ Γέλωνος". Δοκεῖ δὲ ὁ Νέστωρ πεῖραν, ὡς ἐρρέθη, ἐσχηκέναι τοῦ Πηλέως, ὅτε περὶ Ἀχιλλέως εἰς ἐκεῖνον ἐπρέσβευσε. Βαρύνεται δὲ ὁ γέρων οὐ μόνον διὰ τὸ Ἑλληνικὸν αἶσχος, ἀλλ' ὅτι καὶ αὐτὸς ψευσάμενος τῷ Πηλεῖ ἀπελεγχθήσεται, ἐφ' οἷς ἐκείνου ἐρωτῶντος αὐτὸς ἀπεσέμνυνεν, ὡς εἴρηται, τοὺς Ἕλληνας.
(v. 127) Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν "ἐγήθεεν", [ὥσπερ καὶ τὸ ἐγήθησε καὶ τὸ γηθῆσαι καὶ τὸ γηθήσειν,] περισπωμένου ἐστὶν ἐνεστῶτος τοῦ γηθῶ, οὗ ὁ μέλλων γηθήσω. Δωριεῖς δὲ γαθεῖν αὐτό φασι. Τὸ δὲ γήθω οὐ πάνυ σύνηθες.
(v. 128) Τὸ δὲ ἐρέων καὶ τὸ αὐτοῦ θέμα πρωτότυπά εἰσι τοῦ ἐρευνῶ καὶ ἐρευνῶν. Παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ ἱκνῶ καὶ οἰχνῶ. Ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω, καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ Ἡρακλείδην βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ πλεονάσαντα τῷ νυ ὁμοτονεῖ τοῖς πρωτοτύποις, οἷον ἐλάω ἐλαύω Αἰολικῶς, καὶ ἐλαύνω κατὰ Δωριεῖς, θύω θύνω, δύω δύνω.
(v. 129) Τὸ δὲ πτώσσειν πτήσσειν φασὶν οἱ μεθ' Ὅμηρον, καὶ γίνεται ἀπὸ μὲν τοῦ πτώσσειν ὁ πτωχὸς καὶ ὁ πτώξ, [423] ἀπὸ δὲ τοῦ πτήσσειν τὸ κατεπτηχέναι καὶ ὁ κατεπτηχώς. Τοιαύτης δὲ σκευωρίας καὶ τὸ ἔρρωγε καὶ διερρηχώς καὶ ῥῆγμα καὶ ῥωχμός καὶ ῥωγαλέος. καὶ ὧδε μὲν καὶ ταῦτα.
(v. 132-157) Ὁ δὲ γέρων Νέστωρ καταιδέσας τοὺς Ἀχαιούς, ἐν οἷς φθάσας εἶπε λυπηθήσεσθαι ἂν καὶ τὸν ἐχθρὸν Πηλέα, εἰ μάθῃ τὰ κατ' αὐτούς, μεταχειρίζεται τὴν δημηγορίαν ἄλλως, ἀνδραγαθίαν καιρίως οἰκείαν ἱστορῶν μονομαχικήν, δι' ἧς ἐντρέψει τοὺς Ἕλληνας. Φησὶ γοῦν "αἲ γὰρ θεὲ πάτερ ἡβῷμι ὡς ὅτ' ἐπ' ὠκυρόῳ ποταμῷ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. τοῖσι δ' Ἐρευθαλίων πρόμος" καὶ τὰ ἑξῆς.
(v. 133) Ὅρα δὲ ὡς τὸ ὠκυρόῳ τοῦ μέτρου μὴ ἀπαιτήσαντος οὐκ ἐδίπλασε τὸ ρ κατὰ τὴν ἐν τοῖς τοιούτοις Ἀττικὴν ἀναλογίαν, ἐν δὲ λόγῳ πεζῷ, καθὰ τὸ χρυσορρόας καὶ τὸ γλυκύρροον καὶ τὸ πολύρρυτον καὶ ὅσα τοιαῦτα, οὕτω καὶ τὸ ὠκύρροος διπλάζει τὸ ἀμετάβολον. Ὁ δὲ ῥηθεὶς Κελάδων ποταμοῦ κλῆσίς ἐστι. ἄλλως γὰρ οὐ δύναται δύο ἐπίθετα ὁμοῦ κεῖσθαι δίχα κυρίου ἢ προσηγορικοῦ. Ἐν δέ γε τῷ "πόντος κελάδων" ἐπίθετόν ἐστιν ἡ τοιαύτη λέξις.
(v. 134) Ἰστέον δὲ καὶ ὅτι καθ' ὃν λόγον ἐν τῇ δ΄ ῥαψῳδίᾳ τὸ ἰόμωροι ἐκτείνει τὴν παραλήγουσαν, οὕτω καὶ ἐνταῦθα τὸ ἐγχεσίμωροι καὶ τὰ ἐκεῖ γραφέντα χρήσιμα κἀνταῦθά εἰσι.
(v. 135) Φειὰ δὲ πόλις περὶ τὴν Ἦλιν, περὶ ἣν Ἰάρδανος ῥέει ποταμός, ὁ χρησιμεύσας εἰς Ἰορδάνην τοῖς τοὺς Ὁμηρικοὺς συρράψασι θειότερον κέντρωνας. Ταύτης τῆς Φειᾶς ἡ παραλήγουσα διφορεῖται. Φέρεται γὰρ ἐν τῇ κατὰ στοιχεῖον ἀναγραφῇ τῶν Ἐθνικῶν τοιαῦτά τινα. Φεὰ πόλις Ἠλείας, ἣν Ὅμηρος μετὰ τοῦ ι γράφει "Φειᾶς πὰρ τείχεσι". ταύτης ὁ πολίτης Φεαῖος. Παρακατιὼν δὲ ὁ ταῦτα ἐκεῖ γράψας καὶ οἷον ἐκλαθόμενός φησι τὸ αὐτὸ [424] ἄλλως· Φιὰ πόλις τῶν περιμάχων Μεσσηνίοις καὶ Λάκωσιν. Ὅμηρος "Φιᾶς πὰρ τείχεσι". τὸ δὲ ἐθνικὸν ταύτης Φιεὺς καὶ Φιάτης καὶ Φιαῖος. καὶ οὕτω μὲν ἐκεῖνος. Αἱ μέντοι ἀλλαχοῦ φερόμεναι Φηραὶ Γερήνοις ὁμοροῦσι κατὰ τὸν Γεωγράφον. ἀφ' ὧν ὁ Νέστωρ Γερήνιος. Τὸν δὲ Ἰάρδανον οὐ μέγαν ποταμὸν ἡ ἱστορία ἔχει, ὡς ὁ αὐτὸς Γεωγράφος δηλοῖ ἐν οἷς λέγει· Φειὰ ἄκρα καὶ πολίχνη. ἔστι δὲ καὶ ποτάμιον πλησίον ὁ Ἰάρδανος. Λέγει δ' ὁ αὐτὸς καὶ ὅτι μετὰ τὸν αἰγιαλὸν τῶν Πισατῶν ἄκρα Φειά. ἦν δὲ καὶ πολίχνη, ὡς ὁ ποιητὴς "Φειᾶς πὰρ τείχεσι". Τοῦτο δέ τινες Χάας φασὶ δεῖν γράφειν, πόλις δὲ ὑπῆρξε πλησίον Λεπρέου, περὶ ἧς γενέσθαι φασὶ πόλεμον, ὃν ἔφρασεν Ὅμηρος, Ἀρκάσι πρὸς Πυλίους. Ἐχόντων δὴ καὶ τῶν εἰρημένων οὕτως ὁ Νέστωρ προσφυῶς τῷ παρόντι τόπῳ παλαιὰν μονομαχικήν, ὡς προσεχῶς ἐλέχθη, ἀνδραγαθίαν ἐκτίθεται, ἀφηγούμενος, ὅπως Πυλίων καὶ Ἀρκάδων μαχομένων ἀνεῖλεν αὐτὸς ἐν μονομαχίᾳ τὸν Ἀρκάδα Ἐρευθαλίωνα.
(v. 136-141) Φησὶ γὰρ "τοῖσι δ' Ἐρευθαλίων", τοῖς δηλωθεῖσι δηλαδὴ Ἀρκάσι, "πρόμος ἵστατο ἰσόθεος φὼς τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος, δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες, οὕνεκ' ἂρ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας".
(v. 142-149) Εἶτα καθ' ἱστορίαν λεπτολογῶν λέγει καὶ πῶς τὰ τοῦ Ἀρηϊθόου τεύχεα ἦσαν παρὰ τῷ Ἐρευθαλίωνι καί φησιν, ὅτι τὸν Ἀρηΐθοον "Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ, ὅθ' ἂρ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη. πρὶν γὰρ Λυκόοργος ὑποφθὰς δουρὶ μέσον περόνησεν, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη. τεύχεά τ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, δῶκε δέ", ἤγουν ἔδωκε δή, "Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι", ἤγουν φορεῖν, ὡς πολλαχοῦ κεῖται.
(v. 150-154) Καὶ οὕτω τῇ ἱστορίᾳ παρεκβὰς ἔχεται αὖθις τοῦ προκειμένου καί φησι "τοῦ ὅ γε τεύχε' ἔχων", ὁ Ἐρευθαλίων δηλαδή, "προκαλίζετο πάντας ἀρίστους. οἳ δὲ μάλα ἐτρόμεον" ὡς καὶ νῦν δηλαδὴ τὸν Ἕκτορα οἱ Ἀχαιοί, "καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη, ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ", ἤγουν κατὰ ἴδιον θάρσος καὶ οὐχ' ἑτέρωθέν μοι ἐντεθέν, ὡς νῦν ἐγὼ θαρσοποιεῖν τοὺς Ἀχαιοὺς βούλομαι. "γενεῇ δέ", φησί, "νεώτατος ἔσκον ἁπάντων καὶ μαχόμην οἱ ἐγώ, δῶκε δέ μοι εὖχος [425] Ἀθήνη".
(v. 155 s.) Εἶτα ὁ γέρων τὴν ἑαυτοῦ ἀνδραγαθίαν αὔξων φησὶ "τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα". Καὶ ἐφερμηνεύων τὸ μήκιστον ἐπάγει "πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα".
(v. 157-160) Ἐπὶ δὲ τούτοις ἐπιφέρει τὸν τῆς ἱστορίας σκοπόν, ὅ ἐστι τὴν καὶ προδηλωθεῖσαν ἀξίωσιν τοῦ διηγήματος, εἰπὼν "εἴθ' ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· τῷ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ", ἤγουν ταχὺ ἂν εὗρε τὸν ἀντιστησόμενον, ἐμὲ δηλαδή, ὡς μὴ δεησόμενον τοῦ ἐρεθίσοντος. "ὑμέων δέ", φησίν, "οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν, οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν", ὀνειδίζων ἐνταῦθα ὡς αὐτὸς μὲν καὶ νεώτατος ὢν καὶ μήπω ἀριστεὺς ἐτόλμησέ ποτε κατὰ μηκίστου καὶ καρτίστου ἀνδρός, τῶν δὲ Ἀχαιῶν τό τε πλῆθος κάθηται νῦν ὑποτρέμον καὶ οἱ ἀριστεῖς δὲ ὀκνοῦσιν ἀντιστῆναι τῷ Ἕκτορι. Καὶ ὅρα ὅτι ἐν τῷ ῥηθέντι διηγήματι ὁ ποιητὴς εὐκτικῶς ἀρξάμενος ἀπὸ τοῦ "αἲ γὰρ ἡβῷμι", ἀντὶ τοῦ "εἴθε ἀκμάζοιμι", καὶ μεταξὺ διηγησάμενος ἃ ἤθελεν, εἰς ὁμοίαν πάλιν εὐχὴν κυκλικῶς τὸν λόγον συνέκλεισεν εἰπὼν "εἴθε ὣς ἡβώοιμι" καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. Σημείωσαι δὲ ὅτι ἐπίτηδες τὴν ἱστορίαν ταύτην καὶ ὑπὲρ ἑαυτοῦ εἰς παράδειγμα ὁ ποιητὴς παρήγαγε, δεικνὺς ὡς οὐδέν τι καινὸν ποιεῖ πλάττων μονομαχίας, εἴγε καὶ οἱ παλαιοὶ οὕτω ποτὲ ἐποίουν. Ἰστέον δὲ ὅτι τὸ τὸν Μενέσθιον, ὡς ἐν τῇ ἀρχῇ τῆς ῥαψῳδίας ταύτης ἐρρέθη, τὸν ὑπὸ Ἀλεξάνδρου πεσόντα πρεσβύτερον τοῦ Νέστορος νομισθῆναι οὕτω συνῆκται παρά τινων. Μενέσθιος ὁ ῥηθεὶς υἱὸς ἦν Ἀρηϊθόου τοῦ κορυνήτου, ὡς ἐκεῖ ἐρρέθη. ὃν κορυνήτην ὁ Λυκοῦργος δόλῳ ἀνελὼν εἶχε τὰ ὅπλα. τὰ δὲ γηράσκων μετὰ ταῦτα ὁ τοιοῦτος Λυκοῦργος Ἐρευθαλίωνι δέδωκε φορεῖν, τοῦτον δὲ ὁ Νέστωρ νεώτατος ὤν ‑ ἡβάσκων γὰρ ἦν ‑ ἀνεῖλεν. ὥστε, φασί, προγεγέννηται τοῦ τότε νεωτάτου Νέστορος ὁ ῥηθεὶς Μενέσθιος, καὶ εἴη ἂν οὐχ' ὁ Νέστωρ καθ' Ὅμηρον πρεσβύτατος τῶν στρατευσάντων εἰς Ἴλιον, ἀλλὰ μᾶλλον ὁ Μενέσθιος. Λύεται δὲ παρὰ τῶν παλαιῶν τὰ τῆς τοιαύτης ἀπορίας πιθανώτατα, δεικνύντων τὸν Νέστορα παλαιότατον. Φασὶ γὰρ οὕτω πως ἐν ὑποθέσεως σχήματι, ὅτι θετέον, ὡς ἐπὶ βρέφει τῷ υἱῷ Μενεσθίῳ τέθνηκεν ὁ πατὴρ Ἀρηΐθοος φονευθεὶς ὑπὸ [426] Λυκούργου, οὐ κατ' ἀνδρίαν ἀλλὰ δόλῳ, οἷα γηραιοῦ, ὡς εἰκός, ὄντος καὶ μὴ δυναμένου κράτει περιγενέσθαι. τεθνηκότος δὲ τοῦ Λυκούργου μετ' οὐ πολὺ διὰ τὸ ἔτι πλεῖον τοῦ γήρως διάδοχος τῶν Ἀρηϊθόου ὅπλων Ἐρευθαλίων γενόμενος ἀναιρεῖται ὑπὸ Νέστορος. Εἰ δὴ βρεφυλλίου ὄντος τοῦ Μενεσθίου ἠδύνατο Νέστωρ ὅπλα αἴρειν κατὰ Ἐρευθαλίωνος, εἴη ἂν χρόνοις πολλοῖς τοῦ Μενεσθίου πρότερος, διὸ καὶ γηραιότατος. οὐδὲν γὰρ ἀπεικὸς τὸν Μενέσθιον οὔπω οὐδὲ δύο ἐτῶν εἶναι, ὅτε ὁ Νέστωρ ἀνεῖλε τὸν καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ κείμενον Ἐρευθαλίωνα, ὃς καθὰ τὸ κύριον ὁ Φοῖνιξ ἀπὸ τοῦ, ὡς εἰκός, πεφοινίχθαι τὴν ὄψιν χυμῷ φιλίῳ καλεῖσθαι δοκεῖ, οὕτω καὶ αὐτὸς ἀπὸ τοῦ ἐρεύθεσθαι, φυλαχθείσης τῆς ευ διφθόγγου, ὡς καὶ ἐν τῷ ἐρευθέδανον καὶ ἐνέρευθες, διὰ τὸ μὴ ἔχειν κακοφωνίαν. Ἔνθα γὰρ κακοφωνεῖται ἡ παραγωγή, ἐκεῖ ἐκτρέχει τὸ ε τῆς διφθόγγου, ὡς καὶ ἐν τῷ ἐρυθρόν. ἐρεύθω γὰρ ἐρευθερόν καὶ ἐν συγκοπῇ ἐρευθρόν καὶ ἀπελεύσει τοῦ ε δι' εὐφωνίαν ἐρυθρόν, ὁμοίως τῷ ψεύδω ψευδηρός, ψευδρός καὶ ψυδρός, ὡς τὸ "ψυδραῖσι φήμαις". [Καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ μὲν τοῦ ἐρεύθω ἐνεστῶτος γίνεται τὰ εἰρημένα καὶ εἴ τι κατ' αὐτὰ φυλάττει τὴν ευ δίφθογγον, ἐκ δὲ τοῦ ἤρυθον δευτέρου ἀορίστου, ὁμοίου τῷ ἐλεύθω ἤλυθον, γίνεται καὶ τὸ ἐρυθηρόν καὶ ἐν συγκοπῇ ἐρυθρόν καὶ τὸ ἐξ αὐτοῦ κοινότερον λεγόμενον ἐρυθρόδανον καὶ τὸ ἐρύθημα, ἤδη δὲ καὶ νῆσος Ὠκεανῖτις ἡ Ἐρύθεια, ἡ τοῦ Γηρυόνου, ὁμωνυμοῦσα μιᾷ τῶν μυθικῶν πολλῶν Ὠκεανίδων. Δῆλον δὲ καὶ ὅτι Ἐρευθίων ἐστὶ τὸ πρωτόθετον, ἡ δὲ αλ συλλαβὴ ἐπλεόνασε διὰ λειότητα φωνῆς, ὅπερ ἔν τε ὀνόμασι γίνεται τοῖς διὰ τοῦ αλεος καὶ ἐν τῷ μάσσω [427] μαλάσσω καὶ στάζω σταλάζω.]
(v. 137 s.) Ὅρα δὲ ὅτι καὶ τὸν Ἀρηΐθοον δὶς ὠνόμασεν ἐπαναληπτικῶς ἐν ἑνὶ τόπῳ διὰ τὸ ἔνδοξον τοῦ ἀνδρός, εἰπὼν ὁμοιοπτώτως, ὡς ἔθος, Ἀρηϊθόου ἄνακτος, δίου Ἀρηϊθόου. Τὸ δὲ "ἐπίκλησιν" παρὰ τοῖς ὕστερον συγκοπὲν τὸ ἐπίκλην ἐπίρρημα πεποίηκεν, ὃ δηλοῖ κλῆσίν τινα ἑτέραν ἐπὶ κυρίῳ ὀνόματι νόμῳ ἐπιθέτων. Ἐνταῦθα δὲ καὶ τρόπος ἐτυμολογίας ὑποφαίνεται ἐν τῷ "ἐπίκλησιν κίκλησκον". τὸ γὰρ καλεῖν ἐν ἀμφοτέραις ἐτυμολογικῶς παρηχεῖται ταῖς λέξεσιν. Ὁμοίου δὲ τρόπου καὶ τὸ "κορυνήτην ἐκάλουν ἄνδρες καὶ καλλίζωνοι γυναῖκες, διότι σιδηρᾷ κορύνῃ ῥήγνυσκε φάλαγγας". Ἐτυμολογία γὰρ ἐνταῦθα τοῦ κορυνήτου ἐστί.
(v. 141) Κορύνη δέ, ἣν καὶ αὐτὴν δὶς ἔφη, ἐπιμείνας διὰ τὸ τῆς λέξεως καίριον, ἁπλῶς μὲν πᾶσα ῥάβδος κεφαλωτὴ παρὰ τὴν κάραν, ὅθεν καὶ ἡ κόρυς. Εἰ δὲ τὸ τοῦ ξύλου ἐξ ἄκρου παχὺ σιδηροῦν εἴη, τότε καὶ σιδηρείη κορύνη λέγεται ἀπὸ τοῦ κεφαλωτοῦ μέρους οὕτω κληθεῖσα, ὥσπερ καὶ ῥόπαλόν τι λέγεται ἀπὸ τοῦ ἄκρου μὴ ὀρθοῦ ὄντος, ἀλλὰ ῥέποντος. Οὕτω καὶ ἡ πολεμικὴ κάμαξ ἀπὸ ξύλου συγκειμένη καὶ σιδήρου δόρυ μὲν λέγεται διὰ τὸ ξύλον, αἰχμὴ δὲ διὰ τὸν σίδηρον. Ἰστέον δὲ ὡς οὐ δῆλον εἴτε ἡ κεφαλὴ τῆς ῥηθείσης κορύνης μόνη σιδηρᾶ ἦν, εἴτε καὶ ὅλην αὐτὴν σίδηρος συνεκρότει, ὥσπερ καὶ δόρυ τὸ μὲν αἰχμὴν μόνην εἶχε σιδηρᾶν, τὸ δὲ ὁλοσίδηρον ἦν κατὰ τὸ σίγυμνον, ἢ μᾶλλον σύγινον, περὶ οὗ προδεδήλωται.
(v. 139) Τὸ δὲ "καλλίζωνοι" ταὐτόν ἐστι τῷ εὔζωνοι. τὸ [428] μέντοι βαθύζωνοι ἑτεροῖόν ἐστι, τὸ δὲ καλλίπεπλοι περιττότερον τούτων ἐστί. Περίπυστον δὲ δηλοῖ ἄνδρα, ὡς καὶ ἀλλαχοῦ εἴρηται, τὸ καὶ ἀνδράσι καὶ γυναιξὶ περιᾴδεσθαι.
(v. 141) Τὸ δὲ "ῥήγνυσκε φάλαγγας" ἀφορμή ἐστι καὶ αὐτὸ συνθέτου ὀνόματος τοῦ ῥηξήνωρ, ὃς φάλαγγας ῥήγνυσιν ἀνδρῶν.
(v. 142) Λυκοῦργος δὲ ὁ ἐνταῦθα ἕτερός ἐστι παρὰ τὸν προδηλωθέντα Θρᾷκα, τὸν τοῦ Διονύσου διώκτην. Τὸ δὲ "δόλῳ, οὔ τι κράτεΐ γε" περιττῶς διπλάζεται. δῆλον γὰρ ὡς ὁ δόλῳ ἀνελὼν οὐ κράτεϊ ἀναιρεῖ.
(v. 143) Τὸ δὲ "στεινωπῷ ἐν ὁδῷ" ἐντελῶς εἴρηται. ὅτε μέντοι ἐρεῖ τις μόνον τὸ στεινωπῷ, οἷον· ἔπεφνεν ἐν στεινωπῷ ἤ· διέτριβεν ἐν στεινωπῷ, τηνικαῦτα ἐλλιπῶς λέγεται.
(v. 144) Οὕτω δὲ καὶ τὸ μὲν "ἔχραισμεν ὄλεθρον" ἐντελὲς ἔοικεν εἶναι, τὸ δὲ "οὐκ ἄν σοι χραίσμῃ σκῆπτρον" καὶ τὰ ὅμοια, ἐλλιπῶς ἔχειν. Ὡσαύτως καὶ τὸ μὲν μῶλον Ἄρηος ἐντελές ἐστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, μῶλον δὲ ἁπλῶς εἰπεῖν τὸν πόλεμον ἐλλέλειπται. Λέγονται δὲ καὶ πόλεων στενωποὶ αἱ στεναὶ ἄμφοδοι διὰ τὸ ἐν αὐταῖς ἀποστενοῦσθαι τοὺς ὦπας εἰς τὸ βλέπειν. Ἀντίκειται δὲ πάντως τῷ στεινωπῷ τὸ εὐρωπόν, οὗ χρῆσις καὶ παρὰ Ὀππιανῷ εἰπόντι που εὐρωπὸν σπήλαιον τὸ πλατύ. Τὸ δὲ "ὅθι οὐ κορύνη ὄλεθρον ἔχραισμεν" οὐκ εὐτελίζων τὴν κορύνην ἔφη ὡς μὴ εὔχρηστον οὖσαν, ἀλλ' ἁπλῶς καὶ νῦν αὐτὸ εἶπε τὸ πρᾶγμα, ὅτι δηλαδὴ τοῦ Λυκούργου ὑποφθάντος περονῆσαι τὸν Ἀρηΐθοον οὐκ ἐχρησίμευσεν αὐτῷ ἡ κορύνη.
(v. 145) Τὸ δὲ περονῆσαι τὸ ῥᾴδιον δηλοῖ τῆς διελάσεως τοῦ δόρατος, ὡς ἐὰν περόνη διά τινος ἦλθεν ὀπῆς. Τοῦτο δὲ οὐ μόνον διαμπερὲς πλῆξαι, ἀλλὰ καὶ ἀντιτορῆσαι εἴποι τις ἂν λαβὼν ἀφορμὴν ἐξ ἑτέρου ῥήτορος, εἰ καὶ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτά που ἐπὶ ἐκτρυπήσεως [429] τοίχου τὴν ἀντιτόρησιν τίθησι. Τὸ δὲ "ὕπτιος οὔδει ἐρείσθη" οὐ φεύγοντα δηλοῖ πεσεῖν τὸν κορυνήτην ἀλλ' ἐξ ἀντιμετώπου μάχης. ἄλλως γὰρ πρηνὴς ἂν ἔπεσεν, εἰ ἔφευγεν.
(v. 146) Ἄρης δὲ δοῦναι τὰ ὅπλα τῷ Ἀρηϊθόῳ λέγεται, ὡς καὶ τόξον ὁ Ἀπόλλων Πανδάρῳ ἢ Εὐρύτῳ. Χάλκεος δὲ Ἄρης, καθὰ καὶ ἀλλαχοῦ εἴρηται, ὡς καὶ Ἀφροδίτη χρυσῆ.
(v. 147) Τὸ δὲ φορεῖν διφορεῖσθαι καὶ ἐνταῦθα δηλοῦται. Ἔστι γὰρ ἐνεστὼς αὐτοῦ φορῶ καὶ φοραίνω ἢ φόρημι, ἐξ οὗ τὸ φορῆναι.
(v. 149) Ὅρα δὲ καὶ ὅτι οὐ συγγενεῖ οὐδὲ ἑταίρῳ, ἀλλὰ φίλῳ θεράποντι δέδοται φορεῖσθαι ἡ τοῦ δεσπότου πανοπλία. προτιμητέοι γὰρ ἐν πολλοῖς καὶ οἱ ἀγαθοὶ θεράποντες.
(v. 151) Τὸ δὲ "ἐδείδισαν" ἀπὸ τοῦ δεδίω ῥήματος γίνεται [δεδιπλασιασμένου. Τὸ γὰρ πρωτότυπον δίω, ἐξ οὗ καὶ διώκω. Χρῆσις δὲ αὐτοῦ καὶ ἐν τῷ "περὶ γὰρ δίε ναυσὶν Ἀχαιῶν", ἤγουν ἐδεδίει περὶ ταῖς ναυσί. Καὶ ἄλλως δέ, γίνεται τὸ ἐδείδισαν] ἀπὸ τοῦ ἐδεδίεσαν κατὰ συγκοπήν. Δῆλον δὲ ὡς διαφέρει τρέμειν καὶ δεδιέναι, εἴγε καὶ μὴ δεδιώς τις ὅμως τρομέει ποτὲ ῥιγῶν ἢ καὶ διὰ νόσον. [Ἰστέον δὲ ὅτι τὸ τρομέειν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, γενόμενον ἀπὸ τοῦ τρέμω τρόμος τρομῶ, ὅμως οὐκ ἔσχεν ὀγκῶσαι τὴν ἄρχουσαν κατὰ τὸ τρέχω τρόχος τρωχῶ, καὶ στρέφω στρόφος στρωφῶ καὶ τὰ ὅμοια, ἀλλ' ἐφύλαξε τὴν γραφὴν τοῦ τρόμου δίχα μεγεθυσμοῦ. Καὶ ἴσως ἐποίησε τοῦτο διὰ τὸ μὴ δευτέρας εἶναι συζυγίας κατὰ τὸ τρωχῶ καὶ στρωφῶ καὶ ὅσα τοιαῦτα. Ἡ δ' αὐτὴ αἰτία τῆς τοῦ ο συστολῆς καὶ ἐν τῷ δέμω δόμος δομῶ δομήσω καὶ ἐν ἄλλοις δὲ ὁμοίοις.]
(v. 151 s.) [430] Τὸ δὲ "οἳ δὲ μάλ' ἐτρόμεον, οὐδέ τις ἔτλη, ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν" πρέπει ῥηθῆναι περὶ ἀνδρὸς θαρσαλέως μονομαχήσαντος. Ἔνθα σημείωσαι ὅτι πολυτλήμων καὶ ὁ Νέστωρ, καθά που καὶ ὁ Ὀδυσσεύς, καὶ ὅτι τὸ "οὐδέ τις ἔτλη" τὸ ἐναντίον ἐστὶ τοῦ πολυτλήμων, καὶ ὅτι ἐν τούτοις πάνυ σεμνύνει ὁ Νέστωρ ἑαυτόν. Εἰ γὰρ ἀγεννὲς τό· οὐ τέτληκέ ποτε θυμῷ πόλεμον ὁ βασιλεύς, κατὰ τὸν τοῦ Ἀχιλλέως λόγον, γενναῖος ἄρα ὁ καὶ ἐν ἀταλῇ ἡλικίᾳ [καὶ οὕτως ἀτελεῖ] πολυτλήμων. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ "οὐδέ τις ἔτλη" ἐλλιπῶς λεχθέν. λείπει γὰρ τὸ πολεμίζειν. Ἴσως δὲ καὶ καθ' ὑπερβατὸν αὐτὸ νοεῖται ἀπὸ κοινοῦ. Ἐπάγει γὰρ "ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν", ἔνθα τὸ πολυτλήμων ἀντίκειται πρὸς τὸ "οὐδέ τις ἔτλη".
(v. 152 s.) Τὸ δὲ "πολεμίζειν θάρσει ᾧ", τουτέστιν ἰδίῳ, ταὐτόν ἐστι περιφραστικῷ νοήματι τῷ πεισθῆναί τινα ἑῷ αὐτοῦ θυμῷ τολμήεντι παρακινδυνεῦσαι εἰς ἔργον, ὅπερ ἐν τοῖς ἑξῆς που ὁ γέρων ἐρεῖ.
(v. 154) Ἐν δὲ τῷ "μαχόμην οἱ ἐγώ" κατ' ἐξοχήν τινα εἴρηται τὸ ἐγώ, ὥς που καὶ τὸ αὐτός. οὕτω δέ ποτε καὶ τὸ ἐκεῖνος. Ἴσως δὲ καὶ θαῦμα ἡ λέξις δηλοῖ, εἴπερ νεώτατος ὢν ὁ Νέστωρ οὕτως ἐν ἥβῃ ἐθάρσει. Ἄλλως μέντοι περιττῶς κεῖται. ἤρκει γὰρ εἰς τελείαν ἔννοιαν καὶ μόνον τὸ ἐμαχόμην δίχα τοῦ ἐγώ. Τοιοῦτον καὶ ἀλλαχοῦ τὸ "καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ".
(v. 154) Τὸ δὲ "δῶκε δέ μοι εὖχος Ἀθήνη" ταὐτὸν δ' εἰπεῖν φρόνησις, καθυποφαίνει διὰ συνέσεως περιέργου τινὸς περιγενέσθαι τοῦ Ἐρευθαλίωνος Νέστορα τὸν νεώτατον.
(v. 156) Τὸ δὲ "πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα" ἐπὶ μεγαλοσωμάτων καὶ ἐκλύτων ῥηθήσεται. Δηλοῖ δὲ τὸ μὲν ἔνθα καὶ ἔνθα τὸ εἰς μῆκος καὶ εἰς πλάτος. Τὸ δὲ παρήορος ἀντὶ τοῦ παρηρτημένος, ὅ ἐστι κεχυμένος ὧδε καὶ ἐκεῖ, ἔκλυτος, χαῦνος, καὶ οὕτω πολὺν ἐπέχων τόπον τῷ σώματι. Εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τοῦ παρηόρου ἵππου, περὶ οὗ ἀλλαχοῦ ῥηθήσεται. Τέως δ' οὖν δῆλον ὡς ὁμωνύμως οὐ μόνον ἵππος παρήορος, ἀλλ' ἰδοὺ καὶ ἄνθρωπος ὁ κατὰ τὸν Ἐρευθαλίωνα μετὰ τὸ πεσεῖν κείμενος οὐκ ἐν συνοχῇ τινι καὶ [431] συστολῇ, ἀλλὰ πάρετος, ἐκτεταμένος, κατὰ τὸν εἰπόντα Τραγικὸν τὸ "ἓν γὰρ ἐκτενεῖ σ' ἔπος", ἤγουν εἷς λόγος ἐκτάδην ῥίψει. [Ὁ δέ γε παρὰ τῷ Θεοκρίτῳ "πάραρος" ἑτεροῖός ἐστι παρὰ τὸν παρήορον, ὁποῖος ἂν καὶ λαμβάνοιτο. Δηλοῖ γὰρ τὸν μὴ φρενήρη, ταὐτὸν δ' εἰπεῖν, εὖ ἀρηρότα κατὰ νοῦν, ἀλλὰ ψευδόμενον τὴν νοερὰν ἁρμονίαν καὶ παρατετραμμένον τοῦ οὕτως ἀρηρέναι.] Πρωτότυπον δέ ἐστιν ὁ πολλὸς τοῦ πολλόν ἐπιρρήματος, γενομένου ἐκ τῆς τούτου ἑνικῆς αἰτιατικῆς. Διὸ καὶ ἐν δυσὶ λ γράφεται καὶ αὐτό, καθὰ καὶ αἱ πᾶσαι πλάγιοι τοῦ πολλός, ἀνάπαλιν ἤπερ ἐπὶ τοῦ ὁ πολύς καὶ τῶν ἐξ αὐτοῦ. [Σημείωσαι δὲ ὅτι πάνυ καίριον τε καὶ ἀστεῖον ἐνταῦθα τὸ πολλός. Δηλοῦται γὰρ δι' αὐτοῦ διωρισμένου ποσοῦ ὄντος, εἴτ' οὖν διεχοῦς, οὐ μὴν συνεχοῦς, τὸ μὴ ἂν δοκεῖν τὸν Ἐρευθαλίωνα ἕν τι σῶμα εἶναι συνεχές, ἀλλ' ὡς οἷον διεσπάρθαι ὧδε καὶ ἐκεῖ τῇ παρέσει τῶν μελῶν τοῦ τοσούτου σώματος. ᾧ ἐναντίος ὁ κατὰ τὸν Κύκλωπα ὀλίγος Ὀδυσσεύς.]
(v. 157) Ἐν δὲ τῷ "ἡβώοιμι" σημειοῦνται οἱ παλαιοὶ ἔφεσιν ταύτην ἀνθρωπίνην εἶναι, τὸν ἡβῶντα μὲν εἰς γῆρας ἐλάσαι, τὸν δὲ γέροντα εἰς ἡβῶντα ἐπανακάμψαι. Γίνεται δὲ τὸ μὲν ἡβῷμι ἐκ τοῦ ἡβῶ δισυλλάβου ῥήματος, τὸ δὲ ἡβώοιμι ἐκ τοῦ ἡβώω τρισυλλάβου. Τὸ δὲ "βίη δέ μοι ἔμπεδος εἴη" τοῦ ἡβώοιμι ἔχεται, ὡς τῆς ἀνδρικῆς ἥβης ἐχούσης τὴν ἔμπεδον βίην, οὐ μὴν τῆς ἁπλῶς ἥβης.
(v. 158) Τὸ δὲ "ἀντήσειε μάχης" εἴρηται συνήθως ἀντὶ τοῦ ἐπιτύχῃ, ἄντην γένηται, καιριώτερον δὲ εἰπεῖν, ἀντίον ἔλθοι, ὡς εὐθὺς μετὰ βραχέα φανεῖται. Τοιοῦτον σὺν ἄλλοις καὶ τὸ "οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον".
(v. 159 s.) Ἐν δὲ τῷ "ὑμῶν οἵ περ ἔασιν ἀριστῆες, οὐδὲ αὐτοὶ προφρονέως μέματε ἀντιστῆναι" καινότης ἐστὶ [432] σχήματος. Ἢ γὰρ κατὰ τὸ ἔασιν ὤφειλεν εἶναι καὶ τὸ μεμάασιν ἐν τρίτῳ προσώπῳ πληθυντικῷ, ἢ κατὰ τὸ μέματε δεύτερον πληθυντικὸν ὤφειλεν εἶναι καὶ τὸ "οἵ ἐστε ἀριστεῖς". Ἐσχημάτισε δὲ οὕτως ὁ γέρων οὐ μόνον διὰ καινοτροπίαν ἐπιστρέφουσαν ἀσφαλῶς τὸν ἀκροατήν, ἀλλὰ καὶ δι' εὐχρηστίαν μέτρου, καὶ ἄλλως δὲ διὰ κρᾶμα τραχύτητος καὶ ἐπιεικείας. Σφοδρὸν μὲν γὰρ τὸ "οὐ μέματε", ἤγουν οὐ προθυμεῖσθε εἰς μονομαχίαν, οἷα ἐν σχήματι ἀποστροφῆς λεχθὲν κατὰ προσώπων ἡρωϊκῶν, λειότερον δὲ τὸ "οἵ περ ἔασι" καὶ οὐ κατὰ τὸ "οἵ περ ἐστέ". αὐτὸ γὰρ σφοδρῶς ἂν οὕτως ἐρρέθη. Τὸ δὲ ἀντίον ἐλθεῖν ταὐτόν ἐστι τῷ ἀντῆσαι, ὃ ἀνωτέρω εἴρηται.
(v. 161-169) Ὅτι μέγα τι ἔδρασεν ἐν τοῖς ἄρτι οὐ μόνον ἡ προρρηθεῖσα σφοδρὰ τοῦ Μενελάου ἐπιφορὰ κατὰ τῶν ἀριστέων καὶ ἡ τοῦ βασιλέως μετ' αὐτὸν ἀμυδρὰ κολακεία ἐπὶ τοῖς αὐτοῖς, ἀλλὰ καὶ μάλιστα ὁ Νέστορος ἐρεθισμός, ὅτι μηδὲ ἔστιν ἀγαθὴν παραίνεσιν ἀπρακτῆσαί ποτε παρὰ τῷ ποιητῇ, ἀλλ' ἅμα ἐκείνη ἅμα ἔργον, καθὰ δηλοῖ καὶ νῦν τὸ "ὣς νείκεσσ' ὁ γέρων, οἳ δ' ἐννέα πάντες ἀνέσταν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δ' ἔπι Τυδείδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δ' ἔπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δ' ἔπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρεϊφόντῃ, τοῖσι δ' ἔπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς. πάντες ἂρ οἳ δ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ". Ἔνθα καὶ σημείωσαι τίνας ὁ ποιητὴς τῶν ἡγεμόνων κρίνει μετὰ τὸν Ἀχιλλέα ἐν Ἕλλησιν ἀριστεῖς, καὶ ὅτι κἀνταῦθα τῷ ἐννέα ἀριθμῷ συνήθως ἐχρήσατο, ὃν διὰ τὰς Μούσας φιλεῖ. τῶν δὲ ἐννέα ὑπερεξαίρει τρεῖς μόνους, ὡς μετ' [433] ὀλίγα εἰρήσεται. Οὕτως ἡ τοῦ Νέστορος συμβουλὴ καὶ τὸ τῆς παλαιᾶς ἀριστείας διήγημα ἠρέθισεν ἀναστῆναι τοὺς οἵους τε ὄντας Ἕκτορι ἀντιμάχεσθαι, ὡς εἶναι καὶ νῦν ἀληθῆ τὴν λέγουσαν παροιμίαν, ὡς βουλὴ μὲν ἄρχει, χεὶρ δ' ἐπεξεργάζεται. Σημείωσαι δὲ καὶ ὅτι τῶν ἐννέα ἀριστέων τούτων ἕνα μόνον τὸν Ἰδομενέα ψιλῶς ἐκφέρει, ὡς προέκκειται, καὶ ἕτερον μετὰ πατρωνυμίας τὸν Ἀνδραιμονίδην Θόαντα, τοὺς δὲ λοιποὺς μετὰ καί τινων ἐπαίνων φράζει, ὡς προσεχῶς γέγραπται, ποικίλος καὶ ἐνταῦθα ὤν. Ὅρα δὲ ὅτι τε τὸ πάντες κατὰ παρολκὴν καὶ νῦν συνήθως κεῖται ἐν τῷ "ἐννέα πάντες ἀνέσταν", καὶ ὅτι καιρία λέξις ὡς ἐν ποιήσει τὸ ὦρτο, διὸ καὶ δὶς ἐνταῦθα ἐτέθη, καὶ ὅτι τὸ "τοῖσι" κατὰ σχῆμα κάλλους ἐν στίχοις προκατάρχει τρισί, καὶ ὅτι τὸ "ἐπιειμένοι ἀλκήν" ὁμοίως ἐσχημάτισται τῷ "ἀναιδείην ἐπιειμένος", περὶ οὗ ἐν τῇ α΄ ῥαψῳδίᾳ εἴρηται.
(v. 166) Ἐνυάλιος δὲ κατὰ μὲν τοὺς πλείους ὁ πολεμικός, ἀπὸ τῆς Ἐνυοῦς. Τινὲς δὲ ὥσπερ τὴν Παλλάδα διὰ φόνον τοῦ Πάλλαντος, οὕτω καὶ τὸν Ἐνυάλιον διά τι τοιοῦτον κεκλῆσθαί φασιν. Ἀρριανὸς γοῦν ἱστορεῖ, ὅτι ἐλθὼν Ἄρης εἰς τὰ τῆς Θρᾴκης χωρία, ὅπου τὰ οἰκία ἦν τῷ Ἐνυαλίῳ, ἤθελε ξενισθῆναι. ὁ δὲ οὐκ ἤθελε δέχεσθαι, φάμενος οὐκ ἂν ξενίσαι ἄλλον ἢ ὃς κρείσσων αὐτοῦ τὰ πολέμια ἔλθοι. καὶ ὃς "ὥρα σοι ξενίζειν ἐμέ, καθότι κρείσσων σοῦ φημι τὰ πολέμια εἶναι". Τοῦ δὲ Ἐνυαλίου ἀποφάσκοντος ἔρχεται εἰς χεῖρας καὶ ἐπὶ πολὺ τῆς μάχης ἐκταθείσης τέλος ὁ Ἐνυάλιος πίπτει ὑπὸ τῷ Ἄρεϊ, πληγεὶς ὅπλῳ τῇ ῥομφαίᾳ. Διὸ καθότι μέγα τοῦτο ἆθλον ὁ Ἄρης νέος ὢν ἐξετέλεσεν, ἐκαλεῖτο ἐπ' αὐτῷ Ἐνυάλιος. Τὸ δὲ ἀνδριφόντης διφορεῖται, ὡς ἐν ἄλλοις ἐστὶ δῆλον. Σημείωσαι δὲ ὅτι τὸ ἀνδριφόντης ἐστὶ μὲν ταὐτὸν τῷ βροτολοιγός καὶ ἀνδροφόνος, ἀποκεκλήρωται δὲ εἰς ὄνομα τῷ Ἄρει. Τὸ μέντοι ἀνδροφόνος ἀνθρώπινον, εἴγε καὶ ὁ Ἕκτωρ ἀνδροφόνος που λέγεται.
(v. 162) Ὅρα δὲ καὶ ὅπως τὸν βασιλέα σεμνύνει ὁ ποιητὴς οὐχ' ἁπλῶς εἰπών, ὅτι πρῶτος ὦρτο, ἀλλὰ πολὺ πρῶτος. καὶ ἔχει ὁ βασιλεὺς τοῦτο τῶν ἄλλων σεμνότερον, εἰ καὶ ὁ Αἴας κρείττων ἐστὶν ἄλλως αὐτοῦ, ὡς φανήσεται. Εἰκότως δὲ προανίσταται, ἵνα μὴ φιλοψυχεῖν δόξῃ ὁ τὸν ἀδελφὸν ἤδη [434] κωλύσας τοῦ μονομαχῆσαι, καί ποθεν ἀκούσῃ ὡς, εἴπερ οἱ βασιλεῖς ἀπόμαχοι φιλοῦσιν εἶναι, τί δὴ τοὺς ἄλλους εἰς κίνδυνον παραβάλλονται. Καὶ δοκεῖ μεμελετῆσθαι ἤδη τὸ τοιοῦτον θάρσος τῷ βασιλεῖ. Φάμενος γὰρ πρὸ βραχέων ἀναστήσεσθαί τινα πρόμαχον ἀξιόλογον τῷ Ἕκτορι αὐτὸς ἄρτι πρῶτος εἰς ἔργον ἀναπηδᾷ, ὡς οὕτω κατὰ ζῆλον ἐπαινετὸν καὶ ἄλλους ἐποτρυνθῆναι πεισθέντας ἑῷ θυμῷ τολμήεντι, καθά που καὶ ἐν τοῖς ἑξῆς ὁ γέρων Νέστωρ τοῦ βασιλέως Μενελάου νύκτωρ προεξαναστάντος καὶ πονουμένου φησίν· οὕτως οὔτις οἱ ἀπιθήσει Ἀργείων, ὅτε κέν τινα ἐποτρύνῃ καὶ ἀνώγῃ. Τὸ δὲ "πολὺ πρῶτος" μὴ συναναστῆναί τινι τὸν βασιλέα δηλοῖ, ἀλλὰ τῶν ἄλλων τοῦδέ τινος πρὸ τοῦδε ἀνισταμένων αὐτὸν πολὺ πρῶτον ἀναπηδῆσαι.
(v. 169) Τὸ δὲ "ἤθελον πολεμίζειν Ἕκτορι" ἢ τὸ ἐβούλοντο δηλοῖ κοινότερον, ἢ ἀντὶ τοῦ ἠδύναντο εἴληπται. πολλάκις γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις λαμβάνεται, ὡς καὶ ἐν τῷ "οὐδέ τις ἤθελεν ὁμοιωθῆναι τῷ Ὀδυσσεῖ", καὶ "οὐδ' ἔθελε προρρέειν", ὁ ποταμὸς δηλαδή.
(v. 171-174) Ὅτι βούλεται ὁ Νέστωρ τοὺς ῥηθέντας ἐννέα προμάχους κλήρῳ λαχεῖν εἰπὼν "κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὅς κε λάχῃσιν. οὗτος γὰρ δὴ ὀνήσει Ἀχαιούς, καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι δηΐου ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος". Δῆλον δὲ ὅτι ὀνήσει τοὺς Ἀχαιοὺς ὁ τοιοῦτος τιμήσας αὐτοὺς καὶ τῷ αὐτῷ αὖθις ὀνηθήσεται τιμηθεὶς οἷα νικητής. Καὶ ἄλλως δὲ κατὰ τὸν λόγον τοῦ Νέστορος ὀνηθήσεται τὴν ἰδίαν ψυχήν, ὡς περισωσάμενος ἑαυτὸν καὶ γέρας οἷον τοῦτο σχὼν πολυτίμητον.
(v. 171) Σημείωσαι δὲ ὅπως τῇ τύχῃ ἐπιρρίπτει τὴν τοῦ ἀρίστου ἐπιλογὴν ὁ συνετώτατος καὶ οὐκ αὐτὸς ἐπικρίνει, οὐ μόνον ἵνα μὴ λυπήσῃ τοὺς λοιποὺς ἕνα τινὰ ἐπιλεξάμενος, ἀλλὰ καὶ ὅτι πάντας ἀξιομάχους οἶδε πρὸς Ἕκτορα. Διὸ σεμνότερόν τι καὶ ἐνδοξότερον ποιῶν τῇ τύχῃ ἐπιτρέπει τὴν ἐπίκρισιν, εὖ εἰδὼς ὡς ὁποῖος ἂν ἐκπεσεῖται πρῶτος τῷ κλήρῳ, ἀξιόλογος ἂν ἐκβαίη ἀντίμαχος τῷ Ἕκτορι. Τὴν δὲ ῥηθεῖσαν αἰτίαν τοῦ κλήρου ἀναπτύσσει που καὶ ὁ Ἀρριανὸς λέγων περί τινος, ὅτι εἰς κλῆρον τοὺς δεῖνα καθίστασθαι ἐδικαίου, οὐ θέλων ὡς γέρας αὐτὸ τῷ ἑτέρῳ ἀπονείμασθαι, οὐδὲ ἀτιμῶσαι τὸν [435] οὐ προκριθέντα εἰς μάχην. Ἰστέον δὲ ὅτι παλάσσειν οὐ μόνον, ὡς πολλαχοῦ φαίνεται, τὸ μολύνειν, ἀλλὰ καὶ τὸ κληροῦσθαι καὶ λαγχάνειν, ὡς δῆλον ἐκ τοῦ "κλήρῳ πεπάλαχθε". Παράγεται δὲ ἀπὸ τοῦ πάλλω, τὸ κινῶ, ἐξ οὗ καὶ πάλος ὁ κλῆρος, ὅθεν ἀντίπαλος ὁ κατὰ πάλον ἐναντίος ἢ καὶ ἰσοπαλής, ὡς προδεδήλωται, καὶ κατὰ πάλον ἶσος, καὶ παλτὸν εἶδός τι ὅπλου, ἐξ οὗ καὶ ὁ παρὰ Σοφοκλεῖ δίπαλτος φονεύς [καὶ παλτὸν πῦρ, τὸ κεραύνιον, ἐκ τοῦ πάλλω δὲ καὶ τὸ παρὰ Πινδάρῳ δυσπαλές, καὶ ἄλλα οὐκ ὀλίγα.] Κλῆρος δὲ λέγεται νῦν μὲν ἀπὸ τοῦ καλεῖν τινα εἰς ἔριν πολέμου, ἄλλως δὲ ἁπλῶς ἐν τῷ καθόλου ἀπὸ τοῦ καλεῖν τινα εἰς προκείμενον ἔργον ἢ πρᾶγμα. ὡς δὲ καὶ ἀπὸ κάλου, ὅ ἐστι ξύλου, παράγεσθαι ὁ κλῆρος λέγεται, προγέγραπται καὶ αὐτό. Οὐκ ἔχει δὲ καιριωτέραν τοῦ κλήρου λέξιν ὁ ποιητής, διὸ πεντάκις ἐνταῦθα λέγει αὐτὴν "κλήρῳ νῦν πεπάλαχθε", καὶ "κλῆρον ἐσημήναντο ἕκαστος", καὶ "ἐκ δ' ἔθορε κλῆρος Αἴαντος", καὶ "γνῶ δὲ κλήρου σῆμα ἰδών", καὶ "ὦ φίλοι, ἤτοι κλῆρος ἐμός". Καὶ ἡ τοῦ λαχεῖν δὲ λέξις δὶς ἐνταῦθα λέγεται διὰ τὸ καίριον, εἰωθυῖα λέγεσθαι ἐπὶ τῶν ἀπὸ τοιούτου κλήρου ἐρχομένων τινί. Παρὰ μέντοι τοῖς ὕστερον καὶ ἀπὸ ψήφου λαχεῖν τις ἐλέγετό τι. Ἰστέον δὲ καὶ ὅτι τὸ λαχεῖν ἀποτέλεσμα ἐστι τοῦ κληροῦσθαι, ὡς δηλοῖ τὸ "κλήρῳ νῦν πεπάλαχθε, ὅς κε λάχῃσι", τουτέστι κληρώσασθε, ὅ ἐστι κλήρους βάλετε, τίς ἂν λάχῃ πρῶτος δηλαδὴ ἀντιστῆναι τῷ Ἕκτορι. Ἄλλως μέντοι καὶ εἰς ἶσον ἔρχεταί ποτε τὸ κληροῦσθαι καὶ τὸ λαγχάνειν, [ἐφ' οἵου ἄν τις ἐρεῖ σημαινομένου αὐτά, εἴτε ἐπὶ τοῦ πάλαι κατὰ τὸν ἱστορούμενον λαχμόν, εἴτε ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον καθ' ἑτεροῖον εἱρμὸν ἀκολουθίας.] Ὄνομα δὲ τοῦ λαχεῖν οὐ μόνον τὸ λάχος, [436] ἀλλὰ καὶ τὸ λαχμητήριον καὶ ὁ λαχμός. Λαχμὸς δὲ οὗτος ἑτεροῖος τοῦ ἐν Ὀδυσσείᾳ. ἐκεῖνος γὰρ δάσος ἐρίων δηλοῖ, ᾧ δάσει ἀνάπαλιν ἡ λάχνη ἔχει. [Ἀπὸ δέ γε τοῦ κλήρου γίνεται οὐ μόνον ἡ κληρονομία, κλήρου δίκην καθήκουσά τινι ὡς λάχος, ἀλλὰ καὶ ἡ παροιμιώδης ἀποκλήρωσις, τύπωμά τι οὖσα ψυχῆς νοερᾶς, καθ' ὃ φαμὲν τὸ "τίς ἡ ἀποκλήρωσις τοῦ τόδε τι εἰπεῖν". Ὁ κλῆρος δὲ παράγει καὶ τὰς παρὰ Ἀττικοῖς ἐπικλήρους. Ἐλέγετο δὲ ἐπίκληρος οὐ μόνον ἡ ἐκδοθεῖσά τινι πρὸς γάμον, ὡς μετ' οὐ πολλὰ δηλωθήσεται, ἀλλὰ καὶ ἡ παρὰ τῷ πατρὶ μὲν ἔτι οὖσα, ἐλπιζομένη δὲ καθήκειν αὐτῇ πᾶσαν τὴν πατρόθεν οὐσίαν. ἐκαλοῦντο δὲ οὕτω, κἂν δύο ἦσαν ἢ καὶ πλείονες. Ἡ δὲ ἐπίκληρος, φασί, καὶ μάνδα πρός τινων ἐκαλεῖτο, ὑπ' ἐνίων δὲ πατροῦχος. Ἔτι ἐκ τοῦ Ὁμηρικοῦ κλήρου ἔλαχε τοῖς ὕστερον τροπικώτερον καὶ ἡ σύνθεσις τῆς κληρουχίας [437] καὶ τῆς ὁλοκληρίας καὶ τῶν ὁμοίων.] Τὸ δὲ διαμπερές ἀντὶ τοῦ διὰ πάντων τῶν ἐννέα. διὸ ἐπάγει "οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος".
(v. 174) Ὁ δὲ δήϊος πόλεμος καὶ ἡ αἰνὴ δηϊοτής, ὡς καὶ προείρηται, ταὐτὸ σημαίνουσι.
(v. 189) Κλήρου δὲ σῆμα ἢ περιφραστικῶς τὸν κλῆρον λέγει ἢ κλῆρον μὲν τὸ σῶμα τὸ διδόμενον πάλλεσθαι, σῆμα δὲ τὸ ἐν αὐτῷ τυπωθὲν σημεῖον. Διό φησι "κλῆρον ἐσημήναντο ἕκαστος". Οὐ γράμματα δὲ νοητέον ἐξ ἀνάγκης τὰ τοιαῦτα σήματα, εἴδωλα δέ τινα, ἢ ἁπλῶς ἐκτυπώματα ἐν ὑποκειμένῳ εὐτελεῖ λιθιδίῳ τυχὸν ἢ ξυληφίῳ ἢ τοιούτῳ τινί. Αἴας οὖν τὸν αὐτοῦ κλῆρον ἐν τοῖς ἑξῆς ἐκ τοῦ κήρυκος λαβών, ὃν αὐτὸς ἐπιγράψας κυνέῃ ἔβαλε, παρὰ πόδα χαμάδις ἔρριψεν ὡς εὐτελῆ τινα ὄντα. Ζητητέον δ' ἐνταῦθα καὶ τὸν παρὰ Σοφοκλεῖ δραπέτην κλῆρον, ὃς εὐτελὴς ἦν καὶ αὐτός. Ὅτι δὲ γράψαι μὲν λέγει ὁ ποιητής, γράμμα δὲ οὔ, ἀλλ' ἀντ' αὐτοῦ τὸ σῆμα, προγέγραπται.
(v. 176) Ὅτι ἕκαστος τῶν ῥηθέντων ἀριστέων κλῆρον, καθὰ ἐρρέθη, ἐνσημηνάμενοι ἐνέβαλον τῇ τοῦ βασιλέως κυνέῃ. Καὶ ὅρα ὅτι παλλόμενόν τι σῶμα ἐνσεσημασμένον ὁ κλῆρος ἦν.
(v. 177-180) Ὅτι παλλομένων τῶν κλήρων εὔξαντο Ἀχαιοί. Φησὶ γὰρ "λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης". Καὶ ὅρα τίνας ἐπικρίνει ὁ ποιητὴς κρείττους εἶναι τῶν ἐννέα παρ' Ἕλλησιν ἀριστέων, καὶ ὅτι ἐν τῇ ἀπαριθμήσει προτάξας τὸν βασιλέα ὡς προεξαναστάντα, ὅμως ἐν τῇ τῶν Ἑλλήνων εὐχῇ καὶ τῇ τῶν ἀρίστων ἐπιλογῇ προτάττει μὲν τὸν Αἴαντα, ὕστερον δὲ τάσσει τὸν βασιλέα, καὶ ὅτι εἰς οὐρανὸν ὁρῶντες Ἕλληνες εὔχονται, ἔνθα ἱδρῦσθαι τὸ θεῖον δοκεῖ, καὶ ὅτι τὸ εὐξάμενον μέρος κἀνταῦθα εὐτυχεῖ, καὶ ὅτι τὸ "θεοῖσι δέ" διαιρεθὲν γράφεται καὶ οὕτως "ἠρήσαντο θεοῖς", εἶτα "ἰδὲ χεῖρας ἀνέσχον", τουτέστιν ἀνέτειναν εἰς ἐκείνους, ὃ δὴ παρακολούθημά ἐστιν εὐχῆς ὡς οἷον ἐχομένων τοῦ θείου τῶν εὐχομένων ‑ Διὸ καὶ δοκεῖ παρὰ τὸ τοῦ εὖ ἔχεσθαι [438] συντεθεῖσθαι ἡ εὐχή ‑ , ἢ καὶ ὡς προκαλουμένων τὴν ἐκεῖθεν ἀντοχήν. Τὸ δὲ σχῆμα κἀνταῦθα τῆς εὐχῆς Ἀττικῶς ἤπεικται κατὰ ἔλλειψιν. Λείπει γὰρ τὸ δός, ἵνα λέγῃ ὅτι δὸς τὸν δεῖνα ἢ τὸν δεῖνα λαχεῖν. Παρακατιὼν οὖν φησιν ἐντελέστερον "δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι".
(v. 180) Βασιλεὺς δὲ Μυκήνης ὁ Ἀγαμέμνων, ὡς Ἄργους ὁ Διομήδης καὶ Νέστωρ Πύλου καὶ Σπάρτης Μενέλαος καὶ ἄλλος ἄλλου τόπου. Εἰ δ' ἐν ἄλλοις εὐρυκρείων ὁ αὐτός, ῥητέον ὡς ἑνὶ μὲν τόπῳ ἦν ἐνδιαιτώμενος, τῶν δὲ ἄλλων ψυχῇ δεσπόζων, ὡς διὰ μὲν τὴν Μυκήνην βασιλεὺς λέγεσθαι ἁπλῶς καὶ αὐτός, διὰ δὲ τοὺς ἄλλους εὐρυκρείων. Τισὶ δὲ ἀρέσκει αἱρετὸν εὐρυκρείοντα τὸν Ἀγαμέμνονα χειροτονηθῆναι τοῖς Ἀχαιοῖς ἐν μόνῳ τῷ Ἰλιακῷ πολέμῳ, [καθά που καὶ Εὐριπίδης ἱστορῶν σαφῶς εὕρηται.], ἄλλως δέ γε μικροβασιλέα εἶναι καὶ αὐτὸν καὶ οὐ βασιλέα βασιλέων. Διὸ καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ φησὶ τοὺς Ἀχαιοὺς αὐτίκα μνήσεσθαι νόστου, εἰ πέσοι Μενέλαος, ὡς οὕτω συντεθὲν αὐτοῖς καὶ μηκέτι ἀνάγκης οὔσης παραμένειν. Καὶ Διομήδης δέ που ἐρεῖ, κἂν πάντες Ἀχαιοὶ ἀπονοστήσωσι, μόνος αὐτὸς Σθένελός τε παραμενεῖν καὶ πολεμήσειν, ὡς μὴ ἀνάγκην ἔχοντες συναπονοστεῖν. Καὶ τῷ Ἀχιλλεῖ δὲ ἐξῆν εἰπεῖν "ἄπειμι Φθίηνδε", ἤδη δὲ καὶ τῷ Πατρόκλῳ. τάχα γὰρ ἦν καὶ αὐτῶν ἑκάστῳ λέγειν, ὡς οὐκ οἶδα δεσπότας κεκτημένος, τοὺς Ἀτρείδας δηλαδή. Πολύχρυσον δὲ τὴν Μυκήνην λέγει ἢ ὡς τοιαύτην ἀληθῶς οὖσαν διὰ τὸν ἐν αὐτῇ εὐρυκρείοντα ‑ δεῖ γὰρ ὄντως χρημάτων τῷ εὐρυκρείοντι, εἴπερ τινὶ ἄλλῳ ‑ ἢ κατὰ τοὺς νεωτέρους πολύχρυσος λέγεται, ὡς εἴ τις εἴποι πολύφθορος, οἷα τοῦ χρυσοῦ βιοφθόρου ῥηθέντος παρά τινων. τοῦτο δὲ διὰ τὰς ἐν αὐτῇ δυσπραγίας τῶν ἀρχόντων, τοῦ τε Ἀτρέως καὶ τοῦ Θυέστου καὶ τῶν μετ' αὐτούς, περὶ ὧν Σοφοκλῆς ἔφη τὸ "πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε". Ὅτι δὲ Μυκήνη ἡ πόλις καλεῖται ἢ ἀπὸ γυναικὸς ἡρωΐδος ἢ διὰ τὸν μύκητα τῆς λαβῆς τοῦ ξίφους τοῦ Βελλεροφόντου, καὶ ὅτι πάλαι ποτὲ λαμπρὰ οὖσα ὕστερον ἐξήλειπται καὶ ἐν ὀνόματι μόνῳ κεῖται, γέγραπται καὶ ἀλλαχοῦ. Τὸ δὲ "ἢ αὐτὸν βασιλῆα" [439] ἐξοχικῶς ἐρρέθη, σεμνύνοντος οὕτω τοῦ ποιητοῦ τὸν βασιλέα καί πως ἐξαίροντος τὸ ταπεινὸν τοῦ τρίτον αὐτὸν ταχθῆναι μετὰ τὸν Αἴαντα καὶ τὸν Διομήδην. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ σύντομον τῆς ὀχλικῆς ἠθοποιΐας. δυσὶ γὰρ ἔπεσιν ἡ τοῦ ὁμίλου εὐχὴ περιγέγραπται. Καὶ εἴωθεν οὕτω ποιεῖν Ὅμηρος πανταχοῦ ἐν ταῖς κατὰ πλῆθος ἠθοποιΐαις, καὶ ἡ αἰτία δήλη. Οὕτω δὲ καὶ κατωτέρω ποιήσει, ὀλίγον τι πλατύνας τὴν ἠθοποιΐαν ἐκεῖ ἀναγκαίως διὰ τὸ μὴ μόνον περὶ Αἴαντος εἶναι τὴν εὐχὴν ἀλλὰ καὶ περὶ Ἕκτορος.
(v. 181) Ὅτι τοὺς κλήρους ἔπαλλεν οὐχ' ἕτερός τις, ἀλλὰ γερήνιος ἱππότα Νέστωρ, ὡς καὶ τοῦ τοιούτου ἔργου πολυπειρίας τινὸς γεροντικῆς δεομένου. Ὅτι κατὰ τὴν εὐχὴν τῶν Ἀχαιῶν ‑ οὐ γὰρ ἔστι παρὰ τῷ ποιητῇ εὑρεῖν ἀτελεσφόρητον δικαίαν εὐχήν ‑ ἐξέβη τὰ τοῦ ῥηθέντος κλήρου.
(v. 182-192) Φησὶ γὰρ "ἐκ δ' ἔθορε κλῆρος κυνέης, ὃν ἂρ ἤθελον αὐτοί, Αἴαντος", ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ "ὃν ἤθελον αὐτοί". "Κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. οἳ δ' οὐ γινώσκοντες ἀπηνήναντο ἕκαστος", ὃ παρισοῦται πρὸς τὸ "ἐσημήναντο ἕκαστος". "ἀλλ' ὅτε δὴ τὸν ἵκανε φέρων ἀν' ὅμιλον ἁπάντῃ, ὅς μιν ἐπιγράψας", ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, "κυνέῃ βάλε φαίδιμος Αἴας", αὐτὸς μὲν ὑπέσχεθε χεῖρα, ὁ δὲ κῆρυξ "ἔμβαλεν ἄγχι παραστάς, γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. τὸν μέν", ὡς προδεδήλωται, "πὰρ πόδ' ἑὸν χαμάδις βάλε φώνησέν τε· ὦ φίλοι, ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον". Κάλλιον ἄρα Αἴας τὴν κρείττω ἐλπίδα προβέβληται ἤπερ ὁ Ἕκτωρ. Ὁ μὲν γὰρ ἐκ τοῦ Ἑλένου μαθών, ὡς προείρηται, ὅτι οὔ πώ σοι μοῖρα θανεῖν, οὕτως ἀνδρίζεται, ὁποῖον δή τι καὶ ἐπὶ Κόδρου τοῦ Ἀθηναίου ἱστόρηται, ὅς, εἰ καὶ ἄλλως ἔχει τὰ κατ' ἐκεῖνον ἤπερ τὰ κατὰ Ἕκτορα, ὅμως χρησμῷ θαρρήσας ἠνδρίσατο ἕως καὶ εἰς θάνατον τὸν ὑπὲρ πατρίδος. Αἴας δὲ σφετέρᾳ πεποιθὼς ἀρετῇ λέγει, ἃ λέγει.
(v. 182) Ὅρα δὲ ὅτι τε τὸ "ἐξέθορε κλῆρος κυνέης" ταὐτόν ἐστι τῷ "ἅλμα ἐκούφισεν", ὃ Σοφοκλῆς παρέφρασεν ἐν τῷ "πρῶτος ἔμελλεν ἅλμα κουφιεῖν", καὶ
(v. 183) ὅτι τὸ "φέρων ἀν' ὅμιλον ἁπάντῃ", δὶς εἶπεν ὁ ποιητὴς οὐκ ὀκνήσας οὐδὲ νῦν τὴν διττολογίαν, καὶ ὅτι τὸ ἁπάντῃ οὐ σύνηθες τοῖς μεθ' Ὅμηρον. δισυλλάβως γὰρ ἐκεῖνοι πάντῃ φασί, καὶ ὅτι σεμνὰ κἀνταῦθα τὰ δεξιά.
(v. 184) Τὸν γοῦν κλῆρον ἐπ' ἀγαθῷ οἰωνῷ ἐνδέξια πᾶσιν ἔδειξεν [440] ὁ κῆρυξ, ἤγουν δεξιᾷ χειρὶ φέρων αὐτὸς ἐκεῖνον, ἢ ἐκ δεξιῶν ἱστάμενος τοῖς ἀριστεῦσιν ἐν τῷ δεικνύειν αὐτόν. Ἴσως δὲ καὶ ἀμφότερα, [εἰς ἃ χρήσιμον σὺν ἑτέροις μυρίοις καὶ τὸ "ἐνδέξια πᾶσιν ἐκίρνα", καὶ ἡ παρὰ τοῖς παλαιοῖς δεξίωσις καὶ ὁ τραγῳδικὸς δεξιόσειρος Ἄρης. Ὅτι δὲ καὶ ὁ ἐκ δεξιῶν πταρμὸς οἰωνίζετό τι ἀγαθόν, παλαιὰ νόμισίς ἐστι καὶ αὐτό, οὕτω δὲ καὶ ὁ παλμὸς τοῦ δεξιοῦ ὀφθαλμοῦ κατὰ τὸ "ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός"].
(v. 185) Καὶ ὅτι τὸ ἀπηνήναντο διαφοράν τινα βραχεῖαν ἔχει πρὸς τὸ "αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι". ἄλλο γὰρ ἐκεῖνο καὶ ἄλλο τοῦτο κατ' ἔννοιαν.
(v. 186 s.) Καὶ ὅτι τὸ "ἀλλ' ὅτε δὴ τὸν ἵκανε" καὶ ἑξῆς ἕως τοῦ φαίδιμος Αἴας, περιπέφρασται εἰς τιμὴν τοῦ Αἴαντος. Ἄλλως γὰρ ἤρκει φάναι· ἀλλ' ὅτε δὴ τὸν Αἴαντα ἵκανε. Καὶ ὅτι φανερῶς ἐνταῦθα ὁμωνυμία κεῖται τοῦ βαλεῖν. Αἴας γὰρ ἐν κυνέῃ μὲν κλῆρον ἔβαλεν, ἀντὶ τοῦ ἔθετο, ἐξ οὗ καὶ τὸ "ἔμβαλεν ἄγχι παραστάς", παρὰ πόδα δὲ χαμάδις ἔβαλεν ἀντὶ τοῦ ἔρριψεν.
(v. 188) Χεῖρα δὲ ὑποσχέθειν, ὅ ἐστιν ὑποσχεῖν, τὸ ὑπτιάσαι τὴν δεξιὰν εἰς ὑποδοχὴν καὶ ὡς εἰπεῖν ὑποκάτω σχεῖν τοῦ διδομένου.
(v. 191) Τὸ δὲ "ἤτοι κλῆρος ἐμός" ἐχρησίμευσεν ἡμετέρῳ θείῳ Μελῳδῷ ἐν τῷ "οὐ κλῆρος γὰρ ἐμός", ὥσπερ καὶ ἕτερός τις ἐκ Πινδάρου ἔλαβε τὸ "μόνη καὶ μόνον". Ἄλλῳ δέ τινι ἐχρησίμευσεν εἰς μέλος ἐξ Αἰσχύλου τὸ "τοιαῦτ' ἀπηύρω τοῦ φιλανθρώπου τρόπου". Οὕτω δὲ καὶ Σοφοκλέους τὸ "μιᾶς τρέφῃ πρὸς νυκτός", ἐπὶ Τειρεσίᾳ ῥηθέν, ἐλυσιτέλησεν εἰς τὸ νύκτα τῷ ἐκ γενετῆς τυφλῷ εἶναι [441] τὸν ὅλον βίον. Πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ἔστι εὑρεῖν. Ἰστέον δὲ ὅτι κλῆρος ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἡ κατὰ βίον οὐσία, ὅθεν καὶ ἡ προειρημένη ἐπίκληρος γυνή, θυγάτηρ αὕτη γεγαμημένη τινὶ ἐπὶ ὅλῃ τῇ τοῦ πατρὸς οὐσίᾳ, ἐπίπροικος δὲ ἡ ἐπὶ προικί. Ἔτι ἰστέον καὶ ὅτι ἐλέγετό τις Ἑρμοῦ κλῆρος, ἐπεὶ αὐτῷ τὰ κατὰ τοὺς κλήρους ἀνέκειτο, ἵνα εὐτυχοῖεν οἱ κληρούμενοι εὐερμίαν ἔχοντες, ὅ ἐστιν εὐτυχίαν, ἐξ οὗ καὶ ῥῆμα τὸ εὐερμεῖν. Ἦν δὲ ὁ ῥηθεὶς κλῆρος φύλλον ἐλαίας, ὃ κατὰ τιμὴν τοῦ θεοῦ, φασίν, εἰώθεσαν ἐμβάλλειν καὶ πρῶτον ἀνέλκειν. Ὅτι δὲ εἰς εὐτυχίαν ὁ Ἑρμῆς ἐλαμβάνετο, δηλοῖ καὶ τὸ ἕρμαιον. καὶ τοιαῦτα μὲν ταῦτα. Εἰ δὲ χαίρει ἐνταῦθα ὁ Αἴας τῇ πρὸς Ἕκτορα μάχῃ, ἔχομεν καὶ νῦν ἀφορμὴν ἐντεῦθεν ἐτυμολογεῖν τὴν χάρμην, ὅ ἐστι τὴν μάχην, ὡς τῶν ἀνδρείων χαιρόντων αὐτῇ. Καίτοι ἕτεροι ὥσπερ φάσγανον ἀπὸ τοῦ σφαγαῖς γάνυσθαι καὶ μάχαιραν ἀπὸ τοῦ αἵμασι χαίρειν, οὕτω καὶ χάρμην ἀπὸ τοῦ χαίρειν αἵμασιν εἰρῆσθαί φασι.
(v. 191 s.) Τὸ δὲ "χαίρω θυμῷ", ἀντὶ τοῦ ἐκ ψυχῆς καὶ οὐ κατά τι ἐπιπόλαιον καὶ προσποίητον. Ἐπιεικὲς δὲ τὸ "δοκέω νικησέμεν Ἕκτορα", ὥσπερ μεγαλορρημοσύνην εἶχεν ἂν τὸ εἰπεῖν, ὅτι νικήσω ἢ πέποιθα νικήσειν, οὗ δὴ πάθους ἐντὸς ὁ Ἕκτωρ, ὃς ἐν τοῖς ἑξῆς "ἐμπρήσω", φησί, "νῆας, κτενέω δὲ καὶ αὐτούς". [Ἰστέον δὲ καί, ὅτι ἐν τῷ "χαίρω δὲ καὶ αὐτὸς θυμῷ" οὐ πάντῃ ἀργός ἐστιν ὁ και σύνδεσμος, ἀλλὰ δηλοῖ ὡς οὐδὲν ἧττον τοῦ προπηδήσαντος Ἕκτορος χαίρει καὶ αὐτὸς τῇ μονομαχίᾳ.]
(v. 193-196) Ὅτι προτρέπων εἰς εὐχὴν ὁ Αἴας τοὺς Ἕλληνάς φησιν "ἄλλ' ἄγετ', ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, τόφρ' ὑμεῖς εὔχεσθε Διῒ ἄνακτι, [442] σιγῇ ἐφ' ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται", καὶ δόξωμεν δηλαδὴ θορυβεῖσθαι, "ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης", τουτέστιν ἢ καὶ ἀμφαδὸν εὔχεσθε, ἐπεὶ οὔτινα δεδίαμεν. Τοῦτο δὲ καὶ πᾶς τις ἂν εἴποι εὐλαβηθεὶς μὲν εἰπεῖν τι ὡς ἄξιον αἰδοῦς, θαρρήσας δὲ αὖθις φάναι αὐτὸ διὰ τὸ μὴ εἶναι αἰσχρόν. Ἄλλως δέ, τὸ μὲν "σιγῇ ἐφ' ὑμῶν, ἵνα μὴ Τρῶές γε πύθωνται" πρόσφορόν ἐστι παροιμιακῶς τοῖς μυστηριάζεσθαι θέλουσιν. Ὁ δὲ μὴ ἔχων ἀνάγκην κρύφα λαλεῖν προσθείη ἂν καὶ τὸ "ἢ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν".
(v. 197-199) Ἐπὶ δὲ τούτοις ὁ Αἴας ἀντιμεγαλοφρονῶν τῷ Ἕκτορι καὶ τῇ μὲν εὐχῇ τὸν φθόνον ἐκθυόμενος, οἷς δὲ αὐχήσει, θαρρύνων ἑαυτόν τε καὶ τοὺς Ἀχαιοὺς ἐπάγει "οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γε οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε", τῇ θρεψαμένῃ πατρίδι, ὥς φασιν οἱ παλαιοί, τὴν ἐκ τῆς παιδείας ἀρετὴν ἀνατιθείς. Ὅρα δὲ ὡς οὐκ αἰδεῖται μικρόπατριν ἑαυτὸν ὁ Αἴας ὁμολογῶν, ὡς οὐδὲ Ὀδυσσεὺς τὴν κραναὴν Ἰθάκην ἑαυτῷ πατρίδα σεμνολογῶν. οὐδὲ γάρ ἐστιν ἐμποδὼν λυπρότης τόπου εἰς ἀνδρὸς ἀρετήν. [(v. 197) Τὸ δὲ ἀέκοντα ὑπεμφαίνει, ὡς φεύξεταί τίς ποτε καὶ ἑκών, ἐφ' οἷς οὐχ' ἡττᾶται μὲν ὑπὸ τοῦ ἀντιπάλου, δέδιε δὲ ἄλλο τι μεῖζον κακόν, ὅπερ οὐδὲ ὁ ἀντίπαλος οἶδε.
(v. 199) Τὸ δὲ ἔλπομαι ταὐτόν ἐστι τῷ δοκέω.] Σημείωσαι δὲ καὶ ὅτι δύο τούτων ἐξ ἀνάγκης χρεία τῷ ἀγαθῷ στρατηγῷ, βίας τε, ἤτοι ῥωμαλεότητος, ἔτι δὲ καὶ ἐπιστήμης τῶν πολεμικῶν, ἅπερ ἄμφω ἑαυτῷ ἐπιμαρτύρεται νῦν ὁ Αἴας λέγων, ὅτι οὔτε βίᾳ ἡττηθήσεται πρός τινος οὔτε ἀϊδρείᾳ, τουτέστιν ἀνεπιστημοσύνῃ, ἀλλὰ δηλονότι ἐὰν θεὸς ἐναντιωθείη. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι' ἣν ὀτρύνει [443] εὔξασθαι τοὺς Ἀχαιοὺς ὑπὲρ ἑαυτοῦ. Τὰ μὲν γὰρ ἀνθρώπινα, φησίν, ἱκανῶς ἡμῖν ἔχει, ἐξευμενιστέον δὲ θεόν, εἴ τί που χολοῦται.
(v. 198) Ἰστέον δὲ ὅτι προϋπόκειται ἴδρις ὁ ἐπιστήμων, οὗ στέρησις ὁ ἄϊδρις. τούτου γενικὴ ἀΐδρεως, ὡς ὄφεως, καὶ ἐξ αὐτοῦ ἀϊδρεία, ἔχουσα τὸ δίφθογγον διὰ τὸ προϋπάρχον ε, ὅπερ καὶ ἐπὶ τοῦ ἐγχείη καὶ ἐλεγχείη γίνεται. Τὸ δὲ νῆϊς νήϊδος ταὐτόν ἐστι τῷ ἀνεπιστήμων, καὶ γίνεται παρὰ τὸ νη στερητικὸν μόριον καὶ τὸ εἴδω εἴσω, τὸ γινώσκω. Καὶ τούτου τεκμήριον ἃ λέγει ἐν τοῖς ἑξῆς ὁ Ἕκτωρ. εἰπόντος γὰρ Αἴαντος μετριώτερον ἐν σχήματι ἀποφατικῷ, ὡς οὐκ εἰμὶ νῆϊς, ἐπάγει ἐκεῖνος ἀλαζονικώτερον καταφατικῶς, ὅτι εὖ οἶδα μάχας, οἱονεὶ λέγων, ὅτι σὺ μὲν οὐκ ἀνεπιστήμων φῇς εἶναι, ἐγὼ δὲ τὸ μεῖζόν φημι, εὖ εἰδέναι. Καθόλου δὲ παρὰ τοῖς παλαιοῖς τὸ νῆϊς στέρησιν τοῦ εἰδέναι δηλοῖ, ἵνα ᾖ νῆϊς ὁ ἄπειρος, ὁ ἄτεχνος, ὁ μὴ εἰδώς, [ὥσπερ καὶ τῷ Ἄϊς Ἄϊδος στέρησις ἔγκειται τοῦ ἰδεῖν.] Τὸ δὲ "νήϊδα οὕτως" καταρριπτεῖ πως τὴν τοῦ Ἕκτορος ἀρετήν. οἱονεὶ γάρ φησιν, ὅτι οὐχ' οὕτω νῆΐς εἰμι, ὡς μὴ δύνασθαι ἀντιστῆναι τῷ Ἕκτορι.
(v. 199) Τὸ δὲ "γενέσθαι τε τραφέμεν τε" κατὰ φύσιν ἐνταῦθα κεῖται καὶ οὐκ ἔχει ὑστερολογίαν τὴν ἐν τῷ "ἅμα τράφεν ἠδ' ἐγένοντο". Περὶ δὲ Σαλαμῖνος, ὅτι τε πρόκειται τῆς Ἀττικῆς καὶ οἷα σεμνολογεῖται, δεδήλωται ἐν ἄλλοις, ὥσπερ καὶ ὅτι καὶ Κυπρία ἐστὶ Σαλαμίν. οὐδὲν γοῦν τι νῦν πλέον ῥητέον περὶ αὐτῆς, ὥσπερ οὐδὲ περὶ τοῦ δίηται, ὅ ἐστι διώξῃ. Πολλαχοῦ γὰρ ἐφάνη, ὡς τὸ δίω καὶ ταὐτὸν καὶ πρωτότυπον τοῦ διώκω ἐστίν.
(v. 2025) Ὅτι Ἕλληνες ἐπεύχονται τὸ "δὸς θεέ", ὡς ἐρρέθη, "νίκην Αἴαντι. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον". ὅπερ καὶ ἀποβαίνει. Καὶ ἔστι τοῦτο οἷον προέκθεσίς τε τοῦ μέλλοντος καὶ δήλωσις τοῦ δραστήριον εἶναι τὴν εὔλογον εὐχήν. Στενολεσχεῖται δὲ τεχνικῶς καὶ ἡ εὐχὴ αὕτη, καθὰ καὶ αἱ κατὰ πλῆθος ἠθοποιΐαι, περὶ ὧν πολλαχοῦ δηλοῦται.
(v. 206-210) Ὅτι εἰπὼν "Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ", ὅ ἐστι λαμπρῷ, καθὰ πολλαχοῦ κεῖται, εἶτα παραβολικῶς αὐτὸν σεμνύνων ὁ ποιητής [444] φησιν, ὡς "ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη, σεύατ' ἔπειτα οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τ' εἶσι πόλεμόνδε μετ' ἀνέρας, οὓς θεὸς θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι". ὃ περίφρασίς ἐστι τοῦ "ἔριδι ξυνέηκε μάχεσθαι".
(v. 211-213) Ἀποδιδοὺς δὲ τὴν ῥηθεῖσαν παραβολὴν ἐπάγει "τοῖος ἂρ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν, μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ἤϊε μακρὰ βιβὰς κραδάων δολιχόσκιον ἔγχος". Καὶ σημείωσαι ταῦτα εἰς ἔκφρασιν στρατιωτικῆς ἐκτάξεως. Ὅρα δὲ καὶ τὸ "ἔρχεται πόλεμόνδε". οὐ γὰρ ἐῴκει ὁ Αἴας Ἄρεϊ θρυπτομένῳ τυχὸν τὰ εἰς τὴν ἐρωμένην Ἀφροδίτην ἢ ἄλλως ἀνιεμένῳ, ἀλλὰ εἰς μάχην ἰόντι, καὶ ταύτην σφοδράν, θυμοβόρου ἔριδος μένεϊ συγκροτουμένην.
(v. 214-216) Ἐπὶ δὲ τῇ διαθέσει ταύτῃ τοῦ Αἴαντος "Ἀργεῖοι μέν", φησί, "μέγα ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπείληφε γυῖα ἕκαστον, Ἕκτορι τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν".
(v. 211) Ἐν τούτοις δὲ σημείωσαι, ὅτι τε πελώριον τὸν Ἄρην εἰπὼν μετ' ὀλίγα καὶ τὸν Αἴαντα οὕτως ἐκάλεσεν, ὡς ἤδη ἐξωμοιωμένον τῷ Ἄρεϊ διὰ τῆς παραβολῆς.
(v. 212) Καὶ ὅτι τὸ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπότητος δὲ φαιδρότερον, καὶ ὅτι ἐὰν μειδιᾷ βλοσυροῖς ὁ Αἴας προσώποις, κέκραται ἄρα θυμῷ καὶ χαρᾷ, καὶ ὅτι πληθύνει τὰ πρόσωπα τῷ ἥρωϊ ὁ ποιητής, [οὐ μόνον ἀφελῶς κατὰ τὸν γράψαντα τὸ "πὺξ παίει αὐτὸν κατὰ τῶν προσώπων", ἤγουν κατὰ τῆς ἔνθεν καὶ ἐκεῖθεν παρειᾶς, ἀλλὰ καὶ] ὡς θαρσαλέῳ. τὸ μὲν γὰρ θάρσος διαχέει, συστέλλει δὲ ὁ φόβος. Διὸ καὶ ὁ μὲν θαρσῶν μακρὰ βαίνει, οὐ συμποδιζόμενος τῷ δέει, ὁ μέντοι δειλιῶν ὀκλάζει καὶ ἐπ' ἀμφοτέρους ἵζει πόδας. Ἔοικε δέ πως ἀρχὴν ἐντεῦθεν λαβεῖν ὁ εἰπὼν ὄρεγμα παρηΐδων [445] τὴν τοῦ προσώπου ἔκτασιν καὶ πλατύτητα, καὶ ὁ τὸ στόμα πληθύνας Ὁμηρικῷ ζήλῳ ἐν τῷ "ἀμφιπίπτων στόμασι". Τὸ δὲ βλοσυρόν δηλοῖ μὲν δεινότητα προσώπου, ἐξ οὗ καὶ βλοσυρωπός. γράφεται δὲ δι' ἑνὸς σ, ὡς καὶ τὸ μέτρον δηλοῖ. ἐτυμολογεῖται δὲ παρὰ τὸ τὸ βλέμμα ὑποσύρειν. Οἱ δὲ παλαιοὶ βλοσυρόν φασι καὶ τὸ σεμνόν, παρ' οἷς καὶ χρῆσις Νικοστράτου φέρεται αὕτη "νὴ τὴν Ἀφροδίτην, ὦ ξένη, βλοσυράν γε τὴν ψυχὴν ἔχεις". Ὅρα δὲ καὶ ὅτι τὸ προσώποισι μεταπλάσας ὁ ποιητὴς προσώπασι λέγει, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ ἐγκάτοις εἰς τὸ ἔγκασι μεταπέπλασται. [Σημείωσαι δὲ ὅτι οὐχ' ὥσπερ ἐν τῷ λίτῳ λιτί, καὶ κλάδῳ κλαδί, καὶ ἐρυσάρματοι ἐρυσάρματες καὶ τοῖς ὁμοίοις, τὸ κατάρχον μὲν σύμφωνον τῆς ληγούσης μένει, ὁ δὲ ἐφεξῆς μεταπλασμὸς τὴν τῆς ἀπαθοῦς λέξεως ἰσοσυλλαβίαν τηρεῖ, οὕτω καὶ ἐπὶ τῶν προκειμένων γέγονεν, ἀλλὰ δισυλλαβίαν ἀπετέλεσεν ἡ τῶν εἰρημένων ποιητικῶν δοτικῶν μετάπλασις ἀναγκαίως πρὸς ἀναλογίας ἔμφασιν. Τοῖς δὲ εἰρημένοις ὅμοιον] καὶ τὸ ὀνείρασιν, ἔτι δὲ καὶ τὸ ἄστρασιν, ὅπερ εἰ ἀπὸ τοῦ ἀστήρ ἀστέρος ἐκλίθη, ἀστράσιν ἂν ἦν, ὡς τὸ πατράσιν, ἀνδράσιν. [Οὕτω δ' ἂν καὶ τὸ μήλοις μήλασιν εἴποι ἂν ὁ φράσας τὸ "μηλάτων ἀπάργματα", ἤγουν μήλων, ὅ ἐστι θρεμμάτων, ἀπαρχάς. [446] Εἰ δέ τις νοήσοι καὶ ἄρρητον εὐθεῖαν τὸ πρόσωπας, οὗ δοτικὴ πληθυντικῶν τὸ προσώπασιν, οὐκ ἂν καινοπραγοίη ἐνθυμούμενος τὸ γόνας γόνατος καὶ δόρας δόρατος καθ' Ἡρῳδιανόν. Εἰ δὲ καινὸν τὸ πρόσωπας, τί ἂν εἴη ὁ πρόσωπος, οὗ μνεία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.]
(v. 213) Τὸ δὲ "μακρὰ βιβάς", ἀντὶ τοῦ διϊστῶν εἰς μῆκος πολὺ τὰ σκέλη διὰ θάρσος, ἀνάπαλιν ἔχει πρὸς τὸ "ὀλίγον γόνυ γουνὸς ἀμείβειν", ὃ καὶ ἐπὶ σκέλος χωρεῖν λέγεται. Τὸ δὲ κραδάειν πρωτότυπον τοῦ κραδαίνειν ἐστίν, αὐτὸ δὲ τῆς κράδης ἐξηχεῖται, δι' ἧς ἢ φύλλον δηλοῦται ἁπλῶς ἢ φύλλον συκῆς.
(v. 215) Τὸ δὲ "Τρῶας ἕκαστον" Ἀττικῶς ἔχει, ἐκφωνουμένων ἰδίᾳ μὲν τοῦ Τρῶας, ἰδίᾳ δὲ τοῦ ἕκαστον. τὸ μέντοι κοινὸν "Τρώων ἕκαστον."
(v. 216) Τὸ δὲ πατάσσειν ἐν στήθεσι θυμόν, ὅ ἐστι τὰ κατὰ τὴν καρδίαν, ὠνοματοπεποίηται κατὰ μίμησιν ἤχου, ἀφ' οὗ καὶ τὸ πατεῖν καὶ ὁ περίπατος καὶ πάτος, ἡ ὁδός, καὶ πάταγος. Δηλοῖ δὲ ἡ λέξις τὸ ποιὸν ἦχον τὴν καρδίαν ἀποτελεῖν ἐν τῷ κραδαίνεσθαι, ἀφ' οὗ καὶ παράγεσθαι αὐτὴ δοκεῖ. Τὴν δὲ τοιαύτην καρδιακὴν κίνησιν διασαφῶν ἐν ἄλλοις ὁ ποιητής φησι "κραδίη δὲ ἔξω στηθέων ἐκθρῴσκει", πατάσσουσα δηλαδή. Λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τοῦ πλήσσειν, οἷον "ἐπάταξε μαχαίρᾳ", οἱονεὶ ἐθορύβησεν, ἐπατάγησε, κτύπον ἐποίησε πλήξας. Ὅρα δὲ καὶ ὅτι ῥητορικῶς [447] οὐ μόνον τὴν μονομαχίαν τῶν ἡρώων τούτων ὑψοῖ ἐν τοῖς ἑξῆς, ἀλλὰ καὶ τὰ πρὸ τῆς μονομαχίας ἐνταῦθα καινὰ ποιεῖ, τὸν μὲν Αἴαντα μειδιᾶν εἰπὼν βλοσυροῖς προσώποις καὶ ὅσα προερρέθη, τῷ δὲ Ἕκτορι πατάσσειν τὸν θυμόν. Συνδιατίθησι δὲ αὐτοῖς καὶ τὸν λαὸν λέγων, ὡς οἱ μὲν Ἕλληνες μέγα ἔχαιρον τὸν Αἴαντα εἰσορῶντες, Τρῶας δὲ τρόμος ὑπῆλθεν. Ἔνθα ὅρα καὶ τὴν καθ' Ὅμηρον τῶν προσώπων τάξιν. τῶν Ἑλλήνων μὲν γὰρ προέταξε τὸν μέγαν Αἴαντα, εἰπὼν ὅτι ὁ Αἴας μὲν ἐποίει τὰ ῥηθέντα, Ἀργεῖοι δὲ ὁρῶντες ἔχαιρον. κατωτέρω δὲ προέταξε μὲν τοὺς Τρῶας, ἐπήγαγε δὲ τὸν Ἕκτορα. Ἔφη γὰρ "Τρῶας τρόμος ὑπῆλθεν, Ἕκτορί τε θυμὸς ἐνὶ στήθεσι πάτασσε". Τοῦτο δὲ ἐποίησεν Ὅμηρος οὐ μόνον διὰ ποικιλίαν καὶ τὸ ἐκκλίνειν τὴν ὁμοιοσχημοσύνην, ἀλλὰ καὶ ἵνα συνεχὴς αὐτῷ εἴη ὁ λόγος. αὐτίκα γὰρ τῷ Ἕκτορι συνάπτει τὸν Αἴαντα, ὃς τῷ μὲν μειδιᾶν ἀγάλλει τοὺς Ἕλληνας, τῷ δὲ βλοσυρῶς ἔχειν καταπλήττει τοὺς ἐναντίους.
(v. 215) Ἐνταῦθα δὲ ὅρα καὶ τὸ "Τρῶας τρόμος ὑπῆλθεν", ὡς κάλλος τι ἐμφαίνει κατὰ τὴν προφοράν, ὅμοιον τῷ "προσήκει προθύμως", καὶ τοῖς τοιούτοις, καὶ ὅτι τρόμος μὲν ἐπὶ δειλίας, ὁμοίως καὶ τὸ τρομέειν. τὸν γὰρ Ἐρευθαλίωνα ἐτρόμεον οἱ Πύλιοι, ὡς προγέγραπται, καὶ τοὺς Τρῶας τρόμος νῦν ὑπῆλθεν, ὃν καὶ ὁ Αἴας ἔπαθε.
(v. 217) Τὸ μέντοι τρέσαι καὶ ἀναποδισμόν τινα ἐνταῦθα δηλοῖ, καθὰ καὶ τὸ ἀναδῦναι, εἴγε τῷ Ἕκτορι πατάσσει μὲν θυμός, οὐκ ἔχει δὲ τρέσαι οὐδ' ἀναδῦναι εἰς ὅμιλον. Ἔνθα καί φασιν οἱ παλαιοί, ὅτι πρώτη αὕτη Ἕκτορος ἧττα τὸ πατάσσειν αὐτῷ τὸν θυμόν, ὡς καὶ φυγεῖν ἄν, εἰ μὴ προεκαλέσατο χάρμῃ φθάσας αὐτός. Δῆλον δὲ ὅτι τὸ ἀναδῦναι ἀνάπαλιν ἔχει πρὸς τὸ καταδῦναι εἰς πόλιν ἐχθρὰν ἢ ὅμιλον.
(v. 219-221) Ὅτι ὁ Αἴας, ὃν καὶ Ἀχαιῶν ἕρκος ἔφη, προδραμὼν [448] Ἕκτορος "ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον, ἑπταβόειον, ὅ οἱ", φησί, "Τυχίος κάμε τεύχων, σκυτοτόμων ὄχ' ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων", τουτέστι κατοικῶν περὶ τὴν Ὕλην. Καὶ σημείωσαι τὴν τοῦ νοήματος ἀστειότητα. ἕρκος γὰρ Ἀχαιῶν, ὅ ἐστι τεῖχος, εἰπὼν τὸν Αἴαντα, πύργον ἔφη τὸ περὶ αὐτὸν σάκος, μέρος δὲ τείχους ὁ πύργος.
(v. 221) Ὕλη δὲ νῦν πόλις Βοιωτίας, περὶ ἧς καὶ προεγράφη ἀλλαχοῦ τε καὶ ἐν τῇ Βοιωτίᾳ. Τινὲς δὲ γράφοντες Ὕδην διὰ τοῦ δ φασι πόλιν εἶναι Ὕδην, ἐν ᾗ ᾤκει Ὀμφάλη, βασίλειον Λυδῶν, τὰς νῦν Σάρδεις, ἱστοροῦντες ὅτι πηρωθεὶς Ὅμηρος μετοικίζεται εἰς Σμύρναν ἐκ Κολοφῶνος, ἐλθὼν δὲ εἰς τὸ Νέον τεῖχος, ὃ ἦν ἀποικία Κυμαίων, καὶ μεταλαβὼν ἐκεῖ τῆς τοῦ Κυμαίου Τυχίου φιλοφροσύνης, ἐνέθετο αὐτὸν τῇ ποιήσει εἰς μνήμην τοῖς ἐντυγχάνουσιν, ὃ δὴ καὶ μόνον τῷ Τυχίῳ ἀντιδοῦναι ἴσχυεν. Ἔστι δὲ καλλίων ἡ πρώτη γραφή. ἐξ Ὕλης μὲν γάρ, φασίν, εἶχεν ὁ Αἴας κτήσασθαι ἀσπίδα, χώρας Εὐρωπαίας, ἔνθα εἰκὸς ἦν καὶ Τυχίον εἶναί τινα σκυτοτόμον γνώριμον, ἐξ Ὕδης δὲ τῆς Λυδίας ἄπορον πῶς εὐπόρησεν. Ὅθεν δὲ ἂν ἦν ὁ Τυχίος, λέγει ὁ ποιητής, ὅτι αὐτὸς ἀπετέλεσε τῷ Αἴαντι σάκος.
(v. 222 et 224 s.) Φησὶ γὰρ "ὅς οἱ ἐποίησε σάκος αἰόλον, ἑπταβόειον, τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας, στῆ ῥα μάλα Ἕκτορος ἐγγύς". ἐν δὲ τοῖς ἑξῆς καὶ δεινὸν τὸ αὐτὸ σάκος καλεῖ.
(v. 225) Ὅρα δὲ ὅπως τὸ τοῦ Αἴαντος αὔξει θάρσος, εἴπερ Ἕκτωρ μὲν ἔτρεσεν ἄν, ὡς εἴρηται, εἴπερ εἶχεν, Αἴας δὲ οὐ μόνον ἐγγύθεν ἦλθεν, ὡς ἀνωτέρω ἔφη, ἀλλὰ καὶ μάλα ἐγγὺς ἦλθεν Ἕκτορος, ὃ δὴ ἐπίτασίς ἐστι τοῦ ἐγγύθεν ἦλθε.
(v. 220) Ἰστέον δὲ ὅτι χάλκεον μὲν τὸ τοῦ Αἴαντος ἔφη σάκος ἀπὸ μέρους τῆς ἐξωτάτω πτυχός. τέτριπται γὰρ καὶ ἡ τῶν τοιούτων ἀσπίδων χρῆσις. Εἰ δ' ἴσως κἀνταῦθα ὁ χαλκὸς σίδηρον συνήθως ἐμφαίνει, εἴη ἂν οὕτω σιδηρόνωτος ἡ τοῦ Αἴαντος ἀσπὶς κατὰ τὴν τοῦ τραγῳδικοῦ Καπανέως. [(v. 221) Τοῦ δὲ οἰκία, ὅ ἐστιν οἴκους, εὐθεῖα μὲν τὸ οἰκίον. Ὥσπερ δὲ οὔτε τὸ θηρός θηρίον, οὔτε τὸ ἴχνος ἴχνιον ὑποκοριστικῶς ἔχει παρὰ τῷ ποιητῇ, ἀλλὰ παρώνυμά εἰσι κατὰ τοὺς παλαιούς, οὕτως οὐδὲ τὸ οἶκος οἰκίον, ὅθεν παρὰ τοῖς ὕστερον ὑποκοριστικὸν [449] οἰκίδιον κατὰ τὸ ἄργυρος ἀργύριον ἀργυρίδιον. Χρῆσις δὲ τοῦ οἰκία καὶ παρὰ τῷ πεζογράφῳ Ἀρριανῷ, ὃς πρὸ ὀλίγων μεμνημόνευται.
(v. 222) Αἰόλον δὲ σάκος ἢ τὸ δαιδαλθέν, ὡς εἰκός, ἐπιπολῆς εἴς τι κάλλος, ἢ καὶ τὸ ταχύ, οὐχ' ὅτι πάντως αὐτὸ τοιοῦτον, ἀλλ' ὅτι ταχὺ καὶ πρόθυμον εἰς μάχης ὁρμὴν ποιεῖ τὸν στερεούμενον ὑπ' αὐτοῦ, καθὰ καὶ ζυγός που θοὸς εἰρεσίας ὁ ἐπιταχύνων τὴν νῆα διὰ τῶν ἐρεσσόντων ἐπ' αὐτοῦ.] Ἑπταβόειον δὲ ὡς ἑπτάβυρσον. Βόες γὰρ νῦν τὰ ὠμοβόεια, ἤγουν αἱ βύρσαι, [ὅθεν καὶ βόας αὔας, ἤγουν ξηράς, τὰς ἐκ τοιούτων βυρσῶν λέγει που ὁ ποιητής], κληθέντος τοῦ μέρους τῷ τοῦ ὅλου ὀνόματι, ὥς που καὶ ἐλέφας τὸ τοῦ ἐλέφαντος εἴρηται ὀστοῦν.
(v. 223) Ἐπάγει οὖν πρὸς σαφήνειαν τοῦ σάκος χάλκεον ἑπταβόειον τὸ "σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν", οὐκ αὐτὸς ὁ Τυχίος ἐλάσας, εἴγε σκυτοτόμος ἦν, ἀλλὰ διά τινος χαλκέως τοῦτο ποιήσας. Οὐκ ἀργὸν δὲ κεῖται οὐδὲ τὸ "ζατρεφέων", ἀλλ' ὡς δέον ὂν τοιούτων βοῶν εἶναι καὶ τὰς ἐν τοιαύτῃ ἀσπίδι βύρσας, οὓς ἶφι κταμένους φησὶν ἡ ποίησις. Ὅτι δὲ ζατρεφεῖς οὐ μόνον ταῦροι, ἀλλὰ καὶ σύες καὶ αἶγες καὶ φῶκαι, δηλοῖ ἡ Ὀδύσσεια. Σημείωσαι δὲ καὶ ὅτι τὰς ἔξω τοῦ προκειμένου ἔργου ἱστορίας [450] οὐ μόνον διὰ πλατυσμὸν καί τινα πληθυσμὸν καὶ εὐπορίας ἐπίχυσιν ὁ ποιητὴς παρεντίθησιν, ἀλλὰ καὶ εἰς ἐργασίαν ἔστιν οὗ ἐπιχειρηματικὴν καὶ εἰς πολυπειρίας ἔνδειξιν καὶ ἀκροάσεως παίδευσιν, πολλὰς δὲ καὶ εἰς μνήμην τινῶν συνήθων αὐτῷ, καὶ ταύτην ἢ ἀγαθήν, ὡς ἐπί τε ἄλλων φαίνεται καὶ ἐνταῦθα ἐπὶ Τυχίου, ὃν ἐφίλει, ὡς εἴρηται, ἢ φαύλην, ὡς ἐπὶ Θερσίτου ἐρρέθη, τοῦ μεμισημένου αὐτῷ ἐπιτρόπου.
(v. 220) Ὅτι δὲ τὸ Τυχίος παροξύνεται ὡς τρίβραχυ κύριον, δηλοῦται πολλαχοῦ.
(v. 225-228) Ὅτι ὁ Αἴας μὲν ἀπειλησάμενος κατὰ τὸ "ἀπειλήσας δὲ προσηΰδα" ‑ Διχῶς δέ φαμεν, καὶ κατὰ πάθος ἀπειλησάμενος καὶ κατ' ἐνέργειαν ἀπειλήσας ‑ μετρίως εἶπε πρὸς Ἕκτορα τὸ "Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος", ἤγουν μόνος ἐκ μόνου ἐμοῦ, ὡς καὶ προερρέθη, "οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα". Καὶ ἔστι τὸ "καὶ μετ' Ἀχιλλῆα" ἑρμηνεία τοῦ "μετέασιν", ἤγουν μετὰ τὸν Ἀχιλλέα εἰσίν.
(v. 229-232) Εἶτα ἐπάγει "ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν. ἡμεῖς δ' εἰμέν", ἤγουν ἐσμέν, "τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν καὶ πολέες". Καὶ οὕτω μὲν αὐτὸς μετριολογεῖ. οὐδὲν γὰρ μέγα εἶπε δι' ἑαυτόν, ἀλλὰ σωφρόνως ἐλάλησε περί τε ἑαυτοῦ καὶ τῶν ἀριστέων κοινοποιήσας τὸ ἐγκώμιον.
(v. 234-236) Ἕκτωρ δὲ μεγάλα φρονῶν φησιν "Αἶαν διογενές, Τελαμώνιε, κοίρανε λαῶν, μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε ἠὲ γυναικός, ἣ οὐκ οἶδε πολεμήϊα ἔργα".
(v. 237-241) Εἶτα ἐπιτείνων τὸ αὔχημα ἐπάγει "αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ' ἀνδροκτασίας τε· οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, [451] τό μοί ἐστι ταλαύρινον πολεμίζειν· οἶδα δ' ἐν σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ, οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων". Καὶ ὅρα ὅτι ἐν τῷ τόπῳ τούτῳ πεντάκις ὁ Ὅμηρος εἶπε τὸ οἶδα, οὔτε συνδήσας ἐν τόποις δυσί, καὶ ἐπιμείνας τῇ λέξει διὰ τὸ καίριον, [εἰ καί τινες πειρῶνται τὸ "οἶδ' ἐπὶ δεξιὰ οἶδ' ἐπ' ἀριστερά" μεταγράψαι "ἠδ' ἐπὶ δεξιὰ ἠδ' ἐπ' ἀριστερά".]
(v. 238) Καὶ ὅτι ἐν ἄλλοις τὸ εὖ εἰδώς γενικῇ συντάσσων ἐνταῦθα τὸ οἶδα κατὰ σύνταξιν αἰτιατικὴν προάγει εἰπὼν "εὖ οἶδα μάχας" καὶ ἑξῆς, καὶ ὅτι οὐκ ἐμνήσθη ἐνταῦθα τοξικῆς ὁ ἀριστεύς, ἀλλ' αὐχεῖ ἀσπιστὴς εἶναι σταδαῖός τε καὶ ἱππότης, καὶ ὅτι τὸ "εὖ οἶδα μάχας" ἕως τοῦ "μόθον ἵππων",
(v. 240) ἃς καὶ θηλυκῶς προάγει εἰπὼν "ἵππων ὠκειάων", ἔπαινός ἐστιν ἐπιστήμονος στρατηγοῦ.
(v. 228) Καὶ ὅτι δεξιώτατα καὶ ἐνταῦθα ὁ ποιητὴς παρέρριψε μνήμην τοῦ Ἀχιλλέως, ὃν καὶ ὑπερεξαίρει τῶν ἄλλων ἀριστέων, μετ' Ἀχιλλέα λέγων αὐτοὺς εἶναι, ὀνομάζων αὐτὸν καὶ ῥηξήνορα θυμολέοντα. Ἔνθα σημείωσαι, ὅτι τὸ ῥηξήνωρ ἐλλειπτικῶς ἔχει δι' ἀνάγκην συνθέσεως. εἴτε γάρ ἐστι ῥηξήνωρ ὁ ῥήσσων ἐν ἠνορέῃ, συννοητέον τὸ φάλαγγας ἀνδρῶν ‑ Ῥηξήνωρ γὰρ πάντως ὁ ῥηγνύων ἀνέρων φάλαγγας ‑ , εἴτε ῥηξήνωρ ἐστὶν ὁ ῥήσσων ἀνέρας, προσληπτέον τὸ πεπυκνωμένους τῇ παρατάξει. μόνος γὰρ ὁ τοιοῦτός ἐστι ῥηξήνωρ. Οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐν τῷ "ῥήγνυσκε φάλαγγας" ἔλειπε τὸ ἀνδρῶν, οἳ οὐκ ἐξ ἀνάγκης συνεπινοοῦνται τῇ φάλαγγι. Φάλαγξ γὰρ οὐκ ἐπὶ μόνων ἀνδρῶν λέγεται, ἵνα εὐθὺς τῇ φάλαγγι συνεπινοοῖντο καὶ αὐτοί, [εἴγε καὶ ζῴων ἑτεροίων καὶ δένδρων δὲ φάλαγξ λέγεται. Θυμολέων δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἢ ὁ ψυχικὴν προθυμίαν ἔχων λέοντος ἢ ὁ θυμὸν ἀγήνορα ἔχων κατὰ λέοντα ἢ ὁ μὴ φύσει λέων, ἀλλὰ θυμῷ, τουτέστιν οἴκοθεν καὶ ἀφ' ἑαυτοῦ τοιοῦτος, ὡς καὶ θυμόσοφος ὁ μὴ ἄλλοθεν ἀλλὰ φυᾷ, ὅ ἐστιν εὐφυίᾳ τῇ κατ' αὐτόν, σοφός, Πινδαρικῶς εἰπεῖν.]
(v. 226 s.) [452] Σημείωσαι δὲ ὅτι ἐν τῷ "γνώσεαι οἰόθεν οἶος οἷοι καὶ Δαναοῖς ἀριστῆες" τὸ "οἰόθεν οἶος οἷοι" παρηχήσεώς ἐστι. τὸ γὰρ οἶος, ὁ μόνος, καὶ οἷος, ὁ ὁποῖος, ἤχῳ μόνῳ ἀλλήλοις ἐπικοινωνοῦσι. Μιμεῖται δὲ ἐν τούτοις ἀγωνιῶντα ὁ ποιητὴς τὸν Αἴαντα καὶ διὰ τοῦτο τὸν λόγον εἰς ταὐτολογίαν ἄγει παρηχητικήν.
(v. 229 s.) Τὸ δὲ "κορωνίσι ποντοπόροισιν" ἐκ παρέλκοντος κεῖται κόσμου χάριν φραστικοῦ, καθὰ καὶ τὸ "ποιμένι λαῶν". Τὸ δὲ κεῖσθαι τὸν Ἀχιλλέα ἐν ταῖς ναυσὶ καὶ τὸ ἀπομηνίσαι κεῖται καὶ ἐν τῇ Βοιωτίᾳ, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ.
(v. 231) Τὸ δὲ "ἐσμὲν τοῖοι" καὶ ἑξῆς, μετριοφροσύνην ἔχει. Οὔτε γὰρ λέγει ὡς ἐγὼ τοιόσδε εἰμὶ οὔτε ὁρίζει ποταπός ἐστιν, ἀλλὰ κοινοποιούμενος λέγει, ὡς τοιοῦτοί ἐσμεν οἱ Ἀχαιοὶ οἷοι ἀντιστῆναί σοι, ὁποῖος ἂν δηλονότι καὶ εἶ, καὶ ὁποῖοι ἂν ἡμεῖς ὦμεν, οὐκ εἰς μονάδα ἐστενοχωρημένοι, ἀλλὰ πολλοὶ ὄντες. Τὸ δὲ "ἀντιάσαιμεν σέθεν" ταὐτόν ἐστι τῷ ἀντήσομεν καὶ ἀντίοι ἔλθωμεν.
(v. 234) Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν ὁ Ἕκτωρ σεμνολογεῖ τὸν Αἴαντα, ὡς ἀνωτέρω ἐρρέθη, καὶ μετ' ὀλίγα δὲ τῆς αὐτοῦ πειραθεὶς ἀνδρίας μέγεθος αὐτῷ προσμαρτυρήσει καὶ βίαν καὶ φρόνησιν. Ἀλλαχοῦ μέντοι εὐτυχήσας ἐξουδενώσει αὐτόν, ὡς ἐκεῖ φανήσεται.
(v. 242 s.) Ὅτε δὲ βραχὺ προελθὼν ἐρεῖ "ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα, λάθρῃ ὀπιπεύσας, [453] ἀλλ' ἀμφαδόν, αἴ κε τύχοιμι", συνεσκίασται ὁ λόγος. ἄδηλον γὰρ τί βούλεται τὸ "τοιοῦτον ἐόντα".
(v. 235 s.) Τὸ δὲ "παιδὸς ἀφαυροῦ καὶ γυναικός, ἣ οὐκ οἶδε πολεμήϊα ἔργα", πρὸς διαστολὴν εἴρηται, ὡς καὶ παίδων ὄντων τινῶν ποτε μὴ ἀφαυρῶν, ἤγουν ἀσθενῶν, καὶ μάλιστα γυναικῶν, αἳ οἴδασι πόλεμον, ὁποῖαί τινες καὶ αἱ Ἀμαζόνες. [Τὸ δὲ πειρητίζειν ἐκ τοῦ πεῖραρ πείρατος ἔχει παραγωγήν.]
(v. 238) Τὸ δὲ "ἐπὶ δεξιὰ καὶ ἐπ' ἀριστερὰ νωμῆσαι τὴν βῶν" ἢ ἀμφιδέξιον, ταὐτὸν δ' εἰπεῖν, ἀμφοτεροδέξιον εἶναι δηλοῖ τὸν Ἕκτορα, ὁποῖός τις καὶ ὁ ἐν τοῖς ἑξῆς Ἀστεροπαῖος. ἢ τὸ μὲν νικᾶν καὶ διώκειν ἐπὶ δεξιὰ κινεῖν εἶπε τὴν ἀσπίδα διὰ τὸ πρακτικὸν τῶν δεξιῶν, τὸ δὲ φεύγειν καὶ ἡττᾶσθαι ἐπ' ἀριστερὰ κινεῖν φησιν εὐφημότερον. ἢ καὶ ἄλλως συμβολικῶς ἐπὶ δεξιὰ μὲν κινεῖν φασι τὸ ἀνθίστασθαι. τότε γάρ τις τὴν ἐξ ἀριστερῶν ἀσπίδα ἐν δεξιοῖς ἔχει τοῦ ἀντιπάλου. τὸ δὲ φεύγειν ἐπ' ἀριστερὰ λέγει νωμᾶν. τηνικαῦτα γὰρ ἐξ ἀριστερῶν αὐτὴν ἔχει τοῦ διώκοντος.
(v. 238 s.) Βῶν δὲ ἀζαλέην, ἤγουν ξηράν, ἔφη πρὸς διαστολὴν τῆς ὑγρᾶς ἤτοι ζώσης βοός, ὥσπερ καὶ ἀλίβαντες μὲν οἱ νεκροί, διερὸς δὲ βροτὸς ὁ ζῶν. Ἰστέον δὲ ὅτι οὐχ' ἁπλῶς οὕτω ἐπὶ βύρσης τέθειται τὸ βοῦς ὄνομα, ἀλλὰ μετὰ προσθήκης τινός, ὡς ἔχει τὸ "βόας αὔας", ὃ ταὐτόν ἐστι τῷ "βῶν ἀζαλέην", καὶ τὸ "βοῶν εὐποιητάων", ἤγουν εὖ τετεχνιτευμένων, ὃ πρὸς διαστολὴν τῶν ὠμοβοείων εἴρηται. Σημείωσαι δὲ καὶ ὅτι ὁ εἰδὼς νωμᾶν βῶν ἀζαλέην εἰκότως καὶ ταλαύρινος λέγοιτ' ἂν πολεμιστής, ὥς που καὶ αὐτός φησιν ὁ ποιητής. Ἔνθα καὶ διασαφεῖται ἡ τοιαύτη λέξις πρὸς ἀκρίβειαν. Ἡ γὰρ ἀζαλέα βοῦς τάλας ἐστὶ ῥινός, ὅ ἐστι καρτερικὸν καὶ στερεὸν δέρμα, ἐξ ὧν σύγκειται τὸ ταλαύρινον. Διὸ καὶ ὁ ποιητικὸς Ἕκτωρ ἐνταῦθα εἰπὼν εἰδέναι νωμᾶν βῶν ἀζαλέην καὶ δηλῶν [454] πολεμιστὴς καὶ αὐτὸς εἶναι διὰ τοῦτο ταλαύρινος ἐπάγει "διό μοι ἔστι ταλαύρινον πολεμίζειν".
(v. 241) Τὸ δὲ "ἐν σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρεϊ" ἔχει μέν τι καὶ ψευδοπαρηχήσεως ἐν τῷ σταδίῃ καὶ δηΐῳ. Δηλοῖ δὲ τὸ εὐχερῶς κινεῖσθαι καὶ οἷον παίζειν καὶ ᾄδειν ἐν τῇ κατὰ συστάδην καὶ πεζῇ μάχῃ διὰ τὸ πολλὴν ἐν τοῖς δεινοῖς ἔχειν εὐχέρειαν. καὶ τὸ μὲν "σταδίῃ" λείπεται τοῦ ὑσμίνῃ ἢ μάχῃ ἢ τοιούτου τινός. τὸ δὲ "μέλπεσθαι" εἴληπται ἀπὸ τῶν καθ' ἡσυχίαν μελπόντων παιανικῶς τῷ Ἄρεϊ λόγῳ ἑορτῆς, ἢ καὶ τῶν πρὸ μάχης καταυλουμένων ὡς μὴ δειλιᾶν. [Ὅτι δὲ ὁ σταδαῖος ἀπὸ τοῦ στάδην γίνεται, ἀφ' οὗ τὸ συστάδην, καθὰ ἐκ τοῦ χύδην ὁ χυδαῖος, δῆλόν ἐστιν. Ὁμοίως δὲ καὶ ὅτι σταδαῖος μέν ἐστιν ὁ ἤδη ῥηθείς, σταδιαῖος δὲ τετρασυλλάβως τῷ παρὰ τοῖς ὕστερον σταδίῳ παρωνυμεῖται, ὅπερ δόξει μὲν ἀπὸ τοῦ σταδήν γίνεσθαι διὰ τὸ τοὺς περὶ αὐτὸ ἀγωνιζομένους μὴ πρὸς θέαν μόνην ἀθροισθῆναι, ὥστε καθημένους θεᾶσθαι, ἀλλ' ὥστε πρὸς ἆθλα ἑστάναι. Οἱ μέντοι παλαιοὶ σπάδιον τι αὐτὸ βούλονται εἶναι ἱστοροῦντες ἐπ' αὐτῷ καί τι σελίνου ἀνάσπασμα. Τοῦ δὲ σταδίη ἀρσενικὸν στάδιος, παραγόμενος ἐκ τοῦ στάδην.]
(v. 231 s.) Ἰστέον δὲ καὶ ὅτι πρὸς ἀγέρωχον ἀντίπαλον καλῶς ἂν εἴπῃ ὁ σωφρονῶν, ὅτι "ἡμεῖς ἐσμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν. ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο". Αἴας δὲ τοῦτο λέγει παραχωρῶν μεγαλοψύχως καὶ φιλοτίμως τῆς πρώτης βολῆς τῷ Ἕκτορι.
(v. 242 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὴ ἐθέλειν κλέπτειν τὴν νίκην ἐξ Ὁμήρου ὁ Μακεδὼν Ἀλέξανδρος μαθὼν ἐκέρδησε πλάσαντος τὸν Ἕκτορα, [455] ὡς ἐρρέθη, λέγοντα τῷ Αἴαντι ὡς "οὔ σ' ἐθέλω βαλέειν" καὶ ἑξῆς. Ὀπιπεύειν δὲ τὸ ἐποπτεύειν καὶ ἐπιτηρεῖν καί, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται, ἐπιόπτεσθαι, ὅθεν καὶ ὁ παρθενοπίπης καὶ ὁ πυρροπίπης δὲ παρὰ τῷ Κωμικῷ καὶ ὁ Ὀππιανός δὲ κατὰ συγκοπήν. Τὸ δὲ τύχοιμι δηλοῖ μὲν ἐπιτυχίαν, γράφεται δὲ καὶ τύχῳμι ἐκταθέντος τοῦ ο, καθὰ καὶ ἐπὶ τοῦ κτείνοιμι κτείνῳμι καὶ τῶν ὁμοίων, ὡς καὶ ἐν τοῖς κατὰ τὴν Ὀδύσσειαν δεδήλωται.
(v. 244-248) Ὅτι τῶν ἀριστέων ἀντιστάντων ἀλλήλοις τὸ μὲν Ἕκτορος δόρυ ἓξ πτύχας, ἤγουν θέσεις, διῆλθε τῆς τοῦ Αἴαντος ἀσπίδος. Φησὶ γὰρ "προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, ἐν τῇ δ' ἑβδομάτῃ ῥινῷ σχέτο". Καὶ ὅρα ὡς κἀνταῦθα θηλυκῶς ἔφη τὴν ῥινόν. καὶ οὕτω μὲν τὸ τοῦ Ἕκτορος δόρυ.
(v. 251-254) Τὸ δὲ τοῦ Αἴαντος ἔγχος διά τε φαεινῆς ἀσπίδος ἦλθε τῆς τοῦ Ἕκτορος "καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα". Ταῦτα δὲ καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ ὁ Πάρις ὑπὸ τοῦ Μενελάου ἔπαθεν. Ἐκφεύγει δὲ καὶ ἐνταῦθα ὁ Ἕκτωρ τὸν θάνατον, ὡς καὶ ἐκεῖ ὁ Πάρις. "ἐκλίνθη" γάρ, "καὶ ἀλεύατο κῆρα μέλαιναν".
(v. 247) Αἱ δὲ πτύχες καὶ τὰς περιπτυχὰς παράγουσιν, ὡς τὸ "ναύλοχοι περιπτυχαί", [456] καὶ τὰς αὐταῖς ἀντικειμένας ἀναπτυχάς, ὡς τὸ "ἡλίου ἀναπτυχαί", τοῦ ἀναπτύσσοντος δηλαδὴ τὰ ἐν σκότῳ. Διὸ καὶ δήλιος ὁ αὐτὸς κατ' ἀλληγορίαν, ὡς δηλοποιός. Ὅθεν καὶ τὰ τῶν ὀνείρων σκοτεινότερα ὑπὸ ἡλίῳ ἀνατέλλοντι ἐκλαλούμενα ἐκρίνοντο.
(v. 248) Ἡ δὲ ἑβδομάτη ῥινὸς δηλοῖ δύνασθαι τὸ ῥηθὲν σάκος καὶ ἑπτάρινον λέγεσθαι, σαφέστερον μέντοι τὸ ἑπταβόειον, οὗ πάλιν διασαφητικὸν τὸ "ταύρων ζατρεφέων", ὡς καὶ ἐν τῷ ταῦρος βοῦς ἀριδηλότερον τοῦ βοῦς τὸ ταῦρος ὡς εἶδος γένους. Ὅτι καὶ ἐνταῦθα δυσὶ συντομωτάταις Ὅμηρος χρᾶται παραβολαῖς προσηκόντως τῷ καιρῷ, συνεπιτρέχων οἷον τῷ λόγῳ καὶ συστενοχωρῶν αὐτὸν τοῖς φραζομένοις πράγμασι.
(v. 255-257) Λέγει γὰρ ὅτι "ἐκσπασάμενοι δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω", ἤγουν ὁ Ἕκτωρ καὶ ὁ Αἴας, "σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν", ὡς τῶν θηλέων δηλαδὴ συῶν ἀλαπαδνῶν οὐσῶν.
(v. 256) Καὶ ὅρα τὸ ἐκσπασάμενοι ἀπὸ τῶν φυτῶν ληφθὲν μέσως πως, ἤγουν ἢ σεμνῶς, ἐὰν ἀπὸ δένδρων μετήνεκται, ἢ μικροφυῶς, ἐὰν ἀπὸ φυταρίων ἴσως γέγονεν ἡ τροπή, ὅπερ οὐκ ἂν εἴη, ὡς δηλοῖ καὶ τὸ "σύν ῥ' ἔπεσον". Τὸ γὰρ συμπεσεῖν ὡς ἐπὶ μεγάλων σωμάτων καὶ αὐτὸ εἴρηται ὑψόθεν καταρασσομένων εἰς ἄλληλα, οἷον νεφελῶν ἢ λίθων ὀρεινῶν ἢ τοιούτων τινῶν. Οἱ δὲ μεθ' Ὅμηρον τὴν λέξιν καὶ ἐπὶ τυχηρῶν ἀποβάσεων τιθέασι. Λέγεται δέ ποτε συμπεσεῖν καὶ τὸ ἅμα πεσεῖν.
(v. 255) Ἰστέον δὲ ὅτι ἐκ τοῦ σπᾶν, ἐξ οὗ τὸ ἐκσπάσασθαι, οὐ μόνον ἐπὶ φυτῶν τὸ ἀνασπᾶν λέγεται, ἀλλὰ [457] καὶ ἐπὶ ἀλαζονείας, ὡς δηλοῖ παρὰ Σοφοκλεῖ τὸ "λόγους ἀνέσπα", ᾧ ὅμοιον καὶ τὸ "ὀφρῦς ἀνασπᾶν", οἷς ἐναντίον τὸ κατασπᾶν. Ἐκεῖθεν δὲ καὶ τὸ "προσανεσπάσθησαν κλίμακες", ἤγουν ὑψώθησαν κτισθεῖσαι. Δῆλον δὲ καί, ὡς ἕτεραι προθέσεις τῷ αὐτῷ ῥήματι συντεθεῖσαι διάφορα ποιοῦσι νοήματα, ὡς δῆλον ἐκ τοῦ συσπᾶν καὶ διασπᾶν καὶ παρασπᾶν, τὸ ἀφαιρεῖσθαι γῆν τυχὸν ἢ ἕτερόν τι, καὶ ἐκ τοῦ ἀντισπᾶν καὶ τῆς ἐπισπάσεως καὶ τοῦ περισπασμοῦ καὶ ἑτέρων.
(v. 256) Ἐν δὲ τῷ "λείουσιν ὠμοφάγοισιν" ἢ "συσὶ κάπροισι" συχνὰ διὰ κάλλος τὰ πάρισα. Καὶ ἐνταῦθα δὲ γενικὸν μὲν τὸ συσίν, εἰδικὸν δὲ τὸ κάπροισι, καὶ ἔστι καὶ αὐτὸ ὅμοιον τῷ "βοῦς ταῦρος" καὶ τοῖς τοιούτοις.
(v. 258 s.) Ὅτι ἐπεὶ ἀλλήλοις οἱ μονομάχοι ἐκσπασάμενοι τὰ ἔγχεα συνέπεσον, ὁ μὲν Ἕκτωρ ἤνυσεν οὐδέν. οὐτάσας γὰρ τὸ τοῦ Αἴαντος μέσον σάκος δουρὶ οὐκ ἔρρηξε χαλκόν, τὸν ἐξ ἐπιπολῆς δηλαδὴ ὄγδοον, "ἀνεγνάμφθη δέ οἱ αἰχμή".
(v. 260-272) "Αἴας δ' ἀσπίδα νύξε", τὴν τοῦ Ἕκτορος, "ἐπάλμενος, ἣ δὲ διαπρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν", ἤτοι διέσεισε, "μεμαῶτα, τμήδην δ' αὐχένα ἐπῆλθε, μέλαν δ' ἀνεκήκιεν αἷμα. ἀλλ' οὐδ' ὣς ἀπέληγε μάχης Ἕκτωρ, ἀλλ' ἀναχασσάμενος", ὅτε δηλαδὴ καὶ τὸ ἔγχος αὖθις ἐξεσπάσθη τῆς τοῦ Ἕκτορος ἀσπίδος, "λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· τῷ βάλεν Αἴαντος", τὸ καὶ ἀνωτέρω ῥηθέν, "δεινὸν σάκος ἑπταβόειον μέσσον ἐπομφάλιον, περιήχησε δ' ἄρα χαλκός". "Δεύτερος αὖτ' Αἴας πολὺ μείζονα λᾶαν ἀείρας ἧκεν", ὅ ἐστιν ἀφῆκεν, "ἐπιδινήσας ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον", ὃ καὶ ἐν ἄλλοις κεῖται, ἤγουν ἐνεστήριξε τῷ λίθῳ ἰσχὺν πολλὴν τῇ ἐπιδινήσει. "εἴσω δ' ἀσπίδ' ἔαζε βαλὼν μυλοειδέϊ πέτρῳ, βλάψε δέ οἱ φίλα γούνατα. ὃ δ' ὕπτιος ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς", ἤτοι ἐν χρῷ κρουσθείς, προσπελασθεὶς κατὰ χροῦν, "τὸν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων". Καὶ ὅρα πολλὴν δυστυχίαν Ἕκτορος, καὶ ὡς τεραστίως ἐξέφυγε τὸ πεσεῖν. [458]
(v. 259) Καὶ ὅτι καὶ ἐν τῷ "ἀνεγνάμφθη δέ οἱ αἰχμή" φανερῶς αἰχμὴν λέγει τὸν τοῦ δόρατος σίδηρον, ὃς καὶ ἐπιδορατὶς λέγεται. Ἄλλως μέντοι, ὥσπερ τὸ δόρυ ἔστιν ὅτε πόλεμον σημαίνει, ὡς δηλοῖ τὸ "δουρὶ κλυτός", ἤγουν περιώνυμος ἐν πολέμῳ, οὕτω καὶ τὸ αἰχμή. Διὸ καὶ ταὐτὸν δορυάλωτον εἰπεῖν καὶ αἰχμάλωτον, ἐν οἷς δηλοῦται ὁ ἐν πολέμῳ ἁλούς. Λέγει δέ που καὶ Ἡρόδοτος περί τινων ὡς κακῶς αὐτοῖς ἡ αἰχμὴ ἕστηκε πρὸς τοὺς δεῖνα, ἤγουν ἐδυστυχήθη αὐτοῖς ὁ πόλεμος. τοῦτο δὲ καὶ ἐκ τοῦ παρακολουθοῦντος εἴρηται. παρακολουθεῖ γὰρ τοῖς ἐν μάχῃ δυστυχοῦσι κακῶς αὐτοῖς ἑστάναι τὴν αἰχμήν. [(v. 260) Τὸ δὲ νύξεν οὐ δοκεῖ διαφέρειν τοῦ οὔτασεν, ἀμφοῖν δὲ διέσταλται τὸ ἔρρηξε.]
(v. 262) Τὸ δὲ "τμήδην", παραχθὲν ἀναλόγως τῷ παραβλήδην καὶ ὑποβλήδην καὶ τοῖς ὁμοίοις, τὸ ἐπιπολάζον δηλοῖ τῆς πληγῆς. Ἀνακηκίειν δὲ τὸ ἀναπηδᾶν, ἀπὸ τοῦ κίω, καὶ ἀναδιπλασιασμῷ κακίω καὶ τροπῇ κηκίω. ἄλλως γὰρ οὐκ ἔστιν εὑρεθῆναι ἀναδιπλασιασμὸν ἐκτεταμένον. Τοιοῦτον δέ τι γίνεται καὶ ἐπὶ τοῦ τητῶ, τὸ στερίσκω, καὶ ἐπὶ τοῦ ἐπενήνεον, περὶ οὗ μετ' ὀλίγα εἰρήσεται, καὶ ἐπὶ τοῦ κηκάζω, περὶ οὗ ἐν Ὀδυσσείᾳ δεδήλωται. Ἰστέον δὲ ὡς οὐ πολὺ ἀναπήδημα αἵματος δηλοῖ τὸ ἀνακηκίειν, οὐδὲ ὁποῖον τὸ ἀνακοντίζειν ἐν τῷ "αἷμα δ' ἀνηκόντιζεν ἀπὸ στρεπτοῖο χιτῶνος", ἠρεμαίαν δὲ σημαίνει ἀνάδοσιν, ὡς δηλοῖ καὶ τὸ "μυδῶσα κηκὶς μηρίων ἐτήκετο" παρὰ Σοφοκλεῖ. ἡ γὰρ τηκομένη κηκὶς οὐκ ἂν ὑψοῦ ἀναπηδῴη. Ἡ δὲ τοιαύτη ἀπὸ τοῦ καίειν δοκεῖ λεχθῆναι, καιομένη γὰρ ἐτήκετο.
(v. 264) Ὅρα δὲ καὶ τὸ "ἀναχασάμενος", ὅ ἐστιν ἀναποδίσας, δι' οὗ ἡρμήνευσε τὸ συνέπεσον, οἱονεὶ εἰπών, ὅτι διὰ τὴν ἄγαν ἐγγύτητα εἴρηται συμπεσεῖν ἀλλήλοις τοὺς ἥρωας καὶ οἷον ἐπιπεσεῖν. ἰδοὺ γάρ, εἰ μὴ ἀνεπόδισεν ὁ Ἕκτωρ, οὐκ εἶχε βαλεῖν. Τὸ δὲ εἵλετο, [459] τουτέστιν ἔλαβεν, ἐνεργητικῶς εἷλεν ὡς ἐπὶ πολὺ λέγεται.
(v. 265) Εὐτυχεῖ δὲ λίθον εὑρὼν εἰκῇ ἐν πεδίῳ κείμενον ὁ Ἕκτωρ φίλον αὐτῷ. Μέλανα δὲ καὶ τραχὺν λίθον ἔφη πρὸς διαστολὴν τοῦ μαρμάρου, ὃν ἐρεῖ ἐν τοῖς ἐφεξῆς. Ὁ γὰρ μάρμαρος λίθος, ἐπειδὴ μαρμαίρει, λεῖός ἐστι καὶ οὐ τραχύς, τάχα δὲ οὐδὲ μέλας. Πιθανότητος δὲ ἐργαστικὸν τὸ καὶ σχῆμα καὶ χρῶμα λίθου καὶ μέγεθος εἰπεῖν.
(v. 267) Τὸ δὲ "μέσον ἐπομφάλιον", ἀλλήλων εἰσὶν ἐφερμηνευτικά, ὡς τῆς ἀσπίδος ἐν τῷ μέσῳ ἐχούσης ὀμφαλόν, ὃς καὶ ἔοικε διὰ τοῦτο λέγεσθαι ὀμφαλός, ὡς καὶ τοῦ φυσικοῦ ὀμφαλοῦ μεσάζοντος τὸ ζῷον.
(v. 266 s.) Καὶ ἔστιν ἐνταῦθα ὁ λόγος τῷ ποιητῇ, ὡς ἔβαλεν Ἕκτωρ τὸ τοῦ Αἴαντος σάκος κατὰ μέσον τὸ ἐπομφάλιον, ὃ δὴ σάκος οὐδ' ἐνταῦθα ὤκνησεν ἑπταβόειον εἰπεῖν, ἐγκαθίζων οὕτω τὴν τούτου μνήμην τῷ ἀκροατῇ.
(v. 269) Ὅτι δὲ τῷ ἐπιδινῆσαι τὸν λίθον πρὸ τῆς ἀφέσεως ἰσχὺν ἐπερείδει τῇ βολῇ, ὡς καὶ ὁ ποιητὴς δηλοῖ, οὐκ ἔστιν ἀμφιβαλεῖν. οὕτω δὲ καὶ ὁ τὸ δόρυ ἀμπεπαλών, ὡς ἀλλαχοῦ εἴρηται, ἰσχυρὰν ποιεῖ τὴν βολήν.
(v. 270) Τὸ δὲ ἔσω κάταγμα τῆς ἀσπίδος, οὐ μόνον τὸ ἐμβριθὲς τῆς βολῆς δηλοῖ, ἀλλὰ καὶ τὸ τῆς ἀσπίδος εὐπαγές. Οὐ γὰρ κατεάγη πρὸς μῆκος, ἀλλὰ μόνον ὅπου ὁ μυλοειδὴς πέτρος ἔκρουσε, τουτέστιν ὁ στρογγύλος, καὶ ἴσως οὐδὲ εἰς τὸ πᾶν σφαιροειδὴς οὐδ' αὐτὸ τοῦτο μυλίας κατὰ τοὺς ῥήτορας, ἀλλὰ ἐοικὼς τοιούτῳ λίθῳ. Οὔτε γὰρ ὁ θεοειδὴς θεὸς ἂν εἴη οὔτε ὁ μυλοειδὴς μύλος νοηθείη αὐτόχρημα, ἤτοι λίθος μυλωνικός.
(v. 271) Τὸ δὲ "βλάψαι γούνατα" ταὐτὸν καὶ ἐνταῦθα τῷ συνεπόδισε καὶ τῆς κατὰ φύσιν ἐνεργείας ἔσφηλεν, ὡς ὕπτιον ἐκτανυσθῆναι τὸν οὕτω βλαβέντα. Ἐν δὲ τῷ "φίλα γοῦνα" παρέλκει τὸ φίλα συνήθως, καθὰ καὶ ἐν τῷ "φίλα γυῖα". οὕτω δὲ καὶ φίλαι χεῖρες.
(v. 272) Ὁ δὲ ὀρθώσας Ἀπόλλων τὸν Ἕκτορα εἱμαρμένη τίς ἐστιν, ὡς πολλάκις εἴρηται. Διὸ καὶ ὁ Ἕλενος πρὸ μικροῦ ἐξ Ἀπόλλωνος γνοὺς εἶπε τὸ "οὐ γάρ πώ τοι μοῖρα θανεῖν". Σημείωσαι δὲ καὶ ὅτι ἐν ταῖς τρισὶν ὁρμαῖς ὁ Ἕκτωρ κατάρχει. Πρῶτος γὰρ καὶ [460] ἔβαλεν ἔγχει τὸ τοῦ Αἴαντος σάκος καὶ αὖθις ἐν τῷ συμπεσεῖν οὔτασε καὶ λίθον δὲ ἐπαφῆκεν. οὕτω πάνυ σύντομος ἦν καὶ ὀξύς. Δραστηριώτερος μέντοι ὁ Αἴας, ὃς οὐ μόνον ἤνεγκεν τὰς τρεῖς προεξορμήσεις, ἀλλὰ καὶ τοσαυτάκις ἐνήργησεν.
(v. 273-277) Ἐνταῦθα δὲ σημείωσαι καί, ὅτι δυνάμενος ὁ ποιητὴς καὶ διὰ ξιφῶν ἀγῶνα τοῖς ἥρωσι πλάσασθαι παρεᾷ τοῦτο, ἐμφήνας μόνον ὅτι δύναται. Φησὶ γὰρ ὅτι καὶ ξίφεσιν ἂν αὐτοσχεδὸν οὐτάζοντο, εἰ μὴ ἐκώλυσαν οἱ κήρυκες.
(v. 273) Καὶ ὅρα τὸ "αὐτοσχεδὸν οὐτάζοντο", πρὸς διαστολὴν λεχθὲν τῶν πόρρωθεν βολῶν.
(v. 277-282) Ὅτι μέσοι ἀμφοτέρων κήρυκες ἐλθόντες, Ἑλλήνων μὲν Ταλθύβιος, Ἰδαῖος δὲ Τρώων, [πεπνυμένω ἄμφω,] καὶ ἀνασχόντες τὰ σκῆπτρα, ὡς ἂν φαίνοιντο παντὶ τῷ στρατῷ, ἔπαυσαν τὴν μονομαχίαν. Τούτων δὲ τῶν δύω κηρύκων, [οἳ καὶ Διός εἰσιν ἄγγελοι,] ὁ Ἰδαῖος παῖδάς τε φίλους τοὺς μονομάχους προσεῖπε, γέρων δηλαδὴ αὐτὸς ὤν, καὶ ἄμφω αἰχμητὰς εἶπεν εἶναι, καὶ ὅτι "νὺξ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι", ὅπερ προϊὼν καὶ ὁ Ἕκτωρ λέγει, οὐκ αἰδεσθέντος οὐδ' ἐνταῦθα τοῦ ποιητοῦ τὴν καίριον ταὐτολογίαν, ἥτις καὶ εἰς παροιμίαν ἦλθε παρὰ τοῖς μεθ' Ὅμηρον, γλυκέως λεχθεῖσα ὡς περὶ ἐμψύχου τῆς νυκτὸς καὶ συμβουλευομένης τὰ πρὸς ἀνάπαυσιν. Ὅτι δὲ ἡ ποίησις τίμιόν τι τὴν νύκτα οἶδε, φανήσεται καὶ ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ "αἴδετο γὰρ Ζεὺς μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι". Πείθεται δέ τις νυκτί, δηλαδὴ ἀλαλήτως ὑποτιθεμένῃ παύσασθαι ἔργων. οὗ τὸ ἀνάπαλιν ἡ ἠὼς ποιεῖ ἐν τῷ φῶς ἀγγέλλειν Διῒ καὶ ἑτέροις. Αὐτὴ γὰρ οὐκ ἀναπαύεσθαι βούλεται, ἀλλά "προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου", καθ' Ἡσίοδον, [ὀρθοῦσα εἰς τὸ ἐργάζεσθαι, ὅθεν καὶ ὁ ὄρθρος παρῆκται. Ἡ μέντοι νὺξ οὐ τοιαύτη, ἀλλὰ γίνεται μὲν ἀπὸ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ [461] ω. Λαλεῖται δέ, φασί, τοῦτο ἀντιφραστικῶς. Οὐ γὰρ νύσσει πρὸς ἔργον, ἀλλὰ μᾶλλον κατατίθησιν, ὡς δηλοῖ, φασί, καὶ τὸ "θοὴ νύξ", ἡ καταθετική. εἰ μὴ ἄρα τοὺς φιλεργοὺς νύσσει κεντοῦσα οἷον καὶ πλήττουσα, ὅτι καταργοῦσι τὸν καιρὸν αὐτῆς.] καὶ τοιαῦτα μὲν ὁ Ἰδαῖος.
(v. 2846) Αἴας δὲ οὐ πείθεται, εἰ μὴ ὥσπερ μάχης, οὕτω καὶ φιλοφροσύνης ὁ Ἕκτωρ κατάρξεται. "Ἰδαῖε", γάρ φησιν, "Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι, αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω, ἐγὼ δὲ μάλα πείσομαι", τῷ Ἕκτορι δηλαδὴ ἢ τῇ νυκτί. Τοῦτο δὲ καὶ πρὸ τοῦ ἔργου εἶπεν ἐν τῷ "ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο". Ἐπὶ γοῦν τούτοις ὁ Ἕκτωρ πείθεται καὶ ἀπαγορεύσας τρόπον τινὰ ὁμολογεῖ τὴν ἧτταν.
(v. 282) Ἰστέον δὲ ὡς οὐ νυκτὶ μόνον πείθεταί τις εἰς τὸ σχολάζειν ἀπ' ἔργου, ἀλλὰ καὶ ταῖς μετὰ σταθερὰν μεσημβρίαν ὥραις, εἴ τι προσεκτέον τῷ ἀποφηναμένῳ, ὡς αἱ μὲν ἓξ πρῶται τῆς ἡμέρας ὧραι ἔργων εἰσίν, αἱ δ' ἄλλαι ζῆθι λέγουσι βροτοῖσιν, ὡς τοῦ μὲν ἄχρι μεσημβρίας κόπου οἷον θανατοῦντος, τῆς δὲ ἐφεξῆς ἀνέσεως ζωογονούσης. Τοῦτο δ' ἐσοφίσατο ἐκεῖνος ἐκ τοῦ τὰ ἀριθμητικὰ σημεῖα τῆς ἑβδόμης ὀγδόης ἐνάτης καὶ δεκάτης ὥρας ὁμοῦ παρακείμενα δοκεῖν ἐπιτάσσειν τοῖς ἐργατίναις ἑκάστῳ τὸ ζῆθι, ὅπερ δίχα τῆς θι συλλαβῆς ζῆ λέγει ἡ τραγῳδία, οἷον "πλούτει κατ' οἶκον καὶ ζῆ". Ὥσπερ καὶ τὸ δρᾶ μονοσυλλάβως καὶ αὐτὸ ἀντὶ τοῦ πράττε, οἷον "ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς".
(v. 277) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ κατὰ τὸ σιωπώμενον, ἐπινοηθὲν διὰ συντομίαν. Νοητέον γὰρ ὅτι κελευσθέντες οἱ κήρυκες ὑπὸ τῶν ἀριστέων ἦλθον μέσοι, εἰ μὴ ἄρα καὶ ἄλλως ὡς θεῖον γένος εἶχον καὶ οἴκοθεν οὕτω ποιεῖν.
(v. 274) Ἄγγελοι γάρ, φησί, Διὸς καὶ ἀνδρῶν, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ εἶπε. Σημείωσαι δὲ καὶ ὅτι ὁ Ταλθύβιος ἐνταῦθα σιωπᾷ καιριώτατα, ὡς καὶ ἀλλαχοῦ ἕτερα πρόσωπα. Οὔτε γὰρ ἐθέλει τὴν μονομαχίαν παῦσαι νικῶντα τέως ὁρῶν τὸν Αἴαντα, οὔτε μὴν προτρέπειν εἰς μάχην θαρρεῖ, δεδιὼς τὸ ἄδηλον. Οὔπω γὰρ ἀκριβὴς ἡ νίκη. ἄλλως τε καὶ διότι νὺξ ἤδη ἐστίν, ἐν ᾗ πάθοι ἂν ὁ Αἴας ἐπιβουλὴν μᾶλλον ἤπερ ὁ Μενέλαος μεθ' ἡμέραν ἔπαθε, καὶ διότι ἐν νυκτὶ κρίσις τύχης, οὐ τέχνης ἐστίν. Ὁ πᾶς οὖν λόγος τῷ Ἰδαίῳ νενέμηται περισῴζοντι τὸν Ἕκτορα κινδυνεύοντα. τάχα δὲ καὶ προεπήδησε τοῦ Ταλθυβίου δεδοικὼς περὶ τῷ Ἕκτορι μὴ καὶ εἰς οὐδὲν δέον ἀπολεῖται. ὅθεν καὶ λαλεῖ ὡς προμελετήσας, Ταλθύβιος δὲ οὔ. Ὅρα δὲ καὶ ὡς εἰς ταὐτὸν ἄγει τὸ κήρυκες [462] καὶ τὸ ἄγγελοι.
(v. 276 et 278) Εἰ δὲ Διὸς ἄγγελοι, Ζεὺς δέ ποτε καὶ ὁ νοῦς, καλῶς ἄρα καὶ πεπνυμένους ἄμφω τούτους λέγει καὶ αὖ πάλιν τὸν Ἰδαῖον πεπνυμένα μήδεα, ἤτοι βουλεύματα, εἰδότα. Ἐν ἑτέροις δὲ καὶ ἐσθλὸν εἶναί φησι τὸ τοὺς ἀγγέλους αἴσιμα εἰδέναι, ὡς μὴ δέον ὂν τοὺς τοιούτους ἀφραίνειν.
(v. 279) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι εἰρηνοποιὸν ἐκ παλαιοτέρου τινὸς ἀνδρὸς πρὸς νεωτέρους μονομάχους τὸ "μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθε".
(v. 280 s.) Εἰ δὲ καὶ ἀγαθοί, ἔτι δὲ καὶ γενναῖοι ἐκεῖνοι, ἐπιφωνηθήσεται καὶ τὸ ἑξῆς μικρόν τι παρῳδηθὲν "ἀμφοτέρω δὲ σφῶϊ φιλεῖ θεός, ἄμφω δ' αἰχμητά, τό γε δὴ καὶ ἴδμεν ἅπαντες".
(v. 284-286) Ὁ δὲ ὀκνῶν εἰρηνεῦσαι πρὶν ἢ ἐθελήσει ὁ προκατάρξας ἐχθρός, εἴποι ἄν, ὅτι τῷ δεῖνι "ταῦτα κελεύετε μυθήσασθαι, οὗτος γὰρ χάρμῃ προεκαλέσσατο", καὶ ὅτι "ἀρχέτω, αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος". Ἔνθα καὶ σημείωσαι τὴν ἔλλειψιν καιρίως γενομένην ὑπὸ τοῦ Αἴαντος διὰ τὸ μὴ ἔχειν πολυλογεῖν. Λέγει γὰρ ὅτι ἀρχέτω, εἰρήνης δηλαδή, ὁ Ἕκτωρ, ἐγὼ δὲ πείσομαι, ὅπου ἂν οὗτος δηλονότι ἄρχῃ, καὶ ὡς ἐπείσθην μονομαχῆσαι, οὕτω καὶ μή. Γοργότητος δὲ τὸ "ἀρχέτω" ἀσυνδέτως λεχθέν. [(v. 286) Ὅρα δὲ ὅτι τε τὸ "ᾗ περ ἂν οὗτος" δικαιολογικόν τι ἔχει, ὡς δίκαιον ὂν μὴ τὸν Ἰδαῖον παύειν τὴν μάχην εἰρηνικῶς, ἀλλ' αὐτὸν δὴ τὸν προκαλεσάμενον Ἕκτορα.
(v. 285) Καὶ ὅτι τὸ "χάρμῃ προκαλέσσατο πάντας ἀρίστους" μυκτῆρα ὑποκρύπτει σκωπτικόν τινα. δάκνει γάρ πως ὁ Αἴας τὸν Ἕκτορα, τωθάζων, εἰ πάντας τοὺς κρατίστους προκαλεσάμενος εἰς μάχην, εἶτα νῦν οὐδὲ πρὸς ἕνα γοῦν τοῦτον αὐτάρκης ἐστὶν ἀντιμάχεσθαι.]
(v. 288-298) Ὅτι οἶδεν ἡ τύχη τὰς τῶν ἀνθρώπων, ὡς καὶ προερρέθη, γνώμας ἑαυτῇ συνεξαλλάττειν ὡς τὰ πολλά. Ἕκτωρ οὖν, ὁ ἐν τοῖς ἑξῆς ὑπὸ εὐτυχίας αἰρόμενος καὶ ἁμαρτοεπῆ καὶ βουγάϊον ἐκεῖ λέγων τὸν Αἴαντα, νῦν θωπεύων αὐτὸν διὰ τὸ ὑπογυίως τῆς αὐτοῦ ἀρετῆς πειραθῆναι πολλά, καθὰ καὶ προεδηλώθη, ἐπιμαρτύρεται αὐτῷ ἀγαθὰ λέγων "Αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν, περὶ δ' ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, νῦν μὲν παύσωμεν" καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅτι οἱονεὶ τρόπαιον ζῶν καὶ λαλοῦν ὁ Ἕκτωρ ἀνίσταται τῷ Αἴαντι. Ὅρα δὲ καὶ νῦν τὸ τοῦ Ἕκτορος [463] μεγαλόφρον. οὐ γὰρ ἑαυτοῦ ἢ τῶν Τρώων φέρτερον τὸν Αἴαντα λέγει, ἀλλὰ τῶν ὁμοφύλων Ἀχαιῶν.
(v. 289) Πινυτὴν δὲ νῦν μὲν τὴν σύνεσιν ἔφη. ἐν ἄλλοις δὲ ἐπιθετικῶς τὴν μετέχουσαν πινυτότητος, ἧς ἀρσενικὸν ὁ πινυτός, ὃς καὶ κύριον εὕρηται ὄνομα.
(v. 290-292) Ὅτι καιρικῆς ἀγάπης ἐνταῦθα τὰ τοῦ Ἕκτορος, ἤγουν τὸ "νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος σήμερον· ὕστερον αὖτε μαχησόμεθα, εἰς ὅ κε θεὸς ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην". Καὶ ὅρα ὡς τὸ νῦν διεσάφησεν ἐπαγαγὼν τὸ σήμερον, ἵνα μὴ ἀμφίβολος ὁ λόγος εἴη, ὡς ἐν τῇ β΄ ῥαψῳδίᾳ. Ἐν δὲ τῷ "δώῃ ἑτέροις νίκην" ἔοικε τὸ τῆς νίκης ὁ ποιητὴς ἑρμηνεύειν ἑτεραλκές. ἀεὶ γὰρ ἑτέρῳ μέρει δίδοται νίκη ἀλκίμῳ φανέντι. Τὸ δὲ διακρῖναι διατμῆξαι προϊὼν ἐρεῖ ὁ ποιητής.
(v. 295) Ὅτι ἐστὶ διαφορὰ ἔτου καὶ ἑταίρου, ὡς δηλοῖ καὶ τὸ "σούς τε μάλιστα ἔτας καὶ ἑταίρους". Ἐθάδες μὲν οὖν καὶ ὁ ἔτης καὶ ὁ ἑταῖρος, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ, συνηθέστερος δὲ ὁ ἑταῖρος. Ὅτι δὲ τὸ ἔτης ἡ πλείων χρῆσις ψιλοῖ, ἀλλαχοῦ προρρηθὲν εὑρεθήσεται.
(v. 294-298) Ἰστέον δὲ ὅτι κοινήν τε καὶ ἰδικὴν εὐφροσύνην τὴν ἐπί τινι ἀγαθῷ ἀνδρὶ δηλοῖ τὸ "ὡς σύ τ' εὐφρήνῃς πάντας Ἀχαιούς, σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· αὐτὰρ ἐγὼ κατὰ ἄστυ" καὶ ἑξῆς. Ἔστι δὲ καὶ νῦν τὸ ἔασι ταὐτὸν τῷ εἰσί, καθ' ὁμοιότητα τοῦ τιθέασι τιθεῖσιν.
(v. 297) Ὅτι ἑλκεσίπεπλοι Τρῳάδες καὶ ἐνταῦθα ἀντὶ τοῦ μακρόπεπλοι, ὃ δὴ καὶ Ῥωμαίοις ἐπεχωρίασεν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν [464] σεσημείωται.
(v. 298) Ὅτι θεῖον ἀγῶνα ἐνταῦθά φησιν ὁ ποιητὴς ἢ τὸ ἀγωνίως καὶ προθύμως εὔχεσθαι ἢ τὸν ναὸν αὐτὸν ὡς θεῖον καταγώγιον καὶ ἀθροιστήριον διὰ τὰ ἐν αὐτῷ ἀγάλματα. Ὅτι δὲ πενταχῶς λέγεται ὁ ἀγών, ἀριθμοῦσιν οἱ παλαιοί. Ἐνταῦθα δὲ εἰπὼν ὁ Ἕκτωρ ὅτι αἱ Τρῳάδες εὐχόμεναί μοι θεῖον δύσονται ἀγῶνα, ὑπερεξαίρει ἑαυτὸν τοῦ Αἴαντος, μονονουχὶ λέγων ὅτι σὺ μὲν ἁπλῶς εὐφρανεῖς, ὡς ἐρρέθη, τοὺς Ἀχαιούς, ὑπὲρ ἐμοῦ δὲ καὶ εὔξονται οἱ ἐν τῇ Τροίᾳ ἢ καὶ ὅσα θεῷ τινι εὔξονταί μοι, ὡς ἐκεῖ μὲν μὴ ὄντος ἑτέρου τοιούτου, παρὰ δὲ Ἕλλησι πολλῶν ὄντων ἀντιπάλων τῷ Ἕκτορι κατὰ τὰ πρὸ μικροῦ εἰρημένα. Ἴσως δὲ καὶ ἔκφυγεν ἔπος τοῦτο ἕρκος ὀδόντων τὸν Ἕκτορα καὶ οὐκ οἶδεν ὁμολογῶν εὐκτὸν εἶναι Τρωσὶ περισωθῆναι αὐτόν. Δοκεῖ γὰρ λέγειν ὅτι εὐχόμεναι ὑπὲρ ἐμοῦ εἰσελεύσονται εἰς τοὺς ναούς, ὡς μέγα ὂν καὶ ἐν θεῶν γούνασι κείμενον, εἰ περισωθήσεται. Οὕτω σχηματίζειν οἶδεν ὁ ποιητὴς δεξιῶς.
(v. 299302) Ὅτι φιλότιμος ὁ Ἕκτωρ κἀνταῦθα, ὃς οὐ μόνον προκατάρχει τοῦ δῶρα δοῦναι, ἀλλὰ καὶ ὁρίζει τί ἂν εἴποιεν οἱ θεαταί. Φησὶ γὰρ "δῶρα δέ γε", ἢ "δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρα τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε", κατὰ ἠθοποιΐαν τὴν ἐν κοινῷ, "ἦ μὲν ἐμαρνάσθην", ὅ ἐστιν ἐμάχοντο, "ἔριδος πέρι θυμοβόροιο, ἦδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε".
(v. 30710) Ὅτι δὲ καὶ ἔπαθέ τι γενναῖον ὑπὸ τοῦ Αἴαντος, ἐσίγησεν ἐξ ἀγερωχίας. καὶ αὐτὸς μὲν οὕτω. Οἱ δὲ Τρῶες οἴδασι τὴν τοῦ Αἴαντος ἀρετὴν καὶ ἐχάρησαν, ὡς εἶδον Ἕκτορα "ζῳόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους. καὶ δὴ ἦγον προτὶ ἄστυ ἀελπέοντες", ἢ ἀέλποντες, τουτέστι δυσελπιστοῦντες, "σόον [465] εἶναι", [καί που, ὡς εἰκός, διὰ τοῦτο εὐχόμενοι καὶ αὐτοὶ τῷ Ἕκτορι διαφυγεῖν μένος καὶ χεῖρας ἀάπτους τὰς τοῦ Αἴαντος.]
(v. 311 s.) Καὶ οἱ Ἕλληνες δὲ οὐκ ἀπεικότως, καθὰ καὶ ὁ Αἴας, χαίρουσι τῇ νίκῃ, ἣν ὁ ποιητὴς αὐτῷ ἐπιμαρτύρεται ἐν τῷ "Αἴαντα ἑτέρωθεν Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ", χαίροντες, οἷα εἰκός, καὶ αὐτοί. Ἐκ δὲ τοῦ τοιούτου χαίρειν, ὡς καὶ προεδηλώθη, καὶ ἡ χάρμη, κατὰ δέ τινας καὶ ἡ μάχη παρὰ τὸ μὴ ἄχνυσθαι. πάντως γὰρ ἐλπίδι τῆς κατὰ τὴν νίκην χαρᾶς ἡ μάχη συνίσταται.
(v. 302) Ὅρα δὲ τὸ "διέτμαγεν ἐν φιλότητι", ἀντὶ τοῦ φιλίως διεκόπησαν χωρισθέντες ἀλλήλων καί, εἰπεῖν καιρίως, διακριθέντες,
(v. 306 s.) ὡς δηλοῖ τὸ "τὼ δὲ διακριθέντε, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν" καὶ ἑξῆς. Ἄλλως γὰρ τὸ διέτμαγε στασιώδης λέξις ἐστίν. Εἶτα ἐν ὀλίγῳ τὸ αὐτὸ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει τὸ ἀρθμήσαντες, ἤτοι φιλιωθέντες, καὶ διὰ τοῦ ἐν φιλότητι διατμαγῆναι εἰς ἀρθμόν, ἤγουν ἁρμονίαν φιλικήν, ἐλθόντες ἀλλήλοις. ὡς γάρ ἐστι συμπλοκὴ μάχιμος, οὕτω καὶ φιλικὴ διάτμηξις.
(v. 308) Ἀρτεμέα δὲ λέγει τὸν ὑγιῆ καὶ ἄρτιον, ἐξ οὗ παρῆχθαι δοκεῖ καὶ ἡ Ἄρτεμις, ὡς προείρηται.
(v. 310) Ὅρα δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ τὸ ἄγειν, οἷον "οἳ δ' ἦγον προτὶ ἄστυ", οὐ δηλοῦν ἁφήν τινα, ὁποῖόν τί ἐστι τὸ κρατεῖν ἢ βαστάζειν ἢ εἴ τι τοιοῦτον, ἀλλ' ἁπλῶς ληφθὲν ἀντὶ τοῦ προῆγον ἢ εἶχον συνόντα καὶ ἐφεπόμενον. Ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ὁ ἀρχηγὸς γίνεται καὶ ὁ στρατηγὸς καὶ τὰ ὅμοια. πολλὴ δὲ τοιαύτη χρῆσις ἐν τῷ Καταλόγῳ τῶν νηῶν.
(v. 312) Τοῦ δὲ κεχαρηότα [466] ὁ ἐνεστὼς χαρῶ χαρήσω, οὗ πατὴρ δεύτερος μέλλων ὁ χαρῶ ἐκ τοῦ χαίρω, ἀναδραμὼν εἰς ἐνεστῶτα, ὡς ἐν πολλοῖς γίνεται, ὁποῖόν τι καὶ τὸ δραμῶ δραμήσω, ἐξ οὗ τὸ συνδεδραμηκέναι, καὶ τὸ τυχῶ τυχήσω καὶ ἄλλα ὅμοια.
(v. 306 s.) Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καί τι καινότροπον σχῆμα σύνηθες Ὁμήρῳ τὸ "οἳ δὲ διακριθέντες, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊεν, ὃ δ' ἐς Τρώων ὅμαδον κίεν". Ἔνθα ταὐτὸν λαὸς παρὰ τὸ λίαν αὔειν καὶ ὅμαδος παρὰ τὴν ὁμοῦ αὐδήν. Σεμνοτέρα δὲ λέξις ὁ λαός ἤπερ ὁ ὅμαδος, διὸ λαὸν μὲν ἔφη ἐπὶ Ἀχαιῶν, ὅμαδον δὲ ἐπὶ τῶν βαρβάρων Τρώων.
(v. 303-305) Ὅτι δώροις ἀλλήλους δεξιοῦνται ὁ Ἕκτωρ τε καὶ ὁ Αἴας μετὰ τὴν μονομαχίαν, οὐκ ἐπὶ ξενίᾳ μέντοι, ὡς ἐπὶ Γλαύκου καὶ Διομήδους ἐγένετο, ἀλλ' εἰς μνήμην τῆς μονομαχίας καὶ τοῦ ἐπὶ ἴσοις ἀπαλλαγῆναι τοὺς ἥρωας. Ἕκτωρ μὲν οὖν, ὁ καὶ προκαλεσάμενος, ὡς εἴρηται, εἰς δῶρα, ἀφοπλίσας οἷον ἑαυτὸν "δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι, Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν", ὅ ἐστιν ἐρυθροβαφῆ, φοινικῷ ἄνθει φαιδρόν. Ὅτι δέ, τὸ τοῦ Σοφοκλέους εἰπεῖν, δύσδωρα τὰ δῶρα ταῦτα τούτοις ἀπέβησαν ὡς ἐχθροῖς καὶ ψευσαμένοις τὸν Φίλιον, ἡ ἱστορία διδάσκει, ἐπειδὴ καί, κατ' Εὐριπίδην εἰπεῖν, κακοῦ ἀνδρὸς δῶρ' ὄνησιν οὐκ ἔχει. Αἴας μὲν γὰρ τῷ τοιούτῳ ξίφει ἑαυτὸν κατειργάσατο, Ἕκτωρ δὲ τῷ δωρηθέντι ζωστῆρι ἅρματος ἐκδεθεὶς ἀπελωβήθη μετὰ θάνατον. Σημείωσαι δὲ ὅτι μέγα δῶρον λαβὼν ὁ Αἴας μικρὸν ἔδωκεν, ὥς που καὶ ἐπὶ Διομήδους καὶ Γλαύκου γέγονε. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς ἔχων ἐνταῦθα παρηχῆσαι τὸν Τελαμώνιον Αἴαντα τῷ ῥηθέντι ἴσως πρὸς διαστολὴν ἐϋτμήτῳ [467] τελαμῶνι, οὐκ ἠθέλησε κατὰ τοὺς ψυχροὺς ἀχρειῶσαι παιγνίῳ τὸ σπουδαῖον τῆς ποιήσεως.
(v. 314 s. et 321) Ὅτι βοῦν ἱέρευσε Διῒ Ἀγαμέμνων "ἄρσενα πενταέτηρον", "νώτοισι δ' Αἴαντα διηνεκέεσσι γέραιρε", διότι, φασίν, οὐκ ἔκλινε νῶτα τῷ πολεμίῳ, ἢ καὶ τοῖς αὐτῷ παρατιθεμένοις ὁ βασιλεὺς δεξιοῦται τὸν νικητήν. ἔοικε γὰρ τοῖς ἐν ὑπεροχῇ τὰ νωτιαῖα κρέα παρατίθεσθαι. Φησὶ γοῦν καὶ Ἡρόδοτος γέρα εἶναι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τῶν θυομένων τὰ δέρματα καὶ τὰ νῶτα λαμβάνειν καὶ πρώτους ἵζειν ἐπὶ τῷ δείπνῳ καὶ διπλάσια νέμειν αὐτοῖς τὰ πάντα. Ὅρα δὲ καὶ νῦν οἷα εὐτελῆ τὰ τῆς ἀνδραγαθίας ἔπαθλα τοῖς ἥρωσιν, ὅπουγε καὶ τοῖς ὕστερον πίτυς ἢ σέλινον ἢ κότινος ἀγώνων μεγάλων ἦσαν ἔπαθλα. [Ὅλως δὲ πολλαχοῦ παρά τε ἄλλοις καὶ ἱστορικοῖς καὶ ποιηταῖς κατὰ τὰ δεῖπνα τιμαὶ ἦσαν τοῖς ἀρίστοις, καὶ παρ' Ὁμήρῳ δέ. καὶ δῆλον ἔκ τε Σαρπηδόνος, ὃς παρὰ Λυκίοις ἕδρῃ καὶ κρέασι τιμᾶται, καὶ ἐκ τοῦ κρέασι τὸν Τυδείδην καὶ πλείοις δεπάεσσι δεξιοῦσθαι, καὶ ἐκ τοῦ τὸν Μενέλαον νῶτα βοὸς χαρίζεσθαί τινι, τὰ ῥά οἱ πάρθεσαν αὐτῷ. Ἐπεχωρίαζε δὲ τοῖς τότε τιμῆς χάριν καὶ ὁ διὰ προπόσεως ἀσπασμός. οὐ μόνον οὖν οἱ τοῦ μύθου θεοὶ χρυσέοις δεπάεσσι δειδέχατ' ἀλλήλους, ἤγουν ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς, ἀλλὰ καί τις καθ' ἱστορίαν οὕτω δείδεκτ' Ἀχιλῆα, ἤγουν ἐδεξιοῦτο, τουτέστι προὔπινεν αὐτῷ, τῇ δεξιᾷ, φασί, διδοὺς τὸ ποτήριον.]
(v. 3168) Ἐνταῦθα δὲ καὶ διασκευὴ στενὴ ἐπελευστικῶς κεῖται συγκατεπειγομένη τῷ καιρῷ, λέγουσα, ὅτι τὸν βοῦν "δέρον ἀμφί θ' ἕπον", ἤγουν καὶ ἀμφεῖπον, "καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα".
(v. 316 s.) Λέγει δὲ διαχέειν μὲν τὸ μελίζειν, μιστύλλειν δέ, ὡς καὶ ἀλλαχοῦ προγέγραπται, τὸ εἰς μικρὰς μερίδας κόπτειν καί, ὡς ἓν ἀνθ' ἑνὸς εἰπεῖν, σμικρύνειν. Τὸ δὲ ἐπισταμένως [468] καὶ περιφραδέως ταὐτὸ καὶ νῦν δηλοῦσι.
(v. 321) Τὸ δὲ "διηνεκέεσσιν" ἢ ἀντὶ τοῦ διόλου, καθ' ὅλον τὸν τοῦ συμποσίου καιρόν, ἢ ἀντὶ τοῦ ἀκεραίοις ἢ ἐπιμήκεσιν, ᾧ λόγῳ καὶ διηνεκεῖς που λέγονται ἀτραποί. Ὅτι εἰ μὲν τετέλεσται σιωπηρῶς ἡ περὶ τοῦ κοινοταφίου τῶν νεκρῶν ἐνταῦθα γενομένη συμβουλή, οὐκ ἀναγκαῖον ἐξετάζειν.
(v. 331-337) Συμβουλεύει δ' οὖν ὁ Νέστωρ μάχην ἕωθεν παύσαντας βραχύ τι πρὸ τῶν νηῶν πυρὰν καῦσαι καὶ ἕνα τύμβον χέασθαι εἰς πολυάνδριον τοῖς ἐν πολέμῳ θανοῦσιν Ἕλλησιν, ἵνα, φησίν, ἐν τῷ νόστῳ ἕκαστος τῶν περισεσωσμένων οἴκαδε ἄγῃ τοῖς παισὶ τὰ τῶν προγόνων ὀστᾶ. ἀρίστη δὲ ἡ τοῦ γέροντος συμβουλή.
(v. 325 s.) Διὸ καὶ ὁ ποιητὴς ἐπεσημῄνατο, εἰπών, ὅτι τε ὁ Νέστωρ εἶπεν εὖ φρονέων, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή.
(v. 344) Καὶ ἐν τῷ τέλει δὲ τῆς συμβουλῆς λέγει "ὣς ἔφατο, οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες", ἐπικρίνων πάνυ ἐπαινετὸν εἶναι τὸ τοῦ γέροντος βούλευμα, καὶ ἑαυτὸν δὲ σεμνύνων ὡς ἐπαινετὰ γράφοντα. Τῷ ὄντι γὰρ χρὴ τοὺς ζῶντας ἐπιμέλεσθαι τῶν τεθνεώτων εἰς προθυμίαν τῶν ἔτι περιόντων, ὃ καὶ εἰώθει γίνεσθαι μάλιστα παρὰ τοῖς παλαιοῖς, ἵνα μὴ ἐθελοκακῶσιν ὡς μετὰ θάνατον ὁσίας μὴ τευξόμενοι.
(v. 327-343) Συμβουλεύει δὲ ὁ Νέστωρ καὶ ἕτερον, εἰκὸς καὶ αὐτὸ γενέσθαι, ἤγουν πύργους δεῖμαι πρὸ τῶν νηῶν καὶ τάφρον ὀρύξαι, ὃ δὴ καὶ γενέσθαι ἡ ἐφεξῆς γραφὴ δηλοῖ. Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω τὰ τοῦ Νέστορος "Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδόσδε κατῆλθον. τῷ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακείομεν αὐτοὺς τυτθὸν ἄπο πρὸ νεῶν", ἢ μᾶλλον τυτθὸν ἀπόπρο νεῶν, "ὥς κεν", ἤγουν ὡς ἄν, "ὀστέα παισὶν ἕκαστος οἴκαδ' ἄγῃ, ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν", ὅπερ ἐστὶ περίφρασις τοῦ νοστήσωμεν, "τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου", ἢ μάλιστα ἐν πεδίῳ, "ποτὶ δ' αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλούς, εἶλαρ νηῶν [469] τε καὶ αὐτῶν", ἤγουν ἡμῶν, "ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη, ἔκτοσθε δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἣ ἂν ἵππους καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων". Ἀρίστη δὴ καὶ ἡ δευτέρα βουλὴ αὕτη κατὰ τὸν ποιητὴν καὶ οἵα πιθανολογῆσαι, ὅπως ἐκ βαρυτάτου πολέμου τοῦ ἐφεξῆς αἱ Ἀχαϊκαὶ νῆες περιεσώθησαν.
(v. 328) Ὅρα δ' ἐν τῷ "πολλοὶ γὰρ τεθνᾶσιν", ὅτι ὁ γαρ σύνδεσμος ἐν ἀρχῇ δημηγορίας κεῖται. Αἴτιον δὲ καὶ νῦν τούτου, ὅτι θέλει κατὰ μέθοδον περιβολῆς τὸ δεύτερον θεῖναι πρῶτον, ἤγουν τὴν αἰτίαν πρὸ τοῦ αἰτιατοῦ, ὡς καὶ εἴ τις εἴποι· ἄνθρωπε, καὶ γὰρ ὤχλησάς με, παῦσαι λαλῶν. Ἰστέον δὲ ὅτι, ὥσπερ ἄμεμπτόν ἐστι τὸ ἄρχεσθαι ἀπὸ τοῦ ἐπει συνδέσμου, οὕτως καὶ ἀπὸ τοῦ γαρ. Ἰσοδυναμοῦσι γὰρ ἀλλήλοις οἱ σύνδεσμοι οὗτοι. ταὐτὸν γὰρ εἰπεῖν· ἄνθρωπε, ἐπεὶ ἠδίκησάς με, λυποῦμαι, καί· ἄνθρωπε, καὶ γὰρ ἠδίκησάς με, λυποῦμαι. Οὕτω δὲ ταὐτὸν φάναι· χρή, βασιλεῦ, τύμβον θέσθαι κοινόν, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, καὶ αὖ πάλιν εἰπεῖν· ὦ βασιλεῦ, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, χρὴ τύμβον γενέσθαι κοινόν. Ἔστι δὲ τὸ μὲν πρῶτον κοινότερον, τὸ δὲ δεύτερον ἀσύνηθες τοῖς πολλοῖς. Τὸ δὲ τεθνᾶσι κρᾶσιν ἔπαθεν ὁποίαν καὶ τὸ βεβάασι βεβᾶσι καὶ ἑστάασιν ἑστᾶσιν.
(v. 329) Ὅρα δὲ ὅτι πρὸς τὸ κελαινὸν αἷμα, ὃ ἐρεμνὸν ἡ Τραγῳδία φησί, δυνάμενος ὁ ποιητὴς παραθεῖναι μελανδίνην Σκάμανδρον ἢ ἀντιθετικῶς ἀργυροδίνην ἢ λευκὸν ὕδωρ Σκαμάνδρου, ὁ δὲ ὅμως ἠρκέσθη ἁπλούστερον, ἐΰρροον εἰπὼν Σκάμανδρον, ὡς οἷα τοῦ κελαινοῦ [αἵματος] μὴ εὖ ῥέοντος ἀλλ' ἐπὶ κακῷ.
(v. 330) Τοῦ δὲ ἐσκέδασεν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ κατὰ πόλεμον αἵματος ἐν πεδίῳ χεθέντος ὧδε καὶ ἐκεῖ. Ὀξὺς δὲ Ἄρης ὁ ταχὺς πόλεμος καὶ σφοδρός, ἴσως δὲ καὶ ὁ τὸ αἷμα ἐκχέας σίδηρος οὕτως ἐκλήθη. Τὸ δὲ [470] Ἄϊδόσδε ὅτι ταὐτόν ἐστι τῷ εἰς Ἅιδου καὶ ὅτι Ἀττικῶς ἐλλέλειπται, καθὰ καὶ τὸ ἐς μυσταγωγοῦ, δῆλόν ἐστιν. Ὡς δὲ καὶ οὐ μόνον ἀντὶ προθέσεως κἀνταῦθα κεῖται ὁ δε, ἀλλὰ καὶ ὡς οἷά τις ἐπέκτασις, προδεδήλωται.
(v. 332) Τὸ δὲ "αὐτοὶ ἀγρόμενοι" αὐτοδιακονεῖν ἐν καιρῷ καὶ τοὺς ἀρίστους βούλεται. [Καὶ δηλοῦται τοῦτο ἔκ τε ἄλλων μυρίων τῶν κατὰ τοὺς ἥρωας, καὶ οἷς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς ἐν ταῖς Λιταῖς αὐτοὶ τὰ τῆς δεξιώσεως τῶν φίλων πρέσβεων εὐτρεπίζουσι, καὶ οἷς Μενελάου, φασί, τελοῦντος γάμους ὁ νυμφίος οἰνοχοεῖ. καὶ Ὀδυσσεὺς δέ που δαιτρεῦσαι καὶ πῦρ εὐνῆσαι καὶ ξύλα κεάσαι δεξιὸς εἶναι λέγει. Τὸ πᾶν δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἐπετήδευον οἱ ἥρωες τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο τῇ ἐν τοῖς τοιούτοις εὐστροφίᾳ. Καὶ ἔστιν εἰπεῖν, ὡς ἐφιλοτιμοῦντο οὕτω αὐτάρκεις εἶναι δοκεῖν καὶ τέλειοι καὶ ἀνενδεεῖς, οἷα μὴ ἐθέλοντες ὄφλειν χάριτας, εἰ τῶν ἔργων συνεφάπτονται αὐτοῖς ἐπὶ οὕτω μικροῖς καὶ οὐ πολλοῦ λόγου ἀξίοις, καὶ ἅμα πραγματευόμεναι τὸ πολιτικώτερον.]
(v. 332) Τὸ δὲ "κυκλήσομεν νεκρούς", ἀντὶ τοῦ τροχοῖς ἀγάγωμεν ἢ μάλιστα ἐφ' ἁμαξῶν κομίσομεν, ὡς ἀπὸ μέρους. τὰ γὰρ κύκλα, ἤγουν οἱ τροχοί, μέρος ἁμάξης. προϊὼν οὖν ἐρεῖ "ἁμαξάων ἐπάειραν". Ἰστέον δὲ ὡς οὐκ ἦν ἂν ἀπᾷδον καὶ κυκλώσομεν εἰπεῖν κοινότερον, εἴγε παρ' Εὐριπίδῃ "κύκλωμα Ἰξίονος" φέρεται, ῥηθὲν ἐπὶ τροχοῦ κινήσεως κατὰ τὸν ἐπὶ τῷ [471] Ἰξίονι τοῦ μύθου λῆρον. Ὁμήρῳ μέντοι εὐηρέστηται κυκλήσομεν εἰπεῖν, ἐξ οὗ παρὰ τοῖς ὕστερον παρεισκυκλεῖν λόγους τὸ ὡς ἐκ περιόδου τινὸς κυκλικῶς παρεισάγειν καὶ στρογγύλλειν τὸ φραζόμενον. ἔτι δὲ καὶ ἄλλως, τὸ πολλάκις περὶ τὸ αὐτὸ στρέφεσθαι καὶ οἷον τροχοειδῶς εἰλεῖσθαι.
(v. 333) Διασάφησις δὲ ὑποδυσκόλου ῥήματος τοῦ κυκλήσομεν τὸ "βουσὶ καὶ ἡμιόνοισιν", ὧν μὴ προστεθέντων πάνυ ἀσαφὴς ἦν ὁ καθ' Ὅμηρον νοῦς τῆς τοιαύτης λέξεως. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον βόες ἀλλὰ καὶ ἡμίονοι ὑπὸ ζυγὸν ἤγοντο, καθά που καὶ ἵπποι. διὸ καὶ ὑποζύγια λέγονται. Ἐν δὲ τῷ "κατακείομεν" φαίνεται καὶ διὰ τοῦ ε ψιλοῦ εἶναι τὸ καίω, τὸ ἐπὶ τοῦ πυρός, παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, ἐξ οὗ καὶ ἐνταῦθα τὸ "κατακείομεν αὐτούς", καὶ μετ' ὀλίγα "νεκροὺς κείομεν". Ἐκ τούτου δὲ καὶ τὸ θυοσκόος ἐν Ὀδυσσείᾳ. Καὶ ἔοικεν οὕτω πως ἔχειν τοῦ ῥήματος ἡ διάθεσις, κέω κῶ τὸ πρωτότυπον, ἐξ οὗ παράγωγον τὸ ἕτερον καίω, τὸ ἀσυναίρετον, τὸ διὰ τῆς αι διφθόγγου, ὡς κλῶ κλαίω, λῶ λαίω, ἐξ οὗ τὸ λιλαίω, καὶ τὰ τοιαῦτα. Εἰ δέ τις τὸ κείομεν [472] ἐθέλει γράφειν διὰ τοῦ η καὶ μεγάλου ω, ὡς ἀπὸ τοῦ κῆαι, τὸ καῦσαι, τῷ λόγῳ τῶν αὐθυποτάκτων, οὐ σφάλλεται μὲν ὀρθότητος, ἀπορραπίζει δὲ τὰ πλείω τῶν παλαιῶν ἀντιγράφων, ἐν οἷς διὰ διφθόγγου καὶ ο μικροῦ ἐμφέρεται ἡ γραφὴ τοῦ κείομεν.
(v. 335) Τὸ δὲ "ἄγειν" οὐ μόνον ἐνταῦθα ἐπὶ ἀψύχων κεῖται ἐν τῷ "ὀστέα οἴκαδε ἄγῃ", ἀλλὰ καὶ μετ' ὀλίγα ἐν τῷ "νέκυάς τε ἄγειν", καὶ "κτήματα ὅσα ἠγόμην". οὕτω δὲ καὶ ἄγειν μέθυ χίλια μέτρα. Τὸ δὲ "νεώμεθα" δῆλον ὡς θέμα ἐστὶ τοῦ νόστου. ἐκ τοῦ νέεσθαι γὰρ νότος, καὶ πρὸς διαστολὴν τοῦ ἀνέμου νόστος. Τὸ δὲ "πατρίδα γαῖαν" ἐντελῶς καὶ νῦν πέφρασται. πατρίδα δὲ μόνον εἰπεῖν ἐλλιπῶς ἔχει.
(v. 336) Τὸ δὲ "χεύομεν τύμβον", ταὐτὸν τῷ διὰ χυτῆς γῆς ἀναχωματίσομεν. οἱ δὲ παλαιοὶ χώσομεν αὐτὸ ἑρμηνεύουσι. Τὸ "ἐξαγαγόντες" ἀντὶ τοῦ ἐξελθόντες, ἐκπορευθέντες, οὗ τὸ ἀνάπαλιν ἐν τῷ "Λαοδίκην εἰσάγουσα", ἤγουν εἰσπορευομένη, εἰσιοῦσα.
(v. 337) Ἄκριτον δὲ τύμβον λέγει τὸν μὴ διακεκριμένον εἰς ἕνα τινὰ νεκρόν, ἀλλὰ δηλονότι κοινὸν ὄντα πολλῶν, ὁποῖα τὰ κυρίως πολυάνδρια. Τὸ δὲ "ἐκ πεδίου" ἀντὶ τοῦ ἔξω που τῆς πεδιάδος, πλὴν οὐ πάνυ μακράν. Τὸ γοῦν τεῖχος προτὶ αὐτόν, ἤγουν περὶ αὐτόν, τὸν τύμβον ἔδειμαν καὶ ἐγγὺς αὐτοῦ. [Ἔνθα ἰστέον ὅτι ποιητικαὶ προθέσεις ἰσοδύναμοι οὖσαι ἡ προτι καὶ ἡ ποτι ἐκθλίβουσι ποτε καὶ ἀμφότεραι τὸ ἐπεκτατικὸν ἰῶτα, ἡ μὲν ποτί ἐν τῷ πόταγε, ἤγουν πρόσαγε, καὶ ἐν τῷ ποταίνιον, περὶ οὗ ἀλλαχοῦ κεῖται, καὶ ἐν τῷ πότωπον [473] Δωρικῶς, ἤγουν πρόσωπον, ἡ δὲ προτί ἐν τῷ προταινί.] Τὸ δὲ "δείμομεν" αὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον χρόνου ἀορίστου πρώτου ἐνεργητικοῦ, Ὅμηρος δὲ αὐτῷ ἀντὶ ἁπλῶς θεματικοῦ ἐνεστῶτος χρᾶται καὶ συστέλλει ἐνταύθα μετρήσας δακτυλικῶς. Τὸ δὲ "ὦκα" προαναφώνησίς ἐστι τοῦ ταχὺ δομηθήσεσθαι ἐν τοῖς μετὰ ταῦτα τὸ πλαστὸν τεῖχος.
(v. 338) Τὸ δὲ "πύργους ὑψηλούς" ἐκ μέρους δηλοῦν τὸν ὅλον τειχισμὸν παρατετηρημένως κεῖται, ὡς μὴ καὶ τοῦ τείχους διόλου ὑψηλοῦ ὄντος, καθὰ ἐν τοῖς ἑξῆς φανήσεται. Εἶλαρ δὲ παρὰ τὸ εἰλεῖν καὶ ἔσω συγκλείειν ἀσφάλεια, φυλακή, φραγμός. οὕτω καὶ κύματος εἶλαρ τὸ περὶ τοὺς τοίχους τῆς νεὼς ἄνω πλέγμα.
(v. 339) Τὸ δὲ πολλὰς ἱππηλάτους πύλας τῷ Ἑλληνικῷ γενέσθαι τείχει ἀντιλέγεται. Ἀρίσταρχος γὰρ οὐ συγκατατίθεται, ὡς καὶ αὐτό που ἐν τοῖς ἑξῆς δηλωθήσεται. Τὸ δὲ "εὖ ἀραρυίας" ταὐτὸν τῷ πυκινάς, ὃ ἐν ἄλλοις κεῖται.
(v. 340) Τὸ δὲ "ἱππηλασίη ὁδός" ἐντελῶς ἐφράσθη, ἄλλως δὲ ἱππηλασία παρὰ τοῖς ὕστερον ἀπολύτως τὸ ἐλάσαι ἵππους.
(v. 341) Τὸ δὲ "βαθεῖαν" ἀρετὴ τάφρου, καθὰ καὶ τὸ εὐρεῖαν, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. Ὡς δὲ καὶ μακρὰ ἡ τάφρος ἦν, δῆλον ἐκ τοῦ συνδιήκειν τοσαύταις ναυσὶν εἰς ἀσφάλειαν. διὸ πληθύνει αὐτὴν τῇ φράσει ὁ Σοφοκλῆς "τάφρους" εἰπών, ὥσπερ καὶ τὸ τεῖχος ἕρκη πληθυντικῶς νηῶν, [474] αἳ ὅτι διαφέρουσι τῶν ὕστερον κοινότερον λεγομένων πλοίων, δηλοῖ ὁ γράψας οὕτω· Δίδυμος ἐν Ἱστορικῷ φησιν, ὡς διαφέρουσι νῆες πλοίων, ὅτι αἱ μέν εἰσι στρογγύλαι, αἱ δὲ στρατιώτιδες. Ἀριστοτέλης δέ, φασίν, ἱστορεῖ ἐν Δικαιώμασι πόλεων οὕτως· ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀλέξανδρος ὁ Μολοττὸς αὐτὸν μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς.
(v. 341) Τὸ δὲ "ἐγγύθι" ἀκριβῶς ἔχει. οὐ μακρὰν γὰρ τοῦ τείχους εἶναι χρὴ τὴν τάφρον, ὡς δεδοκίμασται.
(v. 342) Τὸ δὲ "ἀμφὶς ἐοῦσα" ἀντὶ τοῦ κύκλῳ εἴτ' οὖν πέριξ. Ταὐτὸν γὰρ ἡ ἀμφι καὶ ἡ περι, ἀφ' ἧς τὸ πέριξ γίνεται, [ἢ μᾶλλον ἀντὶ τοῦ ἀμφὶ τὸ τεῖχος οὖσα, ἵνα ᾖ ἀντὶ προθέσεως ἐπίρρημα τὸ γενόμενον ἐξ αὐτῆς.]
(v. 343) Τὸ δὲ "ἐπιβρίσει πόλεμος Τρώων" ζαχρῃεῖς ἐν πολέμῳ καὶ τοὺς Τρῶας εἶναι βούλεται. τοιοῦτον γάρ τι ποιητικῶς οἱ ζαχρηεῖς, δηλοῦντες τοὺς ἄγαν βαρεῖς, ὅ ἐστιν ἐπιθετικῶς βρίθοντας.
(v. 344) Τὸ δὲ "ἐπῄνησαν" ἀσυνηθέστερον μὲν τοῦ ἐπῄνεσαν, πολλαχοῦ δὲ ὅμως ἐν χρήσει κείμενον, ὡς καὶ παρ' Ἡσιόδῳ.
(v. 345 s.) Ὅτι, ὥσπερ ἀλλαχοῦ ἔφη "τετρήχει δ' ἀγορή", οὕτω καὶ ἐνταῦθα λέγει, ὅτι ἀγορὰ ἐγένετο Ἰλίου ἐν πόλει ἄκρῃ, τουτέστιν ἀκροπόλει, ὡς πολλαχοῦ κεῖται, "δεινὴ τετρηχυῖα", ὅ ἐστι ταραχώδης. τοιαύτη γὰρ ἡ δημοτικὴ ἄθροισις. Ἐγένετο δέ, φησίν, ἡ τοιαύτη ἀγορὰ παρὰ Πριάμοιο θύρῃσιν, οὐ μὴν ἔξω παρὰ τῇ σκηνῇ τοῦ Ἕκτορος. οὐ γὰρ ἦν εἰκὸς αὐτὸν βουλεύσασθαι τὰ ῥηθησόμενα, δημογέροντας δέ τινας πεπνυμένους κατὰ τὸν Νέστορα. [Δεινὴ δὲ ἡ προκειμένη Τρωϊκὴ ἀγορὰ οὐκ ἐν τῷ καθόλου, ἀλλ' ὅτι νῦν δέδοικε περὶ τῷ μέλλοντι ἕκαστος τῶν περὶ τὴν ἀγορὰν ἠθροισμένων, καθὰ καὶ ὁ Ἀντήνωρ, ὡς εὐθὺς φανεῖται.]
(v. 350-353) Ὅτι ὁ τῶν Ἑλλήνων πρόξενος Ἀντήνωρ, ὁ Τρωϊκός, μαθών, ὡς εἰκός, καὶ αὐτὸς τὴν κατὰ τοῦ Ἕκτορος ἀριστείαν τοῦ Αἴαντος κἀντεῦθεν περὶ τῷ παντὶ δεδιώς, συμβουλεύει δικαιότατα τοῖς πολίταις οὕτω "δεῦτ' ἄγετ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ δῴομεν Ἀτρείδῃσιν ἄγειν. νῦν δ' ὅρκια πιστὰ ψευσάμενοι", ἤγουν [475] ἐπιορκήσαντες, "μαχόμεσθα. τῷ", ἤγουν διό, "οὔ νύ τι κέρδιον ἡμῖν", ἢ ἧμιν, "ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξωμεν ὧδε", ἀντὶ τοῦ ἐὰν μὴ ῥέξομεν οὕτω. Σύνδεσμος γὰρ ἀντὶ συνδέσμου εἴληπται, ὥς που καὶ προδεδήλωται. καὶ οὕτω μὲν ὁ Ἀντήνωρ εἰπὼν ἕζετο
(v. 357-364) Ἀλέξανδρος δέ ‑ βαρὺ γὰρ τοῖς ἀδικοῦσιν ὁ ἔλεγχος ‑ οὕτως ἄδικος φαίνεται, ὥστε καὶ τὸν Ἀντήνορα, εἰ ταῦτα σπουδάζων λέγει, ἐκπεσεῖν φησι τῶν φρενῶν καὶ τὴν μὲν γυναῖκά φησιν οὐκ ἀποδώσειν, κτήματα δὲ δοῦναι κατὰ τὸν λόγον τοῦ Ἀντήνορος, ἵνα δόξῃ πεισθῆναι αὐτῷ. Ἀναστὰς γάρ φησιν οὕτω "Ἀντῆνορ, σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεὸς φρένας ὤλεσεν αὐτός. αὐτὰρ ἐγὼ Τρώεσσιν ἀγορεύσω. ἀντικρὺ δ' ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω, κτήματα δ' ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ, πάντ' ἐθέλω δόμεναι, καὶ ἔτι οἴκοθεν ἄλλ' ἐπιθεῖναι", ὅ ἐστι προσεπιβαλεῖν, ἐπέκεινα δοῦναι.
(v. 363) Ἰστέον δὲ ὅτι Ἀργεία μὲν καὶ νῦν Ἑλένη ἡ Πελοποννησία, ἡ ἐξ Ἄργους δηλαδή, ὅθεν τὰ ῥηθέντα κτήματα ἤγετο ὁ Ἀλέξανδρος.
(v. 357-360) Τὸ δὲ "σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτα" καὶ ἑξῆς ἕως τοῦ "θεὸς φρένας ὤλεσεν αὐτός" πᾶς ἐρεῖ ἂν ὁ μὴ ἀρεσκόμενος ἐφ' οἷς λέγει καταδεέστερός τις αὐτοῦ.
(v. 362) Σημείωσαι δὲ ὅτι τε ἐν τῷ "γυναῖκα μὲν οὐκ ἀποδώσω" τολμᾷ οἱονεὶ λέγειν ὁ ἄδικος, ὅτι καὶ ἐγὼ ὡς γυναικὸς τῆς Ἑλένης ἀντέχομαι, καθὰ καὶ ὁ Μενέλαος, ὃ καὶ ὁ ποιητὴς ἐν τούτοις ὑπαινίττεται, εἰπὼν πρὸ βραχέων τὸ "ἀνέστη δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο".
(v. 358) Καὶ ὅτι βούλεται ὁ Πάρις καὶ τὸν δίκαιον καὶ συνετὸν Ἀντήνορα συναινέσαι αὐτῷ καὶ συνδιαστρέψαι τὸν τῆς δίκης κανόνα καὶ τοιοῦτόν τι καὶ αὐτὸν συνδικαιολογήσασθαι.
[476] διὸ ταῦτα μὲν οὐ φίλα κρίνει, ἐθέλει δὲ ἄλλο τι νοηθῆναι τῷ Ἀντήνορι ἄμεινον ὡς οἷα ποριμωτάτῳ ῥήτορι. καὶ μὴν οὐδὲν δικαιότερον τοῦ δεῖν τὸ ἀλλότριον ἀναδοῦναι.
(v. 357 s.) Ὅρα δὲ καὶ ὅτι οὐ ψέγει τὸν τοῦ Ἀντήνορος λόγον ὁ φαυλότατος, ἀλλὰ καλὸν μὲν εἶναι νοεῖ διὰ τὸ κοινῇ συμφέρον, ἐθέλει δὲ τὸν Ἀντήνορα νοῆσαι ἄμεινον ἄλλο νόημα τῇ αὐτοῦ κακίᾳ σύμφωνον.
(v. 362-364) Ἔτι σημείωσαι καὶ ὡς τοῖς οἰκείοις λόγοις περιπετὴς ὁ Πάρις γίνεται. ὁ γὰρ ἐν τοῖς πρὸ τούτων ἐθέλων ἀποδοῦναι γυναῖκα καὶ κτήματα πάντα νῦν φησιν, ὅτι γυναῖκα μὲν οὐκ ἀποδώσω, κτήματα δὲ πάντα καὶ οἴκοθεν δὲ ἄλλα ἐπιθήσω, ἀντισηκῶν οἷον τῇ Ἑλένῃ τὰ οἴκοθεν κτήματα. Τάχα δὲ καὶ αὐτὸς προσπαίζων ὡς φιλοκτεάνῳ τῷ βασιλεῖ, ὃς φθάσας Ἑλένην ἐζήτησε καὶ κτήματα πάντα καὶ ποινήν.
(v. 366 s.) Ὅτι δὲ οὐ δίκαια λαλεῖ ὁ Ἀλέξανδρος, ἐπικρινεῖ μετ' ὀλίγα σεμνῶς αὐτὸς ὁ Πρίαμος, φιλόπαις μὲν ὤν, ἀλλ' ὡς μετ' ὀλίγα κεῖται, καὶ θεόφιν μήστωρ ἀτάλαντος καὶ εὖ φρονέων καὶ δίκαιος. Τὰ μὲν γὰρ τοῦ Ἀλεξάνδρου ταῦτα μῦθον ἁπλῶς ἐρεῖ μηνυθησόμενον Ἕλλησι, τὸ δὲ παῦσαι τὸν πόλεμον καὶ θάψαι τοὺς νεκροὺς πυκινὸν ἔπος ὀνομάσει, ὡς τοῦ λόγου τοῦ Ἀλεξάνδρου μὴ πυκινοῦ ὄντος. [Πῶς γὰρ ἂν εἴη πυκινὸν τὸ φάναι, ὡς οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις, εἰ καὶ τοῖς ἄλλοις δηλαδὴ φίλα δημηγορεῖς. Τὸ γὰρ "ἐμοί" διαστέλλει τὸν ἕνα Πάριν τοῦ τε βασιλέως Πριάμου καὶ τῶν λοιπῶν ὅλων Ἰλιέων, ὡς εἴπερ αὐτὸς ἦν τὸ πᾶν ἐν τῇ Τροίᾳ.]
(v. 351) "Ὅρκια δὲ πιστά" τὰ πιστοποιά. ὅθεν καὶ πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι δι' ὅρκου.
(v. 353) Τὸ δὲ "ἵνα μὴ ῥέξομεν ὧδε" ἠθέλησάν τινες εἰπεῖν ἀντὶ τοῦ "ὅπου μὴ ποιήσομεν οὕτω". οὐκ εὖ δέ. στέργεται γὰρ μᾶλλον ἡ προρρηθεῖσα ἐξήγησις.
(v. 355) Δῖον δὲ τὸν Ἀλέξανδρον ἀνεμεσήτως καλεῖ ὁ ποιητής, μηδ' ἐνταῦθα ἐθελήσας κακολογῆσαι τὸν ἄδικον.
(v. 359) Τὸ δὲ "ἀπὸ σπουδῆς" ἀντὶ τοῦ σπουδαίως καὶ οὐχ' ὡς ἐπὶ πείρᾳ τινί, ὡς εἰ καὶ εἶπεν, ὅτι ἀπόλωλέ σοι τὸ φρονεῖν, εἰ ταῦτα μὴ παίζων ἀλλὰ σπουδάζων λέγεις.
(v. 362) Ἐν τούτοις δὲ σημείωσαι ὡς τὸ τῆς ἀποφάσεως φιλόσοφον ὄνομα ἐξ Ὁμήρου εἴληπται εἰπόντος "ἀντικρὺ δ' ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω". τὸ γὰρ γυναῖκα οὐκ ἀποδώσω ἀπόφασίς ἐστιν, ὥσπερ κατάφασις [477] τὸ ἀποδώσω γυναῖκα. ἀπὸ γοῦν τοῦ Ὁμηρικοῦ ἀπόφημι παρῆκται καὶ τὸ ἀποφάσκειν καὶ ἡ ἀπόφασις. Τὸ δὲ "ἀντικρύ" τὸ φανερῶς δηλοῖ καί, ὡς ἄν τις ἐρεῖ, ἐξ ἐναντίας καὶ κατὰ ἀντίκρουσιν. τὸ μέντοι ἄντικρυς τῶν μεθ' Ὅμηρόν ἐστι καὶ ἑτεροίαν σημασίαν ἔχει. [(v. 363) Κτήματα δὲ οἱ μὲν μεθ' Ὅμηρον ἰδίως ἐπὶ ἀγρῶν καὶ οἴκων φασίν, Ὅμηρος δὲ ἐπὶ πάντων ἁπλῶς τῶν ὑπαρχόντων, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ "ὑμὰ κτήματ' ἔδοντες" καὶ ἐν τῷ "ἐπὶ κτεάτεσσιν ἀνάσσω".]
(v. 362 s.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι ταὐτόν ποτε τὸ ἀποδώσειν μετὰ προθέσεως καὶ δοῦναι χωρὶς προθέσεως.
(v. 370 s.) Ὅτι στρατηγικὸν παράγγελμα νύκτερον εἰς ὠφέλειαν στρατοῦ τὸ "νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν, ὡς τὸ πάρος περ, καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος". Πρίαμος δὲ τοῦτό φησι μετὰ τοὺς λόγους τοῦ Πάριδος. Γίνεται δὲ τὸ "ἐγρήγορθε" ἐκ τοῦ ἐγρηγόρετε προστακτικοῦ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ψιλοῦ εἰς δασύ.
(v. 373 s.) Ὅτι ἀρχέκακον ἐμφαίνων δεῖν εἶναι λέγεσθαι καὶ τὸν Πάριν ὁ ποιητής φησι διὰ τοῦ Πριάμου "εἰπὲ μὲν Ἀτρείδῃσι μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν." Ὁ γὰρ τοιοῦτον ἐγείρας νεῖκος πάντως ἀρχέκακός ἐστι μᾶλλον ἤπερ αἱ προρρηθεῖσαι νῆες αὐτοῦ. Ἐνταῦθα δὲ ὑπολαλεῖ ὁ γέρων καὶ ὅτι ὁ τὸ νεῖκος ἐγείρας Πάρις καὶ [478] εἰσέτι παρατενεῖ αὐτὸ διὰ τῆς δημηγορίας, ἣν ἀφρόνως ἄρτι ἐλάλησεν.
(v. 372-375) Ὅρα δὲ ἢ τὴν φιλοτεκνίαν τοῦ Πριάμου ἢ τὴν τοῦ μοιριδίου ἀνάγκην, εἰ δυνάμενος ὁ Πρίαμος ἐπικρῖναι, ὡς εὖ ὁ Ἀντήνωρ λέγει, καὶ ἐκθεραπεῦσαι τὸ κοινὸν κακόν, ὁ δὲ ἁπαλῶς προσφέρεται τοῖς φαύλοις τοῦ υἱοῦ λόγοις καὶ ἀρκεῖται εἰπών, ὡς ὁ Ἰδαῖος κῆρυξ εἰπάτω τοῖς Ἀτρείδαις τὸν τοῦ Ἀλεξάνδρου ἄδικον λόγον, εἴ πως δῆθεν ἐκεῖνοι ἀρεσθεῖεν αὐτῷ.
(v. 373) Ὅρα δ' ἐνταῦθα καὶ ὅτι Ἀτρείδαις εἰπὼν ὁ Πρίαμος ἐπάγει ἐν ἁπλότητι ἀφελῶς τὸ "Ἀγαμέμνονι καὶ Μενελάῳ", ὡς εἴπερ οὐκ αὐτόθεν ἐγνωρίζοντο διὰ τοῦ ὀνομασθῆναι Ἀτρεῖδαι.
(v. 375-378) Ὅτι δηλοῖ καὶ ἐνταῦθα Ὅμηρος οὐκ ἀδύνατον εἶναι τὸ αὐτὸ νόημα τὸν αὐτὸν καιρὸν εἰς διαφόρους ἐλθεῖν. ἐν μιᾷ γοῦν ἡμέρᾳ πρὸς ἑσπέραν καὶ ὁ Νέστωρ τοῖς Ἀχαιοῖς καὶ ὁ Πρίαμος δὲ μετ' αὐτὸν τοῖς Τρωσὶ τὰ περὶ ταφῆς νεκρῶν συνεβούλευσαν. Δεινότης δὲ καὶ τοῦτο ποιητική, ἵνα μὴ φθάσωσιν οἱ Ἕλληνες διαπρεσβεύσασθαι περὶ τῶν οἰκείων νεκρῶν, ἀλλὰ διαπρεσβευσαμένων τῶν ἐκ Τροίας ὑπακούσωσιν εὐκλεῶς, εἰς ὃ δὴ πρὸς θελήσεως ἦν αὐτοῖς.
(v. 376) Κεῖται δ' ἐν τούτοις καὶ ἐπίθετον σύνηθες πολέμου τὸ "δυσηχής" ἐν τῷ "αἴ κ' ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος". ᾯπερ ὅμοιον καὶ τὸ πολυηχής πολυηχέος. Ἦν δὲ οὐκ ἔξω ἀναλογίας οὐδὲ τὸ δύσηχος δυσήχου κατὰ τὸ εὔηχος, ἵνα ἦν ὥσπερ ἀτερπής καὶ ἄτερπος, ἅπερ ἄμφω οἶδεν Ὅμηρος, οὕτω καὶ δυσηχής καὶ δύσηχος.] Δῆλον δὲ ὡς ἡ τοιαύτη Τρωϊκὴ πρεσβεία οὐ λύει τὴν μάχην εἰς τὸ πᾶν.
(v. 377 s.) Φησὶ γοῦν ὁ ταύτην ὁρίσας Πρίαμος "ὕστερον αὖτε μαχεσσόμεθα, εἰς ὅ κε δαίμων", ἤγουν τύχη ἢ μοῖρα, "ἄμμε", Ἀχαιοὺς δηλαδὴ καὶ Τρῶας, "διακρίνῃ, δῴη δ' ἑτέροισί γε νίκην", ὃ καὶ πρὸ βραχέων πέφρασται. Καὶ ὅρα τὸ διακρίνειν. Οἱ μὲν γὰρ πολεμοῦντες κρίνονται Ἄρηϊ, ἤγουν συγχέονται, συγκέκρανται [479] ἀναμεμιγμένοι, οἱ δὲ παυσάμενοι μάχης διακέκρινται χωρὶς ἀλλήλων γενόμενοι. Τὸ δὲ εἰσόκε πολλαχοῦ κεῖται ἀντὶ τοῦ ἕως οὗ, τουτέστιν εἰς ὅ, χρονικὸν διάστημα.
(v. 380) Ὅτι τέλη τὰ στρατιωτικὰ λέγει τάγματα, ὡς καὶ ἀλλαχοῦ κεῖται. Φησὶ γὰρ "δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν", [ὅπερ ἐχόμενον τοῦ "δόρπον ἕλεσθε κατὰ στρατόν, ὡς τὸ πάρος περ", ἔχει τι καὶ διασαφητικὸν ἐκείνου. Τὸ γὰρ "ἐν τελέεσσιν" ἑρμηνευτικόν ἐστι τοῦ πάρος καὶ τοῦ κατὰ στρατόν. οὐ γὰρ μονὰξ ἐδόρπουν, ἀλλὰ στρατευτικῶς κατὰ ἴλας καὶ τάγματα, ὡς καὶ νῦν δηλαδὴ ποιήσουσιν.] Ὅτι δὲ καὶ τὸ πέρας παντὸς πράγματος τέλος λέγεται καὶ ἡ ὑπεροχικὴ ἀξία ὡς τὸ "τοῖς ἐν τέλει βεβῶσι πείσομαι", [καὶ τὸ "χρὴ κλύειν τῶν ἐν τέλει",] καὶ ὡς θεία λέξις ἐστί ποτε, καθὰ καὶ ἡ μυστηριώδης τελετή, οὐκ ἄδηλόν ἐστι. [Σοφοκλῆς δὲ καὶ τὰς στρατιωτικὰς παντευχίας ἐν Ἀντιγόνῃ "πάγχαλκα τέλη" λέγει διὰ τὸ τελεωτέρους ἴσως ποιεῖν τοὺς ἔχοντας αὐτήν, εἰ μή τι ἄρα καὶ ἐκεῖ οὕτως ἐκάλεσε τὰ ὁπλιτικὰ τάγματα.]
(v. 384) Ὅτι τὸ "μετεφώνεεν ἠπύτα κῆρυξ", ὅ ἐστι φωνητικός, τρόπος ἐστὶν ἐτυμολογικός. Κῆρυξ τε γὰρ ἀπὸ τοῦ γαρύειν λέγεται, ὅ ἐστι φωνεῖν, καὶ [480] ἠπύτης ἀπὸ τοῦ ἠπύειν. καὶ τὸ μετεφώνεε δὲ τούτοις ἐστὶ σύστοιχον. Ἐπὶ λογικῶν δὲ μόνων τὸ ἠπύειν, ὡς καὶ τὸ αὐδᾶν καὶ ἐννέπειν, ὅ ἐστι λέγειν, ἐξ οὗ τὸ ἠπύειν καὶ Δωρικῶς ἀπύειν. Ἐκ δὲ τοῦ ἠπύειν καὶ ὁ βριήπυος Ἄρης καὶ ὄρος Θρᾳκικόν, Ἤπυτον, ἔνθα, φασί, Πρωτεὺς ἀναβὰς φονευθέντων τῶν παίδων ἤπυε θεοῖς ἀποκαταστῆναι εἰς Αἴγυπτον. Καθὰ δὲ ἱππότης ἱππότα, ἱππηλάτης ἱππηλάτα, οὕτω καὶ ἠπύτης ἠπύτα, πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ ἐξαλλαχθέντος ἐν τούτοις τοῦ τελευταίου ἀχρήστου τοῖς ἡρωΐζουσιν ἀμφιμάκρου εἰς δάκτυλον.
(v. 386-388) Ὅτι ἀγγέλου συνετοῦ προοίμιον τό· ἠνώγει ὁ δεῖνα "εἰπεῖν, αἴ κέ περ", ἤγουν εἴπερ, "ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον" τοῦ δεῖνος, τοῦ εἵνεκα τόδε γέγονε. Καὶ ὅρα τὸ "φίλον καὶ ἡδύ", ἴσως μὲν ἀδιάφορα ὄντα κατὰ τὸ "ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο", τὸ πρὸ ὀλίγων ῥηθέν, ἴσως δὲ καὶ διαφέροντα. πολλὰ γὰρ φίλα μέν εἰσι κατὰ περιπέτειάν τινα, οὐχ' ἡδέα δέ, οὐκ ὀλίγα δὲ καὶ ἡδύνουσι μέν, οὐ φιλοῦνται δὲ πάντῃ ἁπλῶς. καὶ αὐτῇ δὲ τῇ μάχῃ καὶ τῷ πολέμῳ διαφορά τις παρὰ πολλοῖς ἐντεθεώρηται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.
(v. 388 s.) Ὅτι παραπρεσβεύειν δοκεῖ ὁ Ἰδαῖος, ἐν οἷς Ἀλεξάνδρου εἰπόντος "κτήματα ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ πάντ' ἐθέλω δόμεναι καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι", αὐτὸς λέγει, ὅτι κτήματα πάντα ἐθέλει δώσειν Ἀλέξανδρος, ὅσα ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδε. Ἐκεῖνος γὰρ οὐ μόνον ἐξ Ἄργους, ἀλλὰ καὶ ἀπὸ Σιδῶνος, ὡς προείρηται, τυχὸν δὲ καὶ ἄλλοθεν, ἠγάγετό τινα εἰς τὴν Ἴλιον.
(v. 392 s.) Ἔτι δὲ καὶ ἐν οἷς λέγει ὁ αὐτὸς κῆρυξ, ὅτι Ἑλένην οὔ φησι δώσειν, ἦ μὴν Τρῶές γε κέλονται, ψεύδεται. οὐ γὰρ φαίνονται οἱ Τρῶες κελεύσαντες ἀποδοῦναι τὴν γυναῖκα. Ἔστι δὲ πρὸς μὲν τοῦτο εἰπεῖν, ὅτι τε κατὰ τὸ σιωπώμενον νοητέον, ὡς καὶ οἱ Τρῶες ἠναντιώθησαν τῷ Ἀλεξάνδρῳ, καὶ ὅτι τοῦ ῥήτορος Ἀντήνορος ἀποδοῦναι τὴν Ἑλένην δημηγορήσαντος καὶ μηδενὸς ἀντειπόντος δοκεῖ τὸ πλῆθος τοῖς τοῦ Ἀντήνορος λόγοις συντίθεσθαι, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς τοῦ Διομήδους μόνου δημηγορήσαντος κοινοποιεῖται ὁ λόγος τοῖς Ἕλλησι μηδὲν ὅλως λαλήσασι. καὶ ὅτι τοῦ βασιλέως Πριάμου ἐν τῇ συμβουλῇ τὸ τοῦ Ἀλεξάνδρου [481] ἔπος, ὡς προείρηται, οὐ πυκινὸν κρίναντος κοινὴν τῶν Τρώων ὁ Ἰδαῖος λέγει τὴν βασιλικὴν κρίσιν.
(v. 389 s.) Περὶ δὲ τῶν κτημάτων ῥητέον ὅτι καὶ ὁ Ἰδαῖος τὰ ἐξ Ἄργους μόνα λέγει κἂν οὐ διωρίσατο. Τὰ γὰρ ἀπὸ Σιδῶνος, καὶ εἴ ποθεν ἄλλοθεν ὁ Πάρις κτήματα ἔσχεν, ἐμπορεύματα ἦν. Ἕλληνες δὲ ἁρπαγῆς αἰτιῶνται τὸν Πάριν καὶ τὰ ἑαυτῶν ἀπαιτοῦσιν, οὐ μὴν εἴ ποθεν ἐκεῖνος ἐχρηματίσατο.
(v. 390) Ἐπεὶ δὲ καὶ κακοήθης φαίνεται ὁ Ἰδαῖος ἐν οἷς τοῦ βασιλικοῦ παιδὸς Ἀλεξάνδρου καταφέρεται εἰπὼν ἐνδιαθέτως παρὰ τοῖς πολεμίοις μετὰ τὸ "ἠγάγετο Τροίηνδε" τὸ "ὡς πρὶν ὤφελλ' ἀπολέσθαι", φασὶν οἱ παλαιοὶ μὴ εἰς ἐπήκοον ἐκφωνηθῆναι τὸ τοιοῦτον ὑπὸ τοῦ κήρυκος, εἰ καὶ ἡ ποιητικὴ αὐτὸ Μοῦσα ἐξελάλησεν, ἀλλὰ διὰ λύπην ὑφειμένῃ καθ' αὑτὸν φωνῇ λαληθῆναι, διὰ μέσου ἀναφωνηθέν. Ὅρα δὲ καὶ ὅτι Ἀλέξανδρος μὲν ἔφη ὅτι γυναῖκα οὐκ ἀποδώσω, καθὰ προεγράφη, ὁ δὲ κῆρυξ οὐκ ἀορίστως καὶ ἀσαφῶς λέγει, ἀλλ' ἐκφαίνει τὸ παρ' ἐκείνου σκιασθέν, διαδεικνὺς τὴν τοῦ Πάριδος ἀδικίαν.
(v. 392 s.) Λέγει γάρ, ὅτι κουριδίην ἄλοχον Μενελάου οὔ φησι δώσειν, μεταλαβὼν τὸ "γυναῖκα" εἰς τὸ κουριδίην ἄλοχον Μενελάου, καὶ τὸ μέσως ἐκεῖ λεχθὲν τρανώσας αὐτὸς διὰ τὸ μισοπόνηρον.
(v. 390) Τὸ δὲ "Τροίηνδε" διασαφητικόν ἐστι τοῦ "ἡμέτερον δῶ". τῷ Πάριδι γὰρ ταὐτὸν εἰπεῖν εἰς ἡμέτερον δῶ καὶ Τροίηνδε.
(v. 400-402) Ὅτι πάνυ μεγαλόφρων ὁ Διομήδης κἀνταῦθα. ὁ μὲν γὰρ Ἀλέξανδρος διὰ τοῦ Ἰδαίου οὐ δώσειν τὴν Ἑλένην φησίν, ἀλλὰ μόνα κτήματα, Διομήδης δὲ συμβουλεύει, ὡς "μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω μήθ' Ἑλένην", ὑποτείνων καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἤδη ἁλίσκεται ἡ Τροία. "Γνωτὸν γάρ", φησί, "καὶ ὃς μάλα νήπιός ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται", ἤγουν, ὡς καὶ ἀλλαχοῦ προεγράφη, τέλειος ἐπῆλθεν ὄλεθρος.
(v. 399) Ὅρα δὲ ὅτι καὶ νῦν κατὰ τὸν ποιητὴν ὀψὲ ὁ Διομήδης λαλεῖ ὡς πάντων σιγώντων ἐφ' ἱκανόν. οὐ γὰρ ἐν βουλῇ τοὺς νεωτέρους δεῖ προπετεύεσθαι, ὃ καὶ Δημοσθένης που προοιμιαζόμενος παραδίδωσι. Τῶν δὲ Ἑλλήνων τὸ μὲν πλῆθος σιγᾷ, ὅτι τῶν βασιλέων ἦν τὸ ἀποκρίνασθαι, οἱ δέ γε βασιλεῖς σιωπῶσιν, οὐ μόνον φειδοῖ τῶν Ἑλλήνων, ἵνα μὴ δόξωσιν ἐπὶ καλῷ τῷ ἑαυτῶν Ἀτρεῖδαι παραβάλλειν [482] κινδύνοις τοὺς ἄλλους, ἀλλὰ καὶ διότι θαρροῦσιν, ὡς αἰσχυνόμενοι οἱ ἀριστεῖς οὐδὲν ἐροῦσιν ἄνανδρον.
(v. 406 s.) Σημείωσαι δὲ καὶ νῦν ὅτι δήμου μὲν ἦν τὸ εἰπεῖν, βασιλέως δὲ τὸ ἐπιψηφίσασθαι, ὡς δῆλον ἐκ τοῦ "Ἰδαῖε", ἀκούεις μῦθον Ἀχαιῶν, "ὥς τοι ὑποκρίνονται, ἐμοὶ δ' ἐπιανδάνει οὕτως". Εἰ δὲ ὁ μὲν λαὸς εἴπῃ, οὐκ Ἀτρείδῃ δὲ Ἀγαμέμνονι ἁνδάνει θυμῷ, ἄκυρα γίνεται τὰ τῆς βουλῆς, ὡς ἐπὶ τῆς τοῦ Χρύσου πρεσβείας γέγονεν.
(v. 407) Ἰστέον δὲ καὶ ὅτι οὐκ οἶδεν Ὅμηρος τὴν λέξιν τοῦ ἀποκρίνασθαι, ὡς καὶ ἐν ἄλλοις φανεῖται, ἀλλ' ἀντ' αὐτοῦ τῷ ὑποκρίνασθαι κέχρηται. Φασὶ δὲ καὶ τὸν παρὰ τοῖς Δραματικοῖς ὑποκριτὴν οὕτω λέγεσθαι διὰ τὸ πρὸς τὸν χορὸν ἀποκρίνεσθαι. κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Ἡροδότῳ, Ἰωνικὴ οὖσα. [Γίνονται δὲ καὶ ἄμφω αὗται αἱ λέξεις ἐκ τοῦ κρίνειν, ὅ ἐστι διαχωρίζειν. Ἑαυτὸν γὰρ ἀποκρίνων ἢ ὑποκρίνων, ὅ ἐστι τῶν ἄλλων ἀποχωρίζων καὶ ὁ κατὰ τὸν Ὅμηρον ὑποκρινόμενος, κατὰ δὲ τοὺς ὕστερον ἀποκρινόμενος, ἔτι δὲ καὶ ὁ κατὰ τοὺς μεθ' Ὅμηρον ὑποκρινόμενος καὶ ὁ ἐξ αὐτοῦ παραγόμενος ὑποκριτής, λαλοῦσιν ἅπερ λαλοῦσιν. Ἔστι δὲ ὑποκρινόμενος καὶ ὑποκριτής παρὰ τοῖς ὑστερογενέσι ῥήτορσι ὁ μὴ ἐκ ψυχῆς λέγων ἢ πράττων, μηδὲ ἅπερ φρονεῖ, ὁποῖοι πρώτως καὶ μάλιστα οἱ τῆς θυμέλης, οἱ σκηνικοί.]
(v. 401) Τοῦ δὲ "γνωστόν", ὃ παρὰ τοῖς ὕστερον ἔγνωσται, περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, ἀναλογώτερον τὸ γνωτόν, ἐξ οὗ καὶ τὸ ἀλλόγνωτον. ὡς γὰρ χρυσώσω χρυσωτόν, ἁλυσειδώσω ἁλυσειδωτόν, καὶ τὰ ὅμοια, οὕτω καὶ γνώσω γνωτόν.
(v. 403 s.) Ὅτι ἀγαθοῦ ῥήτορος ἔπαινος τὸ "ὣς ἔφαθ'· οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασάμενοι" τοῦ δεῖνος, ὡς ἐνταῦθα τὸν Διομήδους οἱ Ἕλληνες. Ὡς δὲ τὸ ἰάχειν [483] πρωτότυπόν ἐστι τοῦ Ἴακχος, προδεδήλωται.
(v. 408) Ὅτι καὶ ἐνταῦθα ἡ ἀμφι δοτικῇ σύγκειται ἐν τῷ "ἀμφὶ δὲ νεκροῖσι κατακειέμεν οὔ τι μεγαίρω", ἤγουν οὐ φθονῶ, ὅ ἐστι μέμφομαι καίειν τοὺς νεκρούς.
(v. 409 s.) Ὅτι ἐν τῷ "οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων γίνεται, ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα" περισσόν ἐστι καὶ τὸ "κατατεθνειώτων" καὶ τὸ ἐπειδὰν θάνωσιν. Ἀρκεῖ γὰρ καὶ μόνον τὸ νεκύων. Καὶ ἔστι καὶ τοῦτο προσθήκη ἄκυρος. Κατὰ γὰρ τοὺς παλαιοὺς ἔνια ὁ ποιητὴς ἀκύρως προστίθησιν, ὡς τὸ "τῆλε" ἐν τῷ "τῆλ' ἐξ Ἀσκανίης". οὐ γὰρ οὕτω φασὶ μακρὰν Τροίας ἡ Ἀσκανία. Ὅμοιον καὶ τὸ "εἵλετο ἡ Πηνελόπη κληῗδα χειρὶ παχείῃ". τί γὰρ ἔδει, φασί, παχεῖαν χεῖρα γυναικὸς εἰπεῖν. Τοιοῦτον καὶ τὸ "Ἀρναῖος ὄνομα ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ". ἤρκει γάρ, φασί, τὸ "Ἀρναῖος ὄνομα ἔσκε". Τοῦ αὐτοῦ τύπου καὶ τὸ "οὐδὲν γλύκιον ἧς γαίης οὐδὲ πατρίδος". Ἤρκει γὰρ καὶ τὸ "ἧς γαίης" τὴν πατρίδα δηλῶσαι, νοούμενον ἀντὶ τῆς οἰκείας γῆς, ἐπεὶ καὶ ἡ οἰκεία κατὰ μόνας τὴν πατρίδα σημαίνει, οὐ μὴν καὶ ἡ ἰδία. οὐ γὰρ οἶδε τοῦτο ἡ κοινὴ χρῆσις. Καὶ Εὐριπίδης δὲ ἀκύρως προσέθετο εἰπὼν τὸ "σῶμα δ' ἐν γυναιξὶ θηλείαις πρέπον". ἤρκει γὰρ τὸ γυναιξίν, εἰ μὴ ἐναγώνιος ἦν καὶ ἄσκεπτος ὁ τοῦτο εἰπών. Παρέξεσται δὲ ἐκ τοῦ "θηλύτεραι δὲ γυναῖκες". Καὶ [484] ἐν τῇ γ΄ δὲ ῥαψῳδίᾳ ἐν τῷ "ποντοπόροις ναυσὶ πόντον ἐπιπλώσας" ἢ τὸ "ποντοπόροις ναυσί" παρελκόντως τέθειται ἢ τὸ "πόντος", οὐκ ἀκριβοῦντος τοῦ Ἕκτορος ἐκεῖ τὴν φράσιν διὰ τὸν κατὰ τοῦ Πάριδος θυμόν. Καὶ παρὰ Σοφοκλεῖ δὲ ἐν τῷ "τυμβεῦσαι τάφῳ" οὐκ ἀναγκαίως κεῖται τὸ τάφῳ. Ἰστέον δὲ καὶ ὅτι σοφιστικώτερόν τις ἐπιβαλὼν τῷ "νεκύων κατατεθνειώτων" εἴπῃ ἂν μὴ παρέλκειν τὸ "κατατεθνειώτων", ἀλλ' ὡς πρὸς διαστολὴν εἰρῆσθαι νεκύων ζώντων. Εἶεν δ' ἂν τοιοῦτοι οἱ ἐν τληπαθείαις βιοῦντες, ὁποῖοι καὶ οἱ κατὰ Τροίαν τὸν δεκαετῆ παρατείναντες πόλεμον, οἳ δὴ ζῶντες μὲν λογίζοιντο ἂν εἰς νέκυας διὰ τὸ μὴ καλῶς ζῆν, μὴ ζῶντες δὲ καλοῖντο ἂν νέκυες τεθνεῶτες. τοῦτο δὲ καὶ εἰς πάντας τοὺς ἐν κακοπαθείᾳ τὸν βίον διάγοντας παρελκυσθήσεται. [Ὧν μέρος καὶ οἱ ἐν παρέσει καὶ τυφλότητι καὶ σκοτώδει καθείρξει. Συντελεῖ δ' ἐνταῦθα καὶ Στρατονίκου τὸ "ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσι", ῥηθὲν ὑπ' ἐκείνου ἐπὶ καχεκτούντων ἀνδρῶν καὶ διὰ τοῦτο ἀχρείων τὰ ἐς ὄψιν ὅτι μάλα, ὡς καὶ νεκροῖς ἐοικέναι καί πως ψεύδεσθαι τὴν ζωήν.] Καθ' ὁμοίαν δέ τινα ἐπιβολὴν καὶ τὸ "τυμβεῦσαι τάφῳ" οὐκ ἔχοι ἂν παρολκήν, ἀλλὰ διαστολὴν πρὸς ἑτεροῖα τυμβεύματα. καὶ θαλάσσῃ γὰρ τυμβεύεσθαί τις λέγεται βυθισθεὶς ἐκεῖ, καὶ εἰς θηρίων δὲ γαστέρας, εἰ καταφάγωσιν αὐτόν. [Οὕτω δὲ καὶ γῦπες τυμβεύουσι κατὰ γαστέρων ὅσα καί τινων τάφων τοὺς ὑπ' αὐτῶν [485] διασπωμένους καὶ οὕτω κατασπωμένους. Διὸ καὶ τάφους ἐμψύχους ἐτόλμησάν τινες εἰπεῖν αὐτούς. Εἰ δὲ καὶ οἱ ἅρπαγες τυμβεύειν πειρῶνται τροπικώτερον τοὺς ἀδικουμένους, ἀλλ' αὐτοὶ τυμβεύοιντο κυριολεκτικῶς, ὡς οὐκ ἂν ἐθέλοιεν.]
(v. 410) Τὸ δὲ μειλίσσειν ἀστείως εἴρηται. ὡς γὰρ παίδων μειλίγματα τὰ ἐκείνων θελήματα, οὕτω νεκροῦ μείλιγμα μὲν ἡ [ὠκεῖα] ταφὴ μειλισσομένου διὰ πυρός, μήνιμα δὲ τὸ μὴ [ταχὺ] θάπτεσθαι. Διὸ καὶ ὁ Πάτροκλός που ὀνειδίσει τῷ Ἀχιλλεῖ, ὅτι μὴ θάπτεται τάχιον. Ὡς δὲ καὶ λοιπά τινα μειλίγματα νεκρῶν μηνιώντων ἦσαν, αἱ τῶν παλαιῶν ἱστορίαι δηλοῦσιν. Ἰστέον δὲ ὅτι τὸ μὲν πυρὸς μειλισσέμεν ἔλλειψιν ἔχει τῆς δια προθέσεως, ἵνα δηλοῖ τὸ διὰ πυρὸς μείλιγμα. ἡ δὲ ἀπαθὴς σύνταξις κατὰ δοτικὴν γίνεται, ὡς δηλοῖ παρ' Ἡροδότῳ τὸ "τραπέζῃ μειλίξαντας".
(v. 411) Ὅτι τὸ "ὅρκια δὲ Ζεὺς ἴστω" ἀπορίαν ἔχει. οὐ γὰρ εὕρηται οὔτε ὁ βασιλεὺς ἐνταῦθα οὔτε πρὸ αὐτοῦ ὁ Πρίαμος ἐπὶ τοῖς συντεθειμένοις ὀμωμοκότες. Ὑπονοητέον οὖν σιωπηλῶς, ὡς καὶ ὅρκοι ἐξεφωνήθησαν μέν, οὐκ ἐγράφησαν δὲ τῷ ποιητῇ διὰ τὸ πασίδηλον.
(v. 412) Ὅτι ὥσπερ ἐν τῇ α΄ ῥαψῳδίᾳ τὸ σκῆπτρον τῷ Ἀχιλλεῖ μέγας ὅρκος ἦν, οὕτω καὶ νῦν τὸ "σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι" διογενὴς Ἀγαμέμνων, ἐφ' οἷς τῷ Ἰδαίῳ εἶπεν, ὡς ἱερὸν καὶ βασιλείας σύμβολον ἐκ Διός, καὶ ἐλογίσθη τοῦτο εἰς ὅρκον. Καὶ οἱ κήρυκες δὲ καταλλάσσοντες τοὺς μονομάχους πρὸ βραχέων τὰ σκῆπτρα ἐν μέσῳ ἐκείνων ἔσχον, οἱ δὲ ἐπαύσαντο [486] σύμβολα θεῖα ἰδόντες μεσολαβήσαντα. Εἰ δὲ Ἀχιλλεὺς μὲν ἀλλαχοῦ πρὸς τῇ γῇ τὸ σκῆπτρον ἔβαλεν, ὁ δὲ βασιλεὺς ἀνέσχεν αὐτὸ ἄρτι, ἀναθετέον ἐκεῖνο μὲν θυμῷ, τοῦτο δὲ λογισμῷ ἔμφρονι. Ὥσπερ δὲ σκῆπτρον ὁ βασιλεὺς ἀνέσχεν ἐνταῦθα, οὕτω τις ἑτέρωθι ἀνέσχε χεῖρα καὶ εὐχὴν ἕτερος καὶ δόρυ ἄλλος. [Ὅρα δὲ ἐν τῷ "ἀνέσχεθε πᾶσι θεοῖσιν", ὅτι δυνάμενος κατὰ κάλλος εἰπεῖν "ἀνέσχεθε θεοῖς", αὐτὸ μὲν διέκοψεν ὡς οὐκ εὔφωνον, ἠρκέσθη δὲ καλλωπίσαι διὰ παρισώσεως.]
(v. 414) Ὅτι ταὐτόν ἐστιν εἰπεῖν Δάρδανοι καὶ Δαρδανίωνες. διὸ πρὸ ὀλίγου εἰπὼν "Τρῶες καὶ Δάρδανοι", ἐνταῦθα "Τρῶες" φησὶ "καὶ Δαρδανίωνες", ἤγουν Δαρδανίδαι, Δαρδάνου ἀπόγονοι. Καὶ ἔστι τοῦτο καιριώτερον, ὡς καθαρῶς πατρωνυμικόν, καθὰ καὶ τὸ Δαρδάνιοι, ὃ προδεδήλωται. Πατρωνυμεῖται γὰρ καὶ ὁ Δαρδάνιος κατὰ τὸ Τελαμώνιος. Οἱ μέντοι Δάρδανοι ἢ ὁμωνυμίαν ἔχουσι πρὸς τὸν Δάρδανον, ἢ ἐκ τοῦ Δαρδάνιοι συνεκόπησαν.
(v. 414-417) Ὅτι τὸ ὅτε "ὁππότ' ἂν" ἐνταῦθα Ὅμηρος λέγει εἰπὼν "οἳ δὲ ἐκάθηντο πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄν", ἤγουν ὅτε, καὶ κατὰ τοὺς ὕστερον Ἀττικοὺς εἰπεῖν πηνίκα, "ἔλθοι ὁ Ἰδαῖος, ὃ δ' ἄρ' ἦλθε καὶ ἀγγελίην ἀπέειπε στὰς ἐν μέσσοισιν". ἃ δὴ ἁρμόττει εἰς ὑπουργίαν ἀγγέλων πολλαχοῦ.
(v. 416 s.) Ἰστέον δὲ ὅτι ἐν ἄλλοις μὲν ὁ ποιητὴς παράγει τοὺς ἀγγέλους ἀνελλιπῶς αὐτὰ δὴ τὰ παραγγελθέντα προφέροντας, ἐνταῦθα δὲ κατὰ σχῆμα συντομίας ἐπὶ τοῦ Ἰδαίου ἀρκεῖται τοῦτο καὶ μόνον εἰπών· ὁ δ' ἦλθεν εἰς Ἴλιον καὶ ἀγγελίην, τὴν ἐκ τῶν Ἀχαιῶν, ἀπέειπεν, ἤγουν ἁπλῶς εἶπεν, ὡς περιττευούσης τῆς προθέσεως, καθὰ καὶ ἐν τῷ "κεῖται ἀπομηνίσας", ἢ μάλιστα Ὁμηρικώτερον [487] τὴν ἀπόφασιν ἡ λέξις δηλοῖ τὴν, ὅτι οὔτε τὰ κτήματα οὔτε τὴν Ἑλένην οἱ Ἀχαιοὶ δέχονται. Καὶ σημείωσαι ὅτι τῆς Ἑλληνικῆς ὁμιλίας συγκειμένης ἔκ τε τοῦ εἰπεῖν καὶ τοῦ ἀπειπεῖν ‑ Εἰπεῖν μὲν γὰρ ἦν τὸ συγκαταθέσθαι ταφῆναι τοὺς νεκρούς, ἀπειπεῖν δὲ τὸ μηδέν τι ἐκ τῶν Τρώων δέξασθαι ‑ , ἀπειπεῖν ἀγγελίαν ἐνταῦθα εἶπεν ἀπὸ μέρους τοῦ καιριωτέρου. Τί δέ ἐστι τὸ κυρίως ἀπειπεῖν, ἐδηλώθη σαφῶς καὶ ἐν τῷ "ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπε". [Ὅτι δὲ ἀπειπεῖν λέγεται καὶ τὸ σιγῆσαι, εἴτ' οὖν ἀπαγορεῦσαι διά τινα βαρύτητα, δηλοῖ καὶ τὸ "ἀπεῖπον ἄλγει", καὶ τὸ "ἔστε κ' ἀπείπῃς", ἤγουν ἕως ἂν ἀπαγορεύσῃς ὡς ἡττημένος.]
(v. 417 s.) Ὅτι ὁπλίζεσθαι καὶ ἐνταῦθα τὸ ἁπλῶς εὐτρεπίζεσθαι. Φησὶ γὰρ "τοὶ δ' ὡπλίζοντο", ἤγουν οἱ Τρῶες, "ἀμφότερον νέκυάς τε ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην", ἀντὶ τοῦ εἰς τὸ ὀρεινὸν δάσος. Τοῦτο δὲ καὶ κατωτέρω εὐθὺς ἐπὶ Ἀργείων λέγει ταὐτολογῶν, ὡς ἔθος αὐτῷ, καὶ μὴ ἐθέλων ποικιλίαν φράσεως ἐν οὐ δέοντι περιεργάζεσθαι. Τὸ δὲ "ἀμφότερον" ἐπίρρημά ἐστι κἀνταῦθα, ὡς καὶ ἐν τῷ "ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής".
(v. 417 s.) Δῆλον δέ, ὡς καινόσχημόν ἐστι τὸ "ὡπλίζοντο νέκυάς τε ἄγειν, ἕτεροι δὲ μεθ' ὕλην". Ἦν γὰρ κοινότερον τὸ "οἳ μὲν ὡπλίζοντο εἰς νεκύων ἀγωγήν, ἕτεροι δὲ εἰς ὕλην", ἢ καὶ ἄλλως "νέκυάς τε ἄγειν καὶ ξύλα". Ὅμηρος δὲ ὁμοιοσχημόνως ἔφρασεν ὡς οὐκ ἄν τις ἕτερος
(v. 420) Τὸ δὲ νέκυας ἄγειν τὸ νεκραγωγεῖν παρήγαγεν. [Οὕτω δὲ καὶ τὸ δάκρυα χέοντες, ὃ μετ' ὀλίγα κεῖται εἰς πιθανὴν ἔνδειξιν πλήθους δακρύων, συντίθησι τὸ δακρυχέειν.] Τὸ δὲ ἄγειν ἰσοδυναμεῖ καὶ νῦν τῷ φέρειν. [488] Ἰστέον δὲ ὅτι ὁ νῦν πάνυ βραχυλογήσας ποιητὴς τὴν τοῦ Ἑλληνικοῦ καὶ Τρωϊκοῦ πολυανδρίου σκευωρίαν, ὡς καὶ μετ' ὀλίγα εὐθὺς φανεῖται, προϊὼν ἐν τοῖς κατὰ τὸν Πάτροκλον πλατυνεῖ τὴν τοιαύτην ἔννοιαν, οὕτω κρίνας αὐτὸς καὶ τοῦτο δέον εἶναι, καθὰ καὶ ἐχρῆν. οὐ γὰρ ἔδει νῦν ἐν τοσούτοις ἀγῶσιν ἁβρύνειν τὸν λόγον τοιαύτῃ διασκευῇ.
(v. 421 s.) Ὅτι τὸ ἀνατεῖλαι τὸν ἥλιον περιφράζων φησὶν "ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο οὐρανὸν εἰσανιών". Τίς δὲ ὁ Ὠκεανός, καὶ διὰ τί ἀκαλαρρείτης λέγεται, εἴρηται ἀλλαχοῦ. Νῦν δὲ ἐν ὀλιγίστῳ ῥητέον τὸ τοῦ Γεωγράφου εἰπόντος, ὅτι τὸ ἀκαλαρρείτης ἔμφασιν ἔχει τῆς τοῦ Ὠκεανοῦ πλημυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελείως ῥοώδη, ὥστε ὁ σοφὸς οὗτος τὸ "ἀκαλαρρείτης", ὃ δηλοῖ τὸν ἡσύχως ῥέοντα, οὐχ' ὡς ἐπὶ ποταμοῦ τοῦ Ὠκεανοῦ λαμβάνει, ἀλλ' ὡς ἐπὶ θαλάσσης ἐκείνης τῆς ἔξω ἀμπωτιζομένης ἠρέμα καὶ οὐ καταρακτικῶς ἐν τῷ πλημύρειν ἐπιβαινούσης εἰς γῆν.
(v. 424-428) Ὅτι "χαλεπῶς μέν", φησίν, "ἦν διαγνῶναι ἄνδρα ἕκαστον", τῶν τεθνεώτων δηλαδή, "ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα", ὅ ἐστιν ἀποκαθαίροντες τὸν ἐκ τοῦ αἵματος μολυσμὸν καὶ οὕτως ἐπιγινώσκοντες οἱ αὐτοὺς ἀναλεγόμενοι, "δάκρυα θερμὰ χέοντες ἁμαξάων ἐπάειραν. οὐδ' εἴα κλαίειν Πρίαμος μέγας, οἳ δὲ σιωπῇ νεκροὺς πυρκαϊῆς ἐπενήνεον", ἤγουν ἐπεσώρευον εἰς πυρκαϊάν, "ἀχνύμενοι κῆρ". καὶ τοῦτο μὲν ἐπὶ Τρώων.
(v. 430-432) Εἶτα κατὰ μέθοδον συντομίας ἐπὶ τῶν Ἑλλήνων ταὐτολογῶν, ὡς εἴωθε, λέγει ὡσαύτως ἑτέρωθεν καὶ αὐτοὺς ποιεῖν.
(v. 424) Τὸ δὲ "ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον" λεχθήσεταί ποτε ἁπλῶς καὶ ἐπὶ συγχύσεως πλήθους. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὅτι οὕτω διασκευῶν παραδόξων ἐφευρετικὸς ὁ ποιητής, ὥστε ἤνυσεν ἰδοῦ εὐμεθόδως ἀόπλους εἰς τὸ πεδίον συναγαγεῖν καὶ ἀναμῖξαι Τρῶάς τε καὶ Ἕλληνας ἐν τῇ τῶν νεκρῶν συλλογῇ, πρὸς ἀλλήλους μὲν οὐδὲν φθεγγομένους, ἐπὶ δὲ τοῖς τεθνεῶσι παθαινομένους.
(v. 427) Καὶ ὅτι βαρβαρικὸν μὲν τὸ ἀκρατῶς κλαίειν, ὃ καὶ ποιοῦντες ἢ καὶ ποιεῖν ἐθέλοντες οἱ Τρῶες κωλύονται ὑπὸ τοῦ Πριάμου, ἵνα τε μὴ δόξωσι μαλακοὶ εἶναι διὰ [489] τὸν κλαυθμὸν καὶ μηδὲ ἀμελῶσι τοῦ ἔργου κατακλώμενοι, ὃ δὴ καὶ ἡ τοῦ κλαίειν λέξις βούλεται.
(v. 430 s.) Οἱ μέντοι Ἕλληνες μόνον ἀχνύμενοι κῆρ ἐπισωρεύουσι τῇ πυρκαϊᾷ τοὺς νεκρούς. διὸ οὐδ' ἂν κωλύοιντο ὑπ' οὐδενός. Ὡς γὰρ ὑφεῖται τῷ γέλωτι τὸ μειδίαμα, οὕτω καὶ τῷ κλαυθμῷ τὸ ἄχνυσθαι.
(v. 423-428) Περιπαθὲς δὲ τὸ δρᾶμα καὶ μᾶλλον ἤπερ τὸ ἐπ' Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἐπ' ἐκείνου μὲν γάρ, ὥς φασιν αἱ ἱστορίαι, ἦν ἰδεῖν ποτε πεδίον πλῆρες ἀνδρῶν κεκυφότων εἰς γῆν καὶ λίθους ἀναστρεφόντων, οἷα τοῦ φρονεῖν ἐκστάντων διά τι φάρμακον, ὅπερ ἀγνοίᾳ προσηνέγκαντο. Ἐνταῦθα δὲ τὸ Τρωϊκὸν πεδίον ἀνδρῶν γέμει ἐπικυπτόντων νεκροῖς, φρονούντων μὲν φύσει, ἐξεστηκότων δὲ ὥσπερ τῷ πάθει καὶ φωνούντων ἀλλήλοις οὐδέν.
(v. 428) Ὅρα δὲ καὶ ὅτι συντέμνει, ὡς καὶ προεσημειώθη, τὴν τῆς ταφῆς διασκευὴν ἐνταῦθα ὁ ποιητής, ὥσπερ καὶ τὴν τοῦ τείχους μετὰ βραχέα κατασκευήν, οὐκ ἐθέλων τοῖς μὴ ἀναγκαίοις ἀκαίρως ἐμφιλοχωρεῖν. ἑνὶ γοῦν στίχῳ τῷ αὐτῷ ἐπί τε Τρώων καὶ Ἑλλήνων τὰ τῆς πυρκαϊᾶς ἀφοσιοῦται, οἳ τοὺς νεκρούς, φησίν, εἰς πυρκαϊὰν ἐπενήνεον ἀχνύμενοι κῆρ. Τὴν δὲ πολλὴν ἐπιτάφιον διατριβὴν τῷ τοῦ Πατρόκλου τηρήσει τάφῳ χαριζόμενος κἀνταῦθα τῷ φίλῳ Ἀχιλλεῖ, ἵνα καὶ ἀγωνοθέτην ἐκεῖνον καθίσῃ τοῖς Ἕλλησιν.
(v. 427) Ἐνδημεῖ δὲ αὐτὸς ὁ Πρίαμος ἐνταῦθα τῷ ἔργῳ διά τε τὴν τοῦ Ἀγαμέμνονος ἀναφώνησιν φαμένου "ὅρκια δὲ Ζεὺς ἴστω", καὶ διὰ τὸ ἀναγκαῖον ἄλλως τοῦ πράγματος, ὅπερ ἐπὶ τῶν φθασάντων ὅρκων οὐκ ἐποίησεν, ὁ μὴ κατὰ τὸν Σαλαμίνιον Αἴαντα μέγας, ἀλλὰ καθ' ἑτέρους πολλοὺς τρόπους, οἷα μὴ ἀνασχόμενος τότε παραμεῖναι τῇ μονομαχίᾳ τοῦ υἱοῦ.
(v. 428) Τὸ δὲ "ἐπενήνεον" ἀπὸ διπλασιασμοῦ γίνεται, ὡς καὶ τὸ ἀνεκήκιε, καθὰ καὶ προδεδήλωται. Ἔστι γὰρ νῶ, τὸ σωρεύω, καὶ ἀναδιπλασιασμῷ νανῶ καὶ τροπῇ νηνῶ, ἐξ οὗ τὸ ἐπενήνεον. Ἡ δὲ λέξις καὶ παρὰ Ἡροδότῳ ἐν τῷ "συννενέαται φρυγάνων φάκελλοι". κεῖται δὲ καὶ [490] ἐπὶ ἄρτων σωρείας ἐν Ὀδυσσείᾳ.
(v. 433) Ὅτι "ἀμφιλύκη νύξ" τὸ παρ' ἡμῖν ἰδιωτικώτερον λεγόμενον λυκόφως, ὅπερ οὔτε ἡμέρα ἤδη ἐστίν, ἀλλ' οὐδὲ νύξ ἐστιν ἁπλῶς, νὺξ δὲ ἀμφιλύκη. καὶ ἄλλως δὲ εἰπεῖν, ἀμφιλύκην νύκτα καλεῖ ὁ ποιητὴς τὴν ἤδη πρὸς τῇ ἡμέρᾳ οὖσαν καὶ προηγουμένην τῆς ἠοῦς, ἤτοι τοῦ ὄρθρου.
(v. 433 s.) Διὸ καί φησιν "ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ, τῆμος δ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαός". Καὶ ἄλλως δὲ καθ' Ὅμηρον, ἀμφιλύκη νύξ, καθ' ἣν ἥλιος νέον προσβάλλει τῇ γῇ οὔπω διαλύσας τὴν νύκτα, οὐ μὴν ἤδη προσβέβληκεν ὡς καὶ ἠῶ ποιῆσαι. Ἐτυμολογεῖται δὲ ἢ παρὰ τὴν λύγην, ὅ ἐστι τὴν σκοτίαν. ‑ Λυγαῖον γάρ, ὅ ἐστι σκοτῶδες, τὸ τηνικαῦτα φῶς ‑ ἢ παρὰ τὸ λυκέῃ ἐοικέναι, τουτέστι λύκου δορᾷ. τεφρώδης γὰρ ἡ λυκέη καὶ οὐκ ἄκρατον ἴσχει τὸ μέλαν. [Εἰς τοῦτο δὲ συντελεῖ τι καὶ ἡ παρὰ τοῖς πολλοῖς ἰδιωτικῶς λεγομένη λυκόχροος βαφή. κατ' ἐκείνην γάρ πως διάκειται καὶ ἡ ἀμφιλύκη νύξ. εἴη δ' ἂν αὕτη καὶ λυκόφως. Λέξις δὲ καὶ αὕτη γνωστὴ τοῖς παλαιοῖς, οἳ καὶ ἔγραψαν ὅτι λυκόφως ὁ πρὸ τῆς ἀνατολῆς χρόνος, εἰ καὶ ἡ χυδαία λογιότης γλυκόφως αὐτὸ λαλεῖ.] Ἰστέον δὲ ὅτι πρῶτα μὲν νύξ, εἶτα ἀμφιλύκη, νὺξ μὲν ἔτι οὖσα, πέρας δὲ ὅμως νυκτός, μεθ' ἣν ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος, μετὰ δὲ ταύτας ἡ ἀπροσδιορίστως λεγομένη ἡμέρα.
(v. 434-436) Ἰστέον δὲ ὅτι σῶφρον κάλλος ὁ ποιητὴς ἐνταῦθα τῷ λόγῳ μετρίως τεχνώμενος τὸν μὲν ἀμφὶ τὴν πυρὰν λαὸν κριτὸν ἔφη, ὅ ἐστιν ἐπίλεκτον, τὸν δὲ τύμβον, ἤτοι τὸ Ἑλληνικὸν πολυάνδριον, ἄκριτον, ὡς καὶ προερρέθη, ὅ ἐστιν ἀδιαχώριστον διὰ τὴν κοινότητα. Ἔχει δέ τι πάντως γλυκέος ἤχου τὸ [491] κριτὸν καὶ ἄκριτον κατὰ τὸ αὐτοῖς ἐμφαινόμενον ἀντιθετικόν. εἰσὶ δὲ τῶν πρός τι. Καὶ ὁ μὲν κριτὸς λαὸς δηλοῖ οὐ τὸν ἐν συνθέσει ἔκκριτον ἢ πρόκριτον κατά τι ἐξαίρετον ἀρετῆς ἣ τὸν λογάδα χαρακτηρίζει, ἀλλὰ τὸν ἁπλῶς χωριστὸν εἴς τι ἔργον. Ἄκριτος δὲ τύμβος ἀνάπαλιν ὁ κοινὸς καὶ ἀχώριστος καὶ μὴ ἰδιάζων ἐν τοῖς καθέκαστον ἀλλ' ἀδιευκρίνητος. καὶ δῆλον ὡς ἐκ τῆς τοιαύτης λέξεως ὁ ἀκριτόμυθος σύγκειται, ὁ συμπεφυρμένος δηλαδὴ καὶ μὴ εὐκρινῶς ἔχων ἐν τῇ τῶν νοημάτων τάξει.
(v. 436-441) Ὅτι τὴν τειχοποιΐαν, ἣν ὁ Νέστωρ γενέσθαι ὑπέθετο, οὕτω νῦν φράζει ἀδιασκεύως καὶ ἐπιτροχάδην ὁ ποιητὴς διὰ τὸ μὴ ἀναγκαῖον τῆς πολυλογίας "τεῖχος ἔδειμαν πύργους θ' ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν", ὡς καὶ προεγράφη, "ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ", ἤγουν τῷ τείχει, "τάφρον ὤρυξαν εὐρεῖαν μεγάλην", ὡς καὶ ἐχρῆν, "ἐν δὲ σκόλοπας κατέπηξαν". Καὶ ἔστι τοῦτο σκάριφον τειχισμοῦ πεποιημένου εἰς ἀσφάλειαν τῶν ἐντός, οὐ μὴν ἀληθὴς κατὰ ἱστορίαν τειχισμός, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται.
(v. 436) Ἰστέον δὲ ὅτι ἐν τῷ "τεῖχος ἔδειμαν πύργους θ' ὑψηλούς" ἐντελὴς ἡ φράσις, πρὸ δὲ τούτων ἐν τῷ "δείμομεν πύργους ὑψηλούς" ἐνέλειπε πρὸς ἐντέλειαν ἐννοίας τὸ τεῖχος, νοούμενον καὶ αὐτὸ ἐκ μέρους, τῶν πύργων δηλαδή.
(v. 438) Ἐν δὲ τῷ "πύλας ἐνεποίεον εὖ ἀραρυίας", γράφουσί τινες "πύλας ἐνεποίεον ἑπτ' ἀραρυίας", ὡς ἑπτὰ πυλῶν οὐσῶν ἐκεῖσε, ἱππηλάτων δηλαδὴ κατὰ τὸν ποιητὴν εἰπόντα "ὄφρα δι' αὐτῶν ἱππηλασίη ὁδὸς εἴη". Ἀρίσταρχος μέντοι, ὡς καὶ προεδηλώθη, ἐναντιούμενος καὶ δοκῶν παραδοξολογεῖν ἐπαγωνίζεται [492] δεῖξαι πυλίδας μὲν πολλὰς εἶναι πρὸς διαφόρους χρείας, ἱππήλατον δὲ μίαν ἐπὶ τὰ ἀριστερὰ τοῦ ναυστάθμου περὶ τὸ προρρηθὲν Ῥοίτειον ἀκρωτήριον. Τέως μέντοι ἐν τῇ προτέρᾳ γραφῇ περιττὴ κεῖται πρόθεσις δι' ἐντέλειαν μέτρου, ἢ τοῦ "ἐν δ' αὐτοῖσιν" ἢ τοῦ "ἐνεποίεον". πάντως γὰρ ἀσφαλὲς εἰπεῖν "ἐν δ' αὐτοῖσι πύλας ἐποίεον" ἢ "αὐτοῖσι πύλας ἐνεποίεον". Τὸ δὲ ἐποίεον κοινότερον ἀντὶ τοῦ ἔτευχον εἴρηται.
(v. 441) Ἡ προσθήκη δὲ τοῦ "εὐρεῖαν" ἐν μὲν τοῖς φθάσασιν ἐσιγήθη τῷ Νέστορι αὐτοσχεδιάζοντι, ἐνταῦθα δὲ ἐκφωνηθὲν ἄρτιον τὸν λόγον ποιεῖ, ὥσπερ καὶ τὸ "ἐν δὲ σκόλοπας κατέπηξεν". οὐδ' αὐτὸ γὰρ ὁ γέρων Νέστωρ εἶπεν, Ὁμήρῳ δέ γε ἐκφωνεῖται, ὡς οἷα τοῦ Νέστορος ἐν αὐτῷ τῷ ἔργῳ τοῦ τειχισμοῦ προσθεμένου, ἅπερ σχεδιάζων ἐνέλειψεν. Εἰσὶ δὲ σκόλοπες ὀρθὰ ξύλα, ὧν ἀπωξυμμένων ἡ κατὰ γραμμὴν εὐθεῖαν στάσις ἔοικεν ἡπλωμένῃ πτέρυγι. Διὸ καὶ σταυροῖσι κορσωτὴν πτέρυγα τὴν τούτων ἔκτασιν ἔφη τις. Λέγονται δὲ οἱ τοιοῦτοι σκόλοπες καὶ σταυροὶ παρὰ τὸ ἵστασθαι κατ' εὖρος ἢ παρὰ τὸ ἀνίστασθαι εἰς ἀέρα ἠρμένους. ἐκ δὲ τούτων τὸ ἀνασκολοπίζειν καὶ τὸ ἀνασταυροῦν. [Εἰ δὲ καὶ τὸ σκολύπτειν ἐκ τῶν σκολόπων λέγεται διὰ τὴν ἀφαίρεσιν τοῦ ἄνω καλύμματος, ἐπεὶ καὶ οἱ σκόλοπες γυμνοί εἰσι τὸ ἄνω ὀξύ, ζητητέον ἄλλοθεν.] Ὡς δὲ τοὺς τοιούτους σταυροὺς οἱ ἀπερίσκεπτα κατὰ παραφθορὰν λαλοῦντες στάβαρα καλοῦσι, δῆλόν ἐστι. Ἰστέον δὲ καὶ ὅτι τριῶν οὐσῶν διαστάσεων, μήκους, βάθους καὶ πλάτους, ὅταν ὁ ποιητὴς λέγῃ βαθεῖαν τάφρον ὄρυξαν, εὐρεῖαν, μεγάλην, τὸ μὲν βαθεῖαν βάθος δηλοῖ, τὸ δὲ εὐρεῖαν πλάτους ἐστὶ δηλωτικόν, ἅπερ τάφρου εἰσὶν ἀρεταί, τὸ δὲ μεγάλην [493] τοῦ μήκους, ὃ καὶ παρακατιὼν δηλοῖ ἐν τῷ "ἀμφὶ δὲ τάφρον ἤλασαν", τουτέστιν ἐπὶ μῆκος ἐξέτειναν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅπως αἱ δεύτεραι φροντίδες σοφώτεραι. Νέστωρ μὲν γὰρ ἴσως οὐ παρήγγειλε καταπῆξαι σκόλοπας, Ἕλληνες δὲ ἐποίησαν οὕτω, σκεψάμενοι, ὡς εἰκός, κατὰ τὸ σιωπώμενον πλεῖόν τι τῶν τοῦ γέροντος. Σημείωσαι δὲ καὶ ὅτι τὸ Ἑλληνικὸν τοῦτο τεῖχος ἀρέσκει τοῖς παλαιοῖς πλάσμα εἶναι Ὁμηρικόν. τῇ γὰρ ἀληθείᾳ, φασίν, οὐ γέγονεν, ἀλλ' ἐπλάσατο τὴν πρὸς τῷ ναυστάθμῳ τειχοποιΐαν καὶ τὰ κατ' αὐτὴν ὁ ποιητής, οὐχ' ἱστορῶν πρᾶγμα γενόμενον ἀλλ' ὡς γενόμενον ἐκτιθέμενος, οὐδὲ λέγων ἀληθῶς, τὰ εἰκότα δὲ ὑποτιθέμενος, ὡς ἂν ἐγγυμνάσῃ προϊὼν τὴν ἑαυτοῦ ῥητορικὴν καὶ τειχομαχίαις καὶ κινδύνοις τοῖς περὶ αὐτάς, ὅπερ οὐκ εἶχε περὶ αὐτὴν τὴν Τροίαν ἄρτι πιθανῶς ποιῆσαι, τά τε ἄλλα, καὶ μάλιστα διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, οὗ χωρὶς οὐ δυνατὸν ἦν τοὺς Τρῶας ἐγκλεισθῆναι τῇ πόλει καὶ πολιορκητικὴν τειχομαχίαν παθεῖν διὰ τὸ δεῖν εἶναι τελειωθῆναι τὴν προρρηθεῖσαν βουλὴν τοῦ Διός. Ἐπλάσατο μὲν οὖν οὐκ ἀπιθάνως ὁ ποιητὴς τὴν ἐν τῷ ναυστάθμῳ πυργοποιΐαν διὰ πάνυ πολλὴν ποικιλίαν καὶ εὐπορίαν γραφῆς τὴν εἰσέπειτα φανησομένην.
(v. 445-463) Ἵνα δὲ μὴ ἐλέγχηται ὑπὸ τῶν ὕστερον ὡς ψευσάμενος, ζητούντων μὲν βραχέα γοῦν τινα ἰδεῖν γνωρίσματα τῆς τοιαύτης περιπύστου τειχοποιΐας, μὴ εὑρισκόντων δέ, παράγει τὸν Ποσειδῶνα ὀργιζόμενον ἐπὶ τῷ ἔργῳ τούτῳ ἐν ἐπηκόῳ τοῦ Διὸς καὶ οἷον φθονοῦντα ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ Ἀπόλλωνος, ἔτι δὲ καὶ ἐπεγκαλοῦντα τοῖς Ἕλλησι, διότι μηδὲ θύσαντες ἑκατόμβας εἶτα τειχοποιεῖν ἐπιβάλλονται, καὶ τὸν Δία ποιεῖ καταψηφιζόμενον τοῦ Ἑλληνικοῦ ἔργου καὶ κυροῦντα τὸν τείχους ἀφανισμόν, καλύψει μὲν ψαμάθων ὕστερον, πρὸ δὲ τούτου ἀναρρήξει καὶ ἐκμοχλεύσει τῶν θεμελίων, τῇ διὰ σεισμῶν δηλαδὴ καὶ ὑδάτων, ὡς εἰκός, ἐπικλύσεως, ὧν [494] κύριος Ποσειδῶν σὺν Ἀπόλλωνι, ὥστε τὸ αὐτὸ καὶ σεισμοῖς πεσεῖν καὶ ποταμόκλυστον γενέσθαι καὶ ἀμμόχωστον. καὶ οὕτω λαμπροτάτην μὲν ἐν τοῖς ἑξῆς τειχομαχίαν ὁ ποιητὴς ἀρτύει ἐν τῷ πλαστῷ τούτῳ τείχει. Διὰ δὲ τοῦ παντελοῦς αὖθις ἀφανισμοῦ διαφεύγει τὸν τοῦ ψεύδους ἔλεγχον, αὐτὸς ποιήσας τὸ τεῖχος, αὐτὸς ἀφαντώσας, ὡς καὶ Ἀριστοτέλης δηλοῖ, ὅπου ἔφη ὅτι τὸ τεῖχος ὁ φράσας ποιητὴς ἠφάνισε. Διὸ καί, καθ' Ὅμηρον ἱστορῆσαι, αὐθημερὸν τὸ τοσοῦτον τετέλεστο διὰ τὴν πολυχειρίαν τῶν Ἀχαιῶν, ἵνα μὴ ἀπιστοῖτο ἐξαπολέσθαι [τὸ μέγα μέν, εἰκαῖον δέ, καὶ Ὁμηρικῶς εἰπεῖν, οὐδενόσωρον κατά γε τὸ ἀπεριμερίμνως ἔχειν τὰ εἰς κατασκευὴν καὶ οὐκ εὐσταθῶς διὰ τὴν ἄγαν κατέπειξιν.]
(v. 465) Φησὶ γὰρ "δύσετό τε ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν", ὅπερ καὶ μέγα ἔργον καλεῖ, τοιοῦτον ἂν τῇ ἀληθείᾳ ὄν, εἰ γέγονεν. Ὅθεν ὁ περὶ τὴν ὀλίγην πυρὰν τοῦ Πατρόκλου ἐν τοῖς ὕστερον πολὺν λόγον δαπανήσων καὶ ὀρέας ἀχθοφόρους σκευάσων καὶ ἄνδρας ὑλοτόμους ἐπιλεξόμενος καὶ ἄρχοντα τὸν Μηριόνην αὐτοῖς ἐπιστήσων καὶ ἀρχιτεκτονήσων πυρὰν ἑκατόμποδον, τῷ τοσούτῳ τείχει οὐκ ἀρχιτέκτονά τινα ἐφιστᾷ, οὐ λατομίαν ὑπονομεύσας ἀνοίγει, οὐ τὴν ἄλλην ὕλην φράζει, οὐ τοὺς τεχνίτας ἱστορεῖ, ὡς εὖγε καὶ ταῦτα ποιῶν, ἵνα μὴ περιηγησάμενος τὸ μὴ γενόμενον ὡς γεγονὸς καὶ λόγον πολὺν περὶ αὐτὸ ἀναλώσας ὕποπτον ποιήσῃ τὴν ὅλην ποίησιν καὶ ἀπιστηθείη καὶ περὶ τὰ ὄντως γενόμενα. Ἰστέον δὲ ὅτι ἔχουσι πιθανότητα τοῦ μὲν ταχὺ γενέσθαι τὸ μέγα τεῖχος αἱ πολλαὶ τοῦ λαοῦ μυριάδες, τοῦ δὲ νῦν μὴ φαίνεσθαι ὁ διὰ κλοπὴν καιροῦ σχεδιασμός, οἷα εἰκός, τοῦ τειχισμοῦ. εὐκατάβλητον γὰρ τὸ οὕτως εἰκαῖον καὶ αὐτοσχέδιον καὶ ἐπὶ ᾐόνος ἀμμώδους ἑστώς, ὡς [495] φαίνεται. Ἡ δὲ μυθικὴ τοῦ Διὸς ἐνταῦθα παρενθήκη, ναὶ μὴν καὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος, καὶ αἴνιγμά ἐστι τοῦ μηδὲν ἀθεεὶ γενέσθαι. Ὅμηρος δὲ ἄλλως ἀνθρωπίνως τὰ μυθικὰ διαχειριζόμενος πλάττει, ὡς οὐ μόνον φθονεῖ ὁ Ποσειδῶν τοῖς φίλοις Ἀχαιοῖς διὰ φιλοτιμίαν οἰκείαν, λογιζόμενος ὡς τὸ μὲν Ἑλληνικὸν τεῖχος εὐκλεὲς ἐστήξεται, ὃ δὲ αὐτὸς καὶ Ἀπόλλων ἔκτισε λήθην ἕξει, ἀλλὰ καὶ περιεργότερον εἰς θυμὸν ἐρεθίζει τὸν Δία τῇ στερήσει τῶν αὐτῷ ἡδέων, ἅπερ εἰσὶν αἱ ἑκατόμβαι. καὶ ἀθεΐαν δὲ ἀξίαν ἀμύνης τοῖς Ἀχαιοῖς ἐπικλᾷ, εἰ δίχα χρησμοῦ ἢ ὅλως θείας βουλῆς τειχοποιοῦσιν. Ὅτι δὲ φθόνος τῶν Ἑλληνίων κατελαλεῖτο θεῶν, διαρρήδην φησὶ καὶ Ἡρόδοτος ἔν τε ἄλλοις καὶ ἐν τῷ "τὸ θεῖον ὡς ἔστι φθονερόν". Ὡς δὲ καὶ ἄλλως ἐμπαθῶς παντοίως εἶχον, καθωμίληται κοινῶς.
(v. 442-444) Ὅτι ἐργαζομένοις οἰκεῖον τὸ "ὣς οἳ μὲν πονέοντο καρηκομόωντες" δεῖνα. Μέσως δὲ ἔχει τὸ "πονέοντο", ἢ γὰρ ἐμόχθουν ἢ ἁπλῶς ἐνήργουν. Θαυμασμοῦ δὲ τό· οἱ δὲ δεῖνα καθήμενοι θηεῦντο μέγα ἔργον, ἤγουν ἐθαύμαζον, ἐκ τοῦ θηῶ θηήσω, ἐξ οὗ θηητόν, τὸ θέας ἄξιον. [Καὶ ἔστιν εἰπεῖν ὅτι, καθὰ θεωρεῖν ἐστι κυρίως τὸ βλέπειν, οὐ κατὰ νοῦν φιλοσόφως ὀφθαλμοῖς νοεροῖς, ἀλλὰ τοῖς κατὰ σῶμα, οὕτω καὶ θαυμάζειν ἀπὸ θέας καὶ αὐτὸ ὁμοίως, καὶ θάμβος δὲ ὡσαύτως, ὅπερ κατὰ θέαν βαίνει ἐς ψυχήν. Καὶ τὸ τεθηπέναι δὲ τούτοις εἶναι σύστοιχον ὑπὸ τῶν παλαιῶν λέγεται. Οὐκοῦν καὶ τὸ θηητόν. καὶ οὐκ ἔστιν εὑρεῖν ταῦτα ἑτέρως νοούμενα, εἰ μὴ προηγήσεται ὅρασις πορθμεύουσα τὸ θεατὸν ἐς ψυχήν.]
(v. 446 s.) Ὅτι δεινοπαθῶν ὁ τοῦ μύθου Ποσειδῶν ἐφ' οἷς οἱ Ἀχαιοὶ τειχοποιοῦσί φησι "Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν, ὅς τις ἔτ' ἀθανάτοισι [496] νόον καὶ μῆτιν ἐνίψει", τουτέστιν· εἰσί τινες ἔτι καὶ μετὰ τοὺς Τιτᾶνας ἐκείνους καὶ τοὺς Γίγαντας, οἳ κακολογήσουσι καὶ βλάψουσιν ἡμᾶς, εἴπερ οἱ Ἀχαιοὶ τοιαῦτα δρῶσι δίχα ἡμῶν. Ἐπάγει οὖν "οὐχ' ὁράᾳς ὅτι δ' αὖτε καρηκομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας". Καὶ οὕτω μέν τινες ἀποφατικῶς τὸ ῥηθὲν ἐνόησαν. Ἕτεροι δὲ οὕτω κατ' ἐρώτησιν "Ζεῦ πάτερ, ἆρα δή ἐστί τις περὶ γῆν ὃς ἐνίψει", τουτέστιν ἐνίσπῃ, "βουλὴν οἰκείαν ἡμῖν τοῖς θεοῖς λόγῳ μαντείας ἢ καὶ θύσει", ἵνα νοῆται ὡς οὐδείς ἐστιν ὁ τοῦτο ποιήσων, εἴπερ οἱ Ἀχαιοὶ οὕτω τειχίζουσι μήτε μαντευσάμενοι μήτε θύσαντες. Δοκεῖ δὲ κρείττων εἶναι ἡ πρώτη ἔννοια τά τ' ἄλλα καὶ ὅτι τὸ ἐνίψει οὐχ' ἁπλῶς δηλοῖ τὸ ἐνίσπῃ, ἤγουν ἐρεῖ, ἀλλὰ τὸ κακολογήσει.
(v. 446) Ἰστέον δὲ ὅτι γῆν λέγει ἀπείρονα ἀντὶ τοῦ ἄπειρον, ὡς Εὐριπίδης ἐν Φαίδρᾳ φησί. Καὶ εἴρηται μὲν καὶ ἀλλαχοῦ περὶ τούτου, καὶ νῦν δὲ ῥητέον, ὅτι τε ἐντεῦθεν παραφράσας Εὐριπίδης ἀτέρμονα ἔσοπτρα εἶπε τὰ κυκλοτερῆ, ὅπερ ταὐτόν ἐστι τῷ ἀπείρονα, ἐπεὶ καὶ τὸ τέρμα καὶ τὸ πέρας τὸ αὐτὸ δηλοῦσι. καὶ ὅτι καθ' Ὅμηρον μὲν ἀπείρων ἡ ὅλη γῆ, ὅ ἐστι σφαιροειδὴς καὶ στρογγύλη. Τὴν δὲ οἰκουμένην γῆν Ποσειδώνιος μὲν ὁ Στωϊκὸς καὶ Διονύσιος σφενδονοειδῆ φασι, Δημόκριτος δὲ προμήκη, τραπεζοειδῆ δὲ Ἵππαρχος. [497]
(v. 447) Νόον δὲ λέγει τὸ ἁπλῶς νόημα κατ' ἐνθύμησιν, ὃ πληροφορεῖται διὰ μαντικῆς ἢ θυτικῆς ἐξ ἐρωτήσεως. [Καὶ ἔστιν ὁ τοιοῦτος νόος ἀλλοῖος παρὰ τὸν ἐν Ὀδυσσείᾳ, οἷον "καὶ νόον ἔγνω", ἔτι δὲ καὶ παρὰ τὸ "ὡς δ' ὅτ' ἀναείξει νόος ἀνέρος".] Μῆτιν δὲ ἔφη τὸ βουλευθὲν πρῶτα, εἶτα καὶ ἐρωτηθέν. Ὅρα δὲ καὶ ὅτι χοώμενος ὁ Ποσειδῶν οὐκ ἐπλάτυνε τὰ περὶ τοῦ τειχισμοῦ. τούς τε γὰρ πύργους ἐσίγησε καὶ τοὺς σκόλοπας καὶ οὐδὲ τὴν ποιότητα τῆς τάφρου εἶπεν, ὡς οἷον ἀχθόμενος, εἰ καὶ πρὸς ὄνομα μέμνηται τειχισμοῦ.
(v. 449) Τὸ δὲ "τεῖχος ἐτειχίσαντο" ἐτυμολογικὸς καὶ αὐτὸ τρόπος. Τὸ δὲ "νεῶν ὕπερ" ἢ ἀντὶ τοῦ ἕνεκεν ἢ ἀντὶ τοῦ ὑπεράνω τῶν νεῶν. [Ἦν δὲ καὶ ἐν τῷ "ὑπὲρ σέθεν αἴσχε' ἀκούω", ἡ ὑπερ πρόθεσις ἀντὶ τοῦ ἕνεκεν ἢ ἀντὶ τῆς δια προθέσεως. Οὐ γὰρ δήπουθεν ὑπερηγορίαν ἐκεῖ δηλοῖ, ὁποία ἐστὶν ἐν τῷ "ὑπὲρ σοῦ λαλῶ" καὶ "ὑπὲρ σοῦ ἐνίσταμαι".]
(v. 450) Τὸ δὲ "κλειτὰς ἑκατόμβας" παιδεύει ἔκκριτα εἶναι τὰ τῷ κρείττονι διδόμενα.
(v. 451) Ὅτι τῶν παλαιῶν εἰπόντων δεῖν εἶναι καὶ μαντικῇ χρῆσθαι τοὺς ποιητάς, τοιοῦτος φαίνεται Ὅμηρος ἔν τε ἄλλοις καὶ ἐν οἷς ἐνταῦθα πεποιθὼς τῇ οἰκείᾳ λογιότητι [498] λέγει ὡς ἐκ τοῦ Ποσειδῶνος, ὅτι τοῦ παρ' αὐτῷ πλαττομένου τείχους τὸ "κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς", ἤγουν ἐπὶ πᾶσαν τὴν ὑφ' ἥλιον, εἰς ὅσην δηλαδὴ καὶ ἡ αὐτοῦ διαδέδοται ποίησις. Ὑπερβολικὸς δὲ ὁ λόγος. τὸ γὰρ "ὅσον ἐπικίδναται ἠώς" οὐ τὴν οἰκουμένην μόνον ἀλλὰ καὶ τὴν ἀοίκητον περιλαμβάνει. Ἡ γὰρ τῆς ἡμέρας λαμπηδὼν καὶ περὶ τὰς ἐρήμους σκίδναται. Δύναται δὲ τοῦτο καὶ ἄλλως νοηθῆναι, ἵνα λέγῃ μὴ τοπικῶς τὸ ὅσον ἀλλὰ χρονικῶς καί, καθὰ Εὐριπίδης μιμησάμενος φράζει "διὰ μακροῦ γὰρ ἡ χάρις", οὕτω κἀνταῦθα νοοῖτο, ὡς ἀΐδιον καὶ ἀείμνηστον ἔσται τὸ κλέος τοῦ τείχους, εἰς ὅσον καιρὸν ἡμέρα λάμπει. Δῆλον δὲ τοῦτο ἐκ τοῦ τὸν Ποσειδῶνα εἰπεῖν, ὅτι τοῦ δὲ ἡμετέρου τείχους ἐπιλήσονται, καὶ οὕτως ἀντιδιαστεῖλαι τῇ μακρᾷ μνήμῃ τὴν λήθην.
(v. 452) Καὶ ὅρα τὸ "ἐπιλήσονται". εἴρηται γὰρ ἐλλειπτικῶς διὰ τὸ ἐναγώνιον τοῦ λέγοντος. δῆλον δὲ ὅτι ἄνθρωποι ἐπιλήσονται. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα εἰς ἶσον ἄγει ὁ ποιητὴς τὸ ἑαυτοῦ πλαστὸν τεῖχος τῷ ἱστορικῷ καὶ ἀληθεῖ τῷ τῆς Τροίας. Κλέος γὰρ μόνον καὶ ἀμφοτέρων φέρεται, πραγματικῶς δὲ οὐδέτερον φαίνεται, ἤδη δὲ καὶ εὐκλεέστερον τὸ Ὁμηρικόν. Αὐτὸ μὲν γὰρ διὰ τὴν τοῦ ποιητοῦ λογιότητα ἐκ μὴ ὄντος ἐστὶ τρόπον τινά, ἡ δὲ ἀληθὴς Τροία τῇ τοῦ χρόνου φορᾷ ἐκ τοῦ ὄντος ἦλθεν εἰς τὸ μηδέν, ἀφανισθεῖσα, ὡς προείρηται.
(v. 458) Διὸ καὶ ἀστείως ὁ Ζεὺς τὸν Ποσειδῶνα σοφίζεται εἰπὼν "σὸν δή τοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς". Οὐ γὰρ εἶπεν ὅτι τοῦ κατὰ σὲ καὶ τὸν Ἀπόλλωνα τείχους μακρὸν ἔσται τὸ κλέος, ἀλλὰ τὸ σὸν κλέος, ὡς Ποσειδῶνος δηλαδή.
(v. 451) Τὸ δὲ κίδναται δηλοῖ μὲν τὸ σκεδάζεται, ἔλλειψιν δὲ ἔχει τοῦ σ, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ "ὅσον ἐπικίδναται ἠώς" λαβὼν Ἡρόδοτος ἔφη τὸ "ἅμα ἡλίῳ σκιδναμένῳ". Ἡ δὲ ἀναλογία τοῦ κιδνῶ κατὰ τὸ πελῶ πιλνῶ, τὸ πλησιάζω, κερῶ κιρνῶ, καὶ ὅσα τοιαῦτα. οὕτω γὰρ καὶ κεδῶ κιδνῶ. διὸ καὶ ὡς πιλνῶ πίλνημι πίλναται, [499] κιρνῶ κίρνημι κίρναται, οὕτω καὶ κιδνῶ κίδνημι κίδναται. Τῆς δὲ κατὰ τὸ κεδῶ κιδνῶ παραγωγῆς καὶ τὸ ὀρέγω ὀριγνῶ, πέτω πιτνῶ, ῥέπω ῥιπτῶ, καὶ τὰ ὅμοια.
(v. 453) Ὅτι τὸ τεῖχος τειχίσαι διαφέρει τοῦ πολίσαι. οὐ γὰρ πᾶς ὁ τειχίζων ἤδη καὶ πολίζει. Διὸ Ἕλληνες μὲν τεῖχος, ὡς ἐρρέθη, ἐτειχίσαντο, Ποσειδῶν δὲ καὶ Ἀπόλλων τεῖχος ἐπόλισαν ἥρῳ Λαομέδοντι ἀθλήσαντες. Καὶ σημείωσαι τὸ "ἀθλήσαντες" ἀντὶ τοῦ κακοπαθήσαντες. Ἔστι γὰρ ὅτε τὸ ἄεθλον τὸν μὴ ἐθελητὸν κόπον σημαίνει, ὡς δηλοῖ καὶ τὸ "οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων". Πῶς δὲ Ποσειδῶν καὶ Ἀπόλλων ἐθήτευσαν τῷ Λαομέδοντι, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται, καταμερίσαντος Ὁμήρου καὶ τοῦτο τόποις διαφόροις, ὡς πολλαχοῦ ποιεῖν εἴωθεν, ὁ καὶ ἐν τοῖς ἑξῆς που αὖθις τοῦ ἐνταῦθα τειχισμοῦ εὐμεθόδως μνησόμενος. Τὸ δὲ "ἥρῳ" ἢ ἀποκέκοπται ἐκ τῆς ἥρωϊ δοτικῆς ἢ ἀπὸ ἰσοσυλλάβου κλίσεως γέγονεν.
(v. 455-458) Ὅτι ἀνδρὶ μεγάλῳ δειλιάσαντι ἐπὶ δυσκλείᾳ εὐφυῶς προσφωνηθήσεται τὸ "ὢ πόποι εὐρυσθενές, οἷον ἔειπες. ἄλλος δή τις τοῦτό γε δείσειε νόημα, ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε. σὸν δ' ἦτοι κλέος ἔσται", ὡς καὶ προεγράφη, ὅσον τ' ἐπικίδναται ἠώς, [ἤγουν μεταφραστικῷ λόγῳ, ἡμέρα, κατὰ τὸν εἰπόντα· λαμβάνουσι τὴν ἠῶ ἡμέραν οἱ μεταφράζοντες, ὃ δὴ ταὐτόν ἐστι τῷ μεταλαμβάνοντες. Ἡ γὰρ διασαφητικὴ τῶν λέξεων ἑρμηνεία μετάληψις καὶ μετάφρασις καίριος λέγεται.]
(v. 459-463) Ὅτι ἐν τῷ "ἄγρει μάν", ἤγουν ἄγε δή, "ὅτ' ἂν αὖτε καρηκομόωντες Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν, τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι", ἤγουν κατάχεον, "ἠϊόνα δὲ μεγάλην ψαμάθοισι καλύψαι", ὅ ἐστι κάλυψον, "ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται [500] Ἀχαιῶν", ἀναρρῆξαι λέγει τὸ ἀνασαλεῦσαι, ἀναμοχλεῦσαι, ὅθεν καὶ κοιλία πληγεῖσα ξίφει ἀναρραγῆναί που λέγεται, [καὶ θὴρ δὲ βοῦν φθείρει ἀναρρήξας τὴν αὐτοῦ κοιλίαν.] Προαναφωνεῖ δέ πως ἐνταῦθα ὁ ποιητὴς τὸν τοῦ Ἑλληνικοῦ τείχους ὕστερόν ποτε ἀφανισμὸν συντομώτατα, ὡς ἐν ὀνείρῳ καὶ σκευάσας αὐτὸ καὶ ἀνασκευάσας καί, ὡς αὐτός φησιν, ἀμαλδύνας διὰ τοῦ ἀναρρῆξαι καὶ εἰς ἅλα πᾶν καταχεῦαι, ἤγουν ῥᾷον καταγαγεῖν, καὶ τὴν ἠϊόνα, ἐφ' ἧς ἵστατο, ψαμάθοις καλύψαι.
(v. 459) Τὸ δὲ "μάν" τριχῶς ἀλλοιοῦται, ὡς καὶ ἑτέρωθι δηλοῦται, κατὰ φύσιν τοῦ η στοιχείου. Λέγεται γὰρ καὶ μήν κοινότερον, καὶ μάν Δωρικῶς καὶ μέν Ἰωνικῶς. Οὕτω καὶ ὁ Πρίηπος οὐ μόνον ἐν τῷ η λέγεται ἀλλὰ καὶ διὰ τοῦ α Πρίαπος καὶ διὰ τοῦ ε δὲ Πρίεπος παρὰ Ἀρριανῷ ἐν Βιθυνιακοῖς, παρ' ᾧ καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Πρίεπος διὰ τὸ γόνιμον.
(v. 463) Τὸ δὲ "ἀμαλδύνειν" λέξις μέν ἐστι ποιητικὴ πεζῷ λόγῳ δύσχρηστος, γίνεται δὲ ἀπὸ τοῦ ἀμαλόν, ὃ δηλοῖ τὸ ἁπαλόν, πλεονασμῷ τοῦ δ. ὅθεν καὶ ἀμαλάπτειν παρὰ Λυκόφρονι τὸ οἷά τι ἁπαλὸν καὶ εὔφθαρτον ἀφανίζειν, ὡς δηλοῖ τὸ "ἠμάλαψε κάρχαρος κύων". Ἐκεῖθεν δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ [501] "ἄρν' ἀμαλήν" ἐν συναλιφῇ, ἤγουν τὴν ἀμαλὴν ἤτοι ἁπαλὴν ἄρνα. Τινὲς δὲ ἐκεῖ ἄρνα φασὶ μαλὴν ἐντελῶς ἐν δισυλλαβίᾳ, ὅθεν καὶ παρὰ Θεοκρίτῳ μαλοπάρῃος, ἡ ἁπαλοπάρῃος, καὶ μαλερόν τὸ εὔφθαρτον δι' ἁπαλότητα ἢ τὸ μαραντικὸν τῶν ἁπαλῶν σωμάτων ἢ τὸ σκληρὸν κατὰ ἀντίφρασιν. Τὸ δὲ τοιοῦτον δισύλλαβον μαλόν πλεονασμῷ τοῦ α γίνεται καὶ αὐτὸ ἀμαλόν, ἐξ οὗ τὸ ἀμαλδύνειν παράγεται, ὡς ἀνωτέρω εἴρηται. [Εἰ δὲ ἐκ τοῦ διειλημμένου μαλοῦ καὶ μαῦλις Αἰολικῶς ἡ ἀφανιστικὴ μάχαιρα λέγεται, οὐκ ἂν εἴη ἀφυὲς εἰπεῖν.] Τὸ δὲ ῥηθὲν Ἑλληνικὸν τεῖχος ἔργον τε ἁπλῶς ἔφη καὶ μέγα ἔργον ὁ ποιητὴς καὶ νῦν μέγα τεῖχος Ἀχαιῶν, μεγεθύνων τὴν αὐτοῦ ἐπίνοιαν.
(v. 465) Ἔνθα ὅρα καὶ ὡς μονοημέρῳ ἔργῳ οἰκεῖον τὸ "δύσετό τ' ἠέλιος, τετέλεστο δὲ ἔργον".
(v. 466) Ὅτι πολυτελοῦς δόρπου φράσις τὸ "βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο". Προϊὼν δέ φησι "τίθεντο δέ", ἤγουν κατά τινα συνθήκην ἐποιοῦντο, "δαῖτα θάλειαν". Ἀχαιοὶ δὲ οὕτω ἐποίουν τὸ τεῖχος δείμαντες, οἳ καὶ παννύχιοι δαίνυντο.
(v. 476) Ἀπαθὲς δὲ πάντως ἐκ φυσικῆς κλίσεως τὸ [502] παννύχιοι, καθὰ καὶ τὸ εἰνάνυχες, καὶ τὸ αὐτονυχεί, καὶ εἴ τι ἄλλο τοιοῦτον. Τὸ μέντοι ὁλονύκτιος καὶ τὸ νυκτερινός, καθὰ δὴ καὶ αὐτὸ τὸ νυκτός, διπαθῶς ἔχουσι. Τὸ μὲν γὰρ φυσικὸν νύξ νυχός ἐκ τοῦ νύσσω νένυχα, ὡς καὶ ὄνυξ ὄνυχος. ἐξ αὐτοῦ δὲ κατὰ πάθος τροπῆς τε καὶ πλεονασμοῦ νυκός καὶ νυκτός, ὡς ἄναξ ἄνακος ἄνακτος. [(v. 466) Ὅτι δὲ ἐκ τοῦ βουφονεῖν ἐπενοήθη τοῖς Ἀθηναίοις ὕστερον βουφόνια εἰπεῖν ἑορτήν τινα μεγάλην τῶν παρ' αὐτοῖς, οὐ σφαλερῶς ἂν εἴποι τις.]
(v. 467 s.) Ὅτι πολύοινος πάλαι ποτὲ δοκεῖ εἶναι καὶ ἡ Λῆμνος. Διό φησιν ἐνταῦθα ὁ ποιητής, ὅτι "νῆες ἐκ Λήμνου παρέστασαν οἶνον ἄγουσαι πολλαί", Λήμνιον οἷον τοῦτο καλόν, τῷ Ἑλληνικῷ στρατῷ, ἀνάπαλιν πρὸς τὸ "Λήμνια κακά", τὸ παροιμιακόν.
(v. 472-475) "Ἔνθεν ἄρ' οἰνίζοντο", φησίν, "Ἀχαιοί, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν, ἄλλοι δ' ἀνδραπόδεσσιν". Ἀμοιβαῖς γὰρ οἱ παλαιοὶ ἐχρῶντο καὶ οὐ νομίσμασιν. Οὔπω γὰρ ἦν παρρησία νομίσματος δουλοποιοῦ ἐν ἀνθρώποις. Εἰ δὲ λυπεῖ τοὺς παλαιοὺς ἐνταῦθα ὁ πλεονασμὸς τοῦ "ἄλλοι", ὅμως σημειωτέον τὴν τῆς λέξεως ἐπιμονήν. πεντάκις γὰρ ἐνταῦθα εἴρηται τὸ ἄλλοι.
(v. 467) Τὸ δὲ "παρέστασαν" ἐγγύς ἐστι τοῦ εἰπεῖν ἐνελιμενίσθησαν, οὐ μὴν καὶ ὡρμίσθησαν. Τριστοιχεὶ γὰρ ἱσταμένων τῶν Ἑλληνικῶν νεῶν ὁ τρίτος πρὸς τῇ θαλάσσῃ στοῖχος ὥρμιστο, αἱ δὲ μετ' αὐτὸν ἄρτι Λήμνιοι [503] νῆες παρέστασαν, ἤγουν κατὰ πλατὺν λιμένα ἐγγὺς ἦσαν ταῖς πρὸς τῷ ὅρμῳ ναυσί. Τὸ δὲ "ἄγειν" ἐπὶ ἀψύχου καὶ νῦν τοῦ οἴνου ἔφη διὰ τὰς νῆας, αἷς ᾠκείωται τὸ ἄγειν. ἐξ οὗ αἱ μέν τινες φορτηγοὶ λέγονται, αἱ δ' ἱππαγωγοί. ἀπ' αὐτοῦ δὲ καὶ νηῶν φαμεν ἀγώγιμα.
(v. 472) Τὸ δὲ "οἰνίζεσθαι" καθ' ὁμοιότητα λέγεταί τινα τοῦ ὑδρεύεσθαι. ὡς γὰρ ὑδρεύεταί ποθεν ὁ χορηγίαν ἐκεῖθεν ἔχων ὕδατος, οὕτως οἰνίζεται ὁ οἶνον ποριζόμενος. Ὅρα δὲ ὡς ἄψογον μὲν τὸ οἰνίζεσθαι, οὐκ ἐπαινετὸν δὲ τὸ οἰνοῦσθαι. μέθην γὰρ ἡ λέξις ἐνδείκνυται, ὡς δηλοῖ καὶ παρὰ Σοφοκλεῖ τὸ οἰνωθείς. [Τὸ δὲ ἀεὶ ἀναύξητον τοῦ οἰνίζοντο, καθὰ καὶ τοῦ οἰωνίζοντο καὶ ἄλλων δέ τινων, σημειῶδές ἐστι τοῖς παλαιοῖς.]
(v. 473) Αἴθων δὲ σίδηρος ἢ ὁ λαμπρός, ἀπὸ τοῦ αἴθω, τὸ λάμπω, ἐξ οὗ καὶ ὁ ἀστήρ, ἢ ὁ καυστειρός, ἐκ τοῦ αἴθω, τὸ καίω, καθ' ὃν λόγον καὶ ἡ μάχη καυστειρά, ἢ ὃν δεῖ καυθῆναι, ἵνα κατεργασθῇ.
(v. 474) Ῥινοὶ δὲ αἱ βύρσαι, βόες ἔστιν ὅτε καὶ αὐταὶ τῷ τοῦ ὅλου ὀνόματι λεγόμεναι, ὡς πρὸ ὀλίγου ἐφάνη. Διὸ ἐπὶ τῶν ζώντων βοῶν φησι τὸ "ἄλλοι δ' αὐταῖς βουσίν". οὐ γὰρ ἡ βύρσα βοῦς αὐτόχρημα, μέρος δὲ βοός. τὸ δὲ ζῷον βοῦς αὐτὸ τοῦτό ἐστι. καὶ οὐδὲ ἀπολύτως ἡ βύρσα λέγεται βοῦς, ἀλλά, ὡς προεγράφη, μετὰ προσθήκης, καθὰ δηλοῖ τὸ "βόας αὔας", καὶ τὸ "βῶν ἀζαλέην". Ἐκ τοῦ ῥέειν δὲ ἡ ῥινός, καθὰ καὶ ἡ ῥίν. διὰ τοῦ δέρματος γὰρ οἱ ἱδρῶτες ἐκρέουσιν. Ἰωνικὸν [504] δὲ τὸ "αὐταῖς βόεσσιν", Ἰώνων γὰρ ἴδιον τὰς βόας λέγειν καὶ τὰς ἵππους καὶ τὰς κύνας καὶ τὰ τοιαῦτα. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὰ τῶν θρεμμάτων πλήθη κατὰ θηλυκὸν γένος προφέρονται, αἱ ὄϊς, αἱ βόες, αἱ ἵπποι, αἱ κάμηλοι, αἱ ἡμίονοι.
(v. 475) Ἡ δὲ τῶν ἀνδραπόδων λέξις νεωτερική ἐστι κατὰ τοὺς παλαιούς. Διὸ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος ἠθέτουν τὸ ἔπος, ἐν ᾧ κεῖται ἡ λέξις αὕτη. Ἰστέον δὲ ὅτι τὸ "ἀνδραπόδεσσι" μεταπλασμός ἐστιν ὡς τὸ κρίνεσιν, ἴσως δὲ καὶ τὸ δένδρεσιν. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς εὐθεῖά ἐστιν αὐτοῦ ὁ ἀνδράπους, ἵνα ἐξ αὐτοῦ γίνηται τὸ ἀνδραπόδεσσιν, ὡς ἐκ τοῦ πούς ποδός ποδί τὸ πόδεσσι. Τινὲς δὲ ἀνδραπόδοισι γράφουσιν. Ἅπαξ δὲ ἡ λέξις εἴρηται, καὶ δηλοῖ τοὺς δούλους, ὡς ἀνδρῶν ὄντας πόδας, δηλονότι τῶν δεσποτῶν, οἵπερ εἰς κεφαλὰς ἐκείνοις λογίζονται. [Ὅτι δὲ οἱ τῶν ἀνδραπόδων πορισταὶ τοῖς ἐμπόροις ἀνδραποδισταὶ λέγονται, οἷς ἡ Θετταλία εὐθήνει πάλαι ποτέ, καὶ ὅτι οὐκ αἰχμάλωτα ἐξ ἀνάγκης τὰ ἀνδράποδα, εἴγε τὰ πλείω κλέπτονται, δῆλόν ἐστιν.] Σημείωσαι δὲ ἐν τούτοις καὶ ὅτι, καθάπερ οἱ Λήμνιοι οἴνου ὠνοῦντο ἀνδράποδα, οὕτω ποτὲ καὶ οἱ Θρᾷκες ἅλατος, ὅθεν καὶ ἁλώνητα δουλάρια τὰ εὔωνα.
(v. 468-471) Ἐν τούτοις δὲ καὶ ἱστορίαν παλαιὰν ὁ ποιητὴς [505] ἐπεμβάλλων καὶ οἰκονομίαν βίου καθυποδεικνὺς φιλικὴν λέγει περὶ τῶν ἐκ Λήμνου νεῶν καὶ ταῦτα "τάς", ἤγουν ἅστινας, "προέηκεν", εἰς Τροίαν δηλαδή, "Ἰησονίδης Εὔνηος. τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν". ἐξ οὗ καὶ Ἰησονίδην ἔφη αὐτόν. "χωρὶς δέ", τουτέστιν ἰδιαζόντως, "Ἀτρείδῃσ'", τουτέστι τοῖς ἐξ Ἀτρέως, "Ἀγαμέμνονι καὶ Μενελάῳ, δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ", τουτέστιν οἶνον, "χίλια μέτρα" ὅπερ ἡ κοινοτέρα φράσις οἴνου χίλια μέτρα φησί. Ξέσται δέ τινες ἦσαν ταῦτα τὰ μέτρα.
(v. 468 s.) Δῆλον δὲ ὅτι ὁ τοῦ Εὐνήου πατὴρ Ἰάσων, Θετταλὸς ὤν, συνῆλθε τῇ Λημνίᾳ Ὑψιπύλῃ, ὅτε τοῖς Ἀργοναύταις συμπλέων εἰς Κόλχους τῇ Λήμνῳ προσώκειλε καὶ εὗρε τὴν νῆσον ἔρημον ἀνδρῶν. πᾶσαι γὰρ τότε πάντας τοὺς ἑαυτῶν ἀνεῖλον ἄρδην αἱ Λήμνιαι, ὡς καὶ Εὐριπίδης φησίν. Ὅθεν καὶ χηρεύουσαι ἀνδρῶν ἄλλαι μὲν ἑτέροις, Ὑψιπύλη δὲ τῷ ἐξάρχοντι τῶν Ἀργοναυτῶν Ἰάσονι συνεζύγη, ἐξ ὧν Εὔνηος βασιλεύς, νηῶν ἐπιμελητής, ὡς ἡ κλῆσις δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ "ὃν ἔτεκεν Ὑψιπύλη ὑπὸ Ἰάσονι" οὔκ ἐστιν ἁπλῶς ἑρμηνεία τοῦ Ἰησονίδης, ἀλλ' ἱστορία τοῦ καὶ ποίαν ἔσχε μητέρα ὁ Εὔνηος. Δῆλον δὲ ὡς, ἐπεὶ ὁ Ἰάσων συστέλλων τὴν παραλήγουσαν δύσχρηστος εἰς μέτρον ἐστὶν ἐν ταῖς πλαγίαις, διὰ τοῦτο ἐτράπη τὸ α εἰς η παρὰ τῷ ποιητῇ ἔν τε τῷ "ὑπ' Ἰήσονι" καὶ "Ἰησονίδης".
(v. 470) Τὸ δὲ "Ἀγαμέμνονι καὶ Μενελάῳ" κατὰ [506] τὸ παρέλκον καὶ ἐνταῦθα κεῖται.
(v. 471) Μέθυ δὲ συνήθως λέγει τὸν οἶνον διὰ τὸ τοὺς ἀμέτρως αὐτοῦ πίνοντας μεθίεσθαι ἤτοι ἀμελεῖν. ἀφ' οὗ καὶ ἡ μέθη καὶ μεθημοσύνη, ἡ ἀμέλεια. [(v. 467) Σημείωσαι δὲ ὅτι τὸ "νῆες δ' ἐκ Λήμνοιο" καὶ ἑξῆς, οὐκ ἐξ ἀνάγκης Λημνίας νῆας δηλοῖ, ἀλλ' ἴσως μὲν τοιαύτας, ἴσως δὲ ἑτέρωθεν μὲν οὔσας, στελλομένας δ' ἐκεῖθεν ἐμπορικῶς. εἰκὸς δὲ καὶ ἐκ Λήμνου αὐτὰς εἶναι καὶ ἑτέρωθεν. Ὅτι δὲ τὸ "νῆες ἐκ Λήμνου" δύναται ταὐτόν ποτε περιφραστικῶς εἶναι τῷ Λήμνιαι, δῆλον ἐκ τῶν παλαιῶν. οὕτω καὶ ὁ Ἀθηναῖος καὶ ὁ ἐξ Ἀθηνῶν καὶ ὁ Ἀντιοχεὺς καὶ ὁ ἐξ Ἀντιοχείας καὶ ὁ πολίτης καὶ ὁ ἐκ πόλεως εἰς ταὐτὸν ἥκουσιν. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τοπικά.
(v. 469) Ἡ δὲ Ὑψιπύλη, ὅτι καὶ Ὑψιπύλεια λέγεται ὡς Πηνελόπη Πηνελόπεια, οὐκ ἀμάρτυρόν ἐστιν.]
(v. 476-481) Ὅτι παννύχιοι μὲν Ἀχαιοὶ καὶ Τρῶες, οἱ μὲν ἐν ταῖς ναυσίν, οἱ δὲ κατὰ πόλιν δαίνυντο, "παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς σμερδαλέα κτυπέων", ὅ ἐστι βροντῶν καὶ οὕτως οἷον ἐπαπειλούμενος, "τοὺς δὲ χλωρὸν δέος ᾕρει. οἶνον δ' ἐκ δεπάων χαμάδις χέον", ὡς οἷον ἀποτροπιαζόμενοι ἢ ἄλλως ἱκέται γινόμενοι, "οὐδέ τις ἔτλη πρὶν πιέειν πρὶν λεῖψαι Διΐ".
(v. 478) Καὶ ὅρα καὶ ἐν τῷ "κακὰ μήδετο", ἤτοι ἐβουλεύετο, "Ζεὺς κτυπῶν" οἷόν ἐστι τὸ βουλεύεσθαι τὸν Δία, τὸ δίδοσθαι δηλαδὴ ἄνωθεν σημεῖα. Τὸ δὲ "μήδετο μητίετα Ζεύς", ἐτυμολογικῶς καὶ αὐτό, ὡς ἐρρέθη. ἀπὸ τοῦ μήδεσθαι γὰρ ὁ μητίετα, βουλευτικὸς ὤν.
(v. 479) Τὸ δὲ "σμερδαλέα κτυπέων", τραχείαις λέξεσι κατὰ ὀνοματοποιΐαν σκληρυνόμενον τὴν ἀηδίαν καὶ τὸ φρικτὸν ἐν βραχυτάτῳ δηλοῖ τοῦ τῆς βροντῆς ἤχου. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ "Ζεὺς σμερδαλέα κτυπῶν" λαβὼν ὁ Σοφοκλῆς ἔφη τὸ "μέγας κτύπος ἄφατος διόβολος". Ἐν οἷς δηλοῖ ἐκεῖνος καὶ ὅτι βέλη Διὸς [507] οὐ μόνον κεραυνοὶ καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ βρονταί. [Ὅμως καὶ τοὺς ῥαγδαίους ὑετοὺς καὶ μάλιστα τοὺς χειμερίους τοιούτῳ λόγῳ "δύσομβρα βέλη" λέγει. Ἰστέον δὲ ὅτι καὶ τὸ "σμερδαλέα κτυπῶν" καὶ Σοφοκλέους τὸ "μέγας κτύπος" καὶ ἑξῆς, μεγαλοφωνότερά εἰσι τοῦ μεγάλα κτυπέων.]
(v. 480) Ἐνταῦθα δὲ καὶ τὸ λείβειν ἑρμηνεύει ὁ ποιητὴς μεταλαβὼν αὐτὸ εἰς τὸ χαμάδις οἶνον χέειν, ὡς ταὐτὸν ὂν ἐπὶ σπονδῆς λείβειν ἢ χέειν εἰπεῖν, ἧς ὁμοιότητος ἕνεκεν καὶ ἡ νεκρικὴ χοὴ λοιβὴ παρὰ Σοφοκλεῖ ἐν τῷ "τύμβον λοιβαῖσι στέψω".
(v. 478 s.) Ἰστέον δὲ καὶ ὅτι γένοιτ' ἄν ποτε ψόγος σφοδρᾶς ἀπειλῆς τὸ "κακὰ μήδετο σμερδαλέα κτυπέων, τοὺς δὲ χλωρὸν δέος ᾕρει". Παρὰ δὲ τῷ ποιητῇ οὐδὲ πόρρω γλυκύτητος ὁ τραχὺς οὗτος λόγος, μονονουχὶ φαμένῳ, ὡς οἱ μὲν Ἕλληνες ἐξελύοντο πότον στησάμενοι, ὁ Ζεὺς δὲ κτυπῶν ἐξεδειμάτου αὐτούς. ἢ καὶ ἄλλως, οἱ μὲν παννύχιοι, ὡς οἷον εἰπεῖν, ὑποβεβρεγμένοι τῷ ἀκράτῳ ἦσαν, ὁ δὲ παννύχιος δεινὸν ἐκτύπει, δεινοῖς τούτοις κτύποις δεινὰ σημαίνων μέλλοντα καί, καθ' Ἡσίοδον εἰπεῖν, πόλεμον τεκμαιρόμενος. Ἔστι δὲ καὶ ὑπογραφὴ ἐνταῦθα βροντῆς. δυνατὸν γάρ ἐστιν εἰπεῖν βροντὴν εἶναι σμερδαλέον κτύπον Διός, ἤγουν ἀέρος [(v. 480) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ "οἶνον δ' ἐκ δεπάων χαμάδις χέον" δυνάμενος εἰπεῖν "ἐκ δεπάων δὲ μέθυ χαμάδις χέον", οὐκ ἔφρασεν οὕτω, ἴσως μὲν ταὐτὸν κατὰ πολυωνυμίαν κρίνας εἶναι μέθυ καὶ οἶνον, ἴσως δὲ καὶ μέθυ μὲν ἔχων τὸν ἁπλῶς οἶνον, δι' οὗ μεθήμονες οἱ πίνοντες γίνονται εἴτε λίαν διὰ μέθης εἴτε καὶ ἄλλως κατὰ ῥᾳστώνην ἔμφρονα, τὸν δὲ ἐν λοιβαῖς μὴ ἀξιῶν τοιούτου ὀνόματος, ἀλλὰ ἐπικρίνων οἶνον λέγειν αὐτόν. καὶ μὴν οὐδ' αὐτὸ ἀπείρηται. Εὕρηται γὰρ ἐν χρήσει καὶ τὸ "μέθυ λείβειν", οἷα τῆς λέξεως ταύτης [508] δοκούσης μὴ ἐξ ἀνάγκης ἐκ τοῦ μεθιέναι γίνεσθαι, ἀλλὰ καὶ χρηστολογουμένης ἄλλως ὡς ἀπὸ τοῦ ὕειν, ὅ ἐστι διαβρέχειν τὸ σῶμα, κατὰ τὸ "τέγγε πνεύμονας οἴνῳ", καὶ κατὰ τὸ "κίρνα, τὸν νοῦν ἵν' ἄρδω".]
(v. 482) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, κοιμηθῆναι μὲν λέγει τὸ ἀναπεσεῖν καὶ ὡς εἰς ὕπνον ἀνακλιθῆναι, ὅπερ καὶ καθεύδειν ἀλλαχοῦ εἶπεν, ὕπνου δὲ δῶρον λαβεῖν αὐτὸ τὸ ὑπνῶσαι, ὡς ἄλλο μὲν εἶναι τὸ κοιμᾶσθαι, ἄλλο δὲ τὸ ὑπνοῦν, παρακολούθημα ὂν τοῦ κοιμᾶσθαι. Φησὶ γοῦν "κοιμήσαντ' ἂρ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο".
[509] Ὅτι τὴν ῥαψῳδίαν τῆς θῆτα οἱ μὲν ἡρωΐζοντες οὕτως ἐπιγράφουσι· Θῆτα, θεῶν ἀγορά, Τρώων κράτος, Ἕκτορος εὖχος.
(v. 1-3) Οἱ δὲ πεζολογοῦντες θεῶν ἀγοράν φασιν, ἐξ Ὁμήρου λαβόντες εἰπόντος "Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν", ὃ δὴ πολλαχοῦ κεῖται, "Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο". Καλοῦσι δὲ αὐτὴν καὶ κόλον μάχην, ὡς καὶ προερρέθη, ὅ ἐστι κολοβήν, καθὰ καὶ βοῦν κόλον τὸν κεκολουσμένον τὰ κέρατα, ὃς καὶ κυρίως λέγεται κολοβός. Ἐκλήθη δὲ κόλος μάχη ἡ παροῦσα ῥαψῳδία δι' αἰτίαν τοιαύτην. Ἡ πρώτη παράταξις τέσσαρσι ῥαψῳδίαις μεμέριστο, τῇ δ, τῇ ε, τῇ ζ καὶ τῇ η. ἡ δὲ τρίτη ἀπὸ τῆς λ ἕως τῆς σ μηκύνεται διηγήσεων ἐμπλεκομένων πολυειδῶν. Ἡ δὲ μέση, τουτέστι δευτέρα, μάχῃ τῇ θ ἐμπεριγραφεῖσα συντέτμηται, ὅλης ἡμέρας ἔργα περικλείσασα ἐν αὐτῇ στενῶς καὶ ὡς οἷον εἰπεῖν κολοβῶς. Τὸ γὰρ ἀπὸ πρωΐας μέχρι μέσης ἡμέρας παντελῶς παρῆλθε διὰ τὸ μὴ ἐναγώνιον τῆς μάχης δυσὶν ἐπιτεμὼν αὐτὸ ἔπεσιν, ἐν τῷ "ἕως μὲν Ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ" καὶ ἑξῆς.
(v. 1) Ἰστέον δὲ ὡς κροκόπεπλος μὲν ἠὼς ἡ ἔχουσά τι καὶ νυκτέρου ἔτι σκότους, εἰ καὶ τὸ χρυσοφαὲς κροκωτὸν αὐτῇ ἐξ ἡλιακῶν ἀκτίνων ἐμφαίνεται, ὑφ' οὗ χρυσοείμων δοκεῖ κατὰ τὸ κροκοειδές. ῥοδοδάκτυλος δὲ ἡ ἐπὶ πλέον πεφωτισμένη καὶ ῥόδεον οἷον πορφύρουσα καί, ὡς [510] εἰπεῖν, ἐρυθροδάκτυλος, πρωΐαι δὲ ἀμφότεραι. Προηγεῖται δ' αὐτῶν ἡ προδιαληφθεῖσα νὺξ ἀμφιλύκη. Εἴρηται δὲ περὶ τούτων καὶ ἀλλαχοῦ. Ἔτι ἰστέον καὶ ὅτι τὸ "Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν" περιφραστικῶς εἴρηται ἀντὶ τοῦ ἐνήρξατο ἡμέρα. Καὶ ὅτι ἡ τῆς ῥαψῳδίας ταύτης ἡμέρα τρισκαιδεκάτη μέν ἐστι μετὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, δευτέρα δὲ τοῦ πολέμου. Εἰ δέ τις καὶ τὰς ἐννέα τοῦ λοιμοῦ ἡμέρας ταύταις προσλογίσεται, εἴη ἂν ἡ ἐξ ἀρχῆς τῆς Ἰλιάδος ἱστορία ἕως τῶν ὧδε ἡμερῶν κβ΄, ἀριθμουμένων οὕτω· Ἡ δεκάτη τοῦ λοιμοῦ δευτέρα μὲν ἦν τῆς Διὸς ἀπελεύσεως εἰς Αἰθίοπας. χθιζὸς γάρ, φησίν, ἔβη Ζεὺς εἰς Αἰθίοπας, ἤγουν τῇ ἐνάτῃ μὲν τοῦ λοιμοῦ, πρώτῃ δὲ τῆς μήνιδος. ὅτε δὲ δωδεκάτη μὲν τῷ Διῒ ἐπανελθόντι, ἑνδεκάτη δὲ τῷ Ἀχιλλεῖ μηνίσαντι, τότε δὴ ἱκέτευσεν ἡ Θέτις. ἐπεὶ δὲ πέρας εἶχεν αὕτη, ἐπέστη νυκτὸς ὁ ἐν τῇ β΄ οὖλος ὄνειρος καὶ τῇ ἐπαύριον δωδεκάτῃ οὔσῃ τῆς μήνιδος συνέστη πόλεμος, ὃς ἐκ μονομαχίας ἀρξάμενος ἐν τῇ γ εἰς μονομαχίαν ἐν τῇ η ἔληξεν, ὡς εἶναι τὴν τῆς θ, ὡς ἐρρέθη, ἡμέραν τρισκαιδεκάτην μὲν τῆς μήνιδος, δευτέραν δὲ τῆς κατὰ μάχην ἔριδος, εἰκοστὴν δὲ δευτέραν τῆς τοῦ βιβλίου τῆς Ἰλιάδος καταρχῆς.
(v. 2) Ὅρα δὲ ὅτι οὐ μόνον ἐπὶ ἑτέρων ἔργων τὸ ποιεῖν τίθησιν ὁ ποιητής, κοινότερον φράζων, ἀλλ' ἰδοὺ καὶ ἐπὶ δημογορικῆς ἀθροίσεως, εἰπὼν "θεῶν ἀγορὴν ποιήσατο".
(v. 3) Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ οὐκ ἤρκεσεν εἰπεῖν ὄρους κορυφὴν τὸ ἀνωτάτω, ἀλλὰ ἀκροτάτην κορυφὴν Ὀλύμπου ἐνταῦθα ἔφη ὁ ποιητής, ὁποία τις τῷ αἰθέρι Διῒ ᾠκείωται, οὕτως οὐ μόνον κορυφαῖός τις ἀρκεῖ λέγεσθαι, ἀλλ' ἔχει χρήσεις παρά τισι καὶ ὁ κορυφαιότατος. Προϊὼν δὲ πληθυντικῶς κορυφὰς ἐρεῖ τὴν ἄρτι ῥηθεῖσαν κορυφήν, ὑπεραύξων καὶ οὕτω τὴν κορυφήν. Περὶ δὲ πολυδειράδος Ὀλύμπου ἑτέρωθι γέγραπται. Ἔτι ἰστέον ὡς καθίζει μὲν καὶ ἐνταῦθα θεῶν ἀγορὰν ὁ ποιητής, καθίζει δέ που καὶ ἐν τοῖς ἑξῆς. Ἀλλ' ἐνταῦθα μὲν ὁ Ζεὺς βασιλικῶς ἑαυτὸν συνιστᾷ κατὰ ἐμβρίθειαν κρατεράν, ὡς φανήσεται, ἵνα πάντες εἴξωσιν οἷς αὐτὸς βούλεται, ἐκεῖ δὲ τί τε τὸ αἴτιον τῆς ἀγορᾶς καὶ ὅ τι ἄλλο παρὰ [511] τὰ ἐνταῦθα, δηλωθήσεται, ὥσπερ καὶ τὰ πρὸ τούτων ἔν τε τῇ α καὶ τῇ δ, ἔνθα συμποσιακὸν ἦν τὸ ἄθροισμα.
(v. 4-6) Ὅτι ἐνδόξῳ τινὶ λαλοῦντι πρὸς τοὺς ὑπ' αὐτὸν οἰκεῖον παρῳδηθὲν τὸ "αὐτὸς δέ σφιν ἀγόρευεν, οἳ δ' ὑπὸ πάντες ἄκουον· κέκλυτέ μευ πάντες πᾶσαί τε, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει". Εἰ δὲ καὶ πάνυ ἐνδόξων καὶ θείων ὄντων τῶν ἀκουόντων κρινεῖ τις εὔκαιρον εἶναι τὸ πᾶν Ὁμηρικῶς εἰπεῖν, ἐρεῖ ἂν ἀπαραποιήτως "πάντες θεοὶ πᾶσαί τε θέαιναι".
(v. 5) Δῆλον δὲ ὅτι σύνηθες τοῖς παλαιοῖς, εἰ καὶ μὴ κατὰ ἀκολουθίαν τοῦ δράκαινα καὶ θεράπαινα καὶ τῶν ὁμοίων, ὅμως θεαίνας λέγειν τὰς θεὰς κατὰ τὸ λύκαινα, φλύκταινα, γάγγραινα, μύραινα, ὕαινα, φάλαινα, σκίαινα. Αἱ δ' αὐταὶ καὶ θεοὶ λέγονται, κατὰ τὸ "μήτε τις οὖν θήλεια θεός", ὃ μετ' ὀλίγα κεῖται, Ἀττικῶς τε καὶ Ἰωνικῶς, ὁποῖόν τι καὶ ἡ "ἀλιτηρὸς φρήν" παρὰ Σοφοκλεῖ, καὶ ἡ "ἀγνὼς δόκησις".
(v. 4) Τὸ δὲ "ὑπὸ πάντες ἄκουον", ἤγουν πάντες ὑπήκουον, παράγει μὲν τὸν ὑπήκοον. Δοκεῖ δὲ ἡ λέξις ἐνταῦθα τὸ ἁπλῶς ἀκούειν δηλοῦν.
(v. 7) Ἰστέον δὲ καὶ ὅτι ἄρχων βουλευόμενός τι κοινῶς ἀπαραίτητον εἴποι ἂν "μήτε τις θήλεια μήτε τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ' ἅμα πάντες αἰνεῖτε, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα". Καὶ ὅρα κἀνταῦθα ὅτι τε ἁπλῶς τελευτᾶν τὸ τελειοῦν, καὶ ὅτι τὸ πειράτω ἐνεργητικῶς ἐλέχθη, ὡς καὶ πρὸ τούτου ἀλλαχοῦ τὸ πειρᾶν. Ὅτι δὲ καὶ παθητικῶς οἶδε τὴν λέξιν ὁ ποιητής, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ νήχειν καὶ νήχεσθαι καὶ ἄλλα μυρία, ἐκδηλότατόν ἐστι. Γέμει δὲ τοιούτων ἡ παλαιὰ χρῆσις. τὸ γοῦν ἐξαγγέλλειν ἐξαγγέλλεσθαί φησι Σοφοκλῆς, οἷον "ὧν ὅδ' ἐξαγγέλλεται". οὕτω καὶ τὸ σῴζειν σῴζεσθαι, οἷον "ἐσῴζετο τὴν εὐλάβειαν", ἤγουν εὐλαβεῖτο. Οὕτω καὶ Εὐριπίδης τὸ ἔγημε παθητικῶς ἔφη ἐν τῷ "ἣν ἐγήματο", καὶ ταῦτα τῆς παλαιᾶς παρατηρήσεως διαφορὰν ἀμφοῖν παραδιδούσης, [512] ὡς δηλοῖ καὶ ὁ φράσας τὸ "οὐκ ἔγημεν ἀλλ' ἐγήματο". Τοιοῦτον καὶ τὸ "βεβουλευκὼς ἔχει" παρὰ Σοφοκλεῖ, παρ' ᾧ κεῖται καὶ τὸ "βεβούλευνται ποιεῖν". παρ' αὐτῷ δὲ καὶ ὁ ὁρῶν ὁρώμενος Ὁμηρικῷ ζήλῳ, οἷον "τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρώμενοι". καὶ ὁ αἴρων ἠρμένος, οἷον "τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν". Διφορεῖται δ' ὁμοίως καὶ τὸ διορίζεσθαι, ὡς δηλοῦται ἐν τῷ "φῆμαι μαντικαὶ διώρισαν". καὶ τὸ νοσφίζεσθαι δὲ τὸ Ὁμηρικὸν ἐν τῷ "τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων μαντεῖα" καὶ τὸ ἅζεσθαι δέ, ἐξ οὗ παρ' Ὁμήρῳ μὲν οἱ ἁζόμενοι, παρὰ Σοφοκλεῖ δὲ τὸ "οὐδὲν ἅζοντα", ἤγουν σεβόμενον, παρ' ᾧ καὶ ἀπειλεῖν καὶ ἀπειλεῖσθαι, οἷον "ἀπείλει νῦν", καὶ "ἀκραιφνεῖς τῶν κατηπειλημένων". καὶ Πίνδαρος δὲ τὸ δρέπεσθαι δρέπειν φησίν. Οὕτω καὶ καλῶ καὶ καλοῦμαι, καὶ σέβω καὶ σέβομαί τινα, καὶ μορμολύττω καὶ μορμολύττομαί σε, καὶ "οὐχ' ἡ πρόσοψίς μ' ἀλλὰ τἄργ' αἰκίζεται", ταὐτὸν δ' εἰπεῖν αἰκίζει.
(v. 8) Διακέρσαι δὲ τὸ διακόψαι τῆς κατὰ τελεσφορίαν ὁλότητος.
(v. 8 s.) Τὸ δὲ "πάντες αἰνεῖτε" ἀντὶ τοῦ συναινεῖτε, συγκατατίθεσθε. Διὸς δὲ λόγος τὰ ῥηθέντα, δι' ὧν προοικονομεῖ τὰ ἐφεξῆς ὁ ποιητὴς πιθανῶς ἅμα καὶ σεμνῶς, ὡς χρεὼν ὂν ἀρχικῶς τελείεσθαι τὴν προδεδηλωμένην βουλὴν τοῦ Διός. Ὅτι ὁ ὑπὸ τριῶν ποτε ἐπιβούλων μικροῦ ἂν καὶ δεθεὶς Ζεύς, ὡς ἐν τῇ α εἴρηται, νῦν ἐν φανερῷ πάντων κρατεῖν ἀλαζονεύεται, [513] πάνυ μεγαλοπρεπῶς καὶ βασιλικῶς δημηγορῶν καὶ κάρτιστος ἁπάντων εἶναι λέγων καὶ οὐ συμβουλὴν εἰσφέρων, ἀλλὰ λέγων ἃ θυμὸς ἐν στήθεσι κελεύει, ὡς εἴρηται, καὶ ἐγκελευόμενος μήτινα διακόψαι οἱ τὸ ἔπος, ἵνα τάχιστα τελευτήσῃ τάδε ἔργα, ἃ σιγᾷ μὲν διὰ σεμνότητα, βούλεται δὲ εἰπεῖν τὴν τοῦ Ἀχιλλέως τιμήν, ἣν καὶ Διὸς βουλὴν εἶπε φθάσας ὁ ποιητής. Εἶτα καὶ ἀρχικῶς ἀπειλεῖται τῷ ἀντιστησομένῳ, θάνατον μὲν οὔ ‑ Πῶς γὰρ τῷ θνῄσκειν οὐκ εἰδότι; ‑ , πληγὰς δὲ δεινοτάτας.
(v. 10-16) Φησὶ γὰρ "ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι, πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπόνδε. ἤ μιν ἑλὼν ῥίψω εἰς Τάρταρον ἠερόεντα τῆλε μάλ', ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον", ὃ Ταρτάρου ἐστὶν ὁρισμός. "ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθ' Ἀΐδεω, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης". Τοῦτο δὲ φιλοσόφως λέγει, διότι σφαιροειδὴς μὲν ὁ κόσμος, ἡ δὲ γῆ μέση τοῦ παντός, κέντρου λόγον ἐπέχουσα πρὸς τὴν σφαῖραν τοῦ οὐρανοῦ, εἰς ὃν μυθικῶς ἀνελεύσεται ὁ πληγείς, καὶ πάντοθεν ἐπίσης ἀφεστηκυῖα. Ὁ δὲ Τάρταρος κατωτάτω, ἔνθα πεσεῖται ὁ ῥιφείς, ἀπ' ἐναντίας τῷ αἰθέρι ἀφώρισται. Διὸ καὶ ὅσον ὁ περὶ αἰθέρα ἐν ὕψει οὐρανὸς ἀφέστηκε τοῦ μέσου, ἤτοι τῆς γῆς, τοσοῦτον καὶ ὁ κατωτάτω Τάρταρος, ὁ καὶ βάθιστος καὶ ἀδιεξόδευτος. Ὧν ὁ μὲν αἰθὴρ καὶ τὰ περὶ Ὄλυμπον εὐκρινῶς ἔχει καὶ ἀνέφελά ἐστιν οὐδ' ἀνέμοις τινάσσεται, διὸ καὶ ζωῆς καὶ ῥᾳστώνης θείας τόποι λέγονται, ὁ δὲ Τάρταρος ἀνάπαλιν, ὃς φερωνύμως τετάρακται, ναὶ μὴν καὶ κατέψυκται, ἀὴρ ὢν καθ' Ὅμηρον καὶ αὐτός. ἠερόεντα γὰρ αὐτὸν λέγει. Ἀὴρ μέντοι ὑπόγαιος καὶ ἀνήλιος καὶ διὰ τοῦτο καὶ ψυχρός. ἐξ οὗ καὶ τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασὶ λέγεσθαι. Ὁ μὲν γὰρ αἰθὴρ καταλάμπεται. διὸ καὶ Ὄλυμπος ἐφάνη λέγεσθαι τὰ ἐκεῖ διὰ [514] τὸ ὁλολαμπές. ὁ δὲ Τάρταρος, ὡς εἴρηται, ἠερόεις ἐστίν, ἤτοι σκοτεινός, καὶ οὐ λάμπεται οὔτε αὐγαῖς ἠελίοιο τέρπεται, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής. Ὁ δ' αὐτὸς Ζεὺς μετὰ τὴν ῥηθεῖσαν ἀπειλὴν ἐπιδεικνύμενος οἷα δύναταί φησιν
(v. 18-27) "εἰ δ' ἄγε πειρήσασθε θεοί, ἵνα εἴδετε πάντες. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, πάντες δ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίονδε Ζῆν', ὕπατον μήστωρα, οὐδ' εἰ μάλα πολλὰ κάμοιτε. ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι", ὅ ἐστιν ἑλκύσαι, "αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην. τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν, περί τ' εἴμ' ἀνθρώπων", ὅ ἐστι περίειμι καὶ θεῶν καὶ ἀνθρώπων, ὡς καὶ ἀμφοτέρων πατήρ. ὃ δὴ σεμνότερόν ἐστι τοῦ "γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων". Ταῦτα δὲ παρῳδηθέντα δεξιῶς χρήσιμα λεχθῆναί ποτε παρὰ μεγιστᾶνος ἐν καιρῷ πρὸς ἥττονας. Ἔστι δὲ ἡ ἀπειλή, σαφῶς πεζολογῆσαι, τὸ καθεῖναι ἂν χρυσῆν σειρὰν ἐξ οὐρανοῦ τοῦ εἰς κλῆρον τῷ Διῒ λαχόντος καὶ ἐκδῆσαι αὐτὴν ἑνὸς τῶν τοῦ Ὀλύμπου ὄρους ἄκρων, οἷα καὶ αὐτοῦ μέρους ὄντος τῆς γῆς καὶ ἐνερριζωμένου αὐτῇ, καὶ τῇ τοιαύτῃ σειρᾷ πάντα ἑλκύσαι σὺν αὐτῇ γῇ σὺν αὐτῇ θαλάσσῃ καὶ μετέωρα θέσθαι. Καὶ ἴδε φανερὰν κἀνταῦθα διαφορὰν Ὀλύμπου καὶ οὐρανοῦ. Ἐν οὐρανῷ γὰρ ἱδρυμένος ὁ Ζεὺς τῆς σειρᾶς τὸ ἕτερον ἄκρον ἐκδῆσαι τοῦ Ὀλύμπου φησί, τοῦ ὄρους δηλαδή. Καὶ ὅτι τὴν θάλασσαν ὀχεῖσθαι πᾶσαν οἶδεν ἐπὶ γῆς, μᾶλλον δ' αὐτῇ συνεσφαιρῶσθαι, εἴπερ ἀνελκομένης τῆς γῆς συνανασπασθήσεται καὶ ἡ θάλασσα.
(v. 27) Ὁ δὲ ταῦτα λέγων Ζεὺς ἡ κατὰ τοὺς Στωϊκοὺς εἱμαρμένη ἐστίν, ὃς καὶ πάντων περιεῖναι λέγει ἐν τῷ "τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἰμὶ ἀνθρώπων", τουτέστιν ὑπὲρ πάντα εἰμὶ τὰ περὶ γῆν καὶ τὰ ὑπὲρ αὐτήν.
(v. 19) Χρυσῆν δὲ σειρὰν οἱ μέν φασι τὴν δίκην ἁλύσεως ἐπιπλοκὴν τῶν τεσσάρων στοιχείων κατὰ τὰς ἐν αὐταῖς ποιότητας, λεγομένην χρυσῆν διὰ τὸ φύσει πολυτίμητον καὶ διὰ τὴν ἐκ τοῦ ἡλίου ἐν αὐτοῖς χρυσαύγειαν, [515] ἧς δὴ ἐπιπλοκῆς μεταποιηθείσης ποτὲ ἄνω κάτω, φασί, γενήσεται τὸ πᾶν μεταστοιχειωθέν, ἢ μεγάλῳ χειμῶνι ἄνωθεν ἐκ Διὸς ἐν κατακλυσμῷ καὶ ἐξυδατώσει, ἢ μεγάλῳ θέρει κατὰ ἐκπύρωσιν. Οἱ δὲ χρυσῆν νοοῦσι σειρὰν τὰς τοῦ αἰῶνος ἡμέρας, αἳ χρυσῷ οἷον κέκρανται τῇ τοῦ ἡλίου λαμπρότητι καὶ ἁλύσεως δίκην ἀλλήλων ἐξήρτηνται, τὸν καθ' ἡμᾶς βίον συνδέουσαι, ληψόμεναί ποτε πέρας καὶ αὐταὶ καὶ τὸ πᾶν ἀναστοιχειώσουσαι, τοῦ Διὸς μένοντος ἀπαθοῦς, ὃν ψυχήν φασι τοῦ παντὸς οἱ παλαιοί. Πλάτων δὲ αὐτὸν τὸν ἥλιον χρυσέαν λέγει σειράν. αὐτῷ γὰρ ἐκδεδέσθαι τὸ πᾶν. Ἕτεροι δὲ τοὺς κύκλους τῶν πλανωμένων νοοῦσι χρυσέαν σειράν, ὧν ἀνωτάτω μὲν ὁ τοῦ Κρόνου, πρόσγειος δὲ ὁ τῆς σελήνης, ἐν οἷς κύκλοις ἄλλοτε ἄλλως τῶν πλανητῶν συνιόντων πολλαὶ περὶ τὸ πᾶν γίνονται μεταβολαί. Οἱ δὲ Στωϊκοὶ τὴν Διὸς ἀπειλὴν εἰς μόνην ἀλληγοροῦσιν ἐκπύρωσιν. Ἐπεὶ γὰρ Ζεὺς μὲν ὁ αἰθήρ, χρυσῆ δέ, φασί, σειρὰ ὁ ἥλιος, εἰς ὃν κάτωθεν ὥσπερ εἰς καρδίαν ἀποχεῖται ἀναδιδομένη ἡ τῶν ὑγρῶν ἀναθυμίασις, ὅταν χρόνῳ ποτὲ ἀνελκομένη δι' ἀναθυμιάσεως, ὡς εἰκός, ἡ θάλασσα ἐπιλίπῃ, τότε δὴ τὸ πῦρ τροφῆς ἐφιέμενον ἀνελκύσει τὰ ἐν τῷ βάθει τῆς γῆς ὑγρὰ καὶ λύσει καὶ αὐτὴν τὴν γῆν. καὶ ὁ μὲν Ζεὺς οὐ καθελκυσθήσεται, τὰ δὲ κάτω μετέωρα γένηται τοῦ πυρὸς κατισχύσαντος. Τινὲς δὲ οὐ πολυλογεῖν ἐθέλοντές φασι τὴν ἀπειλὴν ταύτην αἴνιγμα μοναρχίας εἶναι, καὶ ὡς ἑνὸς ἐξῆπται τὰ πάντα καὶ μιᾶς ἀρχῆς ἤρτηται. Ὡς γὰρ ἐν τοῖς κάτω οὐκ ἀγαθὸν πολυκοιρανίη, οὕτω καὶ ἐν τοῖς ἄνω, καὶ πολλῷ μάλιστα ἐκεῖ. Παρασημειοῦνται δὲ καὶ ὅτι, ὥσπερ ὑπὲρ γῆς ἀὴρ μέχρι νεφελῶν, εἶτα αἰθὴρ ἀνωτέρω ἕως τῶν τοῦ οὐρανοῦ φαινομένων, οὕτω πως καὶ κάτω ἐκ γῆς Ἅιδης, ἀπὸ δ' αὐτοῦ Τάρταρος. Σημείωσαι δὲ ὅτι ἐκ τῶν ῥηθέντων Ὁμηρικῶν ἀπειλῶν ὁ δεξιώτατος Ἡρόδοτος εἴρηκε κατὰ παραποίησιν τὸ "ἦ δὴ ὅ τε οὐρανὸς ἔσται ἔνερθε τῆς γῆς καὶ ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ".
(v. 135) Ἰστέον δὲ καὶ ὅτι ὁ ταπεινωθεὶς ἐξ ὕψους ἐσχάτως ἐρεῖ ἂν ἐξ Ὀλύμπου ῥιφῆναι εἰς Τάρταρον ἠερόεντα τῆλε μάλ', ἔνθα βάθιστον βέρεθρον. Εἰ δὲ καὶ ἀμετάβατος ἡ ταπείνωσις, προσθείη ἂν καὶ τὸ "ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός". καὶ τοιάδε μὲν ταῦτα.
(v. 10) Τῶν δὲ τοῦ χωρίου λέξεων τὸ μὲν "ὃν ἂν ἐγὼν ἀπάνευθε θεῶν νοήσω" διχῶς [516] νοεῖται. Ἢ γὰρ ὃν ἂν τῶν θεῶν νοήσω ἢ ὃν ἂν νοήσω ἐθέλοντα ποιεῖν τόδε ἀπάνευθε θεῶν, τῶν ἄλλων δηλαδὴ τῶν πειθομένων μοι. [Τὸ δὲ ἐγών μετὰ τοῦ ν σύνηθες Ὁμήρῳ διὰ τὴν τοῦ νῦ ἐπιφοράν. Δωριεῖς μέντοι καὶ ἄλλως τὸ ἐγώ σὺν τῷ ν προφέρονται, ὡς δῆλον ἐκ τοῦ ἐγώνγα, ἤγουν ἔγωγε.]
(v. 10-12) Τὸ δὲ κωλύειν ἀρῆξαι Τρώεσσιν ἢ Δαναοῖσι τὴν βουλὴν ὑπολαλεῖ τοῦ Διός, ἣν ἐκεῖνός τε λέγειν βούλεται. εἰ γὰρ μηδεὶς μηδετέροις ἀρήγει, αὐτοῦ ἄρα καὶ μόνον ἔσται τὸ πᾶν τῆς μάχης.
(v. 12) Τὸ δὲ "πληγείς" νῦν μὲν ἀσαφὲς κεῖται, ἀλλαχοῦ δὲ διαρθροῦται πλατύτερον, ἔνθα καὶ ὄργανον φανεῖται πληγῶν τοιούτων ὁ κεραυνός. Τὸ δὲ "οὐ κατὰ κόσμον", ἀντὶ τοῦ ἀκόσμως, οὐκ εὐτάκτως, ἀλλὰ σὺν θορύβῳ.
(v. 13) Ἠερόεις δὲ Τάρταρος ὁ σκοτεινός, ἐπεὶ φύσει μέλας ὁ ἀήρ. ὅθεν καὶ τὸ "ἠέρα πολὺν ἔχευεν", ἤτοι σκότος κατέχεεν, ἢ καὶ ἄλλως, ὁ ἀὴρ αὐτόχρημα, ὡς πρὸ βραχέων γέγραπται.
(v. 14) Τὸ δὲ "τῆλε μάλα" ἐπίτασίς ἐστι τοῦ πόρρω. Διασάφησις δὲ αὐτοῦ τὸ "ᾗχι βάθιστον ὑπὸ χθονὸς βέρεθρον". Βέρεθρον δὲ τροπῇ τοῦ α εἰς ε γέγονεν ἐκ τοῦ βάραθρον ὁμοίως τῷ πάθος πένθος, βάθος βένθος, οἷς ἀνάλογον κατά γε φωνὴν καὶ τὸ [517] βρένθος ἐπὶ ὑπερηφανίας παρὰ τῷ Κωμικῷ. ἐξ οὗ τὸ βρένθειον, μῦρόν τι ἐκεῖνο περιᾳδόμενον, [ἐξ ὧν ῥῆμα τὸ βρενθύεσθαι, ἤγουν κατατρυφᾶν ἀλαζονικῶς.] Ὅτι δὲ τὸ βέρεθρον ζέρεθρον Μακεδόνες φασί, καὶ ἀλλαχοῦ δηλοῦται.
(v. 15) Αἱ δὲ σιδήρειαι τοῦ μύθου πύλαι καὶ ὁ χάλκεος οὐδός, ἅπερ καὶ ὁ Ἅιδης ἂν ἔχοι, τὴν διηνεκῆ καὶ δυσεξίτητον τῶν κατὰ γῆς ὑδάτων καὶ πνευμάτων ἔγκλεισιν δηλοῖ, ὧν εἴ τί ποτε προκύψει ἐν τοῖς ἄνω διὰ σεισμοῦ τυχὸν ἤ πως ἑτέρως, δεινὰ γίνονται, ὁποῖα καὶ ὁ τυφὼς ποιεῖ.
(v. 18) Τὸ δὲ πάντες ἐν τῷ "ἵνα εἴδετε πάντες" δύναται καὶ τοῖς ὄπισθεν κολληθῆναι, ἵνα ᾖ "πειρήσασθε πάντες", καὶ οὕτω δέ, κατ' εὐθὺ νοηθῆναι "εἴδετε πάντες". Καὶ ὅρα τὸ "πειρήσασθε" παθητικῶς λεχθὲν ἄρτι, ἔτι δὲ καὶ τὸ "εἴδετε", χρόνου ὂν ἐνεστῶτος, χρηστὸν Ὁμήρῳ, ἐξ οὗπερ οὐ τὸ ἰδεῖν καὶ ἰδέσθαι καὶ ἰδών καὶ τὰ σὺν αὐτοῖς, [ἀλλὰ τὸ εἶδον. Ἐκεῖνα γὰρ δευτέρου ἀορίστου εἰσὶ τοῦ φαινομένου μυριαχοῦ.] Ἔστι δὲ αὐτοῦ καὶ πρῶτον πρόσωπον παρὰ τῷ ποιητῇ, [518] οἷον "ἵνα εἴδομεν ἄμφω". ἡ δὲ ὕστερον χρῆσις οὐ δεῖται ῥημάτων τοιούτων.
(v. 19) Τὸ δὲ "ἐξ οὐρανόθεν", δὶς λεχθέν, περιττὴν ἔχει [καὶ αὐτὸ] τὴν πρόθεσιν, ὡς καὶ τὸ ἀπ' οὐρανόθεν καὶ ὅσα τοιαῦτα. Ἐκ δὲ τοῦ κρεμάσαντες καὶ ὅλως ἐκ τοῦ κρεμῶ θέματος καὶ τὸ κρήμνασθαι γίνεται καὶ τὸ "κρήμνη σεαυτήν", καὶ ὁ κρημνός, καὶ ὅσα τοιαῦτα, τροπῇ δηλαδὴ τοῦ η εἰς ε καὶ πλεονασμῷ τοῦ ν
(v. 20) Τὸ δὲ "ἐξάπτεσθε" ταὐτὸν τῷ ἐκκρέμασθε, ἵνα δηλονότι καθελκύσητε τὸν Δία πεδίονδε, ὅ ἐστι κάτω εἰς γῆν, ὅπερ οὐκ ἂν δῆθεν γένοιτο. [Δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἅπτεσθε, ὅ ἐστιν ἐπιλαμβάνεσθε, περιττῆς οὔσης τῆς ἐκ προθέσεως.]
(v. 22) Τὸ δὲ "ὕπατον μήστωρα" ἢ ὑφ' ἓν νοητέον, ἵνα δηλοῖ τὸν ὕπατον ἐν βουλευταῖς, ἢ ἰδίᾳ μὲν τὸ μήστωρα, ἰδίᾳ δὲ τὸ ὕπατον. Αὐτὸ δὲ διχῶς νοεῖται. ἢ γὰρ ἁπλῶς πάντων ὕπατον, ἢ τῶν ἀρχόντων, κατὰ τὸ "ὕπατε κρειόντων". [Μήστωρ δὲ Ζεύς, ὁ ἐν ἄλλοις μητιόεις καὶ μητίετα, εἰπεῖν δὲ κοινότερον καὶ οὐδὲ συνήθως, μητιέτης.]
(v. 21-42) Τοῖς δὲ τοῦ ἐρύω χρόνοις τριχῇ ἐνταῦθα χρησάμενος ἐν τῷ "οὐκ ἂν ἐρύσαιτε", καὶ "ἐθέλοιμι ἐρύσσαι", καὶ "αὐτῇ γαίῃ ἐρύσαιμι" ἐπιμονὴν ἐποίησεν, ὡς καὶ ἐν τῷ "ἐξ οὐρανόθεν".
(v. 24) Τὸ δὲ "αὐτῇ γαίῃ", "αὐτῇ θαλάσσῃ", Ἀττικοῖς σύνηθες, ἐλλιπὲς [519] τῆς συν προθέσεως, ὁποῖον καὶ τὸ "αὐτοῖς ἀνδράσι βεβύθισται ναῦς", οὗ σύνθετον τὸ αὔτανδρος, καὶ ὁποῖον τὸ "αὐταῖς βουλαῖς ἐξόλοιτο".
(v. 26) Τὸ δὲ "δησαίμην" ἔχει καὶ ἐνεργητικὰ ἐν χρήσει. Διφορεῖται γὰρ καὶ τὸ τοιοῦτον ῥῆμα κατά τε ἐνέργειαν κατά τε πάθος. Μετήορα δὲ τὰ κοινῶς μετέωρα. Καὶ ἔστι τοῦτο εὐπαραγωγότερον τοῦ κοινοῦ. Ὡς γὰρ ἐκ τοῦ ἀείρω, τὸ συζυγῶ, παρήορος ἵππος, ὁ παρεζευγμένος, οὕτως ἐκ τοῦ ἀείρω, τὸ κουφίζω καὶ ἀνωφορῶ, τὸ μετήορον. ἐκεῖθεν δὲ καὶ τὸ μετέωρον κατὰ περίεργον σκευωρίαν. Ἐκ τοῦ ἀείρω γάρ, φασίν, ἄοιρος, ὁ εἰς ἀέρα ἐλαφρισθείς, καὶ τροπῇ τοῦ α εἰς ε καὶ τῆς οι διφθόγγου εἰς ω, ἐν συνθέσει μετέωρον.
(v. 27) Τὸ δὲ "τόσσον ἐγὼ περίειμι πάντων" σχῆμά ἐστι συμπληρωτικόν, οὗ πολὺς νοῦς διὰ τὸ ἀορισταίνειν. τῷ γὰρ μεγαλείῳ τῶν εἰρημένων συμπαραμετρεῖται καὶ ἡ περιουσία τῆς ἰσχύος τοῦ Διός. Ἐνταῦθα δὲ καὶ ἐπαναφορὰ κατὰ κόμμα ἐστὶ τὸν βασιλικὸν πρὸς τῷ τέλει λόγον καλλύνουσα. δῆλον γὰρ ὡς ἐπαναφορικόν ἐστι τὸ "περί τ' εἰμὶ θεῶν, περί τ' εἰμὶ ἀνθρώπων".
(v. 19) Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα ἐξ οὐρανόθεν χρυσέα σειρὰ καὶ εἰς βασιλικὸν γένος μεταλαμβάνεται [520] τοῖς ῥητορικῶς ἐπιβάλλουσιν, οἳ καὶ τῶν ἑξῆς οὐκ ὀλίγα συμβιβάσουσι κατὰ καιρὸν δεξιῶς εἰς ἐγκώμιον.
(v. 28 s.) Ὅτι ἔκπληξιν ἐπὶ ἀπειλῇ δηλοῖ τὸ "ὡς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ", ὅ ἐστι περιφραστικῶς ἐσίγησαν, "μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευεν", ἤγουν ἀποτόμως ἐλάλει.
(v. 31-33) Δυσωπία δὲ ἄρχοντος τραχυνομένου κατά τινων τὸ "ὦ πάτερ ἡμέτερε, ὕπατε κρειόντων, εὖ νυ καὶ ἡμεῖς ἴδμεν, ὅ τοι", ἤγουν ὅτι σοι, "σθένος οὐκ ἐπιεικτόν. ἀλλ' ἔμπης ὀλοφυρόμεθα" ὑπὲρ τῶν δεῖνα, "οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται", ὅ ἐστι κακῷ θανάτῳ οἰχήσονται.
(v. 35-37) Ὁ δέ γε ζητῶν εἰρηναίαν τοῖς ἑαυτοῦ συμβουλὴν ἔκ τινος ὑπερέχοντος εἴποι ἂν τὸ "ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθα, εἰ σὺ κελεύεις, βουλήν" δ' ὑποθησόμεθα τοῖς δεῖνα, "ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο", ἤγουν σοῦ ὀργισθέντος. Ἀθηνᾶ δὲ ταῦτα τῷ Διΐ φησιν ὑπὲρ Ἀχαιῶν. [(v. 31) Ἔστι δὲ ὕπατος μέν, ὥς που καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ὑπέρτατος, ἐξ οὗ γίνεται αὐτὸς κατὰ συγκοπήν, ἀντικείμενος τῷ νειάτῳ, ταὐτὸν δὲ εἰπεῖν νεάτῳ, οὗ πρὸς ὁμοιότητα καὶ ἡ παρὰ τοῖς μουσικοῖς ὠνόμασται ὑπάτη τε καὶ νεάτη καὶ κατὰ κρᾶσιν νήτη.]
(v. 32) Σθένος δὲ οὐκ ἐπιεικτὸν κατὰ τοὺς παλαιοὺς δύναμις οὐκ εὐσυγχώρητος, ἤγουν οὐ ῥᾳδίως εἴκουσά τινι.
(v. 33) Ὀλοφύρεσθαι δὲ τὸ ὀλοῶς ἢ μετὰ ὀλυγῆς φύρεσθαι, δάκρυσι δηλαδή.
(v. 34) Κακὸς δὲ οἶτος ὁ ἀπευκταιότατος καὶ διαστελλόμενος πρὸς ἑτεροῖον οἶτον, ὃν ἄν τις εὔξηταί ποτε. ὃ δὴ σὺν ἄλλοις πολλοῖς εὕρηται καὶ ἡ Πηνελόπη ἐν Ὀδυσσείᾳ ποιοῦσα. Ἐκ τοῦ οἴ δέ, θρηνητικοῦ ἐπιρρήματος, ὁ οἶτος. Ἀναπλῆσαι δὲ οἶτον τὸ τελευτὴν θανάτου ἰδεῖν. ταὐτὸν γὰρ ἀναπλῆσαι καὶ τελευτῆσαι, ὅ ἐστι τελειῶσαι, πληρῶσαι.
(v. 36) Τὸ δὲ ὑποθησόμεθα ἡ ἀρχή ἐστι τῆς ποιητικῆς ὑποθημοσύνης τῆς ἀγαθῆς, ᾗ ἀντίκειται ἡ κακοθημοσύνη, ἔτι δὲ καὶ τῆς παρὰ τοῖς ὕστερον ὑποθήκης καὶ τοῦ νουθετεῖν ὅπερ ἐστὶ [521] νοῦν ἐντιθέναι, ἤγουν ἐμβάλλειν, ἴσως δὲ καὶ τῆς εὐθημοσύνης.
(v. 37) Τοῦ δὲ ὀδύσσω χρῆσις μάλιστα καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι ὁ οὕτω σφοδρῶς πρὸ βραχέων δημηγορήσας Ζεὺς ἤπιος γίνεται, μειλίχιόν τι καὶ ὕπουλον φθεγξαμένης τῆς Ἀθηνᾶς. Ἥρα μὲν οὖν, εἴπερ ἐλάλησεν, αἰνότατόν τε προσεῖπεν ἂν τὸν Δία καὶ προσηρέθισεν εἰς θυμόν. τοιοῦτον γὰρ ὁ μῦθος ἦθος αὐτῇ ἀνεπλάσατο, καθὰ προδεδήλωται, ἥτις καὶ μετ' ὀλίγα ἐρεῖ, ὡς "εἰ θέλομεν ὅσοι Δαναοῖς ἀρωγοὶ ἀντιπεσεῖν τῷ Διΐ, ἀκάχοιτο ἄν". καὶ ἡ μὲν Ἥρα τοιαύτη. Ἀθηνᾶ δὲ τεχνικῶς ὑπενδίδωσι, καὶ ὀψὲ καὶ αὐτὴ λαλήσασα, ὡς καὶ ὁ Διομήδης πρὸ μικροῦ ἐν τοῖς Ἀχαιοῖς, εἰδέναι μὲν τὸ τοῦ Διός φησι σθένος, ὀλοφύρεσθαι δ' ὅμως ὑπὲρ Ἀχαιῶν, ὡς ἐρρέθη, καὶ τὴν Διὸς μὲν ἰσχὺν ὁμολογεῖ, προΐσχεται δὲ ἐλέου εἰσβολήν, ὡς οὐ θρασυνομένη κατὰ πατρός, ἀλλ' οἰκτιζομένη τοὺς ἐλεεινούς.
(v. 38-40) Καὶ ὁ πατὴρ ἐπὶ τούτοις πραϋθυμήσας προσέφη ἐπιμειδήσας, ἅπερ καὶ ἑξῆς που ἐρεῖ "θάρσει Τριτογένεια, φίλον τέκος, οὔ νύ τοι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι", ὁποῖόν τι καὶ πᾶς εἴποι ἂν πρὸς φίλον, μεταβαλὼν ἐκ θυμοῦ εἰς πρᾳότητα. Καὶ ὅρα ὅπως θυμὸς κολακευόμενος μαλθάσσεται καὶ κατὰ τὰ δεινὰ τῶν θηρίων εἴκει τοῖς τιθασσεύουσι. Κατὰ γὰρ τὴν τραγῳδίαν ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι, καὶ ὁ τῷ θυμουμένῳ εἴκων ἐν καιρῷ τύχοι ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλει.
(v. 39) Τριτογένεια δὲ ἀλληγορικῶς ἡ φρόνησις, ἐπεὶ κατὰ Δημόκριτον τρία γίνεται ταῦτα ἐξ αὐτῆς, τὸ εὖ λογίζεσθαι, τὸ λέγειν καλῶς τὸ νοηθέν, καὶ τὸ ὀρθῶς πράττειν αὐτό. Τελείας γὰρ ὄντως φρονήσεως τὸ νοῆσαι, τὸ εἰπεῖν, τὸ ποιῆσαι, [522] καὶ πάντα καλῶς. Ὁ δὲ μῦθος οὕτω λέγει αὐτὴν ὡς ἐν τρίτῃ μηνὸς γεννηθεῖσαν, ἢ ὡς ἐκ τοῦ Διὸς κεφαλῆς γενομένην. τριτὼ γάρ, φασί, κατὰ γλῶσσαν Κρητῶν ἡ κεφαλή. Ὡς δὲ καὶ ἀπὸ τοῦ Τρίτωνος Λιβυκοῦ ποταμοῦ καλεῖται οὕτω, ἀλλαχοῦ δηλοῦται. [Ὅρα δ' ἐν τοῖς εἰρημένοις ὅτι, καθά που καὶ ἀλλαχοῦ ἐρρέθη, οὐ μόνον εἰς πάθος ἀναλύεται ἡ Τριτογένεια, ὡς γεννηθεῖσά ποθεν, ἀλλὰ καὶ εἰς ἐνέργειαν, ὡς δεδήλωται ἐν τῷ τρία γεννῶσα. Οὕτω δὲ διχῶς καὶ ἡ ἠριγένεια. καὶ γὰρ ἡ τὸ ἦρ γεννῶσα, καὶ ἡ ἐν ἦρι γεννωμένη.] Ἰστέον δὲ ὅτι ὁ γεννῶν μῦθος τὴν Ἀθηνᾶν ἐκ τῆς Διὸς κεφαλῆς ἐχορήγησέ τινι τῶν παλαιῶν ὑπόψυχρον νόημα τὸ καὶ σκωφθὲν τότε. Ἦν δὲ τοιοῦτον ὡς Ἀγαθαρχίδης ἱστορεῖ. Εἰκὸς γὰρ αὐτὴν ἐκ τῆς Διὸς κεφαλῆς γεννηθεῖσαν ἔχειν τῶν ἀγαθῶν τὸ κεφάλαιον.
(v. 40) Πρόφρονα δὲ θυμὸν ἢ τὸν πρόθυμον λέγει, καθὸ καὶ προϊὼν ἐρεῖ "πρόφρων κατένευσε Κρονίων", ἢ κατὰ Πορφύριον τὸν ὑπέρφρονα, ἤτοι καταφρονητικόν. Οὕτω καὶ πρὸ ὀλίγων "πρόφρων ἐθέλοιμι ἐρύσσαι", ἀντὶ τοῦ πρόθυμος καὶ ὑπὲρ ἐμοῦ αὐτοῦ φρονῶν ἢ ἀντὶ τοῦ ὑπέρφρων καὶ τοὺς ἄλλους περιφρονῶν.
(v. 41 s.) Ὅτι ἐν τῷ "ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω, ὠκυπέτα, χρυσείῃσιν ἐθείρῃσι κομόωντε", ἅπερ ἔπαινος ἵππων εἰσί, χαλκόποδες μὲν οἱ στερρόποδες καί, ὡς ἀλλαχοῦ ἐρεῖ, κρατερώνυχες. Τὸ δὲ "ὠκυπέτα" ἔοικε τὸν ἵππον ἐτυμολογεῖν, ὃς παρὰ τὸ ἵπτασθαι ποσὶ λέγεται. ὁ γὰρ ποσὶν ἱπτάμενος καλῶς ὠκυπέτης τε εἶναι λέγεται καὶ οὐκ ἄκων πέτεσθαι, ὡς μετ' ὀλίγα ἐρεῖ. Ὅρα δὲ καὶ ὅτι ἐπὶ τῆς αὐτῆς κειμένων σημασίας τοῦ θρίξ καὶ ἔθειρα καὶ κόμη, ἀλλαχοῦ μὲν καλλίτριχες λέγονται ἵπποι, οἷς καὶ ψήκτραις αἱ τρίχες κτενίζονται κατά τινα Τραγικόν. Ἐνταῦθα δὲ καὶ ἡ κόμη καὶ ἡ ἔθειρα κατὰ μύθου σεμνότητα προσαρμόττεται αὐτοῖς [523] ἐν τῷ "ἐθείραις κομόωντες". [Ἔριον μέντοι οὐκ ἂν τολμήσῃ τις ὅλως ἐνταῦθα προσάψαι, εἰ καὶ ὁ Κωμικὸς ὄνου πόκας ἔπαιξε. Διαφορὰ δὲ τριχὸς καὶ ἐρίου καὶ ἐν τῷ "τρίχας ἀντ' ἐρίων ἐποκίξατο".] Γίνεται δὲ ἡ ἔθειρα ἐκ τοῦ ἐθείρω ῥήματος, ὅπερ ἐν τοῖς ἑξῆς που ῥηθήσεται, ἀφ' οὗ καὶ ἐθειράδες τὸ γένειον. Ἵπποι δὲ Διός εἰσιν οἱ ῥηθέντες, οὓς τεχνηέντως ὑπέζευξεν ἅρματι ‑ Τοῦτο γὰρ δηλοῖ τὸ τιτύσκετο. ‑ , ἡνίκα εἰς τὴν Τρωϊκὴν Ἴδην κατῆλθε διοικήσων τὰ κατὰ τὴν μάχην αὐτὸς μόνος μετὰ τὸ ἀπειλήσασθαι τοῖς λοιποῖς θεοῖς.
(v. 41) Ἔστι δὲ τὸ "τιτύσκετο" λέξις ἀμεταχείριστος πεζολεκτοῦντι ῥήτορι, γινομένη ἀπὸ τοῦ τύκω, τὸ κατασκευάζω, πλεονασμῷ τοῦ σ καὶ ἀναδιπλασιασμῷ Ἰωνικῷ, ἵνα ᾖ λέγων τὸ ζευγνύειν περιφραστικῶς τιτύσκειν ὑπ' ὄχεσφιν, ἤγουν σκευάζειν ὑφ' ἅρματι.
(v. 43 s.) Ὅρα δὲ ὅπως χρυσῷ περιλάμπεται ὁ Ζεύς, ὅτε εἰς τὸ κατὰ τὴν ῥηθεῖσαν Ἴδην Γάργαρον κατήρχετο. Ἡ ξυνωρίς τε γὰρ τῶν ἵππων αὐτῷ χρυσέαις, ὡς ἐρρέθη, ἐθείραις κομᾷ, οὐ μὴν κατ' ἄλλους φαιαῖς ἢ μελαίναις ἢ λευκαῖς ἢ ψαραῖς. "Χρυσὸν δ' αὐτός", ἤγουν χρυσέαν σκευήν, "ἔδυνε περὶ χροΐ, γέντο δέ", τουτέστιν εἵλετο, "ἱμάσθλην χρυσείαν, εὔτυκτον". Ὁ δ' αὐτὸς καὶ τὴν οὐρανίαν πρὸ τούτου σειρὰν ἐξ ὁμοίας ὕλης συνεκρότησε, προϊὼν δὲ καὶ χρύσεα τιταίνει τάλαντα. χρύσειος δὲ καὶ ὁ θρόνος αὐτῷ. οὕτω χαίρει τῷ χρυσῷ καί που, κατὰ τὸν Μίδαν, καὶ αὐτῷ χρυσός ἐστι πᾶν οὗ ἂν ἅψηται. Ἰστέον δὲ ὅτι οἱ ἐκ μαθημάτων ἀνήκειν φασὶν Ἡλίῳ τὸν χρυσόν, ὡς τῇ Σελήνῃ ἄργυρον, Κρόνῳ δὲ μόλιβδον, καὶ ἄλλῳ τῶν πλανωμένων ἕτερόν τι τῶν μετάλλων. Διὸ χαίρειν χρυσῷ λέγεται καὶ ὁ Ζεύς, καθότι καὶ εἰς ἥλιον ἀλληγορεῖταί ποτε κατὰ τὸν εἰπόντα "Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων". [Καὶ μὴν εἰ καὶ εἰς [524] αἰθέρα ὁ Ζεὺς ἀλληγορεῖται, ἁρμόττει αὐτῷ διὰ τὸ πυρῶδες, εἴτ' οὖν πυροειδές, καὶ οὕτω λαμπρὸν ὁ χρυσός, ἐπεὶ καὶ ὁ αἰθὴρ διχῇ οὕτω λέγεται. ἢ γὰρ παρὰ τὸ αἴθειν, ὅ ἐστι καίειν, πυρὸς δίκην κατά τινας, ἢ παρὰ τὸ αἴθειν, ἤγουν λάμπειν, ὅθεν καὶ ὁ ἀστήρ, εἰ καὶ μάλιστα τοῖς σοφοῖς ἀρέσκει παρὰ τὸ αἰεὶ θεῖν αἰθὴρ λελέχθαι, διὰ τὸ κατ' αὐτὸν ἀεικίνητον συνεσφαιρωμένον τῷ οὐρανῷ. Ἐὰν δὲ καὶ εἰς οὐρανὸν ὁ Ζεὺς μεταλαμβάνηταί ποτε, ᾠκείωται καὶ οὕτως αὐτῷ ὁ χρυσός, ὀρθῶς μὲν διὰ τὸ ἀνέφελον αὐτοῦ καὶ ἀληθῶς αἴθριον, εἰ καὶ καθ' ἕτερον τρόπον χάλκεος λέγεται. Κατὰ δέ γε τὸν μῦθον διὰ τὸ καὶ χρυσέοις δώμασι πλήθειν καὶ χρύσεον δάπεδον ἡπλωμένον ἔχειν. Συντελεῖ δὲ πρὸς νοῦν τοιοῦτον καὶ εἴ τι που χρύσεον λέγεται νέφος. καὶ ταῦτα μὲν τοιαῦτα.]
(v. 43) Ὅτι δὲ Δωρικὴ λέξις τὸ "γέντο", γενομένη ἐκ τοῦ ἕλετο, δηλοῦται ἀλλαχοῦ. Ὁ δὲ τόπος οὗτος χρήσιμος καὶ εἰς χρυσοῦ καὶ εἰς πλουσίου ἐγκώμιον.
(v. 45) Ὅτι τὸ πέτεσθαι τοὺς τοῦ Διὸς ἵππους μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος σύμβολόν ἐστι τοῦ ἀλληγορεῖσθαι αὐτὸν εἴς τε ἀέρα καὶ εἰς αἰθέρα, στοιχεῖα ταῦτα πληροῦντα τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ.
(v. 50) Τῆς δὲ εἰς ἀέρα τοῦ Διὸς ἀλληγορίας ἐμφαντικὸν μετ' ὀλίγα καὶ τὸ "κατὰ δ' ἠέρα πουλὺν ἔχευε", τῶν αὐτοῦ ἵππων δηλαδή. Ἔνθα τὸ "πουλύν" θηλυκοῦ γένους φασὶν οἱ παλαιοί, καθὰ καὶ τὸ ἠέρα. Καὶ ἔστιν ἡ λέξις Ἰωνικὴ ὁμοίως τῷ "πουλὺν ἐφ' ὑγρήν".
(v. 47 s.) Ὅτι ἐν τῷ "Ἴδην δ' ἵκανε πολυπίδακα, μητέρα [525] θηρῶν, Γάργαρον" τῷ μέρει τὸ ὅλον συμπεριείληπται, ὡς καὶ πρὸ τούτων πολλὰ τοιαῦτα σεσημείωται. Καὶ ἔστι πλατὺς τρόπος ποιητικὸς προτάσσειν τὸ ὅλον, εἶτα ἐπάγειν τὸ μέρος διὰ σαφήνειαν. Ὅλον μὲν γὰρ ἡ Ἴδη, μέρος δὲ τὸ Γάργαρον, καὶ μέχρι νῦν τηροῦν τοὔνομα, κληθὲν οὕτω διὰ τὰ ἐκεῖ ἀναδιδόμενα ὕδατα καὶ τὸν ἐντεῦθεν ποιὸν ἦχον, ἐξ οὗ καὶ ἐφ' ἡμῶν τὸ ἀναγαργαρίζειν λέγεται καὶ ὁ γαργαρεών. Οἱ δέ φασι τρία εἶναι τῆς Ἴδης ἀκρωτήρια, Γάργαρον, Λεκτόν, Φαλάκραν, τοῦ δὲ Γαργάρου τοὺς οἰκήτορας Γαργαρεῖς λέγεσθαι, αὐτὸ δὲ οὕτω κληθῆναι καθ' ὁμοιότητα τοῦ ἐν ἡμῖν γαργαρεῶνος, λήγοντος ἀπὸ παχέος εἰς ὀξύτερον. Τὴν δὲ Ἴδην πολυπίδακα λέγει, διότι καὶ τοῦ Γαργάρου δίχα πολυπόταμός ἐστιν, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Κοινότερον δὲ τὸ "πολυπίδακα", ἐκ τοῦ πῖδαξ πίδακος, οὗ ἀναδραμόντος εἰς εὐθεῖαν, ὡς δηλοῖ τὸ "πολυπιδάκου", εἴη ἄν ποτε καὶ ἡ αἰτιατικὴ πολυπίδακον. Ἐκ τοῦ πιεῖν δέ, φασίν, ἡ πῖδαξ, ἢ ἐκ τοῦ πιδύειν, ὅ ἐστιν γῆθεν ἅλλεσθαι. αὐτὸ δὲ κατ' ἐναλλαγήν, φασίν, Αἰολικὴν ἐκ τοῦ πηδᾶν γίνεται, ἀφ' οὗ καθ' ὁμοίαν τροπὴν καὶ πιδήεσσα, ἡ κάθυγρος. ἐκ δὲ τοῦ πιδύειν καὶ Πιδύτης κύριον, ὡς ἐκ τοῦ ἠπύειν ὁ Ἠπύτης. Μητέρα δὲ θηρῶν τὴν Ἴδην φησὶν ἀντὶ τοῦ πολύθηρον. Θηρίον δὲ παρὰ τοῖς παλαιοῖς πᾶν ἄλογον ζῷον, ὅπουγε καὶ τὸν ἶπα θηρίδιόν τι λέγουσιν οἱ σοφοί. Κυρίως δέ, φασί, θῆρες, οἱ ἢ θέειν ῥᾷον δυνάμενοι κατὰ τὴν παρὰ Σοφοκλεῖ θῆρα ἔλαφον, ὁποία τις καὶ ἐν Ὀδυσσείᾳ κεῖται, [526] ἢ καὶ φθείρειν, ὅθεν καὶ ἐτυμολογεῖσθαι ὁ θὴρ λέγεται [ὡς οἷα φθείρ, εἰ καὶ ἡ ἀπέλευσις τοῦ φ μετήλλαξε τὴν τῆς διφθόγγου γραφὴν εἰς τὸ τῆς ἀναλογίας η. Ὅτι δὲ φθεῖρες διὰ διφθόγγου καὶ οἱ θῆρες, ἐν τοῖς εἰς τὴν Βοιωτίαν δεδήλωται.] Ἱστορεῖται δὲ καὶ ὄφεις τὴν Ἴδην ἐνεγκεῖν ποτε, οἳ καὶ ἐλάφους, φασίν, ἀνῄρουν εἰλούμενοι περὶ τὰ σκέλη αὐτῶν καὶ περὶ τοὺς αὐχένας καὶ δένδροις προσαρτῶντες αὑτούς. Ἰστέον δὲ καὶ ὅτι γυναικὶ μεθύσῃ, ἀδίκων παίδων μητρί, ἁρμόσοι ἄν ποτε τὸ προσρηθῆναι Ἴδην πολυπίδακα, μητέρα θηρῶν. Καὶ πόλις δὲ ἢ χώρα γέμουσα ἀνδρῶν ἀδίκων μήτηρ ἂν θηρῶν λέγοιτο, [καθά ποτε καὶ πόλις που ἦν πονηρῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι, καί τις ἑτέρα συνηγόρων τοιούτων, ἀφορισθέντων ἐν αὐτῇ διὰ τὸ κακουργεῖν περὶ τὴν δικαιοτάτην θέσιν τῶν νόμων.]
(v. 48) Λέγει δὲ ὁ ποιητής, ὡς καὶ τέμενος τῷ Διῒ ἐν τῷ Γαργάρῳ ἦν, ὁποῖα πολλαχοῦ εἴρηται, "βωμός τε θυήεις", ὡς θυσιῶν γινομένων ἐν τοῖς ὑψηλοῖς, καθὰ πολλαχοῦ φαίνεται, ἢ καὶ ὡς εὐώδους τοῦ τόπου ὄντος, παρὰ τὸ θύος, ἐξ οὗ καὶ νέφος θυόεν, οὐ μὴν θυῆεν κατὰ τὸν διχῇ οὕτω νοούμενον βωμόν. Καὶ εἰσορᾶσθαι δέ φησιν ἐκ τῶν τῆς Ἴδης κορυφῶν Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ. Καὶ δοκεῖ παραλάλημα εἶναι τοῦτο ἐτυμολογικόν. Εἰ γὰρ ἐκεῖθεν εἰσορᾷ ὁ Ζεὺς τὰ εἰρημένα ὡς τοῦ τόπου δεξιοῦ ὄντος ἰδεῖν, ὀρθῶς ἄρα Ἴδη τὸ ὄρος ἐκεῖνο λέγεται. Ὁ δὲ Γεωγράφος Γάργαρα οἶδε καὶ πόλιν εἰπὼν "Γάργαρα τόπος ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης, ἀφ' οὗ Γάργαρα, πόλις Αἰολική". Ἰστέον δὲ ὅτι Διὸς κατέλευσις παρὰ τῷ ποιητῇ γίνεται, ὅπου ἄξια λόγου ἔργα τελοῦνται κατὰ εἱμαρμένην τινά, ὡς καὶ νῦν καταπραχθήσεται.
(v. 53-57) Ὅτι καθάπερ ἀλλαχοῦ ἡ ἐκ πρόθεσις ἀντὶ τῆς μετα λαμβάνεται, οὕτως ἐνταῦθα ἡ ἀπο ἐν τῷ "οἳ δ' ἄρα δεῖπνον ἕλοντο Ἀχαιοὶ ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο. Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο [527] παυρότεροι· μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, χρειοῖ ἀναγκαίῃ", ὅ ἐστιν ἀναγκαστικῇ, "πρό τε παίδων καὶ πρὸ γυναικῶν". Ἐν τούτοις γὰρ τὸ "ἀπὸ δ' αὐτοῦ θωρήσσοντο", ἀντὶ τοῦ μετὰ τὸ δεῖπνον. Τὰ δὲ συχνὰ ἐνταῦθα πάρισα, τὸ ἕλοντο, θωρήσσοντο, ὡπλίζοντο, ἀνεπιτηδεύτως κεῖνται πρὸς κάλλος φυσικόν. Ὅρα δὲ καὶ ὅτι ἀντιπαρέθετο ἀλλήλοις ὡς ἰσοδύναμα τὸ θωρήσσοντο καὶ ὡπλίζοντο. Πλειόνως μέντοι τὸ ὁπλίζεσθαι ἀντὶ τοῦ ἁπλῶς εὐτρεπίζεσθαι λέγεται. Ὅρα δὲ καὶ ὅτι δειπνῆσαι εἶτα θωρήσσεσθαι τοὺς Ἀχαιοὺς εἰπὼν ἐπὶ Τρώων σιγᾷ μὲν τὸ δεῖπνον συντομίας τρόπῳ, λέγει δὲ μόνον καὶ αὐτοὺς ὁπλίζεσθαι. Ἔνθα ὅρα καὶ τὸ "ἀνὰ πτόλιν", ὡς μὴ πάντων τῶν Τρώων ἔξω μεινάντων, εἰ καὶ ὁ Ἕκτωρ διὰ τὸ ἀναγκαῖον παρέμεινεν. Ὅτι δὲ παυρότεροι Τρῶες Ἀχαιῶν, ἤδη πρὸ τούτων σαφῶς δεδήλωται.
(v. 56) Τὸ δὲ "ὑσμῖνι" ὅτι μεταπλασμοῦ πάθος ἔχει, προείρηται καὶ αὐτό. ἐρρέθη δὲ "ὑσμῖνι μάχεσθαι" πρὸς διαστολὴν τοῦ ἄλλως πως μάχεσθαι, ὁποῖόν τι καὶ τὸ διὰ λόγων ἐρίζειν ἐστί. [Καὶ ἔστι τὸ ὑσμῖνι μάχεσθαι ταὐτὸν τῷ χερσὶ μάχεσθαι κατὰ τὸ "χερσὶ μὲν οὔτι μαχέσσομαι".]
(v. 57) Τὸ δὲ "χρειοῖ ἀναγκαίῃ" καὶ τούτους ἀναγκαίους ὑπεμφαίνει πολεμιστὰς κατὰ τοὺς ἐν τῇ Ὀδυσσείᾳ ῥηθέντας τῷ ποιητῇ. Ἰωνικὸν δὲ τὸ "χρειοῖ". χρεία μὲν γὰρ τὸ κοινόν, ὁ δὲ ἰωνίζων χρειώ λέγει, χρέος δὲ οἱ Τραγικοί, πολλάκις δὲ καὶ χρῆμα. Τὸ δὲ "πρὸ παίδων καὶ γυναικῶν" ἀντὶ τοῦ ὑπὲρ τῶν φιλτάτων. Καὶ εἴληπται νῦν ἡ προ ἀντὶ τῆς ὑπερ, ἄλλως ἤπερ ἐπὶ τοῦ "θυμῷ πρόφρονι". ἐκεῖ μὲν γὰρ κατὰ Πορφύριον ὑπερηφανίας ἡ λέξις δηλωτική, ἐνταῦθα δὲ φανερῶς προστασίας. [528] Δῆλον δὲ ὡς ὁ πρὸ τοιούτων μαχόμενος τὸν κυρίως πρόμαχον συντίθησιν.
(v. 58 s.) Ὅτι ἔκχυσιν λαοῦ ἀπὸ πόλεως δηλοῖ τὸ "πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός, πεζοί θ' ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει", ὃ δὴ καὶ μετ' ὀλίγα κεῖται. Γίνεται δὲ τὸ "ὠΐγνυντο" ἀπὸ τοῦ οἴγω οἴγνω οἰγνύω οἴγνυμι ὁμοίως τῷ ἀχνύμενος καὶ τοῖς ὁμοίοις, ἃ πολλαχοῦ ἐδηλώθη. Ὁ ὀρυμαγδὸς δὲ λέγεται μέν, ὅτε μέτρου χρεία, καὶ ὀρυγμαδός. Κεῖται δὲ οὐ μόνον ἐπὶ πολέμου κατὰ ὀνοματοποιΐαν καὶ ἐπὶ ἤχου τομῆς ξύλων κυρίως ἐν ὄρεσιν, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ θορύβου μεγάλου. Τὸ δὲ "πᾶσαι πύλαι" δεδήλωται καὶ ἀλλαχοῦ, ὡς οἱ μὲν ἐπὶ δύο μόνων πυλῶν ἡρμήνευσαν, οἱ δὲ ἐπὶ πολλῶν.
(v. 60-63) Ὅτι συμβολῆς πολέμου ἐκφραστικὸν τὸ "οἳ δ' ὅτε δὴ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινούς", καὶ ἑξῆς, οἱ καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ πέντε στίχοι. Καὶ σημείωσαι καὶ ἐν τούτοις ὡς οὐκ αἰδεῖται ταὐτολογῶν ὁ ποιητὴς ἐν τοῖς ἐπιτυχῶς γραφεῖσι καὶ ἔνθα οὐκ ἔστι φράσαι κάλλιον. Δῆλον δὲ ὅτι τοῦ "συνέβαλον ῥινούς" περιφραστικὴ ἑρμηνεία ἐν τῷ ἐφεξῆς στίχῳ τὸ "ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντο ἀλλήλαις".
(v. 66-69) Ὅτι αὔξησις ἡμέρας λέγεται καθ' Ὅμηρον τὸ ἀπὸ πρωΐας μέχρις ἡλιακοῦ μεσουρανήματος, τὸ δ' ἐντεῦθεν φθίνειν ἡ ἡμέρα δοκεῖ, ὅθεν τὴν δύσιν Αἰσχύλος ἡλίου λέγει φθινάσματα. Δηλοῖ δὲ τὴν ῥηθεῖσαν αὔξην ὁ ποιητὴς καὶ νῦν ἐν τῷ "ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πίπτε δὲ λαός", διὰ τὸ τῆς μάχης δηλαδὴ ἰσόρροπον. "ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει" καὶ ἑξῆς. [Ὃ παραφράζων ὁ Σοφοκλῆς φησιν "ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος".]
(v. 66) Ἠὼς δὲ ἐνταῦθα ἢ ἡ πρωΐα, ἵνα λέγῃ, ὅτι [529] ἕως ὄρθρος ἦν, εἶτα καὶ ἕως οὗ ηὔξετο ἡ ἡμέρα, ἢ καὶ ἄλλως, ἠὼς ἡ μεσημβρία, ἵνα ᾖ ὁ λόγος τοιοῦτος· ἕως μεσημβρία ἦν, τουτέστιν ηὔξετο ἱερὸν ἦμαρ, ὡς τοῦ και συνδέσμου διασαφητικοῦ ὄντος τοῦ "ἠὼς ἦν". Τὸ δὲ ἀέξεσθαι πρωτότυπόν ἐστι τοῦ αὔξεσθαι. Ἔχω γὰρ ἕξω, τὸ ἐπέχω, καὶ ἀέξω τὸ οὐκ ἐπέχω, καὶ κράσει ἄξω, ἐξ οὔ, ἵνα μὴ συνεμπίπτῃ πρὸς τὸ ἄγω ἄξω, τὸ φέρω, καὶ ἄγω ἄξω, τὸ κλῶ, πλεονασμῷ Αἰολικῷ τοῦ υ γίνεται αὔξω. Καὶ ἔστιν ἀέξεσθαι τὸ μὴ ἐπέχεσθαι τῆς κατὰ φύσιν προκοπῆς ἀλλ' εἰς μέγεθος προχωρεῖν μεῖζον τοῦ κατ' ἀρχάς. Ἱερὸν δέ, φασίν, ἦμαρ λέγει τὸ πρὸ μεσημβρίας, ἐν ᾧ ἔθυον ὡς τὰ πολλά. τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις ἀπένεμον εἰς χοάς. Οὐδὲν δὲ κωλύει νοῆσαι ἦμαρ ἱερὸν ἐνταῦθα καὶ τὴν ὅλην ἡμέραν διά τε τὸ ἐντελὲς καὶ διὰ τὸ κατ' αὐτὴν μάλιστα ἔμπρακτον τῶν ἐθελόντων ἐργάζεσθαι, ὃ δὴ θεοφιλὲς ὂν ἱερολογεῖσθαι τὴν ἡμέραν ποιεῖ. Εἰ δὲ καὶ καθ' Ἡσίοδον "μακάρων τοι νύκτες ἔασιν", εἶεν ἂν τοιαῦται καὶ αἱ ἡμέραι, διόπερ ἱεραὶ καὶ αὐταί.
(v. 67) Τὸ δὲ "ἀμφοτέρων βέλε' ἥπτετο, πίπτε δὲ λαός" περίφρασις μέν ἐστι τοῦ "μάλα πολλοὶ ἔπιπτον ἑκατέρωθεν". Ἐκ μέρους δὲ [συνεκδοχικῶς] εἶπε τὸ "βέλε' ἥπτετο". οὐ γὰρ πάντες ἐβάλλοντο, ἀλλ' ὡς εἰκός, καὶ ἄλλως ἐπλήττοντο. Ὅτι αἰνιττόμενος ὁ ποιητὴς τὴν τῆς μοίρας καὶ περὶ τὰ πολεμικὰ διπλόην ζυγοστατοῦντα πλάττει νῦν τὸν Δία, ὃς εἰς μοῖραν ἐκλαμβάνεται, καὶ ἐν πλάστιγγι τιθέντα δύο κῆρας θανάτου Τρώων τε καὶ Ἀχαιῶν, μίαν δηλαδὴ ὑπὲρ ἑκατέρου στρατεύματος, καὶ εἰς ζυγοῦ ῥοπὰς ἄγει τὸ δισταζόμενον.
(v. 69-72) Φησὶ γὰρ "καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ἕλκε δὲ μέσσα λαβών, ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν.
(v. 73 s.) [530] Εἶτα ἑρμηνεύων τὸ "ἔρρεπεν" ἐπάγει "αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν", ἤγουν ἤρθησαν μετέωροι. Δηλοῖ δ' ἐν τούτοις τό, ὡς ἐρρέθη, τῆς μοίρας διπλοῦν. διχῶς γὰρ αὕτη. καὶ τὸ μὲν αὐτῆς ἠναγκασμένως εἵμαρται, οἷον τὸ δεῖν τὸν γενόμενον θανεῖν, οὗπερ οὐδὲ κρατεῖν ὁ μῦθος δοξάζει τὸν Δία, ἕτερον δὲ τὸ ἢ θᾶττον ἢ βράδιον ἢ εὐτυχῶς ἢ δυστυχῶς εἱμαρμένον καὶ οὕτως ἢ ἄλλως γινόμενον, οὗ δεσπόζειν τὸν Δία φησὶ καταλείπων τι καὶ ἐφ' ἡμῖν. τὸν γοῦν Ἀχιλλέα διτταὶ οὕτω κῆρες λέγονται φέρειν εἰς Ἅιδην, ὡς πολλαχοῦ εἴρηται. Ποιεῖ δὲ ὁ αὐτὸς Ζεὺς καὶ ἐν τοῖς ἑξῆς ὁμοίαν ζυγοστάτησιν ἐπὶ Σαρπηδόνος καὶ Πατρόκλου, καὶ ἐπὶ Ἀχιλλέως δὲ μετὰ ταῦτα καὶ Ἕκτορος, διὰ τὸ τῶν προσώπων ἀξιόλογον.
(v. 69) Ὅτι δὲ τάλαντον κυρίως ἐπὶ ζυγοῦ διὰ τὸ τάλαν, ἤγουν καρτερικόν, τοῦ ὀργάνου, καὶ ὅτι ὁμωνύμως τῷ ὀργάνῳ λέγεται τάλαντον καὶ τὸ ζυγοστατούμενον, καὶ ὅτι τὸ ῥέπειν κυριωτάτη λέξις ἐπὶ τοῦ κάτω βαρεῖσθαι τὸν σταθμόν, ἀφ' οὗ καὶ ἑτερορρεπὴς πλάστιγξ καὶ δίκη καὶ φιλία, καὶ ὅτι τὰ μὲν κάτω καὶ πρόσγεια δυστυχίας τίθεται σύμβολα ‑ Θνητότητος γὰρ τόπος τὰ περὶ γῆν. ‑ , ἡ δέ γε μετέωρος πλάστιγξ εὐτυχίαν δηλοῖ καὶ ἐνηρτημένην ζωὴν διὰ τὸ τῶν ἄνω μακρόβιον, καὶ ἐν τοῖς ἑξῆς φανήσεται. [Νῦν δὲ παραπηκτέον τῷ λόγῳ ὅτι τε πλείστη τῷ παντὶ διαφορὰ εἰπεῖν χρύσεια τάλαντα, ὡς ἐνταῦθα, καὶ αὖ πάλιν χρυσοῖο τάλαντα, ὡς ἀλλαχοῦ, καὶ ὅτι τάλαντον ἑνικῶς καὶ τάλαντα πληθυντικῶς κατὰ παλαιὰν [531] παρατήρησιν οὐκ ἐπὶ ἀργύρου ἀλλ' ἢ ἐπὶ πλαστίγγων, οἷον "ἀλλ' ἔχον ὥστε τάλαντα γυνὴ χερνῆτις", καὶ "χρύσεια πατὴρ ἐτίταινε τάλαντα", ἢ ἐπὶ χρυσοῦ, οἷον "θῆκε δύο χρυσοῖο τάλαντα", καὶ "στήσας ἔφερε δέκα πάντα τάλαντα". καὶ ὅτι ὅθεν τὸ τάλαντον, ἐκεῖθεν καὶ ὁ τάλαρος ἤγουν ὁ καλαθίσκος, ὡς δηλαδὴ τάλας εἰς τὸ αἴρειν τὰ ἐντιθέμενα. Οὕτω δὲ καὶ ὁ ἀλλαχοῦ δηλούμενος ταλαπείριος, τάλας γὰρ ἐκεῖνος ἐν τῷ περᾶν κατά τινας. καὶ ὁ ταλαίπωρος δὲ τάλας καὶ αὐτὸς κυριολεκτικῶς περὶ πώρους, ἤγουν λίθους, ἐν τῷ λατομεῖν. ἔτι δὲ καὶ ὁ ἀταλός, οἷα μὴ δυνάμενος εἶναι τάλας εἰς ἔργον καί, ὡς εἰπεῖν, ταλαεργός. Ἴσως δὲ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ μελλόνυμφος τάλις. τάλαιναν γὰρ αὐτὴν ἡρμήνευσάν τινες, εἰ καὶ ἕτεροι ὄνομα ἡλικίας νέας αὐτό φασιν.]
(v. 73 s.) Ὅρα δὲ καὶ ὅτι κῆρα μίαν Ἀχαιῶν ἑνικῶς ὑποθέμενος καὶ μίαν Τρώων λόγῳ προσηγορικῷ, εἶτα ἐπλήθυνε καὶ ταύτην καὶ ἐκείνην διὰ τοὺς καθ' ἕκαστον, εἰπὼν "αἱ μὲν Ἀχαιῶν κῆρες" καὶ ἑξῆς. Φασὶ δὲ οἱ παλαιοί, ὅτι Αἰσχύλος ἐνταῦθα κῆρας οὐ τὰς εἰς θάνατον μοίρας ἀλλὰ ψυχὰς νοήσας ἐποίησεν αὐτὸς ψυχοστασίαν, ἐν ᾗ ὁ Ζεὺς ἵστησιν ἐν ζυγῷ τὴν τοῦ Μέμνονος καὶ τοῦ Ἀχιλλέως ψυχήν. Πάνυ δὲ δεξιῶς ὡς ἐπὶ ζυγοστατοῦντος ἀνδρὸς Ὅμηρος ἐνταῦθα τὴν φράσιν διεχειρίσατο. Καὶ ἔστιν ἐπὶ νοῦν λαβεῖν ἐν τούτοις ἄνδρα χρυσογνώμονα, ὃς τὸ τάλαντον, δι' οὗ σταθμᾶται, προχειρισάμενος καὶ [532] ἐκ τοῦ συγκεκλάσθαι ἀνεγείρας τιταίνει, ὅ ἐστιν ἐξαπλοῖ, καὶ μέσου λαβόμενος ἀνορθοῖ καὶ ἐντίθησι τὸ δοκοῦν. καὶ ἡ ῥοπὴ ὅποι τύχῃ καθέλκει, ὡς τὴν μὲν πλάστιγγα ἕζεσθαι, τὴν δὲ μετεωρίζεσθαι ὑψοῦ.
(v. 74) Ἔνθα ὅρα τὸ ἕζεσθαι, γλυκέως ὡς ἐπί τινος ἐμψύχου λεχθέν, οἷα καὶ ἑκατέρας κηρὸς ἐμψύχου πλαττομένης μυθικῶς, [ὧν ἡ μὲν ἐπὶ χθονὶ ἑζομένη διὰ πλεῖον βάρος τοὺς ἐνσχεθησομένους τῇ γῇ καὶ τεθαψομένους ἐμφαίνει, ἡ δὲ πρὸς οὐρανὸν ἀειρομένη θειότερόν τι αἰνίττεται πρᾶγμα, ὅπερ ἐστὶ τὸ ζῆν κοῦφα βιβῶντας ἐν μάχῃ καὶ οἷον ἀνωφορουμένους ταῖς ἐλπίσι καὶ μετέωρα θέοντας, οἷς αἴρει αὐτοὺς τὸ μοιρίδιον.]
(v. 72) Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ ῥέπειν θανασίμως τὰ τοῦ Διὸς τάλαντα καὶ ἡ Τραγῳδία λαβοῦσα ἔφη τὸ "δέδορκε φῶς ὡς ἐπὶ σμικρᾶς ῥοπῆς", καὶ τὸ "σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή", ἔνθα τὸ εὐνάζειν ταὐτὸν τῷ "κῆρας ἐπὶ χθονὶ ἕζεσθαι". καὶ ἡ κοινὴ δὲ γλῶσσα ἐντεῦθεν τοὺς θνῄσκοντάς φησιν εἰς τὰ τοῦ Ἅιδου κεῖσθαι ζυγά. καὶ ὅτι τῆς μάχης μὲν ἐπὶ ἶσα τεταμένης, ὅτε ἀμφοτέρων ἅπτεται τὰ βέλη, ῥοπὴν ἴσην ἔχειν ἐκείνη δοκεῖ, ὅτε δὲ θάτερον ὑπέρσχῃ μέρος, ἑτερορρεπεῖν λέγεται. καὶ ὅτι τοῦ ἕλκειν, ἐξ οὗ καὶ ἡ κατὰ σταθμὸν ὁλκή, ἀνάπαλιν ἔχει τὸ καθέλκειν. ὁ μὲν γὰρ ταλαντεύων ἕλκει μέσα λαβών, τῶν δὲ σταθμωμένων τὸ βαρύτερον καθέλκει, ῥέπον δηλαδὴ ὡς οἷα ῥιπτούμενον, ἐπεὶ καὶ ἐκ τοῦ ῥέπειν τὸ ῥιπτεῖσθαι παράγεται, ὡς καὶ προδεδήλωται.
(v. 73) Ἰστέον δὲ καὶ ὅτι γῆς ἐπιθέτων ὄντων τοῦ πολυβότειρα, βωτιάνειρα, βότειρα καὶ παμβῶτις, τοῦτο μὲν καθολικώτερον σέμνωμα γῆς τῆς πάντα τρεφούσης. οὕτω δέ πως καὶ τὸ βότειρα. μερικὸν δὲ ἡ πολυβότειρα, ἔτι δὲ μερικώτερον ἡ βωτιάνειρα, ἧς πρωτότυπον ἡ βῶτις, ἀφ' ἧς κατὰ σύνθεσιν ἡ παμβῶτις, ἐκτείνουσα διὰ μέτρον τὸ ω, καθὰ καὶ [533] ἡ βωτιάνειρα καὶ ὁ βώτωρ. Τοῦτο μέντοι καὶ ὡς ἀπὸ τοῦ βούτης Δωρικῶς ἐξέτεινε τὴν ἄρχουσαν, ἐξ οὗ καὶ ἡ βῶτις εἶναι δοκεῖ. Ὡς γὰρ ὁ δεσπότης καὶ ἡ δεσπότις, οὕτω καὶ ὁ βούτης ἤτοι βώτης, καὶ ἡ βῶτις, ὅθεν καὶ ἡ παμβῶτις καὶ ἡ βωτιάνειρα. [Ἰστέον δὲ ὅτι τῶν τῆς γῆς ἐπιθέτων τὸ μὲν ζείδωρος καὶ πολυβότειρα κοινὰ γῆς ἐπίθετά φασιν οἱ παλαιοί. Δῆλον δὲ ὅτι οὕτω κοινὸν καὶ τὸ παμβῶτις καὶ πρὸ πάντων τὸ ἀπείρων καὶ ἄσπετος καὶ ὅσα τοιαῦτα. τὸ μέντοι χυτὴ γαῖα ἴδιόν φασι, τουτέστι γῆς τινος ἐπίθετον, χοώδους δηλαδὴ καὶ οἵας ἐπιχέεσθαι ἢ νεκροῖς ἢ καὶ ἀλλοίοις σώμασιν. Εἴη δ' ἂν τοιούτου ἐπιθέτου καὶ ἡ κατὰ τοὺς Ἐρεμβοὺς παρδαλέη γῆ, καὶ ἡ ἀργιλώδης δέ, ἤδη δὲ καὶ ἡ μέλαινα.]
(v. 72) Τὸ δὲ αἴσιμον ἦμαρ εἰς ταὐτὸν ἄγεται τῇ ταλαντευομένῃ κηρί, ὡς ἶσον ὂν ῥέπουσαν εἰπεῖν κῆρα καὶ ῥέπον αἴσιμον ἦμαρ, τὸ κατ' αἶσαν δηλαδὴ κάτω φέρον τοὺς Ἀχαιούς.
(v. 75) Ὅτι Ζεὺς ἐξ Ἴδης μεγάλα ἔκτυπεν ἐκφοβῶν τούς, ὡς εἴρηται, κατασταθμηθέντας Ἕλληνας καὶ ὡς οἷον ἀπειλητικῶς ἐκδειματῶν, οἷς οὐχ' ἁπλῶς ἔκτυπεν, ἀλλὰ μεγάλ' ἔκτυπε.
(v. 757) Δαιόμενον δὲ ἧκεν, ὅ ἐστιν ἀφῆκε, σέλας μετὰ λαὸν Ἀχαιῶν, ἤγουν εἰς Ἀχαιούς. "οἳ δὲ ἰδόντες θάμβησαν καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν".
(v. 78-89) Εἶτα διασαφῶν τί τὸ κατὰ πάντων χλωρὸν δέος, ἐπάγει "ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων οὔτε δύ' Αἴαντες μενέτην, θεράποντες Ἄρηος· Νέστωρ οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν, οὔτι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ, σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ, ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε φασγάνῳ ἀΐσσων, τόφρα Ἕκτορος ὠκέες ἵπποι ἦλθον ἀν' ἰωχμόν, θρασὺν ἡνίοχον φορέοντες, Ἕκτορα". ὅτε καὶ ἀπώλετο ἂν ὁ γέρων, εἰ μὴ Διομήδης ἐβοήθησε.
(v. 91-99) Φησὶ γὰρ "καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν, εἰ μὴ ἂρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης", ἔσχατος δηλονότι πάντων φεύγων, καὶ παρεβοήθησεν ἐξ ἀνάγκης μόνος, ὅτε αὐτὸς μὲν "σμερδαλέον ἐβόησεν ἐποτρύνων Ὀδυσσῆα", τὸν παρὰ τῷ ποιητῇ τλήμονα "Διογενὲς Λαερτιάδη, [534] πολυμήχανε Ὀδυσσεῦ, πῇ φεύγεις μετὰ νῶτα βαλών" καὶ ἑξῆς. "οὐκ ἐσάκουσε δὲ πολύτλας δῖος Ὀδυσσεύς, ἀλλὰ παρήϊξε κοίλας ἐπὶ νῆας Ἀχαιῶν", ὡς οἷα φεύγων. "Τυδείδης δ' αὐτός περ ἐών", ἤτοι μόνος, "προμάχοισιν ἐμίχθη". Σημείωσαι δὲ ὅτι τεράστιος ὢν ὁ ποιητὴς καὶ πολυμήχανος ἐν ταῖς διασκευαῖς τοιοῦτος κἀνταῦθα εὕρηται. Ἀνάγκη μὲν γὰρ ἀπὸ τῆς ἄρτι ἡττηθῆναι τοὺς Ἀχαιούς, ἵνα ἡ τοῦ Διὸς βουλὴ τελεσθῇ. τὸ δ' οὐκ ἔστι γενέσθαι, εἰ μὴ συσταλῶσιν οἱ ἄρχοντες. γίνεται δὴ τοῦτο καὶ οὐδεὶς ἔτλη μένειν. ἐπεὶ δ' ἀγεννέστατον τὸ πάντας φυγεῖν, μένει μόνος ὁ Διομήδης, ἠρεθισμένος ἔτι ἐκτῶν χθὲς λόγων τοῦ βασιλέως. ἐπεὶ δὲ ἀδύνατον μὴ καὶ αὐτὸν φυγεῖν Διὸς βουλομένου, συγχέεται, ὡς ἐρρέθη, τὸ ἅρμα τοῦ Νέστορος, κἀκεῖθεν εἰς τὸ τοῦ Διομήδους ὁ γέρων ἀναβὰς καὶ γνοὺς οἷα ὁ Ζεὺς βούλεται, πείθει τὸν ἥρωα εὐλαβηθῆναι καὶ φύγαδε τρέπει τοὺς ἵππους. καὶ οὕτως εὐσχημόνως ἡ πάντων φυγὴ οἰκονομεῖται, ἵνα μὴ θεομαχῶσιν ἀνθιστάμενοι τῷ Διῒ τὰ ἑαυτοῦ προβεβλημένῳ βέλη, τοὺς τῶν βροντῶν δηλαδὴ κτύπους καὶ σέλας τὸ δαιόμενον, ὧν αἱ μὲν βρονταὶ εἶεν ἂν κατὰ σάλπιγγας μάχην συνθηματιζούσας, καθότι καὶ ἐν τοῖς ἑξῆς οὕτω πως ἐσάλπιγξε μέγας οὐρανὸς ἐν μεγάλῳ πολέμῳ.
(v. 76) Τὸ δὲ σέλας κατὰ τὸ ἐν μάχῃ ἐπαφιέμενον πῦρ εἰς σύμβολον τοῦ καυστειρὰν αὐτὴν εἶναι, ὡς δηλοῖ καὶ ἡ Τραγῳδία ἐν τῷ "ἐπεὶ δ' ἀφείθη πυρσός" καὶ ἑξῆς, ὥς που προδεδήλωται. Ὅτι δὲ Διὸς βέλη, τουτέστιν ἀέρος, τὰ τοιαῦτα, δῆλον καὶ ἐκ τοῦ "οὔτε πυρὸς οὔτ' ἄστρων ὑπέρτερον βέλος". ὅθεν καὶ ἀστροβλῆτες ἄμπελοι. Καὶ τάλαντα δὲ Διὸς ἄνωθεν τοὺς τοιούτους κτύπους καὶ τὸ δαιόμενον σέλας εἰπών τις, δι' ὧν ἀπαίσια ἐδηλοῦτο τοῖς Ἀχαιοῖς, οὐκ ἀφυῶς εἴποι ἄν. [Ἔστι δὲ νῦν σέλας δαιόμενον κεραυνός. Ἕλη μὲν γὰρ καὶ εἵλη κυρίως ἡ ἐξ ἡλίου, ὅθεν καὶ παράγεται, ὡς δῆλον ἐκ τοῦ εἱληθερεῖσθαι, καὶ τοῦ "ὕδωρ εἱληθερές", καὶ τοῦ "θειλόπεδον", ὅθεν καὶ τὸ θειλοπεδεύειν. καὶ [535] τοιοῦτον μὲν ἡ εἵλη. Σέλας δὲ σεομένη ἕλη, ὅ ἐστι σευομένη καὶ ἐξορμῶσα, πυρὸς δηλαδὴ ἢ πυρώδους τινός. Οὕτω σέλας ἄστρων φαμὲν καὶ πυρὸς καὶ λαμπάδος, καὶ προβάλλεται μὲν ἐκ πυρὸς ἤ τινος πυρόεντος τὸ τοιοῦτον, ὡς οἷον ἀκοντιζόμενον δι' ἀέρος, οὐ καίει δέ, ὡς οὐδ' ἀστραπαὶ φῶς ἀφιεῖσαι. Ὁ δέ γε κεραυνὸς καὶ σέλας ἐστὶ καὶ δαιόμενον. φέρεται γὰρ καὶ φωσφορῶν κατὰ τὰ λοιπὰ σέλα καὶ αὐτὸς ἑαυτὸν κατακαίων καὶ οἷς δ' ἂν ἐνσκήψῃ, καυστειρὸς ὢν οἷα καὶ πῦρ.
(v. 75 s.) Σημείωσαι δὲ ὅτι τὸν μὲν κεραυνὸν σεμνῶς καὶ οὐδὲ ταπεινῶς δαιόμενον ἔφη σέλας ὁ ποιητής, τὴν δὲ βροντὴν καὶ τὸ κατ' αὐτὴν τραχὺ κατ' ἐκφώνησιν ἐξ ὀνοματοποιΐας, λεάνας διὰ τοῦ κτύπον αὐτὴν εἰπεῖν ‑ Λειότερον γὰρ πάντως τοῦ βροντᾶν τὸ κτυπεῖν. ‑ , ὅμως ὕψωσεν ἄλλως τὸ τῆς λέξεως ταπεινὸν καὶ ὡς οἷον εἰς μεγαλεῖον ἀνήγαγεν εἰπὼν οὐχ' ἁπλῶς "ἔκτυπεν", ἀλλὰ "μεγάλ' ἔκτυπεν", ὥς που καὶ τὴν ἐξ ὑποκορισμοῦ σμικρότητα τοῦ "θηρίον" ἐμεγέθυνέ που ἐν τῷ εἰπεῖν "μάλα γὰρ μέγα θηρίον ἦεν". Οὕτω δ' ἐν τοῖς ἑξῆς καὶ τὰ τοῦ Ἅιδου οἰκία, ἵνα μὴ δοκοῖεν ὑποκορίζεσθαι, ἁδρύνει πρὸς ὄγκον, σμερδαλέα εἰπὼν ἐκεῖνα καὶ εὐρώεντα.]
(v. 80) Καινὸν δὲ τῆς διασκευῆς ταύτης καὶ τὸ δύο μόνους μεῖναι ἥρωας διαφόρους τόν γε τῆς μονῆς τρόπον. Νέστωρ μὲν γὰρ ἄκων, Διομήδης δὲ ἑκὼν ἔμεινε.
(v. 97 s.) Καὶ τὸ ἄλλους μὲν ὁμοῦ ἐξονομάσαι ἀρίστους φεύγοντας, τὸν δὲ Ὀδυσσέα ἰδίᾳ θέσθαι χάριν ἐπικρύψεως, δι' ἣν οὐδὲ φυγεῖν ἔφη αὐτόν, ἀλλὰ παραΐξαι τὸν Διομήδην ἐπὶ νῆας, τὴν φυγὴν οὕτω ὑποσεμνύνων τοῦ πολύτλα καὶ τλήμονος ἥρωος. Ἰστέον δὲ ὅτι οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν ἐνταῦθα τοῦ μένειν. διὸ καὶ ἐπέμεινεν αὐτῇ ὁ ποιητής, ταὐτὸν δηλῶν διά τε τοῦ μένειν καὶ διὰ τοῦ μίμνειν. ἔνθα περίφρασις τὸ "τλῆ μίμνειν", ὡς τλήμονος ὄντος τοῦ [536] ἐν τοιούτῳ κινδύνῳ μένοντος. Ἡ δὲ ῥηθεῖσα τῶν ἡρώων ἀπαρίθμησις κατὰ τὸ παρατυχὸν ἀφελῶς κεῖται. ἄλλως γὰρ οὐκ ἂν ὁ βασιλεὺς καὶ οἱ Αἴαντες ὑπετάγησαν τῷ Ἰδομενεῖ, μετ' αὐτὸν ἠριθμημένοι. Ἐπιτρέχει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀναλόγως τῷ καιρῷ οὐ πάντας μετρήσας τοὺς ἀριστεῖς, ἀλλὰ τοῖς ὀλίγοις καὶ τοὺς λοιποὺς συννοεῖσθαι ἀφείς.
(v. 80) Τὸ δὲ "οὖρος Ἀχαιῶν", ὅ ἐστι φύλαξ, σέμνωμα τοῦ γέροντός ἐστι φιλουμένου, ὅτι σώσει τὸν Διομήδην. [Γίνεται δὲ ὁ ῥηθεὶς οὖρος ἢ ἀπὸ τοῦ ὁρῶ, τὸ βλέπω ‑ Προορῶνται γὰρ τὰ ἐπιόντα οἱ φύλακες, ὅθεν καὶ φρουροὶ λέγονται. ‑ ἢ παρὰ τὸν ὅρον τὸν ἐν τοῖς γῃδίοις. ὁρίζειν γάρ πως καὶ ὁ φύλαξ τέτακται τὰ φυλασσόμενα καὶ ἀποδιϊστᾶν τῶν ἐπιόντων βλαβερῶν.]
(v. 87) Τὸν δὲ τειρόμενον ἵππον παρῄορον νοητέον, ὡς δηλοῖ τὸ "παρῃορίας ἀπέτεμνεν", ὃ σημαίνει τὰς τοῦ παρῃόρου ἡνίας. Καὶ σημείωσαι ὅτι καὶ ἑτέρους εἰκὸς παρῃόροις ἐν μάχῃ χρᾶσθαι ἀναγκαίως, εἰ καὶ μὴ ὁ ποιητὴς παρασημαίνεται, ὃς οὐδ' ἂν ἐνταῦθα ἐπέστησεν, εἰ μὴ ἐχρῆν. Εἰ δὲ παρῃόρῳ ἑνὶ ἐξῆν τὸν μαχόμενον χρῆσθαι, τί ἐκώλυσε καὶ δυσίν; οὐκοῦν οὐ καινοπραγεῖ Ἕκτωρ, εἰ κατά τινας ἐν τοῖς ἑξῆς τετρώρῳ χρῆται. Τάχα γὰρ καὶ εἰς πιθανότητα τῆς τετραορίας ἐκείνης τὰ ἐνταῦθα ἱστόρηται. εἰ γὰρ ὁ μικροῦ καὶ ἀπόμαχος τῷ γήρᾳ Νέστωρ φιλοτιμεῖται τοὺς τρεῖς ἵππους ἑαυτῷ, δοτέον τῷ καὶ γενναίῳ καὶ θρασεῖ Ἕκτορι τοὺς τέσσαρας. ἀλλὰ περὶ τούτων μὲν καὶ μετ' ὀλίγα εἰρήσεται. Ὁ δὲ παρῄορος ἀπὸ τοῦ παραείρω, τὸ παραζευγνύω, γίνεται, ἵνα ᾖ παρῄορος ὁ παρεζευγμένος, ἤγουν ὁ ἐγγὺς ὢν τῶν ζυγιτῶν ἢ τῶν ζυγίων κατὰ τὸν Κωμικόν. Ὁ δὲ τοιοῦτος καὶ παράσειρος λέγεται παρὰ τοῖς ὕστερον, ἔτι δὲ καὶ σειραῖος, ὡς δηλοῖ Σοφοκλῆς, [537] ἀπὸ τῆς σειρᾶς. ὅθεν καὶ ἀνασειράζειν ἵππον τὸ ἀναχαιτίζειν. Ὅτι δὲ ἀπὸ τοῦ ῥηθέντος ἀείρειν καὶ ὦρες αἱ γυναῖκες καὶ ξυνωρίς καὶ τέτρωρον, ἀλλαχοῦ δηλοῦται. ὡς δὲ καὶ ἀπὸ ἑτεροίου ἀείρειν τὸ μετήορον γίνεται, πρὸ βραχέων εἴρηται.
(v. 81) Τὸ δὲ "βάλεν ἰῷ" πρὸς διαστολὴν ἑτεροίας κεῖται βολῆς, οἷον τῆς διὰ δόρατος ἢ λίθου.
(v. 82) Τὸ δὲ τῆς Ἑλένης ὄνομα εἰς μηδὲν δέον καὶ νῦν παρέρριψεν ἐνταῦθα, καὶ οὐ πρὸς μέτρου ἀναπλήρωσιν τοσοῦτον, ὅσον διαθέσει τῆς Ὁμηρικῆς Μούσης πρὸς τὴν διογενῆ ἡρωΐδα.
(v. 83 s.) Τὸ δὲ "ὅθι πρῶται τρίχες ἵππων" καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ "ἄκραν κατὰ κορυφήν". Τὰς δὲ τοιαύτας τρίχας ἕτεροι προκόμιον ἵππου φασί. Πρῶται δὲ λέγονται ὡς πρὸς τὴν χαίτην, αὕτη γὰρ μετ' ἐκείνας ἐστί. Τὸ δὲ κρανίον τῆς κεφαλικῆς πολυωνυμίας τμῆμά ἐστι, ἧς καὶ αἱ κατ' εὐθεῖαν προφοραὶ καὶ τὸ ἐκεῖθεν δὲ κλίμα, κατὰ Ἡρῳδιανὸν εἰπεῖν, διαφόρως ἔχουσιν, ἵνα ᾖ καὶ τοῦτο πολυκέφαλόν τι, ὡς εἰπεῖν, χρῆμα. Τὸ μὲν γὰρ πρωτόθετον ἄκρα ἐστίν, ὡς ἐμφαίνεται καὶ ἐν τῷ "ἤλασε κῦμα κατ' ἄκρης", ἐξ οὗ κατὰ ἀναγραμματισμὸν κάρα θηλυκῶς τε καὶ οὐδετέρως. Ὡς γὰρ ἡ νάφθα καὶ τὸ νάφθα παρά τε ἄλλοις καὶ παρὰ Πλουτάρχῳ, οὕτω καὶ τὸ κάρα παρὰ τοῖς παλαιοῖς καὶ ἡ κάρα παρὰ τοῖς ὕστερον. Ἔτι κοινῶς καὶ κράς κρατός, ἡ κεφαλή, ναὶ μὴν καὶ κράας, ὅθεν τὸ "σῷ κράατι τίσεις". ἡ δ' αὐτὴ καὶ κάρηαρ καρήατος, ἐξ οὗ ἴσως κατὰ συγκοπὴν τὸ κάρητι παρὰ τῷ ποιήσαντι τὰ Διονυσιακά, οἷον "εὖ εἰδὼς πόνον [538] ἄλλον ἐπὶ στονόεντι κάρητι", [ἤγουν πεπειραμένος, ὁ Ζεὺς δηλαδή, πόνου, ὅτε τὴν Ἀθηνᾶν ἐκ τῆς κεφαλῆς ἐγέννα, καὶ διὰ τοῦτο ῥᾴων ἐσόμενος καὶ οὐ τοσοῦτον πονήσων ἐν τῷ γεννᾶν ἐκ τοῦ μηροῦ τὸν μυθικὸν Διόνυσον.] Τὸ δ' αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ, ὧν ἡ ἀποκοπὴ ἐκ τοῦ κρίμνον καὶ δῶμα. παρὰ δὲ Σοφοκλεῖ καὶ τὸ κρᾶτα εὕρηται καινότερον. Τὸ δὲ ῥηθὲν κάρηνον κάρανον ἐν συστολῇ γεγονός, εἶτα συγκοπέν, τὸ κρανίον παράγει, οὗ προϋπάρχειν τὸ κράνον δοκεῖ, ὡς δῆλον ἐκ τῶν συνθέτων, τοῦ ὠλέκρανον καὶ ἐπίκρανον. ὅπερ ἐστὶ κεφαλὴ κίονος, καὶ κατ' Εὐριπίδην, κρήδεμνον, εἰπόντα ἐπίκρανον κεφαλῆς. ἐκεῖθεν δὲ καὶ τὸ κράνος καὶ τὸ κραναόν. Ὡς δὲ καὶ κόρση ἔστιν ὅτε ἡ κεφαλή, δῆλον ἐκ τοῦ "ὄγκον ἔχων ἐγκύμονι κόρσῃ", ὃ καὶ αὐτὸ ἐν Διονυσιακοῖς κεῖται περὶ Διός. Τὸ μέντοι "σῷ κράατι" ἐν Ὀδυσσείᾳ, καὶ τὸ "ἐπὶ κρατὶ σῷ" παρὰ τῷ Κωμικῷ, ἑτέραν ἔχει λόγου τριβὴν τεθεῖσαν ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ "ἐμπεφύασι" καιριώτατόν ἐστιν ἐνταῦθα ἐπὶ τριχῶν ἐκφυομένων κεφαλῆς. ἐξ αὐτοῦ δὲ τροπικῶς λαλεῖται τὸ "ἔν τ' ἄρα οἱ φῦ χειρί", καὶ ὅσα ἄλλα τοιαῦτα δηλοῦνται ἀλλαχοῦ. Καίριον δὲ ἢ τὸ θανάσιμον κατὰ τοὺς παλαιούς, παρὰ τὴν κῆρα, ἢ τὸ εὔκαιρον εἰς κίνδυνον διὰ τὸν ὑποκείμενον ἐγκέφαλον. "Βέλος" γὰρ "εἰς ἐγκέφαλον δῦ". πεπείραται δὲ καὶ ἡ τυχοῦσα βολὴ τὸν τοιοῦτον τόπον λυπεῖν.
(v. 85) Τὸ δὲ "ἀνέπαλτο" λέξις καὶ αὐτὸ καιρία, δηλοῦσα ὀρθὸν ὑπὸ ἄλγους τὸν ἵππον στῆναι, ἤτοι ἀναπηδῆσαι. Ὁ δὲ ἐγκέφαλος κοινῶς ἐρρέθη [539] καὶ Ἀττικῶς. οἱ δὲ ὕστερον ἔγκαρον αὐτὸν εἶπον. Ὡς δὲ καὶ φοίνικος τοῦ δένδρου ἐγκέφαλος ἐκλήθη τὸ ἄνω αὐτοῦ κορυφαῖον, ὃ καὶ γλυκύτατόν ἐστι φαγεῖν, αἱ ἱστορίαι φασί. Τὸ δὲ "δῦ" ἀναλόγως ἔχει τῷ φῦ, οἷον "ἔν τ' ἄρα οἱ φῦ χειρί".
(v. 86) Τὸ δὲ κυλινδόμενος ἀπὸ βαρυτόνου ἐνεστῶτος τοῦ κυλίνδω, ὃν μόνον οἶδεν ὁ ποιητής. περισπᾶν γὰρ αὐτὸν τῶν μεθ' Ὅμηρόν ἐστι. Τὸ δὲ "περὶ χαλκῷ", τῷ τοῦ ὀϊστοῦ σιδήρῳ δηλαδή, καινότερον ἔχει τὴν περι πρόθεσιν μετὰ δοτικῆς.
(v. 87) Τὸ δὲ "ἀπέταμνεν" ἀστείως εἴρηται κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν. οὐ γὰρ δυνάμενος ὁ οὕτω γέρων ταχὺ ἀποταμεῖν ἀπέτεμνε κατ' ὀλίγον ἐν παρατάσει χρόνου, καίτοι μὴ ἀνιέμενος ἀλλ' ἀΐσσων, ὅ ἐστι πάνυ σπεύδων. Εἰ δὲ καὶ ἦν εἰπεῖν ἀπέτεμνε κοινότερον, ἀλλ' Ὅμηρος τὴν κατ' αὐτὸν Ἰάδα γλῶσσαν τιμᾷ, τὸ τέμνειν τάμνειν λέγουσαν.
(v. 89) Ἰωχμός δέ, κατ' ἔλλειψιν τοῦ δ, ἡ δίωξις. ὁ δ' αὐτὸς καὶ διωγμὸς ἂν εἴη ὁμοίως τῷ βρέγμα καὶ βρεχμός, καὶ ῥῆγμα καὶ ῥωχμός. ὥσπερ δὲ ἰωχμὸς κατ' ἔλλειψιν τοῦ δ, οὕτω καὶ ἰωκή, ἡ δίωξις. Ὅτι δὲ λέξεις πολλαὶ τοῦ κατ' ἀρχὴν ἐκπίπτουσαι συμφώνου τὸν αὐτὸν αὖθις νοῦν σῴζουσιν, ἐδηλώθη ἔν τε τῷ χλιαρός λιαρός, καὶ περι καὶ ἐρι τῷ ἐπιτατικῷ, καὶ πήγανον ἤγανον, καὶ σμικρόν μικρόν καὶ ἐν ἄλλοις, [ὧν ἐστι καὶ τὸ μῆλα ἦλα, ὥς φασιν οἱ παλαιοὶ μετὰ καὶ χρήσεως.] Τὸν δὲ Ἕκτορα Διομήδης μὲν ἄγριον λέγει ἐν τῷ "ἀλλὰ μένε, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα", Ὅμηρος δὲ θρασὺν σεμνότερον αὐτὸς εἰπών, ὃς καὶ τοῦ ἡνιόχου πεσόντος τῷ Ἕκτορι θρασὺν αὐτῷ ἡνίοχον ἐπιλέξεται. Χαίρει γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον. Θρασὺς γὰρ καὶ αὐτὸς καθ' Ὅμηρον ἡνίοχος, ὅτε δηλαδὴ ἡνιοχεῖν δεήσειε, καὶ οὐ κατεπτηχὼς κατὰ τὸν Νέστορα, ὃν ἡνιοχήσαντα τῷ Διομήδει ἐκ χειρῶν ἡνία φύγον.
(v. 92) [540] Τὸ δὲ "σμερδαλέον ἐβόησεν" οὐ μόνον βοὴν ἀγαθόν, ὅ ἐστιν εὐρυβόαν, παριστᾷ τὸν Διομήδην εἶναι, ἀλλὰ καὶ οἷόν τε ἐκπλήττειν τῇ βοῇ, ὅτε καιρός.
(v. 93) Πολυμήχανον δὲ οὐχ' ἁπλῶς, ἀλλ' ὡς ἀληθῶς τοιοῦτον τὸν Ὀδυσσέα φησίν. Ἦν γάρ, ὡς καὶ ἐν Ὀδυσσείᾳ σημειοῦνται οἱ παλαιοί, οὐ μόνον πύκτης καὶ παλαιστὴς καὶ δισκεύειν εἰδὼς καὶ τόξῳ ἀριστεύειν καὶ ἀκοντίζειν, "ὅσον οὐκ ἄλλος τις ὀϊστῷ", ἀλλὰ καὶ γεωργός, ὅτε δρέπανον ἐκεῖ ζητεῖ καὶ πηκτὸν ἄροτρον, καὶ κυβερνήτης, ὃς καὶ πόδα νηὸς διόλου νωμᾷ, καὶ τέκτων, ὡς ἡ ἐν τῇ Ἰθάκῃ κλίνη δείκνυσι, καὶ ναυπηγός, ὡς ἡ σχεδία δηλοῖ, ἣν συνεπήξατο, καὶ κυνηγός, ὁ καὶ τὴν ἐπίσημον οὐλὴν ἔχων ἐκ τοῦ συός, ὃν ὀδόντι ἐλάσαντα ὅμως κατέβαλε, καὶ μάντις. φῆμιν γοῦν ζητεῖ ἐν Ἰθάκῃ, ἀφ' ἧς συμβαλεῖται τὸ μέλλον. ἔτι δὲ καὶ μάγειρος δαιτρεῦσαι εἰδὼς καὶ ὀπτῆσαι, ἤδη δὲ καὶ ἰατρὸς ἐν οἷς φάρμακον, φασί, ζητεῖ "ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι". ὅτι δὲ καὶ ῥήτωρ ἄκρος ἦν, ἔκδηλον. εἰ δὲ καὶ Πληϊάδας ὁρῶν καὶ Ὑάδας ναυτίλλεται, ἔστι καὶ ἀστρονόμον νοῆσαι αὐτόν. [Τῷ δὲ πολυμηχάνῳ ἀντίκειται ἡ ἀλλαχοῦ δηλουμένη ἀμήχανος, ὅ ἐστιν ἁπλῆ καὶ ἀπόνηρος καὶ ἀπερίεργος καὶ ἄτεχνος, εἴτ' οὖν ἄδολος γυνή, καὶ ὁ κατ' αὐτὴν ἀνήρ. Αὐτοῖς δὲ πάλιν ἀντιπίπτει ἡ ἀμήχανος Ἥρη, καὶ εἴ τις δαίμων ἔοικεν αὐτῇ, ὧν καὶ τὰ ἔργα ἀμήχανα κατὰ τὸ "λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα", εἰπεῖν δὲ ταὐτόν, κακομήχανα.]
(v. 97) Τὸ δὲ "οὐδ' ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς" οἱ τὸν Ὀδυσσέα ψέγοντες ὡς δειλὸν ἀντὶ τοῦ οὐχ' ὑπήκουσεν οὐδὲ ἐπείσθη νοοῦσι, δειλίαν αὐτοῦ σημειούμενοι καὶ ἀπὸ τοῦ ἐν μέσῳ τοῦ ναυστάθμου τὰς αὐτοῦ νῆας εἶναι, οὗ ἀνάπαλιν αἱ τῶν ἀρίστων, ὡς εἰρήσεται, ἄκραι ἵσταντο. Ἔτι δὲ καὶ ἀπὸ τοῦ ἐν τῇ μονομαχίᾳ ὕστατον ἀναστῆναι αὐτόν, καὶ ἐν τῇ νυκτεγερσίᾳ δὲ τὸν Δόλωνα πρὸ τοῦ Διομήδους ἰδεῖν καὶ μηδὲ τὸν Ῥῆσον φονεῦσαι. Ὅτι δὲ ταῦτα συνέσεως μᾶλλον ἔργα καὶ ἀσφαλείας ἤπερ δειλίας, ἑτέροις δέδεικται. [541] Τέως γε μὴν οἱ μὲν τὸ "οὐδ' ἐσάκουσεν", ἀντὶ τοῦ οὐκ ἐπείσθη, ὡς εἴρηται, φασίν, ἕτεροι δὲ ἀντὶ τοῦ οὐκ ᾔσθετο οἷα θορυβούμενος. Εἰ γὰρ καὶ σμερδαλέον ὁ Διομήδης βοᾷ, ἀλλὰ πολλῷ μείζων ἡ τῆς φυλόπιδος καὶ ἐνοπῆς βοή, καὶ κρεῖττον οὕτω νοῆσαι τὸ "οὐδ' ἐσήκουσεν". οὐ γὰρ ἂν Ὅμηρος τὸν οὕτω δειλανδροῦντα καὶ φυγομαχοῦντα ἐπιθέτοις κοσμίοις ἐσέμνυνε πολύτλαν καὶ δῖον ἀποκαλῶν. Βραχείᾳ γὰρ ἐπιθέτων προσθήκῃ τὰς τῶν νοημάτων ἀμφιβολίας ἔλυσεν, ὥς που καὶ χρησμὸς εἰπὼν "ὦ θεία Σαλαμίς, ἀπολεῖς τέκνα γυναικῶν" οὐκ ἂν θείαν ἐκείνην προσεῖπεν, εἰ τὰ ἑαυτῆς ἀπολέσειν ἔμελλε τέκνα καὶ μὴ τὰ τῶν Περσῶν. Ἰστέον δὲ ὅτι οὐ κατηγορητέον Ὀδυσσέως δειλίαν, οὐδὲ εἰ φεύγει ἄρτι, ὅτι μηδὲ τοῦ μεγάλου Αἴαντος κατηγορήσει τις τὸ δειλαίνεσθαι, ὅτε φεύγει καὶ ἐκεῖνος, ἵνα μὴ θεομαχῇ, ὃ καὶ Διομήδης ἄκων συμβουλεύσαντος Νέστορος μετ' ὀλίγα πείσεται. [(v. 94) Τὸ δὲ "μετὰ νῶτα βαλών" φιλοσόφως εἴρηται. ὁ γὰρ τὰ νῶτα στρέφων τοῖς πολεμίοις μεταβολῇ χρῆται. προβάλλων γὰρ τὰ στέρνα πρὸ τῆς φυγῆς μεταβάλλει ἐν τῷ φεύγειν δεικνὺς αὐτὰ τοῖς ἐχθροῖς.]
(v. 94 s.) Ὅτι ὀνειδισμὸς ἀνδρὸς ἐν μάχῃ προτροπάδην φεύγοντος τὸ "πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ", ὃ δὴ πρὸς αἰσχύνης ἦν τοῖς παλαιοῖς, ἐναβρυνομένοις ταῖς κατὰ στέρνων πληγαῖς. Διομήδους δὲ λόγος οὗτος πρὸς Ὀδυσσέα, ὅτε Διὸς ἐκφοβοῦντος ἐπὶ νῆας, ὡς ἐρρέθη, παρήϊξεν, οὐκ ἐπιστραφεὶς Διομήδους μετακαλουμένου αὐτὸν ἐπικουρῆσαι κατὰ Ἕκτορος τῷ γέροντι Νέστορι. Ἐλλιπῶς δὲ ἔχει ὁ δεύτερος στίχος. λείπει γὰρ τὸ ὅρα ἢ δέδιθι ἢ ἄλλο ῥῆμα τοιούτου τόπου, ἵνα λέγῃ ὅτι ὅρα μή σε φεύγοντά τις πλήξῃ ἢ βάλῃ τὰ νῶτα. ὃ δυνάμενος οὕτω φράσαι ὁ ποιητὴς ὅμως ἄλλως ἐποίησεν, ἵνα μὴ εἰπὼν "μετὰ νῶτα βαλών", εἶτα ἐπαγαγὼν "μή τις βάλῃ" καλλωπίσῃ τὴν φράσιν ἐν οὐ καιρῷ.
(v. 94) Τὸ δὲ "μεταβαλὼν νῶτα", περὶ οὗ καὶ προσεχῶς ἐρρέθη, ταὐτὸν δύναται τῷ μεταθέμενος, [542] στρέψας. μεταβολὴ γὰρ ἀντιπροσώπου στάσεως τὸ στρέψαι τὰ νῶτα. Σημείωσαι δὲ ὅτι τοῦτο καὶ εἰς παράδειγμα κείσεται ἀναγκαίας διαστολῆς βελτιούσης λόγου διάνοιαν. Εἰς γὰρ τὸ "φεύγεις" ἐξ ἀνάγκης τεθήσεται ὑποδιαστολή, ἵνα μή τις νοήσῃ "πῇ φεύγεις με", εἶτα ἐπιφέρῃ "τὰ νῶτα βαλών". Τὸ δὲ "ἐν ὁμίλῳ" οὐχ' οὕτω ψεκτέους δηλοῖ τοὺς τοῦ ὁμίλου, ὅ ἐστι τοὺς δημότας, εἶναι φεύγοντας οἷα κακούς, ὅ ἐστι δειλούς, ὡς τοὺς ἀριστέας, οὓς χρὴ προμάχους εἶναι.
(v. 96) Ὅτι ὁ προκαλούμενος βοηθὸν ὑπὲρ γέροντος εἴποι ἄν ποτε τὸ "ἀλλὰ μένε, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα".
(v. 102-104) Γέροντι δὲ φαύλως μὲν ὑπηρετουμένῳ, ἐχθροὺς δ' ἀγαθοὺς ἔχοντι, προσαρμόσοι ἂν τὸ "ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει", ὅ ἐστι διώκει, καταλαμβάνει ἐκ τῶν κατόπιν. "ἠπεδανὸς δέ νύ τοι θεράπων". Εἰ δὲ καὶ ἵππους παλαιοὺς ὁ τοιοῦτος ἔχοι, προσρηθήσεται καὶ τὸ "βραδέες δέ τοι ἵπποι".
(v. 105) Προσαρμόσει δέ ποτε καὶ τὸ "ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο".
(v. 1068) Διομήδης δὲ ταῦτά φησι τῷ Νέστορι, ὃς ἐπὶ τούτοις καὶ ἀναβιβάζει αὐτὸν ἡνίοχον ἐπὶ τοὺς Τρωΐους ἵππους, "οὕς ποτε ἀπ' Αἰνείαν", φησίν, "εἱλόμην", τουτέστιν ἐληϊσάμην, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτά που δηλοῖ ὁ ποιητὴς εἰπὼν "οὕς ποτε ἀπηύρα Αἰνείαν". Σεμνῶς δὲ εἴρηται τὸ "οὕς ποτε ἀπ' Αἰνείαν εἱλόμην", ἤτοι ἄκοντος ἀφειλόμην, ὡς οἷά τι δηλονότι ἐξαίρετον. Ἔνθα ὅρα τὸ "ποτέ", οὐκ ἀνέκαθεν προχρονίζον, ἀλλὰ τὴν χθὲς ἡμέραν δηλοῦν, ὅτε Διομήδης κατὰ Αἰνείου ἠνδρίσατο. Τοιαύτης δυνάμεως καὶ τὸ πάλαι παρά τε τῷ Κωμικῷ καὶ ἑτέροις δείκνυται, οὐκ ἀεὶ μακρὸν χρόνον σημαῖνον, ἀλλ' ἔστιν οὗ καὶ πρόσφατον Ἀττικῶς, ὡς μάλιστα δῆλον καὶ παρὰ Σοφοκλεῖ, ἀλλαχοῦ τε καὶ ἐν τῷ "νῦν τε καὶ πάλαι λέγω". Νῦν μὲν γὰρ ἔφη τὸ προσεχῶς ἄρτι, πάλαι δὲ τὸ [543] ἐν τῷ ἀνωτέρω ἐκεῖ προσεχεῖ στίχῳ.
(v. 102-104) Ἰστέον δὲ ὅτι τὸ "ὦ γέρον" καὶ τὰ ἑξῆς, ὡς εἴρηται, λέγοιντο ἂν καὶ πρὸς οἱονοῦν ἄνθρωπον, ἐν νεότητι μὲν πολὺν τεχνίτην ὄντα, γήρᾳ δὲ πεπαυμένον καὶ ὑπὸ νεωτέρων ἡττώμενον. [Εἰ δὲ καὶ διδάσκαλος γήρᾳ κατάπονος ἐλαττοῖτο μαθητῶν, παρῳδηθείη ἂν οὕτω "ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαθηταί".] Εἰ δὲ καὶ λόγιος ὁ σκωπτόμενος γέρων, ἵπποι μὲν βραδέες οἱ ἐκείνου λόγοι νοηθεῖεν ἄν, οὐκέτι πτερόεντες ὄντες εἰς τὸ πᾶν ἀλλὰ νωθρῶς προϊόντες, θεράπων δὲ ὁ νοῦς μηκέτι ὀξὺς ὢν καὶ ὑψηλὸς ἀλλὰ περιπέζιος καὶ ταπεινός. Τοῦτο γὰρ δηλοῖ τὸ ἠπεδανός ἀπὸ τοῦ πέδον πλεονασμῷ τοῦ η, ὡς ἀπὸ τοῦ πάτος γίνεται κατὰ μετάθεσιν ὁ ταπεινός.
(v. 103) Τὸ δὲ "βίη λέλυται" πάρεσιν δηλοῖ συνδέσεως νεύρων. Τὸ δὲ χαλεπὸν γῆρας εἴη ἂν ἐφερμηνευτικὸν τοῦ ὁμοίϊον γῆρας, περὶ οὗ προδεδήλωται.
(v. 105) Τὸ δὲ "ἐπιβήσεο", οὗ κρᾶσις τὸ ἐπιβήσου, ἀσυνήθως καὶ αὐτὸ ἔχει, κανονισθὲν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ἐπιβήσω, οὐκ ἔχοντος δύο σ, ἵνα τε μὴ ὁ βήσω μέλλων, ἐξ οὗ ἐκινήθη, ἀπολέσῃ τὸν οἰκεῖον χαρακτῆρα, καὶ ἵνα δὲ ἴσως μὴ συνεμπέσῃ τῷ βήσσω βήξω, ἐξ οὗ τὸ βήξ βηχός.
(v. 106 s.) Ὅτι ἔπαινος πολεμιστηρίων ἵππων τὸ "ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλα ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι", ἤγουν εἰδότες ὧδε καὶ ἐκεῖ τῆς πεδιάδος ποτὲ μὲν διώκειν, ποτὲ δὲ φεύγειν, καὶ ἄλλως δὲ γοργότερον φράσαι, εἰδότες καιρὸν διωγμοῦ καὶ φυγῆς. Θεῖοι δὲ ἵπποι μυθικῶς, περὶ ὧν ταῦτα εἴρηται, οἱ καὶ προδεδηλωμένοι. Διὸ καὶ τετόλμηται ἐπ' αὐτῶν εἰπεῖν τὸ ἐπίστασθαι, τὸ κυριολεκτούμενον ἐπὶ λογικῶν, οὓς καὶ κοσμεῖ παρίσοις τέσσαρσι, δυσὶ μὲν καθαροῖς, δυσὶ δὲ μετὰ συμφώνων, εἰπὼν "οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι". Ὁ Διομήδης δὲ καὶ τὸν ῥηθέντα ἱππικὸν ἔπαινον λέγει, φίλιππός γε οὗτος ἀνήρ, ὃς ἐν οὕτω μεγάλῳ κινδύνῳ φιλενδεικτεῖ ἐπαινῶν ἵππους, ὡς [544] αὐτῷ σύνηθες.
(v. 108) Εἰ δὲ τὸ "οὕς ποτ' ἀπ' Αἰνείαν εἱλόμην μήστωρα φόβοιο", δοκεῖ ταπεινοῦν τὸν Αἰνείαν ὡς μὴ ἐπιστάμενον καὶ διώκειν καὶ φεύγειν, ἀλλὰ μόνου φόβου μήστωρα, ἴσως μὲν τῷ φόβῳ καὶ τὴν δίωξιν συννοητέον, ἵνα μὴ ὁ ἥρως ἐλαττοῖτο ἵππων ἀρετῆς. Μάλιστα δὲ νοητέον ἐκεῖνον μήστωρα φόβου, ὡς μηδόμενον, ὅ ἐστι βουλευόμενον, δι' ὧν ἂν φόβον πάθοιεν οἱ ἀντίπαλοι. Οἱ δὲ γράψαντες "μήστωρε φόβοιο", ἤγουν μήστωρας, διὰ τοὺς ῥηθέντας ἵππους, πάνυ σφάλλονται τοῦ ὀρθοῦ.
(v. 109) Ὅτι ποτὲ μὲν κομῶ τὸ ἐπιμελοῦμαι, ὡς καὶ ἐνταῦθα "θεράποντες κομείτων", ἤτοι ἐπιμελείσθωσαν, καὶ "θεράποντε κομείτην", ὅ ἐστιν ἐπεμελοῦντο, ποτὲ δὲ κομίζω, ἐξ οὗ κομιδή, ἡ ἐπιμέλεια. Τὸ δὲ τοιοῦτον διφόρημα καὶ ἐπ' ἄλλων μυρίων φαίνεται. [Εἰ δὲ καὶ κομᾶν οἱ ὕστερον οἴδασιν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων, ἀλλ' ὁ ποιητὴς κομείτην εἰπὼν καὶ κομείτων, οὐ κομᾶν οἶδεν, ἀλλὰ κομεῖν κατὰ ἀκολουθίαν πρώτης συζυγίας.]
(v. 110) Ὅτι καὶ ἐνταῦθα κεῖται ἡ ἐπι πρόθεσις ἐναντιωματικῶς ἐν τῷ "Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἰθύνομεν", ἤγουν κατὰ Τρώων. Ταὐτὸν δὲ παρὰ τῷ ποιητῇ ἰθύνειν ἵππους εἰς πόλεμον, καὶ ἰθὺς μαιμᾶν ἤγουν ὁρμᾶν
(v. 110 s.) Ὅτι μαίνεσθαι καὶ ἐνταῦθα δόρυ ἐν παλάμαις λέγει ὡς εἴπερ αὐτὸ ἔμψυχον ἦν. Φησὶ γὰρ Διομήδης τὸ καὶ ἀλλαχοῦ ῥηθὲν "ὄφρα καὶ Ἕκτωρ εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν", ἀντὶ τοῦ "εἰ καὶ ἐγὼ αἰχμητής εἰμι", καθὰ ἑτέρωθι σαφῶς [545] ἐξήγηται. [Ὅτι δὲ τὸ μαίνεσθαι οὐκ ἐπὶ μόνου τοῦ συνήθους ἀεὶ τίθεται, ὡς τὸ "μαινόμενε φρένας ἠλὲ διέφθορας", ἐξ οὗ καὶ ὁ μαινόλης καὶ ἡ κυριολεκτουμένη μανία, ἀλλὰ καὶ ἐπὶ σφοδρᾶς κινήσεως καὶ ἐνεργείας, ὡς τὸ "μαίνεται δ' ὡς ὅτ' Ἄρης", ὁ Ἕκτωρ δηλονότι, ᾧ δὴ λόγῳ καὶ δόρυ μαίνεται ἐν παλάμαις, παρασημειοῦνται οἱ παλαιοί. Ὡς δὲ καὶ τὸ καθ' ὑπερβολὴν ἐρᾶν μανίᾳ ἔοικε, καὶ ὁ πάσχων αὐτὸ μαίνεσθαι δοκεῖ, ὁμοίως δὲ καὶ ὁ κατ' ἄλλην ἄλογον καὶ ἀσύμμετρον ἔφεσιν πλεονάζων τοιούτῳ ἐνίσχεται σκώμματι, δῆλον ἐκ τῶν σοφῶν. Μαίνεται γοῦν τις ὑφ' ἡδονῆς παρὰ Σοφοκλεῖ. Οὕτω δὲ καὶ ὁ χρυσομανὴς ἐπὶ χρυσῷ καὶ ὁ οἰνομανὴς ἐπὶ οἴνῳ καὶ ὁ γυναιμανὴς δὲ καὶ ὁ νοσῶν ἐρωμανίαν εἰς τοιαύτην ὁμοιότητα πίπτουσι. Θεραπεία δέ τις ἀμυδρὰ τῆς τόλμης τοῦ δόρυ τὸ ἄψυχον μαίνεσθαι, τὸ ἐν παλάμῃσι. διὰ γὰρ τὰς ἀρεϊκὰς παλάμας τὸ δόρυ μαίνεται, οὐ μὴν αὐτὸ καθ' αὑτό. σκληρᾶς γὰρ τοῦτό γε τροπῆς καί, κατὰ τὸν Τεχνικὸν εἰπεῖν, ἀτηρᾶς.]
(v. 115 s.) Ὅρα δὲ ὅτι τε περιήγαγεν ὁ ποιητὴς ἐνταῦθα μάχιμον τύχην εἰς τὸ ἡνιόχους μὲν δύο τὸν τοῦ Διομήδους καὶ τὸν τοῦ Νέστορος ἐφ' ἑνὸς ἅρματος γενέσθαι, αὖθις δὲ ἐφ' ἑτέρου ἑνὸς παραιβάτας τοὺς ῥηθέντας δύο ἀριστεῖς, καὶ ὅτι ἐνταῦθα ἔοικεν ὁ Νέστωρ ἐκλαθέσθαι τῆς οἰκείας παραγγελίας. Ὁ γάρ που εἰπών, ὅτι "ὃς ἂν ἐξ οἰκείων ὀχέων ἕτερα ἅρματα ἵκηται ἔγχει ὀρεξάσθω", νῦν ἐπιβὰς τοῦ κατὰ Διομήδην ἅρματος οὐκ ἐθέλει δόρατος ἅπτεσθαι, ἀλλ' ἡνιοχεῖ.
(v. 116) Φησὶ γὰρ "Νέστωρ δ' ἐν χερσὶ λάβ' ἡνία σιγαλόεντα". Ἔστι δὲ εἰπεῖν ἢ ὅτι ὁ κίνδυνος ἐξέκρουσεν αὐτὸν τῆς μνήμης ἢ μάλιστα ὅτι ἐκεῖνα μὲν πρὸς εὐσθενοῦντας ἐρρέθη, αὐτὸς δὲ ἐς τοσοῦτον ἀπάλαμνος, ὥστε, καθὰ προείρηται, μόλις τὰς τοῦ ἵππου παρῃορίας ἀπέταμνε. Διὸ ἀναγκαίως παραχωρεῖ τοῦ ἔγχους τῷ δυναμένῳ πολεμεῖν, ἔχων καὶ αὐτὸς εἰπεῖν πρὸς τὸν [546] ψέγοντα, ὅτι πρὸς τὰς τύχας τὰς φρένας κεκτήμεθα.
(v. 115) Σημείωσαι δ' ἐν τούτοις καὶ σχῆμα καινὸν τὸ "τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην", ἤγουν οὗτοι ἄμφω εἰς τὸ τοῦ Διομήδους ἔβησαν ἅρμα. Ἡ γὰρ τοιάδε ὑπέρβασις τῆς προθέσεως οὐ πάνυ συνήθης, ὡς οὐδὲ τὸ εἰπεῖν "οἱ δ' εἰς ἅπαντες νῆα μίαν ἔβησαν". καὶ ὅμως ἐκ τούτου εἴληπται παρὰ τοῖς ὕστερον τὸ κατ' ἄλλος ἄλλο μέρος καὶ τὴν αὐτὸς ἐμαυτοῦ τύχην, καὶ ὅσα τοιαῦτα. [(v. 122) Ὅτι τὸ "ὑπερώησαν δέ οἱ ἵπποι" δύναται μὲν ὡς ἐκ τοῦ ὑπερῴου νοηθῆναι ἀντὶ τοῦ ὀρθοὶ ἔστησαν ὡς εἰς ὕψος καί, ὡς εἰπεῖν, ἀνεπάλθησαν κατὰ τὸ "ὃ δ' ἀλγήσας ἀνέπαλτο". Ἀρέσκει δὲ μάλιστα δηλοῦν τὸ ἀφώρμησαν, ἀνεχώρησαν, ἀνεπόδισαν, ἀπὸ τοῦ ἐρωή, ἡ ὁρμή, ὅθεν ἐρωῶ, τὸ ὁρμῶ.]
(v. 124) Ὅτι τὸ "Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο", ἤγουν τὰς τοῦ Ἕκτορος φρένας ἐκάλυψεν ἢ ἐπύκνωσε λύπη, συνήθως τῷ ποιητῇ ἐσχημάτισται. Καὶ ζήτει τὴν ἀντιπτωτικὴν ταύτην ὁμοιότητα καὶ ἐν τῷ "περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα". Τὸ δὲ "ἄχος πύκασεν ἡνιόχοιο" λείπεται προθέσεως τῆς ὑπερ. οὕτω δ' εὐθὺς καὶ τὸ "ἀχνύμενός περ ἑταίρου", ἤγουν ὑπὲρ τοῦ αὐτοῦ ἡνιόχου.
(v. 126 s.) Κεῖται δ' ἐν τούτοις καὶ μεθέπειν τὸ ζητεῖν καὶ ἀνερευνᾶν. Φησὶ γὰρ "ὃ δ' ἡνίοχον μέθεπε θρασύν", ὃν καὶ ἵππων σημάντορά φησι, ὡς ἀπὸ τοῦ σημαίνειν, ὃ δηλοῖ τὸ ἐπιτάσσειν. Φησὶ γὰρ "οὐδ' ἂρ ἔτι δὴν ἵππω", τουτέστιν οἱ ἵπποι, "δευέσθην", ὅ ἐστιν ἐδέοντο, "σημάντορος". Καὶ οὕτω [547] κατὰ ἄρσιν εἰπὼν ἐπάγει θέσιν γοργήν, τὸ "αἶψα γὰρ εὗρεν". Οὔτε γὰρ τὸν ποιητὴν ἐχρῆν ἐν κενοῖς χρόνον τρίβειν οὔτε τὸν Ἕκτορα εἰκὸς ἦν μὴ ταχὺ εὑρεῖν ὃν ἐζήτει. Γλυκέως δὲ ὡς ἐπὶ λογικῶν ἐρρέθη σημάντωρ ὁ ἡνίοχος. κυρίως γὰρ σημαίνειν ἐπὶ ἀνθρώπων, οἷον "μὴ γὰρ ἔμοιγε σήμαινε". Εἰ δὲ καὶ ἵπποι σήμασι πείθονταί τισιν, οὐκ ἀπᾴδει οὐδὲ ἐπ' ἐκείνων ἡ λέξις.
(v. 133) Ὅτι Διομήδης βουληθεὶς μὲν πρὸ ὀλίγων Ἕκτορι μονομαχῆσαι, κλήρῳ δὲ τότε ἀποσφαλείς, ἐφιλοτιμήσατο νῦν ἀναπληρῶσαι τὸ ἐλλεῖψαν καὶ πάντων φευγόντων διὰ τὰς διοσημίας αὐτός, ὡς ἐρρέθη, ἔμεινεν ὁρμῶν κατὰ Ἕκτορος. ἀλλ' ὁ τότε δυσκληρήσας δυσπραγεῖ καὶ νῦν διὰ τὸν Δία, ὃς καὶ ἐπ' αὐτῷ βροντῶν καὶ κεραυνοβολῶν μόλις ἐπέχει αὐτὸν τῆς ὁρμῆς, τολμῶντα οὐ κατὰ πυρὸς ἁπλῶς, ὡς ἡ παροιμία φησίν, ἀλλὰ κατὰ οὐρανίου πυρός. Καὶ ἰδοὺ αἰγὶς δεινὴ αὕτη Διὸς ἀλληγορουμένη, ὅ ἐστι καταιγίς, δι' ἧς ἄνωθεν κινουμένης ἵπποι τε καὶ ἄνδρες ὑποπτήσσουσιν.
(v. 133-137) Ἐρεῖ γὰρ ὅτι "βροντήσας δ' ἄρα δεινὸν ἀφῆκεν ἀργῆτα κεραυνόν, κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε, δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο. τὼ δ' ἵππω δείσαντε καταπτήτην", ὅ ἐστι κατεπτηξάτην, "ὑπ' ὄχεσφι. Νέστορα δ' ἐκ χειρῶν φύγεν ἡνία φοινικόεντα" ἢ "σιγαλόεντα", τουτέστιν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, κατεστιγμένα πρὸς κάλλος, ἐλλείψει τοῦ τ, ἢ ἁπαλὰ καὶ μὴ ψοφοῦντα, ἢ σιγὴν ποιοῦντα τῷ βλέποντι διὰ τὸ εὖ πεποιῆσθαι, ὅθεν καὶ οἶκοι σιγαλόεντες, οἳ ἄλλως ἠχήεντα δώματα λέγονται [σχήματι ἀντιθετικῷ. Τοιοῦτον γὰρ πάντως τό, σιγαλόεντα δώματα, καὶ αὖ πάλιν ἠχήεντα.] Ἀστείως δὲ εἴρηται ὥσπερ ἀλλαχοῦ τὸ "ποῖόν σε ἔπος φύγεν", οὕτως ἐνταῦθα τὸ φυγεῖν ἐκ χειρῶν τὰ ἡνία, ὡς εἴπερ ἔμψυχά τινα ἦσαν.
(v. 138) Αἴτιον δὲ νῦν τὸ δέος, ἐκλῦσαν τὰ νεῦρα. ὅθεν ἐπάγει "δεῖσε δ' ὅ γ' ἐν θυμῷ".
(v. 132-134) Σημείωσαι δὲ ὅτι αὐξάνει τὸ τοῦ Διομήδους μένος καὶ θάρσος ἐνταῦθα ὁ ποιητής, εἴπερ οὐκ ἂν ἔφυγεν, "εἰ μὴ ἂρ ὀξὺ νόησε" Ζεύς, βροντήσας δὲ ἀργῆτα κεραυνὸν πρὸ τῶν τοῦ Διομήδους ἵππων ἀφῆκεν ἢ καθῆκεν. ἄμφω γὰρ αἱ λέξεις κυρίως ἐνταῦθα κείσονται.
(v. 130 s.) Ὡς πρίνγε τὰ ἐκ Διὸς ἐλθεῖν δείματά φησιν, ὅτι "ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καὶ νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες", οἱ Τρῶες δηλαδὴ παρὰ τοῦ Διομήδους [548] διωκόμενοι, ἅπερ σημείωσαι ὅτι ἐσίγησεν ὁ ποιητὴς ἢ συγκατασπεύδων τοῖς πραττομένοις τὴν φράσιν ἢ διὰ τὸ ἔκδηλον. Καὶ ὅρα ὅτι οὓς εἴκασεν ἐν ἄλλοις πρὸς ὄϊς βοώσας ἐν αὐλῇ ἀνδρὸς πολυθρέμμονος, ἐνταῦθα ὡς ἄρνας φησὶ κατὰ Ἴλιον σηκάσεσθαι ἄν. Λέγεται δὲ τὸ σηκάζεσθαι κατὰ τοὺς παλαιοὺς οὐχ' ἁπλῶς ἐπὶ πάντων θρεμμάτων, ἀλλὰ κυρίως ἐπὶ ἀρνῶν, καὶ σηκὸς ὁ τόπος τῆς αὐτῶν στάσεως, εἰ καὶ οἱ μεθ' Ὅμηρον, ὡς καὶ ἑτέρωθι δηλοῦται, καὶ ἐπὶ ναοῦ τὴν λέξιν ἔθεντο τοῦ σηκοῦ, εὐλόγως ποιοῦντες. Σημείωσαι δὲ ὡς εἰπὼν ὁ ποιητὴς ἐπὶ Τρώων τὸ σηκάσεσθαι ἀντὶ τοῦ ἐγκλεισθῆναι τῇ πόλει καὶ τῇ λέξει παραχρησάμενος τολμηρότερον θεραπεύει αὐτίκα συνήθως διὰ συντόμου παραβολῆς τῆς "καθὰ ἄρνες". Ὅρα δὲ καὶ ὅτι ἀνδρίας ἐνταῦθα συζυγείσης οἷον τῇ φρονήσει, καθὰ καὶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ, μεγάλα ἔργα ἐγένοντο, καὶ ὡς ἀλλήλους ὁ ἀνδρεῖος Διομήδης καὶ ὁ συνετώτατος Νέστωρ περιεσώσαντο, συμφερτῆς καὶ ἐπ' αὐτῶν γενομένης ἀρετῆς. Τοῦ δὲ δεινὰ τὸν κεραυνὸν καὶ τὴν φλόγα εἶναι πίστις τὸ δέος τῶν ἵππων καὶ τὸ δεῖσαι τὸν Νέστορα οὐχ' ἁπλῶς ἀλλ' ἐν θυμῷ. Ἔστι δὲ διασαφητικὸν τοῦ "δαιόμενον σέλας" ἡ φλὸξ αὕτη τοῦ κεραυνοῦ. Ἐν δὲ τῷ θεείου πλεονάζει μὲν τὸ ε, λείπει δὲ τὸ ως. ὤφειλε γὰρ εἰπεῖν ὡς θείου καιομένου. ἔνθα γὰρ κεραυνὸς πέσῃ, ἐκεῖ ὡσανεὶ θείου καιομένου ὄζει. Τοῦτο δέ, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλοῦται σαφέστερον, διὰ τὴν ὕλην γίνεται τοῦ κεραυνοῦ, ἀναθυμίασιν οὖσαν ξηρὰν καὶ καπνώδη. [Ἢ καὶ ἄλλως τὸ "ὡς θεείου" εἶπεν οὐ διὰ τὴν ὀδμήν, ἀλλὰ διὰ τὸ οἷα εἰκός οὐκ αὐτόχρημα φλόγεον τοῦ κεραυνοῦ ὡς καὶ ἀκοντίζεσθαι ὑψοῦ, ταπεινούμενον δέ, ὡς εἰ καὶ θέειον ἐφλογοῦτο. Παραβολικὸν δὲ τὸ "θεείου καιομένοιο", ἀντὶ τοῦ ὡς θεαφίου ἐκπυρωθέντος. Καὶ ἔστιν ἡ τούτου γοργότης, ἔτι δὲ καὶ ἔλλειψις, κατὰ τὸ "ἐμάχοντο δέμας πυρός", ἤγουν ὡς πῦρ. Παραβολικῶς γὰρ καὶ ἐκεῖνο ἔχει.]
(v. 136) Τὸ δὲ "καταπτήτην" συγκέκοπται καὶ αὐτό, [549] καθὰ πρὸ ὀλίγων τὸ κιχήτην. Ἰστέον δὲ καὶ ὅτι τὸ "ἔνθα κε λοιγὸς ἔην" καὶ τὰ ἑξῆς τῶν εἰρημένων, χρήσιμα εἰς γραφὴν καὶ κατὰ παραποίησιν καὶ κατὰ Ὁμηρικὴν φράσιν τιθέμενα.
(v. 139-144) Ὅτι προτροπὴ ἐλλόγου φυγῆς καὶ παραμυθία ἥττης τὸ "ἄγε δ' αὖτε φόβονδ' ἔχε μώνυχας ἵππους. ἢ οὐ γινώσκεις ὅ τοι ἐκ θεοῦ οὐχ' ἕπεται ἀλκή; νῦν μὲν γὰρ τούτῳ θεὸς κῦδος ὀπάζει σήμερον, ὕστερον αὖτε καὶ ἡμῖν, αἴκ' ἐθέλῃσι, δώσει. ἀνὴρ δέ κεν οὔ τι θεοῦ νόον εἰρύσαιτο οὐδὲ μάλα ἴφθιμος, ἐπεὶ πολὺ φέρτατός ἐστιν", [ὃ δὴ κατασκευή ἐστι τοῦ "αἴκ' ἐθέλῃσιν". ἐθέλων γάρ, φησί, δώσει κῦδος, οὐ μὴν ὑπὸ θνητοῦ τινὸς βιασθείς.] Γνωμικῶς δὲ ταῦτα εἴρηκε πρὸς Διομήδην ὁ Νέστωρ. Ἔστι δὲ τὸ μὲν "φόβονδ' ἔχε" ἀντὶ τοῦ εἰς φυγὴν ἔλαυνε, ὡς τοῦ ἔχειν καὶ ἐπὶ ἐλάσεως ἱππικῆς πολλαχοῦ νοουμένου διὰ τὸ δέον εἶναι τὸν ἐλαύνοντα οὕτως ἢ οὕτως ἐπέχειν τοὺς ἵππους ἢ ἔχειν τὰ χαλινά.
(v. 140) Τὸ δὲ "οὐχ' ἕπετ' ἀλκή" ἀστείως ἔχει. Ἐθέλει γὰρ εἰπεῖν ὡς, ἐπεὶ ἐθέλουσιν ἡμῖν διώκειν τὸν Ἕκτορα οὐκ ἐπακολουθεῖ θεόθεν ἰσχύς, στρεπτέον τοὺς ἵππους εἰς φυγήν.
(v. 142) Τὸ δὲ "σήμερον" τοῦ νῦν ἐστὶ συνήθως διασαφητικόν, ἵνα μὴ ἀχθεσθῇ ὁ Διομήδης νοήσας πλατικῶς τὸ "νῦν κῦδος ἔσται τῷ Ἕκτορι". Οὐ γάρ μοι πολλάς, φησίν, ἡμέρας δηλοῖ τὸ νῦν, ἀλλὰ μόνην τὴν σήμερον.
(v. 143) Τὸ δὲ "εἰρύσαιτο" ἀντὶ τοῦ μεθελκύσει ἢ κωλύσει.
(v. 139) Ἰστέον δὲ ὅτι ἐκ τοῦ "φόβονδ' ἔχε", ἤτοι, ὡς ἐρρέθη, ἔλαυνε εἰς φυγήν, ὥρμηται τὸ λέγεσθαι τὸν παραιβάτην ἡνίοχον, ὡς αὐτοῦ δὴ τοῦ παραιβάτου εἰς φυγὴν καὶ δίωξιν δοκοῦντος ἐλαύνειν τῷ πρὸς τὸν ἡνίοχον ἐπιτάγματι. Ἐνάγει δὲ εἰς τοῦτο καὶ τὸ ἐφεξῆς, ἔνθα λέγει ὡς μερμήριξε Τυδείδης ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. Ἡνιόχου μὲν γὰρ τὸ στρέφειν ἵππους. οὐκ ἂν δὲ αὐτὸ γένηται, μὴ τοῦ παραιβάτου τῷ ὑφηνιόχῳ ἐγκελευσαμένου. Ἴσως δὲ καὶ θεραπεύει οὕτως ὁ Νέστωρ, ὃ μὴ καλῶς ἤδη πεποίηκε. Φθάσας γὰρ παραινέσαι τὸν ἐξ οἰκείου ἅρματος ἀναβάντα εἰς ἕτερον πολεμεῖν, οὐ μὴν ἡνιοχεῖν, αὐτὸς δὲ ἄρτι ἐπὶ ἅρματος τοῦ Διομήδους οὐ πολεμῶν, ἀλλὰ ἡνιοχῶν, προβάλλεται τὸν Διομήδην εἰς ἡνιοχείαν, εἰπὼν τὸ "φόβονδ' ἔχε ἵππους", ὡς [550] εἴρηται, ἵν' οὕτως ἡνίοχος ὁ Διομήδης εἴη, οὐ μὴν αὐτός.
(v. 146-150) Ὅτι ὁ συγκαταθέμενος γεροντικοῖς λόγοις εἴποι ἂν "ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες". Λυπουμένου δὲ τὸ "ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει". Μῖσος δὲ δηλοῖ καυχήσεως ἐχθροῦ τὸ "ὥς ποτ' ἀπειλήσει", ἤγουν καυχήσεται, "τότε μοι χάνοι εὐρεῖα χθών", ὃ καὶ ἀλλαχοῦ εἴρηται.
(v. 150) Ὡς δὲ ἀπειλὴ καὶ τὸ καύχημα λέγεται καὶ ἀπειλεῖν τὸ αὐχεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Γίνεται δὲ καὶ ἡ τοιαύτη λέξις παρὰ τὴν ἀπο πρόθεσιν καὶ τὸ εἰλεῖν. Ἀποστρέφεται γὰρ ὁ καυχώμενος τοὺς ὑπερηφανευομένους, καθὰ καὶ ὁ ἄλλως λόγοις τοῖς πρὸς ὀργὴν ἀπειλούμενος. Ὁ μέντοι εὐχόμενος ἀπειλεῖσθαι καὶ αὐτὸς λέγεται παρὰ τὰς ἱεράς, φασί, πέλλας ἤτοι φιάλας, αἷς χρῶνται οἱ θεοκλυτοῦντες, πλεονάσαντος ἐκεῖ τοῦ α, ἵνα ᾖ ἀπελή, ἡ εὐχή, καὶ ἐπενθέσει τοῦ ι ἀπειλή. Δῆλον δὲ ἐκ τῶν τῆς Ὀδυσσείας, ὡς πέλλαι οὐχ' ἁπλῶς αἱ φιάλαι ἀλλ' αἱ πελεκηθεῖσαι
(v. 148-150) Ὅτι Διομήδης μὲν αἰδεῖται φυγεῖν, λογιζόμενος ὡς ἄρα, οἷα εἰκός, "Ἕκτωρ δή ποτε φήσει ἐνὶ Τρώεσσιν ἀγορεύων· Τυδείδης ὑπ' ἐμοῖο φοβεύμενος", ἤτοι οὐχ' ὑπὸ Διός, ἀλλ' ἐμοῦ φεύγων, "ἵκετο νῆας". καὶ ἐπεύχεται τότε θανεῖν, εἰπών, ὡς εἴρηται, προσεχῶς τὸ "ὥς ποτ' ἀπειλήσει" καὶ ἑξῆς. Καὶ οὕτω μὲν ὁ Διομήδης ὀκνεῖ φυγεῖν, μέγα φρονῶν, ὡς πρέπον ἥρωϊ.
(v. 151-158) Ὁ δὲ ῥήτωρ Νέστωρ ἀνθυπάγει ἀντιπαραστατικῶς "ὦ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴπερ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλ' οὐ πείσονται Τρῶες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες", ἤγουν ἔθου, ἔρριψας, "θαλεροὺς παρακοίτας". Καὶ εὐθὺς ὁ Νέστωρ, καὶ ταῦτα Διομήδους οὐ κατανεύσαντος, ὅπερ καὶ σημείωσαι, "φύγαδ' ἔτραπε μώνυχας ἵππους αὖτις ἀν' ἰωχμόν", ἤγουν ὀπίσω, ἔνθα ἦν ἡ τῶν λοιπῶν Ἀχαιῶν δίωξις, ὥστε εἰ καί τι μεμπτέον τὸν ἥρωα ὡς φυγόντα, τῷ Νέστορι ἐπιγραπτέον τὸ αἴτιον. Ἰστέον δὲ ὡς εἶχε μὲν ὁ σοφὸς Νέστωρ καὶ ἐνστατικῶς εἰπεῖν, ὡς οὐκ ἂν ὁ Ἕκτωρ [551] ἀλαζονεύσηται κατὰ Διομήδους. ἐπεὶ δὲ φεύγειν σπεύδων οὐκ ἔχει πολυλογεῖν καὶ οὐδὲ θαρρεῖ οὕτως εἰπεῖν, ἀντιπαρίσταται, ὡς εἰ καὶ εἴπῃ ἀλαζονικόν τι, ἀλλ' οὐδένα ἂν πείσοι.
(v. 153) Τὸ δὲ "κακὸν καὶ ἀνάλκιδα" ταὐτὸν ἄμφω νοοῦσι, ταὐτολογικῶς ῥηθέντα καὶ νῦν πρὸς διασάφησιν, ἵνα μὴ κακόν τις νοήσῃ τὸν κατὰ ψυχὴν οὐ χρηστόν. Τὸν δὲ ἀνάλκιδα καλῶς ἐνταῦθα εἰπεῖν ἐταμιεύσατο. Εἶχε μὲν γὰρ πρὸ βραχέων ἐν τῷ "οὐδὲ μάλ' ἴφθιμος" εἰπεῖν οὐδὲ μάλ' ἄλκιμος, ὤκνησε δὲ εἰπεῖν ἐκεῖ αὐτό, ἐπεὶ προέκειτο τὸ "οὐχ' ἕπετ' ἀλκή". Φυγὼν οὖν τὸ κάλλος ἔθετο ἐκεῖ μὲν τὸ ἴφθιμος, ἐνταῦθα δὲ τὸ ἄλκιμος.
(v. 155) Ὅρα δὲ καὶ ὅτι τὸ "μεγαθύμων ἀσπιστάων" οὐχ' ἁπλῶς παρέρριπται ἀλλὰ πρὸς ἔπαινον, ὡς τοιούτους ἄνδρας ἀνελόντος τοῦ ἥρωος, κάλλους δὲ ποιήσει πρέποντος τὸ "ἀσπιστάων, τάων" ἐοικὸς τῷ "Σαμία μία ναῦς", καὶ τοῖς ὁμοίοις.
(v. 156) Τὸ δὲ "ἐν κονίαις βαλεῖν" τὸ κτεῖναι περιέφρασε, καὶ ἄλλως δὲ εἰπεῖν, παλαιστικὴ ἡ φράσις. ἐν πάλῃ γὰρ οἱ ἀγωνισταὶ ἐν κονίαις βάλλονται. Ἴσως δὲ καὶ ταφῆς ἔννοιαν ὁ λόγος ἔχει, ὡς τῶν θνῃσκόντων ὑπὸ χοῦν βαλλομένων. Διὸ καὶ τὸ "θαλερούς" ἔχει τι καὶ οἴκτου. οἰκτρὸν γὰρ τοὺς ἔτι θάλλοντας ὑπὸ κόνιν βαλεῖν.
(v. 157) Τὸ δὲ "φύγαδε" ταὐτὸν ὂν τῷ φόβονδε ἐσχημάτισται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καθὰ τὸ οἴκαδε. [Ὡς γὰρ οἶκονδε οἴκαδε, οὕτω καὶ φυγήν φύγαδε.]
(v. 159) Ὅτι οὐ μόνον πολεμικὸν ἀλλά ποτε καὶ ἄκρας λοιδορίας φραστικὸν ἔσται τὸ "ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο". Βέλη δέ φησιν ὀϊστούς, λίθους, δόρατα, καὶ εἴ τι ἄλλο ἀφίεται μήκοθεν, ὁποῖα Τρῶες καὶ Ἕκτωρ ἀφιᾶσι κατὰ Διομήδους φύγαδε τραπέντος. Τὸ δὲ "χέοντο" πολὺ καὶ νῦν πλῆθος δηλοῖ βελῶν ὡς ἄνωθεν ὄμβρου δίκην χεομένων. Καὶ σημείωσαι ὅτι τὸ παρ' Ἡροδότῳ νέφος βελῶν, ὑφ' ᾧ ὡς ὑπὸ σκιᾷ ἐχρῆν μάχεσθαι, συγγενῶς ἔχει τῇ Ὁμηρικῇ ταύτῃ λέξει. δοκεῖ γὰρ ὡς ἐκ νέφους χέεσθαι τὸ χεόμενον ἄνωθεν. Εἰπεῖν δὲ καὶ ἄλλως, [552] εἰ νέφος παρ' Ὁμήρῳ ἡ τῆς στρατιωτικῆς συντάξεως πυκνότης κατὰ τὸ "νέφος πεζῶν", οὐδὲν καινὸν φάναι, ὡς ἐκ τοιούτων νεφέων βέλεα στονόεντα χέοντο.
(v. 1606) Ὅτι Ἕκτωρ φεύγοντα τὸν Διομήδην μεμφόμενος ὀνειδίζει, ὡς μέχρι νῦν πολλὰ τιμώμενος ὑπ' Ἀχαιῶν οὐκ ἔτι ἔσται τίμιος φεύγων οὕτω. Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω "τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαιόλος Ἕκτωρ· Τυδείδη, πέρι μέν σε τίον Δαναοὶ ταχύπωλοι ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι, νῦν δέ σ' ἀτιμήσουσι. γυναικὸς ἄρ' ἀντετέτυξο. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο πύργων ἡμετέρων ἐπιβήσεαι οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσι. πάρος τοι δαίμονα δώσω".
(v. 162) Καὶ ὅρα κἀν τούτοις ὡς σμικροπρεπῆ τὰ τῶν ἡρώων γέρα, οἷον προεδρία καὶ κρέατα καὶ οἴνου πλήρη ποτήρια. Συντομώτατα δὲ νῦν ἔφρασε διὰ τὸ στενόν τε τοῦ καιροῦ καὶ διότι ἀλλαχοῦ σαφῶς ἡρμήνευκε. Τὸ δὲ "πλείοις δεπάεσσιν" εὐθεῖαν ἔχει τὸ πλεῖον, ὅ ἐστι πλῆρες, οὗ ἀρσενικὸν μὲν ὁ πλεῖος, θηλυκὸν δὲ ἡ πλείη, ὡς τὸ "πλείη μὲν γαῖα κακῶν". Ἁπλᾶ δὲ τούτων ὁ πλέος, ἤτοι γέμων, καὶ τὸ ἐξ αὐτοῦ πλέον. κοινὰ δὲ ταῦτα καὶ παλαιά. ὕστερον γάρ, ἤγουν μεθ' Ὅμηρον, ὁ πλέως, Ἀττικῶς κατὰ ἔκτασιν, καὶ τὸ πλέων ὁμοίως, ὅθεν ὁ ἔμπλεως καὶ τὸ ἔμπλεων, ὃ καὶ αὐτὸ ἡ ποίησις ἐνίπλειον λέγει καινότερον, ὡς τὸ "δῶμα ἐνίπλειον βιότοιο". Τὸ δὲ "ἀτιμῆσαι" ὅτι ἀτιμῶσαι λέγουσιν οἱ μεθ' Ὅμηρον, πολλαχοῦ δηλοῦται.
(v. 163) Τὸ δὲ "γυναικὸς ἀντετέτυξο" σκῶμμα μέν ἐστι δειλοῦ, κερτομεῖ δὲ ἀντὶ γυναικὸς γενέσθαι τὸν Διομήδην, ἤγουν ἶσον γυναικί. Καὶ ἔοικε τῷ "Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί", περὶ οὗ προγέγραπται γλαφυρώτερον. Ἐξ αὐτοῦ δὲ παρὰ Σοφοκλεῖ τὸ "γυναῖκες ἀντ' ἀνδρῶν", ἀντιστρόφως τῷ Ὁμηρικῷ.
(v. 164) Τὸ δὲ "ἔρρε κακὴ γλήνη" ῥηθήσεται μὲν πρὸς τὸν μηδὲ βλέπεσθαι ἄξιον, δηλοῖ δὲ τὸ "κακὴ θέα". Περὶ δὲ τούτου καὶ αὐτοῦ προγέγραπται τὸ ἀρκοῦν, ἔνθα ἐφάνη ὡς μεταληπτικῶς ἡ ἐνταῦθα γλήνη κόρην δηλοῖ, οὐ τὴν κατ' ὀφθαλμὸν ἁπλῶς, ἀλλὰ διὰ μέσης αὐτῆς γυναῖκα παρθενικήν, εἰς ὃ συλλαμβάνεταί τι καὶ τὸ "ἀντὶ γυναικὸς ἐτέτυξο".
(v. 163) Ἰστέον δὲ [553] καὶ ὅτι τὸ ἀντὶ γυναικὸς τετύχθαι ἴσως μὲν ἀνόμοιόν ἐστι πρὸς τὸ εἶδος ἀγητόν τινα εἶναι, ἴσως δὲ ὅμοιον, κατὰ τὸ "Ἀχαιοὶ εἶδος ἀγητοί".
(v. 164 s.) Τὸ δὲ "οὐκ εἴξαντος ἐμοῦ πύργων ἡμετέρων ἐπιβήσῃ" σεμνύνων ἑαυτὸν ὁ Ἕκτωρ φησίν, ὡς αὐτοῦ δὴ καὶ μόνου πολιουχοῦντος ἐν τοῖς Τρωσί.
(v. 165 s.) Τὸ δὲ "οὐδὲ γυναῖκας ἄξεις" δοκεῖ ἀστείως εἰρῆσθαι, ὡς μὴ δυνατὸν ὂν τὸν ἀντὶ γυναικὸς τετυγμένον γυναῖκας ἀριστέων εἰς αἰχμαλωσίας ἀπάγειν. Καὶ ἄλλως δέ, τὸν Πάριν πλαγίως ὑπερτίθησι τοῦ Διομήδους, ὡς ἐκείνου μὲν καὶ τὴν Ἑλένην καὶ ἄλλας ἐξ Ἑλλάδος ἀγαγόντος, τοῦ δὲ Διομήδους οὐ δυνησομένου τοιοῦτόν τι. [Ἴσως δὲ καὶ τοῦ Νέστορος ἐθέλει λεληθότως καθάψασθαι, οἷα μαθών, ὡς εἰκός, βουλεύσασθαί που τὸν γέροντα τοῖς Ἀχαιοῖς μὴ ἐθελήσειν αὐτοὺς οἴκοι νοστῆσαι πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι.]
(v. 166) Δαίμονα δὲ δώσειν φησί, κακὸν δηλαδή, λαβὼν τὸ κακὸν ἀπὸ κοινοῦ ἐκ τοῦ κακὴ γλήνη, μᾶλλον δὲ ἀφεὶς ἀναλόγως τῇ ἀπειλῇ νοηθῆναι τὴν λέξιν, μέσην καὶ αὐτὴν οὖσαν, καθὰ καὶ ἡ μοῖρα καὶ ἡ τύχη καὶ ὁ πότμος. Μέσως δέ πως εἴρηται τὸ δαίμονα, δηλοῦν οὐ μόνον θάνατον, ἀλλὰ καὶ ἑτεροίαν τινὰ τύχην. οὐ γὰρ οὕτως ἄφρων ὁ Ἕκτωρ, ὡς ἀποφαίνεσθαι περὶ τῶν μὴ ἐπ' αὐτῷ. [Ἐντεῦθεν δὲ ἴσως οἱ πολλοὶ τὸν θροήσαντά τινας ἐπὶ ἐκπλήξει δαίμονα δοῦναι τοῖς τεθαμβημένοις φασί.] Σημείωσαι δὲ ὅτι κατ' ἦθος θυμικὸν πλεονάζει ἐνταῦθα ὁ Ἕκτωρ τοῖς κατὰ κόμματα συχνὰ νοήμασιν.
(v. 169-171) Ὅτι ὀνειδίσαντος, ὡς ἐρρέθη, τοῦ Ἕκτορος, διάνδιχα μερμήριξε Διομήδης ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι, ἀχθόμενος, ὡς προείρηται, καὶ αἰδούμενος.
(v. 167 s.) "Τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, τρὶς δ' ἂρ ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην". καὶ οὕτω Διομήδης μὲν ἄπεισιν.
(v. 172-176) Ἕκτωρ δὲ τὴν ἐκ Διὸς γνοὺς ῥοπὴν ἄλλα τε λέγει ὀτρύνων τοὺς ὑπ' αὐτὸν εἰς μάχην καὶ τὸ "γινώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα".
(v. 17783) Εἶτα καὶ ἐπαρθεὶς τούς τε Ἀχαιοὺς ἐξουθενοῖ καὶ τοῦ τείχους καταλέγει καὶ ἀπειλεῖται εἰπὼν "νήπιοι, οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο, ἀβληχρά, οὐδενόσωρα· τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει, ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. ἀλλ' ὅτε δὴ ἐπὶ ναυσὶ γένωμαι, μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς Ἀργείους ἀτυζομένους περὶ καπνῷ", ἤγουν ὑπὸ καπνοῦ. Οὕτω μεγαλόφρων ὁ Ἕκτωρ καὶ θρασὺς καὶ φέρειν [554] μετρίως εὐτυχίαν οὐκ εἰδώς.
(v. 175 s.) Ὅρα δὲ ἐν τούτοις φανερῶς ἡρμηνευμένην τὴν καὶ ἀλλαχοῦ δηλωθεῖσαν κατάνευσιν τοῦ Διός. Ὡς γάρ που ἔφη ὁ Νέστωρ κατανεῦσαι τὸν ἀέρα Δία ἐναίσιμα σήματα φαίνοντα, οὕτω κἀνταῦθα Ζεὺς τοῖς Τρωσὶ σῆμα τίθησι μάχης, κτυπῶν ἄνωθεν καὶ οὕτω δηλῶν ἑτεροκλινῆ νίκην, ὃ δὴ κατανεῦσαι νίκην τὸν Δία φησί. Καὶ ἰδοὺ κατάνευσις καὶ νῦν Διὸς τὸ ἄνωθεν σῆμα, ὅπερ πῆμα τοῖς Ἀχαιοῖς ὁ ποιητὴς εἶναι ἀστείως φησίν, ἐν ἀρχῇ μὲν στίχου θέμενος τὸ σῆμα, ἄλλον δέ τινα στίχον περατώσας εἰς τὸ πῆμα. Ἐρεῖ δὲ καὶ μετ' ὀλίγα ὁ ποιητής, ὡς ἔνευσεν ὁ Ζεὺς λαὸν σόον εἶναι πέμψας αἰετόν, ὃν καὶ ὄρνιν ἐρεῖ ὡς σημαντικὸν μέλλοντος, καθὰ καὶ ἐν τοῖς ἑξῆς που φανήσεται.
(v. 168) Ἰστέον δὲ ὅτι τὸ μὲν ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι οὐκ ἔστι τελεία διασάφησις τοῦ διάνδιχα μερμηρίξαι. οὐ γὰρ εἶπεν ἢ ἵππους στρέψαι ἢ μαχέσασθαι ‑ ἀδιανόητον γὰρ στρέψαι ἵππους τὸν ἤδη στρέψαντα εἰς φυγήν ‑ , ἀλλ' ἕν τι δηλοῦσι ἀμφότερα, ἤγουν τὸ στραφῆναι καὶ ἀντιστῆναι τῷ διώκοντι. τὸ δέ γε ἕτερον μέρος τοῦ διάνδιχα, ὅπερ ἦν τὸ προτροπάδην φεύγειν ἀφιέντα τὸν Ἕκτορα κομπάζειν, σεσίγηκεν ὁ ποιητὴς καὶ ὡς δῆλον καὶ διὰ τὸ οὐκ εὔφημον καὶ διὰ συντομίαν.
(v. 169) Τὸ δὲ "μερμήριξε" καιρία ποιητικὴ λέξις ὂν ἐπιμονὴν κἀνταῦθα πεποίηκε.
(v. 170) Τὸ δὲ "ἀπ' Ἰδαίων ὀρέων ἔκτυπε" τοῦ ἐβρόντησέν ἐστι περίφρασις.
(v. 171) Ἐν δὲ τῷ "σῆμα τιθεὶς μάχης ἑτεραλκέα νίκην" τὸ μάχης δύναται καὶ εἰς τὸ σῆμα κεῖσθαι καὶ εἰς τὴν νίκην. ὀρθὸν γὰρ καὶ μάχης εἰπεῖν σῆμα καὶ μάχης ἑτεραλκέα νίκην.
(v. 177) Τὸ δὲ "νήπιοι" ὤφειλε μὲν κατὰ δοτικὴν φρασθῆναι ἀκολούθως τῷ "πῆμα Δαναοῖς", εἴρηται δὲ ὅμως καινότερον καὶ αὐτὸ κατ' εὐθεῖαν ἀποστατικῶς, ὡς ἀπὸ ἀρχῆς, ἵνα λέγῃ ὅτι νήπιοί εἰσιν οἱ Ἀχαιοί.
(v. 178) Ἀβληχρὰ δὲ τείχη τὰ ἀσθενῆ. καὶ κεῖται ἡ λέξις πολλαχοῦ, καὶ μάλιστα ἐπὶ σαρκῶν. Ἐν δὲ τοῖς Ἡροδώρου καὶ Ἀπίωνος φέρεται, ὅτι Ἡρακλείδης μὲν ὁ Μιλήσιος βαρύνει τὴν λέξιν, λέγων ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, καὶ ἐν συνθέσει ἄβληχρον ὡς ἄκακον. ἡ δὲ παράδοσις ὀξύνει. Βληχρὸν γὰρ τὸ ἀσθενές, ὡς Ἀλκαῖος "βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί", καὶ Νίκανδρος "βληχρὸν μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα". ἐν τούτῳ πλεονάσαν τὸ α φυλάσσει τὸν αὐτὸν τόνον, ὡς καὶ ἐν τῷ λαλητός ἀλαλητός, στεροπή ἀστεροπή.
[555] οὐκ ἐκεῖνο μέντοι διηνεκές, φασί, λέγομεν, ὅτι ὁ πλεονασμὸς τοῦ α φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδαμεν γὰρ τὸ γαῦρος ἄγαυρος, στάχυς ἄσταχυς. καὶ οὕτω μὲν περὶ τούτου αὐτοί. Τὸ δὲ "οὐδενόσωρα" προπαροξύνεται μὲν ὡς τὸ κυνόσουρα, δηλοῖ δὲ τὰ οὐδεμιᾶς ὤρας, ὅ ἐστι φροντίδος, ἄξια. Μένος δὲ ἁμὸν ἤθελε μὲν εἰπεῖν ἐμόν, μὴ ἔχων δὲ ποιῆσαι οὕτω διὰ τὸ μέτρον ἔθηκε τὸ ἁμόν ἀντὶ τοῦ ἡμέτερον, τρέψας τὸ ἰδικὸν εἰς τὸ κοινόν.
(v. 179) Τάφρος δὲ ὀρυκτὴ ἡ εὖ ὀρωρυγμένη, λείποντος τοῦ εὖ, ὡς καὶ ἐν ἄλλοις, ἢ πρὸς διαστολὴν τῶν μὴ ὀρυκτῶν, αἳ καὶ κυρίως λέγονται τάφροι ἀπὸ τοῦ ἔτραφον. οὗ ἐνεστὼς τρέφω, ὅθεν τράφος ἰδιωτικῶς, εἶτα καὶ τάρφος, τὸ δάσος, καὶ ὀρυκτὴ τάφρος κατὰ μετάθεσιν, ἡ ἔχουσα πόας τρέφειν δυναμένας διὰ τὸ χειμαρρῶδες τοῦ ῥωχμοῦ. Τινὲς μέντοι τὸ πρὸ τῶν τειχέων ὄρυγμα τάφρον καλεῖσθαί φασιν ἀπὸ τοῦ ἀφαιρεῖσθαί τι αὐτῆς ἀναγκαίως ἐν τῷ ὀρύσσεσθαι, ἵνα ᾖ ἄφαιρος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ τ τάφρος. Ἐνταῦθα δὲ πολὺ τὸ τοῦ Ἕκτορος ἀλαζονικόν, εἰ καὶ τὴν εὐρεῖαν τάφρον ὑπερθορεῖν τοὺς ἵππους θαρρεῖ, οὓς ἐν τοῖς ἑξῆς ἐπ' ἄκρῳ χείλει ἑστῶτας ἡ τάφρος ἀποδειδίσσεται.
(v. 181) Μνημοσύνη δὲ ἡ μνήμη, καὶ συντελεῖ τοῦτο εἰς ἀλληγορίαν τῆς τῶν Μουσῶν μητρός, Μνημοσύνης. Τὸ δὲ "πυρὸς δηΐου" διαστέλλει τὸ παρὸν πῦρ πρὸς τὰ λοιπὰ πυρά, ἐν οἷς καὶ τὸ θυτικὸν καὶ τὸ γαμήλιον καὶ τὸ ἐν θήραις καὶ τὸ φρυκτωρικόν.
(v. 182) Τὸ δὲ "πρήσω" ἐκ τοῦ πῦρ γίνεται, ἀφ' οὗ ἐμπυρίσω καὶ ἐν συγκοπῇ ἐμπρήσω, ἐν ἑτεροίᾳ γραφῇ καθ' ὁμοιότητα τοῦ διαχειρίσασθαι διαχρήσασθαι. [Σαφέστερον δὲ εἰπεῖν, ἐκ τοῦ πῦρ πυρός [556] γίνεται μετὰ τῆς εν προθέσεως ἐντελὲς τὸ ἐμπυρίζω, οὗ ὁ μέλλων ἐμπυρίσω. ἐκ δὲ τοῦ αὐτοῦ πυρός γίνεται καὶ περισπώμενον τὸ πυρῶ, καὶ ἐν συγκοπῇ πρῶ, οὗ μέλλων πρήσω διὰ τοῦ η ἐξ ἀνάγκης. ἐκ δὲ τοῦ εἰρημένου πρῶ παραγώγως μὲν τὸ πρήθω, ἐν δὲ ἀναδιπλασιασμῷ καὶ ἐνθέσει τοῦ ν πιμπρῶ, τὸ καίω. καὶ τοῦτο μὲν τοιοῦτον. Ἐκ δὲ τοῦ χείρ χειρός γίνεται ὁμοίως καὶ τὸ διαχειρίζω κατὰ ἐντέλειαν, ὅθεν τὸ διαχειρίσασθαι, καὶ τὸ διαχρῶ, ἀφ' οὗ τὸ διαχρήσασθαι. καὶ ἰδοὺ συγκοπαὶ αὗται ἀλλάξασαι πρωτοτύπους συζυγίας.] Εἰ δέ τις ἐνταῦθα ἐνθυμηθῇ καὶ τὸ ἀόργητος καὶ ἀοργησία, τὰ ἐκ τοῦ ὀργίζω γινόμενα, ἔχοι ἄν τι καὶ τοῦτο παρασημειώσεως ὁμοίας ἄξιον, [πλὴν ὅσον οὐ συγκοπὴ ἐνταῦθα ἐποίησεν ἀλλαγὴν συζυγίας, ἀλλὰ σύνθεσις. τὸ μὲν γὰρ ἁπλοῦν ὀργίζω βαρυτόνως, τὸ δὲ ἀπ' αὐτοῦ σύνθετον δοκεῖ ἀοργῶ εἶναι καὶ ἀπ' αὐτοῦ παρῆχθαι, ὥσπερ τὸν ἀόργητον, οὕτω καὶ τὴν ἀοργησίαν. Τοιοῦτον δέ τι γίνεται καὶ ἐπὶ τοῦ χειρίζω, ἐγχειρῶ, καὶ σκοτίζω, ἐπισκοτῶ, καὶ κακίζω, ἐκκακῶ.] Ἰστέον δὲ καὶ ὅτι παρὰ Ἡροδότῳ πυρῶσαι κεῖται τὸ ἐμπρῆσαι ἐν τῷ "πυρώσω τὰς Ἀθήνας". [Κεῖται δὲ ἡ λέξις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "ἀμφικίονας ναοὺς πυρώσων ἦλθεν", ἤγουν καύσων. Ἔνθα ναοὶ ἀμφικίονες ἐρρέθησαν οἱ, ὡς καὶ μέχρι νῦν ἐνιαχοῦ φαίνεται, κύκλῳ ὑπὸ κιόνων περιεχόμενοι, ταὐτὸν δ' εἰπεῖν, κυκληδόν, ὃ κεῖται παρὰ τοῖς παλαιοῖς.]
(v. 184-197) Ὅτι ἐνθουσιῶν οἷον ὁ Ἕκτωρ ἐφ' οἷς ἄρτι ἐθάρρησεν, ἢ καὶ ἀφελῶς λαλῶν, ἐγκελεύεται τοῖς ἵπποις ὡς εἴπερ ἦσαν λογικοὶ "Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε, νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος, ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγει, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβωμεν [557] ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπ' ὤμοιϊν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐλποίμην ἂν Ἀχαιοὺς αὐτονυχεὶ νηῶν ἐπιβησέμεν ὠκειάων". Τοιαῦτα καὶ ταῦτα τὰ τοῦ Ἕκτορος οὐ μακρὰν εὐηθείας εἰρημένα, οἷς ὡς πρὸς νοοῦντας τοὺς ἵππους λαλῶν τροφεῖά τε ἀπαιτεῖ ‑ Τοῦτο γὰρ δηλοῖ τὸ τὴν κομιδὴν ἀποτίνειν. ‑ , καὶ κοινοῦται τὸ ἀριστεῖον αὐτοῖς ἐν τῷ "ὅπως λάβωμεν ἀσπίδα καὶ θώρακα".
(v. 185) Τῶν δὲ παλαιῶν οἱ μὲν τὰς τέσσαρας τῶν ἵππων κλητικὰς μίσγοντες εἰς δύο συναλείφουσι συζυγίας καὶ ξυνωρίδας ποιοῦσιν ἵππων, δύο νοοῦντες ὀνόματα ἐπίθετα, κείμενα δυσὶν ὀνόμασιν ἵππων κυρίοις, οἷον λόγου χάριν "Ξάνθε τε καὶ σὺ Λάμπε, πόδαργε καὶ αἴθων, τουτέστι ταχύτατε καὶ πυρρέ. Χρῶνται δὲ πρὸς ἀπόδειξιν καὶ τῷ "ἀποτίνετον" δυϊκῷ ῥήματι καὶ τῷ "ἐφομαρτεῖτον καὶ σπεύδετον". Ὡς ἐπὶ συνωρίδος γάρ, φασί, κεῖνται τὰ τοιαῦτα δυϊκά. Λέγουσι δὲ καὶ οὐδὲ τεθρίππου χρῆσιν εἶναι τοτὲ τοῖς ἥρωσιν, ἀλλὰ ξυνωρίσι χρᾶσθαι πάντας, καί που καὶ παρῃόρῳ ἑνί, ὡς ἐφάνη ἐπὶ Νέστορος. Ἔτι δέ φασιν ὡς, εἴπερ ἦν τέθριππον, καὶ δύο ἂν εἶχε ῥυμούς, ὡς Αἰσχύλος φησίν "ἐν διρρυμίᾳ πῶλοι". καὶ οὕτω μέν τινες. Ἕτεροι δέ, ὡς καὶ προερρέθη, τεθρίππῳ νοοῦσι τὸν Ἕκτορα χρήσασθαι ἐπὶ καταπλήξει τῶν Ἀχαιῶν, ἐπαρθέντα τοῖς τέρασι καὶ παραδόξως ὑπὲρ τοὺς ἄλλους φιλοτιμούμενον. διὸ καὶ δευτέρῳ παρῃόρῳ πλείονι τῶν συνήθων τριῶν προσχρήσασθαι. Ὅθεν, φασί, [558] καὶ Ὅμηρος θρασὺν ἡνίοχον φθάσας προσεῖπεν αὐτόν. Οἱ δὲ ταῦτα εἰπόντες καὶ ἕκαστον τῶν ἐνταῦθα ὀνομάτων ὡς κύριον ἵππου τιθέασι· τὸ Ξάνθε, τὸ Πόδαργε, τὸ Αἴθων, τὸ Λάμπε, ὧν τὰ τρία μὲν ἀπὸ χροιᾶς, τὸ δὲ ἓν τυχὸν μὲν ὁμοίως καὶ αὐτὸ διὰ τὴν ἐν ποσὶ λευκότητα, ἴσως δὲ ἀπὸ ταχυτῆτος ποδῶν. Οἱ δ' αὐτοί φασι καί, ὡς ψυχρόν ἐστι νοεῖν ἐπίθετα μὲν τὰ δύο, τὰ δὲ λοιπὰ κύρια, ἐπεὶ κατὰ Ἡρόδωρον καὶ Ἀπίωνα οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπ' ἀλλήλων. κύρια γὰρ πρὸς ἐπίθετα οὐδέποτε συνδεῖται. Οὐδεὶς γὰρ εἰπεῖν θέλων Ἀχιλλεὺς ποδώκης καὶ Αἴας βουγάϊος συνδήσει τὸν λόγον οὕτως· Ἀχιλλεύς τε καὶ ποδώκης καὶ Αἴας βουγάϊός τε. Ἐκεῖνοι δὲ καὶ τὸ ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ σπεύδετον οὐ πρὸς ξυνωρίδα νοοῦσιν, ἀλλὰ πρὸς δύο συστήματα, ἤγουν πρὸς τὴν δεξιὰν συζυγίαν καὶ τὴν ἐξ ἀριστερῶν, ἢ πρὸς τὴν τῶν ζυγίων σύστασιν, ἤγουν τῶν ζυγοφόρων, καὶ πρὸς τοὺς δύο παρῃόρους. Ἄλλοι δὲ παρασημειοῦνται καὶ ὅτι ὀνόματα Τρωϊκῶν ἵππων οὐ παραδέδωκεν ὁ ποιητὴς καὶ ὅτι τὰ ἐνταῦθα ὀνόματα ἐξ ἄλλων συμπεφόρηται. Ξάνθος μὲν γὰρ Ἀχιλλέως, Πόδαργος δὲ Μενελάου, Αἴθων δὲ παρὰ τὴν Ἀγαμεμνονέην Αἴθην πέπλασται, ὁ δὲ Λάμπος τῆς Ἠοῦς ἐστιν ἵππος. Καὶ ὅλως πολλὴ σπουδὴ τοῖς τοιούτοις ἀθετῆσαι τὰ Ὁμηρικὰ ἔπη ταῦτα, ὡς καὶ ἑξῆς εἰρήσεται. Ἰστέον δὲ ὅτι, εἰ καὶ μὴ τετρώρῳ ποιεῖ Ὅμηρος χρωμένους τοὺς ἥρωας, ἀλλ' αὐτὸς ἐν Ὀδυσσείᾳ οἶδε τετρώρου χρῆσιν, ἔνθα νῆα Φαιακικὴν θέειν φησίν, ὡς ἐν πεδίῳ τετράορες ἵπποι. ἀπὸ γὰρ τοῦ τετράορες τέτρωρον δηλοῦται. Ἡρόδοτος δὲ λέγει καὶ ὅτι τέσσαρας ἵππους ζευγνύναι παρὰ Λιβύων Ἕλληνες μεμαθήκασι. καὶ ἐν τούτοις μὲν τὰ κατὰ τοὺς Ἑκτορέους ἵππους.
(v. 186) Τὸ δὲ "κομιδὴν ἀποτίνειν", ὅ ἐστιν ἐπιμέλειαν, ὅμοιόν ἐστι τῷ "θρέπτρ' ἀποδιδόναι", ὅ ἐστι τροφεῖα. Ἐκεῖνο μέντοι ἐπ' ἀνθρώπων. τοκεῦσι γὰρ φίλοις θρέπτρα καὶ ὀφείλεται καὶ ἀποτίνεται. Τὸ δὲ "μάλα πολλήν" ἀκοστεῖν καὶ τοὺς Ἕκτορος ἵππους δηλοῖ.
(v. 187) Ἀγαθοῦ δὲ καὶ ἁπλοῦ ἤθους ἐν τοιούτῳ καιρῷ ἐπαινεῖν ἄνδρα φίλον, [ὁποῖος τῷ Ἕκτορι ὁ ἐνταῦθα μνημονευθεὶς μεγαλήτωρ Ἠετίων.]
(v. 188-190). Τὸ δὲ "ὑμῖν προτέροις [559] πυρὸν παρέθηκεν οἶνόν τε" καὶ ἑξῆς, οἱ μὲν οὕτω καθιστῶσιν ἐν ὑπερβατῷ σχήματι· ὑμῖν παρὰ προτέροις ἔθηκε καί, ὡς ἀλλαχοῦ φησιν, ἔβαλε τὴν ἀνωτέρω λεχθεῖσαν κομιδήν, ἤπερ ἐμοὶ μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγει, ὁ ἐμὸς δηλαδή. Ἄλλως γάρ, φασίν, ἀδιανόητον τὸ μὴ οὕτω νοούμενον. ἵπποις γὰρ οὔτε πυρὸς παρατίθεται οὔτε κιρνᾶται οἶνος. Καὶ οὕτω μέν τινές φασιν, εἰ καὶ μὴ εὐσυντάκτως, ἀλλ' οὖν συνήθως καὶ ἀνθρωπίνως. Ἕτεροι δὲ καὶ τὸ "πυρὸν παρέβαλε" καὶ τὸ "οἶνον ἐνεκέρασε" τοῖς ἵπποις προσαρμόττουσι διὰ τὸ τῇ συντάξει εὐθὺ καὶ ἀπερίεργον καὶ ἀνυπέρβατον καὶ τῇ ὀρθῇ φράσει κατάλληλον. Τὸ γὰρ ἐπὶ Ἕκτορος αὐτὰ νοεῖν ὀρθὸν μέν ἐστι τῷ νοήματι, στρεβλὸν δὲ τῇ συντάξει καὶ οὐ σύνηθες Ὁμήρῳ. Εἰ δέ τις λέγει μὴ ἵππων εἶναι τὸ οἰνοποτεῖν ἢ πυροφαγεῖν, εἰς μὲν τὸ ἓν πλατέως ψεύδεται. πολλοὶ γὰρ τῶν ἵππων οὐ μόνον κριθοφαγοῦσι καὶ ὀλύρας ἐρέπτονται, ταῦτα δὴ τὰ συνήθη, ἀλλὰ καὶ πυροὺς καὶ ἄλλα τῶν σπορίμων προσιέμενοι τρέφονται, οὓς ὁ συνεθισμὸς καὶ ἀρτοφαγεῖν προκαλεῖται, ἤδη δέ που ἐθιζομένους καὶ εἰς κρεῶν ἐνάγει βορὰν καὶ αὐτῶν ὠμῶν, ὡς μηκέτι ἀπίθανον εἶναι τοὺς τοῦ Θρᾳκὸς Διομήδους ἵππους ἀνθρωποφαγεῖν. Εἰς δὲ τὸ μὴ οἰνοποτεῖν τοὺς ἵππους τὰ μὲν ὡς ἐπὶ πολὺ φαινόμενα συμφωνεῖ, ἡ δὲ τοῦ γίνεσθαι δύναμις ἐὰν εὐοδωθῇ πρὸς συνήθειαν, οὐκ ἂν οὐδὲ τοῦ τοιούτου συνεθισμοῦ ἀπείρξῃ τοὺς ἵππους. καὶ ὦπται καὶ τοῦτο οὐκ εἰς πλάτος μέντοι πραχθέν. Οὔκουν ἀδύνατον τὴν καὶ φίλανδρον καὶ φίλιππον Ἀνδρομάχην προσιτὸν ποιῆσαι τοῖς ἵπποις κατά τι μέτριον κρᾶμα τὸν οἶνον ἀφελέστερον καὶ οἷον εὐηθέστερον ἱπποκομοῦσαν, καὶ τοῦτο οὐκ ἀεί, ἀλλ' ὅτε αὐτῇ θυμὸς ἀνώγει, ὃς πολλοὺς πρὸς οὐδὲν ἀναγκαῖον φιλοῦντας τὸ ζῷον πείθει παραμιγνύειν [560] καί τι μελιτόεν τῷ ὕδατι, κολακεύοντας οὕτω τὸ ἄλογον. Ὅλως οὖν ἀμφίβολος καὶ ἡ ἔννοια αὕτη διὰ τὸ ἐπὶ μὲν ἵππων νοηθῆναι τὸ πυροφαγεῖν καὶ οἰνοποτεῖν ἀπεμφαῖνον δοκεῖν εἶναι καὶ γελοῖον ‑ Διὸ καὶ ἠθετοῦντο οἱ στίχοι παρά τινων. ‑ , ἐπὶ δὲ Ἕκτορος αὐτὰ οὐκ εὖ ἔχειν διὰ τὸ τῆς συντάξεως ἀγκύλον καὶ οὐκ εὐσύνθετον. Καὶ ἔστιν ἀστείως ἐνταῦθα εἰπεῖν ἐπί τε τῇ στρεβλώσει τοῦ τοιούτου νοήματος καὶ τῇ κατὰ τοὺς ἵππους αὖθις ἀμφιβολίᾳ, ὡς ἄρα ὁ Ὁμηρικὸς Ἕκτωρ οὐ μόνον τοῖς Ἕλλησι τότε παρέσχε πράγματα οἷς ἐποίει, ἀλλὰ καὶ γραμματικῶν παισὶν ὕστερον, οἷς οὐκ εὐκρινῶς ἐνταῦθα λαλεῖ. Εἰ δέ τις εἴποι τὸν ποιητὴν ἐπίτηδες νῦν τῷ Ἕκτορι περιθεῖναι κακοσύνθετον λόγου σύνταξιν, μιμούμενον τὴν ἐκείνου περὶ τὴν μάχην θερμότητα ἢ καὶ τὴν ταραχήν, δι' ἣν οὐκ ἔσχεν ἐπιμεληθῆναι τῆς φράσεως, ἀκούσοι ἂν ὅτι καὶ τοῦ τὴν πυροφαγίαν καὶ οἰνοποσίαν τοῖς ἵπποις προσνεῖμαι τὸ αὐτὸ αἴτιον. διὰ γὰρ σπουδὴν ἐξεκρούσθη τοῦ ὀρθοῦ νοήματος καὶ τὰ ἑαυτοῦ τοῖς ἵπποις προσήρμοσεν. Ἔχοι δ' ἂν ἐντεῦθεν ἀπολογίαν καὶ ἡ κατὰ τοὺς ἵππους ἀσάφεια, οἷα τοῦ ποιητοῦ μὴ καθ' ἑαυτὸν ἀεὶ φράζοντος, ἀλλὰ καὶ κατὰ προσώπων ἔστιν οὗ μίμησιν.
(v. 187) Ἰστέον δὲ ὅτι γυναικείαν διακονίαν ὁμοίαν τινὰ τῇ κατὰ τὴν Ἀνδρομάχην καὶ Ἡρόδοτος ἱστορεῖ, ἐν οἷς φησιν, ὅτι γυνή τις, ἐπεὶ ἀφίκετο ἐπὶ τὸν ποταμόν, ἦρδε τὸν ἵππον, ὅ ἐστιν ἐπότιζεν, ἀφ' οὗ ἀρδάνιον παρὰ Αἰλίῳ Διονυσίῳ τὸ ἀπὸ τοῦ πυθμένος τοῦ κεραμείου ἕως τῆς γαστρός, ἐν ᾧ ἄρδουσι θρέμματα. Παυσανίας δέ φησιν, ὅτι ἀρδάνια κεράμων γάστραι ἀπὸ τοῦ ἄρδειν τὰ βοσκήματα. προετίθεντο δέ, φησί, τῶν θυρῶν. Εἰ δὲ καὶ ὁ ἄρδαλος καὶ τὸ ἀρδαλῶσαι καὶ ἡ ἀρδαλία ἐκ τοῦ τοιούτου γίνεται ῥήματος, οὐκ ἔστι σταθερῶς ἐπικρῖναι. Τέως δὲ κατὰ Παυσανίαν [561] Φερεκράτης ποιεῖ τινα ἐκμασσόμενον ἀπὸ πυρετοῦ, λέγοντα "τὸν ἱδρῶτα καὶ τὴν ἀρδαλίαν ἀπ' ἐμοῦ σπόγγισον". Τὸ μέντοι ἄρδην ἐπίρρημα οὐκ ἂν οὐδ' αὐτὸ παραγάγοι τινά, ὡς ἐκ τοῦ ἄρδω γίνεται, ἀλλὰ μάλιστα ἐκ τοῦ αἴρειν, ὥσπερ ἐκ τοῦ ἀείρειν γίνεται τὸ ἀέρδην. Ἔστι γάρ, φασί, τὸ ἄρδην ἀντὶ τοῦ φοράδην. Εὐριπίδης Ἀλκήστιδι "νέκυν ἤδη πρόσπολοι φέρουσιν ἄρδην ἐς τάφον τε καὶ πυράν".
(v. 188) Ἔτι ἰστέον καὶ ὅτι τινὲς μὲν τὸ "μελίφρονα πυρόν" ἐπὶ σίτου νοοῦντές φασι δι' αὐτοῦ ἄρτον σημαίνεσθαι τὸν ἐξ ἀποτελέσματος ἢ τοῖς ἵπποις ἢ τῷ Ἕκτορι παρατιθέμενον. Τινὲς δὲ εἶδος ἀντὶ εἴδους λαβόντες, ὃ μάλιστα δι' ἀσάφειαν πλεονάζει παρὰ Λυκόφρονι, κριθὴν ἐνόησαν τὸν πυρὸν καὶ ἐπὶ μόνων ἵππων τὴν λέξιν συνεβίβασαν. Παρὰ μέντοι τῷ Γεωγράφῳ δοκεῖ διαφορά τις εἶναι σίτου καὶ πυροῦ, ἔνθα λέγει γίνεσθαι ἐν Ἰνδίᾳ σῖτον αὐτοφυῆ ἐοικότα πυρῷ. Πιθανὸν δὲ νοῆσαι νῦν τὸν πυρὸν ἐπὶ σίτου, ὃν μελίφρονα λέγει, καθά που καὶ τὸν οἶνον. ἀκόλουθον γὰρ τῇ δι' οἴνου ἱπποκομούσῃ καὶ δι' ἄρτου τρέφειν συζυγοῦντος τῷ οἴνῳ.
(v. 189) Τὸ δὲ κερᾶν ἀπὸ τοῦ κέρατος εἴληπται. Οἱ γὰρ παλαιοὶ πρὸ τῆς τῶν ποτηρίων χρήσεως κέρασιν ἐχρῶντο ἀντὶ ἐκπωμάτων, ὡς ἐξ ἄλλων τε δῆλον καὶ τοῦ Ξενοφῶντος λέγοντος "κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο", καὶ "φέρων τὸ κέρας ὁ οἰνοχόος ἧκε", καὶ "λαβὼν κέρας μεστὸν εἶπε· προπίνω σοι", καὶ "ἀναστὰς συνεξέπιε καὶ συγκατεδάσατο μετ' αὐτοῦ τὸ [562] κέρας".
(v. 190) Θαλερὸς δὲ πόσις ὁ ἐκ παρθενίας ἀνὴρ καὶ ἐκ νεότητος κατὰ τοὺς παλαιούς, ὥσπερ καὶ κουριδίη ἄλοχος ἡ ἐξ ἔτι κόρης.
(v. 191) Ἐφομαρτεῖν δὲ ἐνταῦθα τὸ διωκτικῶς ἐπακολουθεῖν.
(v. 192-195) Ἐν δὲ τῷ Νεστορέην ἀσπίδα καὶ Διομήδεος θώρηκα, ὃς εἰκότως ἡφαιστότευκτος λέγεται, [καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καμάτῳ κατασκευασθεὶς διὰ τό, ὡς εἰκός, φιλοτεχνηθῆναι μετ' ἐπιμελείας πολυπόνου,] τὸ σχῆμα, ὡς οἱ παλαιοί φασιν, ἀλληγορία. Ὁπλίτας γὰρ θέλων εἰπεῖν λαλεῖ ὅπλα. Πάντως γὰρ οὐ διὰ τὴν ἀσπίδα τοῦ συνετωτάτου Νέστορος καὶ τὸν θώρακα τοῦ ἀνδρείου Διομήδους ἐπιβήσονται νηῶν αὐτῇ τῇ νυκτὶ καὶ φεύξονται Ἀχαιοί, ἀλλὰ διὰ τοὺς ἔχοντας αὐτά, οὓς ἀνελὼν Ἕκτωρ τούς τε Ἕλληνας καιριώτατα βλάψει καὶ τὰ ἔναρα λήψεται.
(v. 196 s.) Καὶ ὅρα ὅτι, καθὰ πρὸ βραχέων ἑαυτῷ ἐλογίσατο τῆς Τροίας τὸ πᾶν ὁ Ἕκτωρ, ἔνθα εἴξαντος αὐτοῦ ἔφη πύργων ἐπιβήσεσθαι τὸν Διομήδην, οὕτως ἐνταῦθα τῷ Νέστορι καὶ τῷ Διομήδει ἐγκεῖσθαι λέγει τὴν τῶν Ἀχαιῶν σύστασιν, εἴπερ αὐτῶν ἁλόντων ἐκεῖνοι φεύξονται. Ἔτι ὅρα ὡς καὶ γέρων ὢν ὁ Νέστωρ ὅμως ἄριστα ὥπλιστο, ἀσπίδα ἔχων οὕτως ἐπίσημον.
(v. 192) Τὸ δὲ "κλέος οὐρανὸν ἵκει" ὠφέλησε τὸν Ἡρόδοτον εἰπεῖν τῷ τοῦ Διὸς αἰθέρι ὁμορέουσαν.
(v. 193) Κανόνας δὲ λέγει, ὥς φασιν οἱ παλαιοί, ῥάβδους τινάς, [563] ἀναφορέας τῆς ἀσπίδος, τορευτοὺς ἴσως ὄντας καί, ὡς εἰπεῖν, κανονωτούς. Οὔπω γὰρ ἐπενοήθησαν οἱ νῦν ἐξ ἱμάντων πόρπακες, ἤγουν τὰ ὄχανα, δι' ὧν αἱ ἀσπίδες ἔχονται καὶ ἀναβαστάζονται. Φασὶ γὰρ αὐτοὺς Καρῶν ἐπινοήματα εἶναι, ὡς Ἀνακρέων "Καριοεργέος ὀχάνοιο". Σημείωσαι δὲ ὅτι τὸ τῆς ῥηθείσης χρυσονώτου ἀσπίδος παράσημον εἰς τὴν τοῦ γέροντος ἀλληγοροῦσί τινες πολυτίμητον φρόνησιν καὶ εἰς τοὺς παρ' ἐκείνῳ μεθοδικοὺς κανόνας, ὧν εἰ στερηθῶσιν Ἀχαιοί, μεγάλα βλαβήσονται.
(v. 195) Σημείωσαι δὲ καὶ τὴν ἐπὶ τῷ θώρακι τοῦ Νέστορος ποιητικὴν μέθοδον. Πάνυ γὰρ σεμνύνας Ὅμηρος τὴν αὐτοῦ ἀσπίδα τὸν θώρακα ἠρκέσθη πρὸς ἑτεροῖον σέμνωμα Ἡφαίστου ἔργον εἰπεῖν, καὶ οὕτως ὑποκρουσάμενος δύνασθαι καὶ αὐτὸν εἰς πλάτος σεμνολογῆσαι, ὅμως ἀφῆκε πλεῖον εἰπεῖν τι ὡς μὴ ἔχων καιρόν.
(v. 197) Τὸ δὲ "αὐτονυχεί" ἐν τοῖς Ἀπίωνος μὲν καὶ Ἡροδώρου διὰ τοῦ ι γράφεται, ἄλλοι δὲ διὰ διφθόγγου αὐτὸ ἔγραψαν. Τὸ δὲ "νηῶν ἐπιβησέμεν" χρήσιμον ἐν τοῖς πρὸ τούτων εἰς τὸ "κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν". Εὐλαβῶς δὲ εἶπεν Ἕκτωρ τὸ νηῶν ἐπιβησέμεν, ἤγουν εἰς νῆας ἀναβιβάσαι, οἷα μὴ θαρρῶν καὶ εἰς φυγὴν πλείω τοὺς Ἀχαιοὺς κινῆσαι.
(v. 198 s.) Ὅτι ἐφ' οἷς Ἕκτωρ ἀλαζονευόμενος εὔχεται "νεμέσησε πότνια Ἥρη. σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον". Δῆλον δὲ ὡς ἀγανακτεῖ ἡ τοῦ μύθου Ἥρα τὴν ἄγαν προθυμίαν μισοῦσα τοῦ Ἕκτορος κατὰ τὸ "μισεῖ θεὸς γὰρ τὰς ἄγαν προθυμίας". Τὸ δὲ "ἐλέλιξε" διὰ τῶν ὑγρῶν ἀμεταβόλων, ἤγουν τῶν δύο λάμβδα, τὴν τοῦ οὐρανοῦ ταχεῖαν καὶ ἄπονον κἀνταῦθα ἐδήλωσε κίνησιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. Ἔστι δὲ τὸ λεχθὲν ὡς οἷον προαναφώνησις τοῦ ἐθελήσειν ἂν τὴν Ἥραν κακόν τι διαθέσθαι [564] τοὺς Τρῶας, ἐφ' οἷς δρῶσι τοὺς Ἀχαιούς.
(v. 201) Ὅτι Ἐννοσίγαιος μὲν διὰ δύο νῦ κατὰ πλεονασμὸν ἀεί, ὡς ἂν ἀπαρτίζῃ ἀναγκαίως ἐξ ἀρχῆς δάκτυλον, οἷον "ὢ πόποι, Ἐννοσίγαι' εὐρυσθενές", Ἐνοσίχθων δὲ δι' ἑνός. Δηλοῦσι δὲ ἄμφω τὸν ἐνόθοντα, ἤτοι σεισμοῖς κινοῦντα, τὴν γῆν. Ὡς δὲ ταὐτὸν ἐννοσίγαιον εἰπεῖν καὶ ἐνοσίχθονα καὶ σεισίχθονα καὶ γακίναν, δηλοῦται καὶ ἀλλαχοῦ. Λέγοιντο δ' ἂν τοιοῦτοι τροπικῶς καὶ οἱ ἔθνος ἢ πόλεις ταράσσοντες ἢ ὅλως λαόν τινα.
(v. 200) Τὸν δὲ Ποσειδῶνα καὶ μέγαν θεὸν ἐνταῦθα ἡ Ἥρα προσφωνεῖ διὰ τὸ κατ' αὐτὸν πρεσβεῖον μυθικῶς τε καὶ ἀλληγορικῶς. [Εἰ δὲ Ποσειδῶν Ποτειδὰν παρὰ Δωριεῦσι λέγεται κατὰ τὸ Ἀλκμάν, οὐδὲν τούτου μέλον τοῖς ἰωνίζουσι.]
(v. 201 s.) Ὅτι σκληρῷ ἀνθρώπῳ προσρηθήσεται τὸ "οὐδέ σοί περ ὀλλυμένων τῶν δεῖνα ὀλοφύρεται ἐν φρεσὶ θυμός;" Ἥρα δὲ πρὸς Ποσειδῶνα καὶ τοῦτό φησιν ἐρεθίζουσα καθ' Ἕκτορος ὑπὲρ Ἀχαιῶν, ὃν καὶ εὐρυσθενῆ ἔφη διὰ τὸ ἐνδύναμον τοῦ στοιχειακοῦ ὕδατος, καθὸ καὶ Ἐννοσίγαιος ὁ αὐτός, ὡς προσεχῶς ἐρρέθη, συμβαλλομένης αὐτῷ πρὸς τοῦτο καὶ τῆς εἰς ἀέρα ἀλληγορουμένης Ἥρας. διὸ καὶ προσφυῶς φιλιοῦται κατὰ τὸν μῦθον αὐτῷ πολλαχοῦ.
(v. 203) Ὅτι Ἑλίκη μὲν τόπος περὶ Πελοπόννησον, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, Αἰγαὶ δὲ περὶ Εὔβοιαν, ἀφ' ὧν δοκεῖ καὶ πέλαγος Αἰγαῖον παρονομασθῆναι. διαφερόντως δ' αὐτόθι Ποσειδῶν ἐτιμᾶτο.
(v. 203 s.) Διό φησι Ἥρα τῷ Ποσειδῶνι προκαλουμένη αὐτὸν ἀμείψασθαι βοηθητικῶς τοὺς καὶ ἐκεῖθεν Ἀχαιοὺς τὸ "οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσι πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην", ἤγουν θέλε νικήσαντας αὐτοὺς περιγενέσθαι τῶν Τρώων. Καὶ ὅρα τὴν ἐπίτασιν. οὐ γὰρ δῶρα εἶπεν ἁπλῶς, ἀλλὰ καὶ πολλὰ καὶ χαρίεντα, ὡς ἂν καταιδέσῃ τὸν λαβόντα καὶ πείσῃ ἀμείψασθαι. Εἰσὶ δὲ καὶ ἕτεραι Αἰγαί, ὡς ἱστοροῦσιν οἱ [565] παλαιοί. ὁ μέντοι Γεωγράφος φησίν, ὅτι ὁμώνυμοι ταῖς Ἀχαϊκαῖς Αἰγαῖς αἱ ἐν Εὐβοίᾳ. καὶ τὴν μὲν Ἀχαϊκὴν δηλοῖ Ὅμηρος ἐν τῷ "οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσιν". ὅταν δὲ φῇ "Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης", τὰς ἐν Εὐβοίᾳ λέγει, ἀφ' ὧν εἰκός, φησί, καὶ τὸ πέλαγος Αἰγαῖον κληθῆναι. Ὥστε κατὰ τὸν Γεωγράφον Αἰγάς ἐνταῦθα οὐ τὰς ἐν Εὐβοίᾳ νοητέον, ἀλλὰ τὰς Ἀχαϊκάς, ὧν τοῖς ἐποίκοις ὀφειλέτης βοηθεῖν ὁ Ποσειδῶν. Τὸ δὲ ἀνάγουσιν ἀντὶ τοῦ ἁπλῶς ἄγουσι. καὶ κεῖνται καὶ ἐν Ὀδυσσείᾳ πολλαχοῦ τοιαῦται λέξεις. Ὅτι δὲ δυσωποῦσι τοὺς τοῦ μύθου θεοὺς εἰς ἄμυναν αἱ θυσίαι κατὰ τὸ "δῶρα καὶ θεοὺς πείθει", πολλαχοῦ δηλοῦται.
(v. 205) Ὅτι ἀναιδὴς μὲν κἀνταῦθα συνήθως ἡ Ἥρα, εὐλαβὴς δὲ ὁ Ποσειδῶν, ὃς καὶ κωλύει αὐτὴν θρασύνεσθαι κατὰ Διός, παιδεύοντος τοῦ ποιητοῦ ἓν μέν, μὴ χρῆναι ἁπλῶς κατὰ ἀρχόντων θρασύνεσθαι, ἕτερον δέ, μὴ κατεπαίρεσθαι γυναῖκα ἀνδρός, καὶ τρίτον, σωφρονίζεσθαι τοὺς ἀφελεστέρους ὑπὸ τῶν κρειττόνων.
(v. 205-207) Ἡ μὲν οὖν Ἥρα ἐθέλει τοὺς τῶν Δαναῶν ἀρωγοὺς θεοὺς ἀντιστῆναι τῷ Διῒ εἰποῦσα "εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοῖσι ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν', αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ", τουτέστι μονάζοι ἂν ἐκεῖ ὡς μηδένα ἔχων ἐπιστρεφόμενον αὐτοῦ. Καὶ οὕτω μὲν ἡ Ἥρα, θρασεῖα καὶ νῦν οὖσα καὶ τὰς τοῦ Διὸς ἀπειλὰς ἐκβαλοῦσα τῆς μνήμης.
(v. 208-211) Ποσειδῶν δὲ μεμφόμενος, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ μέγα ὀχθήσας, φησὶν "Ἥρη ἁπτοεπές, ποῖον τὸν μῦθον ἔειπες; οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διῒ μάχεσθαι ἡμέας τοὺς ἄλλους, ἐπειῆ πολὺ φέρτερός ἐστι". Τοῦτο δὲ καὶ πᾶς εἴποι ἂν ὁ κατὰ μεγάλου προσώπου ἔκ τινος οὐχ' ὁμοίου ἀκούσας λόγον θρασύν, ἀλλάξας μόνον τὸ ὄνομα τῆς Ἥρας καὶ τοῦ Διός.
(v. 208) Ἰστέον δὲ ὡς τὸ ὀχθῆσαι, ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται, Ὅμηρος μὲν διὰ τοῦ η γράφει, εὕρηται δὲ καὶ διὰ τοῦ ι, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. Χρῆσις δὲ αὐτοῦ καὶ παρὰ Ὀππιανῷ ἐν τῷ "ὀχθίζων σφακέλῳ".
(v. 209) Τὸ δὲ "ἁπτοεπές" ἢ δασύνεται καὶ δηλοῖ τὴν καθαπτομένην ἐν ἔπεσι καὶ ὑβριστικήν ‑ ὅθεν ἡ συρφετώδης ἴσως ὑπολείξασα γλῶσσά φησιν ἁψοὺς [566] τοὺς ἐν λόγῳ θρασεῖς ‑ , ἢ ψιλοῦται καὶ σημαίνει τὴν ἀπτόητον ἐν ἔπεσι καὶ θρασείαν.
(v. 211) Τὸ δὲ "ἐπειῆ" ὅτι περισπᾶται, ἐν τῇ ἄλφα γέγραπται.
(v. 206) Σημείωσαι δὲ ὅτι ἐν τῷ τόπῳ τούτῳ εἰπόντος τοῦ ποιητοῦ τὸν Δία Ζῆνα ἐν τέλει στίχου, κατὰ δὲ τὸν ἐφεξῆς στίχον ἀρξαμένου ἀπὸ φωνήεντος τοῦ α, ὡς ἀνωτέρω κεῖται, καὶ ἐκθλίψαντος τὸ α τοῦ Ζῆνα, οἱ γραφεῖς τὸ τοῦ Ζηνὸς ν, τὸ ἐναπομεῖναν ἀπὸ τῆς παθούσης τὴν ἔκθλιψιν αἰτιατικῆς, τῷ δευτέρῳ στίχῳ προστιθέασι. Καὶ δοκεῖ μέν τισι καινὸν τοῦτο, ἔχεται δὲ κανόνος γραμματικοῦ λέγοντος ὡς, εἰ μέσον δύο φωνηέντων εὑρεθῇ σύμφωνον ἐν ἁπλότητι ἢ συνθέσει ἢ καὶ συναλιφῇ, τῷ δευτέρῳ, τουτέστι τῷ ἐπαγομένῳ φωνήεντι, ἀκολουθεῖ. Ἐφ' ἑνὸς γοῦν τῶν συμφώνων τοῦ τ παραδειγματίσαι τὸν λόγον, ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι συντάττεται, ἐν συνθέσει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίως τῷ μετ' αὐτὸ α συμβιβάζεται, ἐν συναλιφῇ δὲ ἐπὶ τοῦ "κατ' ἐμέ" τῷ ἐφεξῆς ε συγγράφεται. Δηλοῦται δὲ περὶ τούτου κρειττόνως καὶ ἀλλαχοῦ.
(v. 207) Τὸ δὲ "αὐτοῦ ἔνθα" ἐκ παραλλήλου θέσεως δηλοῦσι τὸ αὐτόθι.
(v. 211) Τὸ δὲ "ἡμέας τοὺς ἄλλους" πολλὴν διαφορὰν τῶν λοιπῶν πρὸς τὸν Δία δηλοῖ. ἄλλοι γάρ, φησίν, ἐσμὲν πρὸς τὸν Δία καὶ οὐχ' ἁπλῶς ἀλλοῖοι. Ἐξ οὗ ἐοίκασι λαβόντες οἱ σοφοὶ εἰπεῖν τῶν διαφορῶν τὰς μὲν ἄλλο, τὰς δὲ ἀλλοῖον ποιεῖν.
(v. 213) Ὅτι τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου, περὶ ἣν ὁ Ἕκτωρ ἦν, οὕτω φράζει "ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν, [ἔπληθεν ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων",] πύργον ὡς ἐκ μέρους τὸ τεῖχος λέγων. Τὸ δὲ τοιοῦτον διάστημα καὶ στεῖνος ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ διὰ τὴν κατ' αὐτὸ συστολὴν καὶ στενοχωρίαν.
(v. 214-216) Ὅτι χρῆσις ἐνταῦθα ἐν στίχῳ ἑνὶ συναπτῶς εὕρηται τοῦ εἴλω βαρυτόνου καὶ τοῦ εἰλῶ περισπωμένου. Φησὶ γὰρ ὅτι ἔπληθε τὸ ῥηθὲν διάστημα ἀνδρῶν εἰλομένων, εἴλει δὲ [567] Ἕκτωρ, ὃν καὶ ἀτάλαντον Ἄρηϊ λέγει, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.
(v. 218-227) Ὁπηνίκα καὶ ἐνέπρησεν ἂν πυρὶ κηλέῳ νῆας ἐΐσας, εἰ μὴ θεὸς ἐπὶ φρεσὶν ἔθηκε τῷ βασιλεῖ, αὐτῷ ποιπνύσαντι, τουτέστι πονήσαντι, θοῶς ὀτρῦναι Ἀχαιούς, ὃς "πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ στῆ ἐπ' Ὀδυσσέως μεγακήτεϊ νηῒ μελαίνῃ, ἣ δὴ ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωσε", ἤγουν, κατὰ τὸν ποιητήν, ἐπὶ τὰς Αἴαντος καὶ Ἀχιλλέως κλισίας. "ἤϋσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς" τὰ ῥηθησόμενα.
(v. 221) Δίδωσι δὲ πορφύρεον Ὅμηρος φᾶρος τῷ Ἀγαμέμνονι ὡς βασιλεῖ. Ὃ καὶ ἔχων ἐκεῖνος ἐπιστρέφει οὕτω τοὺς θεατὰς Ἀχαιούς, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, τῷ παραδόξῳ τῆς θέας, κατασείων αὐτὸ καὶ οὕτω κατασιγάζων τὸν ὄχλον, ὡς ἐξακούεσθαι. Μέγα δὲ τὸ τοιοῦτον φᾶρος, δηλοῦν κατὰ τρόπον ποιητικοῦ συλλογισμοῦ, ὡς μέγας καὶ ὁ φορῶν καὶ εὐμήκης, καθὰ καὶ ἡ ἐν τοῖς ἑξῆς ἀπὸ αἰγίλιπος πέτρας καταρρέουσα κρήνη παραβολικῶς παριστᾷ. Ἐνταῦθα δὲ καὶ τὸ "χειρὶ παχείῃ" καιρίως λεχθὲν ἀνάπαλιν ἐπὶ γυναικὸς ἔχει κατεχούσης κληῗδα χειρὶ παχείῃ, ὡς καὶ προδεδήλωται.
(v. 217) Τὸ δὲ κήλεον πῦρ, ὅ ἐστι καυστικόν, παρὰ τὸ κῆαι κατὰ τὸ δαιδάλεον καὶ τὸ τέλεον παρῆκται. αὐτά τε γὰρ ἐκ τοῦ δαιδάλειον καὶ τέλειόν εἰσι, καὶ αὐτὸ ἐκ τοῦ κήλειον.
(v. 219) Τοῦ δὲ ποιπνύειν, ὃ πολλαχοῦ κεῖται, ἀρχὴ τὸ πονῶ πονύω, τουτέστιν ἐνεργῶ. καὶ ἔπαθε συγκοπὴν καὶ ἀναδιπλασιασμὸν καὶ ἐπένθεσιν τοῦ ι, καθά φασιν οἱ παλαιοί. [Ἰστέον δὲ ὅτι τοῦ ἀναδιπλασιασμοῦ ἀφαιρεθέντος, ἤγουν τῆς ποι συλλαβῆς, τὸ πνύσαντι σύστοιχόν ἐστι τῷ πεπνυμένος, ὡς ἀπὸ θέματος τοῦ πνύω.]
(v. 222) Τὸ δὲ "μεγακήτεϊ" τὴν μεγάλην σημαίνει, ὡς τοῦ κήτους πολὺ δηλοῦντος μέγεθος, ἀφ' οὗ κατά τινας, εἰ καὶ πάνυ σμικροπρεπῶς, [568] ἀλλ' ὅμως καὶ Λακεδαίμων κητώεσσα.
(v. 223) Ἐν τῷ μέσῳ δὲ ἡ τοῦ Ὀδυσσέως ναῦς οὐ διὰ δειλίαν, ὡς οἱ ψέγοντες εἶπον, ἀλλ' ἵνα τῷ στρατῷ οἷον καρδία τις εἴη, ἐκ τοῦ μέσου πᾶσιν ἐπαρκοῦσα τῷ ζωογόνῳ τῆς φρονήσεως. Διὸ καὶ ὁ βασιλεὺς ἐπ' αὐτῆς ἵσταται, ὥστε γεγωνεῖν ἀμφοτέρωσε, ἤγουν ἐξάκουστον βοᾶν. Ἐπὶ τοιούτου γὰρ σημαινομένου τὸ γεγωνέναι εἴωθε τίθεσθαι. Γνώω γάρ, φασί, τὸ νοῶ, οὗ μέσος παρακείμενος γέγνωα, καὶ μεταθέσει γέγωνα, τὸ γνωστῶς βοῶ, ἐξ οὗ τὸ γεγωνέναι καὶ ὁ γεγωνώς καὶ τὸ γεγώνω παρὰ Σοφοκλεῖ, οἷον "τί γεγώνω". Ὅτι δὲ καὶ γεγωνῶ περισπώμενον ῥῆμά ἐστιν, ἐξ οὗπερ οὐ μόνον τὸ γεγωνεῖν, ὅθεν τὸ γεγωνέμεν, ἀλλ' ἀναλόγως καὶ μετοχὴ ἄρρητος γεγωνηκώς καὶ ἐν συγκοπῇ δι' εὐφωνίαν γεγωνώς, ἥτις εὐφωνία ἐπραγματεύθη καὶ ἐν τῷ δέδοικα καὶ δεδοικώς ἐκ τοῦ δέδοιδα δεδοιδώς, πολλαχοῦ φαίνεται. Τὸ δὲ "ἐν μεσσάτῳ", οὗ πρωτότυπον ὁ μέσος, ὡς ὁ τρίτος τοῦ τρίτατος, μεσαιτάτῳ λέγουσιν οἱ μεθ' Ὅμηρον Ἀττικῶς.
(v. 227) Διαπρύσιον δὲ ἢ τὸ φανερὸν καὶ διάδηλον, ὡς ἐκ τοῦ πυρσοῦ, ἤγουν φανοῦ, κατὰ μετάθεσιν τοῦ ρ, ἢ τὸ εἰς μακρὸν διῆκον καὶ διαπεράσιμον, ἐκ [569] τοῦ περῶ περύω περύσω κατὰ συγκοπήν. Δῆλον δὲ ὅτι εὐρυβόας ἦν ὁ οὕτω βοῶν διαπρύσιον.
(v. 224-226) Ἰστέον δὲ καὶ ὅτι Αἴας καὶ Ἀχιλλεύς, ὡς καὶ ἀλλαχόθεν δῆλόν ἐστι, "ἔσχατα", τουτέστιν ἐν τοῖς ἐσχάτοις καὶ ἄκροις μέρεσι τοῦ ναυστάθμου, "νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν", κἀντεῦθεν μὴ δεδιότες ὡς ἀφύλακτοι τὰ ἐκ τῆς λείας κακά.
(v. 226) Ὅτι δὲ ὕπεστιν ἄρρητος εὐθεῖα ἤνωρ ἤνορος, ὅθεν καὶ ἠνόρειος κτητικόν, ἐξ οὗ ἠνορέη, ἡ ἀνδρία, καὶ ὅτι Συρακουσία λέξις ὁ πίσυνος ἐκ τοῦ πείθω πείσω γινομένη, καὶ ἐν ἄλλοις δηλοῦται. Ἀναλογία δὲ τοῦ πίσυνος κατὰ τὸ δεσπόσυνος, θάρσυνος. τοιαῦτα δέ τινα καὶ τὸ εὐφρόσυνος, καὶ παρὰ τῇ τραγῳδίᾳ τὸ "ποὺς κηδόσυνος".
(v. 228-235) Ὅτι ἡ ῥηθεῖσα τοῦ βασιλέως ἐνταῦθα διαπρύσιος δημηγορία τοιαύτη ἐστὶν "αἰδώς, Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί, πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ βοῶν" τῶν, ὡς πολλαχοῦ δηλοῦται, "ὀρθοκραιράων, πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθ' ἐν πολέμῳ, νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν", ἤγουν ἐσμέν, "Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ".
(v. 236 s.) Ἐφ' οἷς, ὡς εἰκός, ὁ αὐτὸς βασιλεὺς ἐφ' οὕτω μεγάλῃ σχετλιάσας λύπῃ ἐρωτᾷ πάνυ περιπαθῶς στρέψας τὸν λόγον "Ζεῦ πάτερ, ἦ ῥά τινα", ἤγουν ἆρα δή τινα ἤδη, "ὑπερμένεων βασιλήων τῇδ' ἄτῃ ἄασας", ἤγουν τοιᾴδε βλάβῃ ἔβλαψας, "καί μιν μέγα κῦδος ἀπηῦρας;"
(v. 238-241) Εἶτα ὑπομνήσας ὧν ἀεὶ ἔθυε διὰ τὴν τῆς Ἰλίου ἅλωσιν καὶ εἰπών, ὡς "οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί' ἔκηα, ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι", ἐπεύχεται περιπαθῶς ἀντιλαβεῖν μικρὰν γοῦν χάριν, τὸ τοὺς Ἀχαιοὺς περισωθῆναι.
(v. 242-244) Φησὶ γὰρ "ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς". καὶ ὁ Ζεὺς κατανεύει, ὡς εὐθὺς δηλωθήσεται.
(v. 228) Καὶ ὅρα τὸ καὶ ἀλλαχοῦ κείμενον προοίμιον σφοδρῶς ἐξενεχθέν. Τρεῖς γὰρ κομματικὰς ἐννοίας ὀνειδιστικὰς ὁ πρῶτος ἔχει στίχος, ὧν ἡ κατάρχουσα [570] καὶ ἐλλέλειπται διὰ συντομίαν καιρίαν, καὶ μάλιστα τὴν διὰ θυμόν. Τὸ γὰρ "αἰδὼς Ἀργεῖοι" ῥήματος ὑπαρκτικοῦ ἐλλιπῶς ἔχει, ἵνα λέγῃ· αἰδὼς ὑμῖν ἔστω ἢ αἰδώς ἐστι τὰ βλεπόμενα. Βαρὺς δὲ ὁ πᾶς λόγος τῷ βασιλεῖ ὀνειδισμόν τε σφοδρὸν ἔχων κατ' Ἀχαιῶν καὶ ἐξ ἀποστάσεως ἐντυχίαν πρὸς Δία, οὐδ' αὐτὴν ἀπηλλαγμένην ὀνείδους, εἰ λαβὼν πολλὰ ἐκεῖνος ὑπέρ τινος τέλους εἶτα οὐκ εὐοδοῖ ἐκεῖνο, καὶ ἐπὶ τούτοις ἐντρέπων τὸν Δία βιωτικώτερον, ὡς ἐπεὶ οὐ δίδως τὸ ζητηθέν, αὐτὸ γοῦν τοῦτο δὸς τὸ μὴ ἐξολέσθαι οὕτως ἡμᾶς. ὃ καὶ γενήσεται, οἷα δικαιώτατα αἰτηθέν. Ὅμηρος γὰρ τελεσφορεῖσθαι τὰς δικαίας εὐχὰς οἶδε. Τὸ δὲ "εἶδος ἀγητοί", ὅ ἐστι θαυμαστοί, ὅτι ψόγον ἐμποιεῖ τοῖς μὴ καὶ τὰ ἔργα θαυμαστοῖς, πολλαχοῦ λέγεται. Δῆλον δὲ ὅτι τὸ "κακὰ ἐλέγχεα, εἶδος ἀγητοί" ἀντιθέτῳ ἔοικε σχήματι. Λέγει γὰρ ὅτι καλοὶ μὲν τὸ εἶδός ἐστε, κακοὶ δὲ τὰς πράξεις καὶ ἐλέγχιστοι.
(v. 229 s.) Τὸ δὲ "πῇ ἔβαν εὐχωλαί", ἤτοι αἱ καυχήσεις, καὶ ἑξῆς ὁ στίχος ὅλος, καὶ τὸ "ἅς ποτε κενεαυχέες", καὶ τὸ ἑξῆς, κατὰ πάντων ἐστὶ καίριον τῶν ἐν συμποσίῳ ἀλαζονευομένων. Ἔτι τὸ "πῇ ἔβαν εὐχωλαί" ἀπειλητῆρας δηλοῖ τοὺς Ἀχαιούς, ὃ καὶ ἀλλαχοῦ εἴρηται. Δηλοῖ δέ πως καὶ ὡς εἰς ἀέρα ἐκεῖναι κενῶς ἐσκεδάσθησαν. διὸ καὶ κενεαυχέας αὐτούς φησιν, ἤτοι αὐχοῦντας κενεά. Εἶεν δ' ἂν οἱ τοιοῦτοι καὶ προδοσίκομποι κατὰ τοὺς παλαιούς, ὅ ἐστιν εἰς μάτην ὑποσχετικοί, οἱ τὰς ἑαυτῶν ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενοι ἀλλὰ προδιδόντες. Τὸ δὲ "ἔφαμεν" παραμυθητικῶς ἔχει, λεαῖνον τὸ τραχὺ τοῦ λόγου, οἷα τοῦ βασιλέως κοινοποιουμένου τὸ ὄνειδος.
(v. 230-4) Διὸ καὶ "οὐδ' ἑνὸς ἄξιοί ἐσμεν" εἶπεν, ἵνα μὴ ἄγαν ὁ ὄχλος λυπῆται ἀκούσας τὸ "ἐστέ". Ἦν γὰρ τῷ ὄντι σφοδρότατον ἀκοῦσαι ὡς οὔ23κ εἰσιν ἀξιόμαχοι, οὐδὲ πρὸς ἕνα γοῦν οἱ τοσοῦτοι, ὧν ἕκαστος ἔναντι ἑκατὸν καὶ διακοσίων ἠλαζονεύετο στῆναι, σοβούσης τῆς μέθης ἐν Λήμνῳ, ἣν καὶ πρὸ ὀλίγων πολύοινον ὁ ποιητὴς ἱστόρησε.
(v. 230) Τὸ δὲ "ἃς ὁπότε" ἀντὶ τοῦ ποτέ εἴρηται, ἀσυνήθως μέντοι, διὸ καὶ σημειῶδές ἐστι.
(v. 231) Τὸ δὲ "κρέα πολλά" ἀφειδῆ [571] τε τὸν βασιλέα δαπάνης δηλοῖ καὶ δίαιταν ὑπογράφει στρατιωτικήν, ὡς δέον ὂν τοὺς τοιούτους μὴ συντήκεσθαι ὀλιγοσιτοῦντας.
(v. 232) Τὸ δὲ "ἐπιστεφέας οἴνοιο" ἐκ τοῦ "ἐπεστέψαντο ποτοῖο" ὥρμηται, ὅπερ προδεδήλωται. Ἀφ' οὗ καὶ ὁ ἡμέτερος Χρυσολόγος κρατῆρας ἐστεμμένους οἴνου φησίν. Ἰστέον δὲ ὡς, εἴπερ ἡ τροπὴ κρατῆρος οἶδε κεφαλὴν τὸ ἄνω αὐτοῦ ἄκρον κατὰ τὸ "κρατήρων κρᾶτα ἔρεψαι θαλλοῖς", κεφαλῆς δὲ ἴδιον τὸ στέφεσθαι, ἀσφαλῶς ἄρα ἔχει τὸ λέγειν "κρατῆρας ἐπιστεφεῖς οἴνου", ὥσπερ καὶ τὸ "κρατῆρας ἐπιστέφεσθαι ποτοῖο". Τὸ δὲ "πίνοντες κρατῆρας" ἀφελῶς μὲν ἔχει, ἄλλως δὲ ἀσφαλῶς διὰ τὸν ἐμπεριεχόμενον οἶνον. οὐ γὰρ κρατὴρ ἢ ἀμφορεὺς ἢ πίθος πίνεται, ἀλλὰ τὸ ἐν αὐτοῖς ποτόν. Δι' αὐτὸ δὲ λέγεται τὸ ἀγγεῖον πίνεσθαι, νοουμένου τοῦ περιεχομένου τῷ τοῦ περιέχοντος ὀνόματι.
(v. 233) Τὸ δὲ "ἄντα ἑκατόν τε διηκοσίων τε" πάνυ ἐντρέπειν ἔχει τοὺς Ἕλληνας, ὡς ἑκάστου ἀλαζονευομένου μὲν τότε πρὸς ὑπερβολήν, ἄρτι δὲ εἰς τὸ μηδὲν περιελθόντος. Τοῦ δὲ τοιούτου λόγου πλεῖον ἐν Ὀδυσσείᾳ, οὐ μὴν πρὸς ἀλαζονείαν, τὸ καὶ τριηκοσίοις ἔχειν ἀντιστῆναι τὸν Ὀδυσσέα.
(v. 234) Τὸ δὲ "οὐδ' ἑνὸς ἄξιοί ἐσμεν" ἐν δυσὶ μέρεσι λόγου, συνείληπται ἀντὶ τοῦ "οὐδὲ κἂν γοῦν ἑνὸς ἀνδρός". Καὶ ἔστιν ἑτεροῖον τοῦτο πρὸς τὸ ἄλλο "μηδείς", τὸ ἀορισταῖνον καὶ ὡς ἓν λόγου μέρος λαμβανόμενον. ὅ τινες τῶν παλαιῶν οὐδὲ ἐκ τριῶν συγκεῖσθαι εἶπον τοῦ μη καὶ δε καὶ εἷς, ἀλλὰ τοῦ μη καὶ τοῦ δεις, ἀρρήτου ὀνόματος. Διὸ μηδὲ περισπᾶσθαι, ὡς ἀπὸ τοῦ εἷς ἑνός, ἀλλὰ ὀξύνεσθαι, ἵνα ᾖ, ὥσπερ κτείς κτενός, οὕτω καὶ δείς δενός καὶ μηδενός, ᾧ σύστοιχον καὶ τὸ οὐδείς οὐδενός. [Δοκεῖ δὲ τὸ "οὐδ' ἑνὸς ἄξιοι" σαφηνισθῆναι διὰ τοῦ προστεθεῖσθαι τὸ Ἕκτορος, οὗ μὴ προσκειμένου ῥητῶς ἦν ἂν τὸ "οὐδ' ἑνός" νοούμενον τῇ ἐκφωνήσει ὡς ἓν μέρος λόγου ἀσυναλείπτως δίχα δασείας καὶ ἀποστρόφου, ὡς εἴπερ ἔλεγεν ὅτι τοῦ μηδενός ἐσμεν ἄξιοι.]
(v. 235) Τὸ δὲ "ἐμπρήσει" [572] φαίνεται παρέλκον ἀφελῶς ἔχειν τὸ "πυρὶ κηλέῳ", ὃ καὶ ἐπ' ἄλλων πολλῶν γίνεται. Ἴσως δὲ καὶ πρὸς διαστολὴν εἴρηται μάχης, ἥτις ὡς δέμας πυρὸς εἰκάζεται, ἵνα λέγῃ ὅτι οὐ νικήσει μόνον καυστειρὰν ἀρτύων μάχην καὶ δέμας πυρὸς μαχόμενος, ἀλλὰ καὶ πυρὶ καύσει. Κήλειον δέ, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, πῦρ, καὶ Ἰωνικῶς κήλεον, οὐ μόνον παρὰ τὸ κῆαι ἀλλὰ καὶ παρὰ τὸ κᾶλον, ὅ ἐστι ξύλον. ξύλοις γὰρ ὡς τὰ πολλὰ διοικονομεῖται ἡ καῦσις.
(v. 236) Τὸ δὲ "ὑπερμενέων βασιλήων" διαστολήν τινα ἔχει. πολλοὶ μὲν γὰρ ἀφῄρηνται κῦδος μέγα βασιλεῖς, οὐ μὴν οὕτως ὑπερμενέες κατὰ τὸν Ἀγαμέμνονα.
(v. 237) Τὸ δὲ "τῇδ' ἄτῃ ἄασας" Ὁμήρῳ δόξαν ἐγράφη οὕτως. Ἦν δὲ καὶ κατὰ αἰτιατικὴν εἰπεῖν "τήνδ' ἄτην ἄασας", κατὰ τὸ βουλὴν ἐβούλευσας καὶ λόγον ἔλεξας, καὶ μυρία ὅσα τοιαῦτα. Ἐκ τοῦ ἄασας δὲ καὶ κατὰ κρᾶσιν ἆσας, ὡς τὸ "ἆσέ με δαίμονος αἶσα κακή" γίνεται ἀάτη καὶ κράσει ἄτη. Τὸ δὲ "κῦδος ἀπηῦρας", ἤγουν ἀφείλου, ἐναντίον πρὸς τὸ ἐπαυρεῖν, ὃ γενικῇ συντάσσεται.
(v. 238) Τὸ δὲ "περικαλλέα βωμόν", οὐχ' ἁπλῶς οὕτω εἰκαίους ποιεῖσθαι δηλοῖ τοὺς βωμούς, ἀλλὰ πρὸς κάλλος διασκευάζεσθαι, ἵνα μὴ μόνον θυσίαις θεραπεύηται τὸ τιμώμενον, ἀλλὰ καὶ κάλλει ἐπισκευῆς. Βωμὸν δὲ εἰπὼν προσηγορικῶς ἔφη ἀντὶ τοῦ βωμούς.
(v. 240) Διὸ καὶ ἐπάγει "ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί' ἔκηα", ἤγουν οὐδένα βωμὸν παρῆλθον ἀγέραστον, ἀλλ' ἐπὶ πᾶσιν ἔθυσα.
(v. 239) Τοῦ δὲ "πολυκλήϊδι" εὐθεῖα βαρύτονος διὰ σύνθεσιν ἡ πολυκλήϊς, ἐκτείνουσα τὴν λήγουσαν, ὡς προδεδήλωται. Τὸ δὲ "ἐνθάδε ἔρρων" βαρέως εἴρηται, φθορᾷ εἰκάζοντος τοῦ βασιλέως τὴν αὐτοῦ ἐν Τροίᾳ διαγωγήν. Μονονουχὶ γὰρ λέγει, ὅτι αὐτὸς φθίνων ὅμως τιμαῖς ηὖξόν σε, καλλύνων τέ [573] σοι τὸν βωμόν, ὃν καὶ προϊὼν αὖθις περικαλλέα ἐρεῖ, καὶ θύων. Διὰ δὲ τῶν βοῶν καὶ τὰ λοιπὰ ὡς ἐκ μέρους δηλοῦνται βοσκήματα, καθὰ καὶ ἀνωτέρω ἐν τῷ "βοῶν ὀρθοκραιράων", ἤτοι γαύρων καὶ ὀρθοκεφάλων ἢ ὀρθοκεράτων. Κραῖρα γὰρ Ἀττικῶς τὰ περὶ τὴν κεφαλήν, ὅθεν παρὰ τῷ Κωμικῷ ἐψίλωταί τις τὴν ἑτέραν ἡμίκραιραν, ἤτοι τὸ ἡμίκρανον. Ἐντεῦθεν δὲ καθ' ὁμοιότητα καὶ νῆες ὀρθόκραιραι, ὧν τὰ ἄκρα εἰς ὀρθὸν ἀνίστανται. Δημὸς δέ, τὸ λίπος, ὀξύνεται μὲν πρὸς διαστολὴν τοῦ κατ' ἀνθρώπους δήμου, πρὸς ὃ καὶ παίζει που ὁ Κωμικὸς "δημὸν βόειον", ὡς ἐν παρῳδίᾳ, φράσας τὸν Ἀττικὸν δῆμον, οὐ διά τι βουγάϊον, ἀλλὰ διὰ τὸ ἁπλῶς ἀλόγιστον. καὶ οὕτω μὲν ὀξύνεται. Γίνεται δὲ παρὰ τὸ δαίω, τὸ καίω, εὐέξαπτον γὰρ τὸ λίπος. Τὸ δὲ "δημὸν καὶ μηρία" χρήσιμον εἰς τὸ "μηροὺς ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν". ὃ γὰρ ἐκεῖ μηροὶ καὶ κνίσσα, τοῦτο ἐνταῦθα δημὸς καὶ μηρία.
(v. 241) Τὸ δὲ "εὐτείχεον" παράγωγον τοῦ τεῖχος τείχεος, ὅθεν εὐθεῖα ἡ εὐτείχεος.
(v. 243) Τὸ δὲ "ὑπεκφυγέειν καὶ ἀλύξαι" φανερῶς ταὐτολογοῦνται διὰ σύγχυσιν τὴν τοῦ λέγοντος. [Ὅτι δὲ τὸ ἀλύξαι οὐ μόνον κοινότερον αἰτιατικῇ συντάσσεται, ἀλλὰ καὶ γενικῇ, δηλοῖ Σοφοκλῆς ἐν τῷ "οὐκ ἀλύξετον μόρου κακίστου".
(v. 245 s.) Ὅτι Ζεὺς τὸν βασιλέα ᾤκτειρε κλαίοντα. Φησὶ γὰρ "ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δακρυχέοντα, νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ' ἀπολέσθαι". Καὶ σημείωσαι τὸ "οὐδ' ἀπολέσθαι", ὡς συντελοῦν τι πρὸς τὸ "βούλομαι λαὸν σόον εἶναι ἢ ἀπολέσθαι". Ὅρα δὲ τὸ τοῦ βασιλέως ἑτοιμόδακρυ, [574] ὅπερ ἐν τοῖς ἑξῆς ἐπιταθήσεται. Δακρύει δὲ ἐπιλογικῶς μετὰ τὴν δημηγορίαν ἐν αὐτῇ τῇ ἀξιώσει τῇ πρὸς τὸν Δία, διὸ καὶ εἰσβαλὼν ἔλεον πείθει αὐτόν. Τὸ δὲ "πατὴρ ὀλοφύρατο" ἢ κατ' ἐξοχὴν ἢ ἐλλειπτικῶς ἐρρέθη. τὸ μέντοι τέλειον "πατὴρ ἀνδρῶν τε θεῶν τε". Κατάνευσις δὲ καὶ νῦν Διός, ἤτοι νεῦσις, ἡ ἐν διοσημίᾳ δήλωσις ἄνωθεν τοῦ μέλλοντος, ὡς καὶ προδεδήλωται.
(v. 247-250) Διὸ ἐπάγει "αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν, νέβρον ἔχοντα ὀνύχεσσι, τέκος ἐλάφοιο ταχείης. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί". Ἐδήλου δὲ ὁ μὲν ἀετὸς τοὺς περὶ Ἕκτορα, οἳ σήμερον κρατοῦσι διὰ τὸν Δία, ὁ δὲ κρατούμενος νεβρός, ὁ τῆς φυζακινῆς καὶ δειλῆς ἐλάφου γόνος, τοὺς τεθηπότας καὶ κατεπτηχότας καὶ κρατουμένους Ἕλληνας, ἡ δὲ παρὰ τῷ βωμῷ τοῦ Διὸς καταβολὴ τοῦ νεβροῦ, ὡς ἐκφευξοῦνται τοὺς κρατοῦντας οἱ Ἕλληνες διὰ τὸν Δία, οὗ τὸν βωμὸν οὔποτε, ὡς ἐρρέθη, παρῆλθεν ἀγέραστον ὁ βασιλεύς. Ἔστι γὰρ ἀεὶ ἀμοιβὴ τῇ εὐσεβείᾳ. ὅθεν οὐδὲ μετὰ ὥρας τινὰς ἀλλ' αὐτίκα ὁ ἀετὸς πέμπεται. Ὃν διὰ τί τελειότατον λέγει, ἐν τοῖς ἑξῆς ῥηθήσεται, ὅπου κείσεται καὶ εἴ τι ἄλλο λεχθῆναι χρὴ περὶ ἀετοῦ. Ἐνταῦθα δὲ ῥητέον ὅτι τε ἀετός παρὰ τὸ α ἐπιτατικὸν καὶ τὸ ἐτεόν ὠνόμασται οἱονεὶ ὁ ἀεὶ ἀληθὴς καὶ αἴσιος, καὶ ὅτι φέρεται μῦθος, ὅτε ὤδινεν ἡ Ῥέα γεννωμένου Διός, ἀετὸν φανῆναι. ὅθεν καὶ κατὰ τὴν ἀποκλήρωσιν τῶν Τιτάνων ὁ Ζεὺς αὐτὸν ἐν τῇ διανεμήσει τῶν πτηνῶν ἐπελέξατο.
(v. 248) Νεβρὸς δὲ οὐ τελεία ἔλαφος, ἀλλ' ὁ νεωστὶ βορὰν δεχόμενος. Διὸ πρὸς διασάφησιν περιφράσας ἐπήγαγε "τέκος ἐλάφοιο ταχείης", τουτέστιν ᾗ τάχος ἐξαίρετον ἡ φύσις ἐφιλοτιμήσατο εἰς ἀποφυγὴν τῶν ἐπιβούλων. [Φέρεται δὲ καὶ Ἀνακρέοντος χρῆσις αὕτη "οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν". Ἕτερος δέ τις γράφει οὕτω "ἐλάφων τὰ μὲν νέα νεβροί, αἱ δὲ ἀρτίως ἐκ νεβρῶν ἐπ' ἐλάφους μεταβάλλουσαι καλοῦνται κεμάδες, τὰ δὲ τέλεια οὐκ ἄλλο τι ἢ ἔλαφοι." Εἰ μὴ ἄρα, φησίν, οἱ ἀχαιΐναι καὶ οἱ σπαθίναι [575] λεγόμενοι ἡλικίᾳ τινὶ διαφέρουσιν ἢ εἴδει καὶ κεράτων ἰδιότητι καὶ μεγέθει. Λέγει δ' αὐτὸς καὶ τὰς πρόκας παρὰ Ἀρχιλόχῳ ἐπὶ ἐλάφου τεθεῖσθαι, παρ' ᾧ καί τις διὰ δειλίαν προσωνομάσθη πρόξ. Εἰς δὲ τοὺς ῥηθέντας ἀχαιΐνας ἐνθυμητέον τὴν παρ' ἑτέρῳ ποιητῇ ἀχαιϊνέην ἔλαφον, περὶ ἣν πολλὰ πονοῦνται οἱ ἐξηγηταί. Εἰ δὲ καὶ αἱ δορκάδες καὶ αἱ ζόρκες ἐλάφου εἴδη κατὰ τὰς πρόκας, ἄλλοθι ζητητέον.] Τὸ δὲ νεβρόν κατὰ πτῶσιν αἰτιατικὴν κείμενον ἐν ἀρχῇ στίχου καὶ αὖθις ἐν τέλει ἑτέρου στίχου σχῆμα ἐθέλει κύκλου περιαγαγεῖν.
(v. 249) Περικαλλέα δὲ καὶ νῦν βωμὸν λέγει, ἐπεί, ὡς πρὸ ὀλίγων ἐρρέθη, κοσμίως καὶ αὐτὸν ἔχειν ἐφιλοτιμοῦντο οἱ παλαιοί. ᾌδεται γοῦν καὶ Παριανὸς βωμὸς ἐπὶ μεγέθει καὶ Ἐφέσιος δὲ κεράτινος.
(v. 250) Πανομφαῖος δὲ Ζεὺς κατὰ μὲν ἀλληγορίαν, εἰς ὃν πᾶσα ὀμφή, ἤγουν ἁπλῶς φωνή, ἀνάγεται, τουτέστιν ὁ πάσης φωνῆς αἴτιος ἀήρ. Φωνὴ γὰρ ἀέρος ἐστὶ πληγή. Κατὰ δὲ μῦθον πανομφαῖός ἐστιν ὁ πάσης μαντείας αἴτιος. οἱ γὰρ ἄλλοι πάντες ὑποφῆται Διός εἰσιν, εἴτε δαίμονες ἐκεῖνοι εἴτε ἄνθρωποι. Ὀμφὴ δὲ κυρίως ἡ ἀληθὴς φήμη ἡ τὸ ὂν φαίνουσα, ὡς καὶ ὄνειρος κατὰ κυριολεξίαν τὸ ἀληθὲς ἐνύπνιον, δι' οὗ τὸ ὂν εἴρεται. Ἡ δ' αὐτὴ ὀμφὴ καὶ κληδὼν λέγεται, ὥστε τὸν ὀμφαῖον εἶναι πάντως καὶ κληδόνιον. Ἅπαξ δὲ τὸ πανομφαῖος εἶπεν ὁ ποιητής, ὡς παρετήρησαν οἱ παλαιοί.
(v. 251 s.) Τὸν δὲ ἀετὸν καὶ ὄρνιν λέγει, τουτέστι σημαντικὸν τοῦ μέλλοντος, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. Φησὶν οὖν "οἳ δ' ὡς οὖν εἴδοντο ὅ τ' ἂρ ἐκ Διὸς ἤλυθεν ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον", τουτέστι κατὰ Τρώων ὥρμησαν, "μνήσαντο δὲ χάρμης". Καὶ σημείωσαι τὴν Ἑλληνικὴν καὶ ἀνδρίαν καὶ πολυπειρίαν, ταύτην μὲν ὅτι οὐ δέονται μάντεως ἑρμηνέως ἀλλ' αὐτοὶ τὸν οἰωνὸν συμβάλλονται ["μάντεων, ὅ φασιν, "ὑπέρτερον", ὃ δὴ παροιμιωδῶς κεῖται παρὰ τῷ Σοφοκλεῖ,] καὶ ἀναθαρροῦσιν, ἐκείνην δὲ ὅτι ἀνδρίζονται οἱ οὕτω κακῶς διατεθειμένοι ἅμα ῥοπῇ βραχείᾳ τῇ ἐκ τοῦ ὄρνιθος.
(v. 253-260) Φησὶ γοῦν· "ἔνθ' οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων εὔξατο", τουτέστιν ἐκαυχήσατο, "Τυδείδαο πάρος", ἤγουν πρὸ τοῦ [576] Διομήδους, "ἐχέμεν ὠκέας ἵππους τάφρου τ' ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστήν", Ἀγέλαόν τινα ὁμώνυμον τῷ ἐν Ὀδυσσείᾳ, μετὰ δ' αὐτὸν οἱ βασιλεῖς καὶ οἱ ἑξῆς.
(v. 2616) Φησὶ γὰρ "τὸν δὲ μετὰ Ἀτρεῖδαι, Ἀγαμέμνων καὶ Μενέλαος, τοῖσι δ' ἔπ' Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δ' ἔπ' Ἰδομενεύς" καὶ Μηριόνης, ὃν καὶ ἐπιθέτοις ἀρεϊκοῖς τιμᾷ, τοῖσι δ' Εὐρύπυλος καὶ ἕτεροι, "Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων".
(v. 266) Καὶ ὅρα ὡς κἀνταῦθα εἰς τὸν ἐννέα ἔστησεν ἀριθμὸν τοὺς ἀριστέας ὁ τὴν ἐννεάδα διὰ τὰς Μούσας φιλῶν ποιητής.
(v. 253-255) Ἀριστεύει δὲ πρὸ πάντων Διομήδης οἷα πρῶτος ὑποστρέψας, ὡς καὶ ὕστερον φεύγων.
(v. 253-256) Τὸ δὲ εἰς αὐτὸν ποιηθὲν "ἔνθ' οὔτις πρότερος" καὶ ἑξῆς, παρῳδηθὲν εὐφυῶς οἰκεῖον ἔσται παντὶ πρωταγωνιστῇ.
(v. 256) Τὸ δὲ "πολὺ πρῶτος" οὐκ ἀναγκαίως μὲν ἐπῆκται μετὰ τὸ "οὔ τις πρότερος" Διομήδεος ἐξήλασε, ποιεῖ δὲ ὅμως κάλλος τὸ κατὰ ἄρσιν καὶ θέσιν. ἄρσις μὲν γὰρ τὸ "οὔ τις πρότερος", θέσις δὲ τὸ "ἀλλὰ πολὺ πρῶτος". Ἔτι δὲ καὶ ἐνδιαθέτως ταὐτολογεῖ ὁ ποιητὴς φιλῶν τὸν ἥρωα. ταὐτὸν γάρ πως τὸ "οὔ τις πρότερος Διομήδους", καὶ τὸ "ἀλλὰ πολὺ πρῶτος αὐτός".
(v. 261) Κατὰ τοιαύτην δὲ φιλίαν καὶ Ἀτρεῖδαι εἰπὼν οὐκ ἠρκέσθη, ἀλλὰ καὶ νῦν πρὸς ὄνομα ἐξεφώνησε τοὺς φίλους αὐτῷ κοσμήτορας εἰπὼν "Ἀγαμέμνων καὶ Μενέλαος".
(v. 262 s. et 265) Τὸ δὲ "τοῖσι" τρὶς τεθὲν ἐν καταρχῇ στίχων μετὰ τῆς ἐπι προθέσεως καὶ τοῦ δε συνδέσμου κάλλος καὶ αὐτὸ ποιεῖ τὸ κατ' ἐπαναφοράν, ἁβρύνοντος οὕτω τοῦ ποιητοῦ τὴν φράσιν διὰ τοὺς καλοὺς ἥρωας.
(v. 262) Ἐπιειμένοι δὲ ἀλκὴν ἀντὶ τοῦ προβεβλημένοι, ὡς πολλαχοῦ κεῖται, καὶ φανερὰν ἀνδρίαν ἔχοντες, ἢ οὐχ' ὅπλοις ἀλλ' αὐτόχρημα τῇ ἀνδρίᾳ σκεπόμενοι, ὃν τρόπον καὶ ὁ βασιλεὺς ἀναιδείην που ἐπιειμένος εἴρηται.
(v. 266) Τὸ δὲ "εἴνατος", καθὰ καὶ ἀλλαχόθι δηλοῦται, ποιητικὴν ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ ἔνατος, ὅπερ οἱ μὲν λόγιοι δι' ἑνὸς νῦ γράφουσιν ὡς ἀπὸ τοῦ νέατος, ὃ δηλοῖ τὸν ἔσχατον. παρέσχατος γὰρ ὁ ἐννέα ἐν μοναδικοῖς ἀριθμοῖς. ἢ καὶ ἄλλως, διὰ παραγωγῆς ἀλλοίωσιν. Ὡς γὰρ τέτταρα μὲν ἐν δυσὶ ταῦ, τέταρτος δὲ ἐν ἑνί, ἐξ οὗ ὁ τέτρατος, οὕτω καὶ ἐννέα ἔνατος. Οἱ δὲ χύδην βάζοντες διπλασιάζουσι καὶ ἐν τῷ ἔννατος δι' ἀναλογίαν τὸ ἀμετάβολον, [577] οἷς δοκεῖ καὶ τροπῇ τοῦ ἑνὸς ν εἰς ι γενέσθαι ἀπὸ τοῦ ἔννατος τὸ εἴνατος, ὡς καὶ αἰεί αἰέν, καὶ ἐνείκω ἐνέγκω. ὅτι δὲ ταῦτα ἀντιλέγονται, δῆλον. Ὅρα δὲ καὶ τὸ "Τεῦκρος ἦλθε". Διομήδης μὲν γὰρ εἷλεν ἄνδρα, ὁμοίως δὲ καὶ ἕκαστος τῶν μετ' αὐτόν. Τεῦκρος δὲ οὐχ' εἷλεν οὐδένα, ἀλλ' ἦλθε τοξεύσων. Παλίντονα δὲ δοκεῖ μὲν ἅπαντα εἶναι τὰ τόξα. Ἡρόδοτος δὲ ἐπιστήσας τινὶ ἔθνει παλίντονα τόξα ἔχοντι ὑπέβαλε νοεῖν μὴ πᾶν τόξον εἶναι παλίντονον ἁπλῶς, ἀλλὰ κυρίως καὶ μάλιστα τὸ κατ' ἐπίτασιν ἔμπαλιν τεινόμενον, ὡς καὶ οὕτω κυκλοτερὲς γίνεσθαι, ἢ καὶ ἄλλως φράσαι, τὸ ἐπὶ θάτερα μέρη κλινόμενον, ὥς φασιν οἱ παλαιοί. Τὸ δὲ τιταίνειν, ὅ ἐστι τείνειν, παράγει μὲν καὶ τοὺς Τιτᾶνας κατὰ τὸν Ἡσιόδου μῦθον, καὶ διὰ μέσων αὐτῶν τὸ προδηλωθὲν ἐν Βοιωτίᾳ τίτανον. Κυριολεκτεῖται δὲ καὶ ἐπὶ ταλάντων, ἃ τὸν ἄλλον καιρὸν ἀνιέμενα ἐν τῇ ζυγοστατήσει τείνονται.
(v. 258 s.) Διὰ μέσων δὲ τῶν εἰρημένων κεῖται καὶ διασάφησις μεταφρένου, ἡ προδεδηλωμένη, οὕτως· "μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν", ταὐτολογήσαντος καὶ ἐν τούτοις τοῦ ποιητοῦ ὡς αὐτῷ σύνηθες.
(v. 267-272) Ὅτι Τεῦκρος ὑποδὺς τὸ τοῦ Αἴαντος σάκος μάχεται νῦν, καινὸν τοῦτον ἐπινοησάμενος ὁπλισμόν. τοξότης γὰρ ἦν καὶ διὰ τοῦτο ἄφρακτος καὶ ἐλαφρὸς ὁπλίτης καὶ οὐ προσήκων τοιούτῳ πολέμῳ. Δεξιότης δὲ Ὁμηρικὴ καὶ τὸ ποιῆσαι τὸν μὲν Αἴαντα οὐ μαχόμενον, τὸν δὲ Τεῦκρον ἀσπιζόμενον ὑπ' αὐτοῦ καὶ κρυπτόμενον οἷα πύργῳ τινὶ κἀκεῖθεν ὡς ἀπὸ ἐπάλξεως βάλλοντα. Γράφει δ' ἐνταῦθα Ὅμηρος οὕτω "στῆ δ' ἂρ ὑπ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο. ἔνθ' Αἴας μὲν ὑπεξέφερε σάκος, αὐτὰρ ὅ γ' ἥρως", ἤγουν ὁ Τεῦκρος, "παπτήνας, ἐπεὶ ἄρ τινα ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκει, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὤλεσεν, αὐτὰρ ὃ αὖτις ἰών", ἤτοι ἀναποδίζων, "πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴαντα· ὃ δέ μιν σάκεϊ κρύπτεσκε φαεινῷ".
(v. 271 s.) Καὶ ὅρα κἀνταῦθα σύντομον [578] καιρίως παραβολήν, ἐν ᾗ τὸ εὐνοϊκόν τε τοῦ Αἴαντος ἐπὶ τῷ Τεύκρῳ δηλοῦται, καὶ τὸ πολὺ τοῦ μεγέθους τοῦ τε σάκους καὶ τοῦ ἥρωος, καὶ τὸ ἄοπλον τοῦ τοξότου, καὶ τὸ δεξιὸν εἰς ἐπίκρυψιν, καὶ ὡς πάνυ ἐφοβεῖτο τὸν Ἕκτορα. Ὅρα δὲ καὶ ὅτι τῶν ἄλλων ἀριστέων ἀνδραγαθούντων αὐτοχειρίᾳ, ὁ μέγας Αἴας αὐτό τε ἐποίησε μετὰ τοὺς βασιλεῖς, καὶ διὰ τοῦ ἀδελφοῦ δὲ ἀτεχνῶς ὑπασπιζομένου ἀριστεύει, δοκῶν αὐτὸς πράττειν οἷς ἐκεῖνον ἀριστεύοντα συνετήρει, ὡς ἀπὸ πύργου τοξεύοντα, στάσιμος καὶ ἄλλως ὢν καὶ οὐχ' ὁρμητίας καὶ εἰς τοὺς ἑξῆς δὲ κινδύνους φυλαττόμενος. Ἡ δὲ ὑπο πρόθεσις ἐνταῦθα καὶ δοτικῇ συντέτακται Ἀττικῶς ἐν τῷ "ὑπ' Αἴαντος σάκεϊ", καὶ αἰτιατικῇ κοινότερον ἐν τῷ "ὑπὸ μητέρα".
(v. 267) Τὸ δὲ "στῆ δ' ἄρ" παρεσημάνθη καινότητος χάριν, ὡς τοῦ Τεύκρου μὴ κατακλωμένου ἔσω τοῦ ἀδελφικοῦ σάκους ὑπὸ στενοχωρίας, ἀλλ' ὀρθοῦ ἑστῶτος.
(v. 268) Τὸ δὲ "ὑπεξέφερεν" οὐδ' αὐτὸ κενῶς ἐστοίβασται προθέσεσιν, ἀλλ' ἡ μὲν εξ φορὰν δηλοῖ τῆς ἀσπίδος ἐπὶ τὸ ἔξω καὶ πορρωτέρω τοῦ κατὰ τὸν Αἴαντα στήθους, ἡ δὲ ὑπο τὸ κρυφαῖον σημαίνει καὶ λεληθὸς τοὺς ἐχθρούς. λάθρα γὰρ ἐξανοίγων ὁ Αἴας τὸν ἑπταβόειον θυρεὸν ἐνεδίδου τῷ ἀδελφῷ βαλεῖν, εἶτ' αὖθις ἔσκεπε, ποιῶν μόνος αὐτὸς δι' εὐρύτητα ἑαυτοῦ τε καὶ τοῦ σάκους, ὅπερ οἴδαμεν τοὺς ἄλλους σύνδυο πράττειν ἐπὶ τοῖς οὕτω βάλλουσιν ἀπὸ ἀσπίδων σκεπάσματος.
(v. 268-272) Τὸ δὲ "αὐτὰρ ὅ γ' ἥρως παπτήνας" καὶ ἑξῆς, δόξοι ἂν σόλοικον εἶναι, εἰ μή τις ἀναστρέψας τὴν φράσιν καταστήσει τὴν σύνταξιν οὕτως· Ἐπειδὰν δὲ ὁ ἥρως παπτήνας βάλοι τινὰ ὀϊστεύσας ἐν ὁμίλῳ, ὁ μὲν βληθεὶς ἔκειτο πεσών, Τεῦκρος δὲ ἀναχωρήσας ἐγίνετο ὑπὸ τῷ σάκει τοῦ Αἴαντος. [Ἐστρύφνωται οὖν ἡ φράσις ἐπίτηδες ἀκολούθως τῇ ἐνταῦθα συγχυτικῇ ἀγωνίᾳ τῶν ἡρώων, ἴσως δὲ καὶ λόγῳ ποιητικοῦ σχεδιασμοῦ διὰ τὸ ἀμελέτητον.]
(v. 271 s.) Τὸ δὲ "δύσκεν εἰς Αἴαντα" σεμνότερον τοῦ εἰπεῖν ὑπὸ Αἴαντα. τὸ γὰρ τοιοῦτον οἰκεῖον ἦν βρέφει τῷ, ὡς εἴρηται, ὑπὸ τὴν μητέρα δύντι.
(v. 273) Ὅτι ἐνδιάθετον [579] σχῆμα, ὡς ἐν θαύματι, τὸ "ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων". Καὶ μὴν οὐ πολλοὺς πάνυ ἀλλά, ὡς καὶ ἐκεῖνος λέγει, ὀκτὼ μόνους ἀνεῖλε. Διὸ οὐδὲ ἠξίωσεν εἰπεῖν καὶ ἐνταῦθα ὁ ποιητὴς "τίνα πρῶτον, τίνα δ' ὕστατον", ὡς ἐποίησεν ἀλλαχοῦ.
(v. 276) Ἐν δὲ τοῖς ῥηθεῖσιν ὀκτώ, οὓς ἕως νῦν ἔρριψεν ὁ Τεῦκρος, ὀνομάζει τινὰ ὁ ποιητὴς Ἁμοπάονα, ὃν οἱ γράφοντες ἅμ' ὀπάονα ἐν δυσὶ μέρεσι λόγου σφάλλονται τῆς ὀρθότητος.
(v. 279) Ὅτι τὸ ὀϊστοῖς θανατοῦν ἀπὸ τόξου ἀπόλλειν φησίν, ἔνθα τὸν Τεῦκρον ἰδὼν γήθησεν "Ἀγαμέμνων τόξου ἀπὸ κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας". Καὶ ὅρα τὸ "κρατεροῦ", ἐξ οὗ καθ' ὁμοιότητα καὶ ἀνὴρ κρατερός καὶ μῦθος κρατερός καὶ Ἀΐδης πυλάρτης κρατερός. Ὅτι δεῖ τοὺς στρατηγοὺς περιϊέναι ἀναγκαίως τὰ κατὰ τὴν μάχην καὶ τοὺς πολεμιστὰς ἐφορᾶν, ὡς ἂν καὶ ἐκεῖνοι ἐπιστρεφῶς ἔχοιεν τοῦ ἀριστεύειν, εἰδότες ὡς ἐπιστατοῦσι τοῖς αὐτῶν ἔργοις οἱ στρατηγοί, καὶ αὐτοὶ δὲ εἰδεῖεν, τίς μὲν ὁ ἀριστεύων, τίς δὲ ὁ ἐθελοκακῶν ἢ καὶ λειποτακτῶν, καὶ τὸν μὲν γεραίρωσι, τὸν δὲ ἐρεθίζωσι, τὸν δὲ κολάζωσι. Χρὴ δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἐπαίρειν τοὺς μαχομένους, ὡς ἂν ἔχοιεν τὰ ἐν ἐλπίσι δῶρα, οἷον ἄπονα λάφυρα, ἃ δὴ πάντα καὶ Ἀγαμέμνων, ὡς εἰκός, ἐποίει. Οὔκουν ἔλαθεν αὐτὸν ἄρτι οὐδ' ὁ Τεῦκρος ἀριστεύων.
(v. 280-291) Διὸ στὰς παρ' αὐτὸν λόγοις τε ἐξαίρει καὶ δώρων ὑποσχέσεσιν ἐπαίρει διαθερμαίνων εἰς πόλεμον, εἰπὼν "Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλ' οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι πατρί τε σῷ Τελαμῶνι, ὃς ἔτρεφε τυτθὸν ἐόντα, καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ. τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον. σοὶ δ' ἐγὼν ἐξερέω, ὡς καὶ τετελεσμένον ἔσται· αἴ κέν μοι δῴη Ζεὺς καὶ Ἀθήνη Ἴλιον ἐξαλαπάξαι, πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερσὶ θήσω, ἢ τρίποδα ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ἠὲ γυναῖχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι". Ἐφ' οἷς ὁ Τεῦκρος λαλεῖ καὶ ποιεῖ τὰ δηλωθησόμενα.
(v. 281) Ἰστέον δὲ ὅτι ἐν τῷ "φίλη κεφαλή" τὸν ὅλον Τεῦκρον ἐδήλωσεν ἀπὸ τοῦ καιριωτάτου μέρους. Καθόλου γὰρ οὐκ ἔστιν ἄλλως ἀπὸ μέρους καλέσαι τὸ ὅλον, εἰ μὴ τὸ μέρος ἐκεῖνο εἴη λόγου ἄξιον. [Τοιοῦτον σὺν ἄλλοις καὶ τὸ "ὤνησας κραδίην Διός", ἤγουν αὐτὸν τὸν [580] Δία, καὶ τὸ "ἤγομεν ἐνθάδε πάντα". Ἐκ μέρους γὰρ τοῦ τῶν ἀγομένων ἐμψύχων καὶ τὰ φερόμενα ἐξ αἰχμαλωσίας ὡς ἄψυχα ἐδήλωσε, τουτέστι τὰ φορτίου δίκην βασταζόμενα.] Ἰστέον δὲ ὡς Ὁμήρου ἀρχὴν ἐνδόντος λαλεῖται παρὰ τοῖς ὕστερον οὐ μόνον τὸ τιμία κεφαλὴ καὶ ἀξία τοῦ παντὸς καὶ σεβασμία, καὶ ὅσα τοιαῦτα σεμνά, ἀλλὰ καὶ ἀνάπαλιν. Κακὴ γοῦν κεφαλή ποτε καὶ ἀναιδὴς καὶ μισητὴ καὶ τοιαῦθ' ἕτερα.
(v. 282) Τὸ δὲ "βάλλ' οὕτως" καὶ ἑξῆς ὁ στίχος ὅλος, εἴωθεν ἐπιλέγεσθαι τῷ ἐπιτυχῶς εἰς ἔργον σπεύδοντι. [Βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν καὶ ἐνταῦθα. οὐ μὴν ἔστι νοῆσαι βάλλειν ἄρτι καὶ τὸ ἁπλῶς ἀφιέναι βέλος ἐκ τόξου, καὶ ὡς ἄν τις εἴποι, ῥίπτειν. Καὶ συλλαλεῖ τῇ ἐννοίᾳ ταύτῃ καί τις παλαιὸς αἶνος, ἤγουν γρῖφος, εἰπεῖν δὲ σαφέστερον, αἴνιγμα, κείμενον παρὰ Κλεάρχῳ, εἰπόντι ἐμμέτρως οὕτω "αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνήρ, ὄρνιθά τε κοὐκ ὄρνιθα, ἰδών τε κοὐκ ἰδών, ἐπὶ ξύλου τε κοὐ ξύλου, καθημένην τε κοὐ καθημένην, λίθῳ τε κοὐ λίθῳ, βάλοι τε κοὐ βάλοι". Ἐνταῦθα γὰρ τὸ μὲν βάλοι ἀντὶ τοῦ ἀφήσοι, πέμψοι, ῥίψοι, τὸ δὲ οὐ βάλοι ἀντὶ τοῦ οὐκ εὐστοχήσοι, οὐκ ἐπιτύχοι, ἵνα λέγῃ τὸ συμποσιακὸν ἐκεῖνο γριφῶδες πρόβλημα, ὅτι εὐνοῦχος νυκτερίδα θεασάμενος καὶ οὐ παριδὼν ἐπὶ νάρθηκος κυρίως μὲν οὐ καθημένην, ἄλλως δὲ καθημένην, ἐπειδὴ τὰ πτηνὰ καθέζεσθαί φαμεν, ὅτε μὴ πέτανται, ψευδολίθῳ κισσήρει βάλοι μὲν κατὰ μόνην ῥῖψιν καὶ ἄφεσιν κισσήρεως, οὐ μὴν καὶ βάλοι ἐπιτυχῶς καὶ εὐστόχως. Ἵνα νοῆται, ὅτι ἀφῆκε μὲν βέλος κίσσηριν, οὐκ ἐπέτυχε δέ. ὥστε βαλεῖν [581] ἔσται ποτὲ καὶ τὸ ἁπλῶς ἀφεῖναι βέλος ἐφέσει τοῦ τυχεῖν.] Φῶς δὲ κἀνταῦθα τὴν νίκην λέγει, ὡς τῶν ἡττωμένων ὑπὸ σκότει δοκούντων εἶναι, καθὰ καὶ Πίνδαρος φράζει σαφῶς. Κατὰ πλεονασμὸν δὲ τὸ φῶς γίνεται φόως, ὡς καὶ ἡ Κῶς Κόως.
(v. 283) Τὸ δὲ "ὃς ἔτρεφε" λείπεται τῆς σε ἀντωνυμίας.
(v. 283-285) Τὸ δὲ "ἐόντα" τρὶς ἐνταῦθα κεῖται διὰ τὸ καίριον· τυτθὸν ἐόντα, νόθον ἐόντα, τηλόθι ἐόντα.
(v. 284) Νόθον δὲ τὸν Τεῦκρον ὁ βασιλεὺς λέγει ἁπλοϊκῶς αὐτὸ λέγων τὸ ὄν, οὐ μὴν ὀνειδίζων ὅτε καὶ κολακεύειν ἐχρῆν. Δῆλον δ' ὅτι οὐδ' ἦν ἐν ὀνείδει τοῖς παλαιοῖς ἡ νοθεία. Ἐπεὶ γὰρ νενόμιστο παλλακὰς ἔχειν, διὰ τοῦτο καὶ οἱ ἐξ αὐτῶν νόθοι μὲν ἐκαλοῦντο ἀκαταγνώστῳ καὶ ἀνεμεσήτῳ κλήσει, οὐδὲν δὲ ἧττον ἐτιμῶντο τῶν γνησίων οἱ ἐν νόθοις ἀγαθοί, ἐπεὶ οὐδὲ ἡ παλλακὴ ἐφύβριστον ἦν ὄνομα. Πόθεν δὲ γίνεται ὁ νόθος, ἡ Ὀδύσσεια δηλοῖ.
(v. 281) Βασιλικὸς δὲ ἦν εὐγενὴς ὁ Τεῦκρος Ἡσιόνῃ γεννηθείς, τῇ ἀδελφῇ τοῦ Πριάμου, ἣν ὁ Τελαμὼν γέρας ἔλαχε πολέμου ἐν Τροίᾳ ποτὲ ὑφ' Ἡρακλέους, ὅτε διὰ τοὺς ἵππους τοῦ Λαομέδοντος πλεύσας εἷλε τὴν Τροίαν. Διὸ καὶ οἰκείως Τεῦκρος ἐκλήθη, ὄνομα τοῦτο ἐπιχώριον τοῖς Τρωσί. Τεῦκροι γὰρ οἱ Τρῶες, ἢ Τευκροί ὀξυτόνως, ὡς πολλοῖς δοκεῖ τῶν παλαιῶν, ἀπό τινος ὁμωνύμου ἀνδρός. ὅθεν οἰκεῖόν ἐστι Τεῦκρον καλεῖσθαι τὸν προσεχῶς μὲν Σαλαμίνιον υἱὸν Τελαμῶνος, ἀνέκαθεν δὲ Τρωϊκόν. Τὸ δὲ "ᾧ ἐνὶ οἴκῳ" διασαφητικόν ἐστι τοῦ κομίσατο, ὅ ἐστι κομιδῆς ἠξίωσε. κομίζει μὲν γάρ τις ἄγων τινὰ εἰς οἶκον, ἐπιμελείας δὲ ἀξιοῖ οὐκ εἰς οἶκον, ἀλλ' ἐν οἴκῳ.
(v. 285) Τὸ δὲ "ἐπίβησον εὐκλείας", ἀντὶ τοῦ ἐπιβίβασον, ὅμοιόν ἐστι τῷ "αὐτονυχεὶ [582] νηῶν ἐπιβησέμεν". Τοιοῦτον δὲ καὶ τὸ "κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν", καὶ παρὰ Σοφοκλεῖ τὸ "εὐσεβείας ἐπιβαίνοντες", ἤγουν εὐσεβοῦντες. Λέγει οὖν ὅτι ἀναβίβασον εἰς εὔκλειαν τὸν πατέρα σου, εἰ καὶ τηλόθι ἐστίν. Ὡς γὰρ θανὼν πατὴρ κλεΐζοιτ' ἂν ὑπὸ παιδὸς ἀγαθοῦ, ὡς οἷον ἀναγόμενος ἄνω τῷ κλέει, φελλοὶ ὅπως δίκτυον ἀνέχουσιν ἄνω κατ' Αἰσχύλον, οὕτω καὶ τηλόθι ὢν κλέος ἔχει. Ἔστι δὲ τὸ "ἐϋκλείης ἐπίβησον" περίφρασις τοῦ κλέϊσον.
(v. 288) Οὕτω δὲ καὶ τὴν Ἴλιον περιφραστικῶς Ἰλίου εὐκτίμενον πτολίεθρον λέγει, ὡς καὶ ἀλλαχοῦ Τροίης ἱερὸν πτολίεθρον ἀντὶ τοῦ Τροίαν.
(v. 289) Τὸ δὲ "πρώτῳ σοι μετ' ἐμέ" πρὸς ἀκρίβειαν ὑποσχέσεως κεῖται, ἵνα μὴ καὶ πρὸ αὐτοῦ τοῦ βασιλέως λαβεῖν ἴσως ἐθελήσῃ πρεσβεῖον ὁ Τεῦκρος, ὅπερ ἐζήτησεν ἄν, εἰ μὴ τὸ μετ' ἐμὲ νῦν προσέκειτο. Πρόσκειται δὲ τὸ τοιοῦτον καλῶς, ἵνα τὸ βασιλικὸν καὶ οὕτω φυλάττοιτο σέμνωμα καὶ μὴ τὸ καθῆκον κλέος εἰς οὐδὲν δέον πρόοιτο ὁ βασιλεύς. Τὸ δὲ πρεσβήϊον, ἤτοι πρεσβεῖον, δῶρον δηλοῖ τίμιον, ἤγουν τοῖς πρεσβυτέροις καὶ ἐντίμοις διδόμενον, [ὅπερ ἀριστεῖον οἱ μεθ' Ὅμηρόν φασιν, ἵνα ἐπεὶ οἱ αὐτοὶ καὶ γέροντες λέγονται καθ' Ὅμηρον ὡς τίμιοι καὶ ἀριστεῖς δέ εἰσιν, εἴη καὶ τὸ αὐτῶν γέρας καὶ ἀριστεῖον διὰ τοὺς ἀρίστους καὶ πρεσβεῖον διὰ τοὺς κατὰ τιμιότητα γέροντας.]
(v. 290 s.) Μικρὸν μὲν οὖν τρίπους ἢ ξυνωρὶς ἢ γυνὴ αἰχμάλωτος, μέγα δὲ ἄλλως ἕκαστον τούτων, ὡς γέρας. Ἀχιλλεὺς μὲν οὖν γυναικὸς τοιαύτης στερηθεὶς τὴν θρυλουμένην μῆνιν ἔπαθε. Τεῦκρος δὲ ἐκ τοιούτου δώρου Τελαμωνιάδης ἐστί. Τὸ δὲ "αὐτοῖσιν ὄχεσφιν" ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασιν Ἀττικῶς. Ἓν δὲ νοητέον ἅρμα διὰ τοὺς δύο ἵππους, εἰ καὶ συνήθως Ἀττικῷ ἔθει πεπλήθυνται καὶ νῦν τὸ "ὄχεσφι". Τὸ δὲ "ὁμὸν λέχος εἰσαναβαίνοι" ἐκερδάνθη μὲν τῷ βασιλεῖ ἐκ τῆς τοῦ φιλοβασιλέως ῥήτορος δημηγορίας, εἰπόντος "ἄλοχοι δέ", αἱ τῶν Τρώων δηλαδή, "ἄλλοισι μιγεῖεν". Σεμνῶς δὲ πέφρασται ἀντὶ τοῦ· "ἥτις ἂν εἴη συγκοιμωμένη σοι", ὡς μὴ ἁπλῶς αἰχμάλωτος δούλη, ἀλλὰ καὶ οἵα εἶναί σοι εἰς παλλακὴν καί που καὶ παῖδα τεκέσθαι ὑπὸ σοί, ὁποῖος αὐτὸς τῷ Τελαμῶνι ἐκ τοιαύτης γέγονας. Τὸ γὰρ λέχος εἰσαναβαίνειν τὸ εἰς τὴν αὐτὴν κοίτην ἰέναι δηλοῖ σαφῶς καὶ ἄλοχον εἶναι, ἐπείπερ τὸ ὁμὸν λέχος εἰ συντεθῇ, ποιεῖ τὸν ὁμόλεκτρον, τοῦτο δέ ἐστιν ἄλοχος.
(v. 293-295) [583] Ὅτι ὁ ἐφ' οἷς σπεύδει ἐποτρυνόμενος καὶ ἀκούων τὸ "βάλλ' οὕτως" καὶ ἑξῆς, ὡς εἴρηται, καλῶς ἂν εἴποι τὸ "τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι, παύομαι", ἢ "παύσομαι". τοῦτο δὲ ἑρμηνεία τοῦ σπεύδειν ἐστί. σπεύδει γὰρ πάντως ὁ μὴ παυόμενος πονεῖν, ὅση δύναμίς γε πάρεστι. Τὸ δὲ ῥηθὲν Ὁμηρικὸν ῥητόν, ὃ Τεῦκρος εἶπεν ὀτρύνοντι τῷ βασιλεῖ, παρεποιήθη τοῖς μεθ' Ὅμηρον εἰς παροιμίαν ἀποφαντικὴν ταύτην· σπεύδοντα ὀτρύνεις.
(v. 296) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ δεδεγμένος, ὁ προσέχων καὶ παρατηρῶν, ἐξ οὗ καὶ ἡ ἀλλαχοῦ ῥηθεῖσα ὁδοῦ προδοκή. Φησὶ γὰρ "τόξοις δεδεγμένος ἄνδρας ἐναίρω". Ἴσως δὲ καὶ ταὐτόν ἐστιν ἀστείως τῷ φιλοφρονούμενος, δεξιούμενος, ἵνα ὥσπερ δώροις ἢ δαιτὶ δεξιοῦνταί τινες, οὕτω καὶ Τεῦκρος τοὺς Τρώας τόξοις οἷς ῥίπτει αὐτούς. [Οὕτω καὶ τὸν Ἅιδην παρὰ Λυκόφρονι, καθά τινες νοοῦσι, τόξοις ὁ Ἡρακλῆς ἐδεξιώσατο βαλὼν ἐκεῖνον.] Σύστοιχον δὲ τῷ δεδεγμένος καὶ τὸ "ἠὲ σὺ τόνδε δέδεξο".
(v. 297-299) Ὅτι ἐν τῷ "ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν. τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα", ἢ "λωβητῆρα", κύνα τὸν Ἕκτορα καλεῖ ὁ Τεῦκρος διὰ τὸ πολὺ τῆς θρασύτητος. Ἐνταῦθα δέ τις ψέγειν ἐθέλων τὸν Τεῦκρον ἐπιχειρήσοι ἂν οὕτως, ὡς ἢ κατὰ τοῦ Ἕκτορος ἀφίησι τοὺς ὀϊστοὺς ἢ οὔ. εἰ μὲν οὖν οὐ τοξεύει κατ' ἐκείνου, ἀλλ' ἐν ὁμίλῳ, καθὰ προείρηται, τί δή ποτε δυσχεραίνει μὴ βάλλων ὃν οὐ προέθετο εἰς σκοπόν; εἰ δὲ σκοπὸς αὐτῷ τῆς βολῆς ὁ Ἕκτωρ, μάτην αὐτὸν ὁ βασιλεὺς ἐξαίρει, ἐπιτυχῆ νομίζων τοξότην ἐν οἷς δυστυχεῖ μὴ ἐπιτυγχάνων τοῦ σκοποῦ. Λυθήσεται δὲ τὸ ἄπορον, εἴ τις εἴποι ὅτι θέλει μὲν ὁ Τεῦκρος βαλεῖν τὸν Ἕκτορα καὶ δύναται δὲ ὡς τοξότης εὔστοχος, [584] καὶ ἄλλως γε μὴν οὐ δύναται ὡς ἢ μὴ ἐξικνούμενος τῷ ἀσυμμέτρῳ τοῦ διαστήματος ἢ διὰ τὸ ὑπὸ θυμοῦ σφάλλεσθαι. Φησὶ γὰρ προϊὼν ὁ ποιητής, ὅτι "καὶ τόθ' ἅμαρτε, παρέσφηλε γὰρ Ἀπόλλων". Σημείωσαι δὲ ὅτι τὸ ὀκτὼ παρῳδήσας τις παλαιὸς καὶ εἰπὼν "πολλοὺς δὴ προέηκα" καὶ ἑξῆς τοὺς δύο στίχους τὸν πρῶτον καὶ τὸν τρίτον ἕως τοῦ λυσσητῆρα, προσήρμοσε τὰ ἔπη τῷ κυνικῷ Διογένει, ὡς οἷα τῆς τύχης λεγούσης, ὡς πολλοῖς μὲν βέλεσι δυσπραγιῶν κατεστοχασάμην τοῦ φιλοσόφου τούτου κυνός, βλάψαι δὲ οὐκ ἔσχον αὐτόν.
(v. 297) Τανυγλώχινες δὲ ὀϊστοί ἀντὶ τοῦ ὀξυγώνιοι, μακρογώνιοι. Γλωχίν γὰρ καὶ ἀλλαχοῦ ἡ γωνία δηλοῦται.
(v. 299) Τὸ δὲ "λυσσητῆρα" ἐπίτασίς ἐστι σκώμματος, εἴγε μὴ μόνον κύων ὁ Ἕκτωρ, ἀλλὰ καὶ λυσσητήρ.
(v. 300-302) Ὅτι ἀποτυχίαν τοξότου φράζει ἐν τῷ "καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῇφιν ἴαλλε τοῦ δεῖνος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· καὶ τοῦ μὲν ἀφάμαρτε". τοῦτο δὲ καὶ μετ' ὀλίγα οὕτω κεῖται διττολογηθὲν συνήθως. [Ὅρα δὲ τὸ "ἴαλλε", δηλοῦν φανερῶς τὸ ἔπεμπεν. Ἐξ οὗ πάντως καὶ τὸ χεῖρας ἐπὶ δαῖτα προϊάλλειν λέγεται τροπικώτερον.]
(v. 302-308) Ὅτι Γοργυθίων νόθος Πριάμου υἱός, ὃν "ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ, καλὴ Καστιάνειρα, δέμας εἰκυῖα θεῇσιν", εἴνατος ὑπὸ Τεύκρου κατὰ τὸ στῆθος ἐβλήθη. "Μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι". Νοητέον δὲ τὸν Πριαμίδην τοῦτον σφηκώδη τὰ μέσα τοῦ σώματος καὶ κρέασι μὲν οὐ πεπληθυσμένον, μήκους δὲ διαστάσει πεφιλοτιμημένον ἐκ φύσεως καὶ ἐπιεικῶς ὄρθιον. Ταῦτα γὰρ λογίζεσθαι δίδωσιν ἡ παραβολὴ τῆς μήκωνος, ἥτις ἐκ τοῦ μήκους παρωνομασμένη μάκων εἰσέτι καὶ νῦν παρ' ἐνίοις λέγεται, βαρβάροις μέν, ἐοικόσι δὲ ἀπήχημα φυλάττειν γλώσσης Ἑλληνίδος παλαιᾶς. Εἰ δὲ καὶ ἡρωϊκῆς εἶχέ τι γενναιότητος ὁ ἀνήρ, αἰγείρῳ [585] ἂν αὐτὸν ἢ ἑτέρῳ τινὶ φυτῷ μεγαλοφυεῖ παρείκασεν ὁ ποιητής, ἐξ ὧν τοῖς ἥρωσι τεκταίνεται τὰς παραβολάς. Ἐνταῦθα δὲ ἀστεία τις περιπέτεια τὸ κατὰ Πριαμίδου τοῦ Ἕκτορος βαλόντα τὸν Τεῦκρον ἐκείνου μὲν ἀποτυχεῖν, Πριαμίδην δὲ ὅμως ἕτερον ἀνελεῖν καὶ αὐτὸν νόθον τῷ Πριάμῳ, ὁποῖος καὶ ὁ Τεῦκρος ἦν τῷ Τελαμῶνι, ὡς εἶναι τὸν Τεῦκρον εἰπεῖν καὶ αὐτόν, ὅτι οὐδ' οὕτω κακῶς, ὃ δὴ λέγεται εἰπεῖν καὶ ὁ κατὰ κυνὸς μὲν λίθον ἀφείς, κρούσας δὲ τὴν μητρυιάν.
(v. 309-313) Οὐ τοῦτον δὲ μόνον ὁ Τεῦκρος ἔρριψεν ἐρεθισθεὶς οἷς ὁ βασιλεὺς εἶπεν, ἀλλὰ καὶ θρασὺν ἡνίοχον Ἕκτορος ὁμοίως βαλὼν ἀνεῖλε. Καὶ οὕτως ἐγγὺς μὲν ἥκει τοῦ καὶ εἰς τὸν Ἕκτορα κακοῦ, ἀνελεῖν δὲ αὐτὸν οὐκ ἔχει, ὅτι μηδὲ δύναται ὁ ποιητὴς πλάσασθαί τι παρὰ τὴν τῆς ἱστορίας ἀλήθειαν.
(v. 304) Τὸ δὲ "ἐξ Αἰσύμηθεν" ἀντὶ τοῦ ἐξ Αἰσύμης πόλεως Θρᾳκικῆς, ὡς ὁ τὰ Ἐθνικὰ γράψας δηλοῖ. Περισσῶς δὲ κεῖται ἡ ἐξ πρόθεσις καὶ ἐν τῷ "ἐξ Αἰσύμηθεν", ὡς καὶ ἐν τῷ "ἐξ οὐρανόθεν" καὶ ἐν ἄλλοις. Τὸ δὲ ὀπυίειν, ἐξ οὗ ἡ ὀπυιομένη, οὐ διὰ μόνου τοῦ υ διχρόνου ἀλλὰ σὺν τῷ ι ἔχει τὴν παραλήγουσαν κατὰ παλαιὰν παράδοσιν. Διὸ οὐδὲ κινεῖται ὁ τοιοῦτος ἐνεστὼς εἰς μέλλοντα καὶ τοὺς ἐφεξῆς χρόνους, εἰ καὶ ἡ σχεδικὴ τόλμα ἐθρασύνατο ἐν τῷ ὠπύθη, νεωτερισαμένη κατὰ τῶν παλαιῶν.
(v. 305) Καλὴν δὲ εἰπὼν τὴν ῥηθεῖσαν γυναῖκα ἑρμηνεύει τὴν λέξιν περιφραστικῶς εἰπὼν "δέμας ἐοικυῖα θεαῖς", ὡς τοῦ κάλλους, ᾧ παρονομάζεται ἡ καλή, μὴ προσώπῳ μόνῳ ἐμφαινομένου ἀλλὰ καὶ καθ' ὅλον δέμας, ὡς ἐν συμμετρίᾳ θεωρουμένου τῶν ὅλων μερῶν τοῦ σώματος. [Τὸ δὲ "εἰκυῖα", ὃ γίνεται ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, καθὰ καὶ ἄλλα ὅμοια, οὐκ ὤφειλε μὲν ἔχειν τὸ σύμφωνον τοῦ ἐνεστῶτος, ὡς τὸ ἐοικυῖα, ὃ χρόνου μέσου παρακειμένου ἐστίν. ἔσχε δὲ ὅμως αὐτὸ διὰ [586] τὸ εὐφωνότερον ὡς ἀπὸ ἐνεργητικοῦ παρακειμένου τοῦ εἶκα. Ὅτι δὲ ἀναλογώτερον τὸ οἰκυῖα, δῆλον ἐκ τοῦ οἰκός, ἤγουν ἐοικός, ὃ κεῖται παρά τε Ἡροδότῳ καὶ ἄλλοις.]
(v. 306) Ὅτι δὲ μήκων καὶ σηπίας μέρος ἐστί, δῆλον, ὡς εἶναι καὶ τὴν λέξιν ταύτην ὁμώνυμον. Ὅρα δὲ καὶ τὸ "κάρη βάλεν", ἀντὶ τοῦ ἔκλινε τὴν κεφαλήν, καινῶς οὕτω λεχθέν. καὶ ἴσως ἀντὶ τοῦ ἔθηκε συνήθως εἴληπται. εἰκὸς γὰρ κλιθεῖσαν τὴν κεφαλὴν ἐπιτεθῆναί που τοῖς ἐκ πλαγίων μορίοις. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἔρριψε.
(v. 306 s.) Τὸ δὲ "ἣ ἐν κήπῳ καρπῷ βριθομένη", ὀρθῶς μὲν εἰπεῖν, λείπεται τοῦ ἔστιν, ἵνα λέγῃ ὅτι ἥτις τῷ καρπῷ βαρουμένη ἐστί. Τῶν τινες δὲ παλαιῶν ἠθέλησαν τὸ βριθομένη νοῆσαι ἀντὶ τοῦ βρίθεται, εἰπόντες εἰλῆφθαι μετοχὴν ἀντὶ ῥήματος καὶ σημειωσάμενοι τὴν λέξιν ὡς καινοσχήμονα. Ἔχει δὲ ὁμοιότητα πρὸς τοῦτο καὶ τὸ "μῦθος δ' ὃς μὲν νῦν εἰρημένος ἔστω", ἤγουν ὃς νῦν εἴρηται. Ὅμοιον καὶ παρὰ τῷ Ὁμηρικῷ ζηλωτῇ Σοφοκλεῖ τὸ "πρῶτά σε κεκλόμενος". ἢ γὰρ καὶ ἐκεῖ λείπει τὸ εἰμί ἢ τὸ κεκλόμενος ἀντὶ τοῦ κέκλομαι εἴληπται. [Χρῆσις δὲ ὁμοία σεσημείωταί που εἶναι καὶ παρὰ τῷ Πινδάρῳ ἐν Ὀλυμπιονίκαις.] Τὸ δὲ "καρπῷ βρίθεσθαι καὶ νοτίαις ἔαρος" πρὸς τὸ τῆς παραβολῆς ἀσφαλὲς εἴρηται. Τοιαύτῃ γὰρ μήκωνι ὁ βληθεὶς ἔοικεν, οὐ μὴν τῇ ὀρθοτενεῖ διὰ τὸ καὶ ἄκαρπον καὶ ἀνότιστον. Τὸ δὲ "νοτίαις" ἔπεσε μὲν ἤδη καὶ εἰς κοινολεξίαν παρὰ τοῖς ὕστερον διὰ τὸ σαφῶς πεφράσθαι, ἐλλιπῶς δ' ἔχει. Τὸ γὰρ ἐντελές, νοτίαις πνοαῖς [587] ἢ ὑγρότησι, ταῖς ἐκ νότου δηλαδή, [αἷς κατὰ τὴν ἐκ μέρους δήλωσιν τοῦ ὅλου συννοοῦνται καὶ αἱ βόρειοι καὶ αἱ κατὰ ζέφυρον καὶ αἱ λοιπαὶ πνοαί.]
(v. 308) Ἰστέον δὲ ὅτι τὸ ἔβαλεν ἤμυσε κατωτέρω φησίν, ὃ καὶ αὐτὸ σημαίνει τὸ ἔκλινε. Φησὶ γὰρ "ὣς ἑτέρωσε ἤμυσε κάρη, πήληκι βαρυνθέν". Καὶ σημείωσαι τοῦτο πάνυ συστατικὸν τῆς παραβολῆς ὄν. Ὡς γὰρ καρπὸς καὶ ὑγρότης πλαγιάζει τὸ ἄνω τῆς μήκωνος, οὕτω καὶ πήληξ βαρύνασα κεφαλὴν ἑτέρωσε αὐτὴν βάλλει. Ὅτι δὲ ἡ μήκων καὶ κώδεια λέγεται, ὃ δὴ καὶ αὐτὸ λαλεῖται μέχρι καὶ νῦν, δηλοῖ ἀλλαχοῦ ὁ ποιητὴς ἐν τῷ "φῆ κώδειαν ἀνασχών".
(v. 311) Ὅτι ὡς ἐπὶ πολὺ μὲν τὸ σφάλλειν τινὰ καὶ σφάλλεσθαι ὑπό τινος ἐμποδισμὸν δηλοῖ κατὰ τὸ σύνηθες, ὅθεν καὶ τὸ ἐν Ὀδυσσείᾳ σφέλας, καὶ ἀνασφάλλειν, τὸ ἀνεγείρεσθαι εἴτε ἀπὸ νόσου εἴτε ἀπὸ ἑτεροίου πτώματος. Ἐνταῦθα δὲ σφάλμα ἡ τῆς βολῆς ἀποτυχία, ἐν τῷ "ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτε, παρέσφηλε γὰρ Ἀπόλλων", [ἤγουν ἐγγὺς τοῦ σφαλῆναι ἤγαγεν. Ἐγγύτητα γὰρ ἐνταῦθα δοκεῖ σημαίνειν ἡ παρα πρόθεσις, ἴσως δὲ καὶ παρέκνευσίν τινα τῆς ὀρθῆς. Ὅρα δὲ τὸ "καὶ τότε", δι' οὗ δηλοῦται ὅτι καὶ τὰς ἄλλας βολὰς ὁ Ἀπόλλων παρέσφαλλεν.]
(v. 315) Ὅτι τὸ ἔθανε περιφράζων φησὶ "τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε". [(v. 316) Ὅτι διαχέει μὲν ἡ χαρά, ὡς δῆλον καὶ ἐκ τοῦ χαίρειν, ὅπερ ἀπὸ τοῦ χέω χῶ γίνεται, πυκνοποιεῖ δὲ ἡ λύπη. Διό φησιν ὁ ποιητής, ὅτι τὸν Ἕκτορα αἰνὸν ἄχος πύκασεν, ἤγουν ἐπύκνωσε. Πυκάζειν [588] γὰρ οὐ μόνον τὸ σκεπάζειν καὶ κρύπτειν, ἀλλὰ καὶ τὸ πυκνοῦν, ὡς ἀπὸ τοῦ πτύσσειν.]
(v. 317) Ὅτι ὁ σπεύδων ἐπί τι μεῖζον ἀμελήσοι ἄν, ὡς εἰκός, ποτε τοῦ ἥττονος. Οὕτω καὶ Ἕκτωρ ἐνταῦθα ἐπὶ Ἀρχεπτολέμῳ οἰκείῳ ἡνιόχῳ σχὼν ἄχος βληθέντι πρὸς Διομήδους, αὐτὸν μὲν ἀφῆκε κεῖσθαι, ποιεῖ δέ τι ἄλλο τῶν πρὸ ἔργου. Φησὶ γοῦν ὁ ποιητὴς "τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου" καὶ ἑξῆς.
(v. 319) Ἐνταῦθα δὲ καὶ τὸ ἡνιοχεύειν ἀναλύων περιφραστικῶς ἵππων ἡνία ἔχειν φησί.
(v. 320-329) Ὅτι ὁπηνίκα δέκατον ἔβαλε Τεῦκρος, ὡς ἐρρέθη, Ἀρχεπτόλεμον, Ἕκτορος ἡνίοχον, τότε δὴ "αὐτὸς ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος σμερδαλέα ἰάχων. ὃ δὲ χερμάδιον λάβε χειρί. βῆ δ' ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἄνωγεν", [ὅπερ ἐστι περίφρασις τοῦ προεθυμεῖτο βαλεῖν], "ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, θῆκε δ' ἐπὶ νευρῇ. τὸν δ' αὖ κορυθαιόλος Ἕκτωρ αὖ ἐρύοντα παρ' ὦμον, ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, βάλε λίθῳ ὀκριόεντι, ῥῆξε δέ οἱ νευρήν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός".
(v. 325) Ἐνταῦθα δὲ τῶν τις παλαιῶν γραμματικῶν, Νεοτέλης τὴν κλῆσιν, λέγων Σκυθικὴν εἶναι τὴν τῆς νευρᾶς ἕλξιν, πρὸς τὸν ὦμον αὐτήν φησιν ἑλκυσθῆναι νόμῳ Σκυθῶν, καὶ ἐκεῖ γενέσθαι τὴν πληγὴν τῷ Τεύκρῳ καὶ τὴν νευρὰν οὕτω ῥαγῆναι, ὡς εἶναι δεξιὰν χεῖρα τὴν πληγεῖσαν τῷ λίθῳ καὶ ναρκήσασαν. Λέγει δὲ οὕτω διὰ τὸ τὸν Ὅμηρον εἰπεῖν "αὖ ἐρύοντα παρ' ὦμον". καὶ οὕτω μὲν ὁ Νεοτέλης. Ἕτεροι δὲ εἰς τὸ "αὖ ἐρύοντα" στίζοντες, τὸ δὲ "παρ' ὦμον" τοῖς ἑξῆς συντάσσοντες, ἵνα λέγῃ ὅτι παρ' ὦμον ἔβαλε λίθῳ, νοοῦσι τὸν μὲν τῆς νευρᾶς ἑλκυσμὸν εἰς τὸν δεξιὸν γενέσθαι μαζὸν συνήθως τοῖς τότε, κατὰ τὸ "νευρὴν μὲν μαζῷ πέλασσε", τὸν δὲ λίθον ἐκ δεξιῶν, ὡς εἰκός, ὑφ' Ἕκτορος ἀφεθέντα ῥῆξαι μὲν ὡς ἐκ παρόδου τῇ ῥύμῃ καὶ τὴν νευράν, ἐμπελάσαι δὲ τῷ ἀριστερῷ τοῦ Τεύκρου ὤμῳ. Διὸ καὶ τὸ τόξον ἐκπεσεῖν ναρκησάσης κατὰ συμπάθειαν αὐτῆς δὴ τῆς [589] τοξοφόρου χειρός. Καὶ δοκοῦσιν οὗτοι κρεῖττον εἰπεῖν. Καὶ γὰρ ἄλλοι τε καὶ ὁ Καισαρεὺς Προκόπιος τοῖς μὲν παλαιοῖς παρὰ μαζὸν ἱστοροῦσιν ἕλκεσθαι τὴν νευράν, τοῖς δὲ ὕστερον παρ' αὐτὸ μάλιστα τὸ δεξιὸν ὠτίον. Εἰ μὴ ἄρα παίζειν ἐθέλοντες οἱ περὶ τὸν Νεοτέλην τρεῖς ἐροῦσιν ἑλκυσμοὺς νευρᾶς, δύο μὲν παλαιάς, τὴν παρὰ μαζὸν καὶ τὴν παρ' ὦμον, τρίτην δὲ τήν, ὡς εἴρηται, περὶ τὸ δεξιὸν ὠτίον. καὶ τοῦτο μὲν οὕτω.
(v. 320) Δίφρος δὲ παμφανόων, καθ' ὃ δηλαδὴ μέρος οὐ πέπλεκται. ἄλλως γὰρ εὔπλεκτοι καὶ εὐπλεκέες λέγονται. Παμφαίνει δέ, ὡς εἰκός, χαλκῷ καί τισι τοιούτοις.
(v. 321) Ὅρα δὲ τὸ "ὃ δὲ χερμάδιον λάβε". Περιττὸν γὰρ ἐνταῦθα τό "ὃ δέ". τί γὰρ ἐχρῆν εἰπεῖν "αὐτὸς δ' ἐκ δίφροιο θόρεν, ὃ δὲ χερμάδιον λάβε", δυνατὸν ὃν εἰπεῖν "καὶ χερμάδιον λάβε". [Καὶ ἔστι καὶ τοῦτο σχῆμα ὡς οἷα ἐπιτετηδευμένον. ἄλλως γὰρ εἶχεν ἀσφάλτως εἰπεῖν "χαμαὶ θόρεν ἰδὲ χερμάδιον λάβεν".] Ὅτι δὲ πρωτότυπον τοῦ χερμάδιον ἡ χερμάς, καὶ ὅτι ἐν τῷ χερμάδιον λείπει τὸ λίθον, διὸ ὑποκατιὼν λίθον ὀκριόεντα τοῦτον λέγει, καὶ ὅτι ἐκ τοῦ χερὶ μάσασθαι, ὅ ἐστιν ἅψασθαι, λέγεται, ‑ Λίθος γὰρ χειροπληθὴς ὁ χερμάδιος. ‑ δῆλόν ἐστι.
(v. 322) Τὸ δὲ "βαλέειν δέ ἑ θυμὸς ἄνωγε" πρὸ τούτων ἄλλως ἔφη ἐν δυσὶ τόποις "βαλέειν δέ ἑ θυμὸς ἵετο", ἔνθα καὶ ἐν ὅλοις στίχοις ἐταὐτολόγησε.
(v. 323) Τὸ δὲ "ἐξείλετο" ἀντὶ τοῦ ἐξήγαγεν ἢ ἐξελέξατο. Πικρὸν δὲ ὀϊστόν ἢ τὸν πικροποιὸν ταῖς ὀδύναις ἢ τὸν θανάσιμον, ὁποῖον ἀλλαχοῦ τὸ τοῦ Ἀπόλλωνος βέλος ἐχεπευκές.
(v. 324) Ἐν δὲ τῷ "ἔθηκεν ἐπὶ νευρῇ" τὰς τοῦ ὀϊστοῦ γλυφίδας πελασθῆναι νοητέον τῇ νευρᾷ. Τὸ δὲ "αὖ" δὶς ἐνταῦθα ἐγγυτάτω τεθὲν διάφορον σημασίαν ἔχει. Ἐν μὲν γὰρ τῷ "τὸν δ' αὖ Ἕκτωρ" παραπλήρωσιν [590] ἔχει ἄσημον.
(v. 325) Ἐν δὲ τῷ "αὖ ἐρύοντα" τὸ ἔμπαλιν καὶ ὀπίσω δηλοῖ, ἐξ οὗ καὶ τὸ σύνθετον αὐερύειν προδεδήλωται.
(v. 326) Τὸ δὲ καίριον τί σημαίνει, προγέγραπται.
(v. 325 s.) Νῦν δὲ τοσοῦτον μόνον ῥητέον, ὅτι τε τὴν κλεῖδα ἐνταῦθα ἐγνώρισε διὰ τοῦ εἰπεῖν ἀπείργειν αὐτὴν τὸν αὐχένα καὶ τὸ στῆθος, [μεσολαβοῦσαν οἷα καί τι κλειδίον,] καὶ ὅτι θανάσιμον δηλοῖ τὴν αὐτόθι σφοδρὰν βολήν.
(v. 327) Ὁ δὲ ὀκριόεις λίθος, ἤτοι ἄκρας ἔχων καὶ τραχύς, πιθανολογεῖ τὴν ῥῆξιν τῆς νευρᾶς. ὁ γὰρ λεῖος ποιεῖν οὕτως οὐ δύναται.
(v. 328) Τοῦ δὲ "ῥῆξε νευρήν" οὐκ ἔστι κρείττων λέξις. οὔτε γὰρ τὸ διέκοψεν οὔτε τὸ διέκερσεν οὔτ' ἄλλο τι. Περὶ δὲ καρποῦ τοῦ κατὰ χεῖρα προγέγραπται.
(v. 329) Γνὺξ δὲ πεσεῖν τὸ ἐπὶ γόνυ, ὅτε δηλαδὴ τὸ λοιπὸν τοῦ σώματος ἀνέστηκε. Διὸ ἔφη "στῆ δὲ γνὺξ ἐριπών", ὅ ἐστι πεσών. Ὁ γὰρ οὕτω σχηματισθεὶς τοῖς κάτω μὲν ἤριπεν ἕως εἰς γόνυ, τοῖς δὲ ἄνω ἔστηκεν.
(v. 330 s.) Ὅτι Αἴας οὐκ ἠμέλησε κασιγνήτου, ὡς προσεχῶς ἐρρέθη, πεσόντος, ἀλλὰ θέων περίβη, ἤγουν τῷ κειμένῳ ἐπέστη, ὥστε ὑπερμαχῆσαι. Διὸ ἐπάγει "καί οἱ σάκος ἀμφεκάλυψε". Δῆλον δ' ὅτι ταὐτὸν περιβῆναι καὶ ἀμφιβῆναι, καί εἰσιν ἄμφω λέξεις συμμαχικαί. Ὁ δὲ ῥηθεὶς Ὁμηρικὸς λόγος προσφυής ποτε παρῳδηθῆναι καὶ εἰς ἁπλῶς φιλικὴν ἐπικουρίαν, ἐφ' οἷς οἰκεῖον καὶ τὸ παροιμιῶδες "γόνυ κνήμης ἔγγιον", ὥς φασιν οἱ τὰς παροιμίας ἀναγραψάμενοι.
(v. 332-334) Ὅτι φέρειν καὶ ἐνταῦθα τὸ βαστάζειν. Φησὶ γὰρ "τὸν μὲν ἔπειτα", ἤγουν τὸν Τεῦκρον, "ὑποδύντε δύω ἐρίηρες ἑταῖροι νῆας ἐπὶ γλαφυρὰς φερέτην βαρέα στενάχοντα". Καὶ ὅρα τὸ "ὑποδύντε" ἀστειότητός τι ἔχον. ὃς γὰρ ἀριστεύων πρὸ βραχέων πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴαντα, νῦν δύο ὑποδύντων αὐτὸν φέρεται. Ὧν ὁ ἕτερος Ἀλάστωρ κατὰ κυριωνυμίαν. Ὅρα δὲ οἵα ἡ τοῦ Ἕκτορος ἐν καιρίῳ βολή, διὰ χερμαδίου οὕτω ῥίψασα τὸν Τεῦκρον.
(v. 335 s.) Ὅτι βληθέντος Τεύκρου, ὡς εἴρηται, λίθῳ καὶ πεσόντος [591] "ἂψ Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν. οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς". Οὕτω δὲ καὶ ἐν ἄλλοις ἀριστέων βλαβέντων μεταβολαὶ μάχης γίνονται. Ὅρα δὲ τὸ "ὦσαν" οὐ τὴν ἐκ τῶν κάτω εἰς τὰ ἄνω ἐνταῦθα συνήθως δηλοῦν κίνησιν, ἀλλὰ τὸν ἁπλῶς ὠθισμόν.
(v. 337) Ὅτι "σθένεϊ βλεμεαίνειν" κυρίως ἐπὶ λέοντος. δηλοῖ δὲ τὸ καὶ μόνῳ βλέμματι ἐκφοβεῖν, ἢ τὸ ἐνταῦθα καὶ ἐκεῖ ἐπιστρεφῶς περιβλέπεσθαι. Οἱ δὲ ἀπὸ τοῦ βρέμειν τὴν λέξιν παράγουσι, λέγοντες προϋπῆναι τὸ βρεμεαίνειν καὶ ἐξ αὐτοῦ γίνεσθαι τὸ βλεμεαίνειν, ὁμοίως τῷ "κρίβανος κλίβανος". Τῷ Ἕκτορι δὲ νῦν τὴν τοιαύτην λέξιν ἐπιλαλεῖ ὁ ποιητὴς εἰπὼν "Ἕκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων", τουτέστιν οὐχ' ἁπλῶς ὢν βλοσυρός, ἀλλὰ καὶ μετὰ ἀνδρίας, ὁποῖον καὶ λέοντά που δείξει διὰ παραβολῆς.
(v. 338-342) Ὅτι κἀνταῦθα κυνὶ παραβάλλει τὸν Ἕκτορα, οὐ λυσσητῆρι δέ, ἀλλ' ὃς τεχνίτης ὢν θηριομαχεῖν ποιεῖ, ἃ ἐκτίθεται ὁ ποιητής, εἰπὼν οὕτως "ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθεν ποσὶ ταχέεσσι πεποιθώς, ἰσχία τε γλουτούς τε, ἑλισσόμενον τε δοκεύει, ὣς Ἕκτωρ ὤπαζε καρηκομόωντας Ἀχαιούς, αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δ' ἐφέβοντο". Καὶ κατὰ τοῦτο μὲν εἰκάζονται τοῖς ὡς εἴρηται διωκομένοις ζῴοις. Καθότι δέ γε καὶ πλήττονται, ὁμοιότητα σῴζουσι πρὸς ἐκεῖνα, ὧν κύων, ὡς ἐρρέθη, κατόπισθεν ἅπτεται. Ὅρα δὲ ὅτι καὶ δυσπραγοῦντα τὸν Ἑλληνικὸν στρατὸν συάγρῳ καὶ λέοντι ὁ ποιητὴς εἰκάζει διὰ τὸ φύσει ἀνδρεῖον. καὶ τὸν Αἴαντα δὲ ἐν τοῖς ἑξῆς ἀναχωροῦντα, ὅτε ὁ Ζεὺς αὐτὸν ἐφόβησε, λέοντι παραβαλεῖ. Τὸν μέντοι νῦν διώκοντα Ἕκτορα κυνὶ ἀπεικάζει, ὡς διὰ θράσος καὶ τάχος ἐπιτιθέμενον τοῖς καὶ τοσούτοις καὶ ἀνδρείοις, ὡς ὁ κύων τοῖς γενναιοτέροις θηρίοις.
(v. 338 s.) Ὅρα δὲ καὶ ὅτι τὸ ἅπτεσθαι αἰτιατικῇ συνέταξεν ἐν τῷ "ἅπτηται ἰσχία καὶ γλουτούς", εἰ μή τις ἴσως τὴν κατα πρόθεσιν προσλογίσεται, ἵνα ᾖ κατὰ ἰσχία καὶ γλουτούς. [592] [Ἐνταῦθα δὲ ὅρα καὶ τὸ ἅπτηται ἀναιτίως ἐκτεῖνον τὴν παραλήγουσαν Ἰώνων ἔθει, ὁποῖα μυρία ἐκεῖνοι ποιοῦσι. Τοιοῦτον δὲ καὶ πρὸ τούτων τὸ "ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι". σύνταξιν γὰρ ὁμοίαν καὶ ἐκεῖνο ἔσχε.]
(v. 340) Γλουτοὶ δέ, φασί, περὶ ὧν καὶ προδεδήλωται, σφαίρωμα κοτύλης ἢ τὸ ὄπισθεν βαθὺ τῶν μηρῶν καὶ ἁπαλὸν καὶ γλοιῶδες, ἵνα ᾖ γλουτὸς ὡς οἷον γλοιτός. Ἰσχίον δέ, φασί, τὸ ὑπὸ τὴν ὀσφὺν ὀστοῦν, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὃ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη δὲ διὰ τὴν κοιλότητα. καὶ ἄλλως δὲ ἰσχίον τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. Ῥοῦφος δὲ εἰπὼν πυγὰς τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη καὶ ἐφέδρανα, τὰ ἐφ' ὧν καθεζόμεθα, ἐπάγει· ἄλλοι δὲ γλουτοὺς καλοῦσιν. Ἰσχίον δέ, φησί, καὶ τὸ νεῦρον τὸ πρὸς τὴν κοτύλην καὶ ὅλον τὸ ἄρθρον.
(v. 341) Ὀπάζειν δὲ καὶ νῦν οὐ τὸ παρέχειν, ἀλλὰ τὸ κατόπιν διώκειν ἐν τῷ "ὤπαζεν Ἀχαιούς".
(v. 342) Τὸ δὲ "οἳ δ' ἐφέβοντο" διὰ σαφήνειαν κεῖται, ἵνα δηλώσῃ ὅτι ἔκτεινεν Ἕκτωρ τὸν ἐν τοῖς φεύγουσιν ὄπισθεν ὄντα. Σημείωσαι δὲ ὅτι ὡς μὲν ἐκ τοῦ ὄπισθεν ὀπίσθατος ὤφειλεν εἶναι, οὐχ' εὕρηται δὲ τοιαύτη γραφή. Καὶ ἔοικε συνεκδραμεῖν ἡ λέξις τῷ κλεπτίστατος καὶ λαλίστατος καὶ τοῖς ὁμοίοις. Δύναται δὲ καὶ ἀπὸ τοῦ ὀπίσω εἶναι ὀπισώτατος καὶ ἐν συγκοπῇ ὀπίστατος.
(v. 3437) Ὅτι τροπῆς ἐν μάχῃ καὶ κινδύνου μεγάλου δηλωτικὸν τὸ "αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν τῶν δεῖνα ὑπὸ χερσίν, οἳ μὲν δὴ ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ θεῷ χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος".
(v. 347) Ἔνθα ὅρα τὸ "ἀνίσχοντες", ἤγουν ἄνω ἔχοντες, ὁμώνυμον ὂν τῷ δηλοῦντι τὸ ἀνατέλλειν, ἣ δὴ ὁμωνυμία καὶ ἐπὶ τοῦ ἀνέχειν ἐστί. Τὸ δὲ "μεγάλα εὔχεσθαι" διέσταλται τοῦ σιγῇ εὐχὴν ποιεῖσθαι, [οἷα ὁμοιούμενον τῷ ἀμφαδίην εὔχεσθαι.]
(v. 348 s.) Ὅτι Ἕκτωρ συγκλείσας τοὺς Ἀχαιοὺς εἰς τὴν τάφρον "ἀμφιπεριστρώφα [593] καλλίτριχας ἵππους, Γοργοῦς ὄμματ' ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος", μαινόμενος καὶ πολλὰ κακὰ ἐοργώς. Τὸ δὲ ἀμφιπεριστρωφᾶν τὴν ἐνταῦθα καὶ ἐκεῖ τῆς τάφρου καὶ ὡς εἰπεῖν ἀμφὶς καὶ πέριξ στροφὴν δηλοῖ τοῦ Ἕκτορος, οἷα περιεργαζομένου πάροδον ὡς πρὸς τὰς νῆας. Ἐκτείνεται δὲ τοῦ στρωφᾶν ἡ παραλήγουσα κατὰ τὴν ἀλλαχοῦ ῥηθεῖσαν κίνησιν τοῦ στρέφω στρόφος στρωφῶ, τρέχω τρόχος τρωχῶ, τρέπω τρόπος τρωπῶ, καὶ τῶν ὁμοίων [ὅσα δευτέρας συζυγίας τῶν περισπωμένων εἰσί.] Τὸ δὲ "Γοργοῦς" κλίνεται ὡς ἡ Σαπφώ τῆς Σαπφοῦς. ἴσως δὲ καὶ τὸ ἀηδοῦς, ὅ ἐστι ἀηδόνος, παρὰ Σοφοκλεῖ, καὶ τὸ χελιδοῖ παρὰ τῷ Κωμικῷ ἀπὸ ὁμοίας εὐθείας ἐκλίθησαν. Ζηνόδοτος δὲ "Γοργόνος ὄμματα ἔχων" γράφει, Ἀρίσταρχος δὲ "Γοργοῦς οἴματα ἔχων", ὅ ἐστιν ὁρμήματα. Ἀλληγορικῶς δὲ καὶ ἐνταῦθα λαμβάνει τὴν Γοργόνα ἐπὶ τῆς κατὰ ψυχὴν καὶ σῶμα γοργότητος. Ἔοικε γὰρ τοιοῦτος εἶναι ὁ Ἕκτωρ καὶ μάλιστα νῦν ὅτε ἀρεϊκῶς ἠρέθισται, ὡς δῆλον ἐκ τοῦ "Γοργοῦς ὄμματ' ἔχων καὶ Ἄρεος". Ὅτι δὲ ὁ μὲν μῦθος τεράστιόν τι χρῆμα καὶ δεινὸν τὴν Γοργόνα οἶδε καὶ ὀφεωπλόκαμον, ἡ δὲ ἱστορία σεμνά τινα περὶ Γοργόνων λαλεῖ, ἐν ἄλλοις δεδήλωται.
(v. 354 s.) Ὅτι ἐπί τινος ἑνὸς πολλοὺς βλάπτοντος οἰκεῖον εἰπεῖν τὸ "οἳ δὴ κακὸν οἶτον", ὥς που καὶ ἀλλαχοῦ κεῖται, "ἀναπλήσαντες ὄλωνται ἀνδρὸς ἑνὸς ῥιπῇ. ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς". [Μαίνεσθαι δὲ καὶ ἐνταῦθα τὸ ἐνθουσιᾶν ἔφη πρὸς μάχην, ὅπερ ἐπίτασίς ἐστι τοῦ μαιμᾶν καὶ τοῦ ὁρμᾶν καὶ τῶν ὁμοίων.] Περὶ Ἕκτορος δὲ ἡ Ἥρα ταῦτά φησιν, ἐλεήσασα διωκομένους τοὺς Ἀχαιοὺς ὑπ' αὐτοῦ, ὅτε καὶ προσεταιρίζεται τὴν Ἀθηνᾶν εἰς ἐπικουρίαν τῶν διωκομένων, πείσασα καὶ κατειπεῖν ἀφελέστερον τοῦ πατρὸς Διός, καὶ περιτρέψαι αὐτῷ τὴν κατὰ τοῦ Ἕκτορος ὕβριν, εἴπερ ἐκεῖνος μὲν κατὰ τὸν τῆς Ἥρας λόγον μαίνεται οὐκέτ' ἀνεκτῶς, Ἀθηνᾶ δὲ τὸν πατέρα ἐρεῖ φρεσὶ μαίνεσθαι οὐκ ἀγαθαῖς.
(v. 353) Ἐν τούτοις δὲ κεῖται καὶ λέξις ποιητική, τὸ "κεκαδησόμεθα", τουτέστι κηδήσομεν, φροντίσομεν. οὐ φιλεῖ δὲ ταῦτα λόγος πεζός. Γίνεται δὲ [594] ἀπὸ τοῦ κηδῶ κηδήσω, τὸ φροντίζω, κατὰ χρόνον μετ' ὀλίγον μέλλοντα, ἐξ οὗ καὶ ἀκηδῆσαι, τὸ ἀφροντιστῆσαι, καὶ ἀκηδέστως, τὸ ἀφροντίστως, καθ' ἕτερον μέλλοντα. Ἔστι γὰρ οὐ μόνον κηδῶ κηδήσω, ἀλλὰ καὶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. [Προϋπόκειται δὲ τούτων ἐνεστὼς ἐντελὴς τὸ κηδέω, ἐξ οὗ ἐπενθέσει τοῦ υ τὸ κηδεύω ἐπί τε τοῦ θάπτειν, ὅθεν καὶ κηδεὸς νέκυς, καὶ τοῦ ἐπιγαμβρεύειν, καθ' ὃ ἔφη Αἰσχύλος, ὡς τὸ κηδεύειν καθ' ἑαυτὸν ἀριστεύει μακρῷ. Ἡ δὲ ἀκηδία οὐκ ἂν εἴη δῆλον εἴτε ἀπὸ τοῦ κηδῶ περισπωμένου εἴτε ἀπὸ βαρυτόνου τοῦ κήδω γίνεται, στέρησιν τοῦ φροντίζειν δηλοῦσα.]
(v. 352-354) Τὸ δὲ χωρίον, ἐν ᾧ ἡ ῥηθεῖσα κεῖται λέξις, τοιοῦτον "ὢ πόποι, Διὸς τέκος, οὐκ ἔθ' ἡμεῖς ὀλλυμένων Δαναῶν κεκαδησόμεθα ὑστάτιόν περ;" Τὸ δὲ σχῆμα κατ' ἐρώτησιν. Ἐρωτᾷ γὰρ ἡ Ἥρα τὴν Ἀθηνᾶν, ὡς οὐκ ἐπιμελησόμεθα ὕστατον τοῦτο τῶν Ἀχαιῶν, "οἳ τάχ' ἂν οἰχήσονται ὑφ' Ἕκτορος κακὸν οἶτον ἀναπλήσαντες". Δύναται δὲ τὸ αὐτὸ νοηθῆναι καὶ ἀποφαντικῶς, ἵνα λέγῃ, ὡς ἐπεὶ ὄλλυνται νῦν οἱ Ἀχαιοί, οὐκέτι ἄρα ἕξομεν φροντίσαι αὐτῶν.
(v. 358 s.) Ὅτι ἀπειλὴ ἐπὶ θανάτῳ τὸ "καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε, φθίμενος ἐν πατρίδι γαίη".
(v. 360 s.) Μικροψύχου δὲ τέκνου λόγος τὸ "ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι, σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς", ἤγουν κωλυτὴς τῶν ἐμῶν προθυμιῶν καὶ οἷον ἀναποδιστής, ἐκ τοῦ ἐρωῶ, ἐξ οὗ πολλαχοῦ καὶ τὸ "ἵπποι δ' ὑπερώησαν". Ἀθηνᾶ δὲ ἡ μυθικὴ ταῦτά φησι περὶ Διός. Ἔνθα καὶ ὅρα οἷον ὁ θυμός. Ἡ γὰρ σώφρων θυγάτηρ οὐκ ἄξια ἑαυτῆς ποιοῦσα ὑβρίζει νῦν τὸν πατέρα διὰ θυμόν. Ἀλιτρὸς [595] δὲ ὁ τοῦ δέοντος ἀλιτών, ἤτοι ἁμαρτών, ἵνα ᾖ ἀλιτός, καὶ πλεονασμῷ τοῦ ρ ἀλιτρός ἢ ἀλιτηρός καὶ ἐν συγκοπῇ ἀλιτρός. ἐκ τούτου δὲ κατά τινας καὶ ὁ ἀλιτήριος. Ἔχει δὲ καὶ ἑτέραν ἐτυμολογίαν ἐκεῖνο. Ὥσπερ δὲ ἀπὸ τοῦ ἤλιτον δευτέρου ἀορίστου ἀλιτός, ὅθεν ὡς εἴρηται ὁ ἀλιτρός, οὕτως ἀπὸ τοῦ ἀλείτω ἐνεστῶτος ἀλοιτός παρὰ Λυκόφρονι, τοῦ ῥηματικοῦ ε μεταπεσόντος εἰς ο, καθὰ καὶ ἐν τῷ λείπω λοιπός καὶ τοῖς ὁμοίοις.
(v. 362 s.) Ὅτι ὀνειδίζει Ἀθηνᾶ, ὡς αὐτὴ μὲν Διὸς χάριν τὸν υἱὸν μάλα πολλάκις τειρόμενον, φησί, "σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων". Ζεὺς δὲ οὔτι τῶν μέμνηται, ὡς πρὸς ἀντίχαριν δηλαδή.
(v. 364) Ἐκτίθεται δὲ καὶ σχῆμα ἱκετικὸν Ἡρακλέος, ὡς "ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν".
(v. 366-372) Εἶτα καὶ ὡς οἷα μετάμελον παθοῦσα, ἐφ' οἷς τότε ὑπήκουσε, φησὶν "εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσι", περὶ ὧν λέξεων ἀλλαχοῦ δηλοῦται, "εὖτε μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς, ἥ οἱ γούνατ' ἔκυσε καὶ ἔλλαβε χειρὶ γενείου, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον".
(v. 373) Εἶτα ἐπάγει ἀφελὲς νόημα καί, ὡς ἂν εἴποι τις κορικόν, τοῦτο "ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ", τουτέστιν, εἰ καὶ οὕτω με λυπεῖ ὁ πατήρ, ἀλλ' ἐν καιρῷ ὑποκορίσεται με συνήθει προσφθέγματι. Οὕτω θαρρεῖ Ἀθηνᾶ πεφιλῆσθαι τῷ Διΐ, ὡς φρόνησις νοΐ, ὃς εἰ καί ποτε θυμοῦ ἐπισκοτοῦντος ἢ ἐπιθυμίας ἀποστρέψεται τὴν φωσφόρον Ἀθηνᾶν, οὐκ εἰς μακρὸν τοιοῦτος [596] μένει, ἀλλὰ ταχὺ ἐπίστροφος αὐτῆς γίνεται. Ἰστέον δὲ ὅτι πολλὴν καὶ τὸ τοιοῦτον χωρίον ποικιλίαν ἔχει. Ἱστορίᾳ τε γὰρ ἤρτυται καὶ μύθῳ γλυκάζεται καὶ ἀλληγορίας ὑπόνοιαν ἔχει καὶ ἤθη διαζωγραφεῖ, ὡς εὐθὺς εἰρήσεται. Αὐτίκα γοῦν Ἀθηνᾶ θυμὸν ἔχουσα υἱὸν Διὸς ἔφη ἀντὶ τοῦ Ἡρακλέα, οὐχ' οὕτω κατ' ἐξοχήν, ἀλλ' ὡς μηδὲ πρὸς ὄνομα ἐθέλουσα ἐκείνου μνησθῆναι. καί γε ἐχρῆν τήν, ὡς ὁ μῦθος βούλεται, ἀεὶ κόρην μὴ ἔχειν ἐνδιαθέτως πρὸς τὸν λαγνίστατον.
(v. 370 s.) Τὸ δὲ περὶ τῆς Θέτιδος ζηλήμονα τὴν Ἀθηνᾶν ἐμφαίνει καὶ βαρύθυμον, εἰ διὰ φίλημα γονάτων καὶ γενείου ἁφὴν παρ' οὐδὲν τίθεται τὸ θεραπευτικὸν τῆς Ἀθηνᾶς ὁ πατὴρ Ζεύς. Διαγράφει δὲ καὶ σχῆμα παθητικόν, ἐν οἷς Ἡρακλῆς κλαίει, ὡς εἰκὸς δὲ καὶ εὔχεται ἀναβλέπων εἰς οὐρανόν.
(v. 373) Ὑποσμύχεται δέ τι καὶ ἀπειλῆς ἐν τῷ "ἔσται μὰν ὅτε φίλην γλαυκώπιδα εἴπῃ". Βούλεται γὰρ ὑπολαλεῖν ὡς Διὸς ἀξιοῦντος ἀκκίσεται καὶ οὐ ῥᾳδίως ὑπακούσεται.
(v. 367-369) Κάθοδον δὲ Ἡρακλέος εἰς Ἅιδην καὶ φθάσας μὲν ἐδήλωσεν ὁ ποιητής, ἔνθα καὶ ἐρρέθη ὅσον ἐχρῆν. Ἐνταῦθα δὲ καὶ αἰτίαν τῆς καθόδου λέγει τὸν τοῦ Ἅιδου κύνα, οὗ τὴν κλῆσιν Ὅμηρος μὲν σιγᾷ, οἱ δὲ νεώτεροι Κέρβερον αὐτὸν καλοῦσι. Καὶ κυνὸς μὲν κεφαλὰς αὐτῷ προσάπτουσι τρεῖς, οὐρὰν δὲ προσπλάττουσι δράκοντος, ἐπὶ δὲ νώτου προσφύουσιν ὄφεων κεφαλάς. Καὶ τὴν τούτου ἐξ Ἅιδου ἀναγωγὴν ἕνα φασὶν εἶναι τῶν Ἡρακλέους ἄθλων, οἳ ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ ἐκείνῳ ἠνύσθησαν. καὶ ταῦτα μὲν ὁ μῦθος. Οἱ δὲ ἱστοροῦντες λέγουσιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, [597] ἄφυκτον εἶναι κύνα τὸν Κέρβερον Ἀϊδωνέως Θρᾳκῶν βασιλέως. ἔνθα σταλέντα τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως περιγενέσθαι τοῦ κυνός. Καὶ τὸν μῦθον ἐντεῦθεν πλασθῆναι διὰ τὸ τὸν Ἀϊδωνέα τὸν Θρᾷκα τῷ ὑπὸ γῆν Ἅιδῃ ὁμωνυμεῖν. Ἡ δὲ ἀλληγορία εἰς μέθην αὐτὸν ὑπονοεῖ ἢ ἄλλο τι τοιοῦτον κακόν, παρὰ τὸ τὸ κέαρ βαρύνειν, ὅ ἐστι τὴν ψυχήν. οὗ δὴ Κερβέρου περιγίνεται Ἡρακλῆς, ὁ εἰς τὸν λόγον ἀναγόμενος, καθὰ καὶ αὐτὸ ἐν ἄλλοις εἴρηται. Μέμνηται δὲ Κερβέρου καὶ ὁ Περιηγητής.
(v. 362-365) Ἰστέον δὲ ὅτι τὸ μὲν "οὐδέ τι τῶν μέμνηται", ὅτι τὸν δεῖνα μάλα πολλάκις "τειρόμενον σώεσκον ὑπ' ἀέθλων", καὶ τὸ "ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ ὁ δεῖνα ἐπαλεξήσουσαν", ἢ "ἐπαλεξήσοντα, προΐαλλε" χρήσιμά ποτε εἰς ὀνειδισμὸν τὸν ἐπὶ ἀχαριστίᾳ, ὅτε τις βοηθείας οὐ μέμνηται ἣν ἔπαθεν.
(v. 366 et 369 s.) Ἔχεται δὲ τοιαύτης ἐννοίας καὶ τὸ "εἰ γὰρ ἐγὼ τάδε ᾔδεα ἐνὶ φρεσίν, οὐκ ἂν ὁ δεῖνα ὑπεξέφυγε κινδυνεύων", καὶ τὸ "νῦν δὲ ἐμὲ μὲν στυγέει, τοῦ δεῖνος δ' ἐξήνυσε βουλάς".
(v. 373) Ἐλπίδα δὲ παρακλήσεως παρῳδεῖ τὸ "ἔσται μὰν ὅτ' ἂν αὖτε φίλον εἴπῃ", ἤγουν προσείπῃ. [Ἔνθα ὅρα ὅτι οὐ μόνον τῷ ἔσεται χρᾶται ὁ ποιητὴς ἐντελῶς, ἀλλὰ καὶ τῷ ἔσται, οὗ τὴν συγκοπὴν καινὴν κρίνουσιν οἱ παλαιοί, καὶ ὡς εἰπεῖν μονήρη, καθά που προδεδήλωται. Θέμα δὲ αὐτῶν κοινότερον μὲν ἔω, ἀφ' οὗ καὶ τὸ εἰμί καὶ τὰ κατ' αὐτό. Ἡρακλείδης δὲ πεποιῆσθαι λέγει τὸ ἔσομαι ἀπὸ μονοσυλλάβου τοῦ ὦ, ἤγουν ὑπάρχω, ἵνα ᾖ ὥσπερ καλῶ καλέσω καλέσομαι, οὕτω καὶ ὦ ἔσω ἔσομαι, ὃ καὶ πλατύνει ἐκεῖνος καινότερον.]
(v. 362 s.) Ὅρα δὲ τό τε "πολλάκις", δι' οὗ δηλοῦται τὸ πλῆθος τῶν Ἡρακλείων ἄθλων,
(v. 363) καὶ τὸ "σώεσκον", ἐξ οὗ δυνατὸν ὂν τὸ σῷος διὰ τοῦ ω μεγάλου γράφεσθαι, ὅμως ἑτέρῳ λόγῳ συστέλλεται παρὰ τῷ ποιητῇ, καθὰ προδεδήλωται. Γίνεται δὲ τὸ σωέσκω οὐκ ἀπὸ τοῦ σώω βαρυτόνου, ἀλλ' ἐκ τοῦ σωῶ σωέσω ἀχρήστου, πλεονασμῷ τοῦ κ, ὁμοίως τῷ ζωέσκω καὶ [598] τοῖς τοιούτοις, [ἐν οἷς καὶ τὸ κλαιέσκω, ἀφ' οὗ τὸ κλαίεσκε κατὰ τὸ ποθέεσκε.]
(v. 363) Τὸ δὲ "ὑπ' Εὐρυσθῆος ἀέθλων" ἢ πρόθεσιν ἔχει ἀντὶ προθέσεως, ἵνα ᾖ ἀπὸ ἄθλων ὧν ἐπέταττεν Εὐρυσθεύς, ἢ ἀναστροφὴν ἡ πρόθεσις πάσχει, ἵνα λέγῃ ἡ Ἀθηνᾶ ὑποσῴζειν τὸν Ἡρακλέα τῶν τοῦ Εὐρυσθέως ἄθλων, [ὡς ἂν εἶεν οἱ αὐτοὶ ἆθλοι καὶ Εὐρυσθέως διὰ τὸ ἐπιτάσσειν καὶ Ἡρακλέους διὰ τὸ ἐπιτάσσεσθαι.]
(v. 364) Τὸ δὲ "κλαΐεσκε πρὸς οὐρανόν" οὐ μόνον ἤθους, ὡς εἴρηται, ὁποίου καὶ τὸ ἀνέχειν ἐν εὐχαῖς χεῖρας ὑψόσε, ἀλλὰ καὶ ὅτι μυθικῶς ὁ Ἡρακλῆς ἄνωθεν ἐδόκει εἶναι, ὡς οἷα ἐκ Διός, ὅθεν καὶ ἐστέλλετο ἡ Ἀθηνᾶ ἐπαλεξήσουσα, δι' ἧς δηλοῦται μὴ θρασέως, ἀλλὰ μετὰ Ἀθηνᾶς φρονήσεως κατορθοῦν ὁ Ἡρακλῆς. Δοκεῖ δὲ ἐλλειπτικῶς εἰρῆσθαι τὸ "πρὸς οὐρανόν", τὸ δὲ πλῆρες εἶναι "κλαίεσκε πρὸς οὐρανὸν ἀναβλέπων".
(v. 366) Τὸ δὲ "ᾔδεα" διάλυσίς ἐστι τοῦ ᾔδειν, ἀντὶ τοῦ ἠπιστάμην, Ἰωνική, ὡς καὶ προδεδήλωται. Οὕτω καὶ τὸ πεποιήκειν πεποιήκεά φασιν Ἴωνες, καὶ τοὺς λοιποὺς δὲ ἐνεργητικοὺς ὑπερσυντελίκους ὁμοίως προφέρουσι.
(v. 367) Τὸ δὲ "εὖτε" νῦν μὲν χρονικὸν ἐπίρρημα ἰσοδυναμοῦν τῷ ὅτε καὶ ὁπηνίκα. Ἡ δὲ γ΄ ῥαψῳδία καὶ ὁμοιωτικὸν αὐτό, ἤτοι παραβολικόν, ἔφηνεν ἐν τῇ περὶ ὀμίχλης παραβολῇ "εὖτ' ὄρεος κορυφῇσι" καὶ ἑξῆς. Τὸ δὲ "εἰς Ἀΐδαο", καθὰ καὶ τὸ Ἄϊδόσδε, Ἀττικῶς ἐσχημάτισται κατὰ τὸ ἐς μυσταγωγῶν καὶ ἐν Κλωπιδῶν καὶ τὰ τοιαῦτα. Πυλάρτην δὲ τὸν Ἅιδην φησὶν ἀντὶ τοῦ ἀδιεξόδευτον παρὰ τὸ τὰς πύλας ἀραρυίας εἶναι αὐτῷ, τουτέστιν εὖ ἡρμοσμένας. [Τὸ δὲ "εἰς Ἀΐδαο προὔπεμψε" σημειωτέον ὡς πάντῃ ἑτεροῖον ὂν πρὸς τὸ "ψυχὰς Ἄϊδι προΐαψεν". Ἔνθα, ὡς καὶ προδεδήλωται, τὸ προΐαψεν οὐχ' ἁπλῶς δηλοῖ τὸ προΐαλλεν ἢ τὸ προέπεμψεν, ἀλλὰ τὸ μετὰ βλάβης.]
(v. 368) Τὸ δὲ "Ἐρέβευς" διὰ τὸ ποιητικώτερον ἔφρασεν. ἄλλως γὰρ εἶχε καὶ Ἐρέβους εἰπεῖν. Οὐ γὰρ τὸ κοινὸν τῆς γραφῆς φίλον ὡς ἐπὶ πολὺ ποιηταῖς, ἐξ οὗ οἱ λογοειδεῖς γίνονται στίχοι, ἀλλ' εἰς πλέον τὸ ἀσύνηθες καὶ σκληρότερον. [599]
(v. 367-370) Τὸ δὲ "στυγεροῦ" καὶ τὸ "Στυγός" καὶ τὸ "στυγέει" ἐγγὺς ἀλλήλων παρακείμενα οὐ μακράν εἰσιν ἐτυμολογίας ἢ παρηχήσεως, ἣν ὁ ποιητὴς ἐπετηδεύσατο, καθὰ καὶ τὰ πάρισα τὸ "πυλάρταο" καὶ τὸ "Ἀΐδαο. Ἐθέλει γὰρ οὐ μόνον ὁ μῦθος, ἀλλὰ καὶ τὰ τῶν νοημάτων σκυθρωπὰ τοιούτοις ἱλαρύνεσθαι καὶ γλυκάζεσθαι σχήμασιν.
(v. 369) Ἡ δὲ Στύξ, ὡς πολλαχοῦ λαλεῖται, πηγὴ ἐν Ἅιδου κατὰ τὸν μῦθον, ἀστείως πλασθεῖσα διὰ τὴν τῆς λέξεως δεξιότητα, ἐπειδὴ στυγητά εἰσι τὰ ἐν Ἅιδου, τουτέστι φρικτά. Ἡ δὲ ἱστορία, ὡς δεδήλωται καὶ ἐν ἄλλοις, πηγὴν αὐτὴν οἶδεν ἐν Φενεῷ ἢ Νωνάκρει τῇ περὶ Ἀρκαδίαν. Ὅτι δὲ ὁ Γεωγράφος λιβάδιον αὐτὴν ὀλεθρίου ὕδατος λέγει, καὶ ὅτι ψυχρότατον τὸ κατ' αὐτὴν ὕδωρ, ὃ μηδὲν ἀγγεῖον στέγειν εἶχεν, ἐξ ὀστράκου δηλαδὴ εἴτε ὑέλου, πλὴν εἴπερ ἀπὸ κέρατος, καὶ αὐτὰ ἐν ἄλλοις ἐρρέθη. Προέγνωσται δὲ καὶ ἄλλην ὑπὲρ γῆς εἶναι Στύγα, εἴπερ ἀπορρὼξ αὐτῆς ὁ εἰς τὸν Πηνειὸν ἐμβάλλων Τιταρήσιος προϊστόρηται. [Προσφυέστατον δὲ τῷ Ἀΐδῃ τὸ στυγερόν, εἴπερ τινὶ ἄλλῳ, διὰ τὸ κάτω ἐν Ἅιδου μεμυθεῦσθαι εἶναι τὴν Στύγα, ἧς παράγωγον καὶ ὁ στυγερός.] Παράγεται δὲ ἀπὸ τῆς τοῦ μύθου Στυγὸς οὐ μόνον τὸ στυγεῖν, ὅ ἐστι μισεῖν καὶ φρίσσειν, καὶ ὁ στυγητός, ἀλλὰ καὶ ὁ στυγνός, ὃς δηλοῖ καὶ τὸν στυγνάζοντα, ὅ ἐστι λυπούμενον, καὶ τὸν μισητὸν δὲ παρὰ Σοφοκλεῖ, παρ' ᾧ καὶ Στύγιος δόμος τὰ κάτω. Ἐκ τοῦ στυγεῖν δὲ τὸ στυγνάζειν ἐστὶ πλεονασμῷ τοῦ ν καὶ παραγωγῇ συνήθει. [(v. 370) Ἰστέον δὲ ὅτι ἐνταῦθα τὸ "ἐμὲ μὲν στυγέει", ἀντὶ τοῦ μισεῖ κεῖται, ὅθεν καὶ τὸ "στυγερὸς δέ οἱ ἔπλετο". Ἐν δὲ τῷ "στυγέῃ δὲ καὶ ἄλλος", καὶ ἐν τῷ "κατὰ δ' ἔστυγον αὐτήν" τὸ φρίσσειν ἡ λέξις δηλοῖ. τὰ αὐτὰ δὲ καὶ ἐν ἄλλοις ὅτι μάλα πολλοῖς.]
(v. 369) Τὸ δὲ "αἰπά" βαρύνεται ἢ ἀπὸ σεσιγημένης [600] εὐθείας τῆς τὸ αἰπόν, ὡς κακόν κακά, ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ αἰπέα κατὰ συγκοπήν. Κεῖται δέ που καὶ ἐν τοῖς μετὰ ταῦτα ἡ λέξις ἐπὶ ποταμοῦ Τρωϊκοῦ. Συζυγεῖ δὲ πρὸς τό, ὡς ἐρρέθη, αἰπόν καὶ ἡ αἰπή, ἧς χρῆσις ἀλλαχοῦ.
(v. 370) Τὸ δὲ Θέτιδος βουλάς, αἳ ἦσαν τὸ τιμῆσαι τὸν Ἀχιλλέα, βαρέως εἴρηται. Ἦν γὰρ ὀρθὸν εἰπεῖν τὴν Ἀθηνᾶν Διὸς βουλάς. ἐκείνου γὰρ αὗται, ὡς δηλοῖ καὶ τὸ "Διὸς δ' ἐτελείετο βουλή".
(v. 371) Τὸ δὲ "κῦσε γούνατα" μέρος τοῦ γουνάζεσθαι, ὡς τοῦ ἱκέτου μὴ μόνον χειρὶ ἁπτομένου γονάτων, ἀλλά που καὶ φιλοῦντος αὐτά. Τὸ δὲ "ἔλλαβε χειρὶ γενείου" ἀλλαχοῦ ὑπ' ἀνθερεῶνος ἑλεῖν εἶπε καὶ ποτὶ στόμα χεῖρα ὀρέξαι. Πολλαχοῦ δὲ τὸ λαβεῖν γενικῇ συντάσσεται ταὐτὸν ὂν τῷ ἅψασθαι. [Ἰστέον δὲ ὅτι τὸ "γούνατ' ἔκυσε καὶ ἔλλαβε χειρὶ γενείου" προσφυὲς ἔσται ποτὲ σκωφθῆναι εἰς πρόσωπον κακόηθες καὶ ὕπουλον, ὃ πῇ μὲν γουνάζεταί τινα ἱκετευτικῶς, πῇ δὲ θρασύνεται, ὡς εἰ καὶ καθεῖλκε τοῦ πώγωνος. Δῆλον δ' ὅτι γένειον καὶ ἐπὶ ἀλόγων κεῖται. λὶς γοῦν ἠϋγένειος καὶ πάρδαλις ἠϋγένειος λέγεται.]
(v. 372) Ὅρα δὲ καὶ ὡς ἐπιτηδείως παρέρριψεν ὁ ποιητὴς κἀνταῦθα τὴν τοῦ φιλουμένου αὐτῷ Ἀχιλλέως μνήμην, ὡς μυριαχοῦ ποιεῖ. Καὶ ὅτι πτολίπορθον τὸν Ἀχιλλέα λέγει, ὡς καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ, διὰ τὰς πολλὰς ‹πόλεις›, ἃς εἷλεν, ὡς αὐτὸς Ἀχιλλεὺς ἐν τοῖς ὑπὲρ ἑαυτοῦ δηλώσει. Πολέμαρχος γὰρ ὢν αὐτὸς αἰτίαν εἶχε τῶν πορθουμένων πόλεων. Ὀδυσσεὺς μέντοι πτολίπορθος διὰ μίαν λεχθήσεται κορυφαίαν πόλιν, τὴν Ἴλιον, ἥτις, ὡς ἐν Ὀδυσσείᾳ λέγεται, τῇ τοῦ Ὀδυσσέως ἥλω βουλῇ.
(v. 373) Τὸ δὲ "ἔσται μάν" ἔλλειψιν ἔχει καὶ [601] αὐτό. λείπει τὸ χρόνος ἢ ἀνάγκη ἢ τοιοῦτόν τι. [Τὸ δὲ "φίλην γλαυκώπιδα" ποθητὸν εἶναι δηλοῖ τῇ μυθικῇ Ἀθηνᾷ τὸ οὕτω καλεῖσθαι ὑπὸ τοῦ πατρός. Διὸ καὶ Ὅμηρος, ὡς οἷα ἐκ Μουσῶν πεπαιδευμένος καὶ τοῦτο, πλεονάζει τῷ ἐπιθέτῳ τῆς γλαυκώπιδος.]
(v. 37480) Ὅτι ὁ μετὰ θάρρους ὁπλιζόμενος κατὰ ἐχθροῦ εἴποι ἂν κατὰ τὴν ἐνταυθοῖ Ἀθηνᾶν μικρόν τι παρῳδήσας τό "ἀλλὰ σὺ μὲν ἐπέντυε", ὅ ἐστιν ὅπλιζε, εὐτρέπιζε, "μώνυχας ἵππους, ἐγὼ δὲ τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι, εἴ μοι ὁ δεῖνα γηθήσει προφανέντι ἀνὰ πτολέμοιο γεφύρας, ἤ τις καὶ τῶν" δεῖνα, ὡς ἐνταῦθα τῶν "Τρώων, κορέει κύνας ἤδ' οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσών".
(v. 378) Λέγει δὲ γεφύρας πολέμου τὰς διὰ τοῦ ῥεύματος τῶν αἱμάτων διόδους. πᾶσα γὰρ γέφυρα ἐφ' ὑγροῦ διαβάσεως λέγεται. πῶς δὲ καὶ ἄλλως οἱ παλαιοὶ ταύτας φράζουσιν, ἀλλαχοῦ κεῖται. ἔσται δὲ καὶ μετ' ὀλίγα μνήμη αὐτῶν.
(v. 374) Τὸ δὲ "ἔντυε" πρωτότυπόν ἐστι τοῦ ἐντύνειν, ὡς καὶ τὸ δύειν καὶ θύειν τοῦ δύνειν καὶ θύνειν.
(v. 377 s.) Ἐν τούτοις δὲ κεῖται καὶ σχῆμα σολοικοφανὲς τὸ "ὄφρα ἴδωμαι εἰ νῶϊ Πριάμου παῖς γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας". Δυϊκὴ γὰρ πάντως θηλυκῶν εὐθεῖα ἢ αἰτιατικὴ τὸ "νῶϊ" καὶ τὸ "προφανείσα". Τὸ δὲ τοιοῦτον οὐκ εὐσύντακτον. οὐ γὰρ εἰώθαμεν λέγειν, ὡς ἡμεῖς φανεῖσαι ἢ ἡμᾶς φανείσας γηθήσει ὁ δεῖνα. ἐπίτηδες δὲ κἀνταῦθα τὴν φράσιν ἐτάραξεν ὁ ποιητὴς ἀναλόγως τῷ θυμουμένῳ προσώπῳ, ἢ καὶ ἐκτροπὴν ὑπεμφαίνων καὶ τάραχον, ἃ πάθοι ἂν ὁ Ἕκτωρ τὰς θεὰς ἰδών. Δύναται δὲ θεραπευθῆναι τὸ σολοικοειδὲς ἢ δι' ἀντιπτώσεως, ὡς εἴτις εἶπεν "εἰ νῶϊν προφανείσαιν γηθήσει", ἀντὶ τοῦ ἡμῶν φανεισῶν, ἢ προσλήψει τῆς εἰς προθέσεως ἢ τῆς δια, ἵνα λέγῃ, ὅτι ἴδω, ἐὰν ὁ Ἕκτωρ εἰς ἡμᾶς ἢ δι' ἡμᾶς γηθήσει φανείσας ἐν τῷ πολέμῳ. [Χρήσιμον δὲ εἰς τὴν ῥηθεῖσαν σύνταξιν καὶ τὸ "τίς ἂν τάδε γηθήσειεν".]
(v. 379 s.) Ἰστέον δὲ καὶ ὅτι ἐπὶ νεκρῷ ἀτάφῳ ῥηθήσεται [ὥσπερ τὸ "ἕλωρ κεῖται κύνεσσιν οἰωνοῖσί τε πᾶσιν", οὕτω καὶ] τὸ "κορέει [602] κύνας ἠδ' οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσών". ἔνθα ὅρα, ὡς διέσταλται σαρκῶν ὁ δημός. Τὸ δὲ "κορέει" ἀντὶ μέλλοντός ἐστι τοῦ κορέσει, οὐ κατ' ἀνάγκην τινὰ μέτρου τεθέν, ποίαν γὰρ ἐκείνην; ἀλλὰ κατ' ἔθος ποιητικόν. Ἰστέον δὲ ὅτι τὸ "Τρώων κύνας ἠδ' οἰωνούς" σαφέστερον ἔχει τοῦ "κύνεσσιν οἰωνοῖσί τε πᾶσι". Τοῦτο μὲν γὰρ ἀφορίζει τοὺς οἰωνοὺς Τρωϊκοὺς εἶναι λέγον, ἐκεῖνο δὲ διὰ τοῦ "πᾶσιν" πλείους εἰσάγον δέεται διορισμοῦ, ἵνα προσθήσει τις τό· οἰωνοῖς ἅπασι τοῖς περὶ Τροίαν, καὶ αὐτοῖς οὐ τοῖς ἁπλῶς, οἷον καὶ τοῖς σπερμοφάγοις, ἀλλὰ τοῖς πρὸς χάριν ὁρῶσι βορᾶς τῆς ἀπὸ σαρκῶν.
(v. 384-388) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ ἡ Ἀθηνᾶ "πέπλον μὲν καταχεύει ἑανόν", τὸν ἑαυτῆς δηλαδή, "πατρὸς ἐπ' οὔδει", ἤγουν ἐπὶ ἐδάφει Διός, τῷ κοιτωνικῷ ἴσως, "ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν. ἣ δὲ χιτῶνα ἐνδῦσα Διὸς τεύχεσιν ἐς πόλεμον θωρήσσεται δακρυόεντα".
(v. 389 s.) Λέγει δέ, ὥσπερ ἐκεῖ, καὶ φλόγεα Ὅμηρος τὰ αὐτῆς ἅρματα καὶ τὸ ἔγχος βριθύ, μέγα, στιβαρόν, προϊὼν δὲ καὶ πελώριον.
(v. 393-395) Διηγεῖται δὲ καὶ περὶ τῶν τοῦ οὐρανοῦ πυλῶν καὶ τῶν Ὡρῶν, ὅσα καὶ ἐν τῇ ῥηθείσῃ ῥαψῳδίᾳ. καὶ ζητητέον μὲν περὶ τούτων ἐκεῖ. Καὶ νῦν δὲ ῥητέον ἐν ἐπιτόμῳ, ὅτι τὸ μὲν ποικίλον τοῦ τῆς Ἀθηνᾶς πέπλου τὸ πολυειδὲς δηλοῖ τῆς φρονήσεως. διὸ καὶ ὁ συνετὸς Ὀδυσσεὺς πολύμητις καὶ πολυμήχανος καὶ δόλους πολλοὺς εἰδὼς λέγεται. Τὸ δ' ὅτι αὐτὴ τὸν πέπλον ἐποιήσατο, τὸ ἀπροσδεὲς καὶ αὔταρκες δηλοῖ τῆς φρονήσεως. Τὸ δὲ τὸν Διὸς ἐνδύεσθαι χιτῶνα τὸ αὐτῆς ἀγχίστροφον αἰνίττεται, ποτὲ μὲν ὑπενδιδούσης μαλθακώτερον, ὡς καὶ δοκεῖν εἶναι θηλύφρονα, ὅτε καὶ δοκεῖ πέπλον ἔχειν, ὃς γυναικεῖόν ἐστι παράβλημα, ποτὲ δὲ ἀρρενωποῦ φαινομένης καὶ ἀνδρικῆς. ἀνδρώδης γὰρ ὁ χιτὼν τοῦ Διὸς καὶ βασιλικὸς καὶ πολεμικός.
(v. 389) Τὸ δὲ πύρινον ἅρμα τὸ κατ' αὐτὴν θερμουργὸν δηλοῖ, καὶ ἄλλως δὲ φράσαι, τὸ αὐτῆς ὀξὺ καὶ δραστικόν, [603] ὥσπερ καὶ τὸ ἔγχος τὸ βριθὺ καὶ πελώριον.
(v. 392) Ἐν τούτοις δὲ κεῖται καὶ ῥῆμα ποιητικὸν μαίω, τὸ προθυμοποιῶ, οἷον "μάστιγι θοῶς ἐπεμαίετο ἵππους", ὅ ἐστι περιφραστικῶς ἐμάστιζεν. Εὐριπίδης δ' ἂν εἴποι "κέντρον ἐπῆγεν ἵπποις". οὓς διὰ τοῦτο καὶ κεντρηνεκέας ἡ ποίησις καλεῖ ὡς διὰ κέντρων ταχύνοντας τὸν δρόμον. οἱ δ' αὐτοὶ καὶ χρυσάμπυκες, περὶ ὧν ἐρρέθη ἀλλαχοῦ.
(v. 383) Καλεῖ δὲ καὶ τὸν Κρόνον συνήθως ἐν τούτοις μέγαν ὁ ποιητὴς εἰπὼν "Ἥρη πρέσβα θεά, θυγάτηρ μεγάλοιο Κρόνοιο". καὶ Ζεὺς δὲ οὕτω μέγας κατὰ τὸ "Διὸς μεγάλοιο ἕκητι", καὶ "τί νυ μήσῃ μεγάλε Ζεῦ". εἰ καὶ ἡ Δημὼ τῷ Κρόνῳ τὸ μεγαλεῖον ἀποκληροῖ διὰ τὸ τοῦ ἀστέρος μέγεθος.
(v. 398) Λέγει δὲ καὶ τὴν Ἶριν χρυσόπτερον, τὸν μὲν χρυσὸν παρενθεὶς διὰ τὴν λαμπρότητα τῶν χρωμάτων τῆς ἀερίας ἴριδος, τὸ δὲ πτερὸν διὰ τὸ ταχὺ τοῦ γίνεσθαί τε αὐτὴν καὶ ἀπογίνεσθαι. Ὅτι δὲ Ἶρις παρὰ τὸ εἴρειν, ὅ ἐστιν ἀγγέλλειν λέγεται, ὡς καὶ ὁ Ἶρος καὶ ὁ Ἑρμῆς, ὅθεν καὶ Ὅμηρος ἐνταῦθα Ἶρίν φησιν ἀγγελέουσαν, καὶ ὅτι Διὸς ἄγγελός ἐστιν, ἤγουν ἀέρος, οἷα ποτὲ μὲν εὐδίαν, ὅ ἐστιν εὐαερίαν, δηλοῦσα, ποτὲ δὲ ὑετὸν, δῆλόν ἐστιν.
(v. 386) Ἰστέον δὲ καὶ ὅτι τὸ "ὅν ῥ' αὐτὴ ποιήσατο" ἦν μὲν λείως φρασθῆναι δίχα τοῦ ῥα συνδέσμου, Ὅμηρος δὲ εἵλετο τραχυφωνῆσαι ποιητικῷ ἔθει, οὐ μὴν διὰ μέτρον, ὃ καὶ ἄλλως εἶχε θεραπείαν. [(v. 388) Ἰστέον δὲ ὅτι πόλεμος δακρυόεις ποιητικῶς μὲν κατὰ μῦθον ὁ καὶ τοιούτους ἔχων ὀφθαλμοὺς καὶ οὕτω διαζωγραφούμενος συμβολικώτερον, ἄλλως δὲ πραγματικώτερον ὁ δακρύων [604] αἴτιος. ἔχοι δὲ ἂν καὶ διαστολὴν πρὸς τὸν ἄδακρυν, ὁποῖος ὁ ἐν λόγοις ψιλοῖς, ὁ ὡς εἰπεῖν λογομαχικός.]
(v. 397) Ὅτι γεροντικοῦ θυμοῦ φραστικὸν τὸ "πατὴρ δὲ ἐπεὶ ἴδε, χώσατ' ἂρ αἰνῶς". περὶ Διὸς δὲ ὁ λόγος ὀργισθέντος ἐπὶ Ἥρᾳ καὶ Ἀθηνᾷ.
(v. 399) Ὅτι τὸ "βάσκ' ἴθι, Ἶρι, πάλιν τρέπε", ἀντὶ τοῦ στραφῆναι ὀπίσω καὶ ἀνακάμψαι τῆς ὁδοῦ ποίησον. ὅμοιον δὲ τούτῳ ἀλλαχοῦ καὶ τὸ "πάλιν τρέπεν ὄσσε φαεινώ". προϊὼν δὲ τὸ πάλιν τραπῆναι ἂψ ἱκέσθαι φησί. Δῆλον δὲ ὡς ἐκ τοῦ πάλιν τρέπειν ὁ παλίντροπος σύγκειται καὶ τὸ παλιντροπάασθαι, ὃ καινότερον διὰ τοῦ ο μικροῦ γράφεται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνάπαλιν τοῦ τρωπᾶσθαι, ἴσως διὰ τὴν σύνθεσιν, καθὰ καὶ τὸ "γαστρὶ δὲ πάντας ἐπιτροπόωσι κάλωας". Ἑρμηνεία δὲ τοῦ "πάλιν τρέπε" τὸ "μηδ' ἔα ἄντην ἔρχεσθαι", ὅπερ εὐθὺς ἐπήγαγεν ὁ ποιητής. Ὡς ἐκ μεταφορᾶς δὲ ἅρματος παλινδρομοῦντος εἴρηται τὸ πάλιν τρέπε, κατὰ τὸ "πάλιν τρέπε μώνυχας ἵππους". Τὸ δὲ "βάσκ' ἴθι", ὡς καὶ προδεδήλωται, τὸ αὐτὸ νοεῖ παραλλήλως διά τε τοῦ βάσκε καὶ τοῦ ἴθι. Ἐκτείνεται δὲ ἀεὶ τῆς Ἴριδος, καθὰ καὶ τοῦ Ἴρου, ἡ ἄρχουσα.
(v. 399 s.) Ὅτι ἀπειλὴ πρὸς ἀντίδικον τὸ "μηδὲ ἔα ἄντην ἔρχεσθαι, οὐ γὰρ καλὰ συνοισόμεθα πόλεμόνδε". Ἔστι δὲ κἀνταῦθα τὸ μὲν καλά ἀντὶ τοῦ καλῶς, τὸ δὲ συνοίσεσθαι τὸ κατὰ τὰ συμφερτὰ συγκομισθῆναι καὶ εἰς ἓν ἐλθεῖν καὶ συμβαλεῖν.
(v. 402 s.) Ὅτι ὁ τοῦ μύθου Ζεὺς τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Ἀθηνᾷ ζευγνυούσαις ἅρμα καὶ κατὰ Τρώων ὁπλιζομέναις ἀπειλεῖται ταῦτα δι' ἀγγέλου τῆς Ἴριδος "γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους, αὐτὰς δ' ἐκ δίφρου βαλέω κατὰ δ' ἅρματ' ἄξω". τὰ δὲ ἀπὸ κεραυνοβολίας αὐταῖς γενησόμενα ἕλκη μὴ ἂν ταχὺ ἰαθήσεσθαί φησιν.
(v. 4048) Ἐπάγει γὰρ "οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς [605] ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός, ὄφρ' εἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται. Ἥρῃ δ' οὔτι τόσον", φησί, "νεμεσίζομαι οὐδὲ χολοῦμαι. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι νοήσω", ἤγουν ἀεὶ ἔθος αὐτῇ ἐμποδὼν εἶναι καὶ κατακάμπτειν καὶ ὡς οἷον κατακλᾶν τὰ εἰς ὀρθὸν ἐμοὶ βουλευθέντα. [Ἐκ μεταφορᾶς δὲ φυτῶν ὀρθοτενῶν εἴληπται τὸ ἐνικλᾶν. εἰσὶ γὰρ καὶ τῇ ψυχῇ βλαστοὶ εὐγενεῖς κατὰ τὸ "ὃς ἂν βλαστοῖ νοῦς" παρὰ Σοφοκλεῖ, καὶ παρ' Αἰσχύλῳ τὸ "κεδνὰ βλαστάνει βουλεύματα".] Καὶ ὅρα ὡς τοῖς μὲν ἀγαθοῖς νεμεσῶμεν, εἴ τί που καὶ σφαλεῖεν, τοὺς δὲ μὴ τοιούτους οὐ καινοπραγεῖν δοκοῦμεν σφαλλομένους, οἷα ἐν ἕξει ἐθίμῳ γενομένους φαυλότητος. οὕτω γὰρ Ζεὺς Ἀθηνᾶν μὲν σφαλεῖσαν μέμφεται, Ἥραν δὲ οὔ, τὴν ἀεὶ φίλεριν. οὐ γὰρ ἁπλῶς ἀπολύει τὴν Ἥραν ὁ Ζεὺς τῆς αἰτιάσεως, ἀλλὰ φέρει διὰ τὸν μακρὸν συνεθισμόν. αἰεὶ γὰρ τῷ Διῒ τοιαύτη φαίνεται εἶναι. Σημείωσαι δὲ ὅτι τὰ τέσσαρα ἔπη τῆς ἀπειλῆς, τὸ "γυιώσω μὲν σφῶϊν" καὶ ἑξῆς, προϊὼν διὰ στίχου ἑνὸς ἐπιτέμνει μετ' ὀλίγα ἐν τῷ "ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ".
(v. 402) Γυιῶσαι δὲ τὸ χωλῶσαι λέγει, ἀφ' οὗ καὶ γυιόν ὀξυτόνως τὸ χωλόν, ὡς παρὰ Λυκόφρονι γυιαὶ μοῖραι, αἱ χωλαί, καὶ Ἥφαιστος ἀμφιγυιήεις ὁ ἀμφοτέρους τοὺς πόδας χωλός.
(v. 403) Τὸ δὲ "ἐκ δίφρου βαλέω", ἀντὶ τοῦ ἐκβαλῶ, ἔξω θήσω, ἐκρίψω, οἷα καὶ κατακλάσας τὸ ἅρμα.
(v. 404) Τὸ δὲ "εἰς δεκάτους", ἢ ἁπλῶς ἀντὶ τοῦ εἰς δέκα, ἵνα ᾖ παράγωγον ἀντὶ ἁπλοῦ, ἢ ἀντὶ τοῦ εἰς πολλὰς δεκάδας. Περιτελλόμενοι δὲ ἐνιαυτοί ἢ οἱ ἀλλαχοῦ περιπλόμενοι, ὅ ἐστι συντελούμενοι, ἀφ' οὗ ῥήματος καὶ τὸ τέλος γίνεται, ἢ [606] μᾶλλον οἱ ἀπαρτιζόμενοι διὰ τῶν πέριξ ἀνατολῶν τοῦ ἡλίου, ἀφ' οὗ καὶ τὸ ἐπιτέλλειν καὶ τὸ ἀνατέλλειν λέγεται.
(v. 405) Ἀπαλθήσεσθαι δὲ τὸ θεραπευθήσεσθαι ἢ καὶ ἐνεργητικῶς θεραπεῦσαι εἰς ὑγίειαν, ἀπὸ τοῦ ἄλδω, τὸ αὐξάνω, κατὰ τὴν προδηλωθεῖσαν συγγένειαν τοῦ δ πρὸς τὸ θῆτα, ἧς ἔνδειξις καὶ ἐν τῷ προτένθης, ὃ ἐκ τοῦ τένδω γίνεται τροπῇ τοῦ δ εἰς θ, δηλοῦν τὸν προγεύστην. τοῦτο δέ, ὡς τῆς νόσου φθίνειν ποιούσης, ὅπερ ἐναντίον τῷ ἀλθεῖσθαι, ἤτοι αὔξεσθαι, [οὗ τὸ πρωτότυπον, ἤγουν τὸ ἄλδω ἢ περισπωμένως ἀλδῶ ἀλδήσω, ἐξ οὗ καὶ ἀλδήσκω, τὸ αὐξάνω, καὶ Ἄλδησκος ποταμός, ἐκ τοῦ ἅλλω ἅλλομαι γίνεται ἐπενθέσει συνήθει τοῦ δ. ἅλλονται γάρ πως ὑψοῦ τὰ αὐξόμενα.] Ὅρα δὲ ἐν ταῖς ῥηθείσαις ἀπειλαῖς, ὡς ὁ ἄρχων τὰ δεινότατα ἐν καιρῷ καὶ αὐτοῖς τοῖς οἰκειοτάτοις ἀπειλήσεται, καὶ ὡς λεπτόσωμα τὰ δαιμόνια ἡ ποιητικὴ παχύτης νοεῖν βούλεται, εἴγε ὑπὸ κεραυνῶν ἕλκεα πάσχουσι. καὶ καινὸν οὐδὲν τοῦτο τοῖς λογιζομένοις ὡς καὶ βάλλονται ποιητικῶς καὶ τιτρώσκονται. Προκατασκευάζει δ' ἐν τούτοις ὁ ποιητὴς καὶ τὴν ἐν τοῖς ἑξῆς ἀναιδέστερον μυθολογουμένην μάχην τῶν θεῶν ὡς δυναμένην καὶ αὐτὴν γενέσθαι. Τὸ δὲ μάρπτειν κυρίως ἐπὶ λογικῶν, ὡς τὸ "μάρπτων ἑξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐχί". ἐπὶ δὲ κεραυνοῦ νῦν ἀφελῶς εἴρηται ὡς οἷον χεῖρας ἔχοντος. πρὸς διαστολὴν δὲ ἑτέρων ἑλκέων εἴρηται τὸ "ἃ μάρπτῃσι κεραυνός". [Καὶ ἄλλως δὲ εἰπεῖν ἔχων Ὅμηρος "ὅ κεν βάλλῃσι κεραυνός" ἐπέκρινεν εἰπεῖν μάρπτῃσιν, ὡς τοῦ διοβόλου κατὰ τὴν τραγῳδίαν κεραυνοῦ μὴ ἁπλῶς [607] βάλλοντος κατά τινα μετρίαν βολῆς περιγραφήν, ἀλλὰ μάρπτοντος εἰς πλατύτερον.]
(v. 406) Τὸ δὲ "ὄφρα εἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται" ἐλλιπῶς ἔχει διὰ μυθικὴν λόγου ἐγκοπήν. Καὶ ἄδηλον μὲν τί ἐλλείπει τῷ λόγῳ. Ἔστι δὲ νοῆσαι "ἵνα εἰδῇ τί ἐσφάλη", ἢ "ἵνα εἰδῇ ὅτι ἀφραίνει", ἢ ὅτι κρείττονι ἀντιφερίζει, ἢ τοιοῦτόν τι, [ὁποῖον μάλιστα τὸ "ἣν ἄτην", κατὰ τὸ "γνῷ δὲ καὶ Ἀτρείδης ἣν ἄτην", ὃ δὴ Ἀχιλλεὺς ἔφη περὶ τοῦ βασιλέως.] Καὶ ἄλλως δὲ ἔστι νοῆσαι τὸ ῥηθὲν οὕτως ἀνελλιπῶς· ὄφρα ἡ γλαυκῶπις μάθοι, πότε ἂν μάχοιτο τῷ πατρί, ὡς εἰκὸς ὂν θυγατέρα πατρὶ σωφρόνως ἀνθίστασθαί ποτε, οὐ μὴν ἐπὶ τοιούτοις, ὅτε δηλαδὴ ἐκεῖνος ἄλλα σπουδαῖα βούλεται. [(v. 407) Τὸ δὲ χολοῦσθαι παρακολούθημά ἐστι νεμέσεως ἀπρακτούσης. διόπερ ὁ μὴ νεμεσιζόμενος οὐδ' ἂν χολοῖτο. καὶ ἄλλως δέ, ἐπεὶ ὁ μὲν χόλος ἔστιν ὅτε ἀλόγιστός ἐστιν, ἡ δὲ νέμεσις ἀγαθόν ἐστιν ἄχολον, ὁ ἀπεγνωκὼς διόρθωσιν φαύλου προσώπου ὀρθῶς ἂν εἴποι, ὡς οὔτε νεμεσίζεται τῷ τοιούτῳ οὔτε χολοῦται, ὡς οἷα ἐθισθεὶς τὴν ἐκείνου ἀπόνοιαν.]
(v. 408) Τὸ δὲ "ἔωθεν" ἀσύνηθες μέν, ὀρθὸν δὲ κατὰ Ἴωνας, εἰ καὶ συνεμπίπτει κατὰ μόνην φωνὴν τῷ ἕωθεν ἐπιρρήματι. Τὸ δὲ ἐνικλᾶν κατὰ στερεῶν καί, ὡς ἐρρέθη, ἀτενῶν σωμάτων λέγεται, ὁποῖά τινα ὄντα καὶ τὰ τοῦ Διὸς βουλεύματα ἡ Ἥρα ἐνικλᾶν λέγεται.
(v. 410-412) Ὅτι οὕτω ταχεῖα κατὰ τὴν ἀλληγορουμένην Ἶριν καὶ ἡ μυθική, ὥστε ἅμα σταλῆναι πρὸς Διὸς καὶ εὐθὺς ἄντεσθαι ταῖς θεαῖς παρὰ πρώταις πύλαις Ὀλύμπου. καὶ μὴν ἐκεῖναι πρὸ τοῦ αὐτὴν σταλῆναι διὰ τῶν πυλῶν ἐξήρχοντο.
(v. 411) Πρώτας οὖν πύλας λέγει τὰ προπύλαια καθ' ὁμοιότητα τοῦ πρώταις θύραις, ὅπερ ἐν τοῖς ἑξῆς που λεχθήσεται. καὶ ἐκεῖ γὰρ πρῶται θύραι τὰ πρόθυρα.
(v. 409-412) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω "ὦρτο δ' Ἶρις ἀελλόπος ἀγγελέουσα, βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς μακρὸν Ὄλυμπον. πρώτῃσι δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο ἀντομένη κατέρυκεν", εἰποῦσα τὰ ἐπιταχθέντα.
(v. 409) Ἰστέον δὲ ὅτι, ὥσπερ ταὐτὸν ποδώκης καὶ τραγικῶς ἀνεμώκης, οὕτω καὶ ποδήνεμος καὶ ἀελλόπους, ἐξ οὗ ἀπελθόντος τοῦ υ γίνεται ἡ ἀελλόπος ἀναγκαίως. Ἄλλως γὰρ ἄχρηστος ἡ λέξις μέτρῳ δακτυλικῷ, καθὰ καὶ ὁ Οἰδίπους καὶ ὅσα ἀμφίμακρα.
[608]
(v. 410) Τὸ δὲ "βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς Ὄλυμπον" οὐκ ἐξ ἀνάγκης τὴν Ἴδην ὑψηλοτέραν τοῦ Ὀλύμπου εἶναι δηλοῖ, ἀλλὰ λέγοι ἄν, ὅτι κατέβη τῆς Ἴδης, ὡς τὸ ἐντεῦθεν ἀνελθεῖν εἰς ὁπότερον ἂν εἴπῃ τις Ὄλυμπον. Εἰ δὲ καὶ ἄλλως ἔγνωσται Ὁμήρῳ ἐξ Ἴδης ὡς ὑψηλοτέρας καταβαίνειν εἰς τὸ ὄρος τὸν Ὄλυμπον ταπεινότερον ἐκείνης ὄντα, οἶδεν αὐτός.
(v. 411) Τὸ δὲ πολύπτυχος, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ὡς ἐπὶ ὄρους τοῦ Ὀλύμπου εἰρῆσθαι δοκεῖ, ὃς πολλὰς πτύχας, ἤτοι φαραγγώδεις πτύξεις, ἤγουν περιοχάς, ἔχει. οὐρανῷ γὰρ οὐκ ἂν οἰκείως τὸ πολύπτυχον ἐπιλέγοιτο. Ὄλυμπος δέ ἐστιν, ὡς μετ' ὀλίγα ἐρεῖ, ἀθανάτων ἔδαφος. Φησὶ γὰρ "ἐς Ὄλυμπον, ἵν' ἀθανάτων ἕδος ἐστί". Παρηχητικῶς δέ πως ἢ ἐτυμολογικῶς παράκεινται ἡ πύλη καὶ ὁ πολύπτυχος. Παρὰ τὸ πτύσσειν γὰρ καὶ ἄμφω, ἵνα ᾖ πολύπτυχος ὁ πολύπυλος. πάντως δὲ ὁ πολυδειρὰς Ὄλυμπος κατά γε τὰς ὀρεινὰς ἐξοχὰς εἴη ἂν καὶ πολύπτυχος διὰ τὰς μεταξὺ τῶν πολλῶν δειράδων πολλὰς πτύχας ἢ πτυχάς.
(v. 412) Τοῦ δὲ ἀντομένη ὁ ἐνεργητικὸς ἐνεστὼς τὸ ἄντω ὅτι καὶ περισπᾶται, δηλοῖ τὸ ἤντησε καὶ ὅσα τοιαῦτα. Σύστοιχα δὲ τούτοις καὶ τὸ ἀντιᾶν καὶ τὸ ὑπαντιάζειν.
(v. 413 et 423 s.) Ἐν δὲ τοῖς περὶ τὴν Ἶριν ἄρτι ὅρα καὶ οἷον ὑπεῖναι χρὴ τοῖς ὑπακούουσι ζῆλον ὑπὲρ τοῦ ἄρχοντος. Ἶρις γὰρ καίτοι μὴ ἐπιταγεῖσα ὑβρίσαι τὴν Ἀθηνᾶν ὅμως αὐτὴ θερμότητι διαθέσεως [οὐ μόνον μανιώδη καὶ αὐτὴν ἔφη, καθὰ καὶ τὴν Ἥραν ἐν τῷ "πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;" ἀλλὰ καὶ] εἰποῦσα τὰ τοῦ Διός, ὡς ἐπετράπη, ἐπάγει "ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδδεές, εἰ ἐτεόν γε τολμήσεις Διὸς ἄντα [609] πελώριον ἔγχος ἀεῖραι", τουτέστι "σὺ ὦ κύον ἀπτόητε, αἰνοτάτη εἶ, ἐὰν τῷ πατρὶ ἀντιστῇς".
(v. 415) Ἡ δ' αὐτὴ καὶ ἄλλως δεικνῦσα, ὡς ἀγαθὸν ὁ συνετὸς ἄγγελος, πρὸ τοῦ εἰπεῖν τὴν ἀπειλὴν ἔφη "ὧδε γὰρ ἠπείλησεν, εἰ τελέει περ", ὑπὲρ τοῦ Διὸς οἷον λαλοῦσα, ὡς ἴσως ἐν λόγοις αὐτῷ καὶ μόνοις ἔσται τὰ τῆς ἀπειλῆς. Ἔστι δὲ τοῦτο καὶ Ὁμηρικὴ προαναφώνησις, ὡς ἂν μὴ ἀναρτῴη τὸν ἀκροατὴν καραδοκοῦντα πληρώσεσθαι τὰς τοῦ Διὸς ἀπειλάς. Δύναται δὲ τὸ "εἰ τελέει περ" καὶ ἀποφαντικὸν εἶναι κατὰ ἀπειλὴν ἀντὶ τοῦ "ἐπειδὴ τελέσει". κρεῖττον δὲ τὸ πρῶτον νόημα.
(v. 423) Ἰστέον δὲ ὅτι ἐν τῷ "ἀλλὰ σύ γ' αἰνοτάτη" οὐκ ἂν ῥᾳδίως εἶχέ τις τὸ "σύ γε" ἐπὶ εὐθείας νοῆσαι, εἰ μὴ ὁ μετρικὸς δάκτυλος αὐτὸ ἐδήλου. Ἔστι γὰρ ὁ τῆς Ἴριδος λόγος τοιοῦτος "Ἥρῃ δ' οὔτι τόσον νεμεσίζεται Ζεὺς οὐδὲ χολοῦται, ἀλλὰ σύ γε" καὶ ἑξῆς. Ἔστι δὲ συμβιβάσαι καὶ ἄλλως τὴν τοιαύτην διὰ τοῦ υ ψιλοῦ γραφὴν οὕτω, νοουμένου ἀπὸ κοινοῦ τοῦ "νεμεσίζεται καὶ χολοῦται", ἵνα λέγῃ ὅτι ἀλλ' ἀγανακτεῖ ὁ Ζεύς, εἴπερ σὺ τολμήσεις ἀντιστῆναι αὐτῷ. Ἰστέον δὲ καὶ ὅτι τὸ "ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδδεές" καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε, ὅτε τις μεγάλῳ τινὶ ἀντιβαίνειν βούλεται.
(v. 413 s.) Ὁμοίως δ' ἐν τούτοις κωλυτικόν τινων ἀπιόντων εἰς ἄμυναν τὸ "πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; οὐκ ἐάᾳ ὁ δεῖνα ἐπαμύνειν".
(v. 414) Ἔστι δὲ ἐν τῷ "ἐάᾳ" τὸ παραλῆγον α ἐκ πλεονασμοῦ. ὡς γὰρ ὁρᾷ ὁράᾳ, βοᾷ βοάᾳ, οὕτω καὶ ἐᾷ ἐάᾳ
(v. 423) Ἡ δὲ διπλόη τοῦ δ ἐν τῷ "ἀδδεές" ὁμοία τῇ τοῦ "ἔδδεισε δ' ὁ γέρων". Ὅτι δὲ ὁ ἀδεὴς καὶ ἀδειὴς ποιητικῶς λέγεται, δηλοῦται ἐν τῷ "εἴ περ ἀδειής ἐστιν".
(v. 415-417) Ὅρα δ' ἐν τούτοις καὶ ὅπως τὰ τοῦ Διὸς δεξιῶς ταὐτολογεῖ Ὅμηρος διὰ τῆς Ἴριδος ἐγκλίσεις τε ἀλλάξας καὶ πρόσωπα. Τὸ μὲν γὰρ γυιώσω καὶ βαλέω καὶ ἄξω μετήμειψεν ἀπαρεμφάτως διὰ τοῦ [610] ἠπείλησε γυίωσειν, βαλέειν, ἄξειν. Τὸ δὲ "εἰδῇ γλαυκῶπις" καὶ τὸ "μάχηται" καὶ τὸ "νεμεσίζομαι καὶ χολοῦμαι", καὶ "αἰεὶ γάρ μοι", καὶ "ὅττι νοήσω" προσωπικῶς μετέβαλεν ἐν τῷ "ὄφρ' εἰδῇς γλαυκῶπι", καὶ "ὅτ' ἂν μάχηαι", καὶ "Ἥρῃ οὐ νεμεσίζεται οὐδὲ χολοῦται, αἰεὶ γάρ οἱ ἐνικλᾷ, ὃ νοήσει". Οὐκ ἂν δὲ οὐδὲ τὰ τοιαῦτα ἐνήλλαξεν Ὅμηρος, εἰ μὴ τὸ πρᾶγμα ἠνάγκαζεν, ἀλλ' ἐταυτολόγησεν ἂν ἀπαραποιήτως κατὰ νόμον οἰκεῖον, οὐκ ἐγκαλυπτόμενος πολλάκις λαλεῖν τὸ γραφὲν πάνυ ἐπιτυχῶς.
(v. 427 s.) Ὅτι ἀπόγνωσιν βοηθοῦ δηλοῖ τὸ "οὐκέτ' ἔγωγε ὑμᾶς ἐῶ ἄντα τοῦ δεῖνος βροτῶν ἕνεκα πολεμίζειν".
(v. 429 s.) Τὸ δὲ ἐφεξῆς "τῶν", ἤγουν τούτων, "ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, ὅς κε τύχῃ" οἰκεῖον ἐπὶ τοῦ μὴ φροντίζοντος, εἴτε περίεισί τινες εἴτε καὶ μή.
(v. 430 s.) Πρὸς δὲ ἄρχοντα πεισματικὸν καλὸν εἰπεῖν τὸ "κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ τοῖς δεῖνα δικαζέτω, ὡς ἐπιεικές". Ἥρα δὲ καὶ ταῦτά φησι μετὰ τὰς ἀπειλὰς τοῦ Διός, ἀπογνοῦσα τοῦ συμμαχῆσαι τοῖς Ἀχαιοῖς.
(v. 429) Ὅτι δὲ τὸ ἀποφθίσθω διφορεῖται παρὰ τοῖς παλαιοῖς, καθὰ καὶ ὁ θεματικὸς ἐνεστὼς αὐτοῦ,
(v. 431) καὶ ὅτι παρ' Ὁμήρῳ ἐπιεικές ἀεὶ τὸ πρέπον λέγεται, πολλαχοῦ δηλοῦται. [Τοῦ δὲ "φθίσθω" τὸ ἀπαθὲς καὶ ἄκρατον φθιέσθω, ἐξ οὗ κατὰ κρᾶσιν ἢ συγκοπὴν τὸ φθίσθω. Τὸ δὲ "βιώτω" δοκεῖ βιούτω εἶναι ὡς χρυσούτω καὶ μεταβολῇ ἐθίμῳ τῆς ου διφθόγγου εἰς μέγα ω βιώτω.]
(v. 433-435) Ὅτι καὶ αἱ Ὧραι ὡς ὑπηρετητικαί τινες πλάττονται δαίμονες. Ὧραι γοῦν ἔλυσαν καλλίτριχας ἵππους τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, θυμωθείσαις ἤδη κατὰ τοῦ Διός, καὶ αὐτοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν, ἅρματα δ' ἔκλιναν καὶ αὐταὶ πρὸς ἐνώπια παμφανόωντα. καὶ οὕτω μὲν ὁ μῦθος. Ἡ δὲ πρὸς ἦθος ἀλληγορία αἴνιγμα ἐνταῦθα νοεῖ τοῦ χρῆναι ὥραν εἶναι δέουσαν τοῖς ἐνδόξοις καὶ λύσεως θυμοῦ, τοῦ ἀλόγου μέρους τῆς [611] ψυχῆς. τῷ δέ γε Διῒ μετ' ὀλίγα τοὺς ἵππους κλυτὸς Ἐννοσίγαιος λύει, ὡς τοῦ ἀέρος μέχρι τοῦ κατὰ Ποσειδῶνα ὕδατος ἄνωθεν ἥκοντος, ἐκεῖσε δὲ καταλύοντος. [Ἔνθα εἰπὼν Ὅμηρος "τῷ δὲ καὶ ἵππους μὲν λῦσεν Ἐννοσίγαιος" ἀργὸν ἐκ περιττοῦ ἔθετο τὸν και σύνδεσμον.]
(v. 433 s.) Τὸ δὲ "ἔλυσαν ἵππους καὶ ἔδησαν ἐπὶ φάτναις" ἀντιθετικόν τι σχῆμά ἐστιν, ἐπεὶ τὸ λῦσαι καὶ τὸ δῆσαι ἀντιτέθεινται. οὕτω καὶ Τρῶες ἐν τοῖς ἑξῆς ἵππους μὲν ἔλυσαν ὑπὸ ζυγοῦ, ἤγουν ὑπέλυσαν τοῦ ζυγοῦ, ἔδησαν δὲ ἱμάντεσσιν. Ἐντελέστερον δὲ ἐκεῖνο εἴρηται. ἐνταῦθα γὰρ ἐλλέλειπται τὸ ὑπὸ ζυγοῦ καὶ τὸ ἱμάντεσσι. Τὸ δὲ λύειν καὶ παθητικῶς μετ' ὀλίγα φησὶν ἐν τῷ "ἵππους λύσασθ' ἐξ ὀχέων".
(v. 454) Ἀμβρόσιαι δὲ κάπαι διὰ τὸν μῦθον, παρ' ᾧ πολλὴ ἀμβροσίας χορηγία, ἣν καὶ Σκάμανδρος ἵπποις μυθικοῖς ἀνέτειλέ που νέμεσθαι. Ἄλλως γὰρ ἵπποι ἀτιτάλλονται Πριάμῳ ἐϋξέστῳ ἐπὶ φάτνῃ, ὁποία καὶ ἡ ἐν τοῖς ἑξῆς ἱππεία φάτνη. Ὥσπερ δὲ φάτνη ἀπὸ τοῦ φαγεῖν, οὕτω καὶ κάπη παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν, οὗ ἡ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ.
(v. 435) Ἐνώπια δέ, τὰ καὶ ἀλλαχοῦ κείμενα, πολλοὶ μὲν τοὺς παροδίους τῆς οἰκίας λέγουσι τοίχους, τουτέστι τοὺς ἀντικρὺ τῆς εἰσόδου, οἳ ἐν ὀφθαλμοῖς εἰσι τῶν παροδευόντων ἔξωθεν. διὸ καὶ παμφανόωντα τὰ τοιαῦτα. Ἡ μέντοι Ὀδύσσεια ἐν τῇ κατὰ τοὺς μνηστῆρας μάχῃ ἐμφαίνει ἐνώπια μάλιστα τοίχων εἶναι τὰ ἐν τῇ τῶν θυρῶν εἰσόδῳ καὶ ἐξόδῳ πλάγια, ὡς ἐκεῖ δεδήλωται. Εἰ δὲ μὴ παμφανόωντα ταῦτα, θετέον ἄρα ἐνταῦθα τὴν λέξιν ταύτην ὑπερβατῶς εἰς τὸ ἅρματα, ὃ καὶ οἰκειότερόν ἐστι μάλιστα.
(v. 436 s.) Ὅτι ἀπὸ χρυσοῦ κἀνταῦθα κοσμῶν τὰ κατὰ τὸν μῦθον θεῖά φησι περὶ Ἥρας καὶ Ἀθηνᾶς, ὡς "αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον μίγδ' ἄλλοισι θεοῖσιν". Ἔνθα ὅρα καὶ τὰ συχνὰ ποιητικὰ πάρισα, καὶ τὸ "μίγδα" ἐκ τοῦ μίγδην μεταπλασθὲν ὁμοίως τῷ κρύβδην κρύβδα, ὧν χρῆσις καὶ ἐν Ὀδυσσείᾳ.
(v. 438 s.) Ὅτι διώκειν ἐνταῦθα τὸ ἁπλῶς κατὰ σπουδὴν ἐλαύνειν. Φησὶ γοῦν "Ζεὺς δὲ Ἴδηθεν [612] ἅρμα καὶ ἵππους Ὄλυμπόνδ' ἐδίωκεν". Ἀστεία δὲ ἡ λέξις, καθότι δοκεῖ ὁ πλήττων ἵππους διώκειν αὐτούς. Ἀκολούθως δὲ καὶ ἐκεῖνοι κατὰ σπουδὴν συντόνως θέοντες φεύγειν ἂν λέγοιντο, καὶ λαλεῖται καὶ τοῦθ' οὕτως νῦν ἐν τοῖς ἱππικοῖς ἀγῶσι. Δοκεῖ δὲ προϋποκεῖσθαι ἰώκειν, τὸ ἰέναι ὦκα, ἐξ οὗ κατὰ συνήθη πλεονασμὸν τοῦ δ τὸ διώκειν γίνεται.
(v. 441) Ὅτι βωμοὶ οὐ μόνον ἐφ' ὧν ἔθυον, ἀλλὰ καὶ κτίσμα τι ἁπλῶς καὶ ἀνάστημα, ἐφ' οὗ ἔστι βῆναί τι καὶ τεθῆναι. Οὕτω γοῦν ἐν Ὀδυσσείᾳ ἀγαλμάτιά τινα δᾷδας ἐν χερσὶν ἔχοντα, ἱστάμενα ἐπὶ βωμῶν, ἤτοι βάσεων τινων, ἔφαινον τοῖς δαιτυμόσι. Καὶ ἐνταῦθα δὲ Ποσειδῶν τὰ τοῦ Διὸς ἅρματα "ἂν βωμοῖσι τίθει κατὰ λῖτα πετάσας", ἤγουν καταπετάσας ὕφασμά τι λιτὸν καὶ οὕτω σκεπάσας, ἵνα δῆθεν εἴη ἄχραντα ῥύπῳ, καὶ μή ποθεν καταικίζηται κατὰ τὴν ἐν Ὀδυσσείᾳ Ὁμηρικὴν ῥῆσιν. Καὶ ὅρα καὶ νῦν τὴν ἀνα πρόθεσιν, ὡς καὶ προδεδήλωται, δοτικῇ συντεταγμένην, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐν τῷ "ἀνὰ φαιδίμῳ ὤμῳ". [Ἰστέον δὲ ὅτι ὅθεν παρῆκται τὸ καταπετάσας λῖτα, ἐκεῖθεν γέγονε καὶ τὸ καταπέτασμα, ὅπερ ὁ Κωμικὸς παραπέτασμα λέγει, δυνάμενον, ὡς εἰκός, ῥηθῆναι καὶ περιπέτασμα, ὡς δηλοῖ ὁ ἐξηγησάμενος παρ' αὐτῷ τὸ "ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν".] Τὸ δὲ "λῖτα" ἔχει καὶ δοτικὴν εἰς ι λήγουσαν γένους καὶ αὐτὴν οὐδετέρου, οἷον "ἑανῷ λιτὶ κάλυψεν", ἤγουν εὐτελεῖ τινι περιβολαίῳ οἷον λινῷ. Καὶ γίνεται κατὰ μεταπλασμὸν ἐκ δοτικῆς τῆς τῷ λιτῷ, οὗ αἰτιατικὴ τὸ λῖτα βαρυνόμενον διὰ τὸ μηδέποτε δισύλλαβον αἰτιατικὴν ἑνικὴν εἰς α λήγουσαν ὀξύνεσθαι πλὴν τοῦ τινά. περὶ δὲ τούτου καὶ ἐν τῇ α τῆς Ὀδυσσείας [613] πλατύτερον εἴρηται. [Σημείωσαι δὲ καὶ ὅτι τὸ ῥῆμα, ἐξ οὗ γίνεται ὁ βωμός, βῶ γὰρ βωμός, ὡς βλῶ βλωμός, ψῶ ψωμός, ἐκεῖθεν καὶ τὸ παρὰ τοῖς παλαιοῖς βῆμα παράγεται. ἀπὸ γὰρ τοῦ βῶ βέβηκα βέβημαι, βῆμα, ἐφ' οὗ οἷα καί τινος ὀκρίβαντος ἀναβαίνοντες ἐλάλουν.]
(v. 442 s.) Ὅτι ἀνωτέρω εἰπὼν "χρυσέοις ἐπὶ κλισμοῖς κάθιζον" λέγει νῦν καὶ περὶ Διὸς ὅμοιον. Φησὶ γὰρ "αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον Ζεὺς ἕζετο, τῷ δ' ὑπὸ ποσὶ πελεμίζετ' Ὄλυμπος". ἔνθα εἰς ταὐτὸν ἄγει θρόνον καὶ κλισμόν. Ἐν οἷς ὅρα καὶ ὅτι ἐκεῖ μὲν ἐπὶ κλισμοῖς εἶπεν, ἐνταῦθα δὲ ἐπὶ θρόνον κατὰ σύνταξιν αἰτιατικήν. Καὶ ὅτι, ὥσπερ δάπεδον ἐν ἄλλοις χρυσοῦν καὶ νέκταρος πόσις ἐν χρυσέοις δεπάεσσι καὶ συγκρότησις ἅρματος ἀφειδὴς χρυσοῦ, οὕτω κἀνταῦθα κλισμοὶ καὶ θρόνοι χρύσεοι, ὡς οἷα θείᾳ φύσει πρέποντος τοῦ χρυσοῦ διὰ τὸ ἀνίωτον καὶ ἀεὶ καθαρόν.
(v. 443) Πελεμίζεται δὲ οὐρανὸς ὑπὸ Διΐ, καθὰ καὶ Ἥρα σεισαμένη ἐν θρόνῳ μέγαν ἐλέλιξεν Ὄλυμπον. Πελεμίζειν δὲ κυρίως τὸ παλάμῃ κινεῖν. ὅθεν ἴσως καὶ πόλεμος ὁ καὶ παλαμναῖος καὶ παλαμναίων δεόμενος. Προσφυὴς δὲ λέξις τοιᾷδε ἠρεμαίᾳ κινήσει Ὀλύμπου ὡς τὸ ἐλελίζειν, καθὰ ἐρρέθη ἀλλαχοῦ, οὕτω καὶ τὸ πελεμίζειν, οἷα λείως ἐκφωνούμενον καὶ αὐτὸ καθὰ καὶ ὁ Ὄλυμπος, οὗ τραχύτερον ἀπηχεῖται οὐρανός. Τερατείας δὲ ποιητικῆς αἱ τοιαῦται πᾶσαι πελεμίξεις καὶ λοιπαὶ στοιχειακαὶ παρακινήσεις, ὧν εἴ τις ἀποστερήσει τὴν ποίησιν, καιρίῳ δή τινι μέρει ἐζημίωκεν αὐτήν.
(v. 444 s.) Ὅτι λύπης πολλῆς [614] ἐνδεικτικὸν ἐπὶ Ἀθηνᾶς καὶ Ἥρας τὸ "ἀμφὶς ἥσθην", ἤγουν χωρὶς καὶ ἰδίᾳ τοῦ Διός, "οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο". Ἔνθα κεῖται καὶ ἀστεία ἔννοια, σκώπτοντος τοῦ Διὸς τὴν ἐκείνων ἀποστροφήν. Φησὶ γὰρ "τί ποτε οὕτω τετίησθον", ἤγουν τεταλαιπώρησθε κατὰ τοὺς παλαιούς. "οὐ μέν θην", ἤγουν οὐ μὴν δή, "κάμετόν γε μάχῃ ἐνὶ κυδανείρῃ ὀλλῦσαι Τρῶας, τοῖσι κότον αἰνὸν ἔθεσθε". Ἀστεΐζεται γὰρ τὴν λύπην ἐκείνων εἰς κόπον φράζων, ὡς εἴπερ ταλαιπώρως εἶχον καταπονηθεῖσαι τῇ κατὰ Τρώων μάχῃ, οὗ μὴ γεγονότος δῆλον ὡς ἀχθόμεναι οὕτω κάθησθε, εἴποι ἂν ὁ Ζεύς.
(v. 445) Ἰστέον δὲ ὅτι τοῦ "οὐ προσεφώνεον οὐδ' ἐρέοντο", καθὸ μὲν ὑπὸ τὸ φωνεῖσθαι ἄμφω ἀνάγονται καὶ ἡ προσφώνησις καὶ ἡ ἐρώτησις, οὐκ ἔστι διαφορά. Ἑτέρως δὲ διαφέρουσι, καθότι προσφωνεῖ μέν τις ἁπλῶς κατά τι ἑτεροῖον λόγου σχῆμα. Ἡ δὲ ἐρώτησις ἰδιάζει παρὰ τὰ λοιπά, πέμπτον οὖσα μέρος τοῦ παρὰ φιλοσόφοις λόγου.
(v. 447) Τοῦ δὲ "τετίησθον", ῥήματος οὐ πεζολογικοῦ, ἐνεστὼς τὸ τιῶ τιήσω ἄχρηστον, ὁμοίως τῷ λιῶ λιήσω, ὅθεν ὁ λελιημένος. Εἰκὸς δὲ καὶ ὡς παίω παιήσω, τὸ τύψω, παρὰ τῷ Κωμικῷ, οὕτως εἶναι καὶ τίω τιήσω. [(v. 448) Τὸ δὲ "οὐ μέν θην κάμετόν γε" οὕτω μὲν γεγραμμένον, σαφῶς ἔχει. Ἔστι δὲ καὶ ἑτεροίας ἐκδόσεως γραφὴ ὑποδύσκολος καθ' Ἡρακλείδην αὕτη· οὐ μέντον κάμετόν γε, ἀντὶ τοῦ οὐ μέντοι. Καὶ ἔστι κατ' αὐτὸν τὸ "οὐ μέντον" [615] Ἀργείων καὶ Κρητῶν γλώσσης, οἳ πολλάκις ἐξαιροῦντες, φησί, τὸ ι ἐντάττουσι τὸ ν, τὴν εἰς πρόθεσιν ἔνς λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὅμοιον καὶ τὸ σπείδω σπένδω, καὶ τὸ οὐ μέντοι οὐ μέντον, καὶ τὸ αἰεί αἰέν. Σικελοὶ μέντοι, φησίν, ἔμπαλιν τὸ ἰῶτα ἀντὶ τοῦ νῦ τάττουσι, τὸ ἔνδον ἔνδοι λέγοντες ἢ ἐνδοῖ περισπωμένως, καὶ Ὅμηρος εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. ταῦτα ὁ Ἡρακλείδης. Ἐξ ὧν στομοῦνται πῇ μὲν οἱ λέγοντες τρέπεσθαι τὸ ἰῶτα εἰς νῦ Ἀργολικῶς τε καὶ Κρητικῶς ἐν τῷ αἰεί αἰέν, πῇ δὲ οἱ τὸ ἀνάπαλιν κατὰ Σικελούς.]
(v. 449) Τὸν δὲ αἰνὸν κότον ἑρμηνεύει ὁ Ζεὺς ἀλλαχοῦ, ἔνθα φησὶ μὴ ἂν κορεσθήσεσθαι τὴν Ἥραν εἴπερ ὠμὸν βεβρώθοι Πρίαμον καὶ τοὺς ἀμφ' αὐτόν. [Τὸ ἔθεσθε δὲ καιριώτατον ἐν τῷ κότον ἔθεσθε. δῆλον γὰρ ὅτι χόλος ἀπόθετος ὁ κότος ἐστίν, ἐπεὶ καὶ ἐκ τοῦ κέεσθαι, ἤγουν κεῖσθαι, παράγεται.]
(v. 450 s.) Ὅτι ἀλαζονευόμενος καὶ νῦν ὁ Ζεύς φησιν, ἃ δὴ καὶ πᾶς ἐρεῖ ἂν παρῳδήσας ἄρχων συνιστῶν μεγαλοφρόνως ἑαυτὸν "πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσιν ἐν Ὀλύμπῳ". τοῦτο δὲ συντομωτάτη ἐστὶ παράφρασις τῶν πρὸ μικροῦ λαληθέντων ἐν τῷ περὶ τῆς χρυσέας σειρᾶς λόγῳ.
(v. 457) Ἐπὶ δὲ τούτοις ἐπέμυξαν, φησίν, Ἀθηναίη τε καὶ Ἥρη καὶ τὰ ἑξῆς. Ἔστι δὲ μύζειν τὸ μεμυκότων χειλέων ἦχον ἀποτελεῖν διὰ τῆς ῥινός, ἐξ οὗ καὶ ὁ μυκτήρ. Ἔστι δὲ καὶ ἕτερον μύζειν, ὃ πάθος οὐκ ἔχει ψυχῆς. καὶ ἐξ ἐκείνου ἡ γλαγόεσσα μύξα ἐν Ἁλιευτικοῖς. τροπικῶς δὲ καὶ ἡ κατὰ τὸν λύχνον μύξα, καὶ αὐτὴ δὲ ἡ μύτις. Ἐξ ἐκείνου δὲ καὶ κοινῶς ἀπομύσσεσθαι, οὗ χρῆσις ἐν τῷ "πατὴρ τῷ ἀγκῶνι ἀπομυσσόμενος", διὰ τὸ [616] μὴ ἔχειν δηλαδὴ τοῦτο ποιεῖν τῇ χειρὶ ἀσχολουμένῃ περὶ ἁλίπαστα. Ἀρχὴ δὲ τῶν τοιούτων ῥημάτων τὸ μῦ ἐπίρρημα παρὰ τῷ Κωμικῷ.
(v. 450) Ἀσύνδετος δὲ καὶ μετὰ θαύματος ἡ ἐπιβολὴ τῆς ῥηθείσης ἐννοίας ἀναλόγως τῷ θυμῷ τοῦ Διός. Ἔτι δὲ καὶ ἀξιωματικὴ διὰ τὸ "πάντως". ἀποφατικῶς γὰρ ἔχει ὡς ἐπὶ ὁμολογουμένῳ πράγματι.
(v. 452 s.) Ὅτι δειλίας ἄκρας δεικτικὸν τὸ "ὑμῶν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα". Ἀνωτέρω δὲ παρῳδηθὲν τὸ "οὐ μὴν κάμετόν γε μάχῃ ἐνὶ κυδιανείρῃ" καὶ ἑξῆς ὄνειδός ἐστι τῶν εὐλαβηθέντων μάχην.
(v. 455) Ὅτι τὸ "πληγέντε κεραυνῷ", ῥηθὲν ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς, ὡς καὶ προδεδήλωται, Ἀττικῶς δίκην ἀρσενικοῦ ἢ οὐδετέρου ἐσχημάτισται. Καὶ Ἡσίοδος δὲ οὕτω φησί "προλιπόντε ἀνθρώπους αἰδὼς καὶ νέμεσις", καὶ Εὐριπίδης "ταὐτὰ ἔχοντε γράμματα", ἤγουν ἔχουσαι, αἱ δύο αἰδοί. καὶ ἡ τοῦ Σοφοκλέους δὲ Ἠλέκτρα ἐφ' ἑαυτῇ καὶ τῇ ἀδελφῇ λέγει "ἴδεσθε τώδε τὼ κασιγνήτω", ἤγουν ταύτας τὰς αὐταδέλφας, "τούτω χρὴ τιμᾶν, ὣ ψυχῆς ἀφειδήσαντε", ὅ ἐστι ταύτας, αἳ ψυχῆς ἀφειδήσασαι. Καὶ οὐ ταῦτα μόνον καινοτομοῦσιν Ἀττικοί, ἀλλὰ καὶ εὐθείας ἑνικὰς ἀρρενικὰς τῇ προφορᾷ ἐκθηλύνοντες ἡ κλυτός καὶ ἡ γενναῖός φασι, καὶ ἡ ἀδελφὸς δέ, ἧς δυϊκὸν παρὰ Σοφοκλεῖ τὼ ἀδελφώ. καὶ ἄρρενα δὲ ἄρθρα τοῖς θήλεσι προσαρμόζουσι τὼ γυναῖκε [617] λέγοντες καὶ τὼ χεῖρε καὶ τὼ θεώ, τουτέστι τὰς θεάς, τὴν Δήμητραν καὶ τὴν Κόρην.
(v. 458) Ὅτι γοργὰ πάρισα καὶ ἐνταῦθα τὸ "πλησίαι ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην", Ἥρα δηλαδὴ καὶ Ἀθηνᾶ. Λαλεῖ δὲ οὕτω πρὸς κάλλος ὁ ποιητής, ἁβρυνόμενος οἷς ἡ ὀργὴ αὕτη κατὰ τὸ αὐτῷ θελητὸν γίνεται. Ὅρα δὲ τὸ "πλησίαι" γενόμενον ἀπὸ τοῦ ὁ πλησίος ἀρσενικοῦ ὀνόματος, ἐξ οὗ καὶ τὸ πλησίον ἐπίρρημα, ὁμοίως τῷ ἐναντίος ἐναντίον. Χρῆσις δὲ τοῦ πλησία καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "παρούσης τῆσδε πλησίας ἐμοί", καὶ ἐν τῷ "πλησία τῷ νυμφίῳ".
(v. 459) Ὅτι ἐν τῷ "ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε", τρόπος ἐτυμολογίας ἐστί. τὸ γὰρ ἀκέων, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ταὐτόν ἐστι τῷ ἀκήν. Αὐτὸ δὲ γίνεται ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν. τὸ δὲ μὴ χαίνειν ὅλως ταὐτόν ἐστι τῷ μηδέν τι εἰπεῖν. Καὶ ἄλλως δέ, εἰ χαίνειν ἐστὶ τὸ λέγειν κατά τινα παρακολούθησιν ‑ Διὸ καὶ ὡς ἀπὸ τοῦ φῶ, τὸ λέγω, πρόφασις, οὕτω ἡ αὐτὴ καὶ ἀπὸ τοῦ χαίνω προχάνη κατὰ τοὺς τοῦ Σοφοκλέους Ὑπομνηματιστάς, [παρ' ᾧ κεῖται καὶ τὸ "ἀνοιμωκτὶ χανεῖν τὰ δεινά", ὅπερ ἐστὶ δεινοὺς λόγους πρὸς ὕβριν εἰπεῖν] ‑ , εἴη ἂν καὶ ἀκέων καὶ ἀκήν τὸ ἐκ τοῦ μὴ χαίνειν γινόμενον, ταὐτὸν τῷ ἀφώνως, καὶ κατὰ Σοφοκλῆν εἰπεῖν, ἀλόγως, ὃ κεῖται ἐν τῷ δευτέρῳ Οἰδίποδι, ταὐτὸν ὂν τῷ ἀλαλήτως. Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων ἔστι λογίσασθαι, ὡς εἴη ἂν ταὐτόν τι τὸ προχαίνειν καὶ τὸ προφασίζεσθαι, ὧν τὸ μὲν ἐκ τοῦ κατάρχοντος, τὸ δ' ἐκ τοῦ ἐφεπομένου λέγεται. διὸ καὶ ἀχανὴς ἵστασθαί τις λέγεται ἀντὶ τοῦ ἄφωνος. [Εἰ δὲ καὶ προέχεσθαι τὸ προφασίζεσθαι λέγεται, ἀλλὰ τοῦτο τροπῆς ἐστιν. [618] Ὡς γὰρ ὁ μαχόμενος προΐσχεται εἴτ' οὖν προβάλλεται, τι ἑαυτοῦ ὅπλον πρόβλημα, οὕτω προὔχεται λόγον τινὰ ὡς οἷον βοηθητικὸν πρόβλημα ὁ προφασιζόμενος.] Σημείωσαι δὲ καὶ ὅτι πρὸ ὀλίγου ἐθυμομάχει μὲν Ἀθηνᾶ, ἡσύχαζε δὲ Ἥρα οἷα χαίρουσα οἷς ἐκείνη ἔλεγε κατὰ Διός, ἐνταῦθα δὲ τῆς Ἀθηνᾶς σιγώσης ἐκρήγνυσιν αὕτη θυμόν.
(v. 460) Ὅρα δὲ καὶ οἷον ὁ φρόνιμος. Ἦν μὲν γὰρ Ἀθηνᾶ "σκυζομένη Διῒ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει", οὐ τολμᾷ δὲ κατὰ πρόσωπον ἀντιλέγειν τῷ πατρὶ αἰδοῖ καὶ δέει αὐτοῦ, εἰ καὶ πρὸ τούτων ἀπόντα ἔσκωπτε. Τῆς δέ γε Ἥρας περιγίνεται ὁ συνήθης χόλος καὶ οἱ λόγοι τυραννήσαντες προέρχονται, φαῦλοι δορυφόροι θυμοῦ, δεσπότου κακοῦ.
(v. 461-468) Φησὶ γὰρ "Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη" καὶ τὰ ἑξῆς, ὥσπερ καὶ ἡ Ἶρις πρὸ μικροῦ αἰνοτάτην εἶπε τὴν Ἀθηνᾶν.
(v. 459 s.) Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ "ἀκέων ἦν" ἡρμήνευται διὰ τό "οὐδέ τι εἶπεν", οὕτω καὶ τὸ "σκυζομένη" διὰ τοῦ "χόλος δέ μιν ἄγριος ᾕρει". Σκύζεσθαι γὰρ τὸ χόλῳ αἱρεῖσθαι. Γίνεται δὲ ἴσως μὲν καὶ παρὰ τὸ κύων πλεονασμῷ τοῦ σ, ἵνα ᾖ σκύζεσθαι τὸ κύνεόν τινα σχεῖν ἦθος ἢ κυνῶπα εἶναι. ὅθεν καὶ τὸ ἐπισκύνιον, ὡς ἀλλαχοῦ δηλοῦται. Μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς παρὰ τὸν Σκύθην, ὡς τῶν Σκυθῶν μάλιστα ἑτοίμων ὄντων χολᾶν. Καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ἐπιμένει ὁ ποιητής, θέμενος αὐτὴν καὶ μετ' ὀλίγα. Ἔνθα καὶ δοκεῖ συγκροτεῖν εἰς τὸ ἀπὸ τοῦ κυνὸς εἶναι τὸ σκύζεσθαι. Εἰπὼν γὰρ "οὐ σκυζομένης ἀλέγω", ἐπιφέρει εὐθὺς ὡς οἷον ἐτυμολογικῶς τὸ "ἐπεὶ οὐ σέο κύντερον ἄλλο".
(v. 460 s.) Τὸ δὲ "χόλος ᾕρει, Ἥρῃ δ' οὐ κέχαδε χόλον στῆθος", οἵου σχήματός ἐστιν, εἴρηται καὶ ἐν τῷ "ἔδδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν". Τὸ δὲ "οὐ κέχαδε χόλον", ὡς ἐπὶ ἀγγείου εἴρηται. οἱονεὶ γάρ, φησί, πλεονάσας ὁ χόλος ἐξ ὑπερζέσεως ἀπήφρισεν ὕβρεις. Ἢ δὲ "κέχαδε" μετὰ τοῦ κ, ἵνα ᾖ [619] μέσος παρακείμενος, ἀπὸ τοῦ χῶ χάζω, τὸ χωρῶ, ὡς φράζω πέφραδα, χλάζω κέχλαδα παρὰ Πινδάρῳ, ἢ ἔχαδε δεύτερος ἀόριστος τοῦ αὐτοῦ ῥήματος. [Ἰστέον δὲ ὅτι πάνυ ἀστειότερον καὶ βαθύτερον τοῦ "ἔπος φύγεν ἕρκος ὀδόντων" τὸ "οὐ κέχαδε στῆθος χόλον". Δηλοῦσι δ' ὅμως ἄμφω λαλιὰν ἄκαιρον. πλὴν ἐκεῖνο μὲν τὴν ἁπλῶς, τοῦτο δὲ τὸ τῆς Ἥρας τὴν ἐξ ὑπερβολικοῦ χόλου. Ἐν ἀμφοῖν δὲ ψεκτὸν τὸ ἀθυρόγλωττον καί, καθ' Ὅμηρον εἰπεῖν, ἀκριτόμυθον, ἅπερ ὁ πάσχων λέγοιτ' ἂν καὶ ἀπύλωτον ἔχειν στόμα, κατὰ τὸν Κωμικὸν φάναι.]
(v. 463) Ὅτι δηλωτικὸν ὑπεροχῆς τὸ "εὖ νυ", ἤγουν καλῶς δή, "καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν", ἤγουν ὅτι σοι τὸ σθένος οὐδενὶ εἴκει ἀλλὰ πάντων ὑπερέχει.
(v. 464) Χρησιμεύσει δέ ποτε καὶ τὸ ἐφεξῆς "ἀλλ' ἔμπης τῶν δεῖνα ὀλοφυρόμεθα" καὶ ἑξῆς, ὡς προγέγραπται. Ἐνταῦθα δὲ σημείωσαι, ὡς Εὐριπίδης μέν φησι "τὸν αὐτὸν λόγον ἐκ τε δοκούντων ἰόντα καὶ ἐκ μὴ δοκούντων, οὐ ταὐτὸν σθένειν". Ἔστι δέ τινα τὸ ἐκείνου παρῳδήσαντα εἰπεῖν, ὡς ὁ αὐτὸς λόγος ἔκ τε τῶν εἰκόντων τοῖς κρείττοσι καὶ ἐκ τῶν ἀντιπιπτόντων λεχθεὶς οὐ ταὐτὸν σθένει. Ἰδοὺ γὰρ ἡ Ἥρα φθέγγεται μὲν αὐτὰ ἐκεῖνα ὅσα καὶ ἡ Ἀθηνᾶ ἐν ἀρχῇ ταύτης τῆς ῥαψῳδίας, τὸ μὲν σθένος ὁμολογοῦσα τοῦ Διός, ὀλοφύρεσθαι δὲ ὑπὲρ Ἀχαιῶν λέγουσα, εἰ κακῶς ὄλωνται. Ἀλλ' ὅτι Ἀθηνᾶ μὲν ἐκεῖ προοιμιάσατο κολακικώτερον, Ἥρα δὲ νῦν τραχύνασα τὸ προοίμιον ἐλάλησε, διὰ τοῦτο ἐκείνη μὲν εἰς μειδίαμα κινεῖ τὸν Δία καὶ "θάρσει φίλον τέκος" ἀκούει καὶ ἑξῆς, ἡ δὲ Ἥρα σκορακίζεται καὶ ἀκούει τὰ μὴ φίλα. Ἐν οἷς σημείωσαι καὶ οἷα δύναται τὸ προοίμιον, εἴπερ Ἀθηνᾶ μὲν φιλεῖται προοιμιασαμένη τεχνικῶς, Ἥρα δὲ δυσπραγεῖ, ὡς ἐκ προοιμίων λυπήσασα. [(v. 464) Ἰστέον δὲ ὅτι τὸ "ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθα", ἤγουν ὑπὲρ Δαναῶν ἢ χάριν Δαναῶν, ὅμοιόν ἐστι τῷ "χωόμενον εὐζώνοιο γυναικός", ἤγουν λυπούμενον ἕνεκεν τῆς Βρισηΐδος.]
(v. 470-477) [620] Ὅτι σχῆμα Ὁμηρικῆς προαναφωνήσεως καὶ τὸ "ἠοῦς δὴ καὶ μᾶλλον", ἤγουν ἐκ πρωΐας αὔριον, τὸν Δία ὄψεαι, ὦ Ἥρα δηλαδή, ὀλλύντα Ἀργείους. "οὐ γὰρ πρὶν πολέμου", φησίν, "ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι", ἤγουν διεγηγέρθαι, "παρὰ ναῦφιν", ἤγουν ἀπὸ νηῶν, Ἀχιλλέα, ὅτε ἡ μάχη πρὸς αὐταῖς ταῖς ναυσὶν ἔσται Πατρόκλου θανόντος. ὣς γὰρ θέσφατόν ἐστι". Καὶ ὅρα κἀνταῦθα μνήμην Ἀχιλλέως τὴν συνήθη τῷ ποιητῇ, καὶ ὅτι συνεκεφαλαιώσατο προεκθετικῶς, ὅπως πιθανῶς διασκευάζει τὰ ἐφεξῆς. Κεῖται δ' ἐνταῦθα καὶ τὸ προϊστορηθὲν στεῖνος, τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους, ὃ καὶ αἰνότατον λέγει διὰ τοὺς ἐκεῖ γενησομένους φόνους.
(v. 477) Τὸ δὲ "ὣς γὰρ θέσφατόν ἐστι" τὴν τοῦ Διὸς ὑποδηλοῖ βουλὴν ἀλληγορικῶς. ταὐτὸν γὰρ εἰπεῖν "Διὸς δ' ἐτελείετο βουλή", καὶ "ὣς γὰρ θέσφατόν ἐστι". Ὅτι τὰ τοῦ Διὸς πρὸς τὴν Ἥραν λεχθήσεταί ποτε παρῳδηθέντα καὶ παραποιηθέντα δεξιῶς ἐπὶ προσώπου φορτικοῦ ἀκκιζομένου καὶ προσποιουμένου χωρισμόν, ὁποῖος ἦν τις πρὸ βραχέων τῇ Ἥρᾳ Διὸς ἀμφὶς καθημένῃ.
(v. 477-483) Φησὶ γὰρ "σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι γαίης καὶ πόντοιο, ἵν' Ἰαπετός τε Κρόνος τε ἥμενοι οὔτ' αὐγῇς", ἤγουν αὐγαῖς, "Ὑπερίονος ἠελίοιο τέρπονται οὔτ' ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς", ἤγουν ἀμφὶ αὐτούς. "οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο", ἤγουν χαλεπώτερον ἢ κυρίως ἀναιδέστερον, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται. Καὶ ὅρα ὡς ὁ ποιητικὸς Ζεὺς τόποις τὸ φοβερὸν διαφόροις κατεμέρισε, πρὸ μὲν ὀλίγων ἀπειλησάμενος Ἥρᾳ καὶ Ἀθηνᾷ διὰ τῆς Ἴριδος, ἐνταῦθα δὲ δεινὸς προσενεχθεὶς τῇ Ἥρᾳ δι' ἑαυτοῦ, τραχυνθησόμενος δὲ ὁμοίως καὶ ἐν τοῖς ἑξῆς. Πολλαχοῦ δὲ καταμερίζειν οὕτω τὰς αὐτὰς ἐννοίας εἴωθεν ὁ ποιητής.
(v. 481) Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα καὶ ὅτι τὸν Τάρταρον, ὡς καὶ προεδηλώθη, ὑπόγειον ἐν βάθει ἀέρα ὁρίζεται ἡλίῳ ἀφώτιστον, βάθους νοουμένου τοῦ περὶ τὰ νείατα πέρατα γῆς καὶ πόντου.
(v. 479) Ἰαπετὸς δὲ κατὰ τοὺς παλαιοὺς ἡ ὀξυκινησία τοῦ οὐρανοῦ παρὰ [621] τὸ ἵεσθαι καὶ πέτεσθαι. Κρόνος δὲ ὁ τῶν λοιπῶν ἀνωτάτω πλανητῶν, ὃς ὑπὸ γῆν ἐνεχθεὶς ἐν τῷ τὴν ἀπλανῆ στρέφεσθαι κατωτάτω γίνεται καὶ οἷον ταρταροῦσθαι τηνικαῦτα δοκεῖ ἅμα τῷ οὐρανίῳ ἡμισφαιρίῳ, περὶ ὃ τύχῃ ἐκεῖνος εἶναι. Καὶ τοῦτο μὲν ἀεὶ γίνεται, οἷα ποτὲ μὲν ἀνωτάτω αὐτῶν ὄντων, ποτὲ δὲ κατωτάτω στρεφομένων. Ὁ δὲ μῦθος τὸ φυσικῶς γινόμενον καὶ διηνεκῶς κατὰ τὸ πάλιν καὶ πάλιν, τὴν ῥηθεῖσαν δηλαδὴ τοῦ Ἰαπετοῦ καὶ Κρόνου κατένεξιν, εἰς κόλασιν ἐκείνοις ἀπονέμει, καὶ ὡς καθάπαξ κάτω ῥιφέντας ἐκεῖ μένειν φησὶ τοῦ λοιποῦ, ψευδόμενος ἐπί τι καὶ αὐτός.
(v. 478) Ὅρα δὲ τὸ νείατα πείρατα, ἤγουν ἔνθα καὶ ἡ ἀπείρων γῆ τελειοῦται. εἴρηται γὰρ πρὸς διαστολὴν ἑτέρων περάτων κελεύθου καὶ ὁδοῦ, ἅπερ οὐκ ἤδη καὶ νείατα.
(v. 477) Καὶ ὅτι τὸ αὐτὸ ἀλεγίζω εἶπε καὶ ἀλέγω διὰ τὸ τῶν λέξεων ἰσοδύναμον,
(v. 478) καὶ τὴν χωομένην δὲ σκυζομένην εἶπεν ἑρμηνείας χάριν καὶ τοῦ ταὐτοδυνάμου τῶν μετοχῶν. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ ῥηθεῖσα τοῦ Διὸς ἔννοια ὑπερβολικήν τινα ἔχει ἀστειότητα, φαμένου, ὡς εἰπεῖν, ὅτι οὐ μόνον εἴπερ ἀμφὶς ἐμοῦ ἕζεσθαι θέλεις κατὰ βραχύ τι διάστημα, οὐδέν μοι μέλει, ἀλλ' οὐδὲ εἰ τὸν Τάρταρον αὐτὸν ὑποδύσῃ.
(v. 482 s.) Ἐν δὲ τῷ "οὐδ' ἢν ἔνθ' ἀφίκηαι, οὔ σευ ἔγωγε ἀλέγω" περιττὴ συνήθως καὶ Ὁμήρῳ κατὰ Ἀττικοὺς ἡ ου ἄρνησις.
(v. 484) Ὅτι μέγαν εἶναι τὸν θυμὸν τῶν ὑπερεχόντων δηλοῖ ὁ ποιητὴς καὶ ἐν οἷς ποιεῖ τὴν θρασυτάτην Ἥραν σιωπῶσαν, ἐφ' οἷς ὁ Ζεὺς ὀργίζεται. Φησὶ γὰρ "τὸν δ' οὔ τι προσέφη λευκώλενος Ἥρη", [οὐ ταχὺ μὲν οὕτω θρασυνθεῖσα, θᾶττον δὲ ἢ λόγος δειλιάσασα κατὰ τοὺς θρασυδείλους καὶ ψοφοδεεῖς, οἷα καὶ αὐτὴ πτοηθεῖσα, μὴ ἅμ' ἔπος ἅμ' ἔργον ἔσται τῷ ἀπειλησαμένῳ Διΐ.] Σημείωσαι δὲ ὡς οἰκονομικῶς οὕτω πεποίηται, ἵνα παυθῇ πιθανῶς ἡ μυθοποιΐα. Εἰ μὴ γὰρ φόβος ἐπεστόμισε τὴν Ἥραν, ἐξηνέχθη ἂν ἡ ποίησις καὶ εἴς τι κακόζηλον.
(v. 485 s.) Ὅτι τὸ ἔδυ ὁ ἥλιος περιφράζων Ὅμηρός φησιν "ἒν δ' ἔπεσεν Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν". Καὶ ὅρα τὸ ἐνέπεσεν ἀστείως λεχθὲν διὰ τὴν ἐξ ὕψους κατένεξιν. ὁμοίως καὶ τὸ ἕλκον. τὸ γὰρ ἕλκον ἑλκόμενόν τι ἕλκει, ὡς καὶ ἡ τοῦ φωτὸς δύσις τὴν νύκτα ἐφέλκεται. ἅμα γὰρ ἡλίου κατάδυσις, ἅμα σκότος. Ἀστείως δὲ τὸ ῥηθὲν ἔφη ὁ ποιητὴς ὡς ἐπί [622] τινος σώματος ἐν τῷ καθίεσθαι εἰς βάθος ἐφελκομένου ἄλλο τι σῶμα, ὁποῖον ἡ κλεψύδρα κατὰ βυθοῦ, ἔτι δὲ καὶ ἡ ἄγκυρα καὶ ὁ βολίζων μόλιβδος καὶ ὁ καδδίσκος, οἷς συγκαθέλκεται καὶ συγκαθίεται ἡ ἱμονία. Οὕτω γάρ πώς φησι καὶ τὸ φῶς τοῦ ἡλίου, ὅ ἐστιν αὐτὸν τὸν ἥλιον, τῷ ὠκεανῷ ἐμπίπτοντα ἕλκειν νύκτα. ὑποκαταβὰς δὲ ἁπλοϊκῶς φράζει "ἔδυ φάος καὶ ἐπήλυθε νύξ".
(v. 485) Ὠκεανός δὲ ἀλληγορικῶς κἀνταῦθα ὁ διανοητὸς κύκλος, ὁ τὸ τοῦ κόσμου φανερόν τε καὶ ἀφανὲς ὁρίζων, ἤγουν τὸ ὑπὲρ γῆς ἡμισφαίριον καὶ τὸ ὑπὸ γῆν.
(v. 487 s.) Ὅτι Τρωσὶ μὲν ἀέκουσιν ἔδυ φάος, Ἀχαιοῖς δὲ ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. Τούτους μὲν γὰρ τὸ κνέφας ἔσωσεν, ὡς ὁ Ἕκτωρ ἐρεῖ, οἱ δὲ Τρῶες εὐτύχουν ἐν ἡμέρᾳ νικῶντες. διὸ οὐδὲ ἤθελον δῦναι τὸν ἥλιον. Ὁ δὲ λόγος οἰκεῖος ἐπὶ πάντων, ὧν τοὺς μὲν εὐτυχοῦντας, τοὺς δὲ δυστυχοῦντας παύει τοῦ ἔργου ἡ νύξ. Τρίλλιστος δὲ ἐν δυσὶ λ κατά τινα τῶν ἀντιγράφων ἡ πολυλιτάνευτος, ἐκ τοῦ τρία, ὃ δηλοῖ τὰ πολλά, καὶ τοῦ λίσσεσθαι, τὸ παρακαλεῖν. Κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Περιηγητῇ. Καὶ ἡ λιτὴ δὲ ἀπὸ τοῦ αὐτοῦ γινομένη ῥήματος, εἰ μὴ ἄρα ἐκ τοῦ λίτω παράγεται, ὑποστολὴν ἔπαθε τοῦ σ, ὁμοίως τῷ Ἐπήριτος κύριον, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται δοκοῦν παρῆχθαι ἐκ τοῦ ἐριστός [κατὰ τὸ Νήριτον ὅρος τὸ οἷον ἀνέριστον διὰ τὸ δασὺ τῆς ὕλης.] Ἰστέον δὲ ὡς ἐπεὶ τὰ τρία καὶ πολλά εἰσιν, εἰ καὶ μὴ ἀντιστρέφει ὁ λόγος, διὰ τοῦτο τὸ τρίλιστον καλῶς καὶ πολύλιστον λέγεται, ὡς ἐν Ὀδυσσείᾳ κεῖται. Οὕτω δὲ καὶ τὴν τριγλώχινα τοῦ Ποσειδῶνος τρίαιναν πολυγλώχινά τις λέγει ποιητής, καὶ τρισάθλιος δὲ τῷ αὐτῷ λόγῳ ὁ κατὰ πολὺ ἄθλιος, καὶ τρισμάκαρες δὲ Δαναοὶ οἱ λίαν μακάριοι. [623] Τοιαῦτα δὲ καὶ ἕτερα οὐκ ὀλίγα, [ἐν οἷς καὶ ὁ παρὰ τῷ Κωμικῷ τρισκακοδαίμων καὶ ὁ ἀνάπαλιν τρισόλβιος. Τοιαῦτα δὲ καὶ ἅπερ τῶν τις παλαιῶν ἔθετο παραδείγματα βλασφημιῶν τῶν ἀπὸ ἀριθμοῦ, οἷον, τρισεξώλης ὁ πάνυ ἐξώλης, καὶ τριπέδων ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλος, ὃς καὶ πέδων πέδωνος ἐν ἁπλότητι λέγεται καὶ στίγων, εἴτ' οὖν στιγματίας. Φέρει δὲ καὶ ἀπὸ χρήσεως τοῦ Κωμικοῦ τὸ παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος. Σοφοκλῆς δὲ τρίδουλον τὸν ἐκ προγόνων δοῦλον ἔφη, Ἀνακρέων δὲ τρισκεκορημένον τὸν πολλάκις ἐκσεσαρωμένον, Ἀρχίλοχος δὲ τρισοιζυρὴν πόλιν ἔφη τὴν Θάσον, Ἱππῶναξ δὲ τὸν τρία ὑπεραναβὰς ἀριθμὸν ἑπτάδουλον ἔφη τινά. Ὑπὲρ δὲ ταῦτά ἐστι τὸ τοῦ Κωμικοῦ εἰπόντος τρίπαλαι καὶ δεκάπαλαι καὶ μυριόπαλαι.] Ὅτι συσκευάζων μακρόθεν Ὅμηρος τὴν τοῦ Ἕκτορος ὑπὸ τῷ Ἀχιλλεῖ πτῶσιν, ἣν οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἐθάρρησεν ἀντιστῆναι, πλάττει αὐτὸν ἀπὸ τῆς ἄρτι θάρσυνον διὰ τὸ θέσφατον καὶ εἰς τόσον καταθαρροῦντα τῶν Ἀχαιῶν, ὡς μηκέτι ἐθέλειν ἀναδραμεῖν εἰς τὴν πόλιν, ἀλλὰ μακρὰν αὐτῆς αἰθριοκοιτεῖν, ἵνα ταχὺ ἕωθεν ἐπιτρέχῃ τοῖς ἐχθροῖς. καὶ δὴ νικῶν κατὰ τὴν τοῦ Διὸς βουλὴν καὶ οὕτω φρονηματισθεὶς καὶ ἐπαυξήσας τὸ θάρσος τολμήσει πιθανῶς ἐν τοῖς ἑξῆς ἀντιστῆναι τῷ Ἀχιλλεῖ καὶ πεσεῖται.
(v. 489-491) Φησὶ γοῦν "Τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἐπὶ δινήεντι, ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος", ἤγουν ἔνθα τόπος ἦν καθαρεύων νεκρῶν. Συντάσσεται γὰρ καθ' ὑπερβατὸν "ἐν καθαρῷ νεκύων, ὅπου διεφαίνετο χῶρος", ἤτοι διαφανὴς ἦν. [624] Ἕτεροι δὲ οὕτως· ὅθι νεκύων, ἤγουν ἔνθα τῆς τῶν νεκρῶν πτώσεως, ἦν διαφαινομένη ἡ γῆ, ὅπερ ἐστὶ ἑρμηνεία τοῦ ἐν καθαρῷ. Ἄλλοι δὲ τὸ "διεφαίνετο" γενικῇ συντάξαι τολμήσαντές φασιν· ἔνθα διεφαίνετο νεκύων ὁ χῶρος, ἤγουν ἔνθα καθαρὰ νεκρῶν ἦν ἡ γῆ. Καὶ ἀληθῶς πολλαὶ κοιναὶ συντάξεις καινοτροποῦνται παρά τισιν. Ἀττικοὶ γοῦν τὸ ὑπερορᾶν αἰτιατικῇ ἀσυνήθως συντάσσουσιν, οὕτω δὲ καὶ τὸ ἀνέχεσθαί. οἱ δ' αὐτοὶ καὶ τὸ ἀρέσκειν δοτικῇ φιλοῦν συνεῖναι κατὰ αἰτιατικὴν προάγουσι. Σοφοκλῆς "ἀλλ' ἐμέ γε ἡ στονόεσσα ἀηδὼν ἄραρεν", ὃ ταὐτὸν τῷ "ἀρέσκει μοι". ὁ δ' αὐτὸς καὶ ἐν τῷ "τοῖς θανοῦσιν ὠφελεῖν" οὐ συνήθως συνέταξεν, ὡς οὐδὲ ἐν τῷ "ψαύων τὸν θεόν".
(v. 492) Ὅτι τὸ καταβῆναι τοῦ ἅρματος ἀποβῆναί φησιν ἐξ ἵππων ἐν τῷ "ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον", οἱ Τρῶες δηλαδὴ τὸν τοῦ Ἕκτορος.
(v. 494) Ὅτι δημηγορεῖ μετὰ νίκην ὁ Ἕκτωρ νύκτωρ ὀρθός ἐν ὀρθοῖς τοῖς Τρωσὶν ἔγχος ἀντὶ σκήπτρου ἔχων τὸ τῆς ἀνδραγαθίας ὄργανον. Ἡ δὲ δημηγορία ὑπέρφρων καὶ πολὺ τὸ θάρρος προβεβλημένη, ἐξ ὧν οἶδεν ὡς νῦν Ἀργεῖοι κακὰ πείσονται. ἀναρριπίζει δὲ τῇ μνήμῃ τὸν θυμὸν καὶ κατὰ Διομήδους τοῦ πρὸ μικροῦ ἀντιστάντος. Πρὸ δὲ τούτων συμβουλεύει πεισθῆναι τῇ νυκτὶ καὶ δορπήσειν καὶ ἵππων ἐπιμελήσεσθαι. ἐθέλει δὲ καὶ πυρὰ πολλὰ καίεσθαι, εἰπὼν καὶ τὴν αἰτίαν. εἶτα καὶ φυλακὴν τῆς πόλεως ἐπιτάσσει.
(v. 493516) Ἔστι δὲ τὰ τῆς δημηγορίας τοῦ Ἕκτορος τοιάδε "Ἕκτωρ ἀγόρευε Διῒ φίλος, ἐν δ' ἄρα χειρὶ ἔγχος ἔχεν", ᾧ ἐρεισάμενος ἔφη "κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι. νῦν ἐφάμην νῆάς τ' ὀλέσας καὶ πάντας Ἀχαιοὺς ἂψ ἀπονοστήσειν ποτὶ Ἴλιον ἠνεμόεσσαν, ἀλλὰ πρὶν κνέφας ἦλθε, τό", ἤγουν [625] ὅπερ, "νῦν ἐσάωσε μάλιστα Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπα τ' ἐφοπλισόμεσθα. ἀτὰρ καλλίτριχας ἵππους λύσαθ' ὑπ' ἐξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν. ἐκ πόλιος δ' ἄξασθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε σῖτον τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκῃ, μή πως καὶ διὰ νύκτα καρηκομόωντες Ἀχαιοὶ φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης. μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα" καὶ ἑξῆς. Καὶ ὅρα ὡς ἅμα τεῖχος Ἑλληνικὸν ἅμα ἐπέλευσις Τρωϊκή, ὃ δὴ ἐθέλει ὁ σοφὸς μεθοδευτὴς Ὅμηρος. Δοκεῖ δὲ οὕτω ταχὺ γενέσθαι ἡ ἐπιδρομὴ διὰ τὸ ὑπόνοιαν, ὡς εἰκός, ἐγγενέσθαι τῷ Ἕκτορι πάνυ δειλανδρήσαντας τοὺς Ἀχαιοὺς προβαλέσθαι τὸ τεῖχος ἑαυτῶν ὡς οἷον εἰς συγκλεισμόν. Στρατηγικῶς δὲ τῶν ἵππων ὁ Ἕκτωρ προμηθεῖται πρὸ τῶν ἀνδρῶν, ὅπερ πρὸ τούτων καὶ ἡ Ἀνδρομάχη ἐδηλώθη ποιεῖν εἰς αὐτόν.
(v. 494 s.) Τὸ δὲ ῥηθὲν ἔγχος τοῦ Ἕκτορος πλείονος ἀξιῶν λόγου φησὶν "ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης". Ἰστέον δὲ ὅτι τὸ μὲν ναυμάχον δόρυ πήχεών ἐστιν εἰκοσιδύο παρὰ τῷ ποιητῇ, τὸ δὲ πεζομάχον ἑνδεκάπηχυ. Ὡς δὲ τὸ "ἔγχος ἔχεν" ἐτυμολογικοῦ τρόπου ἐστί, πολλαχοῦ ἐφάνη. Τὸ δὲ λάμπετο ἔχει καὶ ἐνεργητικὸν τὸ ἔλαμπεν. Αἰχμὴ δὲ κἀνταῦθα ἡ ἐπιδορατίς, ἤτοι ὁ μετὰ τὸ δόρυ, τουτέστι τὸ ἐκδεδαρμένον ξύλον, ἐστομωμένος σίδηρος. οὗπερ εἴγε πάγχρυσος ὁ πόρκης καὶ μὴ ἑτεροίας ὢν ὕλης ἀλήλιπτο χρυσῷ, μεγαλοπρεπὴς ὁ Ἕκτωρ, οὕτω τιμίαν ὕλην περιθεὶς ξύλῳ καὶ σιδήρῳ, τοῖς εὐτελέσιν. Ἔστι δὲ πόρκης κρίκωμα συνεκτικὸν τοῦ ξύλου καὶ τῆς αἰχμῆς, οὗ ἡ ἐτυμολογία προδεδήλωται. οἰκεῖον δὲ ἐπ' αὐτοῦ τὸ περιθέειν, ἤτοι περικυκλοῦν, ὥσπερ καὶ τὸ περιϊέναι. ὅθεν ἴτυς ἡ περιφέρεια καὶ τὸ περιάγεσθαι, ἀφ' οὗ ἄγκιστρον περιηγὲς τὸ περιφερές. [Ἐκ δὲ τοῦ εἰρημένου θέειν καὶ ὁ ἐν Ὀδυσσείᾳ περιφερὴς θόλος καὶ ὁ κάλαθος δέ, οὗ χρῆσις παρὰ πολλοῖς, ὃν δηλαδὴ ἀπαρτίζουσι κᾶλα θέοντα, ἤγουν ξύλα, καὶ λύγοι περιηγμένοι ἐς κύκλον.]
(v. 496) Ἐρείδεται δὲ τῷ ῥηθέντι δόρατι ὁ [626] ἥρως οὐχ' οἷα σκήπτρῳ βασιλεὺς δημηγορῶν, ἀλλ' ὅσα καὶ βακτηρίᾳ κατάκοπος ἀνήρ.
(v. 493) Διῒ δὲ φίλος ὁ Ἕκτωρ τά τε ἄλλα καὶ μάλισθ' ὅτι ἀπὸ τῶν ἄρτι ὁ κατὰ πεπρωμένην Ζεὺς ὑπὲρ αὐτοῦ γίνεται. Ὅρα δὲ καὶ ὅτι συχνοῖς παρίσοις καὶ νῦν ὁ ποιητὴς καλλύνει τὸν λόγον, ἁβρότερον φράζων διὰ τὴν ἐν τοῖς ἄρτι λεγομένοις σεμνότητα, ὡς δηλοῖ καὶ τὸ πειθώμεθα, ἐφοπλισόμεσθα, καὶ τὸ ἄξασθε, οἰνίζεσθε, λέγεσθε.
(v. 499) Τὸ δὲ "ποτὶ Ἴλιον" διασαφητικόν ἐστι τοῦ ἂψ ἀπονοστήσειν.
(v. 502) Πῶς δὲ πείθεταί τις νυκτί, προδεδήλωται. Ταὐτὸν δὲ νύκτα εἰπεῖν καὶ κνέφας, ὃ σαῶσαι μάλιστα τοὺς Ἀργείους φησίν, ὡς καὶ τοῦ τείχους μὲν καὶ τῆς τάφρου καὶ τῶν σκολόπων καὶ τῆς κατὰ φύσιν δὲ ἠνορέης περισωσαμένων τοὺς Ἀχαιούς, μάλιστα δὲ τῆς νυκτός.
(v. 503) Τὸ δὲ δόρπα γένους μεταπλασμός, καθὰ καὶ παρὰ Σοφοκλεῖ τὸ σταθμά καὶ τὸ ἔπαυλα. Ὁπλίσασθαι δὲ ὅτι τὸ ἁπλῶς εὐτρεπίσαι, πλεισταχοῦ δηλοῦται.
(v. 504) Ἡ δὲ τῶν ἵππων λύσις πολλαχοῦ πέφρασται. Ἔλυσαν γὰρ ἵππους αἱ Ὧραι, καὶ νῦν "λύσατε ἐξ ὀχέων", καὶ μετ' ὀλίγα "λῦσαν ὑπὸ ζυγοῦ". Ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ λύεσθαι, ἀφ' οὗ λύτρα, οἷς οἱ αἰχμάλωτοι ὡς ἐκ δεσμοῦ λύονται. Παραβάλλειν δὲ ἐδωδὴν ἀντὶ τοῦ παρατιθέναι, ὡς καὶ ἀλλαχοῦ. Καὶ ὅρα ὡς καὶ ἐπὶ ἀλόγων κεῖται ἡ ἐδωδή, [οὐ μὴν οὕτω καὶ ἡ δαίς, ὡς καὶ προδεδήλωται.]
(v. 505) Τὸ δὲ ἄξασθε Ἀττικῶς ἐρρέθη κατὰ πάθος. ἄλλως γὰρ ἡ τοῦ ἄγειν κίνησις καὶ ἐνεργητικῶς κεῖται ἐν πολλοῖς παρὰ τῷ ποιητῇ.
(v. 506) Ἐν δὲ τῷ "οἶνον οἰνίζεσθε" καὶ μετ' ὀλίγα δὲ "οἶνον οἰνίζοντο" παρέλκει μὲν τὸ οἶνον, οὐκ ἀσυνήθως δὲ Ὁμήρῳ πέφρασται Ἀττικώτερον, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται.
(v. 506 s.) Καινὸν δέ τι δοκεῖ ἐν τούτοις μὲν παρελκύσαι τὸν οἶνον, ἐν δὲ τῷ σῖτον σιγῆσαι τὸ ῥῆμα. Ἐχρῆν γὰρ ἀκολούθως τῷ "οἶνον οἰνίζεσθε", καὶ "οἶνον οἰνίζοντο" εἰπεῖν καὶ "σῖτον σιτεῖσθε" καὶ "σῖτον ἐσιτοῦντο", ὁ δὲ παρῆκε διὰ τὸ πάντῃ γνώριμον οἷα σύνηθες, ἔχων καὶ οὕτω λαλεῖν ἐλλιπῶς ἔν τε τῇ Ἰλιάδι καὶ τοῖς κατὰ τὴν Ὀδύσσειαν. Οἶνον δὲ μελίφρονα εἰπεῖν, [ὅπερ ἐστὶ κατὰ μέλι εὐφραίνοντα,] ὅμοιον ὡς εἰ καὶ μελιηδῆ φαίη τις. Τὸ δὲ "ξύλα λέγεσθε", ὅ ἐστι συνάγετε, δοκεῖ ἀναπέμπειν [627] τὸ αὐτὸ ῥῆμα καὶ εἰς τὸ "σῖτον δ' ἐκ μεγάρων", ἵνα λέγῃ ὅτι σῖτον οἴκοθεν λέγεσθε. Οὐδετέρου δὲ γένους τὸ σῖτον, δηλοῦν ἄρτους, οὐ μὴν τὸ ἀκατέργαστον σπόριμον.
(v. 508) Τὸ δὲ "μέσφα", ἤγουν μέχρι, "ἠοῦς", ἤτοι πρωΐας, διασαφητικόν ἐστι τοῦ παννύχιοι. Ποιηταὶ δὲ μόνοι τὴν τοῦ μέσφα λέξιν φιλοῦσιν.
(v. 509) Ἡ δὲ παραγγελία τοῦ πυρὰ καίεσθαι γίνεται, ὡς ἂν μὴ λάθωσι φεύγοντες, φησίν, οἱ Ἀχαιοί, ἀλλὰ καταλάμπωσιν αὐτοὺς τὰ πυρὰ καὶ οὕτω φαίνωνται, διὰ τὸ καὶ πολλὰ εἶναι αὐτὰ καὶ μεγάλα δέ, ὡς εἰκός. Ἄλλως μέντοι ἀστρατήγητος ἡ συμβουλή. οὐ μᾶλλον γὰρ οἱ τὰ πυρὰ καίοντες τοὺς ἐν σκότει ὁρῶσιν ἢ ὑπ' ἐκείνων ὁρῶνται
(v. 510) Τὸ δὲ "διὰ νύκτα" ἀντὶ τοῦ κατὰ νύκτα. Πρόθεσις γὰρ καὶ νῦν ἀντὶ προθέσεως εἴληπται, ὥσπερ καὶ ἐν τῷ "ἐπ' εὐρέα νῶτα θαλάσσης".
(v. 511) Τοῦ δὲ "ὁρμήσωνται" συνηθέστερον τὸ ὁρμήσωσιν ἐνεργητικῶς λεγόμενον.
(v. 512) Ἀσπουδεὶ δὲ ἀντὶ τοῦ ῥᾷον καὶ ἀμογητί καὶ δίχα κακοπαθείας καί, κατὰ τὸν ποιητήν, ἡσυχῇ. τοῦτο γὰρ ἐμφαίνεται διὰ τοῦ "ἕκηλοι".
(v. 513) Τὸ δὲ "ἀλλ' ὥς τις" ἢ ἀντὶ τοῦ ἀλλ' ὅπως ἤ, κατὰ τοὺς παλαιούς, ἀντὶ τοῦ ἀλλὰ πάντως καὶ λίαν. Πέσσειν δὲ βέλος τὸ θεραπεύειν. Τὰ γὰρ πρὸς θεραπείαν, φασί, γενόμενα ἕλκη πέττεσθαι λέγεται. Νοεῖται δὲ καὶ ἀντὶ τοῦ παρακατέχειν ὁμοίως τῷ "χόλον καταπέψῃ".
(v. 514) Τὸ δὲ "βλήμενος ἰῷ ἢ ἔγχεϊ" οὐκ ἐπεξῆλθε μὲν πᾶσι βέλεσι, βάλλεται γάρ τις καὶ λίθῳ καὶ σκώλοις ἐπαφιεμένοις, φυγὴν δὲ καταψηφίζεται τῶν Ἀχαιῶν κατὰ κράτος, εἰ βλήμενοι ἔσονται καὶ οὐδεὶς ἀντιστήσεται ὡς φέρειν πληγὴν προστέρνιον.
(v. 515) Τὸ δὲ "νηὸς ἐπιθρῴσκειν" ἀνάπαλιν ἔχει πρὸς τὸ νηὸς ἀποθρῴσκειν. Τὸ δὲ "ἵνα τις στυγέῃσι καὶ ἄλλος" ποιεῖν τόδε, συνῳδόν [628] ἐστι τῷ "ὄφρα τις στυγέῃσι καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι".
(v. 516) Τὸ δὲ "Τρωσὶν ἐφ' ἱπποδάμοισιν" ἀντὶ τοῦ κατὰ Τρώων ἱπποδάμων. Ὁ δὲ πολύδακρυς Ἄρης ἀνάπαλιν ἔχει πρὸς εἰρήνην, καθ' ἣν καὶ φιλομειδής ποτε Ἀφροδίτη παρρησιάζεται.
(v. 517) Ὅτι καὶ ἐνταῦθα τρίτον πληθυντικὸν προστακτικὸν τὸ "ἀγγελλόντων", ἀντὶ τοῦ ἀγγελλέτωσαν. Φησὶ γὰρ Ἕκτωρ "κήρυκες δ' ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων", ἤγουν ἔστωσαν τῶν ἀγγελλόντων. οὕτω δὲ καὶ μετ' ὀλίγα "πῦρ καιόντων", ἀντὶ τοῦ ἔστωσαν καίοντες. Δῆλον γὰρ ὡς τὰ τοιαῦτα προστακτικά, κατὰ φυσικὸν γραμματικὸν κανόνα ἀναλυθέντα εἰς ῥῆμα ὑπαρκτικὸν τῆς αὐτῆς ἐγκλίσεως καὶ τοῦ αὐτοῦ ἀριθμοῦ, δύνανται διχῶς προφέρεσθαι, οἷον τὸ καιέτωσαν οὕτως ἀναλυθὲν ποιήσει τὸ ἔστωσαν καίοντες ἢ ἔστωσαν τῶν καιόντων. Ὁμοίως καὶ τὸ κλαιέτωσαν ἀποτελέσει τὸ ἔστωσαν κλαίοντες ἢ ἔστωσαν τῶν κλαιόντων. Ὡσαύτως καὶ τὰ λοιπά, ἐν οἷς καὶ τὸ ἀγγελλέτωσαν, οὗ ἀνάλυσις τὸ ἔστωσαν ἀγγέλλοντες ἢ ἔστωσαν τῶν ἀγγελλόντων. καὶ τοιαύτη μὲν ἡ ἀνενδεὴς ἀνάλυσις. Οἱ δὲ Ἀττικοὶ ἐλλείψαντες ἐν τούτοις τὸ ὑπαρκτικὸν ῥῆμα ἀρκοῦνται ταῖς μετοχαῖς εἰς γοργὴν σημασίαν ὁλικὴν καὶ φράζουσι τὰς πληθυντικὰς γενικὰς ἀντὶ προστακτικῶν. Τὸ δὲ "κήρυκες ἀνὰ ἄστυ ἀγγελλόντων" ἀποτελέσει ἐν τοῖς ἑξῆς τὸ "κῆρυξ ἀστυβοώτης". Διῒ δὲ φίλοι οἱ κήρυκες οὐ κατὰ τὸν Ἕκτορα, ὃ προσεχῶς ἐλέχθη, ἀλλὰ διὰ τὸν ἐξ Ἑρμοῦ κήρυκα, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, καὶ ὡς βασιλέων δὲ ὑπουργοί, οὓς δίους καὶ διοτρεφεῖς καὶ διογενεῖς ὁ παλαιὸς οἶδε λόγος. Ἡ δὲ ἀλληγορία Διῒ φίλους κήρυκας, ἤγουν ἀέρι, φησί. Φωνητικοὶ γὰρ οἱ κήρυκες, ὅθεν καὶ ἠερόφωνοι κατὰ τὴν ποίησιν, οἳ καὶ ἀπὸ τοῦ γαρύω, [629] τὸ φωνῶ, τὴν ἐτυμολογίαν ἔχουσι. Τὸ δὲ "Διΐ" ἐκτείνει τὴν λήγουσαν καὶ ἐνταῦθα τρόπῳ κοινῆς συλλαβῆς.
(v. 518-522) Ὅτι ἡ διὰ κηρύκων ἀνὰ ἄστυ στρατηγικὴ ἀγγελία τοῦ Ἕκτορος τοιαύτη ἦν "παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας λέξασθαι", τουτέστι συναχθῆναι, "περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω, μὴ λόχος εἰσέλθῃ πόλιν λαῶν ἀπεόντων". Λόχον δὲ νῦν φανερῶς τὸ ἔγκρυμμα λέγει, οὐ μὴν τάξιν ἐκ τοσῶνδε συνεστηκυῖαν ἀνδρῶν.
(v. 518 et 520) Ὅρα δὲ ὅτι οὐδεμίαν ἡλικίαν ἀσυντελῆ βούλεται εἶναι τῇ πατρίδι, οὐ τοὺς πρωθήβας, οὐ τοὺς γέροντας, οὐ τὰς γυναῖκας, πολλῷ δὲ πλέον τοὺς ἡβῶντας καὶ τοὺς τελείους ἄνδρας, οἳ καὶ ἔξω τῆς πόλεως κάμνουσιν. Ἀπόλεμοι δὲ οἱ μὲν πρωθῆβαι, ὡς ἐγγὺς ὄντες ἀνήβων καὶ ἄρτι μέλλοντες ἀλκὴν ἐνδύεσθαι, οἱ δὲ γέροντες, ὡς ἤδη ἀπεκδυσάμενοι αὐτήν, καὶ κατὰ τοὺς δηλωθέντας ἐν τῇ γ΄ δημογέροντας, πύργῳ, οὐ πεδιάδι, πρέποντες.
(v. 518) Ὅρα δὲ ὅτι τε παῖδας καὶ τοὺς πρωθήβας λέγει ὁ ποιητής, καὶ ὅτι οὐχ' ἁπλῶς παῖδας ἀνάγει ἐπὶ πύργους φυλακῆς νυκτερινῆς χάριν. ‑ Πῶς γὰρ οἱ νηπίαχοι παῖδες καὶ οἱ μικρόν τι ὑπὲρ αὐτοὺς πόνον τοιοῦτον ἀναδέξονται; ‑ , ἀλλὰ παῖδας πρωθήβας. Δῆλον δὲ ὡς ἐκ τῆς ἥβης οὐ μόνον εἰς ης παράγονται ἀρσενικὰ ὀνόματα, ὧν καὶ ὁ πρωθήβης, ἀλλὰ καὶ εἰς ος, ὡς καὶ ὁ ἄναβος παῖς παρὰ Θεοκρίτῳ δηλοῖ καὶ ὁ παρ' Αἰσχύλῳ ἔξηβος. εἴη δ' ἂν ἴσως που καὶ πρώθηβος, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ "πρωθήβην ἔτ' ἐοῦσαν". [Ἰστέον δὲ ὅτι, ὥσπερ ὁ πρωθήβης, οὕτω καὶ ὁ ἔφηβος διαφέρουσι τῶν παίδων, οἱ δὲ παῖδες τῶν παιδαρίων καὶ τῶν παιδίσκων, καθὰ δηλοῖ ὁ εἰς πλάτος γράψας περὶ τῶν εἰρησομένων. βρέφος τὸ ἄρτι γεγονός. παιδίον τὸ τρεφόμενον [630] ὑπὸ τηθῆς. παιδάριον τὸ περιπατοῦν καὶ ἤδη λέξεως ἀντιλαμβανόμενον. παιδίσκος ὁ τῆς ἐχομένης ἡλικίας. παῖς ὁ δι' ἐγκυκλίων ἤδη μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν πάλλακα καὶ βούπαιδα καὶ ἀντίπαιδα καὶ μελλέφηβον καλοῦσι. τοὺς δὲ μετ' αὐτοὺς ἐφήβους Κυρηναῖοι μὲν τριακάπους καλοῦσι, Κρῆτες δὲ ἀποδρόμους, οὐ διὰ τὸ πεπαῦθαι τῶν δρόμων, ‑ καθ' ὃ δὴ σημαινόμενον τῆς ἀπο προθέσεως ἄπιχθυς λέγεται ὁ μὴ ἐσθίων ἰχθῦς, καὶ ἄποινος θυσία ἡ νηφάλιος, καὶ ἀποβώμια ἱερά τὰ μὴ ἐπὶ βωμοῦ ἀλλ' ἐπὶ ἐδάφους καθαγιζόμενα, καὶ ἀπόμουσος ὁ ἄμουσος, καὶ ἀπότριχες παρὰ Καλλιμάχῳ οἱ ἄνηβοι ‑ , ἀλλὰ δηλαδὴ ἀπόδρομοι ἐν Κρήτῃ, οἱ μήπω τῶν κοινῶν δρόμων μετέχοντες ἔφηβοι, μεθ' οὕς φασι τὸ μειράκιον, εἶτα μεῖραξ καὶ νεανίσκος καὶ νεανίας ὁ αὐτός. Λάκωνες δὲ τούτους ἱππεῖς ἐκάλουν καὶ τοὺς προεστῶτας αὐτῶν ἱππαγρέτας. Ἔχεται δὲ τῶν τοιούτων ἱππέων ἡλικία ἡ τοῦ ἐν καιρῷ νυμφίου, μεθ' ὃν ὁ κατὰ τὸ εἰκὸς πατήρ, εἶτα ἀνὴρ νέος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὑποπόλιος, ὁ καὶ ὠμογέρων, εἶτα γέρων ὁ καὶ πρεσβύτης, εἶτα ὁ ἐσχατόγηρως.] Πολιοκρόταφοι δὲ οἱ ἐκεῖθεν ὡς τὰ πολλὰ πολιοῦσθαι ἀρχόμενοι, ὡς παρασημειοῦται καὶ Θεόκριτος εἰπὼν "ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι". Διὸ καὶ κρόταφος κατά τινας ὁ κηρύσσων τάφον, εἰ καὶ ἕτεροι παρὰ τὸ κροτεῖν περὶ τὴν ἁφὴν αὐτὸν ἐτυμολογοῦσι διὰ τὸ σφύζειν, καὶ ἄλλοι ἄλλως.
(v. 519) Θεόδμητοι δὲ Ἰλίου πύργοι οἱ ὑπὸ θεῶν δομηθέντες, ὡς καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται.
(v. 520) Τὸ δὲ "θηλύτεραι δὲ γυναῖκες" ἐξήλλακται ἀσολοίκως τῆς ἀκολουθίας ἥτις ἦν· παῖδας πρωθήβας, θηλυτέρας δὲ γυναῖκας. Καὶ σημείωσαι κἀνταῦθα τὴν Ὁμηρικὴν ἔντεχνον ποικιλίαν, στήσασαν τὸ πρῶτον νόημα εἰς τὸ ἐπὶ πύργων, εἶτα ἑτέρως σχηματίσασαν. Θηλύτεραι δὲ ἢ ἁπλῶς θήλειαι, καθὰ καὶ νεώτερός που ὁ νέος λέγεται, ἢ κατὰ Πορφύριον συγκριτικῶς, αἱ τῶν ἄλλων θηλέων ζῴων θηλύτεραι. [631] οὐ γὰρ τέτακταί τις καιρὸς καὶ αὐταῖς, καθὰ τοῖς ἄλλοις, ὁμιλίας τῆς εἰς τὸ γεννᾶν. Δύναται δὲ καὶ κατὰ τὸ παρέλκον κεῖσθαι. Πρὸς ὁμοιότητα δὲ τούτου καὶ Εὐριπίδης εἶπε "σῶμα ἐν γυναιξὶ θηλείαις πρέπον".
(v. 521) Εἰ δὲ μέγα φησὶ τὸ ἐν οἴκοις πῦρ, πολλῷ πλέον τοιαῦτα τὰ ἐν τῇ πεδιάδι. Ἰστέον δὲ καὶ ὅτι φυλακῆς μέν, καί ποτε καὶ πανηγύρεως, ἐκ τῶν προρρηθέντων τὸ "καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκοι", μόνης δὲ φυλακῆς τό "πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω".
(v. 523 s.) Βεβαίωσις δὲ ἐπιτάγματος ἐκ τῶν ἐν τοῖς ἐφεξῆς τὸ "ὧδ' ἔστω, ὦ οὗτοι μεγαλήτορες, ὡς ἀγορεύω", καὶ τὸ "μῦθος δὲ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω", τουτέστιν ὁ μὲν λόγος, ὃς νῦν εἰρημένος ἐστίν, ὑγιὴς ἔστω. καὶ συντέτακται μὲν καθ' ὑπερβατόν. Ἔστι δέ πως ὅμοιον, ὡς καὶ προερρέθη, τῷ "μήκων ἥτις ἐν κήπῳ καρπῷ βριθομένη". Ὑγιὴς δὲ λόγος ὁ ἀπαραποίητος καὶ ἀκολόβωτος. Καὶ σύνεσιν δέ τινα δύναται ἡ λέξις δηλοῦν, ἐπεὶ τὸ ὑγιαίνειν καὶ ἐπὶ φρονήσεως τιθέασιν οἱ μεθ' Ὅμηρον Ἀττικοί, ὡς μυριαχοῦ φαίνεται, καὶ μάλιστα παρὰ τῷ καλῷ Ἀττικιστῇ Κωμικῷ. Δηλοῖ δὲ αὐτὸ οὐχ' ἥκιστα καὶ ὁ πολλὰ μὲν ἀκούσας ἀλαζονικὰ πρός τινος γραφέντα, μόνον δὲ ἀντεπιστείλας τὸ "ὑγίαινε", ἤγουν φρόνει.
(v. 525) Ὅτι ὥσπερ νυκτός ἀντὶ τοῦ κατὰ νύκτα, οὕτω καὶ ἠοῦς ἀντὶ τοῦ κατὰ πρωΐαν Ἀττικῶς, οἷον "ἠοῦς ἀγορεύσω", ἤγουν ἕωθεν.
(v. 526 s.) Ὅτι τοὺς Ἀχαιοὺς ὁ Ἕκτωρ κύνας κηρεσσιφορήτους λέγει ἐν τῷ "εὔχομαι ἐλπόμενος θεοῖς ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους".
(v. 528) Εἶτα ἐτυμολογικῷ τρόπῳ τὴν τελευταίαν λέξιν ἀναπτύσσων ἐπάγει "οὓς κῆρες φορέουσιν ἐπὶ νηῶν", μονονουχὶ λέγων ὅτι κηρεσσιφορήτους λέγω οὐ τοὺς ἐνεργητικῶς ἐπάγοντας κῆρας τοῖς Τρωσίν ‑ οὐ γὰρ δύνανται τοῦτο. ‑ , ἀλλὰ οὓς κῆρες φέρουσι πάσχοντας τὸ φέρεσθαι, ἤγουν οἳ ἐπὶ κακῷ ἑαυτῶν ἡμῖν ἐπεστράτευσαν. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τὸ κηρεσσιφορήτους καινὴν ἔχει σύνθεσιν. οὐδέποτε γὰρ δοτικὴ ἐπέκτασιν ἔχουσα συντίθεται κατ' ἀρχάς, ἀλλὰ μόνη φυσικὴ δοτικὴ συντίθεται, οἷον "Ἀργὼ πασιμέλουσα" οὐ μὴν παντεσσιμέλουσα. ὁμοίως καὶ Ναυσίθοος καὶ ἐγχεσίμωρος. Πρόσκειται τὸ κατ' ἀρχάς, διότι παρὰ Ἐπιχάρμῳ εὕρηται κατὰ τὸ τέλος συντεθειμένη [632] ἐπεκτεταμένη δοτική, οἷον "γυναικάνδρεσσι ποθεινοί". Ἰστέον δὲ καὶ ὅτι τὸ "εὔχομαι ἐλπόμενος ἐξελάαν ἐνθένδε κύνας" καὶ ἑξῆς ἔστι ῥηθῆναι καὶ παρ' ἑτέρου ἀνδρείου κατευχομένου ἐχθρῶν ἀνδρῶν.
(v. 530) Ὅτι καὶ ἐνταῦθα κεῖται ἠοῖος, ὁ πρωϊνός, ἐκ τοῦ ἠώς, ἡ πρωΐα, ἧς γενικὴ ἠόος, ὅθεν προσθέσει τοῦ ι ὁ ἠοῖος.
(v. 529-531) Φησὶ γοῦν στρατηγικῶς ὁ Ἕκτωρ "ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες ἐγείρομεν ὀξὺν Ἄρηα", ὃς εἴρηται καὶ ἑτέρωθι. Ὅτι δὲ λέγεται ἠοῖος καὶ ὁ ἀνατολικός, ἄλλοθι δηλοῦται.
(v. 530) Ἔστι δὲ τὸ πρωΐ διασαφητικὸν τοῦ ἠοῖοι, ὃ μετ' ὀλίγα ἐρεῖ "ἠελίου ἀνιόντος". Ὡς δὲ ταῦτα δηλοῦσι καὶ τὸ αὔριον, φανερὸν ἐκ τοῦ ἐπάγειν "αὔριον διαείσεται", καὶ "ἡλίου ἀνιόντος ἐς αὔριον". καὶ καλόν ἐστι τοῦτο. Ἐκ τοῦ ἄω γάρ, τὸ λάμπω, γίνεται καὶ ἠώς καὶ ἠοῖος καὶ αὔριον. Ἰστέον δὲ καὶ ὅτι σπάνια τῶν ἀντιγράφων γράφουσιν "πρωῒ δ' ὑπ' ἠοῖ", ἵνα ἐκ παραλλήλου ταὐτολογῆται τὸ πρωΐ καὶ τὸ ἠοῖ. [(v. 531) Ἰστέον δὲ ὅτι ὡς παντός παντοῖος, ἄλλος ἀλλοῖος, νέος νεοῖος, ὅθεν καὶ νεοίη Ὁμηρικῶς ἡ νεότης, οὕτω καὶ ἠώς ἠόος, ἠοῖος Ἰωνικώτερον. ἐξ αὐτοῦ δὲ ἠῷος τὸ κοινόν. Ἴσως δὲ καί, ὥσπερ ἕως ἑῷος, οὕτω καὶ ἠώς ἠῷος.
(v. 531) Ἐν δὲ τοῖς εἰρημένοις ἀστείως κεῖται τὸ "ἐγείρομεν Ἄρηα". Οἱονεὶ γὰρ λέγει ὅτι μετὰ νύκτα ἐγερθέντες εἰς μάχην, τότε δὴ ἐγεροῦμεν καὶ Ἄρην ὃς εὗδε [633] παννύχιος.]
(v. 532-534) Ὅτι οὕτω πεφρονημάτισται ὁ Ἕκτωρ, ὥστε τῷ Διομήδει μὲν οὐδὲ μικρόν τι ἀνατίθησι κατόρθωμα, ἑαυτῷ δὲ τὸ μέγιστον εἰπὼν "εἴσομαι αἴ κε μ' ὁ Τυδείδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται ἤ κεν ἐγὼ τὸν χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι", λέγων οἱονεί, ὡς ἐκεῖνος μὲν ὁ δῆθεν κρατερὸς οὐκ ἄν με οὐδ' ἀπώσηται, ἐγὼ δ' αὐτὸν καὶ ἀνελῶ καὶ σκυλεύσω.
(v. 536 s.) Ὅτι ἀνδρείου στρατηγοῦ ἀπειλὴ κατὰ ὁμοίου τινὸς τὸ "αὔριον ἣν ἀρετήν", ἤγουν ἰδίαν ἀνδρίαν, "διαείσεται ὁ δεῖνα, αἴ κ' ἐμὸν ἔγχος μείνῃ ἐπερχόμενον, ἀλλ' ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι", κείσονται δηλαδή. Καὶ ὅρα τὸ "ἐπερχόμενον" ὡς ἐπὶ ἐμψύχου τοῦ ἔγχους λεχθέν, εἰ μὴ ἄρα τὸ ἐμὸν ἔγχος εἴληπται περιφρασθὲν ἀντὶ τοῦ ἐμέ, ἵνα ᾖ τὸ "ἐπερχόμενον" αἰτιατικὴ ἀρσενικὴ περὶ αὐτοῦ Ἕκτορος, οὗ λόγοι κατὰ Διομήδους καὶ τὰ εἰρημένα. Ἐν οἷς σημείωσαι ὡς τὸ θάρσος τοῦ ἥρωος αὐτὸς ὁ Ἕκτωρ ἐμφαίνων καὶ τὸ πρόμαχον ὡς ἀνδρεῖον ἐκεῖνον εἶναι ‑ Φιλαλήθης γὰρ ὁ Ἕκτωρ τοῦτό γε. ‑ , ἐν πρώτοις τὸν Διομήδην αὐχεῖ πεσεῖν, σφαλλόμενος ἐνταῦθα τοῦ ἀληθοῦς, εἰ καὶ κατὰ τὸ πεσεῖν ἂν τὸν Διομήδην οὐτηθέντα, οὐ μὴν βληθέντα, εὐστόχησε. Σημείωσαι γὰρ ὅτι ἐν τῇ τοῦ Ἕκτορος δημηγορίᾳ συμπεπλεγμένοι εἰσὶ λόγοι καὶ ἔμφρονες καὶ ἄλλως θυμικοί. Ἡ μὲν γάρ, ὡς ἐρρέθη, τῶν ἵππων προμήθεια καὶ τῶν ἀνδρῶν καὶ τῆς πολιτικῆς φυλακῆς σπουδαῖά εἰσι, τὸ δὲ τῶν ἐλπίδων ἀλλόκοτον καὶ τὰ καθ' Ἑλλήνων καὶ Διομήδους αὐχήματα καὶ ἡ παράλογος εὐχὴ ἀνδρός εἰσιν οὐ καθεστῶτος τὸν νοῦν διὰ τὸ τοῦ θράσους πολύ.
(v. 538-541) Εὔχεται γὰρ καὶ οὕτως "αἲ γάρ", ἤγουν αἴθε ἐγών, "ὣς εἴην ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα, τιοίμην δ' ὡς τίεται Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι". καὶ αὐτὸς μὲν οὕτω.
(v. 541) "Ἐπὶ δὲ Τρῶες κελάδησαν", ὅ ἐστιν ἐθορύβησαν, ὥσπερ καὶ Διομήδους ἐν τοῖς ἑξῆς δημηγορήσαντος πάντες ἐπίαχον υἷες Ἀχαιῶν. Ἔνθα φασὶν οἱ παλαιοὶ ὡς ἡρωϊκώτερον τὸ ἰάχειν τοῦ κελαδεῖν.
(v. 540) Ἡ δ' ἐνταῦθα σύζευξις Ἀθηνᾶς καὶ Ἀπόλλωνος ληρεῖται ὑπὸ τοῦ Παραβάτου, ὡς καὶ ἄλλοθί που ἐρρέθη, διὰ τὸ Δία μὲν νοεῖσθαι τὸν ἥλιον, ἐξ αὐτοῦ δὲ γεννᾶσθαι τὴν Ἀθηνᾶν, ἤτοι τὴν πρόνοιαν, ὡς ἐκεῖνός φησι. καὶ οὕτω μὲν καὶ τοῦτο.
(v. 535) Τοῦ δὲ "διαείσεται", ᾧ παρισοῦται τὸ κείσεται, τὸ μὲν πρῶτον πρόσωπον ἁπλοῦν ἀνωτέρω κεῖται. εἴσομαι γάρ. τοῦτο δὲ πρόθεσιν ἔχει κατὰ τὸ εἰπέ δίειπε, οἷον "δίειπέ μοι, [634] ὄφρα δαείω", τουτέστι δαῶ, μάθω.
(v. 539) Τὸ δὲ "καὶ ἀγήραος", οὗ κρᾶμα ὁ ἀγήρως, μύθου ἤρτηται τοῦ κατὰ Τιθωνόν, ὃς ὑπεργηράσας οὐδὲν τῆς μυθικῆς ἀθανασίας ἀπώνητο.
(v. 541) Τὸ δὲ "νῦν ἡμέρη ἥδε" ὅμοιον τῷ νῦν σήμερον. ὡς γὰρ διὰ τοῦ σήμερον διασαφεῖται τὸ νῦν, οὕτω καὶ διὰ τοῦ ἡμέρη ἥδε, ἄλλως ἀσαφὲς ὄν, ὡς πλατικόν. ὅθεν καὶ τὸν βασιλέα ἠπάτησε φθάσας δι' αὐτοῦ ὁ ὄνειρος. Ὅρα δὲ καὶ ὡς πρὸ βραχέων μὲν συχνὸν θέμενος Ἕκτωρ τὸ "νῦν" οὐ διεσάφησεν ἐκεῖνο, ἐνταῦθα δὲ ἑρμηνεύει περιφράσας τὸ "νῦν σήμερον" εἰς τὸ "νῦν ἡμέρη ἥδε", ἣ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ἀφ' ἧς καὶ γίνεται τὸ σήμερον. Οὕτω καὶ πρὸ ὀλίγων τὸ τοῦ ἐσαύριον πλατὺ δι' ἀνατολῆς ἡρμήνευσεν, εἰπὼν "ἠελίου ἀνιόντος ἐς αὔριον", ἤγουν αὔριον ἕωθεν ἅμα ἡλίου ἀνατολῇ.
(v. 543-549) Ὅτι φράζων ὁ ποιητής, ὡς ὑπήκουσαν οἱ Τρῶες Ἕκτορι, φησὶν "οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος. ἐκ πόλιος δ' ἄξαντο βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο", καθὰ Ἕκτωρ ἐκέλευσε, "κνίσσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω", ἤγουν εἰς τὸν ἀέρα, σκεδάζοντες δηλαδὴ αὐτὴν ἐπὶ πολύ, ὡς πολλῶν ὄντων τῶν ὀπτωμένων κρεῶν. Τούτων δὲ τῶν λόγων τὰ πλείω χρηστὰ καὶ εἰς ἔκφρασιν δαιτὸς πολυτελοῦς.
(v. 545) Ἴφια δὲ καὶ νῦν μῆλα τὰ ἰσχυροποιὰ θρέμματα, ἐπεὶ καὶ κρέας τὸ ἐξ αὐτῶν παρὰ τὸ κρατύνειν τὰ σώματα λέγεται. ἢ καὶ ἄλλως, ἴφια τὰ μὴ ἀσθενῆ ὑπὸ νόσου, ἀλλὰ ἀναλόγως ἰσχυρά, ὡς λιπαρά. Ὁ δὲ γράψας Παρῳδὸς ἐπὶ ὀπώρας "ἴφια μῆλα" τὰ εὐτραφῆ ἔπαιξε πάντως, καθὰ καὶ ὁ φράσας "ἀμύγδαλα σιγαλόεντα" τὰ λεπτόφλοια καὶ μὴ θορυβοῦντα ἐν τῷ θραύεσθαι. Ἰστέον δὲ ὡς ἀποκεκλήρωταί πως μήλοις μόνοις τὸ "ἴφια" ὡς οἷά τισιν ἐξαιρέτοις. Ἶφις μὲν οὖν κύριόν ἐστιν ἐπὶ γυναικός, βόες δὲ ἢ ἄλλο τι ζῷον οὐχ' εὗρον τοιοῦτον ἐπίθετον. Οὗ ἄδηλος ἡ εὐθεῖα, [635] εἴτε κατὰ τὸ ἴχνιον κλίνεται, εἴτε κατὰ τὸ στίμμι, ὃ δηλοῖ τὸν καὶ παρὰ τοῖς παλαιοῖς καὶ παρὰ τοῖς ἄρτι δὲ χολλᾶν, ὃν κόχλον ἡ γυναικεῖα γλῶσσα φιλεῖ καλεῖν. Αἴτιον δὲ τῆς ῥηθείσης ἀδηλίας τὸ μονῆρες τοῦ ἴφια. οὐκ ἔχομεν γὰρ καὶ ἄλλας πλαγίους, ἐξ ὧν ἡ ἑνικὴ ὀρθὴ θηραθείη ἂν τοῦ ἴφια. καὶ τοιόνδε μὲν καὶ τόδε. [ᾯ συμμνηστέον καὶ ὅτι τὸ εἰρημένον οὐδέτερον ὄνομα τὸ στίμμι καὶ στίμμις εὕρηται λεγόμενον θηλυκῶς. Γράφει γοῦν τις οὕτω· στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος, Αἰγυπτίων φωνῇ. Φέρων δὲ καὶ χρῆσιν τὸ "καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον" ἁμαρτάνειν φησὶ τοὺς λέγοντας τὸ στίμμι.]
(v. 546) Τὸ δὲ "οἶνον οἰνίζοντο", οὗ λόγος ἦν καὶ πρὸ βραχέων, Ἀττικῶς εἴρηται, καθὰ καὶ τὸ "δαῖτα δαινυμένους", καὶ "λέγω λόγον ἄρρητον" παρὰ Σοφοκλεῖ, καὶ τὰ ὅμοια. Ἔθος γὰρ εἶναι Ἀττικοῖς πέφανται συνεκλαλεῖν ποτε τῷ ῥήματι περιττῶς καὶ τὸ ἐκεῖθεν ὄνομα.
(v. 547) Τὸ δὲ "σῖτόν τ' ἐκ μεγάρων" ἐλλέλειπται, ὡς καὶ αὐτὸ οὐ πρὸ πολλῶν ἐρρέθη. νοεῖται γὰρ καὶ ἐπ' αὐτοῦ ἐξ ἀναλόγου τὸ ἐσιτοῦντο. καὶ ἔστιν ἡ ἔλλειψις εὔλογος, οἷα καιροῦ ἐπιτομῇ συσπεύδουσα. Τὸ δέ γε εἰπεῖν ὅτι σῖτον ἐκ μεγάρων καὶ ξύλα λέγοντο, ἤτοι συνῆγον, ψόγον μὲν οὐκ ἔχει, οὐκ ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις τῶν παλαιῶν. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ τὰ περὶ ἵππων καὶ ἀνδρῶν ὑφ' Ἕκτορος παρηγγελμένα τετέλεσται, οὕτω χρὴ νοῆσαι καὶ τὰ ἐπὶ φυλακῇ τῆς πόλεως, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιγᾷ, εἰωθὼς οὕτω ποιεῖν ἐφ' ὧν οὐ ψεκτὸν ἡ σιωπή.
(v. 549) Κνίσσα δὲ καὶ νῦν οὐ τὸ λίπος αὐτό, ἀλλ' ἡ ἐξ αὐτοῦ καπνώδης ἀναγωγή, τὸ δαίμοσι φίλον. τὸ γὰρ ἔλαχον γέρας ἐκεῖνοι.
(v. 553 s.) Ὅτι ἐνταῦθα εἰπὼν Ὅμηρος, ὡς ἐκάθηντο οἱ Τρῶες, [636] "μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρῃ" ἢ "γεφύραις, παννύχιοι", φαίνεται γεφύρας πολέμου λέγειν, ὃ προλαβὼν ἔφη "ἐν καθαρῷ, ὅπου νεκύων διεφαίνετο χῶρος", ἤγουν τὸν τόπον, ἐν ᾧ οὐ γέγονέ τι πολέμου κακόν. Διὸ οἱ παλαιοί, ὡς καὶ προδεδήλωται, γεφύρας πολέμου τὰς διεξόδους φασί. Καὶ ἄλλως δέ, μέγα φρονοῦσι Τρῶες ἐπὶ γεφύραις, ἃς οἷον ῥυμοτομίας τινὰς καὶ ἀγυιὰς ἤνοιξαν ἑαυτοῖς, ῥήξαντες τὰς τῶν Ἀχαιῶν φάλαγγας. Ἴσως δὲ φρονοῦσι μέγα ἐπὶ γεφύρῃ τῇ κατὰ τὴν Ἀριστάρχειον μίαν ἱππήλατον πύλην, δι' ἧς θαρροῦσιν αὔριον εἰς τὰ ἐνδότερον διαβήσεσθαι, ἢ καὶ κατὰ γραφὴν ἄλλην ἐπὶ γεφύραις, ταῖς πολλαῖς ἱππηλάτοις κατὰ τοὺς ἄλλους Ἐξηγητὰς πύλαις, δι' ὧν καταπηδήσουσι τῶν νεῶν, διαβάντες τὰ στενωπὰ τῆς τάφρου οἷα καὶ γεφύρας τινάς.
(v. 554) Ὅτι τὰ Τρωϊκὰ πυρὰ πρὸ ὀλίγου πολλὰ εἰπὼν ὁ ποιητής, νῦν δὲ προθέμενος εἰδοποιῆσαι ὡρισμένῳ ἀριθμῷ τὸ πλῆθος αὐτῶν, πρῶτα μὲν δεξιῶς ἀνακυκλεῖ δι' ἐπαναλήψεως τὸ "πυρὰ δέ σφισι καίετο πολλά".
(v. 555-561) Εἶτα ἐπάγει παραβολὴν τοιαύτην "ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην φαίνεται ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ. ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δ' ἂρ ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δέ τ' εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν, τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρὰ φαίνετο", τουτέστιν ἔλαμπεν, "Ἰλιόθι πρό", ἤγουν οὐκ ἔσω ἀλλ' ἔξω πρὸ τῆς Ἰλίου.
(v. 562 s.) Εἶτα μετὰ τὴν παραβολὴν σεμνῶς μὲν δηλοῦσαν ὅσα τὰ πυρά, πλὴν ἄλλως διὰ τὸ ἀορισταίνειν οὐ σαφῶς ἔχουσαν, ὁρίζει αὐτὰ δι' ἀριθμοῦ, εἰπὼν "χίλι' ἂρ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο", τουτέστι παρὰ ἑκάστῳ σέλαϊ πυρὸς ἐκάθηντο ἄνδρες πεντήκοντα, ὥστε οἱ πολεμισταὶ οὗτοι τῆς Τροίας πεντακισμύριοι [637] ἦσαν. Εἰς τοσοῦτον γὰρ κορυφοῦται ὁ τοῦ πεντήκοντα πολλαπλασιασμὸς πρὸς τὰ χίλια. Νοητέον δὲ τούτους μὴ τοὺς ἐφεστίους εἶναι μόνους Τρῶας κατά τινας, ὡς τῶν ἐπικούρων καθευδόντων, οἷα τοῖς Τρωσὶν ἐπιτρεψάντων τὴν φυλακήν, ἀλλὰ πάντας, ἤγουν τούς τε αὐτόχθονας Τρῶας τούς τε ἐπικούρους. Εἰ γὰρ αἱ πέντε αὗται μυριάδες αὐτοὶ δὴ καὶ μόνοι εἰσὶν οἱ ἐγχώριοι, περιΐσταται ὑπὲρ πεντήκοντα μυριάδας τὸ Ἑλληνικὸν εἶναι στράτευμα, ὡς Ὁμήρου φθάσαντος ἀριθμῆσαι τοὺς Ἕλληνας ὑπὲρ δεκαπλασίονας τῶν ἐφεστίων Τρώων. Εἰ γοῦν οἱ ἐφέστιοι ἄρτι, ὥς τινες εἶπον, πεντακισμύριοι τυγχάνουσιν ὄντες, εἶεν ἂν διὰ τὸ ὑπὲρ δεκαπλάσιον οἱ Ἕλληνες ὑπὲρ μυριάδας πεντήκοντα, ὅπερ οὐχ' οὕτως ἀλλ' ἑτέρως ἐλογίσαντο οἱ τὸ τῶν Ἑλλήνων ἀριθμήσαντες πλῆθος ἐκ τῆς Βοιωτίας, ἤτοι τοῦ τῶν νεῶν Καταλόγου, κατά τινα εἰκοτολογίαν λογιστικήν.
(v. 555) Ἰστέον δὲ ὅτι ἐν τῷ "φαεινὴν ἀμφὶ σελήνην" οὐ τὴν πλησιφαῆ νοητέον καὶ πληροσέληνον. ἐν αὐτῇ γὰρ ἀμαυρά εἰσι τὰ ἄστρα ὡς ὑπεραυγαζόμενα, καθὰ καὶ ἡ Σαπφώ πού φησιν "ἀστέρες μὲν ἀμφὶ καλὰν σελάναν ἂψ ἀποκρύπτουσι φαεινὸν εἶδος, ὁπότ' ἂν πλήθοισα μάλιστα λάμπῃ γᾶν". ἀλλὰ φαεινὴν λέγει κατὰ Ἀρίσταρχον τὴν φύσει τοιαύτην, κἂν μὴ πλήθουσα εἴη φωτός. Οὕτω καὶ Ναυσικάα εἰς πλυνοὺς ἰοῦσα φέρει ἐσθῆτα φαεινήν, οὐ τὴν τότε φαεινήν ‑ Πλυνθῆναι γὰρ αὐτὴν ἔδει. ‑ , ἀλλὰ τὴν κατά τι ἴδιον λαμπράν. εἰς γὰρ τὴν ἰδιότητα τῆς ἐσθῆτος ἐκεῖ ἀναφέρεται ἡ λέξις. Τινὲς δέ, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, διχοτομήσαντες τὴν [638] σελήνην ἐν τῷ "φαεινήν" τὸ μὲν φάει παρώξυναν, τὸ δὲ νῆν περιέσπασαν εἰπόντες τὴν τῷ φάει νῆν, ὅ ἐστι νέην, ἤγουν ἄρτι φωτίζεσθαι ἀρξαμένην, ὅτε αὐτῆς ἀμυδρὸν φαινούσης ἀριπρεπῆ τὰ ἄστρα φαίνεται. Τὸ δὲ "φαεινὴν ἀμφὶ σελήνην φαίνεται" τρόπος ἐτυμολογίας ἐστὶ κατά γε τὸ φαεινήν καὶ τὸ φαίνεται. καὶ αὐτὸ δὲ τὸ "φαεινὴν ἀμφὶ σελήνην" τοιοῦτον ἐμφαίνει τρόπον, εἴπερ σελήνη μὲν παρὰ τὸ σέλας γίνεται, σέλας δὲ ταὐτὸν τῷ φάει, ὃ συστοιχεῖ τῇ φαεινῇ.
(v. 555 s.) Ἀριπρεπέα δὲ ἄστρα τὰ λίαν ἐκπρεπῆ τῇ λαμπρότητι. [Καὶ ἔστι ταὐτὸν ἐκπρεπέα βασιλέα εἰπεῖν Ὁμηρικῶς καὶ ἀριπρεπὲς ἄστρον διὰ τὸ ἐν ἀμφοῖν, ὡς εἰπεῖν, περιφανές. Ὡς γὰρ ἐπιτείνει τὸ ἀρι ἐπιρρηματικὸν μόριον, οὕτω πολλαχοῦ καὶ ἡ ἐξ πρόθεσις καὶ ἡ περι. Ἐναντίον δὲ τῷ ἐκπρεπεῖ καὶ ἀριπρεπεῖ τὸ ἀπρεπές, ὡς ὑπ' οὐδενὸς περιεπόμενον, τὸ δὲ μεγαλοπρεπές ἀρετὴν δηλοῖ λαμπράν.] Τὸ δὲ "ὅτε νήνεμος αἰθήρ" ἀσφαλίζεται τὴν παραβολήν, ὡς τῶν ἄστρων τηνικαῦτα λαμπόντων μάλιστα, ὅτε ἄνεμοι εὕδουσιν, οἷς τὰ ἐπιπροσθοῦντα νέφη τοῖς ἄστροις νύκτωρ ἐλαύνονται. Αἰθὴρ δὲ νῦν μὲν ὁ ὑψηλότατος ἀήρ, κατωτέρω δὲ ἐν τῷ "ὑπερράγη αἰθήρ" οὐ τὸν ἁπλῶς ἀλλὰ τὸν φωτὶ λαμπρὸν ἀέρα δηλοῖ, ἀφ' οὗ καὶ ἡ αἰθρία λέγεται.
(v. 557) Τὸ δὲ "ἔφανον" ὁ πρῶτος ἐνεργητικὸς ἀόριστός ἐστιν, ὅθεν τὸ ἐξεφάνησαν. Οἱ πρώονες δὲ πλεονασμὸν ἔχουσι τοῦ μικροῦ ο, κλίσις δὲ αὐτῶν καθ' ὁμοιότητα τοῦ λῴονος καὶ τῶν ὁμοίων. Προϋπάρχει δὲ τὸ πρών πρωνός, ὃ δηλοῖ τὸν ὑψηλὸν τόπον, ὡς ἀπὸ τῆς προϊών μετοχῆς κατὰ τοὺς παλαιούς, ἐκδρομῇ τοῦ ι καὶ κράσει τῶν λοιπῶν φωνηέντων. Ὁ δ' αὐτὸς καὶ πρηών λέγεται ἐν [639] ἄλλοις, πλεονασμῷ ἴσως τοῦ η. Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν μετὰ τὸ μεμεγεθυσμένον ω ἐπλεόνασε τὸ μικρὸν διὰ ἀπαρτισμὸν δακτύλου, ἐν δὲ τῷ "φόως" πρὸ τοῦ μεγάλου ω πλεονασμὸς ὅμοιος γέγονεν, ἵνα μὴ τοῦ μικροῦ ο πεσόντος εἰς τὴν λήγουσαν ἐπισκοτωθῇ ἡ κλίσις τοῦ φωτός.
(v. 558) Νάπαι δὲ κατὰ τοὺς παλαιοὺς δρυμοί, φάραγγες, κοιλάδες. Γίνεται δὲ ἢ παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ πῶ, τὸ πίνω, ὅθεν ἔστι πίνειν τὰ ἐκεῖ ζῷα, ἤ, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τοῦ νη στερητικοῦ καὶ τοῦ φῶ, τὸ λάμπω, οἱονεὶ νάφη τις ἡ ἀφώτιστος καὶ οὐ κατὰ σκοπιὰς ἐκκειμένη φωτί. Καὶ ἔχει προσφυῶς ἡ ἐτυμολογία τῇ παραβολῇ. τοσαύτη γὰρ ἡ φαῦσις ὡς καὶ τὰς νάπας φωτισθῆναι. Ὅτι δὲ τὸ νη καὶ ἐπίτασιν δηλοῖ καὶ στέρησιν, δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Δῆλον δὲ καὶ ὅτι, ὥσπερ ἡ νάπη, οὕτω καὶ τὸ νέφος στέρησιν φωτὸς δοκεῖ δηλοῦν, καὶ ὅτι εὕρηται καὶ οὐδετέρως τὸ νάπος παρ' ἑτέροις ποιηταῖς [τε καὶ πεζογράφοις, ὁμοίως τῷ βλάβη βλάβος, κνίση κνῖσος, πάθη πάθος, καὶ τοῖς ὁμοίοις.] Καὶ ὅτι ἀντιδιαστέλλονται, ὥσπερ αἱ σκοπιαί, οὕτω καὶ οἱ πρῶνες ταῖς νάπαις. οἱ μὲν γὰρ ἐξοχαὶ ὀρῶν, ἐν αἷς τὸ πρωῒ μάλιστα διαφαίνεται, ὅθεν καὶ ἐτυμολογεῖσθαι δοκεῖ τισι τοὺς πρῶνας. αἱ δὲ χθαμαλαί εἰσι καὶ διὰ τοῦτο ἀφώτιστοι, ὡς εἴρηται.
(v. 558) Τὸ δὲ "οὐρανόθεν ὑπερράγη αἰθήρ" ἀντὶ τοῦ αἰθρία γέγονε καὶ πανταχοῦ ἐξηπλώθη οὐκ ἐκ μεγάλου φωστῆρος ἀλλ' ἐκ τῶν ἀνωτέρω σποράδων ἀστέρων. Τοῦτο δ' ἐναντίον ἐστὶ τῷ "ὀρώρει δ' οὐρανόθεν νύξ", ὃ λέγοι ἂν ὅτι σκότος γέγονεν ἀερόθεν νεφῶν [640] ὑποδραμόντων τὸν ἥλιον. οὐ γάρ ἐστιν ὁ οὐρανὸς νυκτός αἴτιος. μᾶλλον μὲν οὖν αὐτὸς λύει τὸ σκότος ἢ τὸν ἥλιον περιάγων ἢ τὴν σελήνην στρέφων ἢ τοῖς ἄστροις αἰθριάζων. Καὶ ἄλλως δὲ εἰπεῖν, εἴη ἂν ὁ οὐρανόθεν αἰθὴρ οὐρανία λαμπηδών, ῥηθεῖσα πρὸς διαστολὴν ἑτέρων φώτων, ὁποῖον καὶ τὸ "φῶς ἡλίου" παρ' Εὐριπίδῃ καὶ "φῶς σεληναίης" παρὰ τῷ Κωμικῷ. Καιρίως δὲ εἴρηται τὸ "ὑπερράγη" κατά τε τὴν ὑπο πρόθεσιν καὶ τὸ ἐρράγη. Ἄνωθεν γὰρ ἐκφανεὶς ὁ ῥηθεὶς αἰθὴρ κατεσπάρη καὶ εἰς τὰ ταπεινά, οὗ δηλωτικὸν τὸ "ὑπερράγη", ὅπερ εἰ καὶ κατερράγη ἐρρέθη, οὐδ' οὕτως ἂν φαύλως πέφραστο.
(v. 559) Τὸ δὲ "εἴδεται ἄστρα" καιρίως μὲν εἴρηται, ληφθὲν ἀντὶ τοῦ φαίνεται κατὰ πολυωνυμίας λόγον καὶ δηλοῖ εἰδοποίησιν τοῦ παντὸς διὰ τοῦ φωτός. Καιριώτερον δέ γε τὸ φαίνεσθαι. διὸ ἐκεῖνο μὲν πολλάκις, τοῦτο δὲ ἅπαξ ἐν τῇ παραβολῇ ἐρρέθη. Τὸ δὲ "γέγηθε φρένα ποιμήν" δοκεῖ μὲν ἐκ περισσοῦ νόμῳ παραβολικῷ κεῖσθαι, οὐκ ἔχει δὲ τὸ ἀκριβὲς οὕτω. Πραγματικῶς τε γὰρ ἐτέθη καὶ τῇ παραβολῇ συμβάλλεται. Σκοπιαὶ μὲν γὰρ καὶ πρώονες καὶ τοῖς πόρρωθεν φαίνοιντ' ἂν λαμπόμεναι, νάπην δὲ φαεινομένην ποιμὴν ἂν ἴδοι ἐκεῖ βόσκων, ὃς καὶ εἰκότως χαρήσεται. Ὡς γὰρ ἡμέρας ὀμίχλῃ ζοφουμένης ἄχθεται διὰ τὸν κλέπτην, ὥς που προείρηται, οὕτω χαίροι ἂν αἰθριαζούσης νυκτός. Καὶ ἄλλως δὲ φάναι, ὥσπερ ἀηδὲς ἡμέρα νυκτίμορφος, οὕτως ἡδὺ νὺξ ἡμεροφαής.
(v. 561) Τοῦ δὲ "πυρά" εὐθεῖα τὸ πῦρ. Αἰθόμενον δὲ πῦρ τὸ καὶ φλόγα ἔχον πρὸς διαστολὴν ζωπύρου τε καὶ ἄνθρακος καὶ τῶν τοιούτων.
(v. 564) Ὅτι κἀνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ἵπποι κρῖ λευκὸν ἐρέπτονται καὶ ὀλύρας. Δῆλον δὲ ὅτι τε, ὡς καὶ προεδηλώθη, ἀποκοπὴν ἔπαθε τὸ κρῖ ἀπὸ τοῦ κρῖμνον. ‑ Διὸ καὶ οὐδετέρου γένους ἐστὶ καὶ αὐτὸ καθ' ὁμοιότητα τοῦ [641] δῶμα δῶ, καὶ κάρηνον κάρη ‑ , καὶ ὅτι λευκὸν κρῖ, ὡς ὄντος που καὶ μέλανος τὴν ἐπιφάνειαν, καὶ πρὸς διαστολὴν δέ τινα σίτου, καὶ ὅτι τὸ ἐρέπτεσθαι ἀλόγοις μόνοις οἰκεῖον, οἷς τῇ ἔρᾳ ἐπικύπτουσιν ἡ τροφή, καὶ ὅτι ὀρόβου βραχύτερον σπέρμα ἡ ὀλύρα, καὶ ὅτι ἀκίνητον εἰς κλίσιν τὸ κρῖ. Ἐστέρηται γὰρ τοῦ οἷον ποδὸς τῆς ληγούσης, καθ' ἣν ἐκινεῖτο. Οὕτω δὲ καὶ τὸ δῶ καὶ τὸ κάρη καὶ ὅλως τὰ παθόντα ἀποκοπήν.
(v. 565) Ὅτι τὴν Ἥραν χρυσόθρονόν που καλέσας ἐΰθρονον ἐνταῦθα τὴν ἡμέραν φησί, μυθικώτερον οὕτω φράσας. Ἄλλως γὰρ οὐ πρέπει τῇ ἡμέρᾳ θρόνος, ἐπεὶ ὀρθίους ἐν ἡμέρᾳ εἶναι χρὴ τοὺς σπουδαίους, ἀφ' οὗ καὶ ὁ ὄρθρος γίνεται, ὃς εἰς ἔργα ἡμᾶς ὀρθοῖ. Οὕτω δὲ μύθου καὶ τὸ τὸν ἀεικίνητον Δία ἐπὶ θρόνου καθίζειν. Εἴτε γὰρ αἰθὴρ ὁ Ζεὺς εἴτε ἥλιος εἴτε οὐρανός, οὐκ ἂν ἀκινητίζοι καθήμενος. Ἐνταῦθα δὲ ὁ ποιητὴς μεθοδεύων συνήθως, ὡς ἡ ποίησις οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καί τισι παρέργοις ἁβρῶς ἐμπλατύνεται, οὐκ ἠρκέσθη εἰπὼν ἵππους ἐρέπτεσθαι, ἃ προσεχῶς ἔφη, ἀλλὰ προσέθετο ἁπλῶς οὕτω εἰς οὐδὲν δέον καὶ τὸ "ἑσταότες παρ' ὄχεσφιν ἐΰθρονον ἠῶ μίμνον", γλυκέως μὲν εἰπών, ὡς εἴπερ λογικοὶ ἦσαν, οὐκ ἂν δὲ ὀφειλέτης ὢν ἢ ἐλπιζόμενος καὶ οὕτω φράσαι, ἀλλὰ παρὰ προσδοκίαν λαλήσας, ὁποῖος αὐτὸς τὰ πολλά.
>[642]
(v. 1 s.) Ὅτι σχῆμα ἐνταῦθα κατὰ τοὺς παλαιοὺς ἀντίθετον τὸ "ὣς οἱ μὲν Τρῶες φυλακὰς εἶχον, ἀτὰρ Ἀχαιοὺς θεσπεσίη εἶχε φύζα". Ἀντιθετικὸν γὰρ τὸ εἰπεῖν "οἳ μὲν εἶχον, τοὺς δὲ εἶχε", καὶ ἔστιν ὅμοιον τῷ "οἱ μὲν εἶχον, οἱ δὲ εἴχοντο". Ὅρα δὲ ὅτι διαφέρειν ἐνταῦθα φαίνεται φύζα καὶ φόβος. Φησὶ γοῦν "φύζα φόβου κρυόεντος ἑταίρη". Καὶ λέγουσιν οἱ παλαιοί, ὅτι ἀεὶ μὲν φύζα ἡ μετὰ δέους φυγή, ὅθεν καὶ ἔλαφοι φυζακιναί, νῦν δὲ φύζαν τὴν ἔκπληξιν ὁ ποιητὴς καλεῖ, φίλα φρονοῦσαν τῷ φόβῳ, προηγουμένην μέντοι ὡς τὰ πολλά. ἐκπλαγεὶς γάρ τις εἶτα φεύγει τὸ φρικτόν. [Κρυόεις δὲ φόβος ἐκ τοῦ παρακολουθοῦντος, ὁ ψύχων τὸν φεύγοντα, ἤδη δέ ποτε καὶ ἀπονεκρῶν, [643] οὗπερ ἀνάπαλιν θαλπωρὴ ἡ ἐλπίς, ὡς θάλπουσα καὶ ζῳοῦσα.]
(v. 3) Ὅτι βέλει τὸ πένθος ἔοικεν ὡς πλῆττον εἰς ψυχήν. Διό φησι "πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι". Γίνεται δὲ τὸ "βεβολήατο" ἀπὸ ἐνεστῶτος τοῦ βολῶ βολήσω, τὸ βάλλω, καὶ ἔστι πρωτότυπον αὐτὸ καὶ τοῦ βλῶ βλήσω καὶ τοῦ βεβλήατο, ἤγουν βέβληντο, καθὰ καὶ τὸ βεβολημένος τοῦ βεβλημένος. καὶ τοιοῦτον μὲν τὸ ἁπλοῦν βολεῖν. Τὸ δὲ ἀντιβολεῖν ἑτεροῖον ἔγνωσται εἶναι, ὡς καὶ τὸ ἐπὶ νηῶν βολεῖν εἴτε βολίζειν, ὃ βάθους θαλάσσης δηλοῖ μέτρημα διὰ καθιεμένου βόλου τινός. Ὅρα δὲ ὅπως ἐσέμνυνεν Ὅμηρος τοὺς ἀριστεῖς. τὸν μὲν γὰρ δῆμον, ὅ ἐστι τὸν κοινὸν ὄχλον, θεσπεσία εἶχεν, ὡς ἐρρέθη, φύζα, ὁποίαν ἔχοιεν ἂν οἱ μετ' ἐκπλήξεως φεύγοντες, τοὺς δὲ ἀρίστους πένθει βεβλῆσθαί φησιν. Ἤδη δὲ καὶ τὸν λαὸν ἐσέμνυνέ πως διὰ τοῦ "θεσπεσίη". οὐ γὰρ φυσικὴ αὐτοὺς φύζα ἔχει, ἀλλὰ ἐκ θεοῦ πεσοῦσα, ὅ ἐστιν ἐκ θεομηνίας ἐπεισφρήσασα. Παρακατιὼν δὲ τὸν Ἀτρείδην ἄχεϊ βεβλῆσθαί φησι. Λέγει γὰρ "Ἀτρείδης δ' ἄχεϊ βεβολημένος ἦτορ ἐφοίτα". Καὶ ὅρα ὅπως καιρίαις ὁ ποιητὴς πλουτεῖ λέξεσι κἀν τούτοις, ἐπὶ μὲν Ἀχαιῶν φύζαν θεσπεσίαν εἰπών, ἐπὶ δὲ τῶν ἀρίστων πένθος ἄτλητον, ἐπὶ δὲ τοῦ βασιλέως ἄχος μέγα.
(v. 4-8) Ὅτι τὸν Ἑλληνικὸν τάραχον ἑρμηνεύων διὰ παραβολῆς φησιν "ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα, Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον ἐλθόντ' ἐξαπίνης, ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν, ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν". [644] Εἰκάζει δὲ ἀνέμοις δυσὶν ὁ ποιητὴς τὸν εἰς δύο τινὰ μερισμὸν τῶν Ἑλλήνων, οἳ δαΐζονται, ὅ ἐστι μερίζονται βουλαῖς, εἴτε μένειν εἴτε φεύγειν χρεών, ὡς μετ' ὀλίγα φανεῖται.
(v. 4) Ὅρα δὲ ὡς οὐ μόνον θυμὸς ὀρίνεται, ἀλλ' ἰδοὺ καὶ πόντος ἀνέμοις ταρασσόμενος. Τὸ δὲ "ἰχθυόεντα" νῦν μὲν περιεκτική τίς ἐστι φωνή. πόντος γὰρ ἰχθυόεις ὁ περιέχων ἰχθῦς. τοιοῦτον δέ τι καὶ τὸ "ἰχθυόεντα κέλευθα". Ὅτε δέ τις εἴποι "βίον ἰχθυόεντα" καὶ "ἰχθυόεντα γένεθλα", οὐ περιοχὴν ἡ λέξις, ὡς ἐνταῦθα, δηλοῖ. [Ἰστέον δὲ ὅτι κατὰ τὸ "ἀνθεμόεντα λειμῶνα" καὶ "ἰχθυόεντα πόντον" κεῖται ἀλλαχοῦ τὸ "οὐρανὸν ἀστερόεντα".]
(v. 5) Ὁ δὲ Βορέης, ὃς ἀκέφαλον, ὡς καὶ προεδηλώθη, ποιεῖ τὸν στίχον ἐνταῦθα, παρὰ τὴν βορὰν ἐτυμολογεῖται. Καὶ γὰρ ἀδρύνει τοὺς στάχυας ὁ Βορρᾶς καὶ οὕτω γίνεται βορᾶς ἡμῖν αἴτιος, καθὰ καὶ ὁ ἐαρινὸς Ζέφυρος. Εἰ δὲ ὁ μὲν Βορρᾶς διὰ δύο ἐκφέρεται ῥῶ, ὁ δὲ Βορέας τῆς θατέρου ῥῶ ἐξέπεσε ῥοιζήσεως, τοῦ ε πλεονάσαντος, ἔχεις ὁμοιότητα τοιαύτην καὶ ἐν τῷ στερρός στερεός. Ὁ δὲ Ζέφυρος ἢ καὶ αὐτὸς κατὰ ὁμοίαν ἔννοιαν ἐτυμολογεῖται ὡς τὰ πρὸς τὸ ζῆν φέρων. Καρποφορεῖν γὰρ ποιεῖ καὶ αὐτὸς τὰς ἀρούρας ἔαρος πνέων καὶ οὕτω φέρει τὸ ζῆν, ποιῶν τὴν γῆν φυσίζοον καὶ ζείδωρον ἀληθῶς, ἢ ὡς ἀπὸ τοῦ ζόφου οὖρος, ἤτοι ἐκ τῶν πρὸς δύσιν ἄνεμος. Θρῄκηθεν δὲ πνέειν λέγει τὸν Ζέφυρον καὶ τὸν Βορρᾶν Ὅμηρος ἢ διὰ τὸ τὴν Θρᾴκην κοινὸν οἰκητήριον ἀνέμων μυθολογεῖσθαι ἢ διότι δι' αὐτῆς τῇ καθ' ἡμᾶς ἐμπίπτουσι θαλάσσῃ, οὐ μὴν ἐξ αὐτῆς ἐκείνης. Φησὶ γοῦν καὶ ὁ Γεωγράφος τὸν Ζέφυρον οὐκ ἐκ Θρᾴκης πνέειν, ἀλλὰ κατὰ τὴν Θρᾳκίαν θάλασσαν συμπίπτειν τῷ Βορρᾷ περὶ τὸν Μέλανα κόλπον. Περὶ δὲ Θρᾴκης, ἣν καὶ δρεπανοειδές φασί τινες ἔχειν σχῆμα θέσεως, εἴρηται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἐμνήσθη δὲ Βορέου νῦν καὶ Ζεφύρου ὁ ποιητὴς ἐκ τοῦ παρατυχόντος, καθὰ ἔδοξεν αὐτῷ, οὐ μὴν κατά τι ἀναγκαῖον, ἴσως δὲ καὶ διὰ τὸ προσκυρεῖν τὸν ῥηθέντα Μέλανα [645] κόλπον τοῖς περὶ Ἑλλήσποντον, καθ' ὃν τὸ Ἑλληνικὸν ναύσταθμον. Τοῦ δὲ "ἄητον" πόρρω μὲν θέμα τὸ ἀῶ ἀήσω, ἐξ οὗ καὶ ἀήτης ἐπὶ ἀνέμου καὶ ἄημα πνευμάτων παρὰ Σοφοκλεῖ καὶ ἀΐτης δὲ διὰ τοῦ ἰῶτα ὁ φίλος, εἰπεῖν δὲ κατὰ τοὺς παλαιούς, ὁ ἐρώμενος διὰ τὸ οἷον πνεῖσθαι διὰ φιλίαν, διὸ καὶ εἴσπνιλος ὁ αὐτὸς παρὰ Λάκωσι. Προσεχὲς δὲ θέμα τοῦ αὐτοῦ ἄημι, ἐξ οὗ καὶ τὸ "ἀνέμων μένος ὑγρὸν ἀέντων". Ἐκτέταται δὲ διὰ μέτρον ἡ παραλήγουσα τοῦ ἄητον. τὸ γὰρ ἁπλοῦν δυϊκὸν ἄετον ὡς τίθετον.
(v. 6) Τὸ δὲ "ἐξαπίνης ἐλθεῖν" τὸ σφοδρόν τε δηλοῖ τῆς, τραγῳδικῶς εἰπεῖν, δυσπνόου Θρῄσσης πνοῆς. οἱ γὰρ οὕτω πνέοντες ἐπὶ πλέον ταράττουσι τὴν θάλασσαν. Καὶ πρὸς τὸ πρᾶγμα δὲ καλῶς συμβιβάζεται. καὶ τοῖς Ἀχαιοῖς γὰρ ἐξαπίνης καί, ὡς οὐκ ἂν ἤλπισαν, ἐπῆλθεν ὁ τάραχος. Τὸ δὲ "ἄμυδις" Αἰολικόν ἐστι, καθὰ καὶ τὸ ἄλλυδις. διὸ καὶ ψιλοῦται. [Ψιλωτικοὶ γὰρ οἱ Αἰολεῖς.] Κῦμα δὲ κελαινόν ᾧ οὐ προσλογίζεται καὶ ἀφρός, ἐξ οὗ κῦμα φαληριῶν, ὅ ἐστι λευκόν.
(v. 7) Τὸ δὲ "κορθύεται" ἀπὸ κόρυθος γίνεται, καὶ ἔστιν ὅμοιον τῷ κορύσσεται, ἤτοι κορυφοῦται, ὡς τὸ "κορυσσομένης Ἀμφιτρίτης". Εἰ δὲ μικροπρεπὲς δοκεῖ ἀπὸ κόρυθος καὶ ζωϊκῆς κορυφῆς λέγειν κορθύεσθαι καὶ κορύσσεσθαι καὶ κορυφοῦσθαι τὴν οὕτω μεγάλα ὑψουμένην θάλασσαν, ἐνθυμητέον ὡς οὐκ ἐξ ἀνάγκης αἱ τροπαὶ ἀεὶ ποιότητος μεγαλεῖον ζητοῦσι καὶ ποσότητος ἀλλ' ἢ μόνον ὅτε που ἐγχωρεῖ, μεγάλοις τε μικρὰ προσβιβάζουσα, ὡς ὅτε ἀνθρωπίνως φράζει τὰ θεῖα, καὶ αὖ πάλιν μικροῖς μεγάλα, ὁπηνίκα ποιεῖ ἔμπαλιν. Οὕτω καὶ Ὀλύμπου κορυφαὶ καὶ κάρηνα λέγονται, καὶ σκάφος οὐ μόνον πλοῖον [646] ἀλλὰ καὶ αὐτὸς ὁ μέγιστος κόσμος, οὗ καὶ κυβερνήτης προΐσταται θεός, ὁ καὶ δημιουργὸς κληθεὶς ἀπὸ σμικροτάτου τροπικῶς τοῦ κατὰ πόλεις δημιουργοῦ, ὃν δηλοῖ ἡ Ὀδύσσεια. Τὸ δὲ "παρὲξ ἅλα" ἐπίρρημά ἐστι τοπικὸν συγκείμενον ἀπὸ τῆς παρα καὶ ἐξ προθέσεως. Δηλοῖ δὲ τὸ παρὰ τὴν ἅλα ἢ μᾶλλον τὸ ἔξω μὲν ἁλός, παρ' αὐτὴν δὲ ἤτοι ἐγγὺς αὐτῆς. Ἰστέον δὲ ὡς ἡμεῖς μὲν οἱ ὕστερον πάρεξ ἀεί φαμεν βαρυτόνως κατὰ κοινὴν διάλεκτον καὶ ἀντὶ τοῦ χωρίς τὴν λέξιν νοοῦμεν καὶ διὰ τοῦ ξ γράφομεν αὐτὴν καὶ μόνῃ γενικῇ συντάσσομεν, Ὅμηρος δὲ παρέξ λέγει ὀξυτόνως, ἀκολουθῶν τῷ κανόνι τῶν προθέσεων, καὶ ἀντὶ τοῦ ἔξω μέν, ἐγγὺς δέ, τὴν λέξιν λαμβάνει, καὶ φωνήεντος μὲν ἐπιφερομένου φυλάσσει τὸ διπλοῦν, ὡς καὶ ἐνταῦθα, συμφώνου δὲ ἐπαγομένου τρέπει συνήθως τὸ ξ εἰς ἄφωνον τὸ κ, οἷον "παρὲκ νόον ἤγαγεν". Ἔστι δ' ὅτε καὶ οὕτω φυλάσσει τὸ ξ, ὡς ἐν τῷ "παρὲξ τὴν νῆσον ἐλαύνομεν", καὶ τὴν σύνταξιν δὲ διφορεῖ. Ἀπίων δὲ καὶ Ἡρόδωρός φασιν, ὅτι ἐπὶ τοῦ παρέξ ἔστι μὲν ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἐξ ἔσθ' ὅτε δὲ τῆς παρα, ἤγουν ἐπεὶ τὸ παρέξ ἐκ δύο σύγκειται προθέσεων, τῆς παρα καὶ τῆς ἐξ, ποτὲ μὲν ἡ τῆς ἐξ προθέσεως νόησις ἐπικρατεῖ καὶ προκαλεῖται γενικὴν σύνταξιν, ὡς τὸ "παρὲξ ὁδοῦ", ἤγουν ἔξω τῆς ὁδοῦ, ποτὲ δὲ ἡ παρα πρόθεσις νικῶσα προάγεται εἰς αἰτιατικήν, ὡς τὸ "παρὲξ τὴν νῆσον", ἤτοι παρὰ τὴν νῆσον. Λαμβάνει δὲ τὴν λέξιν Ὅμηρος, ὡς φαίνεται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν μάλιστα, ἐπὶ τῶν μήτε πάνυ πολὺ ἀπεχόντων μήτε ἔγγιστα ὄντων, ἀλλὰ ἔξω μέν, ὅπερ ἡ ἐξ πρόθεσις δηλοῖ, ὅμως δὲ ἐγγύς, ὅπερ διὰ τῆς παρα δηλοῦται προθέσεως σημαινούσης ἐγγύτητα, ὡς καὶ ἐπὶ [647] τοῦ πάρεδρος καὶ παρακαθίζω καὶ τῶν ὁμοίων. Τὸ δὲ φῦκος ἐκτείνει μὲν τὴν ἄρχουσαν, ἔστι δὲ εἶδός τι μνίου καὶ βρύου.
(v. 912) Ὅτι συγκλήτου μὲν λέξιν ὁ ποιητὴς οὐκ οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὅτε δὲ εἴπῃ, ὡς ὁ βασιλεὺς "φοίτα [κηρύκεσσι] λιγυφθόγγοισι κελεύων κλήδην εἰς ἀγορὰν κικλήσκειν ἄνδρα ἕκαστον μηδὲ βοᾶν", καὶ ἐν τοῖς ἑξῆς δὲ "ὅσοι κεκλήατο βουλήν", τὴν σύγκλητον παραδηλοῖ, ἀπὸ τοῦ καλεῖσθαι ὀνομαζομένην. Σοφοκλῆς δὲ σύγκλητον λέσχην ταύτην καλεῖ. Οὕτω δὲ καὶ γερουσίαν μὲν οὐκ οἶδεν ὀνομάζειν ὁ ποιητής, ὅτε δὲ γέροντας λέγει καὶ ὅτε οἶνον ὀνομάζει γερούσιον, τὴν τῆς γερουσίας ἐμφαίνει ἔννοιαν. Ἰστέον δὲ ὅτι οὐκ ἐᾷ ὁ βασιλεὺς βοᾶν ὡς ἐν ἀγορᾷ τοὺς κήρυκας, ἵνα μὴ ἔκπυστα τοῖς Τρωσὶ τὰ κατὰ τοὺς Ἀχαιοὺς γένοιντο καὶ γνωσθεῖεν ἀμηχανοῦντες καὶ ταρασσόμενοι, ὥστε βοᾶν μὲν τὸ τρανέστερον φωνεῖν, κικλήσκειν δέ, ὅ ἐστι καλεῖν, τὸ ἠρέμα.
(v. 11) Τοῦ δὲ "κλήδην" ἡ διάθεσις κατὰ τὸ τμήδην, ὃ δηλοῖ τὸ τμητικῶς. Ἀττικὸν δὲ καὶ ἅμα ἐτυμολογικὸν τὸ κλήδην κικλήσκειν, ὃ σαφέστερον ἑτέρωθι ἐξονομακλήδην ἐρρέθη.
(v. 10) Φοιτᾶν δὲ τὸ ἁπλῶς περιοδεύειν, γινόμενον κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ προϊέναι ἢ ἐκ τῆς ὁδοῦ. Ἀττικοὶ δὲ ὕστερον τὸ ἐς διδασκάλου ἰέναι φοιτᾶν ἔλεγον καὶ φοιτητὴν τὸν τοῦτο ποιοῦντα. Ὡς δὲ καὶ τὸ ἐνθουσιωδῶς ὁρμᾶν καὶ μαίνεσθαι φοιτᾶν ἐλέχθη, ὅθεν καὶ φοῖτος ἡ μανία, δηλοῦσιν οἱ παλαιοί.
(v. 11) Τὸ δὲ "εἰς ἀγορήν" οὐκ ἀποστερεῖ οὐδὲ τὴν σύγκλητον ἄγυριν τοῦ λέγεσθαι ἥκειν εἰς ἀγορήν.
(v. 10 et 12) Ὅτι φιλοπόνῳ οἰκεῖον τὸ "ἐφοίτα κελεύων, αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο", ὅ ἐστιν ἐνήργει, αὐτοδιακονῶν δηλαδή.
(v. 13-15) Ὅτι Ἀγαμέμνων εἰς δημηγορίαν ἀνίστατο δακρυχέων, "ὥστε κρήνη μελάνυδρος, ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ".
(v. 16-28) Καὶ βαρυστενάχων προφέρει ἀπαραποιήτως καὶ ἐνταῦθα πολλά, ὧν ἔφη καὶ ἐν τῇ β΄, ἀρξάμενος ἐκ τοῦ "Ζεύς με ἄτῃ ἐνέδησε [648] βαρείῃ". Οὐκ ἐσχηματισμένως μέντοι, ἀλλὰ ἀληθῶς αὐτὰ λαλεῖ. Ἐν οἷς καὶ τὸ "φεύγωμεν σὺν νηυσί" καὶ ἑξῆς.
(v. 29-36) Καὶ οἱ μὲν ἄλλοι σιωπῶσι, δεδιότες μὴ καὶ οὗτος ὁ βασιλικὸς λόγος ἀπόπειρά τις εἴη τῶν Ἀχαιῶν, μόνος δὲ καὶ νῦν ὁ Διομήδης, ὡς καὶ πρὸ ὀλίγων, ὀψὲ διὰ τὴν νεότητα εἰπεῖν θαρρήσας ‑ Οἱ γὰρ ἄλλοι "πάντες ἀκὴν ἐγένοντο σιωπῇ, δὴν δ' ἄνεῳ ἦσαν τετιηότες". ‑ ἀφραδέοντά τε τὸν βασιλέα καλεῖ, καὶ κατὰ νόμον ἐντέχνου ῥητορείας παραιτησάμενος νέμεσιν, καὶ ἐν σχήματι προδιορθώσεως αἰτησάμενος μὴ χολωθῆναι τὸν βασιλέα, καὶ οὕτω τῇ τοῦ λόγου τραχύτητι κεράσας ἐπιείκειαν, μαχήσεσθαι τῷ βασιλεῖ λέγει, καθὰ θέμις ἐστίν, ἀγορῇ, καὶ ἀναμιμνῄσκει, ὅτι φθάσας ὁ βασιλεὺς ἀλκὴν τῷ Διομήδει ὠνείδισεν, εἰπὼν ἀπόλεμον αὐτὸν εἶναι καὶ ἀνάλκιδα.
(v. 37-39) Εἶτα λέγει ὅτι μάλιστά γε τῷ Ἀγαμέμνονι ὁ Ζεὺς οὐ τέλειον ἔδωκε τὸ ἀγαθόν, ἀλλὰ διάνδιχα, τὸ τῆς βασιλείας καλὸν διελών, σκήπτρῳ μὲν ἔδωκε τετιμῆσθαι πλεῖον πάντων, ὡς εὐρυκρείοντα. ‑ Τοῦτο δὴ τὸ καὶ ἐκ τύχης ποτὲ ἀγαθόν. ‑ , ἀλκὴν δὲ οὐκ ἔδωκεν, ὃ κράτος ἐστὶ μέγιστον. ἐξ ἀρετῆς γὰρ τουτὶ τὸ καλόν.
(v. 32-49) Φράζει δὲ ὁ ποιητὴς τὰ κατὰ τὸν Διομήδην οὕτως "Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ᾗ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχα δῶκε θεός· σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνιε", ἤγουν μακάριε, "οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥστε νέεσθαι, ἔρχεο, πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσιν, αἵ τοι ἕπονται Μυκήνηθεν μάλα πολλαί. ἀλλ' ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί, εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθα, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν. σὺν γὰρ θεῷ εἰλήλουθμεν". ὃ δὴ ἐπιφωνηματικῶς ἐπῆκται, θεραπεῦον, ὡς καὶ ῥηθήσεται, τὴν δοκοῦσαν ἀλαζονείαν τοῦ ἥρωος. Ἐν τούτοις δὲ ὅρα ὅπως ὁ Διομήδης ὁ ἐν καιρῷ σιγήσας, ὅτε ὠνειδίσθη παρὰ τοῦ βασιλέως ὡς ἀπόλεμος καὶ ἄναλκις, νῦν εὐθέτως καὶ ἀληθῶς ἐλέγχει τὸν ὀνειδίσαντα, [649] περιτρέπων ἐκείνῳ τὸν ὀνειδισμὸν ἐξ ἔργων αὐτῶν. ἄναλκις γὰρ ὡς ἐπὶ πολὺ ὁ φεύγειν ἐθέλων, οὐ μὴν ὁ ἑτοιμαζόμενος εἰς πόλεμον, ὡς τότε ὁ Διομήδης. Καὶ οὕτω μὲν ὁ ἥρως πρὸς βάρος λαλεῖ. Ὁ δέ γε βασιλεὺς φέρει τὸν ἔλεγχον διά τε τὴν θέμιν τῆς ἀγορᾶς καὶ διότι οὐ ψευδές ἐστι τὸ ὄνειδος, ἀλλὰ κατ' αὐτὸ ἀληθίζεται ὁ ἥρως, ὥσπερ αὖ πάλιν ἠλαζόνευται αὐτῷ τὸ "ἐγὼ Σθένελός τε μαχησόμεθα" καὶ ἑξῆς. Ὅθεν καὶ ἐπεὶ ὑπέρκομπος ὁ τοιοῦτος λόγος ‑ Πῶς γὰρ ἂν οἱ περὶ Διομήδην ἶσα τῷ Πανελληνίῳ δυνήσονται; ‑ ἐπάγει θεραπείαν τὸ "σὺν γὰρ θεῷ ἤλθομεν". Οἰκεία δέ, φασίν, ἄρτι ἡ τοιαύτη μεγαλόφρων ῥητορεία τῷ Διομήδει. παρώξυνται γὰρ οὐ μόνον φιλοτιμίᾳ καὶ θυμῷ, ἀλλὰ καὶ ἀρετῇ. ἔτρωσε γὰρ τὴν τὸν Ἀλέξανδρον σώσασαν, ἀνεῖλε Πάνδαρον, ἔλαβε τοὺς ἵππους Αἰνείου, χρύσεα ὅπλα ἔσχεν, Ἰδαίῳ τῷ ἐκ Τροίας κήρυκι μόνος ἀντεῖπε, κεραυνοῖς ἀντέσχεν, ἔφυγεν ὕστερος, ὑπέστρεψε πρῶτος, καὶ διὰ ταῦτα ὑπέρφρων γίνεται. Καὶ ὅμως οὐ θαρρεῖ αὐχήσειν πολιορκῆσαι τὴν Τροίαν, ἀλλὰ "μαχησόμεθα", φησίν, "ἕως τέκμωρ Ἰλίου εὕρωμεν", ἤτοι τέλος τῆς περὶ τὴν Ἴλιον μάχης, ὅπερ μέσως ῥηθὲν δηλοῖ οὐ μόνον τὸ ἑλεῖν αὐτὴν ἀλλὰ καὶ τὸ ἐπὶ διακειμένοις τισὶ λῦσαι τὴν μάχην, τυχὸν δὲ καὶ τὸ μαχομένους εὐκλεῶς πεσεῖν. Ἰστέον δὲ καὶ ὅτι τῷ Ὁμηρικῷ τούτῳ τόπῳ παρ' Ἡροδότῳ ἔοικε τὸ "μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα Ἀρτάβανε, ἐγὼ δὲ καὶ ἄνευ σέο, ὅσα εἶπα, ἐπιτελέα ποιήσω". Ἔστι δὲ ἐκεῖνο ἀκομπότερον τοῦ Ὁμηρικοῦ καὶ διὰ τοῦτο ἀσφαλέστερον. Καὶ τοιοῦτον μὲν τὸ ἐκτεθὲν Ὁμηρικὸν χωρίον, τὰ δὲ διὰ μέσου αὐτοῦ εὐθὺς εἰρήσεται.
(v. 14) Μελάνυδρος μὲν οὖν κρήνη οὐ μόνον διότι καθόλου τὸ ὕδωρ μέλαν εἶναι δοκεῖ μὴ φωτιζόμενον, ἀλλὰ καὶ ὡς ἐκ βάθους ἀνάγουσα τὸ ὕδωρ καὶ ὡς πολύϋδρος.
(v. 15) [650] Αἰγίλιψ δὲ πέτρα, ἥτις διὰ τὸ τοῦ ὕψους δυσανάβατον καὶ ὑπὸ αἰγὸς λείπεται, ἁλτικοῦ ζῴου καὶ πετροβατικοῦ. Τοιαύτῃ δέ τινι κρήνῃ τὸν βασιλέα εἰκάζει, ἐξ ὑψηλῆς δηλαδὴ καταρρεούσῃ πέτρας, διὰ τὸ τοῦ ἥρωος καὶ στερέμνιον καὶ εὐμέγεθες, καὶ διὰ τὸ δαψιλὲς δὲ δάκρυον καὶ ὑπερβολικόν. Εὑρεθήσεται δὲ ὑπερβολὴ δακρύων καὶ ἐν τοῖς ἑξῆς ἐπὶ τῷ τοῦ Πατρόκλου νεκρῷ. Δνοφερὸν δὲ ὕδωρ ἢ τὸ μέλαν, ἐξ ὁμοιότητος γνόφου τραπέντος τοῦ γ εἰς δ συνήθως, ἢ ὡς ἐν σχήματι συνθέτῳ τὸ μετὰ δονήσεως φερόμενον καὶ ψόφου τινός. ᾧ ψόφῳ ἔοικεν ὁ βαρὺς τοῦ βασιλέως στεναγμός, ὡς τὰ δάκρυα τῷ καταρρέοντι τῆς πέτρας ὕδατι.
(v. 16) Φησὶ γὰρ "βαρυστενάχων μετηύδα". Ὅτι δὲ μυριαχοῦ εὕρηνται πηγαὶ οὐ μόνον ἁπλῶς κατὰ πετρῶν χέουσαι ὕδωρ ἀλλὰ καὶ κατὰ ὀρέων κορυφῶν, δῆλον. καὶ ἱστορεῖ τοιοῦτόν τι καὶ ὁ Αἰσχύλος ἐν Προμηθεῖ.
(v. 18) Τὸ δὲ "ἄτῃ ἐνέδησε βαρείῃ" τὸ δυσαπάλλακτον τῆς δυστυχίας δηλοῖ. Ἔνθα καὶ Δία εἰπὼν ὑπερμενέα ἑρμηνεύει ἐπαγαγών "ὃς πολλάων πολίων" καὶ ἑξῆς, καὶ "τοῦ γὰρ κράτος ἐστὶ μέγιστον".
(v. 30) Περὶ δὲ τοῦ "ἄνεῳ ἦσαν", ὅ ἐστιν ἄφωνοι, καὶ τοῦ τετιηότες, ὅ ἐστι λελυπημένοι, τετιμωρημένοι, ἐν ἄλλοις ἐρρέθη
(v. 32 s.) Τὸ δὲ "μαχήσομαι" ἐπὶ ἀντιλογίας νῦν κεῖται. διὸ ἐπήγαγεν "ὡς θέμις ἐστὶν ἄναξ ἀγορῇ". ἄλλως γὰρ οὐκ ἔστιν ἀνταγορεύειν ἄνακτι. Ἐν μέντοι τῷ "ἐγὼ Σθένελός τε μαχησόμεθα" κυριολεκτεῖται τὸ μαχησόμεθα. Ἀπὸ δέ γε τοῦ "μαχήσομαι ὡς θέμις ἀγορῇ" καὶ ἡ λογομαχία εἴληπται. Ἰστέον δὲ καὶ ὅτι τὸ "μαχήσομαι, ᾗ θέμις ἐστὶν ἀγορῇ" ῥητορικῶς τεθεώρηται ὡς τοῦ συμβουλευτικοῦ εἴδους στασιαζομένου. τοιοῦτον γὰρ [651] πάντως τὸ ἐν ἀγορᾷ κατὰ θέμιν μάχεσθαι. Τὸ δὲ "ἄναξ" οὐκ ἀργὸν κεῖται, ἀλλ' ἀξιωματικῶς δηλοῖ ὡς οὐ λέληθέ με, ὅτι πρὸς ἄνακτα λαλῶ, εἰδὼς δὲ ποιῶ τὸ τῇ ἀγορᾷ θεμιτόν. Τὸ δὲ "ἀφραδέοντι" οὐ πάνυ τραχέως ἔχει. οὐ γὰρ τὸν ἀφραίνοντα δηλοῖ, ἐπεὶ μηδὲ ἐχρῆν εὐθὺς ἐκ προοιμίων ἀπαρακαλύπτως τραχύνεσθαι, ἀλλὰ τὸν κακῶς φραζόμενον. τραχὺ δὲ ὅμως ὂν καὶ τοῦτο λεαίνεται τῇ ἐπαγωγῇ τοῦ "ἄναξ". Τὸ δὲ "ᾗ θέμις ἐστὶν ἀγορῇ" ἀντὶ τοῦ "ὡς νόμος ἐστὶ τοῖς συγκληθεῖσιν εἰς ἀγοράν", ἢ καὶ κατὰ ἑτεροῖον τόνωμα τοῦ "ἣ θέμις", ἀντὶ τοῦ "ἥτις θέμις ἐστὶν ἐν ἀγορᾷ", ἤγουν ὅσπερ νόμος ἐστὶν ἀγορᾶς. Ἔξεστι γὰρ ἀγορεύειν τὰ δοκοῦντα. Ἔνθα σημείωσαι καὶ ὅτι ἀγορὰν πάλιν ἔφη καὶ τήν, ὡς εἴρηται, σύγκλητον βουλήν. Ἐν τούτοις δὲ καὶ σχῆμα προθεραπείας ἐστί. Μέλλων γὰρ ὁ Διομήδης τοῦ βασιλέως καθάψασθαι λέγει "σοὶ πρῶτα μαχήσομαι" καὶ ἑξῆς ἕως τοῦ "σὺ δὲ μή τι χολωθῇς". ἄλλως γὰρ πάνυ ἄτεχνον ἦν κατὰ τοῦ βασιλέως ἀπαρακαλύπτως τραχύνασθαι.
(v. 34) Τὸ δὲ "ἀλκὴν ὀνείδισας" ἀσυνήθως λέλεκται. οὐ γὰρ ὥσπερ τὸ κλοπὴν ὀνείδισας ἢ δειλίαν ἀντὶ τοῦ κλέπτην εἶπας εἶναι ἢ δειλόν, οὕτω κἀνταῦθα τὸ "ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας" ἀντὶ τοῦ ἄλκιμον ὠνόμασας, ἀλλ' ἀντὶ τοῦ "ἐμέμψω μοι τὴν ἀλκήν". Διὸ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ "φὰς εἶναι ἀπτόλεμον καὶ ἀνάλκιδα" ὃ πληθυνθὲν ποιεῖ τὸ ἀπτολέμους ἔμεναι καὶ ἀνάλκιδας. Τὸ δὲ "πρῶτον ὀνείδισας" ἶσόν ἐστι τῷ "πρῶτος ὀνείδισας". Ὅθεν εἰ καὶ εἶπον, φησίν, ὡς σοὶ πρῶτα μαχήσομαι, ἀλλὰ τοῦτο μὲν ὡς πρὸς ἑτέρους, ἐγὼ δὲ δεύτερος ἥκω εἰς λόγους οἷά σου προονειδίσαντος. Ὄνειδος δὲ καὶ νῦν ὕβρις, ὄνοσις, ὅ ἐστι [652] μέμψις, οὐ μὴν τὸ σύνηθες τοῖς μεθ' Ὅμηρον, ὃ δηλοῖ προφορὰν εὐεργεσιῶν ἐπὶ ἐλέγχῳ ἀχαριστίας.
(v. 35) Τοῦ δὲ "φάς" τὸ πληθυντικὸν ἦν πρὸ τούτων ἐν τῷ "φάντες ἀριστῆα". Τὸ δὲ "ταῦτα δὲ πάντα ἴσασι" πολὺν ἐμφαίνει νοῦν. Ὑποκρούεται γὰρ οὐ μόνον ἄρσεις, ὡς οὐκ ἀπτόλεμός εἰμι οὐδὲ ἄναλκις, ἀλλὰ καὶ θέσεις, ὡς τοιόσδε καὶ τοιόσδε μάλιστα ἐν τῷ ἀριστεύειν ἔγνωσμαι.
(v. 37) Τοῦ δὲ "διάνδιχα δῶκε" διασαφητικόν ἐστι τὸ "σκήπτρῳ μέν τοι δῶκε" καὶ ἑξῆς, ὃ δὴ ἑρμηνευτικόν ἐστι τοῦ εὐρυκρείοντα εἶναι τὸν Ἀγαμέμνονα.
(v. 38) Τὸ δὲ "περὶ πάντων" ἀντὶ τοῦ περιττότερον πάντων, ὅ ἐστιν ὑπὲρ πάντας.
(v. 39) Τὸ δὲ "ἀλκὴν οὔ τοι δῶκε" χρήσιμον εἰς τὸ "ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας". Δῆλον γὰρ ὅτι καὶ ὁ βασιλεὺς οὕτως ἀλκὴν τῷ Διομήδει ὠνείδισεν, ὅτι δηλαδὴ ἀλκὴν οὔ οἱ δῶκε θεός. Τρὶς δὲ ἐνταῦθα κεῖται συνεχῶς τὸ δῶκεν, ὡς λέξις καιρία. Τὸ δὲ τὴν ἀλκὴν γνωμικῶς κράτος εἰπεῖν μέγιστον ὑπέρθεσίς ἐστι συγκριτική, προτιμωμένη τοῦ βασιλικῶς σκηπτουχεῖν τὸ μέγα κράτος τὸ ἐξ ἀλκῆς, ἧς ἕνεκεν καὶ ἡ μάχη κυδιάνειρα λέγεται. Ἔνθα ὅρα καὶ ὅτι ἐτόλμησεν ὁ Διομήδης ἀνάπαλιν εἰπεῖν τῷ σοφῷ Νέστορι. Ὁ μὲν γὰρ ἐξαίρων τὸν Ἀγαμέμνονα ὡς κρατοῦντα ἔφη "εἰ δὲ σύ, ὦ Ἀχιλλεῦ, κρατερός ἐσσι ἀλλ' ὅ γε φέρτερός ἐστι, ἐπεὶ πλεόνεσσιν ἀνάσσει". Ὁ Διομήδης δὲ ἐνταῦθα τοῦ σκήπτρου τὴν ἀνδρίαν ὑπερτιθεὶς κράτος εἶναι μέγιστόν φησι τὴν ἀλκήν, ὑπερεξαίρων ἑαυτὸν λεληθότως τοῦ βασιλέως ὡς ἄλκιμον, οἷα ἐκείνου μὴ ὄντος τοιούτου, ᾧ καὶ σφοδρότερον αὐτὸς νῦν ἤπερ ὁ Ἀχιλλεὺς τότε προσφέρεται. Ὁ μὲν γὰρ συμβολικῶς ὠνείδισε τῷ βασιλεῖ τὸ ἄναλκι κραδίην αὐτὸν εἰπὼν ἔχειν ἐλάφου, Διομήδης δὲ σαφῶς ἀπέφηνε μὴ ἔχειν αὐτὸν ἀλκήν. Τὸ δὲ "ὅ τε κράτος ἐστὶ μέγιστον" ἴσως μὲν ἐσχημάτισται. Ἦν γὰρ καινότερον εἰπεῖν "ἥ τε κράτος ἐστὶ μέγιστον", ὡς τῆς ἀλκῆς τοιαύτης οὔσης, καθὰ καὶ ἀνωτέρω τὸ "μαχήσομαι ὃ θέμις ἐστίν" ἄλλως ἐσχηματίσθη κατὰ θῆλυ γένος, "ἣ θέμις ἐστί" καὶ παρ' Εὐριπίδῃ δὲ τὸ "πάντα [653] συμφέρουσα, ὃ λίαν σῴζει", ὅμοιον σχῆμα ἔσχε τῷ "ἥπερ μεγίστη γίνεται σωτηρία". Δύναται δὲ καὶ ἄλλως ὀρθῶς ἔχειν ἐν τῷ ἀπὸ κοινοῦ εἰπεῖν, ὅπερ, ἤγουν τὸ δοθῆναί τινι ἀλκήν, κράτος ἐστὶ μέγιστον.
(v. 40 s.) Πρὸς δὲ τὸ "φεύγωμεν" καθαπτόμενος ὁ Διομήδης τοῦ βασιλέως διὰ τὸ πληθυντικῶς αὐτὸ εἰρῆσθαι, ἀποσεμνύνων δὲ τοὺς Ἕλληνας ὡς μὴ πεισθησομένους φησίν, ὡς ἐρρέθη, τὸ "δαιμόνιε" καὶ ἑξῆς ἕως τοῦ "ὡς ἀγορεύεις". Καὶ ἔστι τῆς ἐννοίας τὸ σχῆμα ἐρωτηματικὸν κατὰ ἐλεγκτικὴν δύναμιν ἐνστάσεως. Βούλεται γὰρ εἰπεῖν, ὡς οὐ πεισθήσονταί σοι φυγεῖν. Ἐφεξῆς δὲ καὶ ἀντιπαραστατικῶς φησιν, ὅτι εἰ δὲ βούλονται, πεισθήτωσαν, εἰπὼν "εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσί". Δοκεῖ δὲ καὶ ἄλλως λέγειν ὁ Διομήδης, ὡς διχῇ ὁ βασιλεὺς ἔσφαλται, αὐτόν τε φθάσας εἰπεῖν ἀπτόλεμον καὶ ἀνάλκιδα, καὶ νῦν δὲ τοὺς Ἀχαιοὺς τοιούτους ἐλπόμενος εἶναι.
(v. 41) Τὸ δὲ "ὡς ἀγορεύεις" ἐλλέλειπται διὰ γοργότητα. Δοκεῖ γὰρ λείπειν ἢ τὸ φυγεῖν, ἵνα λέγῃ "ὡς ἀγορεύεις φυγεῖν φίλην ἐς πατρίδα γαῖαν", ἢ τὸ νέεσθαι, καθὰ μικρόν τι ὑποκαταβάς φησιν. Ἔτι δὲ τὸ "ὡς ἀγορεύεις" ἀστείως εἴρηκε, μονονουχὶ λέγων ὡς, εἰ καὶ θετέον, ὅτι ἀπόλεμοι καὶ ἀνάλκιδες οἱ Ἀχαιοί, ἀλλ' οὐχ' οὕτως ὡς ἀγορεύεις, ἵνα καὶ φεύγωσι. Καὶ ἄλλως δὲ εἰπεῖν, ἀπόδειξίς ἐστι τὸ "ὡς ἀγορεύεις" τοῦ ἔλπεσθαι ἀνάλκιδας εἶναι τοὺς Ἀχαιούς. ὁ γὰρ ἀγορεύων τι ψεκτόν τινος καὶ τοιοῦτον ἐκεῖνον ἔλπεται εἶναι.
(v. 42) Ἐν δὲ τῷ "ὥστε νέεσθαι" κοινότερον πλεονάζει ὁ τε σύνδεσμος, ὡς καὶ ἐν τῷ οἷόν τε ἀντὶ τοῦ δυνατόν καὶ ἐν τῷ οἷός τε ἦν καὶ ἐν τοῖς ὁμοίοις.
(v. 43) Τὸ δὲ τὰς νῆας τῷ βασιλεῖ ἄγχι θαλάσσης ἑστάναι σκῶμμα λεληθότως εὐφυές ἐστιν, ὡς δῆθεν προχείρου τοῦ βασιλέως ὄντος φυγεῖν.
(v. 44) Τὸ δὲ "αἵ σοι ἕποντο Μυκήνηθεν" μερικεύει τε ἅμα καὶ ἑρμηνεύει τὸν νοῦν, ἵνα μὴ βασιλέως νῆες αἱ κατὰ τὸν ναύσταθμον πᾶσαι νοοῖντο. Τὸ δὲ "μάλα πολλαί" σεμνύνει πάλιν τὸν βασιλέα φιλαλήθως ὡς καὶ ἄλλως πολύναυν. Ὅτι δὲ καὶ πολλαὶ αὐτῷ νῆες ἦσαν, ἡ Βοιωτία ἐδήλωσεν.
(v. 45) Ἐν δὲ τῷ "ἀλλ' ἄλλοι μενέουσιν" ἢ περιττὸς ὁ ἀλλὰ σύνδεσμος, ἢ ἔλλειψιν ἔχει νοήματος, ἵνα λέγῃ, ὡς εἰ καὶ σὺ ἀπελεύσῃ, ἀλλὰ οἱ λοιποὶ μενοῦσι. [654]
(v. 46) Τὸ δὲ "εἰς ὅ κε Τροίην διαπέρσομεν" οὐ μόνον σεμνότερον ἀλλὰ καὶ σαφέστερον τοῦ "εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν". ἐκεῖνο δὲ πῶς νοεῖται, προείρηται. Εἰ δὲ ἀκόλουθον ἦν πρὸς τὸ "ἄλλοι μενέουσιν Ἀχαιοί" εἰπεῖν "εἰς ὅ κε Τροίην διαπέρσουσιν", ἀλλ' ὁ Διομήδης οὐκ ἠνέσχετο μὴ κοινώσασθαι τὸ καλόν, τὸ μὲν παραμεῖναι τοῖς ἄλλοις προσνείμας ἐπὶ ἐπαίνῳ ἐκείνων, τοῦ δὲ πορθῆσαι καὶ ἑαυτὸν θέμενος κοινωνόν.
(v. 46 s.) Τὸ δὲ "εἰ δὲ καὶ αὐτοί, φευγόντων", ἀντὶ τοῦ· εἰ δὲ βούλονται, φευγέτωσαν καὶ αὐτοί. Καὶ ἔστι σχῆμα σύνηθες ἐλλείψεως οὐ μόνον γοργὸν ἀλλὰ καὶ σεμνὸν διὰ τὴν ἀποσιώπησιν τοῦ προαιρετικοῦ ῥήματος. οὐ γὰρ καθαρῶς ἀνέχεται εἰπεῖν· εἰ βούλονται, φευγέτωσαν. Ὅτι δὲ τὸ φευγόντων προστακτικῶς ῥηθὲν κατὰ Ἀττικοὺς σχῆμα καὶ αὐτό ἐστιν ἐλλειπτικόν, οὐκ ἄδηλόν ἐστιν. Ἰστέον δὲ καὶ ὅτι τὸ "εἰ δὲ φευγόντων" χρήσιμόν ἐστιν εἰς νόησιν τοῦ "εἰ δ' ἄγε μὴν πείρησαι" καὶ τῶν ὁμοίων.
(v. 48) Τοῦ δὲ "νῶϊ" ἑρμηνεία ἐστὶ τὸ "ἐγὼ Σθένελός τε". Εὐθεῖα γὰρ δυϊκῶν ἡ τοιαύτη ἀντωνυμία ἐστίν.
(v. 32 s.) Ἔτι ἰστέον καὶ ὅτι τὸ "σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ᾗ θέμις ἐστὶν ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς" παντὶ προσαρμόττει ἀντιλέγοντι πρὸς τὸν μὴ καλῶς βουλευσάμενον.
(v. 34-36) Ἀνδρεῖος δὲ ἀνὴρ ἐπὶ δειλίᾳ ὀνειδισθεὶς πρός τινος μάτην εὐλόγως ἂν εἴποι τὸ "ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας, φὰς ἔμεναι ἀπτόλεμον καὶ ἀνάλκιδα, ταῦτα δὲ πάντα ἴσασι" καὶ ἑξῆς.
(v. 38 s.) Ἀνὴρ δὲ πλούσιος μὲν ἢ ἄλλως πως ἄρχων, ἀγεννὴς δέ, ἀκούσοι ἂν προσφυῶς, ὅτι θεὸς σκήπτρῳ μὲν ἢ πλούτῳ τυχὸν ἤ τινι τοιούτῳ δῶκέ σοι τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δ' οὔ τι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
(v. 42 s.) Πρὸς δὲ τὸν ἐθέλοντα ὑποχωρεῖν ἔκ τινος μὴ πάνυ τοῦτο ἐθέλοντος καλὸν ῥηθῆναι τὸ "εἴ σοι θυμὸς ἐπέσσυται, ἔρχεο, πάρ τοι ὁδός", ἤτοι πάρεστί σοι ὁδεύειν καί, ὡς εἰπεῖν, ὑφήπλωταί σοι ἡ ὁδός. Τοῦτο δὲ ἤδη καὶ παροιμιῶδες γέγονεν. Ὁδὸς δὲ νῦν ἡ διὰ νηῶν κέλευθος, ἣν οἴδαμεν ἐκ τοῦ ἐλεύθω γενομένην. Κατὰ γὰρ τὸν [655] Ἀλεξανδρέα Ἡρακλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτω ἐλεύθω ἔλευθος, καὶ πλεονασμῷ τοῦ κ κέλευθος, ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυλωνίαν φησὶν ἐν Ἰταλικοῖς. οὕτω δέ, φησί, καὶ τὰ ἀνθήλια κανθήλια. Καὶ τοῦτο μὲν τοιοῦτον.
(v. 48 s.) Ὁ δὲ μετὰ θείου θάρσους προσλιπαρῶν τινι ἔργῳ ἐρεῖ, ὅτι παραμενῶ εἰσόκε τέκμωρ εὕρω, σὺν γὰρ θεῷ εἰλήλουθα. Εἰ δὲ πλείους οἱ προσμένοντες, σχηματισθήσεται ὁ λόγος καὶ πληθυντικῶς· εἰλήλουθμεν, ἤγουν ἐληλύθαμεν. Ὃ κατὰ τὸν ῥηθέντα Ἡρακλείδην πεποίηται διαλέκτοις τέσσαρσιν· Ἀτθίδι, Ἰάδι, Βοιωτίᾳ, Αἰολίδι. Ἐλεύθω γάρ, οὗ μέσος κοινὸς παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα, κατὰ τὸ ἤρεικα ἐρήρικα, ὅ ἐστιν ἔσχισα, ἤλειφα ἀλήλιφα. Ἐπεὶ δὲ ἔθος Βοιώτιον προστιθέναι τῷ υ τὸ ο καὶ Ἰακὸν τῷ ε τὸ ι, γίνεται οὕτως εἰλήλουθα, ὃ βεβοιωτίασται μέν, φησί, κατὰ τὴν παραλήγουσαν, κατὰ δὲ τὴν πρώτην, ἤγουν τὴν ἄρχουσαν, ἰώνισται. Τοῦ δὲ τοιούτου εἰλήλουθα πληθυντικὸν εἰληλούθαμεν ἀναλόγῳ προσθέσει τοῦ μεν, κατὰ τὸ τέτυφα τετύφαμεν, ὅθεν Αἰολικῶς συγκέκοπται τὸ εἰλήλουθμεν. Αἰολέων γάρ εἰσιν αἱ συγκοπαί. Ὅτι δὲ συγκέκοπται τὸ εἰλήλουθμεν, δῆλον οὕτω. Πᾶν ῥῆμα πληθυντικὸν πρώτου προσώπου ἑκάστοτε πρὸ τῆς μεν φωνῆεν ἔχει καὶ οὐδέποτε σύμφωνον. τοῦτο δὲ ἔχει πρὸ τοῦ μ τὸ θ. συγκέκοπται ἄρα, ὥσπερ καὶ τὸ ἐπέπιθμεν ἐκ τοῦ ἐπεπίθομεν καὶ τὸ ἴσμεν ἐκ τοῦ ἴσαμεν, οὗ θέμα τὸ ἴσημι.
(v. 50 s.) Ὅτι Διομήδους δημηγορήσαντος ἐθαύμασαν Ἕλληνες, ὡς δηλοῖ τὸ "ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι Διομήδεος". Ἔστι δὲ ἀγαίεσθαι μὲν φθόνου, ἀγάσσασθαι δὲ ἐκπλήξεως. Ὅτι Νέστωρ ἔργοις αὐτοῖς ἤδη τὴν τοῦ Διομήδους ἀνδρίαν μεμαθηκώς, οἷα πρὸ μικροῦ δι' αὐτοῦ περισωθείς, μαρτυρεῖ, ὅτι τε ἐν πολέμῳ δύναται καὶ ὅτι βουλῇ τῶν ὁμηλίκων ὑπερέχει, καὶ τὴν δημηγορίαν δὲ αὐτοῦ ἐπαινεῖ.
(v. 53-56) Φησὶ γοῦν "Τυδείδη, πέρι μὲν πολέμῳ ἐνὶ κρατερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας", ὅ ἐστι κατὰ πάντας, "ὁμήλικας [656] ἔπλευ ἄριστος. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν", τουτέστιν ἔμπαλιν, "ἐρέει", ἐναντιούμενος δηλαδή. "ἀτάρ", φησίν, "οὐ τέλος ἵκεο μύθων", τουτέστιν ἐλλιπῶς συνεβουλεύσω καὶ οὐ τελείαν γνώμην εἰσήνεγκας. οὐ δι' ἀφροσύνην, ἀλλ' ὅτι μὴ ἔχεις τὴν ἀπὸ τοῦ γήρως ἐμπειρίαν.
(v. 579) Φησὶ γὰρ "ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε πάϊς εἴης", ὅ ἐστι φανείης, νομισθείης, "ὁπλότερος γενεῇφιν, ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπας". Ἐπίκρισις δὲ Ὁμήρου τὰ ῥηθέντα, ἐφ' οἷς τεχνικῶς δεδημηγόρηκε καί, ὡς αὐτὸς λέγει, κατὰ μοῖραν ἔειπεν. Εἶτα τελεώτερον συμβουλεύεται αὐτὸς οἷα γεραίτερος ἄλλα τέ τινα καὶ ὡς χρὴ πρέσβεις εἰς Ἀχιλλέα στεῖλαι καὶ σπεῦσαι πείσειν ἐκεῖνον δώροισί τε ἀγανοῖς καὶ ἔπεσι μειλιχίοις.
(v. 55) Ἰστέον δὲ ὅτι τε τὸ "ὅσσοι Ἀχαιοί" πρὸς διαστολὴν εἴρηται, ὡς τῶν ἐχθρῶν Τρώων μεμψομένων ἂν τὴν τοῦ ἥρωος δημηγορίαν, [καὶ ὅτι τὸ "οὔ τις ὅσσοι Ἀχαιοί" περιπέφρασται δι' ἐξαλλαγὴν σχήματος, ἀντὶ τοῦ οὔτις τῶν Ἀχαιῶν,] καὶ ὅτι ἔπαινος γενναίου νέου καὶ συνετοῦ τὸ "περὶ μὲν πολέμῳ καρτερός ἐσσι" καὶ ἑξῆς ἕως τοῦ "οὐδὲ πάλιν ἐρέει".
(v. 5662) Καὶ ὅτι ὁ μέλλων τελεώτερόν τι δημηγορῆσαι εἴπῃ ἂν πρὸς τὸν ἀτελῶς διὰ νεότητα βουλευσάμενον τὸ τοῦ Νέστορος πρὸς Διομήδην, ὡς πεπνυμένα μὲν βάζεις καὶ κατὰ μοῖραν ἔειπες, αὐτάρ, ὡς προείρηται, "οὐ τέλος ἵκεο μύθων. ἦ μὴν καὶ νέος ἐσσί. ἀλλ' ἄγ' ἐγών, ὃς σέο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα διΐξομαι. οὐδέ κέ τίς μοι μῦθον ἀτιμήσει" [οὐδὲ ὁ δεῖνα. κεῖται δὲ ὧδε ὁ βασιλεύς. Τοῦτο δὲ εἶπεν ὁ σοφὸς γέρων σεμνύνων τὸν βασιλέα ὡς ἢ κριτικὸν ῥήτορα ἢ ὡς ὑπὲρ πάντας δυνάμενον.]
(v. 58 s.) Ἔστι δ' ἐν τούτοις τὸ μὲν "βάζεις βασιλῆας" ἐλλιπὲς προθέσεως. Βούλεται γὰρ εἰπεῖν βάζεις πρὸς τοὺς βασιλεῖς. Μοῖρα δὲ συνήθως τὸ προσῆκον.
(v. 56) [657] Οὐ τέλος δὲ ἱκέσθαι μύθων τὸ ἀτελῶς, ὡς καὶ προελέχθη, δημηγορῆσαι καὶ οὐκ εἰς τέλειον λόγου ἐλθεῖν.
(v. 60) Τὸ δὲ "γεραίτερος" ἐκ τοῦ γεραιότερος συγκέκοπται, οὗ ἀρχὴ ὁ γηραιός.
(v. 61) Τὸ δὲ "διΐξομαι" ἀντὶ τοῦ διεξέλθω, διεξοδεύσω τῷ λόγῳ.
(v. 62) Τὸ δὲ "ἀτιμήσει" Ὁμήρῳ σύνηθες καθ' ὁμοιότητα τοῦ τιμήσει. οἱ δὲ μεθ' Ὅμηρον ἀτιμώσει κατὰ τρίτην συζυγίαν φασίν.
(v. 63 s.) Ὅτι ἐντέχνως ὁ Ὁμηρικὸς ῥήτωρ Νέστωρ διὰ γνωμικῆς ἀναντιρρήτου ἐννοίας πειρώμενος ἐναγαγεῖν τὸν βασιλέα εἰς φιλίαν τὴν μετὰ τοῦ Ἀχιλλέως φησὶν "ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος", τουτέστιν ἄπολίς ἐστι καὶ μήτε θέμιν εἰδὼς μήτε οἶκον ἔχων, ὃς ἐμφυλίου πολέμου ἐρᾷ, ὁποῖος δηλαδὴ καὶ ὁ βασιλεὺς καὶ ὁ Ἀχιλλεύς, εἰ μὴ διαλλαγέντες σπείσονται, τῷ τῶν ὁμοφύλων Ἑλλήνων χαίροντες φόνῳ. Ἰστέον δὲ ὅτι τῶν γνωρίμων εἰς δύο τούτους διαιρουμένων, εἴς τε τοὺς οἰκείους καὶ εἰς τοὺς μὴ τούτους, τῶν δ' αὖ οἰκειουμένων διαιρουμένων αὖθις εἰς ἀγχιστεῖς καὶ εἰς καθ' αἷμα συγγενεῖς καὶ εἰς ἁπλῶς ὁμοεστίους, ὁ τοῦ ἐμφυλίου πολέμου ἐρῶν οὐδενὸς τῶν τοιούτων διαιρεμάτων ἐπίστροφος γίνεται, ἀλλὰ πανωλεθρίαν πάντων καταψηφίζεται. Καὶ εἴη ἂν ὡς μὲν τῶν ἄλλως πολλῶν καταφρονῶν ἀθέμιστος, ὡς δὲ τῶν πρὸς γένους μὴ ἐπιστρεφόμενος ἀφρήτωρ ἂν δικαίως καλοῖτο, ὡς δὲ καὶ τοὺς ὁμοστέγους ἀποστέργων ἀνέστιος. Γίνεται δὲ κατὰ τοὺς παλαιοὺς ὁ ἀφρήτωρ ἢ παρὰ τὴν δηλωθεῖσαν φρήτρην, ἣ δηλοῖ τὴν τριττύν, τουτέστι τὸ τρίτον τῆς φυλῆς, ἢ παρὰ τὴν φατρίαν καὶ τοὺς φράτορας. ‑ Σύστημα [658] δὲ τοῦτο ἐν Ἀθήναις τοὺς τικτομένους ἀπογραφόμενον, ὥστε φανεροὺς εἶναι ὅτι πολῖταί εἰσι. ‑ Καὶ ἔστι τῷ λόγῳ τούτῳ ἀφρήτωρ, ὡς καὶ ἀνωτέρω γέγραπται, ὁ ἄπολις. Ἦν δὲ κατὰ τὴν ἱστορίαν καὶ φράτιον τόπος ὡρισμένος, ἐν ᾧ οἱ τῆς αὐτῆς φατρίας συνήγοντο, καὶ φατριάζειν εὐφωνότερον ἐλέγετο παρὰ Ἀττικοῖς τὸ εἰς ταὐτὸ συνιέναι. Ἐγράφετο δὲ καὶ φράτηρ διὰ τοῦ η καὶ φράτωρ διὰ τοῦ ω ὁ ἐκ τῆς αὐτῆς φατρίας. Ἡ δέ γε Θέμις ἐδόκει θεά τις εἶναι τοῦ δικαίου φυλακτική. Διὸ καὶ τῷ Διῒ ἐλέγετο πάρεδρος. Ἐκλίνετο δὲ Θέμιδος καὶ Δωρικῶς Θέμιτος, ὅθεν τὸ θεμιτὸν καὶ ἀθέμιτον, πλεονασμῷ δὲ τοῦ σ Θέμιστος, ὡς τὸ "Θέμιστι καλλιπαρῄῳ", ἀφ' οὗ καὶ ἀθέμιστος καὶ Θεμίστιος κύριον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ θεμίσσω ἐνεστῶτος γίνεται ἡ θέμις, οὗ χρῆσις παρὰ Παυσανίᾳ εἰπόντι· θεμισσέτω τὸ νομοθετείτω ἢ δικαζέτω. Ἡ δὲ τοῦ δ καὶ τοῦ τ συγγένεια δηλοῦται καὶ διὰ τῆς χάριτος. ‑ Ὡς γὰρ θέμιδος θέμιτος, οὕτω καὶ χάριδος χάριτος. ‑ Ἔτι δὲ καὶ διὰ τοῦ πελιδνοῦ. Αὐτὸ γὰρ καὶ πελιτνόν διὰ τοῦ τ παρὰ Θουκυδίδῃ εὕρηται, ὡς καὶ Διονύσιος Αἴλιος παρασημειοῦται. [Ναὶ μὴν καὶ διὰ τοῦ "τηϋσίην ὁδόν", ὅπερ ἐστὶ ματαίαν, ἁλίαν κατὰ τὴν ποίησιν, ὃ δὴ ἐν Ὀδυσσείᾳ κεῖται, ἀπὸ τοῦ δεύω δεύσω εἶναι τροπῇ τοῦ δ εἰς τ, καὶ διαλύσει τῆς ευ διφθόγγου, κατὰ τὸ εὔκομος ἠΰκομος, καὶ εὖτε ἠΰτε. Ἡ δὲ Ἑστία θεά τις καὶ αὐτὴ ἐνομίζετο εἶναι οἴκου συστατική.
[659] καὶ τόπος δὲ ἦν ἐν τοῖς οἴκοις, ὅπου τῇ τοιαύτῃ Ἑστίᾳ ἔθυον καὶ αὐτὸς ἱερὸς [ἑστιούχῳ Διῒ] καλούμενος καὶ ἱστία, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Ἀπὸ τῆς τοιαύτης ἑστίας ὡς ἀξιολόγου μέρους καὶ ὁ ὅλος οἶκος ἑστία λέγεται, καθὰ καὶ ἀπὸ τοῦ κατὰ θυσίαν βωμοῦ βωμὸς παρὰ τοῖς νεωτέροις ὁ ὅλος ναός, καὶ ἀπὸ τοῦ κατὰ τὴν στάσιν τῆς νηὸς ὅρμου ὅρμος ὁ ὅλος λιμήν. ὁ τοίνυν μὴ ἔχων ἑστίαν ἐστὶ πάντως ἀνέστιος. Τὸ δὲ "ἔραται" ἢ ἀπὸ ἐνεστῶτος γίνεται σεσιγημένου τοῦ ἔρημι, ἐξ οὗ τὸ ἔραμαι, ὡς ἵστημι ἵσταμαι, ἢ παθητικὸς παρακείμενός ἐστιν ἀναύξητος ἀπὸ τοῦ ἐράω ἐρῶ. Οὕτω δὲ διχῶς δύναται καθίστασθαι καὶ τὸ ἄγαμαι. Τέτριπται δὲ ἡ τοῦ τοιούτου ῥήματος προπαροξυτόνησις καὶ παρὰ ἑτέροις ῥήτορσι καὶ οὐκ ἔστιν αὐτὸ προπερισπᾶν ὡς ἀπὸ τοῦ ἐράω ἐρῶ. Ἐπιδήμιος δὲ νῦν μὲν ὁ ἐν δήμῳ πόλεμος, τουτέστιν ὁ ἐμφύλιος. ἐν Ὀδυσσείᾳ δὲ ἡ λέξις ἐπὶ ἀνθρώπου τίθεται διάγοντος ἐν τῇ πατρίδι. ἐν δέ γε τῇ τελευταίᾳ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἑτεροῖόν τι σημαινόμενον κεῖται τῆς τοιαύτης λέξεως. [Δῆλον δὲ ὅτι καὶ ἐπιδήμια νοσήματα λέγεται. Καὶ ἄλλως δέ, ἐπιδήμιος πόλεμος ὁ κατὰ δήμου. Πολλαχοῦ γὰρ ἡ ἐπι πρόθεσις οὕτω νοεῖται, ὡς καὶ ἐν τῷ "δαιμονίη τί μοι ἐπέχεις", ὅπερ ἐστὶ κατ' ἐμοῦ ἔχεις, καὶ ἐν τῷ ἐπίρρητος ὁ καταρρήσεων ἄξιος, καὶ ἐν ἄλλοις δέ]. Σημείωσαι δὲ ὅτι τὸν σκοπὸν τῆς ῥηθείσης γνώμης, ὅς ἐστι τὸ δώροις τὸν Ἀχιλλέα προκαλέσασθαι [660] εἰς σπονδήν, οὐκ αὐτίκα ὁ Νέστωρ λαλεῖ τῷ βασιλεῖ, ἀλλὰ μετὰ δόρπον, ὅτε, ὡς εἰκός, καὶ εὐέντευκτος ὢν πεισθήσεται. Τέως μέντοι κεῖται ἡ ῥηθεῖσα γνώμη ὡς οἷόν τι λῆμμα ἢ ἀξίωμα χρησιμεύουσα εἰς τὴν ὕστερον τοῦ βασιλέως πειθώ.
(v. 65-67) Ὅτι στρατηγικὸν παράγγελμα καὶ τῷ Νέστορι ἐν τοῖς ἄρτι τὸ "νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπα τ' ἐφοπλισόμεσθα, φυλακτῆρες δὲ ἕκαστοι λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός".
(v. 68) Ὅτι δὲ νέοις ἡ πολεμικὴ φυλακὴ πρέπει, δηλοῖ ἐπαχθὲν τὸ "κούροισι μὲν ταῦτ' ἐπιτέλλομαι". Καὶ ὅρα ὅτι τε οὐ ῥητοῖς ὥρισέ τισι τὴν φυλακήν, ἀλλ' ἑκάστοις, καὶ ὡς κἀνταῦθα δυϊκὸν ῥῆμα τὸ λεξάσθων συντέτακται ὀνόματι πληθυντικῷ. Δηλοῖ δὲ ἡ λέξις τὸ ἀριθμηθήτωσαν ἢ ἐπιλεγέτωσαν. εἰπεῖν γὰρ κοιμηθήτωσαν ἀνάρμοστον τοῖς νυκτοφυλακοῦσι.
(v. 66) Τὸ δὲ "δόρπα" μεταπλασμὸν μὲν ἔπαθε γένους ἀπὸ ἀρσενικοῦ τοῦ ὁ δόρπος, προσφυῶς δὲ τῇ νυκτὶ ἐπῆκται, ᾗ πειθόμενοι οἱ ἐν μάχῃ δουρὸς παύονται, ὃ τὸν δόρπον ἐτυμολογεῖ. Ἐφοπλίσασθαι δὲ καὶ νῦν τὸ ἁπλῶς ἑτοιμάσαι. Τοὺς δὲ φυλακτῆρας προϊὼν καὶ φύλακας λέγει. [Οἱ δ' αὐτοὶ καὶ φύλακοι λέγονται, καὶ σκοποὶ δὲ ἂν εἰκότως, ἔτι δὲ καὶ ὀπτῆρες. Ἡ δὲ παραγγελία τοῦ πείθεσθαι νυκτὶ οὐκ ἂν εἴη ἐξ ἀνάγκης οὔτε πρὸς τὸ παννυχίους ὑπνοῦν τινας οὔτε μὴν ἄλλως πρὸς τὸ ὑπνοῦν ἀναγκαίως, ἀλλὰ πρὸς τὸ ἔργων ἀπέχεσθαι, ὧν καιρὸς μάλιστα ὁ τῆς ἡμέρας, ὁποῖος καὶ ὁ πόλεμος, εἰπεῖν δὲ ἀκριβέστερον, πρὸς τὸ μετρίως ἀναπαύεσθαι δι' ἀνάληψιν ὑγείας. Ἄλλως γὰρ οὐδὲν ἐν ἀνθρώποις ἔργον ἡμερινόν, ὃ μὴ καὶ νὺξ παρά γε τοῖς σπουδαιοτέροις κατορθοῖ].
(v. 69) Ὅτι συμβουλεύων ὁ Νέστωρ κἀνταῦθα τῷ βασιλεῖ φησιν "Ἀτρείδη, σὺ μὲν ἄρχε, σὺ γὰρ βασιλεύτατός ἐσσι", ἀντὶ τοῦ σὺ πάντων πραγμάτων καὶ παντὸς λόγου [661] προκαταβάλλου ἀρχάς. οἰκεῖον γὰρ τοῦτο τῷ εὐρυκρείοντι. Τὸ δὲ "βασιλεύτατος" ὁμοιόσχημόν ἐστι τῷ δεύτατος, περὶ οὗ ἀλλαχοῦ εἴρηται.
(v. 70-78) Τὰ δὲ ἐφεξῆς τῆς τοῦ γέροντος δημηγορίας τοιαῦτα "δαίνυ δαῖτα γέρουσιν, ἔοικέ τοι, οὔ τοι ἀεικές. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι· πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις, πολλῶν δ' ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσει. μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν καίουσι πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε; νὺξ δ' ἥδε ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει", τουτέστιν ἀμφίβολον εἴτε σωθησόμεθα κατὰ τὴν ἄρτι νύκτα εἴτε ἀπολούμεθα. Πολύνους δὲ καὶ ἡ ῥηθεῖσα δημηγορία, εἰ καὶ ἄλλως γοργότερον ἐπιτέτμηται οἰκείως τῷ καιρῷ, τὰ πλείω νοήματα κομματικῶς προφέρουσα.
(v. 70) Σημείωσαι δὲ καὶ ὅτι τοῖς σωφρονοῦσιν οὐδὲν ἐμποδὼν τὸ συμπόσιον εἰς τὸ φρονεῖν. Ἰδοὺ γὰρ ὁ Νέστωρ "δαίνυ δαῖτα" φησί, καθ' ἣν ἐσθλὴ καὶ πυκινὴ βουλὴ βουλευθήσεται, οἷα τοῦ οἴνου τὸ πρακτικὸν καὶ ἱλαρὸν τηνικαῦτα προβαλλομένου, οὐ μὴν τὸν ἐκ μέθης τάραχον τὸν ἐκ τῆς τοῦ πίνειν ἀσυμμετρίας. Ἣν σκορακίζων ὁ ῥήτωρ οὐ "μείζονα κρατῆρα καθίστα" φησὶν ἢ τοιοῦτόν τι, ἀλλὰ "δαίνυ δαῖτα", τὴν καὶ συνήθη καὶ θάλειαν, καθ' ἣν οὐχ' ὁ οἶνος αὐτὸς χορηγήσει τὴν κατὰ τὸ δέον βουλήν, ἀλλὰ τὸ πολλοὺς ἀγηγέρθαι, ὡς ἕκαστον εἰπεῖν ὃ νοεῖ. Ἰστέον δὲ ὅτι ἐν τῷ "δαίνυ δαῖτα γέρουσιν, ἔοικέ τοι, οὔ τοι ἀεικές", τὸ μὲν "δαίνυ δαῖτα" Ἀττικόν ἐστιν ἀντὶ τοῦ εὐώχει εὐωχίαν, ὡς καὶ κατωτέρω τὸ "βουλὴν βουλεύσει". Αὐτὸ δὲ τὸ "δαίνυ" ἐκ τοῦ δαίνυε κέκραται ἢ καὶ τρίτον ἐστὶ πρόσωπον παρατατικοῦ τοῦ ἐκ τοῦ δαίνυμι. Γέροντες δὲ κἀνταῦθα οἱ ἔντιμοι καὶ βασιλικοί, ἐξ ὧν ἡ γερουσία παρονομάζεται, οἳ καὶ εἰς συμπόσιον εἰώθασι συγκαλεῖσθαι τῷ βασιλεῖ. [Ἰστέον δὲ ὅτι ἔχει μὲν ὑγιῶς καὶ τὸ εἰπεῖν "δαίνυ δαῖτα γέροντας". Ἐπέκρινε δὲ Ὅμηρος τὴν ἐν δοτικῇ σύνταξιν, ἑτέρῳ λόγῳ σῴζοντι τὸ ἀκριβὲς ἐν τῷ νοεῖσθαι ἀντὶ [662] τοῦ ἵστα κρατῆρα καὶ τίθει δαῖτα γέρουσιν]. Τὸ δὲ "ἔοικέ τοι, οὔ τοι ἀεικές", ἐκ παραλλήλου τῆς αὐτῆς ἐννοίας ἐστί. σαφέστερον δὲ τοῦ "ἔοικέ τοι" τὸ "οὔ τοι ἀεικές". Ἄλλως γὰρ τὸ ἔοικε λαμβάνεταί ποτε καὶ ἀντὶ τοῦ ὁμοιοῦται καὶ φαίνεται.
(v. 71 s.) Ὅρα δὲ ὅτι φθάσας μὲν Ὅμηρος εἶπε νῆας ἐκ Λήμνου ἐλθεῖν οἶνον ἀγούσας, ὃ δή, ὡς εἰκός, ὀλιγάκις ἐγίνετο καί ποτε, ἐνταῦθα δὲ πλατύτερον ἱστορῶν τὰς τοῦ βασιλέως σκηνὰς πλήρεις εἶναί φησιν οἴνου, "ὃν νῆες Ἀχαιῶν ἠμάτιαι", ἤγουν καθ' ἑκάστην ἡμέραν ἢ δι' ἡμέρας, "ἄγουσι Θρῄκηθεν", ὅ ἐστιν ἐκ τῆς ἀντιπέραν Θρᾴκης, καθ' ἣν καὶ ἐγεώργουν μέρη τινὰ οἱ Ἀχαιοί, καθὰ τὰ περὶ Χερρόνησον, ὡς ἡ ἱστορία φησίν. Ἧς Θρᾴκης μέρος καὶ ἡ Θρᾳκία Σάμος καὶ αἱ περὶ αὐτὴν νῆσοι, ὧν μία, ὡς εἰκός, καὶ ἡ Λῆμνος. καὶ ἔοικε πολύοινος εἶναι καὶ τότε ἡ Θρᾴκη. Διὸ καὶ οἰκητήριον ἐμυθεύετο Ἄρεος εἶναι διὰ τοὺς ἐκ μέθης θυμοὺς καὶ πολέμους, οὓς ὁ Θρᾷξ Λυκοῦργος παύειν ἐθέλων ἐδίωκε τὸν Διόνυσον, ὡς προγέγραπται, [ἄχρις οὗ ὁ Διόνυσος οἶνος ἐνέπεσε τῇ θαλάττῃ φεύγων, εἴτε καὶ κατὰ τὴν ἀλληγορίαν φευγόμενος, εἰ χρὴ οὕτως εἰπεῖν, διὰ τὸ ἄκρατον. Ἔκτοτε μέντοι φιληθεὶς διὰ τὸ κεκρᾶσθαι ὕδατι πολιτικὸς γέγονε καὶ οὕτω προσιτὸς καὶ ἀδίωκτος, οὗ μέρος καὶ ὁ παρὰ τοῖς παλαιοῖς τεθαλαττωμένος οἶνος]. Ἰστέον δὲ καὶ ὅτι αἱ ῥηθεῖσαι πλήρεις οἴνου βασιλικαὶ κλισίαι ἀφορμὴ τῷ Ἀχιλλεῖ ἐγένοντο οἰνοβαρῆ τὸν βασιλέα ἐν τῇ α΄ ῥαψῳδίᾳ εἰπεῖν. Ἀπετίθει γὰρ οἶνον, ὡς ἔοικε, σκωπτικῶς μὲν εἰπεῖν, ὡς οἰνόφλυξ, πρὸς ἱστορίαν δέ, διὰ τά, ὡς φαίνεται, συχνὰ τῶν γερόντων συμπόσια.
(v. 73) Τὸ δὲ "πᾶσά σοί ἐστιν ὑποδεξίη" ἀντὶ [663] τοῦ περιουσιάζῃ τοῖς ἀναγκαίοις καὶ πάντ' ἔχεις τὰ πρὸς ξενίαν καὶ ὑποδοχὴν γερόντων ἐπιτήδεια. Φασὶ γὰρ ἐν τῷ τῶν λαφύρων δασμῷ μοῖραν τῷ βασιλεῖ ἀποκρίνεσθαι εἰς τὰ κοινὰ συμπόσια. Σημείωσαι δὲ ὅτι τὸ "ὑποδεξίη" διὰ τὸ μέτρον ἔκτασιν τῆς παραληγούσης ἔπαθεν.
(v. 74 s.) Ἀρίστη δὲ γνώμη τὸ "πολλῶν ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσει". Δεῖ γὰρ τὸν στρατηγὸν πολλῶν μὲν ἀκούειν, αἱρεῖσθαι δὲ τὸ ἄριστον. Καὶ ὅρα ὅπως τὰ τῶν ἡρώων ἀεὶ συμπόσια σπουδαῖα ἦσαν, ὡς μυριαχοῦ δηλοῦσιν οἱ σοφοί, οἳ συναγόμενοι τὰ σπουδῆς ἄξια παρ' οἶνον ἐβούλευον. Ὡς γάρ φασιν οἱ παλαιοί, ῥᾴονες ἑαυτῶν ἐν οἴνῳ ἐσμέν, ὃ καὶ ὁ Κωμικὸς ὑποκρουόμενός φησι "τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν". Καὶ ἡ τοῦ ὁμοτραπέζου δέ, φασί, κοινωνία φιλοποιόν ἐστι. διὸ καὶ Πέρσαι πίνοντες μὲν βουλεύουσι, νήφοντες δὲ ἐπικρίνουσι. Καὶ ὁ Ῥοδίων δὲ νόμος κελεύει ταῖς μεγίσταις ἀρχαῖς συσσιτεῖσθαι τοὺς ἀρίστους περὶ τῶν ἕωθεν πρακτέων βουλευσομένους. Οὔκουν οἱ Ἕλληνες ἀγειρόμενοι πρὸς μέθην ἔπινον, ἀλλ' ὅσον τὸ κοινωνικὸν συντηρῆσαι τὰ σπουδαῖα βουλεύοντας. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἐν πολέμῳ συμφερτὴ καθ' Ὅμηρον τῶν ἀνδρῶν ἡ ἀρετή, ἀλλὰ καὶ ἐν βουλῇ. Τὸ γὰρ "πολλῶν ἀγρομένων" καὶ "πολλῶν συμφερομένων" οὐ μακρὰν τῆς αὐτῆς ἐννοίας ἐστί.
(v. 74-76) Καλῶς δὲ καὶ τὸ "ὃς ἂν ἀρίστην βουλὴν βουλεύσῃ". οὐ γὰρ τὴν ἁπλῶς ἀγαθήν, ἀλλὰ τὴν ἀρίστην ἐπιλεκτέον βουλήν, ἣν καὶ ἐσθλήν φησι καὶ πυκινήν. Ἀττικὸν δὲ τὸ "βουλὴν βουλεύσει", ὡς εἴρηται.
(v. 77) Μετ' ὀλίγα δὲ ἀττικίζει Ὅμηρος καὶ ἐν τῷ "τίς ἂν τάδε γηθήσειεν", ὃ κατὰ ἔλλειψιν ἔφρασε προθέσεως, οἷον· τίς ἂν εἰς τάδε ἢ κατὰ τάδε γηθήσειε. Δύναται δὲ καὶ ἀντιπτωτικῶς ἀντὶ τοῦ· τίς ἂν τούτοις γηθήσειε.
(v. 75 s.) Τοιοῦτον δὲ καὶ τὸ "μάλα χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς". Ἢ γὰρ ἀντὶ τοῦ χρεία βουλῆς ἀγαθῆς Πανέλλησιν ἢ χρεία βουλῆς εἰς πάντας Ἀχαιούς. Φασὶ δὲ καὶ Κρατῖνον οὕτω που γράψαι "γέγηθα τὸν ἄνδρα". Τοιοῦτον καὶ παρ' Εὐριπίδῃ τὸ "τοὺς εὐσεβεῖς [664] θεοὶ θνῄσκοντας οὐ χαίρουσι", καὶ παρὰ Σοφοκλεῖ τὸ "ἥσθην πατέρα τὸν ἐμὸν εὐλογοῦντά σε". Εἴη δ' ἂν οὐκ ἀπᾷδον πρὸς ταῦτα οὐδὲ τὸ "τὸ δ' ἔπος, ὃ ἐξερῶ τάχα, ἥδοιο μέν". Χρήσιμον δὲ εἰς αὐτὰ καὶ τὸ "πρᾶξιν ἣν ἤλγησ' ἐγώ".
(v. 80-88) Ὅτι ἑπτακόσιοι ἐπελέγησαν φυλακτῆρες Ἑλλήνων, οἳ καὶ ὑπὸ ἑπτὰ ἡγεμόσιν ἑκατοντάρχοις νύκτωρ μέσον τῆς τάφρου καὶ τοῦ τείχους ἐκάθηντο, εἰ καὶ μὴ πυρὰ πολλὰ κατὰ τοὺς Τρῶας, ὅμως καὶ αὐτοὶ πῦρ ἀνάψαντες, ὡς ἂν βλεπόμενοι μὴ δοκοῖεν θορυβεῖσθαι καὶ κρύπτεσθαι, εἴγε πῦρ κείαντες, ὅ ἐστι καύσαντες, "τίθεντο δόρπα ἕκαστος".
(v. 88) Διὰ διφθόγγου δὲ καὶ νῦν τὸ κείαντο παρὰ τοῖς παλαιοῖς ἀντιγράφοις, ὡς φαίνεσθαι κἀνταῦθα προϋποκεῖσθαι τοῦ καίω ῥήματος τὴν διὰ τοῦ ε ψιλοῦ γραφὴν καὶ εἶναι, καθὰ καὶ ἐν Ὀδυσσέιᾳ σαφῶς δηλοῦται, κέω ὡς ῥέω, καὶ συναιρέσει κῶ ὡς ῥέω ῥῶ, εἶτα κατὰ παραγωγὴν καίω ὡς ῥῶ ῥαίω, τὸ φθείρω, ἐξ οὗ καὶ ὁ ῥαιστήρ καὶ ὁ κυνοραϊστής.
(v. 85 s.) Ὅτι δὲ τοσοῦτοι, ὡς ἐρρέθη, τὸ τῶν φυλάκων ἦσαν τάγμα, "οἳ σὺν τεύχεσσιν ἐσσεύοντο, κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες", δηλοῖ ὁ ποιητὴς γράψας οὕτω "ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ κοῦροι ἅμ' ἔστειχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες". Καὶ ὅρα ὡς οὐδὲ νῦν τοξόται παρὰ τούτοις. Πείθουσι γὰρ ἑαυτοὺς μὴ ἕκαθεν ἀμύνεσθαι δι' ἑκηβολίας ἀλλ' αὐτοσχεδόν.
(v. 81-83) Συντάσσονται δὲ τοῖς ἑπτὰ ἡγεμόσι καὶ ὁ τοῦ Νέστορος Θρασυμήδης καὶ ὁ τοῦ Ἄρεος Ἀσκάλαφος καὶ ὁ Μηριόνης.
(v. 89-92) Ὅτι χρήσιμον εἰς εἰλαπίνην σώφρονα τὸ "ὁ δεῖνα", ὡς ἐνταῦθα ὁ βασιλεύς, "γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα" καὶ ἑξῆς, ταὐτολογικῶς τοῖς ἀλλαχοῦ γραφεῖσιν. [Ὅρα δὲ καὶ ἐνταῦθα τὸ τῆς φράσεως καιρίως ἀπέριττον. Οὐ γὰρ διεσκεύασε τὰ τῆς δαιτός, ἀλλ' ἐπῆλθε πάνυ γοργῶς, οἷα μὴ ἔχων καιρὸν ἐμπλατύνασθαι εἰς διασκευήν].
(v. 93-99) Ὅτι ὁ γέρων Νέστωρ, "οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή, πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν" καὶ εἶπε συνήθως "Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί σοι θεὸς [665] ἐγγυάλιξεν", ἤγουν ἔδωκε, "σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα". Καὶ ὅρα ὅπως κἀνταῦθα ὁ Νέστωρ φιλοβασιλεύς, οὐχ' ἧττον ἤπερ Ὀδυσσεὺς δημοχαριστὴς καὶ φιλόδημος, ὡς ἤδη δέδεικται.
(v. 100) Λέγει δὲ ὁ Νέστωρ ὡς οἷον γνωματευόμενος καί, ὅτι διὰ τοῦτό σε χρὴ πέρι μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, ὡς χρεὼν ὂν τὸν βασιλέα καὶ βουλὴν εἰπεῖν ὑπὲρ τοὺς ἄλλους καὶ ἑτέρου δὲ λέγοντος ἐπακοῦσαι.
(v. 101 s.) "Κρηῆναι δέ", φησίν, ἤτοι τελέσαι, "καὶ ἄλλῳ ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ εἰπεῖν εἰς ἀγαθόν. σέο δ' ἕξεται ὅττι κεν ἄρχει", τουτέστι σοῦ τοῦ βασιλέως λογισθήσεται καὶ σοῦ ἅψεται καὶ σὸν ἔσται, ὅπερ ἐν τῇ βουλῇ ἀρχικὸν καὶ πρωτεῦον φανείη καὶ κρατυνθείη. Ὡς γὰρ αἱ κατὰ μάχην ἀριστεῖαι τοῖς βασιλεῦσι προσλογίζονται, οὕτω καὶ τὰ ἐκ τῆς βουλῆς, ᾗπερ αὐτοὶ πάρεισιν, ἀγαθά.
(v. 93) Ὅρα δὲ τὸ "πάμπρωτος" καὶ νῦν ἀκριβῶς ῥηθέν. Ἐν πολλῷ γὰρ ἀριθμοῦ χύματι πολλὰ πρῶτα τῷ λόγῳ τῶν πρός τι. ὃ γὰρ τοῦ ἐφεξῆς προτέτακται, πρῶτον ἐκείνου λέγοιτ' ἄν. τὸ δὲ πρὸ πάντων εἴη ἂν ἐκεῖνο πάμπρωτον. Τὴν δὲ τροπικὴν περιεργίαν τοῦ "ὑφαίνειν μῆτιν" δοκεῖ ἀνακαλύπτειν ἡ ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστορία. Ὑφαίνουσα γὰρ ἐκείνη πέπλον τὸν περιᾳδόμενον μῆτιν καὶ δόλον ὕφαινε.
(v. 94) Τὸ δὲ "φαίνετο ἀρίστη βουλή" ἀντὶ τοῦ ἀπεφαίνετο ἢ ἔφαινεν, ἔλαμπεν. Οὐ γὰρ δήπουθεν ἐνομίζετο.
(v. 103-105) Οὕτω καὶ μετ' ὀλίγα ὁ Νέστωρ συνιστῶν ἑαυτὸν ἐν τῷ "ὥς μοι δοκεῖ εἶναι ἄριστα" οὐ διστάζοι ἐν τῷ "ὥς μοι δοκεῖ". Πῶς γὰρ ἂν διστάζοι ὁ ἐπαγαγὼν τὸ "οὐ γάρ τις ἄμεινόν τι νοήσει". [Φησὶ γὰρ μετὰ τὸ "ὥς μοι δοκεῖ ἄριστα" τὸ "οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει οἷον ἐγὼ νοέω". Ἔνθα τὸ "νόον" καὶ "νοήσει" καὶ "νοέω" τρόπου ἐστίν, ὁποίου καὶ τὸ "βουλὴν βουλεύσει" καὶ τὰ κατ' αὐτό, ποιοῦν καὶ σχῆμά τι ἐπιμονῆς. Τὸ δὲ "νόον", ὅπερ ἔννοιαν δηλοῖ καὶ νόημα, ὁμωνυμεῖ τῷ [666] νόῳ, οὗ προβολαί εἰσι τὰ νοήματα. Καὶ ἔστι συνήθης ἡ λέξις. Νοῦν γὰρ λόγου φαμέν, καθότι καὶ νοεῖν αὐτὸν λέγομεν, ὡς τὸ "πυθοίμεθ' ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ", τουτέστι ποταπὴν ἔννοιαν κρύπτει].
(v. 94) Τὸ δὲ "φαίνετο βουλή" ταὐτὸν τῷ μῆτις, ὃ ἀνωτέρω κεῖται, πολυωνυμούμενον πρὸς τὴν βουλὴν καὶ τὴν σκέψιν καὶ τὸ βούλευμα.
(v. 97) Τὸ δὲ "ἐν σοὶ μὲν λήξω, σοῦ δ' ἄρξομαι" σχῆμα μὲν ὑστερολογίας ἐστί ‑ Προτερεύει γὰρ λήξεως ἡ ἀρχή. ‑ , δηλοῖ δὲ προεκθετικῶς, ὅτι ἀπὸ σοῦ ἄρξομαι δημηγορῶν καὶ εἰς σὲ καταλήξω, ἤγουν σὲ ἀρχὴν καὶ τέλος τοῦ λόγου ποιήσομαι, ὡς περὶ πλείονός σε τῶν ἄλλων τιθέμενος, ὃ δὴ καὶ ἐνταῦθα ὁ γέρων ποιεῖ, ἀρξάμενος τῆς συμβουλῆς ἐκ τοῦ βασιλέως καὶ εἰς αὐτὸν περάνας αὐτήν.
(v. 97 s.) Τὸ δὲ "οὕνεκα πολλῶν λαῶν εἶ ἄναξ" ἔστι μὲν αἰτιολογία καὶ τοῦ "ἐν σοὶ μὲν λήξω, σοῦ δ' ἄρξομαι", μάλιστα δὲ αἰτιολογικόν ἐστι τοῦ κατωτέρω, ἤγουν τοῦ "χρή σε πέρι μὲν φάσθαι ἔπος" καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς διότι πολλῶν ἄρχεις, διὰ τοῦτο χρή σε καὶ περιττὸν τὴν δημηγορίαν εἶναι καὶ ἄλλων ἀκούειν. Ἐκεῖνο μὲν γὰρ παναρίστου καὶ αὑτῷ πάντα νοοῦντος, τοῦτο δὲ ἐσθλοῦ ὡς ἑτέρῳ πειθομένου καὶ κραίνοντος τὸ ῥηθὲν εἰς ἀγαθόν. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, προηγεῖται κἀνταῦθα περιβλητικῶς ἡ αἰτία τοῦ αἰτιατοῦ νοήματος.
(v. 99) Τὸ δὲ "σκῆπτρόν τ' ἠδὲ θέμιστας" ἀσφαλῶς πέφρασται κατὰ συνδυασμόν. Οὐ γὰρ ὁ σκῆπτρον ἁπλῶς ἔχων ἤδη καὶ σκηπτοῦχος βασιλεύς ἐστιν, εἴγε καὶ ὁ πτωχικὸς Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ σκῆπτρον ἔχει. Καὶ ἄναξ δέ τις ἐν τοῖς μετὰ ταῦτα σιωπῇ σκῆπτρον ἔχων ἐπ' ὄγμου ἵσταται, οἰκοδεσπότης ἐκεῖνος ὤν. Ὁ δὲ κυρίως ἄναξ καὶ σκῆπτρον θεόθεν ἔχει καὶ θέμιστας οἷα καὶ δικασπόλος.
(v. 100) Ὅρα δὲ ὡς καὶ λόγιον βούλεται εἶναι τὸν βασιλέα, ἐν οἷς λέγει, ὡς χρή σε πέρι μὲν φάσθαι ἔπος. οὐ γὰρ ἁπλῶς φάσθαι χρή, ἀλλὰ περισσῶς. Δῆλον δ' ὡς τὸ περιττῶς φράζειν ἀνάπαλιν ἔχει πρὸς τὸ ἀφελῶς, ὅ ἐστιν ἀπερίττως.
(v. 101) Τὸ δὲ [667] "κρηῆναι", ὅ ἐστιν ἐπιτελέσαι, "καὶ ἄλλῳ", ἤγουν ἄλλου ἔπος, ὅταν εἰς ἀγαθόν τις εἴπῃ, οὐ μὴν εἴς τι φαῦλον, παράφρασίς ἐστι τοῦ "πολλῶν ἀγρομένων τῷ πείσεαι, ὃς ἂν ἄριστα βουλεύσῃ". Ἔχεται δέ πως καὶ τοῦ καθ' Ἡσίοδον ἐσθλὸν εἶναι κἀκεῖνον, ὃς εὖ εἰπόντι πίθηται.
(v. 102) Τὸ δὲ "σέο δ' ἕξεται ὅττι κεν ἄρχῃ" ἶσον εἶναι ἀποφαίνεται τῷ ἀγαθῷ συμβούλῳ καὶ τὸν κυροῦντα τὴν συμβουλὴν καὶ μὴ φθονοῦντα ἤ τι τοιοῦτον πάσχοντα. φθόνῳ γὰρ καὶ θυμῷ καὶ ἔριδι πολλὰ τῶν κοινῶν ἀνετράπησαν. [Ἰστέον δὲ ὅτι δυσμίμητος φράσις τὸ "σέο δ' ἕξεται ὅττι κεν ἄρχῃ", ληφθεῖσα ὡς ἀπὸ πείσματος, ὅ ἐστι σχοίνου, ἀρχομένου μέν ποθεν, συνδέοντος δὲ πρὸς τῷ ἑτέρῳ ἄκρῳ ἄλλο τι. Καὶ δηλοῖ ὡς ὁ ἔκ τινος ἀγαθὸς λόγος τελεσφορηθεὶς ὑφ' ἑτέρου ἀρχὴν μὲν ἄλλοθεν ἔσχεν, ἔχεται δέ πως καὶ τοῦ ἀποτελέσαντος αὐτὸν καὶ δοκεῖ αὐτοῦ μάλιστα εἶναι, ὃς ἴσχυσε τὸν ἀγαθὸν λόγον εἰς τέλος ἀγαγεῖν].
(v. 103-105) Ὅτι ἐν οἷς λέγει ὁ ῥήτωρ Νέστωρ "αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει, οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν" ‑ Λέγει δὲ περὶ τοῦ εἰς Ἀχιλλέα πρεσβεῦσαι. ‑ διδασκόμεθα οἷον εἶναι χρὴ τὸν σύμβουλον. Ὡς γὰρ τοῖς σοφοῖς ἀρέσκει, οὐ σχεδιάσει ὁ συμβουλεύων περὶ μεγάλων, ἀλλ' ἐρεῖ ἐσκεμμένος πάλαι ἥκειν, καὶ οὐ τὸ ἐπιὸν φθέγγεσθαι οὐδὲ διστάζων δημηγορήσει, ἀλλ' ἀξιωματικῶς λέγων. Ὅρα δὲ οἷον ἡ ἀνάγκη. ὁ γὰρ φιλοβασιλεὺς ῥήτωρ εἰς ὑπόπτωσιν ἄγει τὸν βασιλέα διὰ περίστασιν ἀναγκαίαν ὡς εἰς Ἀχιλλέα πρεσβεύσειν.
(v. 104) Νόον δέ, ὡς εἴρηται, τὸ νόημα λέγει ὁμωνύμως τῷ νοοῦντι λογισμῷ. Καὶ ἔστι κἀνταῦθα τὸ "νόον νοήσει" σχήματος Ἀττικοῦ.
(v. 105-107) Ἰστέον δὲ ὅτι τε τὸ "πάλαι" ἑρμηνεύων ὁ ποιητής φησιν "ἐξ ἔτι τοῦ, ὅτε διογενὲς Βρισηΐδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας". Καὶ ὅτι τὸ "ἠδ' ἔτι καὶ νῦν" περισσὸν συνήθως ἔχει τὸν ἕνα σύνδεσμον, ὁποῖόν τι καὶ τὸ "ἠδέ κε καὶ οὗ πατρός", ἀντὶ τοῦ καὶ τοῦ ἰδίου πατρός. Καὶ ὅτι ἐν τῷ "ἐξ ἔτι τοῦ", ἤγουν τούτου τοῦ χρόνου, περιττὸν κεῖσθαι δοκεῖ τὸ ἔτι, καὶ ἔστιν ὅμοιον τῷ "ἐξ ἔτι πατρῶν". καὶ ὅτι τὸ "ἐξ ἔτι τοῦ" ταὐτόν ἐστι τῷ ἐξ ὅτου. Καὶ [668] ὅτι ὁ Νέστωρ, ὅτε καιρὸν εὗρε, κατακρίνων τὸν βασιλέα ἐφ' οἷς ὕβρισεν εἰς Ἀχιλλέα, οὐ μόνον λέγει, ὅτι ἑλὼν ἔχεις γέρας, ἀλλὰ καὶ ὅτι ἔβης τὴν Βρισηΐδα ἐκ τῆς τοῦ Ἀχιλλέως λαβὼν σκηνῆς, ὅπερ οὐδ' Ἀχιλλεὺς εἶπεν. Ἐκεῖνος γὰρ ἐπιεικέστερον τῇ μητρὶ ἔφη, ὅτι κήρυκες αὐτὴν ἔβαν ἄγοντες, ὁ δὲ γέρων δριμύτερον τοῦ βασιλέως καθάπτεται, ἀφ' ὧν ἐκεῖνος εἶπεν ἀπειλησάμενος, ὡς ἐγὼ ἄγω Βρισηΐδα αὐτὸς ἰὼν κλισίηνδε.
(v. 108 s.) Λέγει δὲ ὁ Νέστωρ καὶ ὅτι "οὔ τι καθ' ἡμέτερόν γε νόον, μάλα γάρ τοι ἔγωγε πόλλ' ἀπεμυθεόμην", ἤτοι ἀπηγόρευον, ὃ ἀνάπαλιν ἔχει πρὸς τὸ μυθεῖσθαι καὶ παραμυθεῖσθαι. Ὅτι δὲ ἀληθῶς ὁ γέρων ἀπεμυθεῖτο, ἡ α΄ ῥαψῳδία δηλοῖ ἐν τῷ "μήτε σὺ τόνδ' ἀγαθός περ ἐών" καὶ ἑξῆς. Εἰ δὲ μὴ πόλλ' ἀπεμυθεῖτο ‑ Οἴδαμεν γὰρ ὡς ἐν τῇ ῥηθείσῃ ῥαψῳδίᾳ καίρια μέν, οὐ πολλὰ δὲ ὁ ῥήτωρ ἀπεμυθήσατο. ‑ , νοητέον ὡς κατὰ τὸ σιωπώμενον οὐκ ὀλίγα ὕστερον τὸν βασιλέα ἐμέμψατο, ἐφ' οἷς ἐκεῖνος εἰς τὸν τηλικοῦτον Ἀχιλλέα ὕβρισεν
(v. 109 s.) Εἶτα ἐξαίρων τῷ λόγῳ τὸν Ἀχιλλέα φησὶ "σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας". Καὶ ὅρα, ὡς παιδεύει Ὅμηρος, ὅπως χρὴ πεπαιδευμένως τοῖς ἄρχουσιν ὁμιλεῖν. Νέστωρ γὰρ τῷ βασιλεῖ δι' αὐθάδειαν καὶ προπέτειαν εἰς Ἀχιλλέα ὑβρίσαντι λέγει, ὅτι μεγαλήτορι θυμῷ εἴξας ἠτίμησε τὸν Ἀχιλλέα, ψυχῆς μὲν μεγαλειότητα καλέσας καθ' ὑπαλλαγὴν ὀνόματος τὴν αὐθάδειαν, τὸ δὲ προπετεύσασθαι εἶξαι εἰπών. Αὐτὸς μέντοι ὁ βασιλεὺς μετ' ὀλίγα ἑαυτοῦ καταγνοὺς λευγαλέας φρένας τὰς οἰκείας λέγει, ὡς οἷον ὀλοόφρονα, ἤγουν ὀλεθριόφρονα, καλέσας ἑαυτὸν ἀντὶ μεγαλήτορος. Δύναται δὲ μεγαλήτορα θυμὸν λέγειν καὶ τὸν πάνυ μέγαν θυμόν, ὡς μετ' ὀλίγα ἐν τοῖς πρὸς Ἀχιλλέα λόγοις ῥηθήσεται.
(v. 106) Ἰστέον δὲ ὅτι τὸ "ὅτε διογενές" καὶ ἑξῆς γράφεται καὶ "ὅτε διογενεῦς", ὁμοίως τῷ Ὀδυσσέος Ὀδυσσεῦς, ἵνα λέγῃ τὴν κόρην τοῦ διογενοῦς Ἀχιλλέως. Καὶ εἶχε μὲν διογενοῦς εἰπεῖν ἀσφαλῶς, προείλετο δὲ τὸ ποιητικώτερον.
(v. 107) Τὸ δὲ "χωομένου Ἀχιλῆος" παιδευτικῶς πρόσκειται, ὡς μὴ δέον ὂν τὸν ἀγαθὸν βασιλέα δριμέως ἐπεξιέναι τῷ ὀργιζομένῳ ἄγαν καὶ οὕτως ἐπισκοτουμένῳ τὸν νοῦν ἥρωϊ.
(v. 108) Τὸ δὲ "οὔ τι καθ' ἡμέτερόν γε νόον" ἐπὶ τῶν ἀπαρεσκομένων τινὶ ἁρμόττει εἰπεῖν.
(v. 111-113) Ἐπὶ δέ γε τῶν θελόντων σπείσασθαι πρὸς ἐχθραίνοντα οἰκεῖον τὸ "φραζώμεθα ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί [669] τε μειλιχίοισι", τουτέστι παντὶ τρόπῳ, καὶ λόγοις ἱλαροῖς καὶ ἔργοις δεξιωτικοῖς.
(v. 111) Ὅρα δὲ καὶ νῦν τὸ "ἠτίμησεν" ἀνομοίως λεχθὲν τῇ ὕστερον χρήσει. Οἱ γὰρ μεθ' Ὅμηρον ἠτίμωσε λέγουσι κατὰ συζυγίας ἐναλλαγήν, ὃ δὴ καὶ ἐπ' ἄλλων γίνεται τῆς συνθέσεως ἐναλλαττούσης τὰς συζυγίας, οἷον δοκῶ δοκεῖς τὸ ἁπλοῦν, προσδοκῶ δέ, προσδοκᾷς, τὸ σύνθετον. Οὕτω καὶ ὁρῶ ὁρᾷς ἐν ἁπλότητι, ἐν δὲ συνθέσει θεωρῶ θεωρεῖς, καὶ κυκλῶ μὲν κυκλοῖς, [ὃ καὶ κυκλεύειν φαμέν], εἰσκυκλῶ δὲ εἰσκυκλεῖς, καὶ λογίζω μέν, ἐλλογῶ δέ, ὡς τὸ "ἐμοὶ ἐλλόγει", καὶ χειρίζω μὲν χειρίσω, διαχρῶ δὲ διαχρήσω, καὶ σκοτίζω μέν, ἐπισκοτῶ δέ, καὶ ἱερεύω μὲν βαρυτόνως, καλλιερῶ δὲ περισπωμένως, καὶ τοπῶ μὲν τοπᾷς, καχυποτοπῶ δὲ καχυποτοπεῖς, καὶ ξενίζω μὲν καὶ κακίζω, προξενῶ δὲ καὶ φιλοξενῶ καὶ ἐκκακῶ, καὶ ὁρίζω μέν, ὁμορῶ δέ, καὶ ὁρκίζω μέν, εὐορκῶ δέ, καὶ ὁπλίζω εὐοπλῶ, πλέω εὐθυπλοῶ, ῥέω εὐροῶ, σὺν δὲ μυρίοις ἑτέροις καὶ τιμῶ μὲν τιμήσω, τὸ ἁπλοῦν, ἀτιμῶ δὲ ἀτιμώσω, τὸ σύνθετον, παρὰ τοῖς μεθ' Ὅμηρον.
(v. 112) Ἀρέσασθαι δὲ καὶ νῦν τὸ εἰς φιλίαν ἁρμόσασθαι, ὅθεν καὶ ἀρθμός ἡ φιλία καὶ ἑταῖροι ἐρίηρες, οἱ ἄγαν ἀλλήλοις ἀρεστοί, ὅ ἐστιν ἡρμοσμένοι, καὶ πρόσαρμα δὲ ἡ τῷ σώματι προσφυὴς τροφή. μετ' ὀλίγα δὲ καὶ ἐνεργητικῶς ἀρέσαι φησὶ τὸ φιλοφρονήσασθαι. Καὶ τὸ ἀρήσασθαι δὲ ἀντὶ τοῦ εὔξασθαι ὁμοίας ἐστὶ δυνάμεως. καὶ γὰρ καὶ τὸ ἀρᾶσθαι ἁρμονία τίς ἐστι πρὸς θεόν, ὥσπερ καὶ ἡ εὐχή, ἣν ὁ Αἰλιανὸς πρέσβιν φησὶ πρὸς θεὸν ἀδωρότατον.
(v. 113) Ὅρα δὲ καὶ ἐν στίχῳ ἑνὶ πάρισα τέσσαρα, τὸ "δώροισι" καὶ ἑξῆς, ὡς προγέγραπται.
(v. 115-118) Ὅτι ὥσπερ ἡ Ἑλένη ἔλεον ἐπισπᾶται ὁμολογοῦσα ἰδίαν κακίαν καὶ κατηγοροῦσα ἑαυτῆς, οὕτω καὶ νῦν ὁ βασιλεὺς προκαλεῖται συγγνώμην, λέγων "ὦ γέρον, οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας. ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι". Ὁμολογεῖ [670] δὲ καὶ ὅτι "ἀντί νυ πολλῶν λαῶν ἐστὶν ἀνήρ", οὐχ' ὁ Ἀχιλλεύς, ‑ Τοῦτο γὰρ ἔτι ὀκνεῖ ἐξ ὀνόματος εἰπεῖν. ‑ , ἀλλ' ἁπλῶς ὁ θεοφιλής. Ἐπάγει γὰρ "ὅν τε θεὸς κῆρι φιλήσῃ, ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν".
(v. 120 s.) Εἶτά φησιν ἐθέλειν ἀρέσαι, ὡς εἴρηται, δοῦναί τε σὺν μιᾷ τῶν θυγατέρων καὶ σὺν ἑτέραις γυναιξὶ καὶ πόλεσι δὲ καὶ ἑτεροῖα ἄποινα τῷ Ἀχιλλεῖ, ἅπερ αὐτὸς μὲν ἀπερείσια λέγει καὶ περικλυτὰ καὶ μάλα πολλά, Νέστωρ δὲ οὐκ ὀνοστὰ εἶναί φησιν. Ὀδυσσεὺς δὲ ἐν τοῖς ἑξῆς ἄξια δῶρα διδόναι τῷ Ἀχιλλεῖ λέγει τὸν Ἀγαμέμνονα, εἰς ταὐτὸν κἀνταῦθα τοῖς δώροις ἀγομένων τῶν ἀποίνων κατὰ σχῆμα πολυωνυμίας. Λέγουσι δὲ οἱ παλαιοὶ ἐν τούτοις ὡς, εἰ μὲν φιλοχρήματος ὁ Ἀχιλλεύς, πολλὰ τὰ ἐξ Ἀγαμέμνονος δῶρα, εἰ δὲ φιλογύνης, ἔχει τῶν βασιλέως θυγατέρων, ἣν ἂν ἕλοιτο, εἰ δὲ φιλότιμος, ἔχει καὶ τὸ τιμᾶσθαι διά τε τὸ βασιλικὸν κῆδος καὶ τὰς πόλεις ἃς προῖκα λήψεται.
(v. 115 s.) Ἰστέον δὲ ὅτι ὁ ὁμολογῶν πταῖσαι εἴποι ἂν πρὸς τὸν ἐλέγχοντα τὸ "οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας" καὶ ἑξῆς, ὡς ἀνωτέρω εἴρηται. Ἔστι δὲ τὸ "ψεῦδος" μὲν ἐπιρρηματικὸν ἀντὶ τοῦ ψευδῶς, [εἰ μή τις ἴσως ἐθέλει στίζειν ἐν τῷ "οὔ τι ψεῦδος", εἶτα ἐπάγειν ἀσυνδέτως κατ' ἔλλειψιν τὸ ἐφεξῆς, ἵνα λέγῃ κομματικῶς· οὔ τι ψεῦδός ἐστιν ὧν ἐδημηγόρησας, ἐμὰς ἄτας κατέλεξας].
(v. 115) Τὸ δὲ "κατέλεξας" ἀντὶ τοῦ ἠρίθμησας. Δοκεῖ γάρ τισι μὴ ἐν χρήσει παρὰ τῷ ποιητῇ εἶναι τὸ λέξαι ἀντὶ τοῦ εἰπεῖν.
(v. 116) Τὸ δὲ "ἀασάμην" τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ἡ ἄτη γίνεται, ἀεὶ ἐκτείνουσα ὡς ἀπὸ κράσεως τὸ ἐν ἀρχῇ [671] δίχρονον, εἰ καὶ ἡ ἄση, ἄλλο τι παρὰ τὴν ἄτην οὖσα, ὡς καὶ οἱ Ἀσκληπιάδαι δηλοῦσι, συστέλλει τὴν ἄρχουσαν, καθὰ καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ "ἔπαυσε καρδίαν ἄσης". Ὅρα δὲ ὅτι τὸ "ἀασάμην" ἐκτείνει μὲν τὴν ἄρχουσαν ἐν διαφόροις τόποις διὰ δακτύλου ἀπαρτισμόν, συστέλλει δὲ τὴν μετ' αὐτήν. Ἐφεξῆς δὲ ἐν τῷ "οὐκ ἐνόησεν, ἀάσατο δέ" ἀνάπαλιν βραχύνει μὲν ὡς ἐν μεταθέσει χρόνου τὸ κατάρχον δίχρονον, ἐκτείνει δὲ τὸ μετ' αὐτό. Τὸ δὲ "ἀναίνεσθαι" ταὐτόν ἐστι τῷ μὴ αἰνεῖν, ἤγουν συναινεῖν καὶ συγκατατίθεσθαι.
(v. 116 s.) Τὸ δὲ "ἀντί νυ πολλῶν λαῶν ἐστιν ἀνήρ, ὃν θεὸς φιλήσει" γνωμικῶς εἴρηται. Λέγει δὲ ὅτι ὁ θεοφιλής, κἂν εἷς εἴη, ὅλως παρεξισοῦται πλείοσι, καὶ πιστοῦται τὸν λόγον ἐκ τοῦ Ἀχιλλέως, καταγαγὼν συνήθως τὸ καθόλου εἰς μερικὸν καὶ δείξας ἀντὶ πολλῶν λαῶν εἶναι τὸν εἰς τοσοῦτον τιμηθέντα, ὡς δαμασθῆναι δι' αὐτὸν πολὺν οὕτω λαόν.
(v. 119-121) Ἐν τούτοις δὲ τὸ "ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω" οἰκεῖόν ἐστι προσώπῳ μεταμελομένῳ ἐφ' οἷς ἔπταισε. Περὶ δὲ τῶν ἐν τῷ τοιούτῳ νοήματι λέξεων προγέγραπται. Ὀνομαίνειν δὲ καὶ ἐνταῦθα τὸ πρὸς ὄνομα καταλέγειν, ὃ δὴ ποιεῖ εὐθὺς ὁ βασιλεὺς ἐξαριθμούμενος, ἃ δώσει τῷ Ἀχιλλεῖ.
(v. 122) Ὅτι τῶν τριπόδων οἱ μὲν ἐμπυριβῆται, οἳ καὶ αἴθωνες ἴσως λέγοιντο ἂν ὡς πυρὶ αἰθόμενοι καὶ οὕτω χρήσιμοι, οἱ δὲ ἀναθεματικοὶ πρὸς κάλλος ἀνατιθέμενοι ἐν οἴκοις ἢ ναοῖς, ἄχραντοι πυρὶ φυλαττόμενοι, οὓς ἀπύρους ἐνταῦθά φησιν ὁ ποιητής, πρὸς διαστολὴν τῶν ἐμπυριβητῶν. Ἕτεροι δὲ ἀπύρους μὲν νοοῦσι τοὺς μήπω πυρὶ ὁμιλήσαντας, αἴθωνας δὲ τοὺς ἤδη πυρωθέντας.
(v. 123) Λέβητες δὲ ἕτεροι ὄντες τριπόδων, ὡς δηλοῖ σαφῶς καὶ ἡ Ὀδύσσεια, λέγονται ἄλλως αἴθωνες διὰ τὸ ἐκ τοῦ γεγανῶσθαι λαμπρόν, ὡς ἀπὸ τοῦ αἴθω, τὸ λάμπω. Ὅτι δὲ ἐντιμότεροι λεβήτων οἱ τρίποδες, δηλοῖ κἀνταῦθα ὁ ποιητής, ἑπτὰ μὲν ἀπύρους τρίποδας, αἴθωνας δὲ λέβητας εἴκοσι πρὸς τοῦ βασιλέως ὑπεσχῆσθαι λέγων τῷ Ἀχιλλεῖ.
(v. 122 s.) Ἔνθα δυσὶ στίχοις φιλοτιμεῖται τέσσαρα δῶρα ἐμπεριγράψαι, εἰπὼν "ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους". Τούτων δὲ τῶν στίχων ἑκατέρου [672] ἡ εἰς ἀνὰ δύο ἐννοίας τομὴ οὐ πάνυ μετρικῶς ἔχειν δοκεῖ τοῖς παλαιοῖς, οἵ φασιν, ὅτι τὸ μέτρον χαίρει μὲν συνδεσμεῖσθαι τοὺς πόδας ἀλλήλοις, ὡς κατὰ μηδὲν εἰς μέρος ἀπαρτίζειν λόγου, οἷον "Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσε". Παραιτεῖται δὲ ὥσπερ τὸ κατὰ πόδα τέμνεσθαι, οἷον "ὕβριος εἵνεκα τῆσδε, σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν", ἔνθα καθ' ἕνα ἕκαστον πόδα καὶ μέρος λόγου ἀπαρτίζεται, οὕτω καὶ τὴν δίχα τομήν, ἤγουν τὴν εἰς δύο ἐννοίας, ὡς τὸ "ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων". οὕτω δὲ καὶ τὴν τριχῇ καὶ ἐπὶ πλεῖον διαίρεσιν. Ῥυθμικὰ γάρ, φασί, ταῦτα ἢ μετρικά. Οὐκοῦν καὶ τὰ ῥηθέντα δύο ἔπη ῥυθμικώτερον διάκεινται. καὶ οὕτω μὲν τοῦτο. [Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται ὅτι τε ἄπυροι τρίποδες, εἰς οὓς οἶνος ἐξεκεράννυτο, λοετροχόοι δέ, ἐν οἷς ὕδωρ ἐθερμαίνετο, οἱ καὶ ἐμπυριβῆται. ὧν ἔνιοι ὠτώεντες, τρίποδες καλούμενοι διὰ τὸ τρίποδα τὴν ὑπόβασιν ἔχειν. Καὶ ὅτι τὸ ἀρχαῖον δύο γένη τριπόδων ἦσαν, οἳ καὶ λέβητες ἐκαλοῦντο, ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος "τὸν μὲν τρίπους ἐδέξατο οἰκεῖος λέβης, ἀεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν". ὁ δὲ ἕτερος κρατὴρ καλούμενος, ὁποῖοι οἱ παρ' Ὁμήρῳ ἄπυροι, ἐν οἷς οἶνον ἐκίρνων. ὃς δὴ καὶ ᾠκειοῦτο Διονύσῳ διὰ τὴν κατ' αὐτὸν ἐν μέθῃ ἀλήθειαν, καθὰ καὶ τῷ Πυθίῳ Ἀπόλλωνι τρίπους ἦν ἀληθείας διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν. "Οἶνος γάρ", φασί, "καὶ ἀλήθεια". "ὃς καὶ ἀνδρός", φασίν, "ἔδειξε νόον". καὶ ἐν Διονυσίοις νικητήριον διὰ τοῦτο τέθειται τρίπους, ἐπεὶ καὶ τοὺς ἀληθεύοντας ἐκ τρίποδος λέγειν φαμέν, τοῦ κατὰ μαντείαν δηλαδὴ ἀληθευτικοῦ. ὃ καὶ οἶνος ποιεῖ, ὡς εἴρηται. Λέγει δὲ ὁ αὐτὸς καὶ ὡς ἡ τῶν τριπόδων λέξις καὶ ἐπὶ τραπεζῶν ἔκειτο. ἔνθα καὶ χρῆσιν φέρων ἀπὸ Ξενοφῶντος τοῦ, ὥς φησι, μουσικωτάτου, παράγει καὶ Ἀντιφάνην εἰπόντα "ἐπεὶ δ' ὁ τρίπους ἤρθη", τουτέστιν ἡ τράπεζα, "κατὰ χειρῶν εἴχομεν", ἤγουν ἐνιπτόμεθα. Ἔστι δὲ πάντως ταὐτὸν τρίπουν εἰπεῖν καὶ τράπεζαν].
(v. 122) Ἰστέον δὲ ὅτι ἀόριστον, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, τὸ τάλαντον παρὰ τοῖς παλαιοῖς, καθὰ καὶ Πορφύριος καὶ ἄλλοι ἀπέδειξαν. [673] Ἐπεὶ καὶ παρ' Ἀττικοῖς μὲν ὕστερον εἰς ἑξακισχιλίους στατῆρας αὐτὸ περιέστη. τὸ δὲ Μακεδονικὸν τάλαντον τρεῖς ἦσαν χρύσινοι. Δίφιλος δέ πού φησιν ἀργυρίου βραχύ τι τάλαντον. Παρ' ἄλλοις δὲ τάλαντον αἱ ἑκατὸν εἰκοσιτέσσαρες δραχμαί. οὕτως ἀνίσως εἶχε. Κἀνταῦθα γοῦν τὰ τῷ Ἀχιλλεῖ δοθησόμενα δέκα τάλαντα ‹οὐ› μέγα τι δοκοῦσιν εἶναι, ὥσπερ τὰ δύο τὰ ἐν τῷ ἐπιταφίῳ τοῦ Πατρόκλου τῷ τετάρτῳ ἀθλητῇ κείμενα βραχύ τι φανήσεται στάθμιον. [Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φαίνεται, ὅτι τὸ τάλαντον ἦν ὅτε χιλιάδες ἦν κερμάτων ἕξ. Ἱστορῶν γὰρ ὡς ἑκατὸν μνᾶς ὁ μέγας Ἀλέξανδρος εἰς δεῖπνον ἀνήλισκε, λέγει καὶ ὅτι τὰ τετρακόσια τάλαντα γίνεται Ἰταλικοῦ νομίσματος μυριάδες διακόσιαι τεσσαράκοντα. Καὶ ἦν ταῦτα βασιλικὸν ἀνάλωμα εἰς δεῖπνον]. Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν τάλαντα παρὰ τῷ ποιητῇ τὰ ταλαντευόμενα. Λέγεται δέ ποτε κυρίως τάλαντον καὶ αὐτὸ τὸ ὄργανον τοῦ σταθμοῦ, ὡς καὶ παρὰ Λυκόφρονι, διὰ τὸ τάλαν ἤτοι καρτερικὸν τοῦ ἐργαλείου καὶ κοπηρὸν καί, ὡς εἰπεῖν, φερέπονον. Οὗ καὶ μέρος τι τρυτάνη λέγεται διὰ τὸ τοῖς βαρήμασι τρύεσθαι, ὅ ἐστι καταπονεῖσθαι. ὅθεν καὶ ὁ ἄτρυτος καὶ ἡ Ἀτρυτώνη. [674] Καθ' ὅμοιον δέ τινα τρόπον καὶ μέδιμνος καὶ χοῖνιξ καὶ πῆχυς καὶ ἕτερα τό τε ὄργανον δηλοῦσι τοῦ μετρουμένου καὶ αὐτὸ τὸ μετρούμενον, ὥσπερ καὶ ἡ λέξις τοῦ σταθμοῦ.
(v. 123 s.) Τοὺς δὲ ῥηθέντας δώδεκα πηγοὺς ἵππους ἀθλοφόρους εἰπὼν ἐτυμολογεῖ τὸ ἀεθλοφόρους, ἵνα μή τις τοιούτους νοήσῃ τοὺς ἐν ἄθλῳ, ἤτου ἀγῶνι, ταχέως φερομένους, καί φησιν "οἳ ἀέθλια ποσὶν ἄροντο", ὅ ἐστιν ἔπαθλα ἔσχον, καὶ καθ' Ὅμηρον λόγῳ πολυωνυμίας εἰπεῖν, ἠνείκαντο, τουτέστιν ἠνέγκαντο, σαφέστερον δὲ φάναι, ἔφερον. οἷς ταὐτὸν τὸ ἄροντο. Οἱ δὲ τοιοῦτοι καὶ φερένικοι ῥηθεῖεν ἄν. Παρατατικοῦ δὲ παθητικοῦ χρόνου τὸ "ἄροντο", ἴσως δὲ καὶ μέσου ἀορίστου δευτέρου, οὗ πρῶτος τὸ "ἠράμεθα μέγα κῦδος". Νοητέον δὲ ὅτι ἐν Τροίᾳ οἱ τοιοῦτοι ἀληθῶς ἀγωνιζόμενοι ἤραντο ἀέθλια. Εἰ γὰρ πρὸ τῆς Τρωϊκῆς μάχης ἐν Πελοποννήσῳ νοηθεῖεν ἀεθλεύοντες, εἶεν ἂν ἤδη ἀχρεῖοι τῷ Ἀχιλλεῖ ὡς γέροντες.
(v. 125-127) Ἀποσεμνύνων δὲ τοὺς τοιούτους ἵππους ὡς καὶ πολυνίκους καὶ οὐχ' ἁπλῶς ἀπενεγκαμένους ἀέθλια ποσίν, ἀλλὰ καὶ πολλὰ μάλα, φησὶν "οὔ κεν", ἤγουν οὐκ ἄν, "ἀλήϊος εἴη ἀνήρ, ᾧ τόσσα γένοιτο, οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσα μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι", τουτέστιν ὁ ἄνθρωπος, ᾧτινι τόσα γένοιντο πράγματα, ὅσα τοῖς ἵπποις ἦλθον εἰς ἔπαθλον, πολύχρυσός τε ἂν γένοιτο καὶ πολλὰ σχοίη λήϊα. Καὶ ὅρα ὅτι τε τοῦ καταφατικῶς εἰπεῖν "πολυλήϊος ἀνὴρ καὶ πολυκτήμων" προείλετο κατ' ἀπόφασιν, εὖ εἰδώς, σχηματίσαι τὸν λόγον, εἰπὼν "οὔτε ἀλήϊος οὔτε ἀκτήμων χρυσοῦ", καὶ ὅτι τὸ νόημα τοῦτο περίφρασίς ἐστι τοῦ "ἀέθλια πολλά", διασαφοῦσα τὸ ἐν ἐκείνῳ ἀόριστον πλῆθος. Καὶ ὅρα ὡς ἐκ μέρους τῶν ληΐων καὶ τῆς χρυσοῦ κτήσεως πάντα πλουτισμὸν ἐνέφηνε, καὶ ὅτι κατ' ἐξαίρετον ἐκ τῶν ἄλλων ὑλῶν μνησθεὶς τοῦ χρυσοῦ μετὰ τὰ λήϊα, καὶ ἐρίτιμον αὐτὸν λέγει ὡς τῶν λοιπῶν μετάλλων τιμιώτερον. Ληΐων δὲ πρώτων μνησθεὶς ἐξοχὴν ἐγκωμιαστικὴν τῆς γεωργίας [675] ἐνέφηνε. [Ἰστέον δὲ ὅτι σπουδαῖον πάλαι κριθὲν τὸ ἐναγωνίως καὶ χάριν ἐπάθλων γυμνάζεσθαι φίλον ἦν καὶ τοῖς περὶ Τροίαν Ἀχαιοῖς τά τε ἄλλα καὶ διότι φιλοτιμίαν τε εἶχε τὸ πρᾶγμα καὶ εἰς μάχην ἠρέθιζε τὴν ἀναγκαιοτάτην, ἧς ἕνεκεν Ἀθηναῖοι Πέρσας νικήσαντες ὕστερον ἐπενοήσαντο ἀστεῖόν τι καὶ ἀκίνδυνον γυμνάσιον, ἀλεκτρυόνας νομοθετήσαντες ἀγωνίζεσθαι δημοσίᾳ μιᾶς ἡμέρας τοῦ ἔτους. Ἐπεὶ καὶ Θεμιστοκλῆς, ὅτε κατὰ Περσῶν ἐξῆγε στρατόν, ἀλεκτρυόνας ἰδὼν μαχομένους ὑπὲρ τοῦ μὴ ἡττηθῆναι, ἐκεῖθεν, φασί, τοὺς Ἀθηναίους ἐπέρρωσεν εἰς μάχην. Ὅμοιον δὲ καὶ Ῥωμαῖοι ἐποίουν δι' ὀρτύγων μονομαχίας, κήρυκος προφωνοῦντος τὸ "ποῦλλι ποῦγναντ", ἤγουν τὰ πωλία μάχονται, καὶ οὕτω τοὺς θεατὰς ἀθροίζοντος].
(v. 124) Πηγοὺς δὲ ἵππους τοὺς εὐπαγεῖς λέγει καὶ στερεούς. Οἱ δὲ παλαιοὶ θέλουσι νοεῖν μέλανας ὡς τούτους ὄντας ἀρίστους. Τῆς δὲ τοῦ πηγοῦ λέξεως μνεία κεῖται καὶ ἐν τῷ "κριῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ". Τὸ δὲ "ἀέθλια" παράγωγόν ἐστιν ἐκ τοῦ ἄεθλον, ὡς ἐκ τοῦ ἴχνος τὰ ἴχνια. Ἐνταῦθα δὲ θεωρητέον ὡς, εἰ καὶ ἐκ τοῦ ἄεθλον κέκραται τὸ ἆθλον, ὅθεν καὶ ὁ ἀθλοφόρος, ἀλλ' οὐκ ἤδη καὶ ἐκ τοῦ παραγώγου ἀεθλίου ὡσαύτως ἐστὶ τὸ ἄθλιον. Αὐτὸ γὰρ ἐπὶ δυστυχίας μόνης κεῖται, ἵν' ᾖ ἄθλιος ὁ δυσάεθλος κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα, ὃς οὐδ' ἐν τῷ νόστῳ πεφυγμένος ἦεν ἀέθλων. ἐξ ὧν ὁ ἄθλιος καὶ ἡ ἀθλιότης κεκέραται, ἐξ οὗ παραχθεὶς καὶ ὁ Ἀθλίας τὸ κύριον, εἰ καὶ ἐθέλει ἀπὸ τοῦ ἐπαινετοῦ ἄθλου κεκλῆσθαι, ὅμως κωμῳδεῖται ἄλλως ἐν τῷ "δι' Ἀθλίου πρὸς ἄθλιον". Ὅτι δὲ διάφοροι, ὡς εἰκός, ἐπικήδειοι ἀγῶνες ἐν τῇ [676] Τροίᾳ ἐγίνοντο, πολλαχόθεν δῆλον. ἐν οἷς καὶ ἵπποι τοῖς ἔχουσιν ἠγωνίζοντο, εἰ καὶ ὁ ποιητὴς ἕνα μόνον τὸν ἐπὶ τῷ Πατρόκλῳ περιττῶς ἔφρασεν ἐν τοῖς ἑξῆς.
(v. 128, 130) Ὅτι ἐν τοῖς πρὸς Ἀχιλλέα δώροις καὶ γυναῖκας ὁ βασιλεὺς ἀριθμεῖ. Φησὶ γὰρ "δώσω δ' ἑπτὰ γυναῖκας, ἀμύμονα ἔργα εἰδυίας, Λεσβίδας, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν". [Κατὰ δὲ ἑτέραν γραφὴν "δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονας, ἔργ' εἰδυίας", ὅ ἐστιν ἐργατικάς]. Γνώριμοι δὲ πάντως αὗται τῷ Ἀχιλλεῖ, εἴγε αὐτὸς πολεμαρχῶν τὴν Λέσβον ἑλὼν ἐληΐσατο. Φησὶ γὰρ "ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτός, ἐξελόμην". Καὶ ὅρα ὅτι φιλαλήθως ὁ βασιλεὺς βεβαιοῖ, ὡς τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο τῶν τοῦ Ἀχιλλέως χειρῶν ἦν, ὃ φθάσας ἐκεῖνος εἶπεν. ὅτε δὲ δασμός, τότε δὴ τῷ βασιλεῖ πολὺ μεῖζον τὸ γέρας. Ἰδοὺ γάρ, Ἀχιλλεὺς μὲν εἷλε Λέσβον, ὁ δὲ βασιλεὺς ἑπτὰ Λεσβίδας καλλίστας γυναῖκας ἐξείλετο, τουτέστιν ἐπέκρινεν, ὃ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπὶ λύσεως, εἴτ' οὖν λυτρώσεως, λέγεται οἷον· ἐξελοῦ με ἐξ ἐχθρῶν, καί· ἐξείλετο κινδύνου. καὶ ὧδε μὲν ταῦτα. [Ἐν οἷς ὅρα ὅτι κάλλιον εἰπεῖν "ὅτε Λέσβον ἕλεν αὐτός", ἤγουν ὁ Ἀχιλλεύς, ἤπερ "αὐτὸς ἐξελόμην". εἰ δὲ δοκεῖ καὶ τοῦτο καλὸν εἶναι εἰς νοῦν, ὥσπερ καὶ ἔστι, κείσθω εἰς ἀμφιβολίαν καὶ αὐτό].
(v. 131 s.) Ὁ δὲ βασιλεὺς τὰ περὶ τῶν γυναικῶν ῥηθέντα ἐπαναλαβών, ἵνα εὐόδως εἰσαγάγῃ τὸ περὶ Βρισηΐδος, ἐπάγει "τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων κούρην Βρισῆος", ἤτοι σὺν αὐταῖς ὀγδόη ἔσσεται ἡ Βρισηΐς. Ζηνόδοτος μέντοι τοῦτο εἰς ἀμφιβολίαν ἔρριψεν. οὐ γὰρ ὀγδόην ἐκεῖνος ἐνόησε τὴν Βρισηΐδα μετὰ τὰς ἑπτά, ἀλλὰ καὶ αὐτὴν ταῖς ἑπτὰ συνεισήγαγε. Τοῦ δὲ ποιητοῦ λύσαντος τὸ ἀμφίβολον ἐν τοῖς ἐφεξῆς, ὅτε εἴπῃ "ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον", Ζηνόδοτος πειρᾶται μεταγράφειν τὸν στίχον ἐκεῖνον, ἵνα φυλάξῃ τὴν οἰκείαν πεισμονήν.
(v. 129 s.) Ἐν τούτοις δὲ καὶ σχῆμα παρηχήσεως τὸ "ἃς ὅτε Λέσβον ἕλεν αὐτός, ἐξελόμην". Ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ἑλεῖν καὶ ἐξελέσθαι. Ἑλεῖν μὲν γὰρ νῦν τὸ αἰχμαλωτίσαι, ἐξελέσθαι δὲ τὸ ἁπλῶς ἐπιλέξασθαι. Τὸ μέντοι χάριν ἑτέρου ἐκλέξασθαι ἐξελεῖν ἀλλαχοῦ φησιν ἐνεργητικῶς ἐν τῷ "ἐξεῖλον Ἀτρείδῃ", τουτέστιν ὡς ἐξαίρετον ἔδωκαν τὴν Χρυσηΐδα. Τοῦ δὲ "ἐξελόμην" ἑρμηνεία εὐθὺς κεῖται τὸ "αἳ κάλλει ἐνίκων". Ἰστέον δὲ ὅτι τὸ νικᾶν ἀποκαίνυσθαι ἐν Ὀδυσσείᾳ φησίν, ἐπὶ ἀνδρὸς μέντοι ἐν τῷ "ἀπεκαίνυτο φῦλ' [677] ἀνθρώπων". Λέσβος δέ, ἡ νῦν Μιτυλήνη, ἀπὸ μέρους, ἤτοι ἀπὸ Λέσβου μιᾶς τῶν ἐν τῇ νήσῳ πόλεων, ὥσπερ καὶ ὕστερον ἡ αὐτὴ ὅλη νῆσος Μιτυλήνη καλεῖται, ὡσαύτως ἀπὸ ἑτέρας μιᾶς τινος τῶν ἐν αὐτῇ ποτε πέντε πόλεων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ οὐκ ἀγαθοὺς ἀνθρώπους ἡ Λέσβος ἐνεγκεῖν. Ὅθεν καὶ λεσβιάσαι τὸ αἰσχρῶς μολῦναι τὸ στόμα κατὰ Αἴλιον Διονύσιον, ὃς καὶ τὸν τῆς παροιμίας Λέσβιον ᾠδὸν Τέρπανδρόν φησιν ἢ Εὐαινετίδην ἢ Ἀριστοκλείδην. Καὶ Ἀριστοτέλης δὲ ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ τὸ "μετὰ Λέσβιον ᾠδόν" τὸν Τέρπανδρόν φησι δηλοῦν. Ἐκαλοῦντο δέ, φασί, καὶ ὕστερον εἰς τὴν ἐκείνου τιμὴν πρῶτον μὲν ἀπόγονοι αὐτοῦ, εἶτα εἴ τις ἄλλος παρείη Λέσβιος, εἶθ' οὕτως οἱ λοιποί, "μετὰ Λέσβιον ᾠδόν", τὸν ἁπλῶς δηλαδὴ Λέσβιον. Χρῆσις δὲ τοῦ, ὡς ἐρρέθη, λεσβιάζειν καὶ παρὰ τῷ Κωμικῷ. [Ἰστέον δὲ ὅτι περὶ τοῦ, ὡς ἐρρέθη, λεσβιάζειν, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, ἔνθα κεῖται τὸ "αὕτη ποθ' ἡ Μοῦσ' οὐκ ἐλεσβίαζε", γράφουσιν οἱ παλαιοὶ καὶ ταῦτα. Εἰσὶ βλασφημίαι καὶ ἀπὸ ἐθνῶν καὶ πόλεων καὶ δήμων πολλαὶ ῥηματικῶς πεποιημέναι· ἐθνῶν μέν, οἷον κιλικίζειν καὶ αἰγυπτιάζειν, τὸ πονηρεύεσθαι, καὶ κρητίζειν, τὸ ψεύδεσθαι, ἐκ πόλεων δέ, οἷον λεσβιάζειν, τὸ αἰσχροποιεῖν. Εἶτα παραγαγόντες Φερεκράτους χρῆσιν ἐν ἰάμβῳ τὸ "δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίας", ἐπάγουσιν ἀμοιβαῖον τὸ "καλόν γε δῶρον ἕπτ' ἔχειν λαικαστρίας", ὡς τοιούτων οὐσῶν τῶν Λεσβίων γυναικῶν. Ἐκ δήμων δὲ βλασφημία τὸ αἰξωνεύεσθαι, ἤγουν κακολογεῖν. Αἰξωνεῖς γὰρ δημόται Ἀττικοὶ σκωπτόμενοι ὡς κακολόγοι, καθὰ καὶ οἱ Σφήττιοι ἐπὶ ἀγριότητι. ὅθεν ὁ Χαιρεφῶν Σφήττιος ἔσκωπται. Ἔτι ἰστέον καὶ ὅτι αἱ ῥηθεῖσαι λαικάστριαι, τουτέστι πόρναι, ἐκ ῥήματος παράγονται τοῦ λαικάζειν, αὐτὸ δὲ παρὰ τὸ λα ἐπιτατικὸν γίνεται καὶ τὸ κάζειν, ὅ ἐστι κοσμεῖν. Σκώπτεται γὰρ καὶ τὸ ἀκαίρως ὡς [678] ἐπὶ φαύλῳ ἔρωτι κοσμεῖσθαι. Διὸ καὶ κασωρίς, ἡ πόρνη, διὰ τὸ κάσαι, ὅ ἐστι κοσμῆσαι, τὴν ὥραν οὐ δεόντως. Ἀντιφάνης δέ, φασί, κασωρῖτιν ἔφη τὴν ἐπὶ τέγους προεστῶσαν, οὕτω δὲ καὶ Ἱππῶναξ. Τὴν δὲ αὐτὴν κασωρίδα καὶ κασωρῖτιν ἔλεγόν τινες καὶ κασαλβάδα παρὰ τὸ κάσαι καὶ τὸ ἄλλος καὶ τὸ βάζειν, οἱονεὶ ἡ ἐν τῷ κοσμεῖσθαι ποτὲ μὲν ἄλλον, ποτὲ δὲ ἄλλον βάζουσα, ἤγουν φωνοῦσα καὶ καλοῦσα εἰς ἑαυτήν. Ἐλέγετο δὲ διὰ τὴν τοιαύτην καὶ τὸ λοιδορεῖν κασαλβίζειν. Οἱ δὲ γράφοντες καλσαβάς φασιν, ὅτι ἴσως ἀπὸ τοῦ καλεῖν εἰς ἑαυτὴν καὶ σοβεῖν τοὺς ἐραστάς.] Ἔτι ἰστέον καὶ ὅτι Ἱμερτὴ καὶ Πελασγία ἡ αὐτὴ Λέσβος ἐκλήθη ποτὲ κατὰ τὴν παλαιὰν ἱστορίαν, καὶ ὅτι ἀπ' αὐτῆς τὰ Λεσβιακὰ περιᾴδονται, περὶ ὧν πολλοὶ ἔγραψαν, καὶ ὅτι, ὥσπερ Λέσβος, οὕτω καὶ Ἴσσα ἡ αὐτὴ νῆσος ἐκ μιᾶς τῶν περὶ αὐτὴν πέντε πόλεων, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει.
(v. 131) Τὸ δὲ "ἥν ποτ' ἀπηύρων" φιλαλήθη καὶ αὐτὸ δεικνύει τὸν βασιλέα. Εἰπόντος γάρ που Ἀχιλλέως, ὡς ἑλὼν Ἀγαμέμνων ἔχει γέρας αὐτὸς ἀπούρας, ἐνταῦθα ἐκεῖνος δοκεῖ συνθέσθαι, ὡς οὕτω πεποίηκε.
(v. 132) Τὸ δὲ "κούρην Βρισῆος" καὶ δίχα τοῦ ν γραφὲν κατ' εὐθεῖαν ὀρθῶς ἂν εἶχεν.
(v. 132-134) Ὅτι τοῖς προσεχῶς εἰρημένοις ἐπιφέρει ὁ βασιλεὺς τὸ [679] "ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι" περὶ Βρισηΐδος "μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ᾗ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν". Ἔνθα σημείωσαι ὅτι σεμνὸς πάνυ ὁ λόγος. Ἐν γὰρ τῷ "ᾗ θέμις ἐστί" τιμιωτάτῃ προσηγορίᾳ ἐπισκιάζει τὸ αἰσχρόν, φύσεως νόμῳ τὴν ἀκόλαστον μίξιν καλύπτων καὶ τὸ τῆς συμπλοκῆς ταπεινὸν θέμιδι φυσικῇ ἀνιστῶν καὶ μονονουχὶ λέγων ὡς, εἰ καὶ ἁρπαγιμαία καὶ ἄδικος ἡ τῆς Βρισηΐδος μίξις, ἀλλ' οὐκ ἤδη καὶ ἀθέμιτος. Λάφυρον γὰρ οἷον αὐτὴν λαβὼν ἐκ τοῦ ὑβρίσαντος θεμιτῶς ἂν συνῆλθον τῇ ληϊσθείσῃ.
(v. 133) Τὸ δὲ "μιγῆναι" σαφήνειαν τεθὲν ἐποίησεν. ἄλλως γὰρ αὐτοῦ δίχα τὸ εὐνῆς ἐπιβῆναι ἀσαφέστερον εἶχε καὶ ὅρκου ἐποίει σόφισμα, ὅπουγε καὶ αὐτὸ δὴ τὸ μιγῆναι σοφιστικόν τι παρελάλει μὴ ἐπενεχθέντος τοῦ "ᾗ θέμις ἐστὶ ἀνδρῶν ἠδὲ γυναικῶν". Τὸ γάρ τοι μιγῆναι πολυσήμαντον καθ' ὁμωνυμίαν καὶ οἷον μὴ ἔχειν πεσεῖν εἰς ὅρκον, ὃς λέξεις ἀπαιτεῖ ἀσχίστους εἰς διπλόην ὁμωνυμιακήν. Ὅρα δὲ καὶ ὅτι δυνάμενος ἐπιβῆναι εἰπεῖν, ὅμως "ἐπιβήμεναι" εἶπεν, ἵνα μὴ ἐν οὐχ' ἱλαρῷ λόγῳ ἐκφανῶς καλλωπίσῃ εἰπὼν ἐπιβῆναι καὶ μιγῆναι, καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ ἐπιβῆναι εἴληπται καὶ ἡ βιαία ἐπίβασις παρὰ τοῖς μεθ' Ὅμηρον. Ἐκ δὲ τούτου καὶ τὸ βατεῦνται παρὰ Θεοκρίτῳ ἐπὶ ζῴων μίξεως καὶ ὅσα τοιαῦτα.
(v. 135) Ὅτι ταχείας δόσεως τὸ "ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται". Ἰστέον δὲ ὡς εἰς τρεῖς ὁ βασιλεὺς καιροὺς διαιρεῖται τὰ δοθησόμενα τῷ Ἀχιλλεῖ, εἰς τὸν αὐτίκα νῦν καὶ εἰς τὸν μετὰ τὴν ἅλωσιν τῆς Τροίας καὶ εἰς τὸν μετὰ τὸν νόστον. Φησὶ γὰρ "ταῦτα μὲν αὐτίκα", ὡς ἐρρέθη, "παρέσσεται", ἤγουν οἱ ἑπτὰ ἄπυροι τρίποδες, τὰ δέκα τάλαντα τοῦ χρυσοῦ, οἱ αἴθωνες εἴκοσι λέβητες, οἱ δώδεκα ἵπποι καὶ αἱ γυναῖκες.
(v. 135-148) "Εἰ δέ κεν αὖτε ἄστυ μέγα", φησί, "Πριάμοιο θεὸς δῴη ἐξαλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω εἰσελθών, ὅτε κεν δατεώμεθα [680] ληΐδ' Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαϊκὸν οὖθαρ ἀρούρης, γαμβρός κέν μοι ἔῃ, τίσω δέ μιν ἶσον Ὀρέστῃ, ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ ἐϋπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα. τάων, ἥν κ' ἐθέλῃσιν φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος, ἐγὼ δ' ἐπιμείλια" καὶ ἑξῆς. Ἐν τούτοις δὲ ὅρα ὅτι ἀνταπέδωκεν ὁ βασιλεὺς τῷ Ἀχιλλεῖ οὐ τὸ ἶσον ἀλλὰ καὶ πλέον. Ἐκείνου γάρ ποτε εἰπόντος, ὡς ἐὰν πόλιν Τροίην ἀλαπάξομεν τριπλῇ τετραπλῇ τε ἀποτίσομεν, ὁ βασιλεὺς ἐνταῦθά φησιν, ὅτι ἐὰν ἄστυ μέγα Πριάμοιο ἕλωμεν, λαβέτω Ἀχιλλεὺς τάδε καὶ τάδε, πολλὰ ὄντα.
(v. 137) Τὸ δὲ "νῆα ἅλις νηησάσθω", ἤτοι σωρευσάτω, δοκεῖ μὲν εἶναι οἷον παρήχησις, ἔτι δὲ καὶ ὡς ἐτυμολογία, οἷα τῆς νηὸς ἀπὸ τοῦ τοιούτου παρετυμολογουμένης ῥήματος διὰ τὸ ἐν αὐτῇ σωρεύεσθαι τὰ ἀγώγιμα. Παράγεται δὲ ποιητικῶς, ὡς δῆθεν τὸ θηήσασθαι, ἀφ' οὗ τὸ θηητόν. Κοινῶς δέ γε νήσασθαι ὤφειλεν εἶναι ὡς ἀπὸ τοῦ νῶ νήσω, τὸ σωρεύω, ἐξ οὗ καὶ τὸ ἐπενήνεον κατὰ ἀναδιπλασιασμόν. Ἰστέον δὲ ὅτι πρὸς ὁμοιότητα τοιαύτης δωροφόρου νηὸς ἔστι παρακατέχειν καὶ τὸ τοῦ Ἡροδότου, εἰπόντος, ὡς Δαρεῖος Δημοκήδει ὁλκάδα δώρων ἔφη συμβαλεῖσθαι πλήσας ἀγαθῶν παντοίων. Ἔχει δέ τι παρόμοιον, εἰ καὶ μὴ τοσοῦτον, καὶ ἡ ἐν Ὀδυσσείᾳ Φαιακικὴ ναῦς, ἡ μετὰ δώρων τὸν Ὀδυσσέα εἰς Ἰθάκην κομίσασα. Σημείωσαι δὲ καὶ ὅτι αὐτὸ τὸ νόημα τὸ "νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου νηησάσθω" οὐκ ἀπερίεργον εἶναι δοκεῖ. Οὐ γὰρ πρὸς ἁπλότητα ὁ ποιητὴς τὴν βασιλικὴν ἐξέθετο ὑπόσχεσιν, ἀλλ' ἐπίτηδες τὸν λόγον εἰς ἀμφιβολίαν στασιώδη συνέστρεψε, μιμούμενος τὴν ὡς ἐπὶ πολὺ ἐν συμβολαίοις στρεβλότητα ἢ καὶ τὸ ἐν σχεδιασμοῖς ἀπερίσκεπτον. Ἐν γὰρ τῷ "νῆα χαλκοῦ καὶ χρυσοῦ" πρῶτα μὲν ἀμφίβολόν ἐστι ποταπὴν λέγει νῆα καὶ ὅσης οὖσαν [681] χωρήσεως, εἶτα ὁμοίως ἄδηλον καὶ εἴτε νῆα χαλκοῦ λέγει ὁ βασιλεὺς καὶ ἑτέραν νῆα χρυσοῦ εἴτε μίαν ἑκατέρων, καὶ εἰ μίαν ἑκατέρων, ἤγουν χρυσοῦ καὶ χαλκοῦ, ἄδηλον αὖθις ὅσος μὲν ὁ χρυσὸς ἔσται, ὅσος δὲ ὁ χαλκός. Τοιαύτη δέ τις ἀμφίβολος ἔννοια καὶ ἐν Ὀδυσσείᾳ κεῖται κατὰ τὴν μνηστηροφονίαν. Καὶ ἡ τῆς προικὸς δὲ ἀδηλία ἐνταῦθα ὁμοίως ἀμφιβολίαν ἔχει διὰ τὸ ἀόριστον.
(v. 147 s.) Φησὶ γὰρ "ἐγὼ δ' ἐπιμείλια δώσω πολλὰ μάλα, ὅσα οὔπω τις ἕῃ ἐπέδωκε θυγατρί". Οὕτω καὶ ἐν τοῖς τοιούτοις δεξιὸς ὁ ποιητὴς ἀνδρῶν ἤθη μιμήσασθαι. καὶ ταῦτα μὲν ἐν τούτοις.
(v. 138) Τοῦ δὲ δατέεσθαι καὶ δατεῖσθαι, ὅ ἐστι μερίζειν, παρὰ πολλοῖς κεῖνται χρήσεις.
(v. 139) Τὸ δὲ "αὐτὸς ἑλέσθω" ταὐτόν ἐστι τῷ ἐξελέσθω, ἐπικρινάτω, ἐπιλεξάσθω. [Χρήσιμον δὲ τοῦτο καὶ εἰς τὸ "αὐτὸς ἐξελόμην", ὅπερ ἀμφιβολίαν πρὸ βραχέων ἐποίησεν].
(v. 140) Ὅρα δὲ ἐν τούτοις καί, ὅτι τὴν Ἑλένην πασῶν τῶν ἐν Τροίᾳ περικαλλεστέραν ἱστορεῖ. αἱ γὰρ ἐκεῖ κάλλισται μετὰ τὴν Ἑλένην εἰσὶ κάλλισται.
(v. 141) "Ἄργος δὲ Ἀχαιϊκόν" κἀνταῦθα τὴν Πελοπόννησον λέγει πρὸς διαστολὴν τῶν ἄλλων. Οὐ γὰρ ἓν Ἄργος, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δεδήλωται. ἐκ τούτου δὲ καὶ ἡ Ἑλένη Ἀργεία, ὡς ἄν τις εἴπῃ, Πελοποννησία. Τὸ δὲ Ἀχαιϊκόν διὰ διφθόγγου ὁ ποιητὴς γράφει ἐν τῇ προπαραληγούσῃ, ὡς καὶ ἀλλαχοῦ σεσημείωται. τὸ γὰρ διὰ τοῦ α Ἀχαϊκόν τῶν ὑστέρων ἐστί. Οὖθαρ δὲ ἀρούρης τὸ πιότατον καὶ τροφιμώτατον, καί, ὡς εἰπεῖν, ὁ μαστὸς ἢ τῆς ἐν Πελοποννήσῳ μητρὸς γῆς τῆς τοῦ βασιλέως πατρίδος ἢ τῆς ἁπλῶς γῆς. Εἰκὸς γὰρ τὸν βασιλέα πασῶν ὑπερτιθέναι τὴν ἑαυτοῦ. Εἰ δέ τις χώρα οὖθαρ λέγεται γῆς διὰ τὸ κατ' αὐτὴν πῖον ἐκ μεταφορᾶς ζωϊκῆς, καλῶς ἂν ἡ ταύτης προάρχουσα κορυφὴ γῆς λέγοιτο καθ' ὁμοίαν τροπήν. Καὶ οὕτω μὲν Ὅμηρος τὴν μητέρα γῆν ὡς οἷά τινα γυναῖκα θέμενος, κατὰ τὴν μυθικὴν Δηὼ καὶ Δήμητραν ἢ καί τι ἕτερον ζῷον γάλακτι ἐκτρέφον τὰ νεογνά, περὶ [682] τὸ Ἀχαϊκὸν Ἄργος ἐθεώρησεν ἕν τι οὖθαρ αὐτῆς, ἐάσας τῇ ῥητορείᾳ τὸ ἕτερον οὖθαρ ἢ τὰ ἕτερα ἐπιλέγειν τόποις ἑτέροις, εἴ που σεμνύνειν αὐτοὺς ὡς τροφίμους βούλοιντο. Ὁ δὲ περί τινα Λιβυκὴν γῆν τετρῆσθαι τὸν οὐρανὸν φάμενος ἄλλως γηπονικῶς ἐτερατεύσατο. Ἐθέλει γὰρ εἰπεῖν τὸν οὐρανὸν ὡς οἷα καί τινα δεξαμενὴν ἐν μὲν ταῖς ἄλλαις γαίαις ἐστεγανῶσθαι, περὶ δὲ τὸν τόπον ἐκεῖνον οἷον συντετρῆσθαι, ὡς ὑετὸν συχνὸν ἐξερεύγεσθαι καὶ ἄρδειν τὰ ἐκεῖ πρὸς τροφιμότητα.
(v. 142) Τὸ δὲ "ἔῃ" ἑνικόν ἐστι τοῦ ἔωσιν, ὃ ἀνωτέρω κεῖται.
(v. 143) Τηλύγετος δέ, ὃς πολλαχοῦ φαίνεται, ἔσχε μὲν τὴν ἀρχὴν ἀπὸ τῶν γεννωμένων παίδων πατράσιν ἐξώροις οὖσιν ἤδη καὶ τῆλε τοῦ γεννᾶν, ὅθεν καὶ τηλύγετος παρωνόμασται. Ἀπ' αὐτῶν δὲ τὴν ἀρχὴν ἡ λέξις λαβοῦσα τίθεται καὶ ἐπὶ τοῦ ἐν θηλείαις μόνου ἄρρενος παιδός, ναὶ μὴν καὶ ἐπὶ τῆς ἐν ἄρρεσι μιᾶς μόνης θυγατρός. Καὶ ὁ τοιοῦτος γὰρ καὶ ἡ τοιαύτη διὰ τὸ μονῆρες τοῦ γένους τηλύγετοι τρόπον τινὰ τοῖς γονεῦσίν εἰσιν. Οὕτω τῷ Ἀγαμέμνονι θυγατέρας ἔχοντι τρεῖς τηλύγετος ὁ Ὀρέστης λέγεται εἶναι, ὅ ἐστι μονογενὴς ἐπὶ θηλείαις. Ἀλλὰ καί, εἴ που ἐν ἔτι νέᾳ τῇ ἡλικίᾳ πατέρες γεννήσαντες οὐκέτι παῖδα δεύτερον τέκοιεν, τηλύγετος καὶ οὗτος αὐτοῖς, ὥς που ἡ Ἑρμιόνη τηλυγέτη ὠνομάσθη τῇ Ἑλένῃ, καθ' ὁμοιότητά τινα καὶ αὐτὴ τοῦ πρώτου ἐκείνου τηλυγέτου. Τὸ δ' ἐντεῦθεν ἡ λέξις οἷον ἀναιδευσαμένη καταθαρρεῖ καὶ τῶν πάντῃ ἀνομοίων καὶ καταμελετήσασα τῆς γενέσεως ἐκπίπτει καὶ πρὸς σημασίαν ἀλλόκοτον καὶ λαμβάνεται καὶ ἐπὶ τοῦ ἁπλῶς μεμονωμένου, ὡς ὅτε ἀκούοι τις ὅτι τὸν Ἰδομενέα οὐκ ἔλαβε φόβος τηλύγετον ὥς, ἀντὶ τοῦ ὡς μόνον αὐτὸν τῆλε γενόμενον καὶ ἐναποληφθέντα τοῖς πολεμίοις, ὃ καὶ ἔστιν ὅμοιον τῷ "Τυδείδης δ' αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη". Τὸ [683] δὲ τοιοῦτον σημαινόμενον τοῦ τηλυγέτου σχῆμά ἐστι μεταληπτικόν, ὁποῖον ἐν τῇ α ῥαψῳδίᾳ διείληπται. Θαλία δὲ ὡς καρδία παροξυτόνως αὐτὴ ἡ εὐωχία, δι' ἧς θάλλει τις, ὡς οἷα καί τι θάλος, ἐξ ἧς καὶ ἀτασθαλία κατά τινας ἡ ἐπιτραπέζιος ὕβρις. Θάλεια μέντοι προπαροξυτόνως εὐωχίας ἐπίθετον καὶ Μούσης δὲ καὶ Νηρηΐδος ὄνομα. [(v. 144) Εὔπηκτον δὲ μέγαρον τὸ εὐπαγές. Κεκύρωται γὰρ ἐπὶ τοιούτων λέγεσθαι τὸ πήσσειν, ὅθεν καὶ ὁ πάγιος καὶ ὁ ἀπαγής καὶ παγίς, ἡ πεπηγυῖα πρὸς θήραν ἢ περὶ ἣν πέπηγε τὸ θηραθέν, καὶ πάγος ὅ τε ἐπὶ ὀξύτητος ὀρεινῆς καὶ ὁ κατὰ τὴν ἐν Ὀδυσσείᾳ πηγυλίδα, καὶ ἐπίπαγος ὁ ἐν ὀσπρίοις. καὶ ὕδατα δὲ κατὰ τεῖχος ἐκεῖθεν παγῆναι λέγονται. Πέπηγε δέ τις καὶ δέει ὅσα καὶ στήλη τις. Πήγνυται καὶ ναῦς κατὰ ναυπηγίαν, ἡ καὶ πρωτοπαγής ποτε. Ἔστι δὲ καὶ πηκτὸν ἄροτρον. Ἤρτηται δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ Ναύπακτος καὶ τὸ πακτοῦν, ὅ ἐστιν ἀσφαλίζεσθαι, οὗ χρῆσις παρά τε Σοφοκλεῖ ἐν τῷ "καὶ δῶμα πάκτου", ἤγουν σύγκλειε ἀσφαλῶς, καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ "κἀπακτώσαμέν γε", ἤγουν καὶ ἐπακτώσαμεν].
(v. 147) Περὶ δὲ τοῦ "ἐπιμείλια δώσω" κατωτέρω ῥηθήσεται.
(v. 145) Ἔτι ἰστέον καὶ ὅτι τρία συνέχει τὴν ἀρχήν· νόμος ὀρθός, κρίσις ἡ πρὸς τὸν δῆμον καὶ ἰσχὺς ἄρχοντι πρέπουσα. Ὅθεν καὶ Ἀγαμέμνων προσφυῶς Χρυσόθεμιν καὶ Λαοδίκην καὶ Ἰφιάνασσαν ἱστορεῖ τὰς ἑαυτοῦ θυγατέρας. Καὶ ἔστιν ἡ μὲν Χρυσόθεμις τοῦ ὀρθοῦ νόμου καὶ καθαροῦ παρώνυμος διὰ τὴν θέμιν, ἡ δὲ Λαοδίκη τῆς κρίσεως τοῦ δικαζομένου λαοῦ, ἡ δὲ Ἰφιάνασσα τῆς βασιλικῆς ἰσχύος, ἤτοι τοῦ ἶφι ἀνάσσειν. Ὁ δὲ στίχος ὁ τὰ ὀνόματα ἔχων τῶν [684] τοῦ βασιλέως θυγατέρων τὸ "Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα" λογοειδής ἐστιν ἐξ ἀνάγκης, οὐκ ἔχων δίαρμά τι ποιητικόν, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ "ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα". Ἡ γὰρ φύσις τῶν πραγμάτων οὐκ ἀφῆκε λέξιν ὀγκηρὰν ἐντεθῆναι τοῖς ἔπεσι τούτοις. Ὅρα δὲ ὅτι ἡ Ἠλέκτρα ἐνταῦθα οὐ κεῖται, ἀλλά φασί τινες τὴν Λαοδίκην ταύτην εἶναι, Ἠλέκτραν ἐπικληθεῖσαν ἢ κατὰ τρόπον διωνυμίας ἢ διὰ τὸ κατ' ὄψιν ἠλεκτρῶδες καὶ χρυσοειδὲς ἢ κατὰ λόγον τινὰ σκώμματος διὰ τὸ πολὺν χρόνον ἄλεκτρον μεῖναι χόλῳ Κλυταιμνήστρας, ὃ δὴ ἐμφαίνεται καὶ παρ' Εὐριπίδῃ ἐν τῷ "παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου".
(v. 146) Ἕδνα δὲ κυρίως τὰ ἐκ τοῦ ἀνδρὸς διδόμενα τῇ γυναικί. Φησὶ γοῦν Ἀγαμέμνων, ὅτι ἣν ἂν Ἀχιλλεὺς αἱροῖτο τῶν βασιλίδων, λαβέτω ἀνάεδνον, ἤτοι μὴ λαβοῦσαν ἀπ' αὐτοῦ ἕδνα, ὅ ἐστι φερνήν. Φερνὴ γὰρ ἡ τῆς γυναικὸς προίξ, οἷον "προθεὶς φερνὰς πατήρ", ἣν Ὅμηρος καὶ μείλια ἢ ἐπιμείλια λέγει διὰ τὸ τὸν ἄνδρα μειλίσσειν ἤτοι κατὰ μέλι γλυκαίνειν, ὥσπερ καὶ ἕδνα εἴρηται παρὰ τὸ τὴν νύμφην ἥδειν, ἥδανά τινα ὄντα, καὶ ἐν συστολῇ καὶ συγκοπῇ ἕδνα. Ἰστέον δὲ ὅτι ἐν ῥητορικῷ Λεξικῷ φέρεται καὶ ταῦτα "φερνή· δωρεὰ γυναικὶ διδομένη. φέρνια δέ· ἰχθύων σπυρίδες. Μένανδρος· ὁ προσιὼν γέρων ἁλιεύς, παρ' οὗ τὸ φέρνιον τρίτην ταύτην ἐπριάμεθ' ἡμέραν".
(v. 147) Ἔτι ἰστέον καὶ ὅτι Ἀρίσταρχος μὲν ἓν μέρος λόγου λαμβάνει τὸ ἐπιμείλια ὡς τὸ ἐπιφέρνια, Ἀπολλόδωρος δὲ διαλύει λέγων· ἐπιδώσω μείλια, ὡς καὶ κατωτέρω εὐθὺς ἐπάγει "ὅσα οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί". Τρύφων δὲ περὶ τοῦ τόνου ζητεῖ, πότερον ἀναγνωστέον ὡς [685] ποίμνια προπαροξυτόνως ἢ παροξυτόνως ὡς πεδία. Ἀπίων δὲ καὶ Ἡρόδωρός φασιν, ὅτι ἡμῖν δοκεῖ προπαροξύνεσθαι. Εὐλογώτερον γὰρ εἶναι τὸ τοιοῦτον ἢ τὸ παροξυνόμενον, ἐὰν οὕτως ὁρισώμεθα. Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους, ἤτοι τὴν προπαραλήγουσαν, φύσει μακρὰν διὰ τοῦ ι ἐκφερομένην ἢ μόνου ἢ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, οἷον Ἴλιον, εἴριον, ποίμνιον, Σίγειον, λείριον. οὕτω καὶ μείλιον. Σπάνια δὲ τὰ παροξύτονα ὡς τὸ ἡνίον. τὸ γὰρ τειχίον, κλειδίον καὶ τὰ τοιαῦτα ὑποκοριστικά.
(v. 146) Ἔτι ἰστέον καὶ ὅτι ἕδνα ἔστιν ὅτε καὶ τὰ τοῖς ἀνδράσι διδόμενα λέγεται, ὡς πολλαχοῦ φανεῖται. Οὕτω δὲ καὶ φερνὴ οὐ μόνον ἡ τῆς γυναικὸς ἐκ πατέρων, ἀλλὰ καὶ ἡ τοῦ ἀνδρός, ὡς δηλοῖ καὶ αὐτὸ Εὐριπίδης ἐν τῷ "γάμων φερνὰς διδοὺς Αἵμονι". Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ "ἀνάεδνον" δύο κεῖνται στερήσεις ἀντὶ μιᾶς, μεσολαβηθέντος τοῦ ν διὰ μόνην εὐφωνίαν. Οὕτω καὶ ἀνάγνωστον τὸ ἄγνωστον ἐν τῷ "μηδὲν ἀνάγνωστον καλὸν ἔχοιμι". Εἰ δὲ κατά τινας ἡ ἀνα πρόθεσις δύναται καὶ στέρησιν ἔστιν ὅτε δηλοῦν, εἴη ἂν οὕτως ἀνάεδνον καὶ ἐνταῦθα τὸ ἄπροικον. [Τὸ δὲ "φίλην" οὐ πάνυ περισσεύει, ἀλλὰ πρὸς τὸ "ἐθέλῃσιν" εἴρηται. ἡ γὰρ ἑλετὴ φίλη ἐστίν].
(v. 14952) Ὅτι ἑπτὰ πόλεις εἰς προῖκα λέγει δώσειν τῷ Ἀχιλλεῖ ὁ βασιλεύς, καὶ τούτων τὰς δύο μὲν ἁπλῶς ὀνομάζει, τὴν Καρδαμύλην δηλαδὴ καὶ τὴν Ἐνόπην, ὡς ἴσως μὴ πλέον τι ἐχούσας σεμνὸν παρὰ τὰ κοινά, ἤγουν τὸ εὖ ναίεσθαι, τὸ ἐγγὺς θαλάσσης εἶναι καὶ τἆλλα τὰ ῥηθησόμενα. Τὰς δὲ λοιπὰς πέντε μετ' ἐπιθέτων προάγει τὴν μὲν ποιήεσσαν εἰπών, τουτέστι πολυβότανον διὰ τὸ λιπαρόγεων, ἑτέραν δὲ ζαθέαν διά τινα σεσιγημένα σεμνά, τὴν δὲ βαθύλειμον, ἄλλην δὲ καλήν, ὅ ἐστιν εὐειδῆ, τὴν δὲ λοιπὴν ἀμπελόεσσαν. Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω "ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα, Καρδαμύλην, Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν, Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον, καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν", ἥν τινες τὴν ὕστερον Μεθώνην εἶναί φασι. Τούτων δὲ τὴν Καρδαμύλην μὲν ὁ τὰ Ἐθνικὰ συγγράψας πόλιν Μεσσηνίας φησὶν ἢ κατὰ Ἡρόδοτον Λακωνικήν, λέγων καὶ ἑτέραν [686] εἶναι πλησίον Χίου. καὶ τὴν Ἐνόπην δὲ ὁμοίως Μεσσηνιακὴν πόλιν λέγει, βαρυνομένην πρὸς διαστολὴν τῆς ἐνοπῆς, ἣ δηλοῖ τὴν φωνήν. [Ὅτι δὲ Καρδαμύλη οὐ μόνον τοπικόν ἐστιν ὄνομα, ἀλλὰ καί τις μάζα οὕτως ἐκαλεῖτο, ὁ Ἀθήναιος ἱστορεῖ]. Τὴν δὲ Ἱρὴν οὐ μόνον πόλιν ἀλλὰ καὶ ὄρος Μησσήνης, λέγων καὶ πόλιν Λέσβου εἶναι ὁμώνυμον ταύτῃ καὶ ἑτέραν πόλιν Μαλιέων ἀπὸ Ἴρου. Τοῦτο δὲ ψιλοῦσθαι δηλοῖ τὴν ἄρχουσαν τῆς τοιαύτης πόλεως, ὡς μὴ ἀπὸ ἱεροῦ τινος ἀλλὰ ἀπὸ Ἴρου παρονομασθεῖσαν. Εἰ δὲ καὶ βαρύνεται ἡ πόλις Ἴρα λεγομένη κατὰ πολλὰ τῶν ἀντιγράφων, οὐκ ἀνάγκη ζητεῖν.
(v. 151) Τὴν δὲ Ἄνθειαν πλησίον Ἄργους εἶναί φησιν ἱστορῶν καὶ Πόντου πόλιν Ἄνθειαν καὶ κώμην Λιβύης καὶ Ἰταλίας.
(v. 152) Αἴπειαν δὲ πόλιν Λακωνικὴν προπαροξυτόνως ὡς Ζέλειαν ἐπὶ διαστολῇ τοῦ ἐπιθέτου. Ἔστι δέ, φησί, καὶ ἑτέρα Κύπρου, καὶ ἄλλη Κρήτης. καὶ οὕτω μὲν ταῦτα. περὶ δὲ Φηρῶν ἑτέρωθι γέγραπται, ὥσπερ δὴ καὶ περὶ Πηδάσου, ἧς ὅτι διαφέρει τὰ Πήδασα πόλις Καρική, καὶ αὐτὸ ἀλλαχοῦ εἴρηται. Ὁ δὲ Γεωγράφος περὶ τούτων φησί, ὡς τῶν βασιλικῶν πόλεων ἐπὶ πέτρας μὲν ὀρεινῆς ἵδρυται ἡ Καρδαμύλη. εἶτα Φηραί, ὅμοροι Φηρίᾳ καὶ Γερηνίᾳ. Ἡ δὲ Ἰρὴ κατὰ τὸ ὄρος δείκνυται τὸ κατὰ Μεγάλην Πόλιν Ἀρκαδίας ἐπὶ Ἀνδανίαν ἰόντι, ἣν Οἰχαλίαν ὁ ποιητὴς καλεῖ. ἡ δὲ Αἴπεια Θουρία ὕστερον ἐκλήθη, ἱδρυμένη ἐπὶ λόφου ὑψηλοῦ, ὅθεν καὶ τοὔνομα. Τινὲς δέ, φησίν, Αἴπειαν τὴν Μεθώνην. Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν, ἀφ' ἧς ὁ Θουριάτης κόλπος, οἱ δὲ τὴν μεταξὺ Ἀσίνης οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη, ἣν Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ. καὶ τοιαῦτα μὲν καὶ ὁ Γεωγράφος.
(v. 151) Τὸ δὲ "βαθύλειμον" δηλοῖ μὲν τὸ πολύχορτον, κἀντεῦθεν τὸ πῖον τῆς γῆς. Ἐσχημάτισται δὲ καινότερον. Ἐχρῆν γὰρ ὡς ἀπὸ τοῦ λειμῶνος βαθυλείμωνα εἶναι. [687] Οὐκ ἂν δὲ ἀνόμοιον εἴη ποιήεσσαν καὶ βαθύλειμον εἰπεῖν.
(v. 153-156) Ὅτι πόλεων ἔπαινος καὶ πλεονέκτημα πρὸς ἄλλας πόλεις τὸ ἀγχιάλους τε εἶναι καὶ οἰκουμένας καὶ εὐπόρους ἔχειν οἰκήτορας καὶ εὐπειθεῖς τῷ ἄρχοντι. Διὸ καὶ ὁ βασιλεὺς ἀποσεμνύνων, ἃς ὑπισχνεῖται τῷ Ἀχιλλεῖ πόλεις, οὕτω φησὶ "πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου, ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται, οἵ κεν καί ἑ", ἤγουν αὐτόν, "δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας", ὅ ἐστι λιπαροποιοὺς καὶ εὐδαιμονεῖν ποιούσας διὰ τὴν θέμιν καὶ τὸ δίκαιον, εἴγε καθ' Ἡσίοδον παρ' οἷς ἡ δίκη πρεσβεύεται "τοῖσι τέθηλε πόλις, λαοὶ δ' ἀνθεῦσιν ἐν αὐτῇ". Οὐ μόνον δὲ ἀστασιάστου λαοῦ ἀλλὰ καὶ βασιλέως ἀγαθοῦ δηλωτικὸν τὸ δωτίναις ἶσα καὶ θεῷ τιμᾶν τὸν ἄρχοντα καὶ ὑπὸ τῷ αὐτοῦ σκήπτρῳ λιπαρὰς τελεῖν θέμιστας. Εἰς δὲ τὸ ἐγγὺς ἁλὸς εἶναι τὰς ῥηθείσας πόλεις φησὶν ὁ Γεωγράφος, ὅτι Καρδαμύλη μὲν ἐπ' αὐτῇ, Φηραὶ δ' ἀπὸ πέντε σταδίων, αἱ δ' ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάσσης διαστήμασιν.
(v. 153) Ὅμηρος δὲ ἱστορεῖ καὶ ὅτι αἱ πόλεις αὗται νέαται Πύλου ἠμαθόεντος, ὅ ἐστιν ἔσχατοι, ὡς ὁμοροῦσαι τῇ Πύλῳ. Τοῦτο δέ τινες ἄλλως ἡρμήνευσαν, νοήσαντες μὲν τὸ "νέαται" συγκοπὲν ἐκ τοῦ νεναίαται, ὃ δηλοῖ τὸ οἰκοῦνται, εἰπόντες δέ, ὅτι πᾶσαι κατοικοῦνται ἄγχι τῆς κατὰ Πύλον θαλάσσης.
(v. 154) Πολύρρηνες δὲ καὶ πολυβοῦται οἱ ἁπλῶς πολυθρέμμονες, ὡς ἀπὸ μέρους καὶ νῦν δηλοῦσθαι τὸ πᾶν. Ἔστι δὲ τῷ μὲν "πολύρρηνες" ὁμοιοσύνθετον τὸ "ὄϊς ὑπόρρηνος", τῷ δὲ "πολυβούτης" τὸ ἀβούτης, ὃ παρ' Ἡσιόδῳ κεῖται. Δῆλον δὲ καὶ ὡς προϋπόκειται ὁ βούτης τοῦ βώτωρ, καθὰ καὶ ὁ δότης τοῦ δώτωρ. Ἡ δὲ δωτίνη ἔκτασιν ἔχει τῆς ἀρχούσης κατὰ τὸν δώτορα, ἤδη δέ που σπανίως καὶ τὸν δωτῆρα. Σημείωσαι δὲ ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ παλαιοὶ καὶ ὡς πρέπον λόγῳ πεζῷ [688] φράσαντές φασιν, ὡς αἱ ῥηθεῖσαι πόλεις διάφοροι τοῖς καρποῖς, ποικίλαι ζῴων φύσεσι, φιλάνθρωποι ταῖς κατοικίαις, εὐνομώτατοι ταῖς ἀγωγαῖς.
(v. 156) Ὅρα δὲ καὶ ὅτι τὴν ὑπο πρόθεσιν δοτικῇ κἀνταῦθα συνέταξεν ἐν τῷ "ὑπὸ σκήπτρῳ", καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς.
(v. 157) Ὅτι ὁ ὑποσχόμενός τι ἐπὶ καταπαύσει χόλου ἐρεῖ ἂν "ταῦτα οἱ τελέσαιμι μεταλήξαντι χόλοιο".
(v. 158 s.) Ὅτι μετὰ τὴν ἀπαρίθμησιν τῶν δώρων ὁ βασιλεὺς πάνυ ἐνδιαθέτως καὶ γοργῶς κόμμασί τε κατατέμνων καὶ ἀσυνδέτως προάγων τὸν λόγον φησὶ "δμηθήτω. Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος, τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων". τουτέστιν εἰξάτω, πραϋνθήτω, ἐπιεικευσάσθω μοι ὁ Ἀχιλλεύς. Ἅιδου γὰρ τὸ ἀμείλικτον.
(v. 160) Εἶτα ἐπάγει "καί μοι ὑποστήτω", τουτέστιν ὑπ' ἐμὲ ὡς ὑψηλότερον αὐτοῦ στήτω, βασταξάτω, [ἀχθοφορησάτω με, καὶ ἄλλως δὲ φράσαι, ὡς δεδμημένος ἐμοὶ εἴτε φιλίας νόμῳ εἴτε ὡς εὐρυκρείοντι ὑπ' ἐμὲ στήτω, ὅσα δηλαδὴ καὶ ζῷον δμηθὲν ὑπὸ τῷ δαμάσαντι. Τὸ δὲ τοιοῦτον ὑποστῆναι παράγει τὸν παρὰ τοῖς ὕστερον ἀνυπόστατον, οὐ τὸν μὴ ὄντα, ἤγουν μὴ ὑφεστηκότα, ὃ δὴ ἐπὶ τῶν ἀνουσίων λέγεται πραγμάτων, ἀλλὰ τὸν γενναίως ἰσχυρὸν καὶ μὴ ἂν ὑπό τινι στῆναι ἀνεχόμενον καὶ δμηθῆναι. Οὕτως ὀργὴ ἀνυπόστατος λαλεῖται καὶ στρατὸς ἀνυπόστατος κατὰ τὸ "ἡ τῶν Ῥωμαίων βασιλεία ἡ ἀνυπόστατος". Εἰ δέ τις τὸν ἀσθενῆ ἐπαινεῖν φαινόμενος ὡς ἀνδριζόμενον ἀνυπόστατον τὰ εἰς ἀνδρίαν ἐρεῖ, παίζει ἐκεῖνος ἀστεϊζόμενος. Τὰ δὲ εἰρημένα Ὁμηρικὰ ἔπη] πᾶς ἂν εἴποι ἔνδοξος παρακαλῶν ἀναγκαῖόν τινα ἐξ ὀργῆς εἰς φιλίαν μεταπεσεῖν.
(v. 156-158) Σώφρων [689] δὲ παρίσωσις τὸ δμηθήτω καὶ ὑποστήτω καὶ δυναμένη λανθάνειν διὰ τὴν τοῦ ῥηθέντος στίχου ἐπεμβολήν. Οὐ γὰρ μέλει κάλλους λόγου τῷ παθαινομένῳ.
(v. 160 s.) Εἶτα προβάλλεται ὁ βασιλεύς, εἰ καὶ μὴ ἀνδρίαν, ἀλλὰ τὸ εὐρυκρείων καὶ βασιλικώτερος εἶναι τοῦ Ἀχιλλέως καὶ γενεῇ προγενέστερος, ὅ ἐστι πολυχρονιώτερος. Φησὶ γὰρ ἀσυνδέτως πρὸς θαῦμα "ὅσσον βασιλεύτερός εἰμι ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι". Τίμιον δὲ πάντως καὶ ἡ μεγάλη βασιλεία καὶ ἡ πρεσβυγένεια, ἧς δηλωτικὸν τὸ "γενεῇ προγενέστερος", ἤγουν τῇ γενέσει. γενεῇ μέντοι τιμιώτερος ὁ εὐγενέστερος.
(v. 158) Ἰστέον δὲ ὅτι τὸ "δμηθήτω" πωλοδαμνικὴ λέξις ἐθέλουσα τὸ ἀκάθεκτον ζῷον δάμνασθαι δι' εὐχρηστίαν, ὃ δὴ πάσχει ἅπας ὁ ἀπὸ σκληρᾶς ὀργῆς εἴξας τῷ φιλιουμένῳ. Τὸ δὲ "ἀμείλιχος" καὶ "ἀδάμαστος" ἀντὶ τοῦ λόγοις τε ἀγοήτευτος καὶ βίᾳ ἀνίκητος. δύο γὰρ ταῦτά εἰσιν, οἷς ὑπαγόμεθά τινας, λόγος καὶ βία.
(v. 159) Εἰς δὲ τὸ εἶναι τὸν Ἅιδην θεῶν ἔχθιστον συμβάλλεται καὶ Αἰσχύλου τὸ "μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ, οὐδ' ἄν τι θύων οὐδ' ἐπισπένδων λάβοις, οὐδ' ἔστι βωμὸς οὐδὲ παιωνίζεται". Ἐν οὐδεμιᾷ γὰρ πόλει βωμὸν Ἅιδου εἶναί φασι, Θανάτου μέντοι ἐν Γαδείροις ἱστοροῦσί τινες. Ἄλλοι δέ γε, ὧν οἶμαι καὶ ὁ Γεωγράφος, καὶ τὸν Ἅιδην περί που τὴν Πελοπόννησον ἱκανῶς ἐκτετιμῆσθαί φασιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ "τοὔνεκα βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων" διασαφεῖ ὁ βασιλεύς, ὅπως ἐν τῇ α΄ ῥαψῳδίᾳ ἔχθιστον ἑαυτῷ εἶπε τὸν Ἀχιλλέα, ἐπεὶ ἀεὶ αὐτῷ ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. Εἰ γὰρ ἔχθιστος ὁ Ἅιδης ὡς ἀμείλιχος ὢν καὶ ἀδάμαστος, τοιοῦτος δὲ καὶ ὃς ἀεὶ ἔριν φιλεῖ καὶ μάχας (ἀμείλιχος γὰρ αὐτὸς καὶ οἷον ἀδάμαστος), ἔχθιστος ἄρα καλῶς καὶ ὁ τοιοῦτος Ἀχιλλεύς.
(v. 160) Ἐκ δὲ τοῦ "καί μοι ὑποστήτω" λαβόντες οἱ μεθ' Ὅμηρον ὑποστῆναι τὸ ὑπομεῖναί φασι καὶ θυμόν, ὡς ἐρρέθη, ἀνυπόστατον τὸν ἀφόρητον. Τὸ δὲ "βασιλεύτερος" ταὐτόν ἐστι τῷ "πλεόνεσσιν ἀνάσσων", ὅπερ τῷ βασιλεῖ διάφορον πρὸς τὸν Ἀχιλλέα ὁ Νέστωρ προεπεσημήνατο [690] ἐν τῇ τῆς Ἰλιάδος καταρχῇ. Ἰστέον δὲ ὡς, εἴπερ ἦν τῷ ποιητῇ πιθανῶς πλάσασθαι τὸν βασιλέα ἐς Ἀχιλλέως ἀπελθεῖν, οὐκ ἂν εἰπὼν ὁ ἥρως τὰ ῥηθέντα ὀλίγα ἔπη τὸ "δμηθήτω" καὶ ἑξῆς ἀπῆλθεν ἂν πλείω εἰπών, ἀλλ' ἔπεισεν ἂν τούτοις καὶ μόνοις. Πολὺ γὰρ ἔχουσι τὸ ἐπιεικὲς καὶ περιπαθὲς καὶ οἷον οἶκτον κινεῖν καὶ ψυχὴν ἀτενῆ κατακάμπτειν εἰς ἔλεον.
(v. 164) Ὅτι ἀξιολόγου δωρεᾶς δηλωτικὸν τὸ "δῶρα μὲν οὐκ ἔτ' ὀνοστὰ διδοῖς", ὃ πρὸς τὸν βασιλέα φησὶν Ὀδυσσεύς. Καὶ ὅρα τὸ "διδοῖς" ῥῆμα περισπώμενον τρίτης συζυγίας πρωτότυπον τοῦ δίδωμι. Τὸ δὲ "ὀνοστά" εὑρίσκεται ποτε καὶ δίχα τοῦ σ ὁμοίως τῷ γνωστός καὶ γνωτός. Καὶ ἐκ τοῦ ὀνοτά γίνεται καὶ ὀνοτάζειν, τὸ μέμφεσθαι, ὡς τὸ "σκολιῶς ὀνοτάζων". Ἰστέον δὲ ὅτι ἐν τῷ "οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι" ‑ Οὕτω γάρ ἐστι τὸ ὅλον. ‑ οὐ κεῖται ἁπλῶς ἀργὸν τὸ "ἄνακτι", ἀλλὰ παραμυθεῖται τὸν Ἀγαμέμνονα ὡς οὐκ ἐπ' ἀνδρὶ τυχόντι τῷ Ἀχιλλεῖ, ἀλλ' ἄνακτι ποιοῦντα ὅσα δὴ καὶ ποιεῖ.
(v. 165) Ὅτι τοὺς ἐς Ἀχιλλέα σταλησομένους πρέσβεις κλητούς φησι, ἤγουν ἐξονομακλήδην ἐπιλέκτους. Ἐπιλέγεται δὲ αὐτοὺς ὁ Νέστωρ, λέγων, ὅτι αὐτοὺς ἐγὼν ἐπιόψομαι, ἤγουν ἀκριβέστατα ἐπιτηρήσω, διακρινῶ, ἐπιλέξομαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ "νῆα ἐπιόψομαι ἥτις ἀρίστη".
(v. 165-167) Ὁ δὲ ὅλος λόγος τοῦ Νέστορος χρήσιμος ὢν εἰς τοιαύτας κλήσεις ἔχει οὕτως "ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα ἔλθωσιν ἐς κλισίην Ἀχιλῆος. εἰ δ' ἄγε", τουτέστιν εἰ δὲ βούλεσθε ἢ εἰ δὲ βούλει, ἄγε, "τοὺς ἂν ἐγὼν ἐπιόψομαι, οἳ δὲ πιθέσθων".
(v. 167) Καὶ ὅρα καὶ νῦν τὸ "εἰ δ' ἄγε" ὁμοιόσχημον ὂν τῷ "εἰ δ' ἄγε μὴν πείρησαι" καὶ τοῖς τοιούτοις, ἐν οἷς ἐκφανέστατον μετ' ὀλίγα καὶ τό "εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω", τὰ ἐκ βασιλέως δηλαδὴ δῶρα. Τὸ δὲ "ἄγε" εἰ μὲν πρὸς τὸν βασιλέα ἐρρέθη, οὐδέν τι καινὸν ἔχει, εἰ δὲ πρὸς τοὺς συμβούλους ἐφράσθη, σημειωτέον ὡς εἰς ταὐτὸν ἥκει τῷ ἄγετε, ὅπερ ἀνωτέρω ἐτέθη.
(v. 165) Ὅτι δὲ κλητοὺς τοὺς ἐκκρίτους λέγει, δηλώσει ἐν τοῖς ἐφεξῆς ὁ Φοῖνιξ εἰπών, ὡς ἄνδρας ὁ βασιλεὺς προέηκεν ἀρίστους κρινάμενος. Σημείωσαι δὲ ὅτι ἐνταῦθα καὶ εἶδός τι παρηχήσεως κεῖται καινότερον, ὁποῖον ἐν ἄλλοις προεγράφη, τὸ "κλητοὺς οἳ ἔλθωσιν ἐς κλισίην Ἀχιλῆος", οἵπερ εἰσὶ Φοῖνιξ, Αἴας καὶ Ὀδυσσεύς.
(v. 168) [691] Ἰστέον δὲ ὅτι τε Φοῖνιξ, ὡς οἱ παλαιοὶ στοχάζονται, ἀπὸ τῆς Ἀχιλλέως σκηνῆς ἐπὶ θέαν τῆς μάχης ἐλθὼν καὶ χρονίσας παρὰ ταῖς τῶν ἀριστέων σκηναῖς ἐπανέρχεται μετὰ τῶν πρέσβεων, τῆς ἱκεσίας αὐτοῖς συλληψόμενος. διὸ καὶ ὑπεξαιρεῖ αὐτοῦ τοὺς δύο πρέσβεις ὁ ποιητὴς ἐν τῷ "οἳ δὲ πιθέσθων" καὶ "βάτην εὐχομένω" καὶ "χαίρετον" καὶ "ἱκάνετον" καὶ "φίλτατοί ἐστον".
(v. 168 s.) Καὶ ὅτι κολακεύων ὁ Νέστωρ τοὺς πρέσβεις μετὰ ἐπιθέτων προφέρει αὐτοὺς εἰπὼν "Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, αὐτὰρ ἔπειτα Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς". Σημείωσαι δὲ ὅτι ὁ Νέστωρ μὲν τὸν Φοίνικα ἡγήσασθαι συμβουλεύει, Ὀδυσσεὺς μέντοι αὐτὸς ἡγεῖται προϊὼν τῆς εἰς τὸν Ἀχιλλέα εἰσόδου ἢ διὰ θερμότητα ψυχῆς ἢ διὰ τὸ μὴ συγκαταλέγεσθαι αὐτοῖς ὡς κυρίως πρέσβυν τὸν Φοίνικα, καθὰ καὶ ἀνωτέρω εἴρηται. Ἰστέον δὲ ὅτι τὸν Φοίνικα μὲν ὡς παιδαγωγὸν πρώτιστα ἐπιλέγεται εἰς πρεσβείαν ὁ Νέστωρ ‑ Αἰδέσεται γὰρ Ἀχιλλεὺς τὸν διδάσκαλον ἱκετεύοντα. ‑ , εἶτα Αἴαντα τὸν μέγαν καὶ Ὀδυσσέα ὡς φιλουμένους διὰ τὸ ὁμοιοπαθές. Ἐν γὰρ τῇ α΄ ῥαψῳδίᾳ καὶ αὐτοὶ συνυβρίσθησαν τῷ Ἀχιλλεῖ, εἰ καὶ μὴ ἐμνησικάκησαν. Ἢ καὶ ἄλλως, Αἴαντα μὲν πρέσβυν πέμπει ὁ Νέστωρ ὡς συγγενῆ τῷ Ἀχιλλεῖ, Ὀδυσσέα δὲ ὡς ῥήτορα, ἴσως δὲ καὶ τὸν μὲν ὡς ἀνδρειότατον ἐν Ἀχαιοῖς μετά γε τὸν Ἀχιλλέα, τὸν δὲ ὡς λίαν συνετὸν μετά γε τὸν Νέστορα, ἵνα δυσωπηθείη μᾶλλον, οἷς τὰ πρωτόλεια τῶν Ἑλλήνων εἰς αὐτὸν πρεσβεύει. καί πως διὰ μέσων αὐτῶν γουνάζεται τὸν Ἀχιλλέα τὸ Πανελλήνιον. Αὐτὸς δέ γε ὁ Νέστωρ οὐκ ἐθέλει πρεσβεῦσαι, τάχα μὲν ὑπερπαθῶν τοῦ βασιλέως ὡς φιλοβασιλεύς, ἴσως δὲ καὶ τὸν Ἀχιλλέα αἰδούμενος, εἴγε φθάσας εἶπε "τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο", ὧν τὸ μὲν εἰς Θερσίτην, τὸ δ' εἰς Ἀχιλλέα δοκεῖ κατά τινας ἀποτείνεσθαι. Μάλιστα δὲ ταμιεύεται τὸν Νέστορα ὁ ποιητής, ὡς οἷά τινα τελευταίαν ἱερὰν ἄγκυραν τῷ ἐσχάτῳ κλύδωνι τῶν Ἀχαιῶν, ὀκνῶν τὴν τοῦ γέροντος νῦν ἐλέγξαι ῥητορικήν, ἣν ἐν τοῖς ἑξῆς προβαλεῖται, οὕτως ἐνεργὸν ἐκεῖ ἐσομένην, ὥστε τόν τε Πάτροκλον ἐρεθίσαι εἰς θάνατον καὶ δι' αὐτοῦ τὸν Ἀχιλλέα ἐξεγεῖραι ἀναγκαίως τότε εἰς πόλεμον. Ὡς νῦν γε πρόθεσις οὐκ ἔστι τῷ ποιητῇ δαμάσαι δυσωπίαις τὸν Ἀχιλλέα, εἰ μὴ πρότερον καὶ ἐκπλήξει καὶ ἐκθυμώσει τοὺς ἀκροατὰς ταῖς κινδυνώδεσι τῆς μάχης περιπετείαις. Οὐκοῦν οὐδ' ἀναγκαῖον τὴν τοῦ Νέστορος ἐνταῦθα προβαλέσθαι ῥητορικὴν φανησομένην ἄπρακτον.
(v. 170) Ὅτι καὶ κήρυκες ἐπιλέγονται [692] εἰς τὰς λιτὰς ὁ Ὁδίος καὶ ὁ Εὐρυβάτης, ἵνα δόξῃ δι' αὐτῶν καὶ ὁ βασιλεὺς αὐτὸς παρεῖναι τῇ πρεσβείᾳ, ὥσπερ καὶ τὴν Βρισηΐδα κηρύκων ἀφελομένων αὐτὸς ἐκείνην ἀφελέσθαι λέγεται, [ἔτι δὲ καὶ ἵνα, ὡς ἐν τῇ ἀφαιρέσει τῆς Βρισηΐδος μάρτυροι ἦσαν πρός τε θεῶν πρός τ' ἀνθρώπων τοῦ ἀδικήματος εἴ ποτε παραπέσῃ χρεία, οὕτω κἀνταῦθα τῆς καὶ ἐλλόγου καὶ ἐνδόξου πρεσβείας, εἰ περιοραθήσεται]. Ὅτι δὲ ὁ Ὁδίος παροξύνεται ὡς τρίβραχυ, καὶ ὅτι Εὐρυβάτης οἰκείως κήρυκι καλεῖται παρὰ τὸ εὐρὺ βάζειν, δηλοῦται καὶ ἀλλαχοῦ. [Ὅρα δὲ ἐν τῷ "κηρύκων δ' Ὁδίος καὶ Εὐρυβάτης", ὅτι τε πολλοὶ κήρυκες ἦσαν τοῖς Ἀχαιοῖς, ὡς πολλαχοῦ φαίνεται, καὶ ὅτι κατά τι ἐξαίρετον δοκοῦσιν οἱ ῥηθέντες δύο προκεκρίσθαι].
(v. 171) Ὅτι ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ, οὕτω καὶ νῦν εὐφημῆσαι λέγει ὁ ποιητὴς οὐ τὸ ἐπαινέσαι ἀλλὰ τὸ ὑμνῆσαι καὶ ἐνθεάσαι κατὰ εὐχήν.
(v. 171-176) Φησὶ γὰρ ὁ Ὁμηρικὸς Νέστωρ "φέρτε δὲ χερσὶν ὕδωρ εὐφημῆσαί τε κέλεσθε, ὄφρα Διῒ ἀρησόμεθα, αἴ κ' ἐλεήσῃ". Καὶ οὕτως εἰπὼν "πᾶσιν ἑαδότα μῦθον ἔεπεν. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπιστεψάμενοι ποτοῖο νώμησαν" καὶ ἑξῆς.
(v. 171) Καὶ ὅρα τὴν τοῦ "φέρτε" συγκοπήν, καὶ ὅπως καὶ ἀρώμενοι ἐνίπτοντο, ἵνα καθαρὰς ἄνω χεῖρας αἴρωσι, καὶ ὅτι πρὸς κήρυκας ἔφη τὸ "φέρτε". κατωτέρω γοῦν κήρυκες τοῦτο ποιοῦσιν, ἔνθα καὶ παραφράζει τὸ "φέρτε χερσὶν ὕδωρ" οὕτω· "ὕδωρ ἐπὶ χεῖρας ἔχευαν". Ὅτι δὲ τὸ χερσὶν ὕδωρ καὶ ὕδωρ ἐπὶ χεῖρας καὶ κατὰ χειρῶν ἔλεγον οἱ μεθ' Ὅμηρον, δῆλον ἐκ τῶν παλαιῶν.
(v. 173) Τοῦ δὲ "ἑαδότα" θέμα τὸ ἥδω, οὗ μέσος ἄρρητος παρακείμενος ἧδα, μετοχὴ δὲ αὐτοῦ ἡδώς, καὶ διαλύσει ἑαδώς, κατὰ τὸ ἥλω ἑάλω καὶ τὰ τοιαῦτα. [(v. 171) Σημειωτέον δὲ περὶ τοῦ ῥηθέντος εὐφημῆσαι, ὅτι ὡς ἐκ τοῦ παρακολουθοῦντος [693] δηλοῖ αὐτὸ δὴ τὸ εὔξασθαι. Εἰ γὰρ ἐν Ὀδυσσείᾳ πορίζει φήμην ἡ καταρασαμένη τοῖς μνηστῆρσι γραῦς, εἴη ἂν πάντως φήμη καὶ ἡ εὐχή. Χρηστολογικὴ δὲ αὕτη, ὥσπερ ἀνάπαλιν φαυλολόγος ἡ κατευχή].
(v. 180) Ὅτι τῶν πρέσβεων τῷ Ὀδυσσεῖ μάλιστα πολλὰ ἐπέτελλεν ὁ Νέστωρ πειρᾶν πεῖσαι τὸν Ἀχιλλέα.
(v. 184) Ὃν δὴ Ἀχιλλέα καὶ ἀποσεμνύνων ὁ ποιητὴς λέγει μεγάλας φρένας τὰς αὐτῷ, ὡς ἐντεῦθεν ἐξεῖναι μεγαλόφρονα συνθέτως τὸν Ἀχιλλέα εἰπεῖν καθ' ὁμοιότητα τοῦ μεγαλήτορα, ὃ πρὸ ὀλίγων ὁ Νέστωρ ἐπὶ τοῦ βασιλέως ἔφη "σῷ μεγαλήτορι θυμῷ εἴξας".
(v. 181) Τὸ δὲ "πειρᾶν" ἀντὶ τοῦ πειρᾶσθαι καὶ πρὸ τούτων εἶπεν ὁ ποιητής.
(v. 180) Ἐνταῦθα δὲ κεῖται τὸ δενδίλλειν Ἰωνικὴ λέξις, δηλοῦσα τὸ περιβλέπεσθαι καὶ δινεῖν τοὺς ἴλλους ὧδε καὶ ἐκεῖ. ἐξ ὧν ἰλλοὶ παρὰ τῷ Κωμικῷ οἱ στραβοί. ἀφ' ὧν τὸ ἰλλίζειν καὶ τὸ ἐν Ὀδυσσείᾳ ἐπιλλίζειν. Φησὶ γὰρ "δενδίλλων εἰς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα" ἐπιτέλλων πειρᾶν, [οἷα τοῦτον ἐπικρίνας ἀγρομένων τὸν ἄριστον εἶναι, εἰ καὶ μηδέν τι ἐξαίρετον ἤνυσε πρεσβεύσας]. Κεῖται δὲ καὶ παράφρασις καιρία νοήματος. Εἰπὼν γὰρ ὡς πεπίθοιεν, ἤγουν πείσοιεν, ἀμύμονα Πηλείωνα, ἐπάγει παραφραστικῶς εὐχόμενοι "ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο".
(v. 186-188) Ὅτι τὸν Ἀχιλλέα οἱ πρέσβεις εὗρον οὔτε ὑπνοῦντα ‑ Ἦ γὰρ ἂν ἀπρακτεῖν εἶχε τὰ τῆς πρεσβείας. ‑ οὔτε ὅπλα χειριζόμενον ‑ Ἀπίθανον γὰρ ἐν τοιούτῳ καιρῷ. ‑ οὔτε μὴν πάντῃ ἀργόν ‑ Οὐ γὰρ ἤθελεν ὥσπερ τῷ σώματι, οὕτω καὶ τῇ ψυχῇ ἀεργὸς εἶναι. ‑ , ἀλλὰ φρένα τερπόμενον φόρμιγγι τά τε ἄλλα ἐπαινετῇ καὶ ζυγὸν ἐχούσῃ, ὅ ἐστι πῆχυν, ἀργύρεον ἐπ' αὐτῇ. Φράζει γὰρ ὁ ποιητὴς οὕτω "τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι [694] λιγείῃ καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν, τήν", φησίν, ἤγουν ἣν, "ἄρετο ἐξ ἐνάρων", ὅ ἐστι λαφύρων, "πόλιν Ἠετίωνος ὀλέσσας". Οὐ γὰρ ἐκ τῆς Ἑλλάδος ἦγεν ἐπίτηδες αὐτήν, ἐν λαφύροις δὲ βασιλικοῖς εὑρὼν κατὰ τὸ παρατυχὸν ἔλαβε βασιλεὺς νεανίας φιλόμουσος. Ἴσως μὲν οὖν καὶ ἐπιχαίρων τῇ τῶν Ἑλλήνων δυσπραγίᾳ μετὰ χεῖρας ἔχει νῦν τὴν κιθάραν, θυμοῦ καὶ λύπης παραμύθιον, μάλιστα δὲ νυκτὸς οὔσης, τόν τε θυμὸν οὕτω παρηγορεῖτο καὶ τὸν ζωπυρούμενον σπινθῆρα τῆς ἀνδρίας ἀνερρίπιζε, παλαιῶν πράξεων μεμνημένος ἡρώων καὶ ὧν ἐκεῖνοι κατώρθουν.
(v. 189) Φησὶ γὰρ "τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν", οὐ μὴν γυναικῶν καταλόγου κλέα κατὰ τοὺς ἐν θηλυδριώδεσι κωμάζοντας μέλεσιν [ἢ καὶ κατὰ τὸν καλὸν Ἡσίοδον, ὃς Ὁμήρου, καθά τις παλαιὸς ἔφη, τὸν ἡρωϊκὸν ἀνδρῶνα σεμνύναντος, αὐτὸς ἐν τῷ τῶν ἡρωΐδων Καταλόγῳ τῆς γυναικωνίτιδος γέγονε]. Καὶ σημείωσαι ὅτι ἀείδων ὁ Ἀχιλλεὺς κλέα ἀνδρῶν ἀοιδίμους ἐκείνους φερωνύμως ἐποίει, καθάπερ αὐτὸν ὁ ποιητής. [Καλῶς ἄρα φιλεῖται τῷ ποιητῇ ὡς οἷα καί τινι ζηλωτῇ τῆς κατ' ἐκεῖνον μουσικῆς. Κλέα δὲ Ἀχιλλεὺς ᾄδει οὐ τὰ ἐξ ἀνάγκης ἔντιμα καὶ εὐκλεῆ, ἀλλὰ καὶ τὰ ἔμπαλιν. ἐπεὶ καὶ μέσῃ λέξις τὸ κλέος. Οὕτω καὶ Ὅμηρος ᾄδει δι' ὅλης αὐτοῦ τῆς ποιήσεως οὐ μόνα τὰ πρὸς εὔκλειαν ἐμμελῶς ἱστορῶν, ἀλλά που καὶ μὴ τοιαῦτα πολλά, οἷς οὐκ ἂν ἔχοιεν ἐλλάμπεσθαι τὰ μνημονευόμενα πρόσωπα, εἴτε ἀνθρώπινά εἰσιν εἴτε δαιμόνια].
(v. 190 s.) "Πάτροκλος δέ οἱ", φησίν, "οἶος", ἤγουν μόνος, "ἐναντίος ἧστο σιωπῇ", ὡς καὶ ἐχρῆν, "δέγμενος Αἰακίδην ὁππότε λήξειεν ἀείδων". Τῶν τις δὲ παλαιῶν φησι καὶ αὐτός, ὅτι μουσικὸς ὢν ὁ Ἀχιλλεὺς κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε καὶ ταύτῃ τὴν μῆνιν κατεύναζεν. Οὕτω, φασί, καὶ Κλεινίας ὁ Πυθαγόρειος ὅτε εἰς ὀργὴν προήχθη, λύραν ἁρμοσάμενος ἐκιθάριζε καὶ [695] ἔλεγεν οὕτω πραΰνεσθαι. Ἰστέον δὲ ὅτι τε [ἐπαινοῦνται οἱ ἥρωες οἷς καθήμενοι οἰνοπόταζον. Ἐπεὶ γάρ, φασί, τρυφᾶν ἤρξαντο, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας ὡς ἀνειμένως πίνειν], καὶ ὅτι καὶ δίσκον ἐκ τῶν τοῦ Ἠετίωνος λαφύρων ὁ Ἀχιλλεὺς ἔχων ἐν τοῖς ἑξῆς που εὑρεθήσεται, ναὶ μὴν καὶ ἵππον, ἐκεῖνον μὲν ὡς γυμναστικός, τοῦτον δὲ ὡς πολεμικός.
(v. 188) Τὸ δὲ "ἄρετο ἐξ ἐνάρων" ἐτυμολογικὸς τρόπος ἐστίν. ἀπὸ γὰρ τοῦ αἴρω τὰ ἔναρα γίνεται.
(v. 189) Τὸ δὲ "θυμὸν τέρπεν" ἐκ τοῦ "φρένα τερπόμενον" παραπέφρασται. [Ὡς δὲ τερπνὰ τὰ μέλη, δηλοῖ καὶ Ἀπόλλων, ὃς "φρένα τέρπετ' ἀκούων μολπῆς". Ἐκ τοῦ τρέπειν δὲ μετετέθη τὸ τέρπειν. τροπὴν γάρ τινα καὶ μεταβολὴν διαθέσεων ψυχῆς ἡ μουσικὴ ἐπιστήμη ποιεῖ].
(v. 190) Τὸ δὲ "ἐναντίος" ἶσόν ἐστι τῷ ἀντικρύ. ἐξ αὐτοῦ δὲ καὶ ὁ ἀντιπροσώπως ἐναντιούμενος. Σιωπᾷ δὲ ἀκούων ὁ Πάτροκλος, καθὰ ἔδει, ὡς ἂν μὴ λαλῶν κολούῃ τὴν ἡδονὴν τὴν ἀκοῇ. [(v. 189) Ἰστέον δὲ ὅτι τε ἐν τῷ "ἄειδε κλέα ἀνδρῶν" φιλῳδὸς ὁ Ἀχιλλεὺς φαίνεται εἶναι καὶ μελικός, καὶ ὅτι ἐν τοιούτοις κυριολεκτεῖται τὸ ᾄδειν. Αἱ δὲ παρὰ Θεοκρίτῳ ἀείδουσαι λίθοι ἐν τῷ προσπταίειν ἀρβύλαις βουκολικὴν ἔχουσιν ἀφέλειαν].
(v. 192-198) Ὅτι ἐν τῷ τοὺς πρέσβεις πρόσθε στῆναι τοῦ Ἀχιλλέως ("βάτην" γάρ, φησί, "προτέρω", ἤγουν προσωτέρω, "ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς", ὡς καὶ προδεδήλωται, "στὰν δὲ πρόσθ' αὐτοῖο, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς αὐτῇ σὺν φόρμιγγι). τώ", ἤγουν οὕς, "καὶ δεικνύμενος προσέφη· χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον, ἦ τι μάλα χρεώ, οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον". Καὶ ὅρα ὅτι ἄριστα ἐπελέξατο Νέστωρ τοὺς πρέσβεις. οὓς γὰρ αὐτὸς ἐπέκρινε, φιλτάτους ὁ Ἀχιλλεὺς ὡμολόγησε.
(v. 199-204) Καὶ ἔτι προτέρω ἄγων εἷσεν, ἤγουν ἐκάθισεν, ἐν κλισμοῖς τάπησί τε πορφυρέοισι, προσεῖπε δὲ Πάτροκλον "μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, ζωρότερόν τε κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ. οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ".
(v. 193) Ἰστέον δὲ ὅτι τὸ μὲν "στάν", ἤγουν ἔστησαν, ἐκ τοῦ στάς στάντος γέγονε, καθὰ καὶ τὸ φθάν ἐν τοῖς ἑξῆς ἀντὶ τοῦ [696] ἔφθασαν ἐκ τοῦ φθάς φθάντος καὶ τὸ φάν ἀντὶ τοῦ ἔφησαν ἐκ τοῦ φάς φάντος. Τὸ δὲ "ταφών" Ἰωνικὴν ἔχει τερθρείαν τοιαύτην. Θάπτω θάψω, οὗ δεύτερος ἀόριστος ἔθαπον, καὶ ἀλλαγῇ τῶν δύο ἀφώνων εἰς τὰ αὐτῶν ἀντίστοιχα ἔταφον, ἐπί τε νεκρικῆς ταφῆς καὶ ἐπὶ ἐκπλήξεως δὲ μεταφορικῶς, ὅθεν καὶ τάφος οὐ μνῆμα μόνον ἀλλὰ καὶ ἔκπληξις, καὶ ἡ μετοχὴ ταφών. Ὥσπερ δὲ τὸ ἔθαπον, ἀφ' οὗ τὸ τεθηπέναι, ἀφώνων ἐναλλαγὴν ἔπαθεν εἰς τὰ ἀντιστοιχοῦντα, οὕτω, καθὰ καὶ ἑτέρωθι δηλοῦται, καὶ ἄλλα εὑρίσκονται παρὰ τοῖς Ἴωσι. Τὸ γοῦν ἐντεῦθεν ἐνθεῦτέν φασι καὶ τὸν χιτῶνα κιθῶνα καὶ τὸν βάτραχον βάθρακον. Οὕτω καὶ χύτρα κύθρα λέγεται καὶ ἡ παρὰ τῷ Κωμικῷ δὲ κύσθου [ἢ κύσου] λεοντῆ ὅμοιόν τι νοεῖ. Ἔστι δὲ μέχρι καὶ νῦν ἀκοῦσαι πολλοὺς τῶν ἀγροίκων οὕτω καὶ τὰ ἀκάνθια ἀχάντια λέγοντας. [Ὅτι δὲ τὸν κύσθον καὶ κύσον ἔλεγον [697] ἐλλείψει τοῦ θ, δηλοῖ καὶ ὁ κυσολέσχης, ὃν ἄν τις διασαφῶν κιναιδολόγον ἐρεῖ, κοινότερον δὲ ἄλλως αἰσχρορρήμονα].
(v. 194) Τὸ δὲ "ἀνόρουσεν" ἐφερμηνεύων κατὰ ἰδίαν φιλοτιμίαν ἐκ περιττοῦ ὁ ποιητὴς περιφραστικῶς φησι "λιπὼν ἕδος ἔνθα θάασσεν", ἤτοι ἐκάθητο. ἐξ οὗ θᾶκος ὁ θρόνος λέγεται, ὡς ἀπὸ τοῦ θῶ ὁ θῶκος. Θοάζει μὲν γάρ, φασί, τὸ τρέχει, μαίνεται, σκιρτᾷ, θάασσε δὲ τὸ ἐκάθητο, καὶ θακεῖ κάθηται, καὶ θᾶκος δίφρος, καθέδρα τις. Ὑποκαταβὰς δὲ τὸ "ἀνόρουσεν" ἀνέστη φησὶν ἐν τῷ "ὡς δ' αὕτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη", [ἀφελῶς φράσας τὸ φῶτας, ὡς εἴ τις εἴποι τοὺς εἰρημένους ἄνδρας, κατ' ἐξοχήν τινα οὕτως εἰπών. Ἄλλως γὰρ εἶχεν εἰπεῖν, ὡς, ἐπεὶ ἴδε τούσδε, ἀνέστη. Προέκρινε δὲ καὶ τοῦ ἄνδρας τὸ φῶτας ὡς οἰκεῖον μᾶλλον τοῖς ἄρτι λογίως πρεσβεύουσι. Δοκεῖ γὰρ παρὰ τὸ φῶ, τὸ λέγω, εἶναι φώς ὁ ἀνήρ, ὡς μάλιστα λαλητὸν ζῷον. γυναιξὶ γὰρ ἡ σιγὴ πρέπει].
(v. 196) Τὸ δὲ "δεικνύμενος" ἀντὶ τοῦ δεξιούμενος, φιλοφρονούμενος, ξενοδοχῶν, ἀπὸ τοῦ δέκω Ἰωνικοῦ ῥήματος, ἐξ οὗ δέκνω δεκνύω δέκνυμι, καὶ πλεονασμῷ δείκνυμι, ἀφ' οὗ μεταφορικῶς δείκνυσθαι λέγεται καὶ τὸ δακτύλῳ ἢ ἄλλως ὁπωσοῦν γνώριμόν τι ποιεῖν. Ἐκ δὲ τοῦ ῥηθέντος δέκω καὶ δείκω καὶ τὸ δεικανᾶσθαι γίνεται, οἷον "δεικανόωντ' ἐπέεσσιν", ἤγουν ἐδεξιοῦντο.
(v. 197) Τὸ δὲ "χαίρετον" ἀρχαιοτάτη φιλικὴ προσφώνησις ἐπιστολιμαία τε καὶ ἑτεροία, ὡς καὶ ὁ Κωμικὸς καὶ ὁ κατ' αὐτὸν ὑπομνηματισμὸς ἐν τῷ Πλούτῳ δηλοῖ. Τὸ δὲ "φίλοι ἄνδρες" κατωτέρω ἐπιτείνας οἱ φίλτατοι ἄνδρες φησίν, αὔξησιν ἐκεῖ φιλίας δηλῶν ἐπικριτικὴν [698] διά τε τοῦ ἄρθρου καὶ τῆς ὑπερθέσεως. Τὸ δὲ "ἦ μάλα χρεώ" ἀγχίνουν τὸν Ἀχιλλέα παριστᾷ, οὕτω ταχὺ νοήσαντα, ὡς οὐκ ἂν ὁ βασιλεὺς τῷ ἐχθίστῳ εἴασε τοὺς φιλτάτους ὁμιλῆσαι, εἰ μὴ ἀνάγκη μάλα ἤπειγε. [Περιττὸν δὲ συνήθως τὸ τι ἐν τῷ "ἦ τι μάλα χρεώ", καθὰ καὶ ἐν τῷ οὔτι καὶ "μήτι ἐγώ" καὶ "ἀλλ' εἴ τι χαίρεις" καὶ τοῖς ὁμοίοις].
(v. 198) Τὸ δὲ "σκυζομένῳ περ", ὅ ἐστιν ὀργιζομένῳ, περὶ οὗ πολλαχοῦ δηλοῦται, βιωτικῶς παρεσημήνατο Ἀχιλλεύς, ὡς δῆθεν τῶν ἄλλων ἑξείης ἐν καιρῷ μήνιδος μαρπτόντων "ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί".
(v. 199) Τὸ δὲ "προτέρω" ἐκ τῆς προ παρεσύρη προθέσεως τῆς δηλούσης πρόοδόν τινα εἰς τὸ πρόσθεν.
(v. 200) Τάπητες δὲ νῦν τὰ προσκεφάλαια. Καὶ σημείωσαι ὅτι ὁ τάπης ὑπόκειται, οὐ μὴν ὑπέρκειται οἷά τι σκέπασμα, καθά τινες ἐν ἄλλοις οἴονται. Καί πως δηλοῖ τοῦτο καὶ ἡ τῆς λέξεως ἐτυμολογία, παραγομένης ἐκ τοῦ πατεῖσθαι κατὰ μετάθεσιν. ἐξ οὗ ῥήματος παρῆκται καὶ ὁ ταπεινός. Ἐοίκασι δὲ καὶ μαλλωτοὶ τάπητες εἶναι. Ὅθεν Αἴλιος Διονύσιος ἀμφιτάπητάς φησι τοὺς μὴ ἑτερομάλλους, ἀλλ' ἐξ ἑκατέρων τῶν μερῶν δασεῖς. Καὶ Παυσανίας δὲ λέγει, ὅτι ἀμφιτάπητες οἱ ἀμφίμαλλοι, οἱ δὲ ἑτερόμαλλοι τάπητες.
(v. 203) "Ζωρότερον" δὲ ἢ ἀντὶ τοῦ σπουδαιότερον καὶ ζωηρότερον ἢ ἀντὶ τοῦ ἀκρατότερον, καὶ αὐτὸ παρὰ τὸ ζῆν. Αὐτὸς γὰρ ὁ Ἀχιλλεὺς ἔοικεν ὑδαρέστερον πίνειν, καὶ εἰκότως ὁ τῷ [699] Ἀγαμέμνονι ὀνειδίσας οἰνοφλυγίαν. Πάντως δὲ εἰ ζωηρόν τι τὸ ἄκρατον, ἄψυχον οἷον λογιστέον τὸ κρᾶμα. διὸ οὐδὲ εὐπαράληπτον ἦν ἐν σπονδαῖς. [Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὸ "μελίζωρον ποτόν", ὃ δή τις ἔφη, καὶ τὸ ζωρέστερον. Ὁμήρου γὰρ ἀναλόγως εἰπόντος ζωρότερον ἐκ τοῦ ζωρόν, παρὰ τοῖς ὕστερον εὕρηται καὶ ζωρέστερον κατὰ τὸ ἀκρατέστερον, ὥσπερ καὶ ἀνιηρέστερον καὶ αἰδοιέστερον ἐν Ὀδυσσείᾳ, καὶ κοινῶς πλησιέστερον, καὶ παρ' Αἰσχύλῳ ἀφθονέστερον, καὶ εὐωνέστερον παρὰ Ἐπιχάρμῳ. Λέγει δὲ καὶ Ὑπερίδης "ῥαδιεστέραν πόλιν". Τινὲς δὲ ζωρότερόν φασι τὸ θερμὸν ἀπὸ τῆς ζέσεως, ἄλλοι δὲ εὔκρατον]. Ἰστέον δὲ ὅτι τῶν τινα ἀντιγράφων τὸ "κέραιε" κέραιρέ φασιν, ὀλίγα μέντοι καὶ οὐδὲ τὰ ἀκριβέστερα, ἵνα γίνηται τὸ μὲν κέραιε ἀπὸ τοῦ κερῶ κεραίω, ὡς ἀγῶ ἀγαίω, τὸ θαυμάζω καὶ μέμφομαι, τὸ δὲ κέραιρε ἀπὸ τοῦ κερῶ κεραίρω, ὡς σπῶ σπαίρω καὶ ἀσπαίρω. καὶ ὅτι μᾶλλον ἐπὶ ἀκράτου νοεῖται τὸ ζωρόν, ὡς παραδηλοῖ καὶ Ἡρόδοτος ἐν οἷς φησιν· ἐπὰν ζωρότερον βούλωνται οἱ Σπαρτιάται πιεῖν, ἐπισκύθισον λέγουσιν, ὡς ἀπὸ τῶν Σκυθῶν, οἵ, φησίν, εἰς Σπάρτην ἀφικόμενοι πρέσβεις ἐδίδαξαν τὸν Κλεομένην ἀκρατοποτεῖν. Ἰστέον δὲ ὅτι καὶ ἐχρῆν ἀνδράσι καμοῦσιν ἄκρατον ἐγκερασθῆναι διὰ ὄνησιν, ὥς που καὶ ἡ Ἑκάβη γενέσθαι ἠθέλησε κεκμηκότι τῷ υἱῷ Ἕκτορι. Ἄκρατος γὰρ καὶ ἐκεῖ ὁ οἶνος ἦν, ὡς δηλοῖ τὸ ἐθέλειν σπεῖσαι ἐξ αὐτοῦ τῷ Διΐ. Ὥστε μείζων μὲν ἵσταται ἄρτι κρατὴρ διὰ τὸ πλείους συνελθεῖν, ζωρότερος δὲ διὰ τὸ κεκμηκότας εἶναι τοὺς παραβαλόντας [700] φίλους. [Εἰς δὲ τὸ νοεῖσθαι ζωρὸν τὸ ἄκρατον συντελεῖ καὶ Διφίλου τὸ "ἔγχεον πιεῖν εὐζωρότερον. τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ' ἔστι τῇ ψυχῇ κακόν". Ἐμπεδοκλέους μέντοι τὸ "αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ' εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα", ζωρὸν εἶναι δηλοῖ τὸ κεκραμένον, ᾧ πάντως ἀντίκειται τὸ ἄκρατον. Εἴρηκε δέ τις καὶ ῥῆμα ἐκ τοῦ ζωρὸν τὸ ζωροποτεῖν, ἐπιγράψας οὕτω "τοῦ πολυκώθωνος τοῦτ' ἠρίον Ἀρκαδίωνος, ὃς θάνεν ἐκ χανδῆς ζωροποτῶν κύλικος". Ἔνθ' ὅρα τὸ χανδῆς, οὗ ἡ ἀρσενικὴ αἰτιατικὴ ποιεῖ τὸ χανδόν ἐπίρρημα. Ὅτι δὲ πολλοὶ ἀκρατοποτοῦντες ἔθνῃσκον, δηλοῦσιν αἱ παλαιαὶ ἱστορίαι. Πρόμαχος γοῦν τις δίχα τῶν ἄλλων ἐν ἀγῶνι ἀκρατοποσίας νικήσας καὶ πιὼν μέν, φασίν, ἀκράτου χοὰς τέσσαρας, τάλαντον δὲ λαβὼν εἰς ἔπαθλον, ἀπέθανε βιοὺς ἡμέρας τέσσαρας. Μέτρον δέ τι παλαιὸν οἱ χοεῖς, ὧν εὐθεῖα ὁ χοεύς, οὗ γενικὴ χοέως χοῶς, ὡς Πειραιέως Πειραιῶς, αἰτιατικὴ ἑνικὴ χοέα χοᾶ, ὡς Πειραιᾶ, πληθυντικὴ χοέας χοᾶς. Ἐντεῦθεν δὲ καὶ ποτήριον δίχουν τὸ χωροῦν τοιούτους δύο χοᾶς. Σημείωσαι δὲ καὶ ὅτι ζωρὸν οἶνον τὸν πολυετῆ ἐνόησάν τινες, οὐκ ἀπὸ τοῦ ζῆν ἢ ζέειν, ἀλλ' ἐκ τοῦ ζῷον καὶ τοῦ ὦρος, ὧν ὦρος μὲν ὁ ἐνιαυτός, εἴτ' οὖν ἔτος, ζῷον δὲ ἀντὶ τοῦ μέγα καὶ πολύ, ἃ δὴ σημαίνεται, φασί, διὰ τῶν ζῴων].
(v. 203) Τὸ δὲ "δέπας ἔντυνον ἑκάστῳ" φιλοτιμίαν μόνην δηλοῖ σκευῶν συμποσιακῶν. Τὸ δὲ "ἔντυνον" ταὐτὸν τῷ ὅπλισον, ἐπεὶ καὶ ἔντεα δαιτὸς τὰ εἰς αὐτὴν σκεύη κατὰ τὸ "οἳ δ' ἀπεκόσμεον ἔντεα δαιτός". Γίνεται δὲ ἀπὸ τοῦ ἐντύω ὁμοίως τῷ θύω θύνω καὶ τοῖς ὁμοίοις.
(v. 197) Ἰστέον δὲ ὅτι τε φιλικῆς δεξιώσεως καὶ τὸ "χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον", καὶ τὸ "οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ", καὶ ὡς Ἀχιλλεὺς μὲν μετρίως λέγει πρὸς τοὺς πρέσβεις "ἦ τι μάλα χρεώ", ἀντὶ τοῦ χρεία τις ἐμοῦ γέγονε τοῖς Ἀχαιοῖς, Ὀδυσσεὺς δὲ προϊὼν φιλαλήθως λέγει, [701] ὅτι λίαν μέγα πῆμα εἰσορῶντες δεδίαμεν. Καὶ χρὴ οὕτω ποιεῖν καὶ μὴ ἐθέλειν ψεύδεσθαι φίλοις καὶ ταῦτα ἐφ' οἷς ἴσασιν. Ὅρα δ' ἐν τοῖς εἰρημένοις καὶ ἢ σχῆμα σύνηθες τὸ κατὰ τὸ σιωπώμενον ἢ ἁπλότητα ἡρωϊκήν. Οὐ γὰρ πυλωροὶ τῷ Ἀχιλλεῖ, οὐ μνήμονες, οὐ θεραπεία κολακική, οὐκ ἄλλο οὐδὲν τῶν ὅσα ἐκ τρυφῆς παρεισήρρησεν ὕστερον, ἀλλ' ἁπλῶς οὕτω οἱ πρέσβεις ἐνέτυχον τῷ μεγάλῳ ἥρωϊ, ὡς εἰ καί που καθ' ὁδὸν ἐσκηνεῖτο ἀφύλακτος.
(v. 206-208) Ὅτι ἐν τῷ "Πάτροκλος κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ", [μετὰ τὸ καταστῆσαι δηλαδὴ τὸν κελευσθέντα κρατῆρα ὡς εἰς ἑτοιμασίαν τοῦ κιρνᾶν], "ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός, ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ", κρεῖον τὸ κρεωδόχον ἀγγεῖόν φασιν οἱ πλείους τῶν παλαιῶν. Εὐφορίων δὲ κρεῖον αὐτὸ τὸ κρέας νοεῖ, ὥς φησιν Ἀπίων καὶ Ἡρόδωρος, διὰ τὸ τὸν ποιητὴν κατωτέρω μηδαμοῦ μεμνῆσθαι κρεῶν ἑφθῶν ἐν ἀγγείῳ, ἀλλὰ μόνων ὀπτῶν. Καὶ συντελεῖ πρὸς τοῦτο καὶ τὸ "ἐν πυρὸς αὐγῇ". οὐ γὰρ ἐξ ἀνάγκης πυρὸς αὐγή αὐτὸ τὸ πῦρ, περὶ ὃ αἱ χύτραι τίθενται τῶν ἑφθῶν, ἀλλὰ τὸ ἐγγὺς τοῦ πυρός, ἔνθα ἔστιν ὀπτᾶσθαί τι, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. Παυσανίας δὲ κανοῦν παραδίδωσι τὸ κρεῖον ἢ ἄλλο τι, ἐφ' οὗ τὰ κρέα κόπτεται. Ὥσπερ δὲ ἀπὸ τοῦ κρέας τὸ κρεῖον, οὕτω καὶ ἡ κρεάγρα καὶ ὁ κρεανόμος. τὴν δὲ κρεάγραν καὶ ἅρπαγα καὶ λύκον ὁ Παυσανίας καλεῖσθαί φησι. Τὸ δὲ "κάββαλεν" ἢ ἁπλῶς ἀντὶ τοῦ ἔβαλεν, ὅ ἐστιν ἔθετο, ἢ βαστάξας ἄνω εἶτα κατέθετο. Οὕτω καὶ παλαιστὴς καταβάλλει τὸν ἀντίπαλον.
(v. 207 s.) Τὸ δὲ "ἐν δ' ἄρα νῶτον ἔθηκεν ὄϊος, ἐν δὲ συὸς ῥάχιν", [ἔνθα φανερὰ διαφορὰ νώτου καὶ ῥάχεως], σχῆμα μέν ἐστι σύνηθες ἐπαναφορᾶς, δηλοῖ δὲ διὰ τοῦ ἐνέθηκεν, ὅ ἐστιν [702] ἐνέβαλεν, ἀγγεῖον εἶναι τὸ κρεῖον, ᾧ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐνέθετο. [Τούτου δὲ οὕτω νοουμένου, δυσχέρειά τις ὕπεστιν ἐν τοῖς εὐθὺς ἐφεξῆς. Εἰ γὰρ ἐνετέθη, ἤγουν ἐνεβλήθη, τῷ κρείῳ πρὸς ἀφέψησιν τὸ νῶτον τοῦ ὄϊος καὶ τῆς αἰγὸς καὶ ἡ ῥάχις τοῦ συός, ἔστιν ἀπορῆσαι πῶς αὐτὰ τέμνονται αὐτίκα καὶ μιστύλλονται καὶ πείρονται ἀμφ' ὀβελοῖς, εἶτα καὶ ὀπτῶνται. Ἢ τοίνυν τὸ κρεῖον οὐκ ἔστι κρεωδόχον ἀγγεῖον, ἢ ἀλλὰ νοητέον ὡς ἐξ ἄλλης ἀρχῆς, ὅτι ἐντεθέντων τῶν εἰρημένων κρεῶν ἑψήσεως χάριν τῷ κρείῳ, εἶτα ἕτερα ταμόντες οἱ ἥρωες καὶ μιστύλαντες καὶ πείραντες ὤπτησαν. καὶ οὕτω μὲν ταῦτα. Εἰ δὲ τὸ κρεῖον νοηθείη κανοῦν, τότε δὴ τὸ "ἐν δ' ἄρα νῶτον ἔθηκε" καὶ ἑξῆς, ληφθήσεται ἀντὶ τοῦ ἔθηκεν ὁ Πάτροκλος καὶ τὸ κανοῦν ἐν τῷ τόπῳ ἐκείνῳ καὶ τὰ ἐπαγόμενα κρέα, ὧν αὐτουργοὶ πρὸς ὄπτησιν ὁ Αὐτομέδων, ὁ Πάτροκλος, καὶ ὁ Ἀχιλλεύς. Δύνανται δὲ τὰ τοιαῦτα καὶ πρὸς τὸ κρεῖον, ὅπερ ἐστὶ κατά τινας κρέας, συμβιβάζεσθαι ἀσφαλέστερον ἤπερ ἐπὶ τοῦ κρεῖον, τὸ κρεωδόχον ἀγγεῖον]. Σίαλος δὲ χοῖρος ἐντρόφιος παρὰ τὸ ἅλις σιτεῖσθαι. [Αὐτὸ δὲ τὸ συὸς σιάλοιο ψευδοπαρηχεῖται, καθὰ καὶ ἄλλα γέγραπται ἀλλαχοῦ. Ἡ δὲ ῥάχις τὰς ῥάχιας παράγει πέτρας, ἴσως δὲ καὶ τὰ βράχεα πλεονασμῷ τοῦ β κατὰ τὸ ῥάκος βράκος καὶ τὰ ὅμοια]. Ἀλοιφή δὲ τὸ λίπος, ἤτοι ἡ πιμελή.
(v. 209-217) Ὅρα δὲ ὅτι κἀνταῦθα, ὡς καὶ ἀλλαχοῦ, αὐτουργοῦσιν ἥρωες. "ἔχε μὲν γάρ" φησίν, "Αὐτομέδων", τὰ κρέατα δηλαδή, "τάμνε δ' ἄρα δῖος Ἀχιλλεύς. καὶ τὰ μὲν εὖ", ὡς καὶ ἀλλαχοῦ κεῖται, "μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε. πῦρ δὲ Μενοιτιάδης δαῖε", τουτέστιν ἀνῆπτε, "μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκεν", ἢ "ἔχευε", τουτέστιν ἐν ταῖς [703] μαγειρικαῖς τραπέζαις ἐξήπλωσε, "Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν. ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς".
(v. 212) Ὅρα δὲ τὸ "ἐμαράνθη" λεχθὲν ἐπὶ σβέσεως φλογός. Καὶ σημείωσαι ὅτι τὸ μαίρειν, ἐξ οὗ τὸ μαραίνειν καὶ τὸ ἐμαράνθη, ὑφεῖσθαι δοκεῖ πρὸς τὸ φλέγειν καὶ τὴν φλόγα, εἴγε φλογὸς μαρανθείσης ὑπομένει ἀνθρακιά. Ἐντεῦθεν δὲ καὶ ἐπὶ ἀνθέων τὸ μαραίνεσθαι λέγεται καὶ ἐπὶ ἀνθρώπων, οἳ τοῦ ζαφλεγέες εἶναι ἐκπέσωσιν. Ἐφερμηνευτικὰ δὲ ἀλλήλων τὸ "κατὰ πῦρ ἐκάη" καὶ "φλὸξ ἐμαράνθη". Ἐν οἷς ὅρα ὡς οὐ μόνον ξύλα καίονται, ἀλλ' ἰδοῦ καὶ πῦρ κατακαίεται σβεσθείσης φλογός.
(v. 213) Ἀνθρακιά δὲ ἀναλόγως ἔχει τῷ μυρμηκία, πυρκαΐα, ἀχυρμία. [Ἔστι δὲ τύπου περιεκτικοῦ. Ὡς γὰρ ἡ ἀχυρμιὰ περιέχει ἄχυρα καὶ μύρμηκας ἡ μυρμηκιά, οὕτω καὶ ἄνθρακας ἡ ἀνθρακιά]. Τὸ δὲ στορέσας καιρία λέξις κἀνταῦθα ὡς ἐπί τινος στρώματος, οὕτω δὲ καὶ ἐπὶ πόντου ὅτε γαληνιᾷ. Εἰ δέ τινι καὶ θυμὸς καταστορεσθῆναι ῥηθείη, ἐκ τῆς Ὁμηρικῆς ταύτης λέξεως εἴρηται. [Ἰστέον δὲ ὅτι πρωτοτύπου ὄντος τοῦ στορέω στορῶ, ἐξ αὐτοῦ κατὰ συγκοπὴν μὲν ἐν ἀνομοιότητι συζυγίας, ὥσπερ μολῶ μολήσω, εἶτα βλῶ βλώσω, οὕτω καὶ στρῶ στρώσω, ἐξ οὗ καὶ στρῶμα [704] καὶ στρωμονή, ὅθεν ἡ στρωμνή, καὶ στρῶται βασιλικοί. Ἐκ δὲ τοῦ αὐτοῦ στρῶ στρώσω καὶ τὸ στρωνύω γίνεται καὶ τὸ στρώνυμι καὶ ὁ στρωματεὺς καὶ τὸ κατάστρωμα τῆς νεώς. Ἀπὸ δέ γε παραγωγῆς τοῦ στορέω πρῶτα μὲν τὸ στορεννύω γίνεται, εἶτα καθ' ἑτέραν παραγωγὴν τὸ στορέννυμι κατὰ τὸ κορέω κορεννύω κορέννυμι, οὗ παρατατικὸς ἐκ συγκοπῆς ἐστόρνυν κατὰ τὸ "πιόντας δὲ αὐτοὺς ἐδεξιοῦτο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ". Εἰσὶ δὲ τοιαῦται αἱ ἐπὶ βοτανῶν ἴσως στιβάδες]. Τὸ δὲ "ὀβελοὺς τάνυσε" συνεπινοούμενα καὶ τὰ κρέα τοῖς ὀβελοῖς ἔχει.
(v. 212 s.) Ἰστέον δὲ ὅτι ὀπτήσεως κρεῶν κατεργασίαν ἐνδιασκεύως δηλοῖ τὸ "ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας" καὶ τὰ ἑξῆς, ὡς προέκκειται. Καὶ ὅτι τινὲς τὸ "αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη" μεταγράφουσιν οὕτως "αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ". Δοκεῖ δὲ γελοία τοῖς παλαιοῖς ἡ τοιαύτη γραφή. οὐκ ἂν γὰρ ὁ ποιητὴς ἀεὶ τὸ πῦρ δεινοποιῶν ἄνθος εἴποι πυρὸς ὡς εἰ καὶ ῥόδου ἄνθος ἤ τινος τοιούτου. Εἰ δὲ Αἰσχύλος ἐν Προμηθεῖ ἄνθος πυρὸς λέγει, ἑτέρου ἐκεῖνο λόγου καὶ οὐδὲν αὐτὸ πρὸς τὸν Ὅμηρον. Σεμνοποιεῖται γὰρ ἐκεῖ τὸ πῦρ, ὥς τι καλλιστεῖον τοῖς ἀνθρώποις πρὸς τοῦ Προμηθέως δοθέν.
(v. 214) Θεῖον δὲ ἅλα καλεῖ μυθικῶς, ὃν ὁ Ἀχιλλεὺς κειμήλιον εἶχε, δῶρον ὄντα Νηρέως ἐκ τοῦ πατρικοῦ γάμου, ὡς ἄν, ἐὰν ἐξ αὐτοῦ καταπάττοι βρῶμα, ἡδύτατον αὐτὸ ποιῇ καὶ τὸν ἐν μεγίσταις ὄντα λύπαις πείθῃ φαγεῖν. Οὕτω καὶ ἐν Ὀδυσσείᾳ ἡ Ἑλένη φάρμακόν τι ἔχουσα καὶ μίσγουσα τῷ κρατῆρι ἀλύπους ἐποίει τοὺς πίνοντας. Καὶ τὸν ἅλα γοῦν τοῦ Νηρέως τοῦτον θείαν τινὰ ἔχειν δύναμιν ὁ μῦθός φησιν ἐπὶ τοῖς ἐσθίουσιν. Ἄλλως μέντοι κοινότερον θεῖον τὸν ἅλα φησὶν ἢ διότι συναγωγός ἐστιν εἰς φιλίαν καὶ εὐνοίας σύμβολον τοῖς ξένοις ἐν τῇ τραπέζῃ παρετίθετο [705] ἢ διότι τὰ ἁλίπαστα ἐπὶ πολὺ παραμένειν ποιεῖ. Εἴποι δ' ἄν τις καὶ παρὰ τῷ Λυκόφρονι ἁγνίτην τὸν ἅλα λέγεσθαι ἀντὶ τοῦ θεῖον. Καὶ Πλούταρχος δὲ ἐν τοῖς ἑαυτοῦ Συμποσιακοῖς εἰς τοῦτο γράφει, ἃ καὶ ζητητέον ἐκεῖ. [Ὅτι δέ, ὥσπερ ἁλίπαστον ἐκ τοῦ ἁλός, οὕτω καὶ κάθαλόν τι λέγεται, δηλοῖ ὁ γράψας τὸ "κάθαλα ποίησον πάντα καὶ ἐσκοροδισμένα". Ὡς δὲ καὶ ἡ Θάσος ἅλα ἦγεν ἡδὺν εἰς βοράν, δηλοῖ ὁ γράψας περιᾴδεσθαι Θασίαν ἅλμην, χρηστήν, ὡς ἔοικε, τοῖς ὀψοφαγοῦσι]. Κρατευτὰς δέ φασί τινες τῶν παλαιῶν τὰς τῶν ὀβελίσκων λαβάς, [ὧν πρωτότυπον τὸ κρατέω κρατῶ, ἐξ οὗ τὸ κρατεύω, καθὰ ἐκ τοῦ ζητῶ παρ' Ἡσιόδῳ τὸ ζητεύω]. Οἱ δὲ ἀκριβέστεροι τοὺς κρατευτὰς λίθους νοοῦσιν, ἐφ' ὧν τὰ ἄκρα τῶν ὀβελίσκων ἐτίθεντο ἐν τῷ ὀπτᾶσθαι τὰ κρέα. Παυσανίας δέ φησι· κρατευταί· ὀβελοὶ ἢ λίθοι ἢ σιδήριά τινα ἐφ' ὧν οἱ ὀβελίσκοι ἐπιτίθενται.
(v. 215) Ὁ δὲ ἐλεὸς γίνεται μὲν ἀπὸ τοῦ ἕλος ἕλεος, εὕρηται δὲ καὶ οὐδέτερον, ὡς δηλοῖ τὸ "κάθελε τοὐλεόν" παρὰ τῷ Κωμικῷ. πλεονασμῷ δὲ τοῦ ι γίνεται καὶ εἰλεός.
(v. 216 s.) Τὸ δὲ "νεῖμεν Ἀχιλλεύς" ἀντὶ τοῦ ἐμέρισε κατὰ μοίρας, ὅθεν καὶ ὁ κρεανόμος. τοιοῦτον δὲ καὶ ἀνωτέρω τὸ "σῖτον ἑλὼν Πάτροκλος ἐπένειμε τραπέζῃ". [Ἐκ τούτου δὲ παρὰ τοῖς μεθ' Ὅμηρον ὁ τραπεζονόμος, εἰ καὶ μὴ συντέθειται ἀλλ' ἐξεύρηται συνθέτως λέγεσθαι]. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὴν ἡρωϊκὴν ἀφέλειαν καὶ εὐτέλειαν τὴν ἐν ὀπτοῖς κρέασι τοῖς κατὰ τὸν Ἀχιλλέα καὶ τοῖς λοιποῖς. Εἰ δέ που κατ' [706] ἐξαίρετον Ἀχίλλειαι κριθαὶ λέγονται, ἡρωϊκῆς ἐκεῖναι ἱπποτροφίας εἰσίν. ἡ δὲ χρῆσις παρὰ τῷ Κωμικῷ. Εἰ δὲ καὶ Ἀχίλλειά τις μάζα περιλαλεῖται, οὐδ' ἐκείνη τρυφερόν τι ἔχει, ἐν ἄρτῳ μόνῳ θεωρουμένη, οὗ σεμνὸν τὸ διαττᾶσθαι, ὅ ἐστι σήθεσθαι κατὰ Αἴλιον Διονύσιον, ὅς φησιν, ὅτι διαττᾶν Ἀττικοὶ λέγουσι τὸ σήθειν καὶ διηττημένον τὸ σεσησμένον. Ὁ μέντοι Ἀχίλλειος σπόγγος ἀλλ' αὐτὸς ἔχει τι ἐξέχον πρὸς τοὺς λοιπούς, ὑποκείμενος ἁπαλὸς ταῖς περικεφαλαίαις καθ' εὕρεσιν ἴσως Ἀχιλλέως, ἵνα μὴ ὁ σίδηρος τρίβοι τὴν κεφαλήν.
(v. 218 s.) Ὅτι σαφηνείας ἀεὶ ἐπιμελόμενος ὁ ποιητὴς ἑρμηνεύει τὸ "Ἀχιλλεὺς δὲ ἀντίον ἷζεν Ὀδυσσῆος", εἰπὼν "τοίχου τοῦ ἑτέρου", ἵνα ᾖ ἀντίον τὸ ἀντικρύ ἐν τῷ τὸν μὲν πρὸς τῷδε τῷ τοίχῳ καθῆσθαι, τὸν δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου.
(v. 219 s.) Ὅτι Ἀχιλλεὺς μέλλων κατάρχεσθαι δαιτὸς διὰ τοὺς πρέσβεις θύειν ἐπιτάττει, καὶ ὁ Πάτροκλος ἐν πυρὶ βάλλε θυηλάς, ἀπόμοιραν δηλαδή τινα τῶν ὀπτηθέντων κρεῶν κατά τινα λόγον ἀπαρχῆς. Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ ὁ καλὸς Εὔμαιος ποιεῖ, παιδεύοντος Ὁμήρου κατάρχεσθαι καὶ τῶν τοιούτων τοῖς κρείττοσιν. [Ἡ δὲ ἀναλογία τῆς θυηλῆς, ἤτοι θυσίας, κατὰ τὴν γαμφηλήν ἐστι καὶ τὰ τοιαῦτα, ἐν οἷς καὶ ἡ θηλή, τὸ ἄκρον τοῦ μαστοῦ. οὗ, φασίν, ἡ πρώτη ἐν τῷ ἡβάσκειν αὔξησις κύαμος λέγεται. Ἐν τούτοις δὲ κεῖνται καὶ δύο περιώνυμοι ἀμφιβολίαι, μία μὲν τὸ "θεοῖσι δὲ θῦσαι ἀνώγει", ἥπερ, ὡς καὶ ἄλλοθι δηλοῦται, ἀδιάφορός ἐστιν εἴτε θεοῖσι τρισυλλάβως νοηθείη εἴτε δισυλλάβως "θεοῖς", εἶτα "ἰδὲ θῦσαι" ἀντὶ τοῦ καὶ θῦσαι. Ἑτέρα δὲ οὐκ εὔχαρις τὸ "θῦσαι ἀνώγει" Πάτροκλον. Ἐπηρεάζων γάρ τις ἐρεῖ ἀμφιβόλως ἔχειν εἴτε ἀνώγει τῷ Πατρόκλῳ θῦσαι θυηλὰς εἴτε ἄλλῳ τινὶ ἀνώγει θῦσαι οἷά τι θῦμα τὸν Πάτροκλον].
(v. 223) Ὅτι μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἔνευσεν ὁ Αἴας τῷ Φοίνικι. Νοήσας δὲ Ὀδυσσεύς, ᾧ καὶ ἐπέτελλε μάλιστα [707] ὁ Νέστωρ, ἁρπάζει τὴν δημηγορίαν καὶ πρωτολογεῖ λογισάμενος, ὡς εἰκός, ἢ πείσειν τὸν Ἀχιλλέα καὶ ἀποίσεσθαι τὸ τῆς πειθοῦς ἀριστεῖον, ἢ εἰ μὴ πείσει, ἀλλὰ τότε δὴ ὥσπερ δευτέρᾳ τινὶ καὶ τρίτῃ μηχανῇ κατασεῖσαι τὸν τοῦ θυμοῦ πύργον τῷ Ἀχιλλεῖ τῇ τῶν οἰκειακῶν δημηγορίᾳ, τοῦ Φοίνικος καὶ τοῦ Αἴαντος.
(v. 224) Πλησάμενος οὖν δέπας οἴνου ἐδεξιοῦτο τὸν Ἀχιλλέα. Τοῦτο γὰρ δηλοῖ τὸ "δέδεκτο", ἐξ οὗ καὶ τὸ δεικνύμενος γίνεται, ὡς προσεχῶς προείρηται.
(v. 225-228) Καὶ εἰπὼν "χαῖρ' Ἀχιλεῦ", [ὃ δὴ φιλοφροσύνης ἐστὶ προσφώνημα, ὡς καὶ πρὸ βραχέων σεσημείωται], εἶτα πορίζεται συνήθως προοίμιον ἐξ αὐτοῦ τοῦ καιροῦ ὑπογυίως, τουτέστιν ἐκ τοῦ συμποσίου, καί φησι "δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς εἰμεν", ἤγουν ἐσμέν, "ἐνὶ κλισίῃ βασιλέως ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθαι. ἀλλ' οὐ δαιτός" καὶ ἑξῆς.
(v. 228-231) Εἶτα τῆς διηγήσεως ἀρξάμενος ὁμολογεῖ ὡς "ἐν δοιῇ", τουτέστιν ἐν δισταγμῷ, ἐσμὲν δηλαδή, "σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν", ἣν ἄρτι δηλαδὴ ἐκδεδύσθαι δοκεῖς. ᾧ παρόμοιον καὶ τὸ "ἐπιειμένος ἀλκήν". Ἐν οἷς ὅρα τὸ καὶ ἁπλοῦν τῆς διηγήσεως καὶ ἀληθές. Οὐ γὰρ ἐθέλει ψεύδεσθαι τῷ φίλῳ διά τε αὐτὸ τὸ δέον καὶ ὅτι οὐδὲ ἔχει λαθεῖν. προφανὴς γὰρ ὁ κίνδυνος. Διὸ καὶ τὰ πυρὰ τῶν Τρώων καταλέγει καὶ τὰ ἐνδέξια σήματα τῶν ἀστραπῶν. οὐδ' αὐτὰ γὰρ πάντως τὸν Ἀχιλλέα ἐλάνθανεν. Ἔστι δὲ ὁ περὶ τούτων Ὁμηρικὸς λόγος τοιόσδε "ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα, διοτρεφές, εἰσορόωντες δείδιμεν. ἐν δοιῇ δέ", ὡς ἐρρέθη, "σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν". Ἐν οἷς ὅρα τὸ "δείδιμεν", οὗ ἐντελὲς τὸ δεδίαμεν, καὶ τὸ "ἐν δοιῇ", ἐξ οὗ τὸ ἐνδοιάζειν ῥῆμα παρῆκται, καὶ τὸ "σαωσέμεν ἢ ἀπολέσθαι νῆας", ἀνακολούθως σχηματισθὲν διὰ τὸ τοῦ λέγοντος ἐναγώνιον. Τὸ γὰρ ὀρθὸν σωθῆναι ἢ ἀπολέσθαι νῆας, ἢ καὶ ἄλλως σαωσέμεν ἡμᾶς νῆας ἢ ἀπολέσθαι.
(v. 232-235) Εἶτα παροξύνων ῥητορικῶς τὸν ἥρωα εἰς θυμὸν τὸν κατὰ τῶν πολεμίων λέγει καὶ ὅτι "ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες [708] ὑπέρθυμοι καὶ ἐπίκουροι, κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδέ τί φασι σχήσεσθαι, ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι", τουτέστιν οὔ φασιν ἡμᾶς ὑπομεῖναι καὶ ἀντιστῆναι, ἀλλὰ φεύγοντας ἐμπεσεῖν ταῖς ναυσίν, ἢ καὶ ἑτέρως· οὔ φασι σχήσεσθαι μάχης, ἤγουν ἐφέξειν ἑαυτούς, ἀλλὰ διώκοντας ἐμπεσεῖσθαι ταῖς ναυσί.
(v. 236-243) Λέγει δὲ καὶ ὅτι ὁ Ζεὺς αὐτοῖς ἐνδέξια σήματα φαίνων, τὰ πολλαχοῦ ἑρμηνευθέντα, ἀστράπτει, καὶ ὅτι Ἕκτωρ "μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διΐ, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς", [οἷα καὶ ἀσεβὴς καὶ εἰς ἀνθρώπους ὑπέρφρων], "κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν. στεῦται γάρ", ὅ ἐστι διαβεβαιοῦται, "νηῶν ἀποκόψειν ἄκρα κόρυμβα, αὐτὰς δ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς δῃώσειν παρὰ τῇσιν", ἤγουν παρ' αὐταῖς, "ἀτυζομένους" ἤ "ὀρινομένους ὑπὸ καπνῷ".
(v. 244-248) Καὶ τοιαῦτα εἰπὼν Ὀδυσσεὺς καὶ παύσας τὴν διήγησιν καὶ ὑπομνήσας πάλιν περὶ δέους ἐν τῷ "ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς ἐκτελέσῃ θεός, ἡμῖν δὲ δὴ αἴσιμον εἴη φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο", ἐπάγει ῥητορικῶς ἀξίωσιν, εἰπὼν "ἀλλ' ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ".
(v. 249) Εἶτα τῶν ἐναγωνίων κεφαλαίων γενόμενος λέγει πάνυ βιαίως, ὅτι "αὐτῷ τοι μετόπισθεν", ἤγουν ὕστερον, "ἄχος ἔσεται", εἰ μὴ νῦν ἐπαμύνῃς.
(v. 249-251) Καὶ ἐπιφέρει γνωμικῶς τὸ "οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστιν ἄκος εὑρεῖν". Τὸ γὰρ γενόμενον μὴ γενέσθαι οὐ δύναται. "Ἀλλὰ πολύ", φησί, "πρίν", ἤγουν πρὸ τοῦ ῥεχθῆναί τι κακόν, "φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσῃς κακὸν ἦμαρ". Ἐπὶ δὲ τούτοις ἀναμιμνῄσκει δριμέως καὶ ὅπως ὁ πατὴρ Πηλεὺς τὴν τοῦ υἱοῦ φύσιν καταμαθὼν ἀνδρείαν μέν, ὀργίλην δὲ καὶ πλήρη φιλοτιμίας, καὶ πρὸς αὐτὴν τοὺς λόγους δεξιῶς ἁρμοττόμενος, παρῄνει ποτὲ αὐτῷ.
(v. 252-258) Καί φησι· "ὦ πέπον, ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο [709] Πηλεὺς ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· τέκνον ἐμόν, κράτος μὲν θεὸς δώσει αἴ κ' ἐθέλῃσι, σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσι", τουτέστιν ἔπεχε τὴν μεγάλην ὀργήν, "φιλοφροσύνη γὰρ ἀμείνων. ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον τίωσιν Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες". ταῦτα δὲ πάντα χρήσιμα εἰς ἄνδρα μεγαλόθυμον.
(v. 259 s.) Ἐφ' οἷς εἰπὼν ὅτι "ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι", καὶ πάντῃ εὐσχημόνως τὸ ἀνηκουστεῖν λήθεσθαι ὀνομάσας, καὶ δείξας αὐτὸν ἀπειθοῦντα τῷ πατρί, ἱκετεύει λέγων· "ἀλλ' ἔτι καὶ νῦν παύεο, ἔα δὲ χόλον θυμαλγέα". Εἶτα οὕτω ταὐτολογικῶς, ὡς προέκκειται, ῥητῶς ἀπαριθμησάμενος τὰ ῥηθέντα δῶρα τοῦ βασιλέως μετὰ τὸ εἰπεῖν "σοὶ δ' Ἀγαμέμνων ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο", ἀξιοῖ ὡς, εἰ μὴ ταῦτα ἐθέλεις, ἀλλὰ μισεῖς καὶ τὸν Ἀτρείδην καὶ τὰ ἐκείνου, ἐλέησον γοῦν τὸ Πανελλήνιον, [ἵνα δηλαδὴ ὑπερτιμηθῇς. Οὐ γὰρ λανθάνει τὸν σοφὸν Ὀδυσσέα εἰς ὅσον Ἀχιλλεὺς ἥττηται τιμῆς, ὡς τοῖς Ὁμηρίδαις ἡ α΄ ῥαψῳδία ἐδήλωσε].
(v. 300-303) Φησὶ γὰρ "εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον, αὐτὸς καὶ τοῦ δῶρα, σὺ δέ", ἀντὶ τοῦ ἀλλὰ σὺ ἢ σὺ δή, "ἄλλους περ Παναχαιοὺς τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς τίσουσιν. ἦ γάρ κέ σφιν", ἤγουν ὄντως γὰρ ἂν αὐτοῖς, "μάλα μέγα κῦδος ἄροιο", μονονουχὶ λέγων ὡς, εἰ μὴ δῶρα ἐθέλεις ἀλλὰ μάλιστα τιμήν, ἕξεις αὐτὴν μάλα πολλὴν ἐκ πάντων Ἀχαιῶν.
(v. 304-306) Παραρριπτεῖ δὲ καὶ αὖθις τὸν περὶ Ἕκτορος λόγον, ὡς ἂν ἐπὶ πλέον ἐρεθίσῃ, λέγων· "νῦν γὰρ Ἕκτορα ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι, λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον οἷ ἔμεναι Δαναῶν, οὓς ἐνθάδε νῆες ἔνεικαν". Ἐνταῦθα δὲ καὶ προαναφωνεῖται ὁ τοῦ Ἕκτορος θάνατος πότε ἔσται, καὶ μέγας δὲ ἔπαινος ὑπολαλεῖται τοῦ Ἀχιλλέως, ὡς διὰ τοῦτο τοῦ Ἕκτορος περιόντος διὰ τὸ μὴ προσεγγίζειν τῷ Ἀχιλλεῖ. ἐγγίσας γὰρ πεσεῖται. καὶ τοιαῦτα μὲν Ὀδυσσεύς, ὡς συνελόντα εἰπεῖν. Ὁ δὲ Ἀχιλλεὺς ἀπηλεγέως ἀπειπὼν ἐρεῖ τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ "χαῖρε, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς εἰμεν" καὶ ἑξῆς ἕως τοῦ "ἔργα μέμηλεν" ἐρεῖ ποτε ἂν ὁ καὶ ἀνενδεῶς ἔχων καὶ μηδὲ ἐθέλων φαγεῖν διά τι κατεπεῖγον. Εἰ δὲ καὶ κίνδυνος ἐπείγει, προσθήσει ἂν καὶ τὸ "ἀλλὰ λίην μέγα πῆμα" καὶ ἑξῆς, ὡς προγέγραπται.
(v. 227) Μενοεικέα δὲ λέγει δαῖτα, ᾗτινι τὸ μένος εἴκει διὰ τὸ αὔταρκες, ἢ τὴν ἐπαρκοῦσαν τῷ κατὰ φύσιν μένει. ἡ δ' αὐτὴ καὶ ἐπήρατος εἴη ἄν.
(v. 233) Τὸ δὲ "Τρῶες καὶ ἐπίκουροι" ἐρεθίζει τὸν Ἀχιλλέα, εἰ κατὰ τοσούτων ἀνδρίσεται.
(v. 234) Τὸ δὲ "κειάμενοι" διὰ διφθόγγου ἔχει τὴν [710] ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω κῶ, οὗ παράγωγον τὸ καίω διὰ διφθόγγου, καθὰ πλατύτερον διείληπται ἀλλαχοῦ.
(v. 234 s.) Τὸ δὲ "οὐδέ τί φασι σχήσεσθαι, ἀλλ' ἐν νηυσὶ πεσέεσθαι", ὅτι ἀμφίβολον ἔννοιαν ἔχει, ἤδη δεδήλωται. Φανεῖται δέ που καὶ ἐν τοῖς ἑξῆς τι ὅμοιον.
(v. 236 s.) Ὅτι δὲ αἱ ἀστραπαὶ καὶ αἱ βρονταὶ δὲ σήματα ἐνδέξιά ποτε γίνεται, καὶ ὡς χρηστὰ τὰ ἐνδέξια, πολλαχοῦ δηλοῦται, καὶ ὅτι Διόθεν ταῦτα λέγεται διὰ τὸ ἐξ ἀέρος εἶναι, ὅς ἐστι Ζεύς. Περὶ δὲ τοῦ βλεμεαίνειν ἑτέρωθι ἐρρέθη.
(v. 237-239) Τοῦ δὲ μαίνεσθαι τὸν Ἕκτορα τεκμήριον τίθησι τὸ "οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς", ὥστε θεομανίαν ὁ Ἕκτωρ νοσεῖ. Οὗ λόγος που καὶ τὸ "εἴην ἀθάνατος καὶ ἀγήραος", καὶ "τιοίμην ὡς τίεται Ἀθηνᾶ καὶ Ἀπόλλων". Ἡ δὲ τοιαύτη μανία ψέγεται, οὐ μὴν ἡ ἁπλῶς ἐν πολέμῳ μανία, ὡς δηλοῖ ὁ αὐχητικῶς λέγων "εἴσεται ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσι". Θεραπεία δὲ βραχεῖα τῆς ῥηθείσης σφοδρᾶς ὕβρεως τὸ "πίσυνος Διΐ". Οὐ γὰρ ἁπλῶς ἀτιμάζει θεοὺς Ἕκτωρ, ἀλλὰ θαρρῶν Διΐ, τῷ ὑπὲρ τοὺς ἄλλους. τοῦτο δὲ καὶ σεμνύνει λεληθότως πάνυ τὸν Ἀχιλλέα, εἴπερ Ἕκτορος περιγενήσεται, ᾧπερ ἄρτι Ζεὺς αὐτὸς ἐπαμύνει, ὅς ἐστιν εἱμαρμένη, ταὐτὸν δὲ εἰπεῖν μοῖρα. ὡς οὕτω καὶ ὑπὲρ μοῖραν αὐτὸν ἀριστεῦσαι κατὰ τοῦ Ἕκτορος. Ὅρα δὲ καὶ ὅτι φθάσας μὲν ὁ ποιητὴς κύνα λυσσητῆρα ἔφη τὸν Ἕκτορα ἐνταῦθα δὲ λέγει, ὡς κρατερὴ αὐτὸν λύσσα δέδυκε, καὶ "λύσσαν ἔχει ὀλοήν". Οὕτω πολὺς ἐπέων νομός ἐστι καὶ τῇ γλώσσῃ τοῦ ποιητοῦ.
(v. 240) Τὸ δὲ "ἀρᾶται τάχιστα φανήμεναι ἠῶ δῖαν" καὶ παντὶ προσαρμόττει ἀνδρὶ εἰς ἔργον ἐγρηγορότι. Ὁ μέντοι κατὰ Ἡσίοδον ἡμερόκοιτος ἀνάπαλιν ἐν τῷ ἐγρηγορέναι ἀρᾶται ταχὺ σκεδασθῆναι νύκτα κατὰ γῆς, ἵνα κλέπτων λανθάνῃ, [ὃς οὐδ' ἂν λέγοιτο νυκτὶ πείθεσθαι οἷα τηνικαῦτα ἐνεργῶν οὐκ ἀγαθά, κατὰ τοὺς εὐεργοὺς καὶ σπουδαίους ἀνθρώπους, οὐδὲ μὴν κατὰ τοὺς ἄλλως κερδαλέους ὁπωσοῦν, ὁποῖός τις καὶ ἐν Ὀδυσσείᾳ ἄοκνος ἀνὴρ καὶ δοιοὺς ἐξαίρων μισθούς. Οἱ μὲν γὰρ τοιοῦτοι ἐπαινετοί, ὁ δὲ κλέπτων καὶ ψεκτέος καὶ φευκτέος ἐστίν, ὡς οἷα νυκτιλοχῶν καὶ αὐτός].
(v. 241) Τὰ κόρυμβα δὲ τῶν νηῶν ἀποκόψειν ὁ Ἕκτωρ ἀπειλεῖται, ἢ ὡς ἂν μὴ ἅψηται τὸ πῦρ τῶν ἐντετυπωμένων [711] αὐτοῖς ἀγαλμάτων, ἢ μάλιστα, ἵνα κατὰ παλαιὸν ἔθος ἀναθήσει αὐτὰ ναοῖς ἐγχωρίοις εἰς τρόπαια. Τὸ δὲ τοιοῦτον ἔθος καὶ Εὐριπίδης ἱστορεῖ, καί που καὶ ὁ Κωμικὸς παραδηλοῖ. Κόρυμβα δέ εἰσιν ἄκρα καθ' Ὅμηρον, κατὰ δὲ ἑτέρους ἀκροστόλια καὶ οἷον κορυφαὶ νεῶν. Καὶ ἔοικεν οὕτω λέγεσθαι τὰ ἐξέχοντα καὶ μάλιστα ἐν ὄρεσιν. Ἡρόδοτος γοῦν τὸν τοῦ ὄρους φησί που κόρυμβον, ὡς εἴ τις εἴποι κορυφήν. ἀφ' οὗ κατὰ γένους μεταπλασμὸν τὸ κόρυμβον. [Δοκεῖ δὲ ἡ λέξις γενέσθαι, ὅθεν καὶ ἡ κορύνη καὶ ἡ κόρυς καὶ τὸ κορθύεσθαι].
(v. 242 s.) Τὸ δὲ θαρρεῖν τὰς νῆας μὲν ἐμπρήσειν διὰ μαλεροῦ πυρὸς τοῦ καὶ ἐν ἄλλοις ῥηθέντος, τοὺς δ' Ἀχαιοὺς ἐν αὐταῖς ἐξολεῖν ὀρινομένους ὑπὸ καπνῷ, οἷά τινας δηλαδὴ μελίσσας ἢ σφῆκας, πολλὴν κατηγορεῖ θρασύτητα τοῦ Ἕκτορος, ὥσπερ καὶ τὸ λέγειν οὔτινα Δαναῶν ὁμοιοῦσθαι αὐτῷ. [Δῆλον δ' ὅτι ἐκ τοῦ καπνοῦ καὶ παροιμία τὸ "ὑπὲρ καπνοῦ τὸ πηδάλιον", ἐπὶ τῶν ἀργούντων καὶ καταμελούντων τέχνης. ὁποῖόν τι καὶ τὸ "ἐπὶ πασσάλου τόξον" ἢ "κιθάραν ἀγκρεμάσαι". καὶ ὅτι ἐξ αὐτοῦ καὶ καπνοσφράντης παροιμιακῶς ὁ φειδωλός, καὶ ῥῆμα καπνίζειν, τὸ ἐπὶ εὐωχίᾳ πῦρ ἀνάπτειν. ὅθεν καὶ κρέα καπνιστά παρὰ Ἀθηναίῳ].
(v. 244-246) Τὸ δὲ "ταῦτ' αἰνῶς δείδοικα" ἕως τοῦ "αἴσιμον εἴη φθεῖσθαι" χρήσιμον παρῳδηθῆναι εἴς τι δέος τὸ κατὰ θεομηνίαν.
(v. 246) Ὅτι δὲ τὸ "φθεῖσθαι" διφορεῖται καὶ διὰ διφθόγγου γραφόμενον καὶ διὰ μόνου διχρόνου, παρεσημάνθη καὶ ἑτέρωθι. Ἐν δὲ τῷ "ἑκὰς Ἄργεος" φανερῶς διὰ τοῦ Ἄργους Ὀδυσσεὺς τὰς τῶν ὅλων χώρας δηλοῖ, ὅσοι κατὰ Τροίας ἐστρατεύσαντο, ἐκ μέρους ἀξιολογωτάτου δηλώσας ἐκείνας.
(v. 247-251) Τὸ δὲ "ἀλλ' ἄνα", ἤγουν ἀνάστηθι, καὶ τὰ ἑξῆς ἕως τοῦ "ὅπως ἀλεξήσῃς κακὸν ἦμαρ" χρήσιμα εἰς βοηθείας πρόκλησιν μεταποιηθέντα, ὡς ἄν τις ἔχῃ δυνάμεως.
(v. 251) [712] Ὅρα δὲ ὅτι νῦν μὲν ἐντελῶς ἐφράσθη τὸ "ἀλεξήσῃς κακὸν ἦμαρ", ὅτε δέ τις μόνον αὐτὸ ἐρεῖ τὸ ἀλεξήσῃς, ἔχει τι ἐλλιπές. [(v. 248) Τὸ δὲ "ἐρύεσθαι", ἀφ' οὗ καὶ ἡ ἐρυσίπτολις Ἀθηνᾶ, ποιεῖ ἐξ ἀφαιρέσεως τὸ κοινῶς λεγόμενον ῥύεσθαι].
(v. 252) Τὸ δὲ "ἐπετέλλετο Πηλεύς" ἐνεργητικῶς φησι κατωτέρω ἐν τῷ "ἐπέτελλ' ὁ γέρων".
(v. 253-260) Τὸ δὲ "ἤματι τῷ", ἤγουν τούτῳ, καὶ ἑξῆς μνημονικώτατον τὸν Ὀδυσσέα εἶναι παριστᾷ, εἴγε δι' οὕτω μακροῦ χρόνου ἔχει τὴν τῶν λεχθέντων πάλαι ποτὲ μνήμην ἕως νῦν παραμένουσαν αὐτῷ. Διὸ καλῶς ὀνειδίζει λήθην τῷ Ἀχιλλεῖ.
(v. 257) Τὸ δὲ "λῆγε ἔριδος κακομηχάνου" πρὸς διαστολὴν εἴρηται τῆς ἀγαθῆς, ἥτις εὐμήχανος ἂν εἴη.
(v. 258) Τὸ δὲ "ὄφρα σε τίωσι" καὶ ἑξῆς τέλος εἶναι ἀγαθωσύνης ὑποδηλοῖ τὴν ἐξ ἁπάντων τιμήν.
(v. 260) Χόλος δὲ θυμαλγής οὐ μόνον ὁ ἀλγύνων τοὺς καθ' ὧν ὁ θυμός, ἀλλὰ καὶ αὐτὸν τὸν θυμούμενον.
(v. 300) Ἐν δὲ τῷ "κηρόθι μᾶλλον" κηρόθι μέν ἐστι τὸ μὴ λόγοις μόνοις καὶ ὡς εἰπεῖν ἐπιπολῆς, ἀλλ' ἐν βάθει ψυχῆς. Τὸ δὲ "μᾶλλον" ἢ τοῦ αὐτοῦ νοήματός ἐστιν ἐπίτασις ἢ ἁπλῶς οὕτω κεῖται.
(v. 302 s.) Τοῦ δὲ "οἵ σε θεὸν ὣς τιμήσουσιν" ἑρμηνεία τὸ "μάλα γάρ σφιν μέγα κῦδος ἄροιο", ὥστε κατὰ θεὸν τιμᾶσθαί ἐστι τὸ μάλα μεγάλως κυδαίνεσθαι. Τοῦτο δὲ καὶ πρὸς τὸν τοῦ βασιλέως ἀποτείνεται λόγον εἰπόντος τιμῆσαι τὸν Ἀχιλλέα ἶσον Ὀρέστῃ. Μονονουχὶ γὰρ λέγει Ὀδυσσεὺς ὡς, εἰ μὴ θέλεις, ὦ Ἀχιλλεῦ, τὴν ἐξ Ἀγαμέμνονος ἴσην τῷ Ὀρέστῃ τιμήν, ἑλοῦ τὴν τῶν Ἀχαιῶν, οἵ σε τιμήσουσιν ἶσα θεῷ.
(v. 304) Τὸ δὲ "ἐπεὶ ἄν" ταὐτόν ἐστι τῷ ἐπειδάν. Τὸ δὲ "μάλα σχεδόν" εἰς δεῖμα κολακικῶς κεῖται τοῦ λυττᾶν τὸν Ἕκτορα, εἰ οὕτω κατατολμήσει τοῦ Ἀχιλλέως.
(v. 306) Τὸ δὲ "οὓς ἐνθάδε νῆες ἔνεικαν" πρὸς σαφήνειαν ἐπῆκται τοῦ "οὔ τινα Ἀχαιῶν". οὐ γὰρ ἁπλῶς πάντων τῶν ὁπουδήποτε Ἀχαιῶν ὑπερέχειν φησὶν Ἕκτωρ, ἀλλὰ μόνων τῶν εἰς Τροίαν πλευσάντων. Ἔτι δὲ οὐχ' ὑπερκεῖσθαί φησι τούτων δίχα τοῦ Ἀχιλλέως, ἀλλ' ἁπλῶς πάντων, ἤγουν καὶ τοῦ Ἀχιλλέως καὶ τῶν λοιπῶν.
(v. 309 s.) Ὅτι στερεοῦ καὶ ἀληθοῦς ἤθους καὶ μὴ ἐθέλοντος ἀπατᾶν τοὺς δεομένους τὸ "χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, ᾗ περ δὴ κρανέω τε" ἢ "φρονέω". [713] ‑ Διχῶς γὰρ γράφεται. ‑ "καὶ ὡς τετελεσμένον ἔσται", τουτέστιν ἐνδέχεταί με δίχα τοῦ ἀλέγειν τινός, ἤτοι ἀποτόμως καὶ ἀνυποστόλως, εἰπεῖν ὅπερ φρονῶ ἢ ὅπερ τελέω.
(v. 311) Διὰ τί; "ὡς μή μοι", φησί, "τρύζοιτε παρήμενοι ἄλλοθεν ἄλλος". Ἀχιλλεὺς δὲ πρὸς Ὀδυσσέα μετὰ τὴν ἐκείνου πρεσβείαν ταῦτα ἔφη, ὃν καὶ διογενῆ Λαερτιάδην πολυμήχανον προσεφώνησεν. Ἔστι δὲ τρύζειν τὸ πολυλογεῖν ἢ πολυφωνεῖν, ἐξ οὗ καὶ τρυγών, ἣν ἡ παροιμία ἐπὶ σκώμματι τῶν πολυλογούντων παραλαμβάνει, λαλιστέρους τρυγόνων τοὺς τοιούτους καλοῦσα. Καὶ τὴν αἰτίαν λέγει ἡ περὶ ζῴων ἱστορία δηλοῦσα συνεργάζεσθαί τι τῷ ὀρνιθίῳ καὶ τὰ ὄπισθεν πρὸς τὸ πολύφωνον. Οὐκοῦν τὸ λαλίστερος τρυγόνος εἶναι οὐκ ἄν τις φρονῶν ἐφ' ἑαυτοῦ ὡς πολυλογοῦντος ἐρεῖ, ὡς ἂν μὴ γελῷτο οἷα ἔκ τε τῶν ἄνω ἔκ τε τῶν κάτω λάλος εἶναι εἰπών. [Τῇ μέντοι πλασματογραφουμένῃ λάλῳ γυναικὶ προσφυὴς ἡ τοιαύτη παροιμία κωμικώτερον. ὅλως δέ, οὐδενὶ ἐπαινουμένῳ προσώπῳ ἡ τοιαύτη παροιμία ἐπιλεχθήσεται]. Ἰστέον δὲ ὅτι ἐξ ὑπολήψεως τῷ Ἀχιλλεῖ ἐνταῦθα τὸ προοίμιον, ἐκβάλλοντι τὴν περὶ φιλίας τῶν πρέσβεων ὑπόληψιν, καὶ μονονουχὶ λέγοντι, ὡς οὐχ' ὑποστελοῦμαι διὰ φιλίαν, ἀλλ' ἀπηλεγέως ἀπείπω. Τοῦτο δὲ μετ' ὀλίγα στερρῶς ἀπειπεῖν λέγει.
(v. 312 s.) Τῷ δὲ ῥηθέντι προοιμίῳ ἐπάγει γνωμικὴν κατασκευὴν τῆς αὐτοῦ προτάσεως ταύτην "ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ βάζει". Καὶ σημείωσαι, ὅτι τὸν ἐπὶ κακῷ κρυψίνουν Ἅιδῃ ἐοικέναι φησὶ διὰ τὸ τοῦ νοῦ σκοτεινὸν καὶ τὴν ἐντεῦθεν βλάβην ὁ Ἀχιλλεύς, ὃς ἐξ ὧν Ὅμηρος περὶ αὐτοῦ ποιεῖ, φιλότιμος τὸ ἦθος φαίνεται καὶ ἁπλοῦς καὶ φιλαλήθης καὶ βαρύμηνις. [Ἰστέον δὲ ὅτι κρυψινοίας [714] ψόγος ἐσχολίασται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν ἔκ τε μυθικῆς ἔκ τε ἑτεροίας ἀστείας ἐννοίας]. Πύλας δὲ Ἅιδου τὸν Ἅιδην φησὶ διὰ τῆς εἰσόδου δηλῶν τὰ ἐντός, καθὰ καὶ μετ' ὀλίγα φησὶν "ὅσα οὐδὸς Ἀπόλλωνος ἐντὸς ἐέργει". Ἐκεῖ δὲ ἔτι πορρωτέρω εἶπε, διὰ μὲν τοῦ οὐδοῦ τὰς πύλας δηλώσας, ἐξ αὐτῶν δὲ τὸ κάτω τοῦ ναοῦ. Ὅρα δὲ καὶ ὅπως φιλόζῳος ὁ Ἀχιλλεὺς διὰ τὸ φιλότιμον. Τὸν γὰρ ἐχθρὸν οὐχ' ὡς ἄλλο τι μισεῖν ἔφη, ἀλλ' ὁμοίως τῷ θανάτῳ, καὶ προϊὼν δὲ τὸν βασιλέα λέγει ἐν καρὸς αἴσῃ τιμᾶν, ἤτοι ἐν μοίρᾳ θανάτου. καὶ ἐν Ὀδυσσείᾳ δὲ δυσχεραίνει πολλὰ τὴν μετὰ νεκρῶν διαγωγήν. καὶ οὕτω μὲν ταῦτα.
(v. 309) Χρὴ δὲ οἶμαι νῦν γοῦν θεωρῆσαι, ὅπως ὀξέως τονοῦται τὸ "χρή", ῥῆμα ὄν, ὡς καὶ ἡ ἑρμηνεία τούτου δηλοῖ. Δοκεῖ γὰρ εἶναι ἀντὶ τοῦ δεῖ καὶ πρέπει. Διὸ καὶ ὀφείλει περισπᾶσθαι κατὰ τὸ "κνῆ τυρόν", καὶ "ζῇ", καὶ "ψῇ κατ' ἄκρας σπιλάδος" παρὰ Σοφοκλεῖ, ἔτι δὲ ὡς δηλοῖ καὶ ὁ τούτου σύστοιχος ἐνεργητικὸς παρατατικὸς ὁ "ἐχρῆν", καὶ τὸ "χρῆναι" δὲ ἀπαρέμφατον, ὃ καὶ "χρῆν" μονοσυλλάβως λέγεται παρά τε Εὐριπίδῃ καὶ Σοφοκλεῖ. καὶ οὕτω μὲν ἐχρῆν περισπᾶσθαι τὸ χρή. Ἴσως δὲ ὀξυτονήθη πρὸς διαστολὴν τοῦ χρῇ, ὅ ἐστι μαντεύεται, οἷον "χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος". Εἰκὸς δὲ καὶ ἐκ τοῦ χρῄζει ἀποκοπὲν αὐτὸ φυλάξαι τὸν ἐκεῖθεν τόνον. Γράφουσι γὰρ οἱ παλαιοὶ δίχα παραδειγμάτων, ὅτι πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν ἀπὸ τῆς ἀρχῆς πάθῃ ἀποκοπήν, περισπᾷ τὴν καταλειπομένην, εἰ δὲ ἀπὸ τοῦ τέλους, ὀξύνει αὐτήν, ἐπιρρηματικῶς δηλαδή, κατὰ τὸ ὠή, ὁτιή, καὶ κατὰ τὸ ὁμαρτή, ὅπερ ὀξύνει Ἀρίσταρχος, ὡς προδεδήλωται. Τῷ δὲ ῥηθέντι λόγῳ καί, εἴπερ ἐκ τοῦ χρῆμι χρῆς χρῇσιν ἔπαθεν ἀποκοπὴν τὸ χρή, ὀξύνοιτο ἄν. Ἔστι δ' [715] εἰπεῖν καὶ ὅτι ὥσπερ τὸ ἰδοῦ ῥῆμα, ὡς τὸ "ἰδοῦ με κἀναθρῆσον", μεταπεσὸν εἰς ἐπίρρημα ἐξέπεσε καὶ τοῦ περισπᾶσθαι, οὕτω πως ἔπαθε καὶ τὸ χρή. καὶ εἴπερ ταῦτα πιθανῶς ἔχει, ἔχοιτ' ἂν λόγου καὶ ἡ τοῦ ἀπόχρη βαρυτόνησις, ἀναδραμόντος τοῦ τόνου διὰ τὴν σύνθεσιν. ὅπερ ἐν ῥήμασιν οὐκ εἴωθε γίνεσθαι, ὡς δῆλον οὐ μόνον ἐκ τοῦ συνδεῖ καὶ ἀποπλεῖ καὶ καταχεῖ καὶ τῶν ὁμοίων, ἀλλὰ καὶ τοῦ συμπεινῇ καὶ ἀποψῇ καὶ τῶν παραπλησίων. Ὡς δὲ ῥῆμά ἐστι κυρίως καὶ τὸ ἀπόχρη, φαίνεται ἀριδήλως ἐκ τῆς κατ' αὐτὸ συστοιχίας τοῦ ἀπέχρησε, καὶ ὁ ἀποχρῶν, ἐξ οὗ καὶ τὸ ἀποχρώντως ἐπίρρημα. [(v. 310) Τὸ δὲ "τετελεσμένον", ὅπερ ἀπὸ τοῦ κοινότερον λεγομένου τέλους γίνεται, ὅθεν καὶ τὸ τελειῶ οἱ μεθ' Ὅμηρον ἱερὰν οἴδασι λέξιν, ὡς ἀπὸ τοῦ τέλους, ὅθεν ἡ τελετή, ἐξ οὗ τελεῖσθαι τὸ μυεῖσθαι καὶ οὕτως ἐντελέστατα ἔχειν. Ἢ καὶ ἄλλως τελεῖσθαι ὡς ἀπὸ τοῦ τέλλειν, ὅπερ ἐστὶν ἀνατέλλειν, τὸ ἡλίου ἀνατέλλοντος δίκην ὑπερῆρθαι τῶν κάτω διὰ τὸ τετελέσθαι, ταὐτὸν δ' εἰπεῖν μεμυῆσθαι. Τελεῖσθαι γοῦν τινες ἐλέγοντο Διονύσῳ κατὰ τὰ ἐν τοῖς πάλαι φλύαρα μυστήρια, ἔτι δὲ καὶ Δήμητρι καὶ Περσεφόνῃ. καὶ γοῦν καὶ Παλλάδιον [716] τετελεσμένον καὶ λίθος τετελεσμένος κατὰ τοιαύτην σημασίαν ἐλέγοντο].
(v. 313) Ἐν δὲ τῷ "ἕτερον μὲν κεύθει, ἄλλο δὲ βάζει" ἀδιάφορα φανερῶς τὸ ἕτερον καὶ τὸ ἄλλο καὶ οὐκ ἔχουσι τὴν συνήθη διαφοράν. [Σημειωτέον δ' ἐνταῦθα καὶ ὅτι ἐπίσης τῷ ἄλλα μὲν κεύθοντα, ἄλλα δὲ βάζοντα, μισητέος καὶ ὁ κατὰ παλαιὰν ἱστορίαν κελεύσας Θεόδωρος πλέον μὲν ἔχειν, ἐπαινεῖν δὲ τὸ ἶσον, ἔτι δὲ καὶ Σοφοκλῆς γνωματεύσας τὸ "σὺ δ' αὐτός, ὥσπερ οἱ σοφοί, τὰ μὲν δίκαι' ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου", καὶ τὸ "μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν". Ταῦτα δὲ οὐκ ἐξ ὀρθοῦ παραινοῦνται, ἀλλὰ κατά τινα εἰρωνικὴν βαρύτητα. διόπερ οὐδ' ἂν μισοῖντο ἁπλῶς οἱ ταῦτα εἰπόντες οἷά τινες πονηροδιδάσκαλοι]. Ὅτι Ὀδυσσέως εἰπόντος ἤδη τῷ Ἀχιλλεῖ, ὡς εἰ τὸν βασιλέα μισεῖς, ὅμως ἐλέησον τοὺς Ἀχαιούς, οἷς καὶ οἱ πρέσβεις οὗτοι συνεισάγονται, ὁ Ἀχιλλεὺς οὔτε τῷ βασιλεῖ πεισθῆναί φησι οὔτε τοῖς ἄλλοις Ἕλλησι. καὶ τοῦτο ἦν τὸ ἀπηλεγέως ἀποειπεῖν.
(v. 315) Φησὶ γάρ· "οὔτ' ἔμε γ' Ἀτρείδην Ἀγαμέμνονα πεισέμεν οἴω οὔτ' ἄλλους Ἀχαιούς".
(v. 316 s.) Εἶτα καὶ αἰτίαν τοῦ λόγου ἀποδιδοὺς ὀνειδίζει ἀχαριστίαν τοῖς Ἕλλησιν εἰπὼν "ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί", τουτέστι διότι οὐκ ἔγνων μοι χάριτας οἱ Ἀχαιοὶ προπολεμοῦντι αὐτῶν. Καὶ ὅρα ὡς ἡρμήνευσε τὸ "νωλεμές" διὰ ταὐτοσήμου τοῦ "αἰεί". Ἔστι δὲ καὶ Ἀττικὸν τὸ σχῆμα, ὅμοιον τῷ λίαν πάνυ καὶ τοῖς τοιούτοις.
(v. 310-320) Εἶτα ἐνδεικνύμενος τὴν τοῦ λέγειν δύναμιν ὁ Ὁμηρικὸς Ἀχιλλεὺς ἄλλως τὸ αὐτὸ νόημα μεταχειρίζεται καὶ τρισσάκις αὐτὸ στρέφει παραφράζων καὶ μεταποιῶν ἐν σχήματι ἐνδιαθέτου γοργότητος κατὰ τὸ ἀσύνδετον, καί φησιν ἅπερ εἴποι ἂν ἅπας μὴ λαμβάνων ἀξίας τῶν πόνων ἀμοιβάς· "ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζει". καὶ τοῦτο δὲ ἀχαριστίαν τῶν Ἀχαιῶν κατηγορεῖ. Καὶ πάλιν "ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός", καὶ πάλιν "κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς". Σημείωσαι δὲ ὅτι ἡ ἐν τοῖς ῥηθεῖσι τρισὶ στίχοις ταὐτολογία θυμικὴ φράσις ἐστίν. Ἔθος γὰρ τοῖς θυμουμένοις ταὐτολογεῖν.
[717] Τὸ δ' αὐτὸ αἴτιον καὶ τοῦ κατὰ στίχον ἔννοιαν ἀπαρτίζεσθαι. Οὐ γὰρ μακρὰ τὰ κῶλα τοῦ λόγου τοῖς διακοπτομένοις τὸ πνεῦμα θυμῷ.
(v. 315 s.) Ἰστέον δὲ καὶ ὅτι ὁ τοιοῦτος θυμὸς καὶ εἰς ἀμφιβολίας σχῆμα τὸν Ἀχιλλέα κατέρριψε, μὴ σκεψάμενον ὀρθολεκτῆσαι ἐν τῷ "οὔτε ἐμὲ Ἀγαμέμνονα πείσειν οἴω οὔτ' ἄλλους Δαναούς". Ὀρθὴν μὲν γὰρ μίαν ἔννοιαν ἔχει, ὡς οὔτε ὁ Ἀγαμέμνων οὔτε οἱ ἄλλοι πείσουσί με. ἀναφαίνεται δὲ διὰ τὰς συχνὰς αἰτιατικὰς καὶ ἑτέρα ἔννοιά τις ἀπεμφαίνουσα, οἷον ὅτι οὔτε ἐγὼ οὔτε οἱ ἄλλοι πείσομεν τὸν βασιλέα, καὶ ἄλλη δὲ τοιαύτη, ὡς οὔτε ἐμὲ οὔτε τοὺς ἄλλους Ἀχαιοὺς ἰσχύσει πείσειν ὁ Ἀγαμέμνων. Καινὸν δὲ οὐδὲν τοιαύτας ἐν σχεδιασμῷ ἀμφιβολίας παρεισπίπτειν, ὅπουγε καὶ ἄλλως τοιαῦτα συγκυροῦσιν. Τὸ γοῦν "ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ" παράγεταί τισιν εἰς τοιοῦτον παράδειγμα, ὡς δῆθέν τινος εὐξαμένου ἢ τὸν σῦν καταβλητικὸν αὐτοῦ γενέσθαι ἢ ἀνάπαλιν αὐτὸν τοῦ συός. Οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐν τῷ "θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον" Ἀχιλλεύς, οἱ καθ' Ὁμήρου ἀστεϊζόμενοι ἔσχισαν διχῇ τὸ νόημα τοῦ ῥητοῦ. Ἔστι γάρ, φασί, νοῆσαι, καθὰ καὶ προεδηλώθη, ὡς ἀνώγει Ἀχιλλεὺς θεοῖς θῦσαι τὸν Πάτροκλον αὐτὸν θύτην γενόμενον, καὶ αὖ ὅτι ἐκέλευσέ τισι τὸν Πάτροκλον εἰς θῦμα θεοῖς θέσθαι. [Τοῖς δὲ τοιούτοις ἔσται τοιόνδε τι τριχῇ κατ' ἀμφιβολίαν παῖξαι καὶ μετ' ὀλίγα ἐν τῷ "δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξα". Ἢ γὰρ πόλεις ἀλάπαξα σὺν δώδεκα ναυσίν, ἢ δώδεκα πόλεις σὺν ναυσί. καὶ τοῦτο διχῶς. ἢ γὰρ δώδεκα πόλεις σὺν καὶ ταῖς αὐτῶν ναυσί, ἢ δώδεκα πόλεις νησιωτικὰς μετὰ τῶν ἐμῶν νηῶν].
(v. 318) Τοιούτων δὴ καὶ τούτων ὄντων, ὅρα ἐν τῷ "καὶ εἰ μάλα τις πολεμίζει" τὴν ἐξαλλαγὴν τοῦ σχήματος. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν ἴση μοῖρα τῷ μένοντι καὶ τῷ μάλα πολεμίζοντι. ὁ δὲ λογίως τὸ σχῆμα μετήλλαξεν εἰς τὸ συγγενές. Ἰστέον γὰρ ὅτι αἱ μετοχαὶ δύνανται εἰς τοιοῦτον σχῆμα μεταλαμβάνεσθαι, οἷον· ἀριστεύων τις τιμᾶται. τοῦτο γὰρ ταὐτόν ἐστι τῷ· εἰ ἀριστεύει τις, τιμᾶται. Καί· οὐδεὶς κοιμώμενος τρόπαιον ἱστᾷ, ὅπερ ἶσον δύναται τῷ· οὐδεὶς ἐὰν κοιμᾶται τρόπαιον ἱστᾷ. Οὕτως οὖν καὶ τό· ἴση μοῖρα τῷ μάλα [718] πολεμίζοντι ταὐτὸν ἦν τῷ· ἐὰν μάλα πολεμίζῃ.
(v. 318-320) Τάττει δὲ πάντως ἐν τοῖς μάλα πολλὰ πολεμίζουσιν ἑαυτὸν ὁ Ἀχιλλεύς, ὥσπερ ἐν τῇ μοίρᾳ τῶν μενόντων τοὺς ἀμφὶ τὸν βασιλέα. ἔτι δὲ καὶ ἐν τῇ τῶν κακῶν καὶ ἐν τῇ τῶν ἀεργῶν ἤτοι ὀλιγοεργῶν, οἷς ἀντίθετος ὁ πολλὰ ἐοργώς, ὃς καὶ παρίσωσίν τινα ποιεῖ μετὰ τοῦ ἀεργός. Τὸ δὲ "μένοντι" πολὺν ἔχει νοῦν. Δηλοῖ γὰρ καὶ ἡλικίαν ἄχρηστον καὶ γεωργοὺς καὶ βαναυσοεργοὺς καὶ ὅλως πάντας ἀπολέμους, ἤδη δὲ εὐφήμως καὶ λειποτάκτας καὶ ἄλλως δειλούς. οὗτοι γὰρ πάντες μένουσιν οὐ πολεμοῦντες. Ὅτι δὲ ἐν τοῖς μένουσι τάττει καὶ τὸν βασιλέα, δηλοῖ ἐν οἷς προϊὼν ἐρεῖ, ὅτι ὁ Ἀτρείδης μένων παρὰ ναυσὶ παῦρα δασάσκετο, πολλὰ δ' ἔσχεσκε.
(v. 320) Τὸ δὲ ἔοργα καὶ ἐοργώς ἀπὸ τοῦ ἔργω ῥήματος γίνεται, ὡς ἀπὸ τοῦ ἔλπω τὸ ἔολπα. Τῶν δὲ εἰρημένων τριῶν ἐπῶν τὸ μὲν "ἴση μοῖρα" καὶ ἑξῆς, καὶ "ἐν δὲ ἰῇ τιμῇ" καὶ ἑξῆς, περὶ τὰ κατὰ ζωὴν στρέφεται, ὁ δὲ τρίτος στίχος περὶ τὰ ἐν τῷ τέλει τοῦ ζῆν, ποικιλλομένου καὶ οὕτω τοῦ ποιητοῦ. [Καὶ ἄλλως δὲ εἰπεῖν, τὸ μὲν "ἴση μοῖρα μένοντι" καὶ ἑξῆς ἐκ ποσότητος εἴληπται τοῦ κατὰ γέρας, τὸ δὲ "ἐν ἰῇ τιμῇ" καὶ ἑξῆς ἐκ ποιότητος τῆς κατὰ τιμήν, τὸ δὲ "κάτθαν' ὁμῶς" καὶ ἑξῆς ἐκ τοῦ κατὰ βίον πέρατος].
(v. 321 s.) Ὅτι Ἀχιλλεὺς τὸ ἑαυτοῦ αὔταρκες δεικνύων, ἔτι δὲ καὶ τὸ φιλοκίνδυνον καὶ φερέπονον, φησίν, ὅτι "οὐδέ τι μοι περίκειται", ἀντὶ τοῦ περισσόν τι καὶ ὡς κειμήλιον κεῖται, "ἐπεὶ πάθον ἄλγεα θυμῷ, αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν". [Ἔνθα ὅρα ὅτι Ὁμήρου ἐν τῷ "κειμήλιά τε πρόβασίν τε" ὁρίσαντος τὸν πλοῦτον γοργῶς ἐν ἀκινήτοις καὶ αὐτοκινήτοις ἀντιθετικῷ σχήματι. ‑ Ἀντίκειται γὰρ τοῖς κειμένοις τὰ προβαίνοντα. ‑ τὸ "οὐ περίκειται" οὐδετέρου στερεῖ τὸν Ἀχιλλέα. Κειμήλιά τε γὰρ αὐτῷ κεῖται, εἰ καὶ μὴ περιττά, καὶ πρόβασιν δὲ ἔχει τὴν ἐν ζῴοις δηλαδὴ σπουδῆς ἀξίοις. [719] Οὐδ' ὅλως γὰρ ἀπέφησε ταύτην ὁ ἥρως.
(v. 323-326) Ἐπὶ δὲ τούτοις] ὁ Ἀχιλλεὺς λέγει καὶ παραβολὴν ταύτην "ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακα, ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ". Οὐ γὰρ ἀπόνως ὡς τὰ τετράποδα γάλακτι τρέφει, ἀλλὰ τῷ στόματι κάμνουσα. "Ὣς καὶ ἐγώ", φησί, "πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων". Καὶ ὅρα ὅπως οὐχ' ἁπλῶς νεοσσοῖς εἰκάζει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ ἀπτέροις, ὑπερεξαίρων μὲν ἑαυτόν, ἐξευτελίζων δὲ τοὺς ἄλλους. Καὶ ὡς αἰεὶ τοῖς πολέμοις παραβάλλεσθαι ὁμολογεῖ, οὐκ αἰδούμενος εἴπερ ὁ βασιλεὺς ὠνείδισέ που αἰεὶ αὐτῷ φίλην εἶναι τὴν ἔριν καὶ τοὺς πολέμους.
(v. 322) Παραβάλλεσθαι δὲ τὸ παρατιθέναι καὶ παραρρίπτειν, ἐξ οὗ καὶ τὸ ἰδιωτικὸν παράβλημα. Σημείωσαι δὲ καὶ ὅτι τῶν παλαιῶν εἰπόντων δοκεῖν τὰ ἀπαρέμφατα ὀνόματα ῥημάτων εἶναι, συγκροτεῖται πολλαχοῦ ὁ λόγος καὶ ἐκ τῶν τοῦ ποιητοῦ, οἷον ὅτε εἶπεν, ὡς προτρέχει ὀνείδεα μυθήσασθαι, ἤγουν προτρέχουσιν ὕβρεις τοῦ μύθου. Καὶ νῦν δὲ παραβαλλόμενός φησι πολεμίζειν, ἤγουν παραρρίπτων ἑαυτὸν τῷ πολέμῳ. Ἀπτήν δὲ γίνεται παρὰ τὸ πτῶ πτήσω πτήν καὶ ἀπτήν, ὥσπερ παρὰ τὸ ἔχω ἀεχήν καὶ συναιρέσει ἀχήν, ὁ πτωχός, ὁ μηδὲν ἔχων. Νεοσσός δὲ ὁ νέον, ἤγουν νεωστί, σευόμενος καὶ κινούμενος, ἢ ὁ νέον ὀσσόμενος, ἤτοι φῶς βλέπων. [Ἀλλ' οὕτω μὲν εὔλογος ἡ τῶν δύο σίγμα γραφή. Εἰ δὲ παρὰ τὸ νέον σεύεσθαι γίνεται, τότε τὸ πρῶτον σ ἐκ τοῦ ν ἀμεταβόλου τέτραπται, ὡς καὶ ἐν τῷ πασσυδίῃ καὶ ἐν τῷ σύσσιτος. Οἱ δὲ παλαιοὶ γράφουσι καὶ οὕτως. Ὀρνίθων τὰ ἐν ὄψει ἤδη ὄντα νεοττοί, κατὰ δέ τινας ὀρτάλιχοι. Ἀχαιὸς [720] δὲ σκληρότερον ἔφη τὸ "χάσκοντα λιμῷ μόσχον ὡς χελιδόνος", δέον ὂν εἰπεῖν νεοττὸν ἤγουν ἀλλὰ χελιδονιδῆ. ἐπεὶ ὥσπερ χηνιδεῖς λέγονται καὶ περδικιδεῖς καὶ κορωνιδεῖς καὶ ἱερακιδεῖς καὶ περιστεριδεῖς οἱ χηνῶν καὶ περδίκων καὶ τῶν ἑξῆς γόνοι, οὕτω καὶ χελιδονιδεῖς οἱ τῶν χελιδόνων]. Τὸ δὲ "προφέρῃσι" καιρίως μὲν ἔχει τὴν πρόθεσιν. Ὡς γὰρ ἐπὶ τῶν χειρὶ διδόντων ἀγαθὴ λέξις τὸ προχειρίζεσθαί τι, οὕτως ἐπὶ ὀρνίθων φερόντων ἐν στόματι τὸ τρέφον τὰ νεογνὰ κυριολεκτεῖται τὸ προφέρειν τροφήν. Πέφρασται δὲ κοινότερον ἐνεργητικῶς. ἄλλως γὰρ οἱ Ἀττικοὶ προφέρεσθαί φασιν, ὥσπερ καὶ φέρεσθαι, τὸ προφέρειν καὶ φέρειν. Σοφοκλῆς γοῦν δύο φησὶ φέρῃ δωρήματα ἀντὶ τοῦ φέρεις.
(v. 324) Ἰστέον δὲ καὶ ὅτι οὐκ ἂν εἴη ἄκυρον οὐδὲ εἴ τις εἴπῃ τὸ προφέρειν μάστακα προΐσχεσθαι τροφήν. Μάσταξ δὲ νῦν μὲν τὸ μάσημα ἤγουν ἡ μεμασημένη τροφή. Ἐν Ὀδυσσείᾳ δὲ καὶ τὸ στόμα οὕτω λέγεται ὡς αἴτιον μασήσεως. Φησὶ γὰρ "μάστακα χερσὶ πίεζεν". [Ἰστέον δὲ ὅτι τὸ μασῶμαι ῥῆμα καὶ τὸν μαστὸν παράγει τὸν διὰ τοῦ σ καὶ τ γραφόμενον. Ὁ μέντοι διὰ τοῦ θ μασθὸς ἢ συνήθη τροπὴν ἐκ τοῦ ἀντιστοίχου τ ἔπαθεν ἢ ἐκ τοῦ μαζός, εἶτα Αἰολικῶς μασδός, προήχθη, ὡς καὶ τοῦ δ ἐν πολλοῖς τρεπομένου εἰς θ, καθὰ ἑτέρωθι δηλοῦται].
(v. 325) Ἰαύειν δὲ ποτὲ μὲν ἐπὶ ὕπνου καὶ ἀνακλίσεως [721] τίθεσθαι δοκεῖ, οἷον "τῇ παριαύων τερπέσθω", ἤγουν παρακοιμώμενος. ὡς ἐπὶ πολὺ δὲ ἡ λέξις ἐπὶ διατριβῆς, ὅ ἐστιν ἀργίας λέγεται. ὅθεν καὶ ἐνιαυτὸς ὁ μακρὸς χρόνος καὶ πολλὴν ἔχων διατριβήν. Διὸ καὶ τὸ "ἐτέων ἐνιαυτούς" ἀντὶ τοῦ διατριβὰς νοοῦσί τινες. Καὶ τὸ "νύκτας" οὖν "ἀΰπνους ἰαύειν" ἀντὶ τοῦ διάγειν, διατρίβειν. Πῶς γὰρ ἔστι τὸν ἄϋπνον νύκτας ἰαύειν, ἤγουν κοιμᾶσθαι;
(v. 326) Αἱματόεντα δὲ ἤματα κυρίως τὰ ἐν τῷ φιλαιμάτῳ πολέμῳ. Διὸ καὶ ἐπάγει σαφήνειαν τὸ πολεμίζων. ἄλλως γὰρ αὔθαδές ἐστιν ἦμαρ αἱματόεν εἰπεῖν τὸ μὴ κατὰ πόλεμον. [Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν κἀνταῦθα, ὡς καὶ ἐν τοῖς ἄλλοις, τὸ αὔθαδες τῆς γραφῆς ἀπηνῄνατο προσφυῶς τῷ λαλοῦντι σεμνῷ προσώπῳ. Οἱ δὲ μεθ' Ὅμηρον ἀφειδῶς ἔπαιξαν ἐν τοιαύταις ἐννοίαις ἄλλα τε καὶ τὸ "καταπίνομεν δορατίων λείψανα κατεαγότα, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸ ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταις δὲ στεφανούμεθα", καὶ πάλιν "τοῦ δεῖνος κύλιξ αἰχμή, κόμη δὲ τόξα, καὶ ἀλαλὴ μῦρον". Εἰ δὲ καὶ Ὅμηρός που τοὺς ἀμφὶ τὸν Διομήδην ὑπὸ κρασὶν ἀσπίδας ἔχειν ἔφη αἰθριοκοιτοῦντας, ἀλλὰ καὶ ἐκεῖνο σωφρόνως καὶ μετρίως, καὶ οὐδὲ πρὸς παίγνιον εἴρηται]. Διαπρήσσειν δὲ κυρίως μὲν ἐπὶ περάματος θαλάσσης, καταχρηστικῶς δὲ καὶ ἐπὶ γῆς, οἷον "διέπρησσον πεδίοιο". Ἐνταῦθα δὲ διαπρήσσειν λέγει τὸ ἁπλῶς διανύειν καὶ οἷον διεξοδεύειν. Ἔχει δέ πως τὸ ἀσφαλὲς ἡ λέξις ἐκ τοῦ αἱματόεντα, εἴπερ ὑγρὸν μὲν τὸ αἷμα, ἐπὶ ὑγρᾶς δὲ κυρίως τὸ διαπρήσσειν, ὡς τὸ "ναῦς διαπρήσσουσα κέλευθον".
(v. 321 s. et 325 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐδέ τί μοι περίκειται" καὶ ἑξῆς, καὶ "πολλὰς [722] μὲν ἀΰπνους νύκτας ἴαυον" καὶ τὸ ἑξῆς πένητι πολυπαθεῖ ἀριστεῖ πρέπει ῥηθῆναι κατὰ καιρόν.
(v. 327) Ὅτι θυμούμενος ὁ Ἀχιλλεὺς λέγει τι καὶ παρὰ τὴν ἀλήθειαν ἐν τῷ εἰπεῖν μάχεσθαι αὐτὸν τοῖς Τρωσὶν ἕνεκα τῶν Ἑλληνικῶν γυναικῶν. πάντως γὰρ διὰ μίαν τὴν Ἑλένην ἐμάχετο, οὐ διὰ πολλάς. Φησὶ γὰρ "μαρνάμενος ὀάρων ἕνεκα σφετεράων", ὅπερ μετ' ὀλίγα μερικεύων φησὶν "μόνοι φιλέουσιν ἀλόχους Ἀτρεῖδαι;" οἱονεὶ διορθούμενος, ὡς οὐ διὰ τὰς τῶν ἄλλων γυναῖκας, ἀλλὰ διὰ τὰς τῶν Ἀτρειδῶν μάρναμαι, εἰ καὶ μετ' ὀλίγα διαρθροῖ αὐτὸ τὸ ἀληθὲς εἰπὼν Ἑλένης ἕνεκα τὸν στρατὸν συναχθῆναι, ὑποκαταβὰς ἐκ τοῦ κοινοῦ εἰς τὰς τῶν Ἀτρειδῶν, κἀκεῖθεν εἰς τὴν Ἑλένην. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὁ Σοφοκλῆς μεθοδευθεὶς ποιεῖ τὸν Τεῦκρον λέγοντα τῷ Ἀγαμέμνονι, ὅτι ὁ Αἴας διὰ τὴν αὐτοῦ γυναῖκα ἐν Τροίᾳ ἐμάχετο, ταὐτόν τι λογισάμενος τὸ "διὰ τὴν αὐτοῦ", καὶ τὸ "διὰ τὴν τοῦ Μενελάου", τοῦ ἀδελφοῦ. Ὄαρ δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἡ γυνή, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, ἐξ οὗ ἄορ καὶ μεταθέσει ὄαρ, ἵνα μὴ συνεμπίπτῃ πρὸς τὸ ἄορ τὸ ξίφος. ἡ γενικὴ ὄαρος, πληθυντικὸν ὄαρες, ὅθεν κατὰ κρᾶσιν ὦρες, καὶ ὤρεσι, ταῖς γυναιξίν, ὡς ἑτέρωθι πεποίηται. Ἐκ δὲ τοῦ ῥηθέντος ἀείρω γίνεται καὶ παραείρω τὸ παραζεύγνυμι, ἐξ οὗ παρῄορος, ὡς καὶ αὐτό που δηλοῦται, ὁ καὶ παράσειρος, ἔτι δὲ καὶ σειραῖος παρὰ Σοφοκλεῖ. Ὅτι δὲ ὄαρ καὶ ἀρσενικῶς προφέρεται ἐπὶ ἀνδρός, καὶ ὡς ἐκεῖθεν καὶ ὀαρίζειν τὸ φιλικῶς ὁμιλεῖν, καὶ Διὸς ὀαριστὴς ὁ ὁμιλητής, ὅ ἐστι φοιτητής, καθότι καὶ συνουσίαι φιλοσόφως αἱ τοιαῦται ὀαριστύες λέγονται, οὐδ' αὐτὰ σεσίγηνται.
(v. 328-333) Ὅτι σεμνῶς ἐλλαμπόμενος οἰκείοις κατορθώμασι κατά τινα συγγραφὴν ὁ λαμπρὸς Ἀχιλλεύς, [καὶ οὕτω μεγαλείως καὶ δίχα ψόγου περιαυτολογῶν], φησίν, ὡς "δώδεκα δὴ ξὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων, πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον.
[723] τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην", κατ' ἐξαίρετον δηλαδή, "καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον", ὅ ἐστιν ἐδίδων. "ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν, ἄλλα δ' ἀριστήεσσι δίδου δῶρα καὶ βασιλεῦσι" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι εὐκαιρήσας ὁ ποιητὴς ἀριστείας τοῦ Ἀχιλλέως παλαιὰς ἱστόρησε πρὸ τοῦ δεκάτου γενομένας ἔτους. Ἐνταῦθα δὲ ἱστορεῖ καὶ ὁ Γεωγράφος, ὅτι Ἀχιλλεὺς τειχήρεις ὁρῶν τοὺς Ἰλιέας ἔξω ἐποιεῖτο τὸν πόλεμον καὶ περιϊὼν ἀφῃρεῖτο τὰ κύκλῳ, καὶ ὅτι Τροίαν ἐνταῦθα λέγει οὐκ αὐτὴν τὴν πόλιν [ὡς ἐν τῷ "Τροίην εὔπυργον ἕλητε"], ἀλλ' ὡς ἐκ μέρους τὴν πεπορθημένην ὅλην ἤπειρον, ἧς ὅτι ἐννέα δυναστεῖαι, ἐν τῷ τέλει που τῆς Ἰλιάδος λεχθήσεται. [Χρῆσις δὲ Τροίας τοιαύτης καὶ ἐν τῷ "ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε", καὶ ἐν τῷ "ἀλλ' ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε"].
(v. 329) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ "φημί" ἀξιωματικῶς λεχθὲν καὶ οὐχ' ὡς ἐπὶ ἀμφιβολίᾳ καὶ ἐνδοιασμῷ. Οὕτω καὶ Ἡσίοδός φησι τὸ "ἔνθα μέ φημι ὕμνῳ νικήσαντα".
(v. 331) Τὸ δὲ "δόσκον" ποιηταῖς μόνοις ἀρέσκουσα λέξις, ὡς καὶ τὸ "δασάσκετο" καὶ τὸ "ἔχεσκεν". Οὐκ ἀνάλογον δὲ τὸ "δόσκον", ὡς ἐκ τοῦ δῶ δώσω. παρελήγετο γὰρ ἂν τῷ ω μεγάλῳ κατὰ τὸ βιώσκω, πτώσκω, τιτρώσκω καὶ τὰ ὅμοια.
(v. 332) Ἐν δὲ τῷ "ὄπισθε μένων" μένειν μὲν τὸ ἀργεῖν, ὡς καὶ πρὸ ὀλίγου. Τὸ δὲ "ὄπισθεν" ἐντρεπτικόν ἐστιν, ὡς Ἀχιλλέως μὲν προμαχοῦντος, τοῦ δὲ βασιλέως οὐδὲ οὐραγοῦντος, ἀλλὰ ὄπισθεν μένοντος.
(v. 331) Τὸ δὲ "πάντα φέρων δόσκον" ἐλευθερίου ἤθους καὶ εὐγενοῦς, εἴγε μηδέν τι τῶν τοσούτων καὶ τοιούτων ὁ ἥρως παρενοσφίζετο. Κειμήλια δὲ ἐκεῖνα καὶ πολλὰ καὶ ἐσθλὰ καὶ οἷα ἐξέλοιτ' ἄν τις. Αὐτὸ δὲ τὸ "φέρων" τοῦ παραβολικοῦ προφέρειν ἔχεται. ὡς γὰρ χελιδὼν προφέρει μάστακα νεοσσοῖς, οὕτως Ἀχιλλεὺς πάντα φέρων ἐδίδου τῷ βασιλεῖ.
(v. 333) Τὸ δὲ "διὰ παῦρα δασάσκετο" διασαφεῖ τὸ δημοβόρον, ὃ προωνειδίσθη ὁ βασιλεύς, ὡς ἐκ πολλῶν ὀλίγα ἐπιμερίζων τοῖς Ἀχαιοῖς.
(v. 334) Ἐν δὲ τῷ "ἀριστήεσσι καὶ βασιλεῦσιν" ὅρα τὴν διαφοράν. οὔτε γὰρ ἐξ ἀνάγκης οἱ ἀριστεῖς βασιλεύουσιν οὔτε βασιλέων τὸ ἀριστεύειν ἐστί. Σημείωσαι δὲ καὶ ὅτι τὰ μὲν ἀριστεῦσι καὶ βασιλεῦσι διδόμενα [724] δῶρα ἦν, τὰ δὲ εἰς τὸ κοινὸν δασμός. Διὸ "δασάσκετο" εἰπὼν ἐπάγει· ἄλλα δὲ τοῖς προέχουσιν ἐδίδου δῶρα. [Σημείωσαι δὲ ὅτι τε τὰ ἐνταῦθα κατὰ τοῦ Ἀγαμέμνονος εἰς πλάτος ῥηθέντα καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ στενολογεῖται κατά τινας ἐμφάσεις, καὶ ὅτι μυκτῆρα ἔχουσί τινα κατὰ τῶν βασιλικῶν δώρων. Οἱονεὶ γὰρ ἐμφαίνει μηδέν τι τῶν βασιλικῶν προσδεῖσθαι δώρων αὐτός, ὃς φθάσας μυριοπλάσια ἐκείνῳ προὐξένησε. Δῆλον γὰρ ὡς ὁ τοσαύτας ἀλαπάξας πόλεις σύν τε ναυσὶ καὶ πεζὸς μυρία ἐκεῖθεν ἤγαγε, θεωρούμενα ἔν τε χρυσῷ καὶ λοιποῖς μετάλλοις, καὶ σκεύεσι δὲ καὶ ἵπποις καὶ γυναιξὶ καίγε πόλεσι, ταὐτὸν δ' εἰπεῖν πτολιέθροις, ὡς ὁ βασιλεὺς ἔφη].
(v. 335 s.) Ὅτι λυπεῖ τὸν Ἀχιλλέα ὥσπερ τὸ μηδέν τι περικεῖσθαι αὐτῷ εἰς κειμήλιον, καθὰ προερρέθη, οὕτω καὶ εἰ τοῖς μὲν ἄλλοις τὰ γέρα ἔμπεδα κεῖται, ἤγουν κειμηλιοῦνται, "ἐμεῦ δ' ἀπὸ μούνου", φησίν, "Ἀχαιῶν εἵλετο" ὁ βασιλεύς, ἤγουν ἀφείλετο. ὃ καὶ ἐφερμηνεύων βαρέως φησὶν "ἔχει δ' ἄλοχον θυμαρέα". Καὶ κατωτέρω δὲ λέγει ὡς ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε. Καὶ ὅρα ὅτι τε ἐν τῷ "εἵλετο" οὐ προσέθηκε τί ἀφείλετο ὁ βασιλεύς, ἀλλ' ἀφῆκεν αὐτὸ κατὰ πολλῶν νοεῖσθαι, καὶ ὅτι τὴν παλλακὴν ἄλοχον εἶπεν αὐξάνων τὴν τοῦ βασιλέως ἀδικίαν, καὶ οὐχ' ἁπλῶς ἄλοχον, ἀλλὰ καὶ θυμήρη, ὅπερ ἐφεξῆς ἑρμηνεύων λέγει "ἣν ἐκ θυμοῦ φίλεον", ὡς ταὐτὸν ὂν εἰπεῖν θυμαρέα, ἤγουν ἀρέσκουσαν τῷ θυμῷ καὶ ἣν ἐκ θυμοῦ φίλεον. Καὶ γὰρ φιλιώσεως σημαντικὴ λέξις καὶ τὸ ἀρέσαι, ὃ καὶ ἀρέσασθαι λέγεται, ὅθεν καὶ ὁ θυμηρὴς σύγκειται καὶ ὁ θυμαρής. Ζητητέον δὲ περὶ τοῦ τόνου, μήποτε ὀφείλει προπαροξύνεσθαι τὸ θυμαρέα. Ἐπεὶ γὰρ εὕρηται τὸ θυμῆρες βαρύτονον, ὡς τὸ "θυμῆρες κεράσασα", βαρύνοιτο ἂν ἴσως καὶ ὁ θυμήρης ἀναλόγως καὶ ἡ θυμήρης, ἀκολούθως δὲ καὶ ἡ θυμάρης.
(v. 336 s.) Ὅτι μαλακῷ στρατιώτῃ ἐπιλεχθείη ἂν τὸ "τῇ", ἤγουν ταύτῃ, "παριαύων τερπέσθω. τί δὲ δεῖ πολεμίζειν;" Ἀχιλλεὺς δὲ τοῦτό φησι πρὸς τὸν τοῦ βασιλέως λόγον εἰπόντος ὀμόσειν μέγαν ὅρκον μήποτε ἐπιβῆναι εὐνῆς καὶ μιγῆναι τῇ Βρισηΐδι, οἱονεὶ λέγων· τί μοι τοῦτο, εἴπερ οὐκ ἐμίγη αὐτῇ. μιγνύσθω ἣν ἔχει, ὡς ἀνωτέρω ἔφη.
(v. 338 s.) Ὅτι ἀρέσκει τοῖς ῥήτορσι τὸν ἐρωτῶντα οὐ μόνον ἐν σχήματι διλημμάτῳ ἀλλὰ καὶ ἐν ἁπλῇ [725] ἐρωτήσει δέον εἶναι οὕτως ἐρωτᾶν, ὡς μὴ ἂν δυνησομένου τοῦ ἐρωτωμένου ῥᾳδίως ἀποκρίνασθαι. Διὸ καὶ Ἀχιλλεὺς ἁπλῆν ἐνταῦθα ἐρώτησιν προτείνει ἀναντίρρητον ταύτην "τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας Ἀτρείδης, ἢ οὐχ' Ἑλένης ἕνεκα ἠϋκόμοιο;" πρὸς τοῦτο γὰρ οὐδεὶς ἀντερεῖ.
(v. 340) Εἶτα πάλιν ὁμοίως ἐρωτῶν λέγει μετὰ βαρύτητος "ἢ μόνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι;"
(v. 341-343) Μεθ' ὃ κατὰ τὸ σιωπώμενον ἀνανεύσας πρὸς τὸν λόγον καὶ οὕτως οἷον ἀποφήσας, ὡς οὐ μόνοι ἀνθρώπων αὐτοὶ φιλοῦσι τὰς ἑαυτῶν, ἐπάγει γνωμικῶς "ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων τὴν αὑτοῦ", ἄλοχον δηλαδή, "φιλέει καὶ κήδεται. ὡς καὶ ἐγὼ τήν", ἤγουν ταύτην, "ἐκ θυμοῦ φίλεον δουρικτήτην περ ἐοῦσαν", ὃ ταὐτόν ἐστι τῷ αἰχμάλωτον. Οὐκ αἰδεῖται δὲ Ἀχιλλεὺς τὸν βασιλέα ταῦτα λέγων. κἀκεῖνος γὰρ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐμπαθέστερα τούτων ἐλάλει περὶ δορικτήτης τῆς Χρυσηΐδος.
(v. 338) Ἰστέον δὲ ὅτι καὶ νῦν τὸ "ἀνήγαγε" λέξις ἐστὶ ναυτικὴ καὶ δηλοῖ τὸ ἀναπλέειν πεποίηκε. Τὸ δὲ "ἀγείρας" παρακείμενον τῷ "ἀνήγαγεν" παρήχησιν ποιεῖ. Ἔστι δὲ οὐ ψεκτὴ αὕτη λέξις κατὰ τὸ ἕτερον ἀγείρειν, ἐξ οὗ ὁ ἀγύρτης γίνεται καὶ ὁ μηναγύρτης.
(v. 341) Τὸ δὲ "ἀγαθός" καὶ "ἐχέφρων" ἢ ταὐτά ἐστι ἢ καὶ διαφέρει καθότι γενικώτερον ὁ ἀγαθὸς τοῦ ἐχέφρονος. [(v. 342) Τὸ δὲ "τὴν αὐτοῦ φιλέει" δέδωκε τῷ Σοφοκλεῖ μέθοδον εἰπεῖν ἐν Οἰδίποδι τῷ τυράννῳ ἐσχηματισμένως τὸ "τὴν δὲ σὴν ὁμοῦ ναίουσαν οὐ κατεῖδες". Ἔνθα δοκεῖ μὲν λέγειν ὁ Τειρεσίας ὅτι τὴν σὴν ὀργὴν οὐ κατεῖδες τὴν σύμφυτόν σοι, ἀληθῶς δὲ λέγει ὅτι τὴν σὴν ἄλοχον οὐκ οἶδας, ἤγουν τὴν μητέρα σου, ᾗ συμβιοῖς, ὅπερ ὀκνήσας ἐκφῆναι εἶπε τὸ ὁμοῦ ναίουσαν, ὃ ταὐτόν ἐστι τῷ ὁμευνέτιν. καὶ οὕτως ἐδήλωσε τό τε ἄψογον, ἤγουν τὴν συγγενῆ ὀργήν, καὶ τὸ ἀνόσιον, ἤγουν τὸ τὴν μητέρα σου τὴν σοὶ ὁμόκοιτον].
(v. 343) Τὸ δὲ "ἐκ θυμοῦ" [726] ἀντὶ τοῦ ἐκ ψυχῆς μέσης, ὃ καὶ ἐκθύμως λέγεται κατ' ἐπίτασιν προθέσεως, ὁποῖον καὶ τὸ ἐκνομίως, ἀντὶ τοῦ λίαν, καὶ ἔξω πάσης νομίσεως, ἤγουν ὡς οὐκ ἄν τις νομίσειε. Τὸ μέντοι ἀπὸ θυμοῦ ἐναντίον τούτῳ ἐστὶν ἀντὶ τοῦ πόρρω ψυχῆς, ὡς τὸ "ἀπὸ θυμοῦ ἐμοὶ ἔσσεται", ἐξ οὗ καὶ ἀποθύμιόν που τὸ παρὰ τοῖς ὕστερον ἀκαταθύμιον, ἤγουν μὴ κατὰ ψυχήν.
(v. 341 s.) Σημείωσαι δὲ καὶ τὴν ῥηθεῖσαν ἀποσιώπησιν πάνυ καινὴν οὖσαν. Νοητέον γάρ, ὡς προσεχῶς ἐρρέθη, ἀνανεύσαντα τὸν Ἀχιλλέα καὶ οὕτως ἀποφήσαντα καὶ αἰτίαν ἐπαγαγόντα τῆς ἀποφάσεως τὸ "ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθός, τὴν ἑαυτοῦ φιλέει".
(v. 344) Ὅτι αὔξων ὁ Ἀχιλλεὺς τὴν εἰς αὐτὸν βασιλικὴν ἀδικίαν λέγει τὸν βασιλέα ἐκ χειρῶν αὐτοῦ ἀφελέσθαι τὴν Βρισηΐδα κατά τινα βιαίαν καὶ ἀναιδῆ ἁρπαγήν. Φησὶ γὰρ "νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο".
(v. 344 s.) Ὅτι ὁ μὴ ἐθέλων πεισθῆναι τῷ ἀπατήσαντι ἐρεῖ κατὰ τὸν Ἀχιλλέα τὸ "νῦν δ' ἐπεί μ' ἀπάτησε, μή μευ πειράτω εὖ εἰδότος, οὐδέ με πείσει". Καιρία δὲ λέξις τὸ ἀπατᾶν. διὸ καὶ προϊὼν ἐπιμένει αὐτῇ ἐν τῷ "ἔλπεται ἐξαπατήσειν", καὶ "ἐκ γὰρ δή μ' ἀπάτησε". Πόθεν δὲ ἡ λέξις γίνεται, δηλοῦται ἀλλαχοῦ. Ὅρα δὲ καὶ τὸ "πειράτω" ῥηθὲν ἐνεργητικῶς. [Τοῦ δὲ ἀπατᾶν ὅτι προϋπάρχει ὁ πάτος καὶ τὸ πατεῖν, προδεδήλωται. Χρῆσις δὲ αὐτοῦ καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "θέρεος δὲ νεωμένη οὔ σ' ἀπατήσει", τουτέστιν οὐ κακυνεῖ τὸν ἐν τῇ νειῷ πάτον σου οὐδὲ βλάψει κατὰ τοὺς ἔξω πάτου πλανωμένους, ἀλλὰ δηλαδὴ ὠφελήσει. Εἰκὸς δὲ ἴσως ἀπατᾶν εἶναι καὶ τὸ βλάπτειν, ἵνα ᾖ ὥσπερ μηνίω καὶ ἀπομηνίω τὸ αὐτὸ παρ' Ὁμήρῳ, οὕτω καὶ ἀτῶ καὶ ἀπατῶ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας].
(v. 346 s.) Ὅτι τοῦ βασιλέως εἰπόντος ἐν τῇ α΄ ῥαψῳδίᾳ, ὡς πάρεισί μοι καὶ ἄλλοι, οἵ κέ με τιμήσουσι, λέγει νῦν Ἀχιλλεὺς βαρέως μάλα πρὸς ἐκεῖνο "ἀλλ' Ὀδυσσεῦ, σὺν σοί τε καὶ ἄλλοις βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ", καὶ οὐκ αἰδεῖται καὶ τῶν φιλτάτων καίρια καθαπτόμενος, Ὀδυσσέως τε καὶ Αἴαντος.
(v. 348-350) Μυκτηρίζει δὲ καὶ τὴν τοῦ τείχους καὶ τῆς τάφρου ἐπίνοιαν καὶ οἷον ἀντιδάκνει τὸν Νέστορα πρὸ ὀλίγου εἰπόντα "τούσδε [727] δ' ἔα φθινύθειν ἕνα καὶ δύο". ‑ Ἐκείνου γὰρ βουλῇ καὶ τὸ τεῖχος γέγονε καὶ ἡ τάφρος. ‑ , καὶ πολὺν μὲν λέγει πόνον περὶ αὐτὰ γενέσθαι, ἀνυσθῆναι δὲ οὐδέν. Φησὶ γὰρ "ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξε. ‑ , περὶ ὧν προγέγραπται. ‑ , "ἀλλ' οὐδ' ὣς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν".
(v. 352-355) Εἶτα μεγαλαυχῶν λέγει καὶ οἷος ἦν ὁ Ἕκτωρ ἕως αὐτὸς ἐπολέμει. Φησὶ γὰρ "ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν", ἤγουν ἐν Ἀχαιοῖς ἢ σὺν Ἀχαιοῖς, "πολέμιζον, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν. ἔνθα ποτὲ οἶον", τουτέστι μόνον, "ἐμέ", ὡς ἐν μονομαχίας λόγῳ, "ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν". Καὶ ὅρα ὡς ἐκ παρόδου ἱστόρησεν Ὅμηρος τολμῆσαί ποτε τὸν Ἕκτορα, ὡς εἰκός, μονομαχῆσαι τῷ Ἀχιλλεῖ. Καὶ γίνεται πιθανὴ ἐντεῦθεν καὶ ἡ ἐν τοῖς μετὰ ταῦτα τόλμα κατὰ τοῦ Ἀχιλλέως τῷ Ἕκτορι.
(v. 354) Περὶ δὲ Σκαιῶν πυλῶν καὶ φηγοῦ ἐγράφη ἀλλαχοῦ.
(v. 347) Δῆλον δ' ὅτι καὶ τὸ "ἀλεξέμεναι δήϊον πῦρ" ἐντέλειαν ἔχει φράσεως, καθὰ καὶ πρὸ τούτων τὸ "ἀλεξήσῃς κακὸν ἦμαρ", ὡς αὐτοῦ μόνου τοῦ ἀλεξέμεν ἐλλιποῦς ὄντος.
(v. 348) Τὸ δὲ "πονήσατο" Ἀττικόν ἐστι, κοινὸν δὲ αὐτοῦ τὸ ἐπόνησεν.
(v. 351) Ἀνδροφόνον δὲ τὸν μετ' ὀλίγα καὶ δῖον Ἕκτορα ὁ Ἀχιλλεὺς ἔφη ἐπὶ ὀνείδει τῶν Ἀχαιῶν, δι' οὓς ἔσχεν ἐκεῖνος τὸ τοιοῦτον ἐπίθετον μετὰ τὴν αὐτοῦ μῆνιν. Οὐ δήπου γὰρ καὶ πρὸ τούτου ἀνδροφόνος ἦν ὁ μὴ τολμῶν προκύπτειν τοῦ κατὰ τὴν Τροίαν τείχεος, οὐδὲ μὴν ἐθελέσκων, ἤγουν δυνάμενος, μάχεσθαι, ὅτε Ἀχιλλεὺς ἦν ἐν τῷ καθεστῶτι.
(v. 356-360) Ὅτι τοῦ Ὀδυσσέως πρὸ ὀλίγων εἰπόντος τῷ Ἀχιλλεῖ, ὡς νῦν τὸν Ἕκτορα ἕλῃς, ὁ Ἀχιλλεὺς πάνυ δεινῶς τὸν λόγον μεταχειριζόμενος οὐ μόνον λέγει ὡς οὐκ [728] ἐθέλει πολεμεῖν, ἀλλὰ καὶ ὡς αὔριον ἀποπλεύσει, εἰπὼν "νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ, αὔριον ἱρὰ Διῒ ῥέξας, νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω, ὄψεαι ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλα Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας". Καὶ ὅρα τὸ σχῆμα τῆς ῥηθείσης ἐννοίας καινοπρεπὲς ὂν διὰ τὸ προφανὲς ἐν αὐτῇ σολοικοφανές. Ἔστι γὰρ τὸ ῥηθὲν τοιοῦτον. Νῦν δ' ἐπεὶ οὐ θέλω Ἕκτορι μάχεσθαι, αὔριον ἱερὰ ῥέξας ἐγὼ καὶ συναγαγὼν τὰς ἐμὰς νῆας, ὄψει σὺ αὐτὰς ὄρθρου ἀποπλεούσας. Ἦν δὲ τὸ εὐσυντάκτως ὀρθὸν εἰπεῖν, ὅτι αὔριον θύσας καὶ συσκευάσας τὰς νῆας ἀποπλευσοῦμαι. Ὁ δὲ μὴ ἐθελήσας ἑαυτῷ ἀλλὰ ταῖς ναυσὶ καὶ τοῖς ναύταις προσάψαι τὸ τῆς ἀποπλοίας ῥῆμα, ἐπήγαγε δευτέραν ἔννοιαν ἀπροσφυῆ τῇ πρώτῃ, τὸ "ὄψεαι" καὶ τὰ ἑξῆς, καὶ οὕτως ἔφρασε καινοφανέστερον. Ἔοικε δὲ καὶ διὰ θυμὸν ἐκλαθέσθαι τῆς κατ' ὀρθὸν συντάξεως. Εἰ δέ τις τὸ "ῥέξας" καὶ τὸ "νηήσας" συντάξει μετὰ τοῦ "ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν", δοκεῖ μὲν θεραπεῦσαι τὸ σολοικοφανές, ποιεῖ δὲ οὐκ εὐδιανόητον τὸ νόημα. καὶ ταῦτα μὲν ἄρτι λαλεῖ Ἀχιλλεὺς διὰ τὸ πολὺ τοῦ θυμοῦ. Ἐν δὲ τοῖς ἑξῆς ἀγαθὰς ἐλπίδας ὑποτείνει, λέγων ὡς οὐ πείσει τὸν ἐμὸν θυμὸν ὁ βασιλεύς, πρίν γε ἀπὸ πᾶσαν ἐμοὶ δοῦναι θυμαλγέα λώβην, ἤγουν πρὶν ἀντιλωβηθῆναι ὧν με ἐλύπησεν. Ὅρα δὲ ὅτι ἄλλως μὲν οὐκ ἐθέλει Ἀχιλλεὺς πολεμίζειν Ἕκτορι, ἄλλως δὲ ὁ Ἕκτωρ οὐκ ἐθέλεσκεν, ὡς προεγράφη, μάχην ἀπὸ τείχεος ὀρνύμεν. Ἀχιλλεὺς μὲν γὰρ δυνάμενος, Ἕκτωρ δὲ μὴ ἰσχύων. ὥστε τὸ "οὐκ ἐθέλεσκεν Ἕκτωρ" εὐφήμως καὶ κατὰ εἰρωνείαν δὲ εἴρηται ἀντὶ τοῦ οὐκ ἠδύνατο, ὁμοίως τῷ "οὐδ' ἔθελε προρέειν".
(v. 356) Τὸ δὲ "Ἕκτορι δίῳ" σεμνότερον ῥηθὲν ἤπερ πρὸ ὀλίγων τὸ "Ἕκτορος ἀνδροφόνοιο" βαρύνει τε τοὺς πρέσβεις, εἰ οὕτω τὸν τοῖς Ἀχαιοῖς ἐχθρὸν ὁ Ἀχιλλεὺς ἐπαινεῖ, καὶ τὸ πᾶν δὲ τὸν Ἕκτορα ἐν τῇ Τροίᾳ εἶναι δηλοῖ. οὐ γὰρ ἔφη ὡς οὐκ ἐθέλω πολεμίζειν Τρωσίν, ἀλλὰ Ἕκτορι.
(v. 357) Τὸ δὲ "ἱρὰ ῥέξας" κατὰ τὸ πλῆρες ἐφράσθη. ἁπλῶς δὲ εἰπεῖν ῥέξας ἔλλειψιν ἔχει. Ὁ γάρ [729] τοι ῥέζων θυόμενόν τι ῥέζει.
(v. 358) Τὸ δὲ "νῆας εὖ νηήσας" ὅμοιόν ἐστι τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ "νῆα νηησάσθω", καὶ δηλοῖ τὸ σωρεύσας, ἤτοι φορτίσας. οὐ γὰρ μόνον ἐν τῇ πατρίδι πλουτεῖ Ἀχιλλεύς, ἀλλὰ καὶ ἐκ Τροίας πολλὰ ἄξεται, ὡς αὐτὸς ἐρεῖ. [Τὸ δὲ "ἐπὴν ἅλαδε προερύσσω" δοκεῖ ἐπίτηδες οὕτω φρασθῆναι διὰ τὸ μὴ ἐγχωρεῖν εἰπεῖν αὐτὸ δὴ μόνον τὸ ἅλαδε προερύσας πρὸς ἀκολουθίαν τοῦ "νηήσας"].
(v. 359) Προσοχῆς δὲ ποιητικὸν τὸ "ὄψεαι ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ". Λέγει δὲ αὐτὸ Ἀχιλλεὺς ἐκφοβῶν τὸν Ὀδυσσέα καὶ ὑπεμφαίνων ὡς οὐκ ἔσται ὑμῖν ἄδεια εἰς τὰς ἐμὰς νῆας αὔριον ἀτενίζειν, ἀλλὰ τῶν πρὸς ποσὶ μόνων ἔσεσθε. Ἔστι δὲ τὸ μὲν ἐθέλῃσθα ὡς τὸ ἦσθα καὶ ἔφησθα. Τὸ δὲ "μεμήλῃ" μέσος παρακείμενος ὑποτακτικὸς ἐκ τοῦ μέμηλα, ὅμοιος τῷ ὄλωλα ὀλώλῃ, ὡς τὸ "ὅτ' ἄν ποτ' ὀλώλῃ".
(v. 360) Ἦρ δὲ καὶ ἐνταῦθα φανερῶς ὁ ὄρθρος. ἐκ τούτου δὲ ἡ Ἠριγένεια γίνεται, ὡς ἀλλαχοῦ γέγραπται. Τὸ δὲ "μάλα" ἔοικε κατὰ παρολκὴν κεῖσθαι, ὡς καὶ ἐν τῷ πώμαλα, περὶ οὗ δηλοῦται καὶ ἐν τοῖς τοῦ Κωμικοῦ. Ὅρα δὲ ὅτι καὶ νῦν Ἑλλήσποντον λέγει τὴν περὶ τὸ ναύσταθμον θάλασσαν, μεθ' ἣν ὁ Αἰγαῖος. Τοῦτον δὲ τὸν Ἑλλήσποντον πλατὺν ἀλλαχοῦ λέγει πρὸς διαστολὴν τοῦ στενοῦ, ὃς ἀγάρροος λέγεται. Εἰ δὲ καὶ ἰχθυόεις ὁ Ἑλλήσποντος κατά τι ἐξαίρετον, ἡ ποιητικὴ Μοῦσα οἶδε.
(v. 361) Τὸ δὲ "ἐρεσσέμεναι μεμαῶτας" ναυτικωτάτους εἶναι παραδηλοῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ. [Ἐμφαίνει δὲ καὶ χαρὰν εὔλογον τῶν Μυρμιδόνων, ὡς οὐχὶ ἀκόντων ἀλλὰ σὺν προθυμίᾳ πολλῇ ἀποπλεόντων κατὰ πολλὰ τὰ αἴτια. Πλουτοῦσί τε γὰρ οἷς ἐληΐζοντο καὶ κινδύνων ἐξάντεις γίνονται καὶ ἀχαρίστων ἀνδρῶν ἀπαλλάττονται].
(v. 362 s.) Ὅτι μετρῶν χωρογραφικῶς τὸν ἀπὸ Τροίας πλοῦν εἰς Φθίαν ὁ Ἀχιλλεὺς λέγει ὡς, εἴπερ εὐπλοΐην, ἤγουν εὔπλοιαν, θεὸς δῴη, "ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην". Οὕτω καὶ ὁ φιλόμηρος Σοφοκλῆς, φιλοτιμησάμενός που ἐν στενῷ περιηγήσασθαι, μετρεῖ τὸν ἀπὸ Σκύρου πλοῦν εἰς τὸ Σίγειον, ἔνθα τὸ Ἀχαιϊκὸν ναύσταθμον ἦν, εἰπὼν "ἦν ἦμαρ ἤδη δεύτερον πλέοντί [730] μοι", ὅτε δηλαδὴ καὶ κατέσχεν εἰς τὸ Σίγειον. Καὶ τὸν ἐκ Λήμνου δὲ πλοῦν εἰς τὰ τοῦ Φιλοκτήτου ἱστορῶν "ἡμέρας" φησί "μόχθος οὐχ' ὅλης μιᾶς". Ὅλως δὲ ποιηταῖς ἔθος καὶ τοιούτοις φιλομαθίας χάριν ἐμφιλοχωρεῖν.
(v. 364) Ὅτι ἀλλαχοῦ μὲν ὁ ποιητὴς κεῖσθαι τὸν Ἀχιλλέα φησὶν ἐν ταῖς ναυσίν, ἤγουν διὰ τὴν μῆνιν ἀπρακτεῖν, αὐτὸς δὲ Ἀχιλλεὺς τὸ ἐν Τροίᾳ ζῆν ἔρρειν φησὶν εἰπὼν "τὰ κάλλιπον ἐνθάδε ἔρρων", ὡς τοιούτου ὄντος τοῦ κενῶς κοπιᾶν. Τῇ αὐτῇ δὲ λέξει καὶ ὁ βασιλεὺς ἐν τοῖς ἑξῆς που χρήσεται περὶ ἑαυτοῦ λύπην πάσχων. Προϊὼν δὲ Ἀχιλλεὺς ἄλλως ἐν κατευχῇ λέγει περὶ τοῦ βασιλέως, ὅτι ἕκηλος ἐρρέτω. Ὅτι δὲ τὸ ἔρρειν καὶ ἐπὶ τοῦ χωλεύειν τίθεται, ἡ τοῦ Ἡφαίστου ὁπλοποιΐα δηλώσει. Παραγωγὴ δὲ τοῦ ἔρρω ἁπλοϊκὴ μὲν τὸ εἰπεῖν ἐκ τῆς ἐν προθέσεως καὶ τοῦ ῥῶ, τὸ φθείρω, γίνεσθαι ἔνρω, καὶ τροπῇ ἀναλόγῳ τοῦ ν εἰς τὸ ἐφεξῆς ἀμετάβολον ἔρρω, ποικίλη δέ, εἴ τις φαίη ἐκ τοῦ φθείρω εἶναι αὐτὸ καθ' Ἡρακλείδην, εἰπόντα ὅτι τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἰώθασιν Ἴωνες καὶ Αἰολεῖς, ἄν τε ἓν ᾖ, οἷον λαιψηρός αἰψηρός, ἄν τε δύο, οἷον τὸ παρὰ πλευρὰν ἑστάναι πλάγιον εἶπεν ἐν ποιότητι Ὅμηρος εὐρὰξ "στῆ δ' εὐράξ", ἀντὶ τοῦ πλευράξ. Οὕτω καὶ ἡ πλάνη καὶ τὸ πλανᾶσθαι ἀπελεύσει τῶν καταρχόντων δύο συμφώνων ἄλη γίνεται καὶ ἀλᾶσθαι ἀντιθέσει τοῦ ν εἰς λ, ᾧ ἀντιστοιχοῦσι Δωριεῖς ἐν τῷ φίλτατος φίντατος, ἦλθεν ἦνθεν, Φίλτις Φίντις παρὰ Πινδάρῳ, ἕλετο ἕντο, καὶ Δωρικῶς γέντο, κέλετο κέντο παρὰ Ἀλκμᾶνι. Τούτων οὕτως ἐχόντων, οἱ Αἰολεῖς, φησί, τὰ εἰς ρ βραχύτονα, ἔχοντα τὴν ει δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ι εἰς ἕτερον ρ προφέρονται τὸ κείρω κέρρω λέγοντες καὶ τὸ δείρω δέρρω. οὕτως οὖν καὶ φθείρω φθέρρω καὶ ἄρσει τῶν πρώτων δύο συμφώνων ἔρρω. Καὶ οἱ Ἀριστάρχειοι δέ, φησί, συνᾴδουσι τῇ τοιαύτῃ δηλαδὴ ἐκ τοῦ φθείρω παραγωγῇ. τὸ γὰρ [731] "ἐρρ' ἐκ νήσου" ἐξηγεῖται "μετὰ φθορᾶς ἄπιθι". Ὡς δὲ ἐκ τοῦ φθείρω καὶ τὸ ῥαίω γίνεται κατὰ τὸν αὐτὸν Ἡρακλείδην, ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. Ὡς δὲ τὸ πληθυντικὸν τοῦ ἔρρε προστακτικοῦ τὸ ἔρρετε διὰ δύο λ γλῶσσά τις, φησί, Καλλίμαχος δηλοῖ ἐν τῷ "ἔλλατε, βασκανίης ὀλοὸν γένος".
(v. 364-369) Ὅτι ἀνενδεῆ δεικνὺς ἑαυτὸν ὁ Ἀχιλλεύς φησιν "ἔστι δέ μοι μάλα πολλά", ἐν Φθίῃ, "τὰ κάλλιπον ἐνθάδε", ὡς ἐρρέθη, "ἔρρων. ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρόν", ἤγουν πυρρόν, "ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ἄξομαι, ἅσσ' ἔλαχόν γε", ὡς εἷς δηλαδὴ τῶν τοῦ πλήθους, τοιοῦτον γὰρ τὸ λαχεῖν. "γέρας δέ μοι", ὅπερ ὡς ἐξαίρετον ἦν δίχα τοῦ λαχεῖν, "ὥς περ ἔδωκεν, αὖτις ἐφυβρίζων ἕλετο Ἀτρείδης". Ἐν οἷς ὅρα ὅτι τε τὸ ἄξομαι κυριολεκτεῖται μὲν ἐπὶ γυναικῶν ὡς ἐμψύχων, συλληπτικῷ δὲ τρόπῳ ἐξακούεται καὶ ἐπὶ χρυσοῦ καὶ χαλκοῦ καὶ σιδήρου τῶν ἀνωτέρω ῥηθέντων, καὶ ὅτι τὸν χρυσὸν μὲν δίχα ἐπιθέτου προήγαγεν, ὃν ἐν ἄλλοις εἶπε τιμήεντα, τὸν δὲ χαλκὸν ἐρυθρὸν ἐπωνόμασε, τὸν δὲ σίδηρον πολιόν, ἢ ὡς ἔντιμον ἢ ὡς χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων ὑλῶν χρειωδέστερον καὶ πολιτικώτερον. καὶ ὅτι τὸ "ὥς περ ἔδωκεν, αὖτις ἐφυβρίζων εἵλετο" δηλοῖ ῥᾷον ἀφαιρεθῆναι τὸ γέρας, ὥσπερ καὶ ἐδόθη, ἢ ὅτι, ὥσπερ μὴ δεομένῳ μοι ἐδωρήθη, οὕτω καὶ ἀνενδεοῦς ὄντος ἀφῄρηται, ἢ καὶ ὅτι ὁ νῦν κατὰ ὕβριν ἀφελόμενος ἔοικεν οὐδὲ διδοὺς κατὰ τιμὴν ἀληθῆ δοῦναι, ἀλλὰ μόνον ἀφοσιούμενος. Ὡς γοῦν ἔδωκεν, οὕτω καὶ ἀφείλετο, οὔτε τότε τιμῶν οὔτε νῦν.
(v. 369-373) Ἐπὶ τούτοις ὁ Ἀχιλλεὺς καλεῖ καὶ ὧδε τὸν βασιλέα κύνεον καὶ ἀναιδείην ἐπιειμένον, εἰπὼν ἃ δή τις ἐρεῖ ἐπὶ ἀνθρώπῳ ἀπατεῶνι καὶ ἀναιδεῖ "τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω ἀμφαδόν", ἤγουν φανερῶς καὶ ἐν ἐπηκόῳ, "ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται [732] Ἀχαιοί, εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν, αἰὲν ἀναιδείην ἐπιειμένος, οὐκ ἂν ἔμοιγε τετλαίη, κύνεός περ ἐών, εἰς ὦπα ἰδέσθαι".
(v. 374) Λέγει δὲ καὶ ὅτι "οὐδέ τι οἱ βουλὰς συμφράσομαι, οὐδὲ μὲν ἔργον".
(v. 375-378) Τὸ ἐντεῦθεν δὲ ὀργίλον ἦθος, ὡς καὶ οἱ παλαιοὶ σημειοῦνται, διαγράφων ὁ ποιητὴς ἐγκόπτει συχνὰ τὸν λόγον τῷ Ἀχιλλεῖ, κομματικῶς προάγων τὴν ἀντιλογίαν, ὅπερ ἔθος τοῖς τραχυνομένοις. Ἐν γοῦν τέσσαρσι, φασί, στίχοις ἀπὸ τοῦ "οὐδὲ μὲν ἔργον" ἔννοιαι ὀκτὼ στίζονται αὐτοτελεῖς αὗται "ἐκ γὰρ δή μ' ἀπάτησε", "καὶ ἤλιτεν", "οὐδ' ἂν ἔτι αὖτις ἐξαπάφοιτο ἐπέεσσιν", "ἅλις δέ οἱ", "ἀλλὰ ἕκηλος ἐρρέτω", "ἐκ γάρ οἱ φρένας εἵλετο Ζεύς", "ἐχθρὰ δέ μοι τοῦ δῶρα", "τίω δέ μιν ἐν καρὸς αἴσῃ".
(v. 370) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μὲν ἐπισκύζεσθαι, ὡς καὶ ἀλλαχοῦ, ὀργὴν δηλοῖ, ἐξ οὗ καὶ τὸ ἐπισκύνιον.
(v. 372) Τὸ δὲ αἰὲν ἀναιδῶς τὸν βασιλέα ἔχειν δεινότερον τοῦ "αἰεὶ γάρ τοι ἔρις τε φίλη" καὶ ἑξῆς, ὃ φθάσας ὁ βασιλεὺς ὠνείδισεν εἰς Ἀχιλλέα.
(v. 373) Τοῦ δὲ "τετλαίη" ὁ ἀναδιπλασιασμὸς ὅμοιος τῷ "τεθναίη". Ἀναιδείας δὲ χαρακτὴρ ἐνταῦθα φαινόμενος συνήθης εἶναι τῷ βασιλεῖ τὸ τλῆναι τὸν ἀδικητὴν ἀντιβλέψαι ἀσκαρδαμύκτως, [ὡς καὶ ἡ κωμῳδία φησί], τῷ ἀδικηθέντι, [καὶ ποιητικῶς εἰπεῖν, "κύνεον εἰς ὦπα ἰδέσθαι"]. Ἔνθα σημείωσαι καὶ ὡς ἐντεῦθεν τοῖς παλαιοῖς ἐλήφθη τὸ διακυνοφθαλμίζεσθαι, ὅπερ δηλοῖ κατὰ Αἴλιον Διονύσιον τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους. Σκοπητέον δὲ ἐνταῦθα καὶ εἴπερ τὸ "εἰς ὦπα ἰδέσθαι" συντελεῖ τι ἐν τοῖς ἑξῆς πρὸς σαφήνειαν τοῦ "εἰσωποὶ δ' ἐγένοντο νεῶν".
(v. 374) Τὸ δὲ "οὐ βουλὰς οὐδὲ ἔργον" πάνυ σεμνύνει τὸν Ἀχιλλέα, εἰ καὶ ἐν βουλεύμασι καὶ ἐν ἔργοις τῷ βασιλεῖ καθηγεῖτο.
(v. 375) Τὸ δὲ "ἀπάτησε" καιρία λέξις. Διὸ δὶς ἐν τοῖς νῦν ῥηθεῖσιν, εἶτα ἐτέθη ἀντ' αὐτοῦ ὡς ἰσοδύναμον τὸ ἀπάφεσθαι. Τὸ δὲ "καὶ ἤλιτεν" ἄριστα πρόσκειται εἰς τὸ "ἐκ γὰρ δή μ' ἀπάτησεν". Ὡς γὰρ οὐ πᾶς δόλος, οὕτως οὐδὲ ἀπάτη πᾶσα ψεκτή, ἀλλ' ἢ μόνη ἡ τῶν ἀλιτρῶν. καλῶς γὰρ ἔχει τὸ "ἀγαθῆς ἀπάτης οὐκ ἀποστατεῖ θεός".
(v. 375 s.) Εἰς δὲ τὸ "οὐκ ἂν ἔτι ἐξαπάφοιτο" φασὶν οἱ παλαιοί, ὅτι τὸ μὲν ἅπαξ ὑπὸ φίλου ἀπατηθῆναι εὐηθείας ἐστί, τὸ δὲ δὶς μωρίας. Τὸ δὲ "ἐπέεσσιν ἐξαπατᾶν" ἔοικε μὲν πρὸς τὸ κλέπτειν νόῳ, εἴρηται δὲ πρὸς διαστολὴν ἑτέρας ἀπάτης. ἐξαπάφοιτο γὰρ ἄν τίς τινα καὶ ἔργοις. Δῆλον δὲ ὅτι τοῦ "ἀπάφοιτο", οὗ ἐνεργητικὸς δεύτερος ἀόριστος [733] τὸ ἤπαφον, προϋπόκειται τὸ ἀπαφῶ, ἐξ οὗ τὸ ἀπαφίσκειν παράγωγον. Ἔστι δὲ κυρίως ἀπάφεσθαι τὸ δι' ἁφῆς ἀπατᾶσθαι, ἀφ' οὗ καὶ ἡ μυθικὴ Παφία κατ' ἔλλειψιν τοῦ τῆς προθέσεως ε, ὁποία τις γίνεται καὶ ἐν τῷ νέρτερος [καὶ ἐν τῷ σκερβόλλειν, ἤγουν ἐς κέαρ βάλλειν, καὶ ἐν τῷ σκαρδαμύττειν] καὶ σκορακίζειν καὶ ἐν ἄλλοις. Αἰολικὴ δὲ λέξις τὸ ἀπάφοιτο καὶ τὰ κατ' αὐτό, ὡς δῆλον ἐκ τῆς ψιλώσεως τοῦ α. τὸ γάρ τοι κοινὸν ἀφάφοιτο ἂν ἦν καὶ ἐφαφᾶσθαι. Τὸ δὲ "ἅλις δέ οἱ" ἐλλειπτικῶς ἔχει. τὸ γὰρ ἐντελές, ὅτι ἅλις δέ οἱ ὧν ἠπάτησε.
(v. 376 s.) Τὸ δὲ "ἕκηλος ἐρρέτω" παρ' ὑπόνοιαν εἴρηται, ὡς εἴπερ ἔφη ἕκηλος μενέτω ἢ ἐχέτω ἕκηλος, κατὰ τὸ "ἔχ' ἥσυχος".
(v. 377) Ὅρα δὲ καὶ νῦν ὡς ὁ ποιητὴς πολλὴν ἔχει τέχνην καὶ τοῦ διλογεῖν ἐν ἐναντιότητι νοημάτων. Τὸ γὰρ ἐξείλετο φρένας θεὸς ἐπί τε Γλαύκου πρὸ τούτων εἰπὼν καὶ νῦν δὲ ἐπὶ τοῦ βασιλέως ἐκεῖ μὲν ἐπὶ ἐπαίνου τὸν λόγον ἔθετο, καθὰ καὶ Πορφυρίῳ δοκεῖ, ἀντὶ τοῦ ἐξαιρέτους τὰς τοῦ Γλαύκου φρένας ἐποίησεν, ἐνταῦθα δὲ ἐπὶ ψόγου, ἀντὶ τοῦ ἐστέρησε φρενῶν. [Διπλῆ δὲ ἐνταῦθα γραφή "ἐκ γάρ οἱ φρένας εἵλετο", καὶ "ἐκ γὰρ εὗ", ἤγουν αὐτοῦ, "φρένας εἵλετο"].
(v. 378) Τὸ δὲ "ἐχθρά μοι τούτου δῶρα" τῷ Σοφοκλεῖ γέγονεν ἀφορμὴ γνωματεύσασθαι, ὅτι "ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα". [Διὸ εἴπερ καὶ ὁ Σοφόκλειος μαστιγοφόρος ὁμοίως τῷ Ἀχιλλεῖ ἀναπόμπιμον τὸ τοῦ ἐχθροῦ τὴν ἀρχὴν ἔθετο δῶρον, εὖ ἂν ἐποίησε κατὰ οἰωνὸν αἴσιον. Καταχρηστικῶς δὲ νῦν ἔφαμεν ἀναπόμπιμον, κυρίως γὰρ ἀναπόμπιμα τὰ πεμφθέντα μέν, αὖθις δὲ ἀναστραφέντα διὰ τὸ δυσαρεστηθῆναι, οἷς ἐοίκασι καὶ τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ λύτρου τῆς θυγατρός]. Τὸ δὲ "τίω δέ μιν ἐν καρὸς αἴσῃ", ὡς Ἀμερίας καὶ Νεοπτόλεμος οἱ γλωσσογράφοι φασίν, ἀντὶ τοῦ ἐν μισθοφόρου τίθεμαι τάξει καὶ ἶσον αὐτὸν ἔχω Καρὶ ἀνδρί. Ἐλοιδοροῦντο γὰρ καὶ δι' [734] ἀτιμίας ἤγοντο οἱ καὶ ἐν τῇ Βοιωτίᾳ κείμενοι Κᾶρες, ὡς πρῶτοι μισθοφορήσαντες, ἤγουν μισθὸν ὑπὲρ μάχης λαβόντες καὶ χρημάτων ἀποδόμενοι ψυχὰς καὶ τὴν εὐγενῆ ἐπικουρίαν καπηλεύσαντες καὶ πρὸ τοῦ πολέμου ἀνδραποδισθέντες τῇ μισθοφορᾷ καὶ χρήμασιν ἤδη ἀπαχθέντες αἰχμάλωτοι. Καὶ μήν, ὥς φησιν Ἀπίων, οὐ καλῶς ἂν ὁ Ἀγαμέμνων Καρὶ ἐοικέναι λέγοιτο, ἀλλὰ μᾶλλον ὁ Ἀχιλλεύς, ὁ πρὸς ὑποσχέσεις μαχόμενος καὶ εἰπὼν τὸ "ἐκ γὰρ δή μ' ἀπάτησε". Καὶ ἄλλως δέ, εἰ καὶ ἐμισθοφόρησαν, φησίν, οἱ Κᾶρες, ἀλλ' οὐκ ἐπὶ τῶν Τρωϊκῶν οὐδὲ πρὸ τοῦ Ὁμήρου. πόθεν οὖν, φησίν, οἶδεν ὁ Ἀχιλλεὺς μισθοφόρους τοὺς Κᾶρας. Ἐφ' οἷς λέγει ὁ αὐτός, ὅτι τινὲς ἓν μέρος λόγου ἀκούσαντες καὶ προπαροξύναντες "ἔγκαρος" ἔγραψαν καὶ τὸν φθεῖρα ἀπέδωκαν, ἵνα λέγῃ ὁ Ἀχιλλεύς, ὅτι ἐν αἴσῃ ἔγκαρος, ἤγουν φθειρός, τίθεμαι τὸν Ἀγαμέμνονα, ὡς ἀπὸ εὐθείας τῆς ἔγκαρ, ὡς μάκαρ μάκαρος. οἷς πάλιν αὐτὸς ἀντιλέγων ἐρωτᾷ τοὺς ταῦτα λέγοντας, ὅτι πόθεν ἔγκαρος ὁ φθείρ; Ἕτεροι δὲ εἰς δύο τε μέρη διαιροῦσι τὴν λέξιν ταύτην καὶ ὀξύνουσι τὴν λήγουσαν καὶ τὴν αὐτὴν αὖθις ἀποδιδόασιν ἔννοιαν, λέγοντες, ὡς τιμῶ αὐτὸν ἐν μοίρᾳ καρός, ὅ ἐστι φθειρὸς τοῦ περὶ τὴν κεφαλήν, τουτέστι τοῦ μηδενὸς τιμῶμαι αὐτόν, μάλιστα δέ, τοῦ εὐτελεστάτου. Τὸ γὰρ ἀξιοῦν τινα τοῦ μηδενὸς ἄλλως ἔστι φράζεσθαι, οἷον ὡς Σοφοκλῆς "τἆλλα ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην", ὃ δοκεῖ ἐκ Πινδαρικοῦ ῥητοῦ παρεξέσθαι τοῦ "σκιᾶς ὄναρ ἄνθρωπος". Τὸ δέ γε ὀλίγου τινὸς τιμᾶσθαί τινα καὶ ὀβολοῦ τιμᾶσθαι οἱ ὕστερον ἔλεγον Ἀττικοί, καὶ τοιαῦτά τινα. ἐξ ἧς ἐννοίας καὶ ἁλώνητα δουλάρια παρὰ τοῖς παλαιοῖς τά, ὡς εἰπεῖν, εὔωνα. Λέγεται δὲ ὁ ἄτιμος καὶ οὐκ ἐν ἀριθμῷ κεῖσθαι, ὁμοίως οὐδὲ ἐν λόγῳ εἶναι. ᾯ ἶσον τὸ "οὐκ ἂν πριαίμην οὐδενὸς λόγου" τὸν δεῖνα. Ἄλλοι δὲ γράφουσι μὲν καὶ αὐτοὶ προπαροξυτόνως "ἔγκαρος", καὶ κλίνουσιν ἔγκαρ ἔγκαρος, τὴν δὲ λέξιν ἐπὶ ἐγκεφάλου νοοῦσιν, ὅν φασιν ὑπὸ Ἀθηναίων μὴ ἐσθίεσθαι, ἵνα λέγῃ ὅτι ἀποτροπιάζομαι τὸν βασιλέα ὥς τινες τὸν ἔγκαρα, ὃν ὁ Λυκόφρων ἔγκαρον λέγει, ὡς εἴ τις εἴποι καὶ τὸν μάρτυρα μάρτυρον καὶ τὸν ἀλάστορα ἀλάστορον. οὗ χρῆσις παρὰ Σοφοκλεῖ ἐν τῷ "ἀλαστόροισιν ὀμμάτων κύκλοις". Καὶ τοῦτο μὲν ἕτεροι, ἐν οἷς καὶ ὁ Πλούταρχος, ἱστορῶν καὶ αὐτὸς ἐν Συμποσιακοῖς, ὅτι ἐπεὶ ἐγκέφαλον οὐκ ἤσθιον οἱ παλαιοί, διὰ [735] τοῦτο εἶπεν Ὅμηρος τὸ "τίω δέ μιν ἔγκαρος αἴσῃ", τὸν ἐγκέφαλον οὕτω προσειπὼν διὰ τὸ ῥίπτειν, φησί, καὶ ἀποβάλλειν μυσαττομένους αὐτόν, [καὶ μάλιστα, εἴπερ χοίρου ἦν. χοιρείου γὰρ ἐγκεφάλου θέμις, φασίν, οὐκ ἦν ἐσθίειν διὰ τοὺς δοξάζοντας ἶσον εἶναι μεταλαμβάνειν αὐτοῦ καὶ κυάμων τρώγειν καὶ κεφαλῶν οὐ μόνον τοκήων ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων. Εἰς ἐπίτασιν δὲ τοῦ κατὰ τὸν ἐγκέφαλον μύσους ἔδοξέ τισιν, ὧν καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος, οὐδ' ὀνομάζεσθαι τὸν ἐγκέφαλον πρός τινος τῶν παλαιῶν. Σοφοκλῆς γοῦν, φησίν, ἐν Τραχινίαις λευκὸν μυελὸν αὐτὸν εἶπε, ἐκκλίνων τὸ μὴ ὀνομαζόμενον, Εὐριπίδης δέ που περὶ Ἀστυάνακτος ἔφη "ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν' αἰσχρὰ μὴ λέγω". Ἄλλ' αὐτὸς μὲν οὕτω σημειωσάμενος οὐκ εὐστόχησε. πολλὴ γὰρ χρῆσις τῆς λέξεως παρά τε ἄλλοις καὶ τῷ εἰπόντι, ὡς οὐδ' ἂν ἐγκεφάλων ἔσθων λίποι. Ὡς δὲ καὶ ἱερὸν ἡ κεφαλὴ ἐνομίζετο καί τινες δι' αὐτὸ ἀπείχοντο μυελοῦ, δῆλον, φασίν, ἐκ τοῦ καὶ κατ' αὐτῆς ὀμνύειν πολλοὺς καὶ ἐν πταρμοῖς δὲ προσκυνεῖσθαι αὐτήν, καὶ μάλιστα διὰ τὸ ἁπάσας ἐν αὐτῇ αἰσθήσεις εἶναι. καὶ τοιάδε μὲν καὶ ταῦτα]. Οἱ δὲ ἀκριβέστεροι τὸ "καρός" ἀντὶ τοῦ κηρός καὶ θανάτου φασὶ συστολῇ τοῦ η εἰς α, [καθ' ὃ καὶ μάκαρες θεοὶ λέγονται οἱ μὴ καρὶ τοιαύτῃ ὑποπίπτοντες. Ἔστι δὲ τὸ οὕτω νοῆσαι "τίω μὶν ἐν καρὸς αἴσῃ"], ὅμοιον τῷ "ἐχθρός μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι". ταὐτὸν γάρ τι αἱ τοῦ Ἅιδου πύλαι καὶ ἡ κήρ. Ἰστέον δὲ ὡς, εἰ καὶ περὶ τοῦ ζωϊκοῦ ἐγκεφάλου ἐδηλώθη τὰ ῥηθέντα, ὅμως Διὸς ἐγκέφαλος ἦν κατὰ Παυσανίαν κάλλιστόν τι βρῶμα. ὁποῖα ἴσως καὶ τὰ παρὰ τῷ Κωμικῷ εὖ ἠρτυμένα θρῖα τοῦ ἐγκεφάλου. Ἔστι δὲ ἡδὺς καὶ ὁ τοῦ φοίνικος τοῦ δένδρου ἐγκέφαλος, [Ἐν τούτοις δὲ ὅρα, ὡς οὐκ εἰς τὸ πᾶν ἀληθὲς ἦν τὸ μὴ ἐσθίειν ἐγκεφάλου τοὺς Ἀθηναίους, εἴγε θρίοις ἐχρῶντο, ἅπερ ἦσαν ἐγκεφάλου ἑψήματα περίεργα ἐντὸς κείμενα θρίων, ἤγουν φύλλων συκῆς. Ὡς δὲ ὁ [736] εἰρημένος τοῦ φοίνικος ἐγκέφαλος ἡδύτατος ὢν ὅμως κεφαλαλγής ἐστι σφόδρα καὶ ὡς ἐξαιρεθεὶς αὐαίνει τὸν φοίνικα, ἡ πεῖρα ἱκανῶς ἔδειξεν.]
(v. 379 s. et 386 s.) Ὅτι ἵνα μὴ ὑπονοηθείη ὁ Ἀχιλλεὺς πλειόνων δώρων ὀρέγεσθαι, φησὶ κατὰ λόγον ὡρισμένης αὐξήσεως ἀποφατικῶς, ὡς "οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη" ὁ βασιλεύς, "ὅσα τέ οἱ νῦν ἔστιν, οὐδέ κεν ὣς ἔτι", ἤγουν οὐδ' ἂν οὕτω, "θυμὸν πείσῃ πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι", τουτέστι πᾶσάν μοι ἀποδοῦναι, "θυμαλγέα λώβην", ἤτοι ἀντιλωβηθῆναι. Ἐν τῷ μέσῳ δὲ μεταβαίνων ἐκ τοῦ ὡρισμένου καὶ εἰς πάντῃ ἀόριστον αὔξησιν λέγει "καὶ εἴ ποθεν ἄλλα γένοιτο".
(v. 381 s.) Ἐφ' οἷς πλέον τὴν αὔξησιν ἐκκορυφῶν φησιν "οὐδ' ὅσα ἐς Ὀρχομενὸν ποτινίσσεται", ἤτοι φέρεται, ἔρχεται, "οὐδ' ὅσα Θήβας Αἰγυπτίας".
(v. 385) Ἐπὶ δὲ τούτοις ἐνθουσιῶν οἷον ὑπὸ θυμοῦ προστίθησι τὴν τῆς αὐξητικῆς ὑπερβολῆς ἀκρότητα "οὐδ' εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε", τουτέστιν οὐδ' ἄν μοι δοίη τὰ ὑπερπίπτοντα πάντας ἀριθμούς, ἢ ὡς οἱ παλαιοί φασιν, οὐδὲ εἴ μοι δοίη ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά. καὶ νῦν μὲν ταῦτα. Ὀλίγον δέ τι τῷ λόγῳ προελθὼν μνησθήσεται καὶ ἑτέρου πλούτου τοῦ περὶ τὴν Τροίαν καὶ τοῦ περὶ τὸν τοῦ Πυθίου ναόν. Καὶ ὅρα τὴν εὔτακτον αὔξησιν ἐκ τοῦ μετρίου καὶ πεπερασμένου ἠρέμα προϊοῦσαν ἐπὶ τὸ ἄπειρον.
(v. 379 s.) Καὶ ὅτι πάνυ πλούσιον ὑπεμφαίνει τὸν βασιλέα εἶναι, εἴπερ καὶ ὑπὲρ εἰκοσαπλάσιον τῶν ὑπεσχημένων πολλῶν δώρων τῷ Ἀχιλλεῖ περιουσιάζεσθαι φαίνεται ἐν τῷ "ὅσσα τέ οἱ νῦν ἔστι".
(v. 381) Τὸ δὲ "ποτινείσσεται" ὅτι διφορεῖται κατὰ τὴν γραφὴν τῷ τε λόγῳ τῶν διὰ τοῦ ισσω ῥημάτων καὶ ὡς ἀπὸ τοῦ νέω νείω, τὸ πορεύομαι, ἐν ἄλλοις ῥηθήσεται.
(v. 382-384) Ἰστέον δὲ ὅτι καὶ φιλομαθῆ καὶ πολυΐστορα τὸν Ἀχιλλέα ὑποδεικνὺς ὁ ποιητὴς ποιεῖ ἐν τῇ περὶ Θηβῶν μνήμῃ λέγοντα οὕτω [737] "ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἂν ἑκάστην ἀνέρες ἐξοιχνεῦσιν", ἤτοι ἐξίασι, "σὺν ἵπποισι καὶ ὄχεσφι". Δηλοῖ δὲ διὰ τούτου τό τε τῆς πόλεως μέγεθος. ‑ Μεγίστη γὰρ πάντως ἡ ἑκατόμπυλος. ‑ , καὶ τὸ τῶν ἐνοικούντων πολυάνθρωπον, ναὶ μὴν καὶ τὸ πολὺ τῆς δυνάμεως. Ἑκατὸν γὰρ τάγματα ἱππέων τῇ πόλει, ὧν ταγμάτων ἕκαστον ἐξηρτύετο ὑπὸ διακοσίων ἁρματηλατῶν. ὥστε εἴπερ ἐν καιρῷ χρείας διανέμοιτο ἡ δύναμις τῇ ἑκατομπύλῳ, διακοσίους λαχεῖν ἀνὰ ἑκάστας. Οὕτω γὰρ πληθυντικῶς, καὶ οὐχὶ ἑκάστην ἑνικῶς, πολλοὶ γράφουσι τῶν παλαιῶν, παρασημειούμενοι ὡς οὐδέποτε πύλην ἑνικῶς λέγει ὁ ποιητὴς ἀλλὰ πύλας. Εἰ δὲ τοσαῦται μυριάδες ἱππέων ταῖς Θήβαις, οἱ λοιποὶ στρατιῶται ὅσοι; πόσοι δὲ τὸ κοινόν; ἡ δὲ τοσούτους διοικοῦσα πόλις σκοπητέον ὅπως ἄρα εἶχε πλούτου. Ὅτι δὲ κἀνταῦθά τινες ἀμφιβόλους ἐννοίας ἐνόησαν, ἔστιν ἑτέρωθεν ἀναλέξασθαι. Τοῦτο δὲ μόνον ἄρτι καίριον εἰπεῖν, ὡς διακοσίους μὲν ἀμφιβαλεῖν εἶναι ἢ μόνους αὐτοὺς τοὺς ἱππεῖς, ἤτοι τοὺς παραιβάτας, ἢ σὺν καὶ τοῖς ἡνιόχοις, ἔχεται λόγου, ὑπονοῆσαι δὲ καὶ τοὺς ἵππους δύνασθαι συναριθμεῖσθαι ἢ καὶ τὰ ἅρματα πρὸς συμπλήρωσιν τοῦ διακόσια ἀριθμοῦ, οὐκ ἄν τις ὅλως ἀποδέξοιτο. Φασὶ δὲ τὰς Θήβας ταύτας πάλαι ποτὲ βασίλειον εἶναι τῶν Αἰγυπτίων καὶ Διὸς πόλιν ἐν παραθέσει λέγεσθαι ἢ συνθέτως Διόσπολιν. Εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Δῆλον δὲ ὅτι κατὰ τὴν Ἡροδότου ἱστορίαν οὐ μόνον αὗται, ἀλλὰ καὶ ἡ Βαβυλὼν ἑκατόμπυλος ἦν. Ὁ δὲ Γεωγράφος ἱστορεῖ ὅτι Θῆβαι ἡ καὶ Διόσπολις μητρόπολις Αἰγύπτου πάλαι. εἶχε δὲ καὶ ἱερά, ὧν τὰ πολλὰ ἠκρωτηρίασε Καμβύσης. [738] ὕστερον δέ, φησί, κωμηδὸν συνῳκεῖτο καὶ ἐδείκνυτο ἴχνη τοῦ μεγέθους ἐκείνης ἐπὶ πολλὰ στάδια. καὶ ταῦτα μὲν ἐν βραχίστῳ περὶ Θηβῶν.
(v. 381) Ὀρχομενὸς δὲ πόλις ἐν Εὐρώπῃ, κομῶσα καὶ αὐτὴ πλούτῳ, πλὴν ἀλλοδαπῷ. Ἐπεὶ γάρ, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἱστόρηται, ὀχυρὸν ἦν τὸ φρούριον, πολλοὶ τῶν περιοίκων ἐπίστευον ἐκείνῳ τὰ χρήματα. Ὅρα δὲ ὅτι περὶ μὲν Θηβῶν Αἰγυπτίων ἱστόρησέ τι ὁ ποιητὴς διὰ τὸ μὴ πάνυ ἐγνῶσθαι αὐτὰς τοῖς Ἕλλησι, περὶ δὲ τοῦ Ὀρχομενοῦ εἶπεν οὐδέν. ἐγνωρίζετο γὰρ αὐτὴ καὶ οὐκ εἶχεν ἐκτοπισμόν. Πολλοὶ δὲ κατὰ τοὺς παλαιούς, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ δηλοῦται, Ὀρχομενοί. Ὧν καὶ ὁ περὶ Βοιωτίαν, ὃς καὶ Μινύειος ἐλέγετο, ἀπὸ Μινύα ποταμοῦ περιρρέοντος, καὶ ὁ Θετταλικὸς ἢ Μακεδονικός. Τούτους δὲ βαρβαρίζοντες νῦν οἱ πολλοὶ ἐν παραγραμματισμῷ Χαρμένας λέγουσιν. Ἦν δὲ καὶ Ἀρκαδικὸς Ὀρχομενός, ὁ παρ' Ὁμήρῳ πολύμηλός που ἐπονομασθείς.
(v. 382) Τὸ δὲ "Αἰγυπτίας" συστέλλει ἀναγκαίως τὴν προπαραλήγουσαν λόγῳ δακτύλου. Καὶ ἡ αἰτία εἴρηται ἀλλαχοῦ, προϊσχομένη ἐς λόγον οὐ μόνον τὸ μὴ ἔχειν ἂν ἄλλως μέτρῳ εὐχρηστηθῆναι τὴν τοιαύτην λέξιν δακτυλικῷ, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἀλλὰ καὶ τὸ ἀδρανὲς τῆς ἀπηχήσεως τῶν ψιλῶν τοῦ π καὶ τοῦ τ, δι' ἣν ἀξύμβολά εἰσιν ἐκτείνειν τὸ πρὸ αὐτῶν. Δῆλον δὲ καὶ ὅτι τὸ Αἰγυπτίας πρὸς διαστολὴν ἑτέρων πρόσκειται Θηβῶν, ὧν Ὅμηρος μὲν τρεῖς εἰδέναι φαίνεται, ἄλλοι δὲ ἀπαριθμοῦνται πλείονας, ὡς ἑτέρωθι δεδήλωται. [Σημείωσαι δ' ἐν τοῖς εἰρημένοις καὶ τὸ τῶν ἀποφάσεων εὐειδές, ἃς ἐν καταρχαῖς ἔθετο στίχων, ὃ δὴ καὶ αὐτὸ κάλλους ἐστίν, ὥς φασιν οἱ Τεχνικοί. Ἔφη γὰρ "οὐδ' εἴ μοι δεκάκις", καὶ πάλιν "οὐδ' ὅσ' ἐς Ὀρχόμενον", καὶ πάλιν "οὐδ' εἴ μοι τόσα δοίη", καὶ αὖθις "οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσει", ἔνθα καὶ [739] περιττὸν κεῖσθαι δοκεῖ τὸ "ἔτι", καὶ πάλιν "οὐδ' εἰ χρυσῇ Ἀφροδίτῃ", καὶ ὕστερον τὸ "οὐδέ μιν ὣς γαμέω"].
(v. 388-390) Ὅτι πρὸς τὸ τὸν Ὀδυσσέα εἰπεῖν, ὡς γαμβρὸς ἔσται τῷ βασιλεῖ Ἀχιλλεύς, ἀντιβαίνων μάλα σεμνῶς ὁ ἥρως φησὶ "κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος, οὐδ' εἰ χρυσῇ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι". Ἐν οἷς ὅρα ὡς καλλωπίζει παρίσοις τὸν λόγον διὰ τὴν παρεμπεσοῦσαν ἐρωτικὴν ὑπόθεσιν ἐν τῷ "ἐρίζοι" καὶ "ἰσοφαρίζοι". Ἔχει δέ πως ὁ τόπος οὗτος παρὰ βραχὺ καὶ κυκλικοῦ σχήματος ἔμφασιν ἐν τῷ "κούρην δ' οὐ γαμέω", καὶ "οὐδέ μιν ὣς γαμέω". Ὅρα δὲ καὶ ὅπως ηὔξησε κάλλος καὶ δεξιότητα γυναικὸς κατὰ μῦθον, ὃς τῷ μὲν κάλλει τὴν Ἀφροδίτην ἐφιστᾷ, τοῖς δὲ γυναικείοις ἔργοις τὴν Ἀθηνᾶν, ὡς δηλοῖ καὶ Ἡσίοδος.
(v. 388) Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ γαμεῖν οὐ μόνον αἱ γαμήλιοι ᾠδαὶ καὶ δᾷδες, ἀλλὰ καὶ πλακοῦς, φασί, γαμηλιὼν ἐν γάμοις πεσσόμενος, καὶ ὄνομα μηνὸς Ἀθήνῃσιν. Ἔστι δὲ καὶ ἀρχὴ τοῦ γαμβρός ἡ τοιαύτη λέξις, [ὃς δηλοῖ ποτε καὶ τὸν πενθερόν, ἔτι δὲ καὶ τοῦ γαμέτης, ὁ ἀνήρ, καὶ γαμετή, ἡ γυνή]. Πάντως δὲ ἐργάνης Ἀθηνᾶς μνεία ἐνταῦθα τῷ ποιητῇ, ὥσπερ νίκης Ἀθηνᾶς ἐν τοῖς κατὰ πόλεμον, ἧς μέμνηται καὶ Σοφοκλῆς ἐν τῷ "νίκη τ' Ἀθάνα".
(v. 391 s.) Ὅτι ὑπολαλῶν κἀνταῦθα χρείαν εἶναι καὶ ἀνδρίας τῷ βασιλεῖ ὁ Ἀχιλλεὺς καὶ μὴ μόνον ἐξαρκεῖν τὸ βασιλεύειν, φησὶν ὅτι ἄλλον ἑλέσθω ἐπὶ τῇ θυγατρὶ ὁ βασιλεύς, "ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν", ὡς μὴ πάνυ τοῦτο μέγα ὂν ἀλκῆς δίχα. Καὶ ὅρα βαρυνομένης ψυχῆς εἰρωνείαν, καθ' ἣν ἑαυτὸν κατασμικρύνει ὁ τηλικοῦτος Ἀχιλλεύς. Ἴσως δὲ τὸ "ὃς βασιλεύτερός ἐστι" καὶ πρὸς τὸ τοῦ Νέστορος ἀποτείνεται τὸ "εἰ δὲ σὺ καρτερός ἐσσι, ἀλλ' ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει". [Ἐκ τούτου δὲ νοητέον, ὡς οὔτι τῷ Ἀγαμέμνονι πάνυ σεμνὸν ἦν οὔτε τὸ "καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι", οὔτε μὴν εἰ βασιλεύτατός ἐστιν, ὡς εὐρυκρείων. Χρεία γὰρ τῇ βασιλείᾳ καὶ πολλῶν ἀρετῶν].
(v. 393) [740] Ὅτι ἐστὶν ἐνταῦθα ῥῆμα τὸ "σόω" διὰ τοῦ ο μικροῦ ἐν τῷ "ἢν γὰρ δή με σόωσι θεοὶ καὶ οἴκαδ' ἵκωμαι", ἐξ οὗ καὶ τὸ σόος ἔοικε γίνεσθαι καὶ τὸ λαοσσόος. ἡ δ' αὐτὴ γραφὴ καὶ μετ' ὀλίγα κεῖται ἐν τῷ "νῆάς τε σόῃ καὶ λαὸν Ἀχαιῶν".
(v. 394) Ὅτι γαμῆσαι μὲν διὰ τοῦ η τὸ εἰς γάμον ἐλθεῖν, ἤτοι γυναῖκα λαβεῖν, γαμέσαι δὲ διὰ τοῦ ε τὸ γυναῖκα δοῦναι, ὡς δηλοῖ τὸ "Πηλεὺς δή μοι ἔπειτα γυναῖκα γαμέσσεται". Τοῦτο δὲ ἐγγαμίζειν οἱ ὕστερον λέγουσιν, ὡς ἄν τις εἴποι ἐκπροικίζειν.
(v. 395) Ὅτι Ἑλλὰς καὶ Φθία πόλεις Θετταλικαί, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, Ἀχαιΐδες καὶ αὐταί, διότι καὶ οἱ ἐκεῖσε Μυρμιδόνες Ἀχαιοὶ ἐκαλοῦντο κατὰ τὸ "Μυρμιδόνες δ' ἐκαλοῦντο καὶ Ἕλληνες ‹καὶ› Ἀχαιοί".
(v. 395 s.) Περὶ δὲ ταύτας καλαὶ γυναῖκες. Φησὶ γὰρ "πολλαὶ δ' Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε Φθίην τε κοῦραι ἀριστήων". Διὸ καὶ ὁ Φοῖνιξ καλλιγύναικα τὴν Ἑλλάδα ἐρεῖ πρὸς ὁμοιότητα τοῦ "Ἀχαιΐδα καλλιγύναικα", ἐπιμαρτυρόμενος ἀλήθειαν τῷ μαθητῇ, ὃς καὶ ἐφερμηνεύων, τίνας λέγει ἀριστεῖς, ἐπάγει "οἳ πτολίεθρα ῥύονται". Φύλακες γὰρ πόλεων οἱ ἀριστεῖς. [Ἔστι δὲ τὸ πτολίεθρα ῥύεσθαι ἀνάλυσις τοῦ οἳ ἐρυσιπτόλιδές εἰσιν.
(v. 397) Ὅτι τὸ "ποιήσομαι ἄκοιτιν" ὀρθῶς ἐρρέθη. Ποιητὸς γάρ, ἤγουν θέσει, καὶ ὁ γάμος, ὡς δηλοῦσιν οἱ διὰ βίου ἄζυγες].
(v. 399 s.) Ὅτι εὐδαίμονα ζωὴν Ἀχιλλεὺς οἴεται οὐ μόνον τὸ "ἣν ἂν ἐθέλοι φίλην ποιήσεσθαι ἄκοιτιν", ἀλλὰ καὶ τὸ "γήμαντα μνηστὴν ἄλοχον, εἰκυῖαν", ἤγουν ἐοικυῖαν, "ἄκοιτιν, κτήμασι τέρπεσθαι, ἅ", φησί, "γέρων ἐκτήσατο Πηλεύς". Καὶ σημείωσαι ὅτι οὐ πρῶτος Αἰσχύλος εἶπεν, ὡς τὸ κηδεύειν καθ' ἑαυτὸν ἀριστεύει μακρῷ, τουτέστιν ἄριστόν ἐστιν ἑκάστῳ τὴν αὐτῷ ἐοικυῖαν λαμβάνειν καὶ μὴ τῶν ὑπερκόμπων γάμων ἐρᾶν, ἀλλὰ πρῶτος Ὅμηρος καὶ αὐτὸ ἐν τοῖς κατὰ τὸν [741] Ἀχιλλέα ἐδίδαξε. Τὸ δὲ "εἰκυῖαν", εἴπερ ἀπὸ τοῦ εἴκω, τὸ πρέπω, γίνεται, οὐκ ἔχεται ἀναλογίας, ὥσπερ οὐδὲ τὸ εἰκός. Μάλιστα δὲ ἀνάλογον κοινῶς ἡ οἰκυῖα καὶ τὸ οἰκός, ὃ κεῖται καὶ παρ' Ἡροδότῳ, ἀφ' ὧν Ἀττικῶς ἡ ἐοικυῖα καὶ τὸ ἐοικός. Εἰ δ' ἴσως ὥσπερ φρίσσω, φρίξω, πέφριχα, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν πέφρικα, οὕτω καὶ εἴκω, εἴξω, εἶχα, καὶ κατὰ τροπὴν εἶκα, εἴη ἂν οὕτω ἀναλογίας ἐχόμενα καὶ ἡ εἰκυῖα καὶ τὸ εἰκός. καὶ ταῦτα μὲν οὕτως εὔλογα. Ἡρῳδιανὸς δὲ προϋποθεὶς ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέσους παρακειμένους ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώσκω τὸ οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ τὸ ἔοικα, οὗ ὑπερσυντέλικος ἐῴκειν κατὰ ἔκτασιν.
(v. 398 s.) Ὅτι ἐπιθυμίας φραστικὸν τὸ "ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ" τάδε ποιῆσαι.
(v. 401-405) Ὅτι αἰτίαν ὁ Ἀχιλλεὺς ἀποδιδοὺς τοῦ μήτε τῶν βασιλικῶν δώρων δέεσθαι μήτε τῶν ἄλλων ὧν εἶπε τῶν ἀμετρήτων φησὶν "οὐ γὰρ ἐμῆς ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ".
(v. 406-409) Εἶτα καὶ τῆς τοιαύτης αἰτίας αἰτίαν ἀποδιδοὺς κατὰ λόγον περιβολῆς φησι "ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων", τουτέστιν ἐπειδὰν τὸ ψυχικὸν πνεῦμα ἐπιλίπῃ τὴν κεφαλήν. Καὶ σημείωσαι ὅπως καὶ ἐνταῦθα πλούτου μνήμην κατέσπειρεν, ἐπιμερίσας τεχνικῶς διαφόροις τόποις ἓν νόημα διὰ τὸ ἀπροσκορές. Καὶ [742] πρῶτα μὲν πάντῃ ὡρισμένως εἰπὼν τὸ δεκάκις καὶ εἰκοσάκις, εἶτα μέσως τὸ "ὅσα οἱ νῦν ἐστιν", ὅπερ πρὸς μὲν τὸν βασιλέα ὥρισται τὸν καὶ ἔχοντα καὶ εἰδότα, πρὸς δὲ τὸν Ἀχιλλέα οὐχ' ὥρισται. Ἀγνοεῖ γάρ. Μεθ' ὃ πάντῃ ἀορίστως τὸ "εἴ ποθεν ἄλλα γένοιτο", καὶ τὸ "ὅσα ἐς Ὀρχομενὸν ἥκει καὶ εἰς Θήβας Αἰγυπτίας". Ἐφ' οἷς μνησθεὶς ἄρτι καὶ τοῦ Τρωϊκοῦ ποτε περιουσιασμοῦ καὶ τοῦ ἐν Πυθοῖ, καὶ ἐπὶ πᾶσι πλαγίως καὶ εὐμεθόδως παρεισκρίνας καὶ ἕτερον πλοῦτον ζωϊκὸν πολὺν καὶ ἀόριστον. Τὸ γὰρ "ληϊστοὶ βόες καὶ μῆλα καὶ τρίποδες καὶ ἵπποι" ταὐτόν τι παραλαλεῖ ὡς εἴπερ ἔλεγεν, ὅτι οὐδὲ εἴ τίς που ληϊστὸς πλοῦτος ὁθενοῦν, οὐδ' αὐτὸς ἀντάξιος τῆς ἐμῆς ψυχῆς, καὶ διὰ τοῦτο οὐδ' αὐτὸς τὸν ἐμὸν θυμὸν ἔπεισεν ἄν. Ὥστε εἰ μὴ πολυσχήμων ἦν ὁ ποιητὴς καὶ πολύτροπος, εἶχεν ἂν οὕτως εἰπεῖν πάντα συναπτῶς· οὐδ' εἴ μοι πολλάκις τόσα δοίη, ὅσα τε νῦν ἔχει καὶ εἴ ποθεν σχοίη, οὐδ' ὅσα ἐν Ὀρχομενῷ καὶ Θήβαις καί ποτε ἐν τῇ Τροίᾳ καὶ ὅσα ἐν Πυθοῖ καὶ ὅσα ἐκ λείας, οὐδ' οὕτως ἐμὸν θυμὸν πείσει. Καὶ ὅρα θυμικὴν ἔννοιαν. Ἐρεῖ γὰρ ἄν τις ὅτι, ἃ μὲν ἔχει ὁ βασιλεὺς καὶ ἅπερ ἂν σχοίη, δοίη ἄν σοι τυχόν, ὦ Ἀχιλλεῦ, τὰ δὲ κατὰ Ὀρχομενὸν καὶ τὰ ἐν Θήβαις καὶ Τροίᾳ καὶ Δελφοῖς καὶ τὰ ἁπλῶς ληϊστά, τιδήποτε τοῖς δοθῆναί σοι δυναμένοις ἐγκατέλεξας; θυμὸς ἄρα ὑποβάλλει σοι καὶ τοιαῦτα λαλεῖν. Σημείωσαι δὲ καὶ ὅτι πάνυ πολὺν εἶχε πλοῦτον, ὡς εἰκός, ποτὲ καὶ ἡ Τροία. Διὸ καὶ ἐξήρκεσεν εἰς μισθοφορὰν στρατιᾶς πολλῶν ἐπικούρων τοσαετῆ, ὡς καὶ ἀλλαχοῦ δηλωθήσεται. Πλουσιώτατον δὲ καὶ τὸ ἐν Δελφοῖς ἱερὸν τοῦ Ἀπόλλωνος ἐξ ἀναθημάτων, ὡς δῆλον ἐκ τῶν παλαιῶν ἱστοριῶν. Οὐ μόνον γὰρ ἀνδριάντες παγχρύσεοι προέκειντο καὶ ζῴων τύποι καὶ σκεύη καὶ λοιπά, ἐν οἷς καὶ αἱ τοῦ Κροίσου χρυσαῖ πλίνθοι, ὧν ἐκεῖνος τὸ πολυτίμητον ἐμπορευσάμενος ψεῦσμα τοῦ χρησμοῦ ἐξωνήσατο, ἀλλὰ καὶ λοιπὸς πλοῦτος ὑπωρώρυκτο κατὰ γῆς ἐν τῷ ἱερῷ, ὁ καὶ συληθεὶς ὕστερον. Ἱστορεῖ γοῦν ὁ Γεωγράφος, ὅτι λέγονται οἱ Φωκεῖς συλῆσαι τὸ τοῦ Ἀπόλλωνος ἱερὸν κατὰ Φίλιππον τὸν Ἀμύντου. Ἐπίφθονος γάρ, φησίν, ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι, κἂν ἱερὸς ᾖ. Ὅθεν ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος. Γέγονε δὲ καὶ πρότερον σύλησις, ἥτις τὸν ἐφ' Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν. Ὡς δὲ καὶ ἐν Σαμοθρᾴκῃ ἐσυλήθη ἱερόν ποτε πλούσιον, [743] ἐν τοῖς ἑξῆς που γραφήσεται. Σκοπητέον δὲ καὶ ὅτι τῶν ἐνταῦθα ἱστορικῶν ὑπερβολῶν, ἃς καὶ αὐτὰς ὁ ποιητὴς διεῖλε διαφόροις τόποις, ἐν μὲν Θήβαις καὶ Ἰλίῳ ἰθαγενὴς ἦν ὁ πλοῦτος, τῷ μέντοι Ὀρχομενῷ ἔπηλυς ἐτύγχανεν. Ἦν γὰρ οἷον γαζοφυλάκιον δι' ἀσφάλειαν τῆς πόλεως, ὡς προγέγραπται. Καὶ τῷ Πυθίῳ δὲ ναῷ οὐκ ἐγχώριος ὁ ὄλβος διὰ τὸ τῶν ἀναθημάτων ἀλλοδαπόν. Οὕτω πολυειδὴς ὁ ποιητὴς καὶ ἐν ταῖς ποικίλαις τῶν ἱστοριῶν παρενθέσεσιν.
(v. 401) Ἰστέον δὲ ὅτι τὸ ἀντάξιον ἀντὶ πληθυντικοῦ λεχθὲν Ἀττικῶς ἐσχημάτισται, καθὰ καὶ ἕτερα πολλά. Τὸ γὰρ ὀρθὸν τοιοῦτόν ἐστιν. οὐκ ἀντάξιά μοι ψυχῆς, οὐδὲ τὰ καὶ τά. Καὶ μὴν ἄλλως ἀττικίζεται καὶ τὸ τὰ ἑνικὰ πληθύνειν, οἷον· "οὕτως ἀμυντέα ἐστὶ τοῖς κοσμουμένοις καὶ οὐ γυναικῶν ἡσσητέα", ἀντὶ τοῦ ἀμυντέον καὶ ἡσσητέον, καὶ "συνεκποτέ' ἐστί σοι καὶ τὴν τρύγα", ἤγουν συνεκποτέον. Τὸ δὲ "ὅσα φασί" πρὸς ἀκρίβειαν εἴρηται. οὐ γὰρ οἶδεν ὁ Ἀχιλλεὺς τόν ποτε πλοῦτον τῆς Τροίας, ἀλλὰ φασκόμενον ἔμαθε.
(v. 402) Τὸ δὲ "ἐκτῆσθαι" Ἀττικόν ἐστι καὶ αὐτό, καὶ Ἰωνικὸν δέ, ἀποβληθέντος τοῦ συμφώνου τῆς αὐξήσεως. Τοιοῦτον καὶ τὸ ἐβούλευκε καὶ τὸ ἐξεπίακε καὶ τὸ "τυρὸς ἐξεγλυμμένος" καὶ ἄλλα μυρία. Εὕρηται δὲ ἡ λέξις καὶ παρὰ Ἡροδότῳ [744] ἐκτημένοι εἰπόντι ἀντὶ τοῦ κεκτημένοι. Ἰστέον δὲ ὅτι ἡ κακοφωνία τοῦ ἐν παρακειμένοις ἀναδιπλασιασμοῦ ἢ δι' ἐναλλαγῆς θεραπεύεται στοιχείων, οἷον· φέφραδα πέφραδα, χεχείρικα κεχείρικα, ἢ διὰ παντελοῦς ἀπελεύσεως τοῦ κατ' ἀρχὴν στοιχείου, οἷον· ἔσπευκα, ἔφθακα, ἔζηκα. Τοιοῦτον οὖν καὶ τὸ ἐκτῆσθαι καὶ τὰ κατ' αὐτό, ὡς καὶ τὸ ἐβδαλμένον καὶ τὸ ἐβλάστηκε καὶ τὸ ἐχάλκευται κατὰ προφορὰν Ἀττικήν, καθ' ἣν καὶ τὸ ἔβλαμμαι καὶ πάντες οἱ τοιοῦτοι σχηματισμοί, ἤγουν οἱ διπλασιαζόμενοι παρακείμενοι, ἄνευ τοῦ ἄρχοντος συμφώνου προφέρονται. Τοιαῦτα καὶ τὸ εἴληχα καὶ εἴληφα καὶ τὸ εἵμαρται ἐπεντεθειμένον τὸ δίχρονον ἔχοντα. [Πρὸς δὲ ὁμοιότητα τοῦ ἐκτῆσθαι εἴρηται καὶ τὸ "φύσκαι προσεπατταλευμέναι" παρὰ Κρατίνῳ, οὗ τὸ κοινὸν πεπατταλευμέναι. Ὁμοίως καὶ τὸ "ὄστρακον φέρει τὸν θαυμαζόμενον μαργαρίτην λίθον, ὃ καλοῦσιν Ἰνδοὶ βέρβερι. Ἔστι δ' ἐκεῖνο κτενὶ παραπλήσιον, οὐ διέγλυπται δέ, ἀλλὰ λεῖόν ἐστι". Τὸ γὰρ διέγλυπται Ἀττικόν, ὃ κοινῶς διαγέγλυπται λέγεται. Ὁμηρικοῦ δὲ ζήλου καὶ τό· "ἐκτήσθω δ' ὁ θέλων τὸν ἀπείρονα χρόνον". Κεῖται γὰρ παρ' Ἀθηναίῳ ἀντὶ τοῦ κεκτήσθω].
(v. 403) Σημείωσαι δὲ καὶ τὴν σαφήνειαν τοῦ "πρὶν ἐπ' εἰρήνης" καὶ ἑξῆς. Τὸ μὲν γὰρ πρίν ἡρμήνευται διὰ τοῦ ἐπ' εἰρήνης, αὐτὸ δὲ διὰ τοῦ "πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν". Τὸ δὲ νόημα τοῦτο Ἀχιλλεὺς ἐπίτηδες λέγει αἰνιττόμενος δι' αὐτὸν ἀπορεῖν χρημάτων ἄρτι τὴν Τροίαν, ὃς πολεμαρχῶν ἐληΐζετο τὰ περὶ αὐτήν. Ἡ [745] δὲ ῥηθεῖσα σαφήνεια καὶ νοήματός ἐστιν ἐπιμονὴ παραφρασθέντος τριχῇ. Ταὐτὸν γὰρ τὸ πρίν καὶ τὸ ἐπ' εἰρήνης καὶ τὸ "πρὶν ἐλθεῖν Ἀχαιούς". Δωριέων δέ, φασίν, ὁ τοῦ οὐδετέρου ἄρθρου πλεονασμὸς ἐν τῷ τοπρίν, οἳ ἀντὶ τοῦ πρίν καὶ νῦν καὶ πάλαι καὶ τῶν ὁμοίων τὸ πρίν φασι καὶ τὸ νῦν καὶ τὸ πάλαι καθ' ἕν τι μέρος λόγου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα. Δοκεῖ δὲ καὶ Ἀττικῶς ἐλλελεῖφθαι τὰ τοιαῦτα, ἵνα νοοῖτο κατὰ τὸ πρίν ποτε τοῦ χρόνου κατάστημα ἢ κατὰ τὸ πάλαι ἢ κατὰ τὸ νῦν. ἀλλὰ τάδε μὲν πάντα κατὰ πτῶσιν αἰτιατικήν. Τὸ δέ γε τῷ τέως καὶ τῷ τότε καὶ τῷ μεταξύ οὐδὲν μὲν ἐκώλυε καθ' ὁμοίαν πτῶσιν συνεστάλθαι καὶ αὐτά, ἔδοξε δὲ ὅμως τοῖς ἀττικίζουσι κατὰ δοτικὴν αὐτὰ προενεγκεῖν ἐλλείψει προθέσεώς τε καὶ ὀνόματος χρονικοῦ, ἵνα ᾖ ἐν τῷ τότε καιρῷ ἢ χρόνῳ ἢ ἐνιαυτῷ. οὕτω δὲ καὶ ἐν τῷ τέως καὶ ἐν τῷ μεταξύ.
(v. 404) Ἀφήτωρ δὲ Ἀπόλλων ἢ ὁ τοξότης ἐκ τοῦ ἀφίημι, ἀφήσω, ἐξ οὗ καὶ ἥμων ὁ ἀκοντιστής, ἢ ἐκ τοῦ α, ὃ δηλοῖ τὸ ὁμοῦ, καὶ τοῦ φῶ, τὸ λέγω, οἱονεὶ ὁμοφήτωρ ὁ πᾶσι διδοὺς τὰς ὀμφάς. Ἐν δὲ τοῖς τοῦ Γεωγράφου φέρεται, ὅτι ἀφήτορά τινες δέχονται, ἤγουν νοοῦσι, θησαυρόν, ὅθεν ἀφήτορος οὐδὸν τὸν κατὰ γῆς θησαυρὸν ὡς ἐν τῷ ναῷ κατορωρυγμένου πλούτου. καὶ δοκεῖ κατὰ τὸν τοιοῦτον λόγον γλώσσης τινὸς εἶναι τὴν τοιαύτην λέξιν. Ὁ δ' αὐτός φησι καί τινα Ὀνόμαρχον ἐπιχειρῆσαι ἀνασκάπτειν νύκτωρ τὸν ῥηθέντα πλοῦτον, σεισμῶν δὲ γενομένων μεγάλων ἔξω φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς.
(v. 406) Τὸ δὲ "ληϊστοί" ἀπὸ τοῦ ληΐζω γίνεται ἢ μᾶλλον ἀπὸ τοῦ λεία κατὰ διάλυσιν λεϊστοί. διὸ κατωτέρω ψυχὴ λεϊστή φησι διὰ τοῦ ε, ὅπερ ἐκταθὲν εἰς η ἐποίησε τὸ ληϊστόν. Ἔστι δὲ παθητικῆς μὲν διαθέσεως ὁ ληϊστός, ἐνεργητικῆς δὲ ὁ [746] ληϊστὴρ καὶ ὁ ληϊστής, καὶ ἐν συναιρέσει λῃστής.
(v. 407) Τὸ δὲ "κτητοί" διάφορόν ἐστι πρὸς τὸ ληϊστοί. ληΐζεται μὲν γάρ τις πολεμῶν, κτᾶται δὲ γενικώτερον καὶ ἀνταλλαττόμενος ἢ χάριν λαμβάνων ἢ ἕρμαιον εὑρίσκων ἢ ἄλλως ὁπωσοῦν. Πάρισα δὲ τὸ ληϊστοί καὶ κτητοί, ὥσπερ καὶ τὸ ψυχὴ λεϊστή καὶ ἑλετή. Ἔστι δὲ λεϊστὴ μὲν ἡ ἀκουσίως ἑλκομένη, ἑλετὴ δὲ ἡ ἑκουσίως ἐπανερχομένη καί, ὡς ἂν εἴποι τις, αἱρετὴ διὰ τὸ κατὰ προαίρεσιν. Τὸ δὲ "ἵππων ξανθὰ κάρηνα" ἐμφαίνει χαίρειν τὸν Ἀχιλλέα τῇ τοιαύτῃ τῶν ἵππων χροιᾷ.
(v. 408) Πάλιν δὲ ἐλθεῖν τὸ ἐπανελθεῖν, ὃ παλινζωΐα καὶ παλιγγενεσία λέγεται
(v. 410-416) Ὅτι τὸ διπλοῦν τῆς εἱμαρμένης πολλαχοῦ αἰνίττεται ὁ ποιητής, οἷον ὅτε Ζεὺς περὶ Σαρπηδόνος βουλεύεται, καὶ ὅτε ὁ Κορίνθιος μάντις Πολύειδος τῷ παιδὶ Εὐχήνορι μαντεύεται ἢ ἐν μεγάροις νόσῳ φθαρῆναι ἢ ἐν Τροίᾳ μάχῃ δαμῆναι. καὶ ἐν Ὀδυσσείᾳ δέ, ἔνθα Αἴγισθος, εἴπερ οὐκ ἐμνᾶτο τὴν τοῦ βασιλέως μνηστὴν καὶ αὐτὸν ἀπέκτεινεν, οὐκ ἂν ὤλετο, καὶ ἐν οἷς οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἔζων ἂν μὴ φαγόντες τῶν Ἡλίου βοῶν. καὶ ἐνταῦθα δὴ ὁμοίως ποιεῖ. Λέγει γὰρ ἡ μήτηρ τῷ Ἀχιλλεῖ διχθαδίας κῆρας, ἤτοι διπλᾶς μοίρας, φερέμεν αὐτὸν θανάτοιο τέλοσδε. Εἰ μὲν αὐτόθι, φησί, "μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. εἰ δέ κεν οἴκαδε ἵκωμαι φίλην ἐς πατρίδα γαῖαν, ὤλετο μὲν κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται", [ὅπερ ἐφερμηνεύων ἐπάγει "οὐδέ μ' ὦκα τέλος θανάτοιο κιχείη". Τοῦτο γάρ ἐστι τὸ "ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται"]. Αἰὼν δὲ ἡ ζωὴ πολλαχοῦ παρὰ τῷ ποιητῇ. Καὶ ὅρα ὅτι τε οὐκ ᾐδέσθη δὶς εἰπεῖν ταὐτολογικῶς ὁ ποιητὴς τὸ θανάτοιο τέλος ἀντὶ τοῦ ὁ θάνατος κατὰ περίφρασιν, καὶ ὅτι νῦν μὲν τὸ "ἐπὶ δηρόν" ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ ἐπὶ πολὺν χρόνον, ὅτε δὲ ἡ πρόθεσις ἄπεστι, τότε καὶ ἐπιρρηματικόν ἐστι τὸ δηρόν.
(v. 410 s.) [Ἰστέον δὲ ὅτι τὸ "μήτηρ μέ φησι Θέτις διχθαδίας κῆρας φέρειν εἰς θάνατον" δηλοῖ μὲν ὡς διπλαῖ κῆρες ἄγουσι τὸν Ἀχιλλέα ἐς Ἅιδου, αἱ μέντοι δύο αἰτιατικαί, τὸ ἐμὲ καὶ τὸ κῆρας, διασείουσι τὴν φράσιν, ὡς δῆθεν δυνατὸν ὂν νοῆσαι, ὡς ὁ Ἀχιλλεὺς τὰς κῆρας ἄγει πρὸς θάνατον κατὰ τοὺς γελοιάζοντας]. [747]
(v. 417) Ὅτι ἐν τῷ "καὶ δ' ἂν τοῖς ἄλλοις ἐγὼ παραμυθησαίμην οἴκαδ' ἀποπλείειν" παραμυθήσασθαι τὸ παρηγορῆσαι καὶ παραινέσαι λέγει Ἀχιλλεύς. Ἰστέον γὰρ ὅτι μῦθος, αἶνος, φάσκειν, ἀγορεύειν, εἰπεῖν, εἰρηκέναι, ὁμοίων εἰσὶ νοημάτων δηλωτικά. Διὸ καὶ προσλαβόντα τὴν παρα πρόθεσιν ὁμοιότητά τινα ἔχουσιν ἐννοιῶν καὶ γίνεται ἐκ τοῦ μύθου μὲν τὸ παραμυθεῖσθαι, τοῦ αἴνου δὲ τὸ παραινεῖν, τοῦ δὲ φάσκειν τὸ παραιφάσκειν καὶ ἡ πάρφασις καὶ ἡ παραίφασις, τοῦ δὲ ἀγορεύειν τὸ παρηγόρημα, τοῦ δὲ εἰπεῖν τὸ παρειπεῖν, τοῦ δὲ εἰρηκέναι τὸ παραρρητοί, ὅπερ ὁ ποιητὴς μετ' ὀλίγα ἐρεῖ. Ἐτόλμησε δέ τις ἐντεῦθεν ἐκδοῦναι καὶ πάρρησιν, τὴν παράρρησιν. Δῆλον δὲ ὅτι μυθέεσθαι μὲν καὶ μυθεῖσθαι καὶ παραμυθεῖσθαι Ὁμηρικά, μυθεύεσθαι δέ, τὸ ψευδῶς λέγειν, τῆς μεθ' Ὅμηρόν ἐστι χρήσεως.
(v. 418 s.) Ὅτι τὸ "οὐκέτι Τροίαν αἱρήσομεν εὐρυάγυιαν", ὅπερ που εἶπεν ὁ βασιλεύς, παραφράζων ἐνταῦθα διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής φησιν "ἐπεὶ οὐκέτι δήετε", ὅ ἐστιν εὑρήσετε, "τέκμωρ Ἰλίου αἰπεινῆς", τέκμωρ εἰπὼν τὸ ἐν Ἀχαιοῖς σκοπιμώτατον τέλος, τὴν ἅλωσιν. Τοῦ δὲ "δήετε" παράγωγον ἡ τοῦ μύθου Δηώ, ἐπεί, φασίν, ἁρπαγεῖσαν τὴν θυγατέρα Κόρην ζητοῦσα ἤκουε πρὸς τῶν ἐντυγχανόντων ἐπὶ παραμυθίᾳ τὸ "δήεις", ὅ ἐστιν εὑρήσεις. Ἴλιον δὲ αἰπεινήν οὐκ ἀπᾷδόν ἐστι νοῆσαι νῦν καὶ τὴν χαλεπήν, οἷα τοῦ Ἀχιλλέως τοιαύτην ἤδη κρίνοντος αὐτὴν τοῖς Ἀχαιοῖς.
(v. 420) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ ὑπερσχεῖν οὐκ ἐπὶ νίκης συνήθως, ἀλλ' ἐπὶ βοηθείας, εἰπόντος Ἀχιλλέως ὅτι μάλα θεὸς τὴν χεῖρα ὑπερέσχε τῆς Τροίας, τεθαρσήκασι δὲ λαοί. Ἔστι δὲ ὑπερέσχε τὸ ὑπεράνω αὐτῆς ἔσχεν, ἐσκέπασεν, ἐφύλαξεν.
(v. 421 s.) Κεῖται δ' ἐν τούτοις καὶ τό· ἀπόφασθε ἀγγελίαν τοῖς ἀριστεῦσιν, ἀντὶ τοῦ ἀποφατικῶς εἴπατε, ὡς οὐ πείθεται Ἀχιλλεύς. Ἔνθα καὶ ὅρα ὅτι οὐκ εἶπεν ἀπόφασθε τῷ βασιλεῖ, ἀλλὰ τοῖς τῶν Ἀχαιῶν ἀριστεῦσιν, ἢ διότι ὀκνεῖ ὅλως ὀνομάζειν ἐκεῖνον ἢ καὶ [748] ἵνα τοὺς ἀριστέας ἐπεγείρῃ τῷ βασιλεῖ ἀκούσαντας ὡς δι' αὐτὸν κινδυνεύουσι καὶ αὐτοί, ὅπερ ἀνεκάλυψε φθάσας ὁ Ἀχιλλεὺς ἐν οἷς παρήγγειλεν εἰπών· πάντα ἀγορεύειν ὡς ἐπιτέλλω ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοί.
(v. 423) Ἐνταῦθα μέντοι τοῦτο ὑποκρύψας φησὶν "ὄφρα ἄλλην φράζωνται ἀμείνω βουλήν".
(v. 422) Λέγει δ' ἐν τούτοις γνωμικῶς καὶ ὅτι "τὸ γάρ", ἤγουν τοῦτο, "γέρας ἐστὶ γερόντων", τὸ τὰ ἀγγελθέντα δηλαδὴ μηνύειν, ὡς δέον ὂν τοὺς πρέσβεις μὴ ψεύδεσθαι παραποιοῦντας τὰ ἀγγελλόμενα.
(v. 423-425) Ὅτι παροιμιῶδες ἐπὶ τῶν ἐκ πρώτης μὴ τυχόντων οὗ θέλουσι τὸ "ὄφρ' ἄλλην φράζωνται ἐν φρεσὶ μῆτιν ἀμείνω". οὐ γὰρ αὕτη ἑτοίμη. Ὕστερον δὲ παροιμία ὁμοία τοιαύτη ἐξεφωνήθη· αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν, ἀντὶ τοῦ αὕτη ἡ μηχανὴ οὐδὲν ἤνυσεν, ἐκ μεταφορᾶς τῶν σχοίνοις θηρευόντων ἢ ἁλιευόντων.
(v. 426) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ "ἐμεῦ ἀπομηνίσαντος" πλεονάζει ἡ ἀπο πρόθεσις, ὥσπερ καὶ ἡ κατα πρόθεσις εὐθὺς ἐν τῷ "Φοῖνιξ παρ' ἡμῖν μένων κατακοιμηθήτω". [Εὕρηται δὲ καὶ ἐπὶ τοῦ ἀποθέσθαι μῆνιν καὶ πραϋνθῆναι, καὶ οὕτως ἀπὸ μήνιδος γενέσθαι, πρὸς ὁμοιότητα τοῦ ἀπόμαχος γέρων, καὶ ἀπόμουσον γένος γυναικῶν καὶ ἀπῳδὸν φθέγμα, καὶ ἄποινος θυσία, ἡ δίχα σπονδῆς οἴνου, καὶ ἀπεμφαῖνον νόημα, καὶ τῶν ὁμοίων, περὶ ὧν καὶ προδεδήλωται].
(v. 428 s.) Ὅτι ἑκουσίας ὁδοῦ τὸ "ὄφρα μοι ἕπηται, ἢν ἐθέλῃσιν, ἀνάγκῃ δ' οὔτι μιν ἄξω". [Ἐν ᾧ δείκνυται ὡς ἐναντία ἐστὶ τὸ ἐθελουσίως καὶ τὸ κατ' ἀνάγκην γίνεσθαί τι].
(v. 430 s.) Ὅτι μετὰ τοὺς Ἀχιλλέως λόγους οἱ πρέσβεις "πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι, μάλα γὰρ κρατερῶς ἀπέειπεν". Ἔστι δὲ τὸ μὲν "ἀπέειπε" ταὐτὸν τῷ ἀπέφησεν, ἐξ [749] οὗ πρὸ ὀλίγου τὸ "ἀγγελίην ἀπόφασθε". Τὸ δὲ "κρατερῶς" ὅμοιον τῷ ἀπηλεγέως, ὃ ἐν προοιμίοις εἴρηκεν ὁ Ἀχιλλεύς. Ὅρα δὲ τὸ "πάντες" ἐπὶ τριῶν λεχθέν. οὐ γὰρ ἐξ ἀνάγκης ἡ τοιαύτη λέξις ἀεὶ πολυλαΐαν δηλοῖ. Ὅτι στρυφνοτέρα μὲν ἡ ῥηθεῖσα τοῦ Ὀδυσσέως δημηγορία καὶ σεμνοτέρα καί, τὸ ὅλον εἰπεῖν, πρέπουσα πρέσβει βασιλικῷ. Ἡ δὲ ἐφεξῆς τοῦ Φοίνικος πειστικωτέρα ὡς οἰκείου καί πως ἐλέου ἔοικεν εἰσβολὴ ἐπὶ προϋπαρξάσῃ ἑτέρᾳ πρεσβείᾳ. Δακρύοις οὖν ὁ γέρων κιρνᾷ τὸ προοίμιον, παρρησιάζεταί τε ἐπὶ πλέον καὶ ἐντρέπει ὀνειδίζων καὶ ἀφελῶς δὲ λαλεῖ, τῆς βρεφικῆς τοῦ Ἀχιλλέως μεμνημένος ἡλικίας, ἔτι δὲ καὶ ἱστορικήν τινα ὁμοιότητα παραφέρει, καὶ ὅλως πολυειδῶς ποικίλλεται πρὸς πλείω πιθανότητα, καθὰ προϊοῦσι τῷ λόγῳ φανεῖται, οὐχ' ὅτι ῥητορικώτερος Ὀδυσσέως ἐστίν, ἀλλ' ὅτι οὐδὲν τῶν τοιούτων ἔπρεπε τῷ Ὀδυσσεῖ, ἀλλ' αὐτῷ καὶ μόνῳ, οἷα καὶ διδασκάλῳ τοῦ Ἀχιλλέως καὶ πατρὶ κατὰ θέσιν, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἰστέον δὲ ὅτι καὶ ὁ Φοῖνιξ ἐκ τοῦ παρόντος, καθὰ ποιεῖν Ὁμήρῳ σύνηθες, καὶ ἀπ' αὐτῶν τῶν, ὅ φασι, παρὰ πόδας λαμβάνει τὸ πρεσβευτικὸν προοίμιον, ὡς καὶ Ὀδυσσεὺς πρὸ αὐτοῦ.
(v. 4328) Εἰπόντος γὰρ Ἀχιλλέως ὅτι ὁ Φοῖνιξ αὐτόθι "κατακοιμηθήτω, ὄφρα μοι ἐν νήεσσι φίλην ἐς πατρίδα ἕπηται αὔριον, ἢν ἐθέλῃσιν, ἀνάγκῃ δ' οὔ τί μιν ἄξω", ὁ Φοῖνιξ ὀψὲ μετέειπε, δάκρυα ἀναπρήσας, ἤγουν δακρύσας, ἐξ αὐτοῦ προοιμίου, ὡς εἴρηται, "πέρι γὰρ δίε νηυσὶν Ἀχαιῶν. Εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ' Ἀχιλλεῦ, βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην οἶος;" ἤγουν πῶς ἄν σου μεμονωμένος ἀπολιποίμην; Ὅρα δὲ καὶ ὡς τῷ γέροντι περὶ νηυσὶ δεδιότι προέδραμε τῆς δημηγορίας τὸ δάκρυον, οἶκτον πολὺν ἐφελκόμενον. Ἐπεὶ καὶ ἀριδάκρυες [750] κατὰ τὴν παροιμίαν οἱ ἀγαθοί. Διὸ καὶ συγχέει τῷ μαθητῇ τὸν θυμόν, ὡς ἐκεῖνος ἐν τοῖς ἐφεξῆς ἐρεῖ, καί πως τέγγει τὴν ἐκείνου σκληρότητα. Καὶ ὅτι εἰρωνεύεται κατὰ ἤθους βαρύτητα, ἐν οἷς φησι "πῶς ἂν ἀπολιποίμην σου". Τὸν γὰρ Ἀχιλλέα μᾶλλον ἐχρῆν εἰπεῖν· πῶς ἄν σου λιποίμην, ᾧ με συνέστησεν ὁ πατήρ. οὐ γὰρ κελεύειν ἐχρῆν ἀλλὰ κελεύεσθαι ὑπὸ τοῦ διδασκάλου οὐδὲ ἡγεῖσθαι τοῦ ἀπόπλου ἀλλ' ἕπεσθαι.
(v. 433) Τὸ δὲ "ἀναπρήσας" ἀντὶ τοῦ ἀναπεράσας ἐκ τοῦ ἐγκεφάλου ἢ ἀναφυσήσας, ὡς ἀπὸ τοῦ πρήθω ῥήματος, καὶ γεμίσας τοὺς ὀφθαλμούς. ὅθεν καὶ τὸ "ἄνεμος ἱστίον ἔπρησε". Τοῦ δὲ "δίε περὶ νηυσίν", ὅ ἐστιν ἐφοβεῖτο, ἐνεστὼς τὸ δίω διὰ μόνου διχρόνου. ἐξ οὗ κατὰ ἀναδιπλασιασμὸν καὶ τὸ δεδιέναι καὶ ἡ δειδία καὶ ὅσα τοιαῦτα. Εἰ δὲ καὶ τὸ ἐπιτρέχειν τῷ κατὰ δέος φεύγοντι διώκειν λέγεται παρὰ τὸ δίειν ὦκα, ὁμώνυμον ἄρα τὸ δίειν, δηλοῦν καὶ τὸ φεύγειν καὶ τὸ κατατρέχειν τῶν δειλαινομένων. Δοκεῖ δὲ διφορεῖσθαι τὸ δίειν, καθὰ καὶ τὸ φθίειν. καὶ τοῦ μὲν γραφομένου ἐν μόνῳ διχρόνῳ ἰδοὺ ἡ χρῆσις πέφηνεν. Ὡς δὲ καὶ ἐν διφθόγγῳ γράφεται δείω, φαίνεται ἐκ τοῦ δέος, ἐν ᾧ ἀπὸ διφθόγγου ἀνεφάνη τὸ ε, καθὰ ἐκ τοῦ νείφω τὸ νέφος, ἔτι δὲ καὶ ἐκ τοῦ δείδω, γενομένου πλεονασμῷ τοῦ δ ἐκ τοῦ δείω, καὶ ἀπὸ τοῦ δείμου δὲ τοῦ δηλοῦντος τὸν φόβον.
(v. 434 s.) [751] Τὸ δὲ "ἐν φρεσὶ βάλλεαι" Ἀττικῶς ἐγράφη ἀντὶ τοῦ βάλλεις, τίθης. Τὸ δὲ "οὐδέ τι πάμπαν" ἶσον ἔστι τῷ οὐδαμῶς, οὐδ' ὅλως. Τὸ δὲ "ἀμύνειν νηυσὶ πῦρ" κατὰ τὸ πλῆρες πέφρασται, καθὰ καὶ τὸ "ἀλεξήσῃς κακὸν ἦμαρ". Ἄλλως δὲ τὸ ἀμῦναι μόνον καὶ μόνον τὸ ἀλεξῆσαι ἐλλιπές ἐστι.
(v. 436) Πῦρ δὲ ἀΐδηλον τὸ μὴ ἵζον καὶ οἷον καθήμενον ἀλλὰ προϊὸν καὶ νεμόμενον τὰ παρατυχόντα, ἵνα ᾖ ἀΐζηλον καὶ συνήθει τροπῇ τοῦ ζ εἰς δ ἀΐδηλον. Τὸ δὲ "ἐπεὶ χόλος ἔμπεσε θυμῷ" πολεμίου δηλονότι δίκην, πάνυ ἐντρεπτικῶς εἶπεν ὁ Φοῖνιξ, αἰσχύνων τὸν ἥρωα ὡς ὀργίλον, οὐ μήν, ὡς ἐκεῖνος οἴεται, φιλότιμον. Τὸν δὲ χόλον τοῦτον προϊὼν θυμὸν μέγαν ἐρεῖ. [Ἐπιεικῶς δὲ εἴρηται καὶ ἀμφότερα. Οὐ γὰρ ἀληθῶς χόλος ταὐτὰ καὶ θυμός, ἀλλὰ μῆνις αὐτόχρημα, εἰ μὴ ἄρα καὶ κότος]. Ἀστείως δὲ πάντως εἴρηται τὸ "ἐνέπεσε θυμῷ", ἀντὶ τοῦ πολεμικῶς ἐπῆλθεν. Οὕτω Τρῶες ἐμπίπτουσι ταῖς τῶν Ἀχαιῶν νηυσὶ καὶ πῦρ δὲ ὕλῃ καὶ ἕτερα βλαπτικὰ ἑτέροις τισί.
(v. 438-443) Λέγει δὲ ὁ Φοῖνιξ τῷ Ἀχιλλεῖ καὶ ὅτι "σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε νήπιον, οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων", ἤγουν διδάσκαλον λόγων τε καὶ ἔργων τῷ Ἀχιλλεῖ. Φασὶ γάρ τινες νεώτατον τὸν Ἀχιλλέα εἰς τὸν Τρωϊκὸν ἐλθεῖν πόλεμον, ὡσεὶ δώδεκα ὄντα ἐτῶν. Καὶ σημείωσαι ὅτι ἣν ἔχει ἀρετὴν ἔν τε λόγοις ἔν τε ἔργοις ὁ Ἀχιλλεύς, ἑαυτῷ ἐπιγράφεταί πως ὁ Φοῖνιξ. διὸ καὶ ἐποφείλεται χάριτας, ὧν μία καὶ τὸ πεισθῆναι νῦν τὸν μαθητὴν αὐτῷ πρεσβεύοντι. Ὅτι δὲ ῥήτωρ ἕπεται τῷ Ἀχιλλεῖ ὁ Φοῖνιξ καὶ [752] σύμβουλος, καὶ ὁ Γεωγράφος ἱστορεῖ. Φασὶ δὲ οἱ παλαιοὶ ὅτι δυνάμενος καλλωπίσαι τὸν λόγον ἐμφανῶς ἐν τῷ εἰπεῖν "μύθων τε ῥητῆρα ἔργων τε πρηκτῆρα", ὅμως οὐκ ἐποίησεν οὕτω, ἀλλὰ μετέθηκε τὸ πρηκτῆρα κἀντεῦθεν τὸ ὁμοιοτέλευτον συνεσκίασεν, ἵνα μὴ ἐν σκυθρωποῖς ὁ λόγος ἐμφανέστατα καλλωπίζηται.
(v. 442) Τὸ δὲ "προέηκε" φθάσας ἡρμήνευσε ἐν τῷ "σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεύς", δὶς εἰπὼν ἐκεῖ τὸ ἔπεμπεν, οἷα τοῦ γέροντος ἐμφανῶς ταὐτολογοῦντος διὰ τὸ ἀγωνιᾶν. Ἔνθα ὅρα καὶ ὡς ἄλλως μὲν πέμπεται ὁ Φοῖνιξ τῷ Ἀχιλλεῖ. διδάσκαλος γάρ. ἄλλως δὲ ὁ Ἀχιλλεὺς τῷ βασιλεῖ. σύμμαχος γάρ. Ὅθεν καὶ ὥσπερ οὐκ ἂν δεόντως ὁ Φοῖνιξ ἀπολίποιτο τοῦ Ἀχιλλέως, ᾧ ἐπέμφθη, οὐδ' ἂν τοῦ βασιλέως ὁ Ἀχιλλεύς. Διὸ καὶ ἐγγὺς ὁ ῥήτωρ παρέθετο κατὰ συνάφειαν τὸ "σοὶ δέ μ' ἔπεμπε γέρων Πηλεύς, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε", διδάσκων τὸν μαθητὴν διὰ τοῦτο χρῆναι καὶ αὐτὸν εἰπεῖν τῷ βασιλεῖ· πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο λιποίμην, ᾧ ἐπέμφθην ὑπὸ τοῦ πατρός. Ἀγαθὴ δὲ λέξις τὸ πέμπε. διὸ καὶ ἐδισσεύθη κατ' ἐπιμονήν, ἡ αὐτὴ οὖσα τῷ ἔστειλε.
(v. 438) Τὸ δὲ "ἱππηλάτα Πηλεύς" ἔχει τινὰ παρηχήσεως ἔμφασιν, εἰ καὶ μὴ σπουδαίαν. ἐρρέθη δὲ καὶ ὁ Φοῖνιξ ἀνωτέρω ἱππηλάτης. Ἀναγκαίως δὲ ἱππηλάτα λέγει Ὅμηρος διὰ δάκτυλον μετρικόν. Ὁ γὰρ ἱππηλάτης, ὥσπερ καὶ ὁ τοξότης καὶ ὁ ἱππότης καὶ ὁ δεσπότης, ἀσυντελῆ τοῖς ἡρωΐζουσι διὰ τὸ ἐν αὐτοῖς ἀμφίμακρον.
(v. 439) Τὸ δὲ "πέμπε" δέεται πάντως [753] ὑποδιαστολῆς βελτιούσης διάνοιαν ἐν τῷ "πέμπε νήπιον", ἵνα μή τις, ὡς τοῦ ν ἡνωμένου τῷ ῥήματι, νοήσῃ ὅτι ἔπεμπεν οὐ νήπιον ἀλλὰ ἤπιον. [Ἰστέον δὲ ὅτι πέμπειν παρὰ τοῖς μεθ' Ὅμηρον καὶ τὸ στέλλεσθαι θριαμβικῶς, ὅθεν καὶ πομπή, ὁ θρίαμβος, ὃν προέλευσιν ἡ κοινὴ γλῶσσα λαλεῖ, καὶ πομπεῖα παρ' Ἀττικοῖς ἱερὰ σκεύη χρήσιμα ἐν τοιαύταις πομπαῖς].
(v. 440) Τὸ δὲ "εἰδότα πολέμου" συνήθη Ὁμήρῳ σύνταξιν ἔχει τὴν μετὰ γενικῆς. οὐ γὰρ μόνον τὸ εὖ εἰδώς, ἀλλὰ καὶ αὐτὸ μόνον τὸ εἰδώς γενικῇ συντάσσει. Οὕτω δὲ καὶ τὸ γνῶναι, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Διὰ τί δὲ ὁμοίϊος ὁ πόλεμος λέγεται, προδεδήλωται.
(v. 441) Ἀγορὰς δὲ τοὺς δημηγορικοὺς λόγους φησί. Τὸ δὲ "ἔνθα ἄνδρες ἀριπρεπέες" δύναται μὲν καὶ ἐπὶ πολέμου νοεῖσθαι καὶ ἐπὶ ἀγορᾶς, μάλιστα δὲ κρεῖττον ἐπὶ ἀγορᾶς. Καὶ ἐν ἄλλοις γὰρ ὁ ποιητὴς τὸν ἄριστον δημηγόρον ἐπὶ πλέον ἐξαίρει τοῦ πολεμιστοῦ, [εἰ καὶ ἄλλως κυδιάνειρα λεγομένη καὶ ἡ μάχη ἀριπρεπέας νοεῖται ἄνδρας ποιεῖν καὶ αὐτή].
(v. 442 s.) Τοῦ δὲ "διδασκέμεναι τάδε πάντα" ἐφερμηνευτικὸν εὐθὺς ἐπῆκται τὸ "μύθων τε ῥητῆρα εἶναι πρηκτῆρά τε ἔργων". Καὶ ὅρα ὅτι, ὥσπερ πρὸ ὀλίγων τὸ "οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο" ἐπὶ τριῶν ἔφη ἀνδρῶν, οὕτω καὶ ἐνταῦθα τὸ πάντα ἐπὶ πραγμάτων δύο, τοῦ λόγοις παιδεῦσαι καὶ ἔργοις. Δοκεῖ δὲ καλῶς ἐπί γε τοιούτων ῥηθῆναι τὸ πάντες καὶ τὸ πάντα. Οἱ ἄνδρες τε γὰρ Φοῖνιξ καὶ Ὀδυσσεύς εἰσι καὶ Αἴας οἱ ἀντὶ πολλῶν, καὶ τὰ πράγματα λόγοι καὶ πράξεις, ὧν τὸ πολυσχιδὲς μικροῦ δεῖν ἀμύθητον. Ἰστέον δὲ καὶ ὅτι ῥήτορα οὐκ οἶδεν εἰπεῖν Ὅμηρος ‑ Οὔπω γὰρ ἐπεχωρίαζε τότε ἡ λέξις. ‑ , ῥητῆρα δὲ λέγει, ὡς καὶ φράτωρ φράτηρ ἐλέγετο παρὰ τοῖς παλαιοῖς. [Ὅρα δὲ τὸ "πρηκτῆρά τε ἔργων" δι' οὗ διδασκάλου τελείου ἐκφαίνεται ἀρετή. Ὡς γὰρ ὁ τῶν μύθων ῥητὴρ ῥητορεύων [754] διδάσκει τὸν μυούμενον, ὡς οὕτω χρὴ ῥητορεύειν, οὕτω καὶ ὁ τῶν ἔργων πρηκτὴρ πράττων παιδεύει τὰ πρακτέα τὸν μαθητήν, οὐ μὴν λέγων μόνον καὶ ἐρεθίζων. οὕτω καὶ ὁ μουσικὸς ἐνάγει πρὸς μάθησιν, οὕτω καὶ πᾶς ὁστισοῦν ὁ πράττειν ἐπιστημοναρχῶν, ἵνα μὴ μακρὰ λέγωμεν. Οὐκοῦν πρακτικώτατος ὢν ὁ Φοῖνιξ τοιοῦτον καὶ τὸν Ἀχιλλέα ἐποίησεν].
(v. 444-448) Ὅτι ὁ Φοῖνιξ τὸ "πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην" παραφράζων φησὶ πρὸς Ἀχιλλέα "ὡς ἄν", ἤγουν ὄντως ἄν, "ἔπειτ' ἀπὸ σεῖο, φίλον τέκος, οὐκ ἐθέλοιμι λείπεσθαι", καὶ ἐπάγει "οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς γῆρας ἀποξύσας θήσειν νέον ἡβώωντα, οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα" καὶ ἑξῆς.
(v. 446) Καὶ ὅρα τὸ "ἀποξύσας" προσφυῶς ῥηθὲν τῇ τοῦ γεροντικοῦ δέρματος τραχύτητι, δι' ἣν καὶ πάγουρον αὐτὸν ἡ Κασάνδρα που καλεῖ. Ξύεται γὰρ τὸ τραχύ, ὡς ἂν εὐθετισθῇ πρὸς λειότητα.
(v. 445) Τὸ δὲ "ὑποσταίη θεός" ἀντὶ τοῦ ὑπόσχηται, ἐγγυήσηται, καθ' ὃ σημαινόμενον λέγει καὶ προϊών, ὅτι ὁ βασιλεὺς δῶρα τὰ μὲν διδοῖ, τὰ δὲ ὑπέστη, τουτέστιν ὑπέσχετο. [Τὸ δὲ "αὐτός" κατ' ἐξοχὴν ῥηθὲν ἐν τῷ "θεὸς αὐτός" διαστολὴν ἔχει πρὸς τὸν θέσει θεόν, ὁποῖός τίς ἐστιν ὁ ἔνθεος καὶ ὁ ἀγχίθεος].
(v. 447) Σημείωσαι δὲ ὅτι νέος μὲν ὢν ὁ Φοῖνιξ ἐκ τῆς πατρίδος εἰς τὸν Πηλέα ἦλθεν, οὐ τοιοῦτος δέ, ὁποῖος ὁ Ἀχιλλεὺς πρὸς τοῦ Πηλέως παρετέθη τῷ Φοίνικι. Αὐτὸς μὲν γὰρ νήπιος οὔτε λόγων ἐπιστήμων οὔτε ἔργων, ὁ δὲ Φοῖνιξ οὐδέν τι τοιοῦτος ἀλλ' εὐδόκιμος, ὡς μετ' ὀλίγα φανεῖται. Διὸ καὶ πλειόνων χαρίτων ὁ Ἀχιλλεὺς ὀφειλέτης τῷ Φοίνικι.
(v. 447 s.) Ὅτι Ἑλλαδικὸς ἀνέκαθεν ὢν ὁ Φοῖνιξ εἶτα ὕστερον εἰς Φθίαν ἐξίκετο φυγὼν δι' αἰτίαν, ἥτις μετ' ὀλίγα ῥηθήσεται. Φησὶ γοῦν "ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο". Ὁ δὲ Γεωγράφος ἐκ τοῦ Θετταλικοῦ Ὀρμενίου τοῦ ἐν τῇ Βοιωτίᾳ γραφέντος ἱστορεῖ δοκεῖν τισι τὸν Φοίνικα φυγεῖν εἰς Φθίαν. Διό, φησί, τινὲς ἀντὶ τοῦ "οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα" γράφουσιν "οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον". Φασὶ γὰρ τὸ χωρίον ὑπὸ Ὀρμένου κτισθῆναι, υἱοῦ Κερκάφου, παιδὸς Αἰόλου, Ὀρμένου δὲ γενέσθαι Ἀμύντορα, οὗ Φοῖνιξ καὶ Εὐαίμων, οὗ Εὐρύπυλος, ὅθεν φυλαχθῆναι τὴν διαδοχὴν Εὐρυπύλῳ, [755] ὡς ἀπελθόντος τοῦ Φοίνικος. Τινὲς δέ, φησί, Φωκέα ποιοῦσι τὸν Φοίνικα, νοοῦντες τὸν ἐν Ἐλεῶνι Ὀρμενίδην Ἀμύντορα, οὗ τὸν δόμον Αὐτόλυκος ἀντετόρησε, πατέρα τοῦ Φοίνικος ὄντα ἐξ Ἐλεῶνος τῆς περὶ Παρνασόν. [Ἰστέον δὲ ὡς οὔτε τὸ Ὀρμένιον οὔτε ὁ Ὄρμενος οὔτε ὁ ἐξ αὐτοῦ Ὀρμενίδης ἐξ ἀνάγκης ἐκ τοῦ ὁρμᾶν γίνονται, ἵνα καὶ δασύνωνται, ἀλλ', ὡς εἰκός, ἐκ τοῦ ὄρω, τὸ διεγείρω, οὗ παθητικὸν ὀρόμενος καὶ ἐν συγκοπῇ ὄρμενος].
(v. 44852) Ὅτι ἡ μήτηρ τοῦ Φοίνικος Ἱπποδάμεια παρευδοκιμουμένη ἔρωτι παλλακίδος τῆς Κλυτίας, ἧς ἤρα ὁ τοῦ Φοίνικος πατὴρ Ἀμύντωρ, καὶ δυσωπήσασα τὸν υἱὸν τὰ εἰς τὴν ῥηθησομένην ἐκδίκησιν, αἰτία γέγονεν αὐτῷ τοῦ ἐκ τῆς πατρίδος, ὡς ἐρρέθη, φυγεῖν. Ἱστορῶν γοῦν τὰ τοιαῦτα ὁ Ὁμηρικὸς Φοῖνίξ φησιν, ὅτι εἰς τὸν Πηλέα ἐξικόμην φεύγων νείκεα πατρός, ὡς εἴρηται, "ὅς μοι παλλακίδος πέρι χώσατο καλλικόμοιο, τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν, μητέρ' ἐμήν. ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα". Ἀφίσταται γὰρ γέροντος νέα γυνὴ πειραθεῖσα ἡβῶντος ἀνδρός.
(v. 453-456) Ὁ δὲ τοῖς τοκεῦσιν ὁμόνοιαν πραγματευόμενος ἐπείσθη τῇ μητρί. Φησὶ γὰρ ὁ Φοῖνιξ "τῇ πιθόμην", ἤγουν τῇ μητρί, "καὶ ἔρεξα", μιγεὶς δηλαδὴ τῇ Κλυτίᾳ, ἣν ὁ πατὴρ Ἀμύντωρ οὔπω μὲν ἔγνω, καθὰ οἱ παλαιοί φασιν, εἰς τοῦτο δὲ ἀνέτρεφε. Διὸ οὐδὲ μιγῆναί φησιν ὁ Φοῖνιξ τῇ παλλακίδι ἀλλὰ προμιγῆναι, ἤτοι πρὸ ἐκείνου μιγῆναι, ἵνα ἐχθήρειε τὸν γέροντα. "Πατὴρ δ' ἐμός", φησίν, "αὐτίκ' ὀϊσθείς", ὅ ἐστι γνούς, "πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετο Ἐριννῦς, μή ποτε γούνασιν οἷσιν", ὅ ἐστιν ἰδίοις, "ἐφέζεσθαι φίλον υἱὸν ἐξ ἐμέθεν γεγαῶτα", ἵνα δηλαδὴ ὁ λυπήσας πατέρα δυστυχήσῃ περὶ παιδὸς γονήν. "θεὸς δέ", φησίν, "ἐτέλειεν ἐπαράς". Καὶ καταντᾷ μετὰ πολλὰ ὁ λόγος τῷ διδασκάλῳ εἰς τὸ ἀντὶ υἱοῦ τὸν Ἀχιλλέα ἐκθρέψασθαι καὶ παῖδα ποιήσασθαι καὶ τηλικοῦτον θεῖναι ὁποῖος νῦν ἐστιν. Ἀναμνήσει δὲ καὶ ὅπως ἐπαιδαγώγει αὐτόν. Ἔνθα καὶ σημειοῦνται οἱ παλαιοί, ὡς οὐχ' ὑπὸ Χείρωνος Ὅμηρος οἶδε τραφῆναι τὸν Ἀχιλλέα, εἰ μὴ ἄρα ἴσως μόνην παιδευθῆναι τὴν ἰατρικήν.
(v. 496) Εἶτα εἰπὼν "ἀλλ', Ἀχιλλεῦ, δάμασον θυμὸν μέγαν" καὶ τὰ ἑξῆς, ῥητορεύσας δὲ καὶ περὶ λιτῶν τὰ ἐν τοῖς ἑξῆς ῥηθησόμενα, ἐπάγει καὶ ἱστορίαν τὴν κατὰ τὸν Μελέαγρον οἰκείως πάνυ τῷ πράγματι καὶ συμβουλεύει ἑκόντα τοῖς Ἕλλησιν ἐπαμῦναι, μήποτε καὶ αὐτὸς τὸ τοῦ Μελεάγρου πάθοι. [756] Καὶ γὰρ ἐκεῖνος, ὡς ἐν τοῖς ἑξῆς ἱστορηθήσεται, δῶρα μὲν λαμβάνων καὶ δυσωπούμενος οὐκ ἐπείθετο, ὕστερον δὲ ὑπ' ἀνάγκης τὸν μὲν πόλεμον, ᾧ θυμῷ εἴξας, κατειργάσατο, τῆς δὲ τιμῆς καὶ τῶν δώρων ἐξέπεσεν.
(v. 450) Ὅρα δὲ ὅτι πρὸς τὸ φιλέεσκε τὸ ἀτιμάζεσκεν ἀντέθετο συγγενές τι ὂν τῷ μισεῖν.
(v. 451) Τὸ δὲ "λισσέσκετο γούνων" ἔλλειψιν ἔχει ἢ προθέσεως, ἵνα ᾖ λίσσετο ὑπὲρ γούνων ἢ διὰ γούνων, ἢ μάλιστα μετοχῆς, ἵνα λέγῃ ὅτι ἐλίσσετο ἁπτομένη γονάτων.
(v. 453) Ἰστέον δὲ καὶ ὅτι τὸ "τῇ πιθόμην καὶ ἔρεξα" ἐνδέδωκε τῷ Κωμικῷ μέθοδον εἰπεῖν, ὡς "τῷ πατρὶ πειθόμενος καὶ ἐξάμαρτε", ἵνα καὶ ὁ Φοῖνιξ εἴπῃ, ὡς τῇ μητρὶ πεισθεὶς ἥμαρτον. Σεμνῶς δὲ ἡ τοιαύτη ἔννοια εἴρηται. Ῥέξαι γὰρ ὁ Φοῖνιξ λέγει τὸ μιγῆναι τῇ παλλακῇ, εὐφημῶν καὶ φειδόμενος "ὀλιγάκις λέγειν κακά". Ἐκ δὲ τοῦ τοιούτου σεμνοῦ θαλαμηπόλου λέξιν ἐρανισάμενος καὶ ὁ Ἀττικιστὴς Ἀλκίφρων ἔφη, ὡς ὁ δεῖνα οἷός τε ἦν ἐν ὀφθαλμοῖς ὁρώντων ἁπάντων τὴν ψάλτριαν ἐνεργεῖν. Ταὐτὸν γὰρ νοεῖ τὸ ῥέζειν καὶ τὸ ἐνεργεῖν καὶ ἐν ἀμφοῖν σεμνότητος παραπετάσματι τὸ τοῦ πράγματος δυσπρόσοπτον συγκαλύπτεται. Ὁμηρικὸν δέ τι καὶ παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ τὸ "οὔτέ τι ῥέξας", κακὸν δηλαδή. Οὕτω γὰρ νοεῖται, εἰ καὶ παντελῶς ἐκεῖ σιωπᾶται, τὸ ῥεχθέν. Σημείωσαι δὲ ὅτι τὸ παρὰ τοῖς ῥήτορσι ζήτημα ἐκεῖνο τό· νόμος τὸν παῖδα τοῖς γονεῦσιν ἐπαμύνειν, μητρί τις ἐπαμύνας πρὸς τοῦ πατρὸς τυπτομένῃ ἀποκηρύττεται, ἐντεῦθεν δοκεῖ τὴν τῆς πλάσεως ἀρχὴν λαβεῖν. Κἀνταῦθα γὰρ ὁ Φοῖνιξ ἀδικουμένῃ τῇ μητρὶ τιμωρήσας [757] δυσκόλου πειρᾶται τοῦ πατρός. Εἰ δὲ ψέγεται ὡς πατέρα λυπήσας, ἀλλὰ λύεται τὸ ἔγκλημα διὰ τοῦ φύσει δικαίου. Γάμον γὰρ ἀδικούμενον ἀνωρθώσατο, οἷς τὸν πατέρα μὴ ἀδικήσας ἐλύπησεν. Εἰ δὲ ἀνόσιόν τις ἐρεῖ τὸ πραχθέν, ἐψεύσατο. Ἤδη γὰρ εἴρηται, ὡς οὐκ ἐμίγη ἀλλὰ προεμίγη τῇ παλλακῇ. Καὶ ἄλλως δέ, εἰ καὶ διὰ τὸν πατέρα ἴσως ἀνόσιος, ἀλλ' ἄλλον τρόπον ὅσιος τιμωρῶν μητρί, τοῦτο δὴ καλὸν τῇ τραγῳδίᾳ ἀντίστροφον. Ἀπίων δέ φησιν, ὅτι Ἀριστόδημος ὁ Νυσσαεὺς ῥήτωρ τε καὶ γραμματικὸς μετέγραψεν ἀντὶ τοῦ "τῇ πιθόμην καὶ ἔρεξα" "τῇ οὐ πιθόμην οὐδ' ἔρεξα", καὶ εὐδοκιμήσας ἐτιμήθη, ὡς εὐσεβῆ τιμήσας τὸν ἥρωα. Πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἐν Φοίνικι ἄπταιστον τὸν ἥρωα συντηρεῖ. Ἄριστον δὲ τὸ τῆς μητρὸς ἐπεισόδιον. Ἔοικε γὰρ λέγειν ὁ Φοῖνιξ, ὅτι οὐδὲ ἐμοὶ τότε συνήνεγκε πεισθέντι τῇ μητρί. Οὔκουν οὐδὲ σὲ ὀνήσει μήτηρ ἡ Θέτις, συμβουλεύσασα τῆς τῶν Ἑλλήνων ἀποσχέσθαι συμμαχίας, καὶ εἰποῦσα "ἀλλὰ σὺ μὲν μήνιε" καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὅτι ἀπορήσαντες οἱ παλαιοί, πῶς ποτε τὸν ἐπὶ πράξει οὐκ ἀγαθῇ διάφορον τῷ πατρὶ Φοίνικα παιδαγωγὸν ἐπέστησε τῷ Ἀχιλλεῖ ὁ Πηλεύς, λύουσιν, ὡς ἀγαθοὶ διδάσκαλοι οἱ παθημάτων πεῖραν σχόντες καὶ ἑαυτοὺς ἀνακτησάμενοι. Καὶ Χείρωνα γάρ φασι τρωθέντα ποτὲ τὴν χεῖρα τὴν διὰ βοτανῶν ἐπινοήσασθαι ἰατρικήν, καὶ τὸν Σηλυβριανὸν παιδοτρίβην Ἡρόδικον διὰ πόνους ἐμπεσόντα φθόῃ μελετῆσαι τὰ περὶ δίαιταν.
(v. 452) Ὅρα δέ, εἰ καθ' ὑποκορισμὸν ἡ παλλακὶς ἐρρέθη, καθά που ἐν τοῖς μετὰ ταῦτα καὶ ἡ ἀγκαλίς. Δοκεῖ γάρ, ὥσπερ πύλη πυλίς, οὕτως εἶναι καὶ ἀγκάλη ἀγκαλίς καὶ παλλακή παλλακίς. Τοῦτο δὲ παρετηρήθη διὰ τοὺς κελεύσαντας μὴ εἶναι ὑποκορισμὸν παρὰ τῷ ποιητῇ. Πόθεν δὲ γίνεται παλλακή, προδεδήλωται. [Ἰστέον δὲ ὅτι νεωτάτη δοκεῖ εἶναι ἡ ἁπλῶς παλλακή. Μνηστέον γὰρ ὅτι, καθὰ καὶ προδεδήλωται, ταὐτὸν πάλλακα εἰπεῖν ἡλικίας λόγῳ καὶ βούπαιδα καὶ ἀντίπαιδα καὶ μελλέφηβον, ἐξ οὗ δὴ πάλλακος ἡ παλλακίς. Ὡς δὲ καὶ ἡ Παλλὰς μετέχει τι τῆς τοιαύτης λέξεως, προεδηλώθη που καὶ [758] αὐτό. Σαφέστερον δὲ ταῦτα φράζει ὁ γράψας, ὅτι παλλακαὶ καλοῦνται τὸ μὲν ἀκριβὲς τῶν παιδίσκων αἱ νέαι, καθὰ καὶ τῶν ἀρρένων πάλλακες. Ταύταις δὲ ἡσσώμενοί ποτε διὰ τὴν ἀκμὴν οἱ δεσπόται ἀφιᾶσι καλεῖσθαι αὐτὰς οὕτω, κἂν μηκέτι νέαι ὦσι.]
(v. 451) Τὸ δὲ "αἰὲν λίσσετο" τὸ δυσπειθὲς δηλοῖ τοῦ παιδὸς εἰς τὸ λυπῆσαι πατέρα εἰ καὶ ὕστερον ἡ μήτηρ ἱκετεύουσα ἐξενίκησε.
(v. 453) Τὸ δὲ "ἔρεξα" φυσικῶς, οὐ μὴν Ἀττικῶς, ἀδίπλαστον ἔχει τὸ ρ.
(v. 454) Στυγεραὶ δὲ Ἐρρινῦς αἱ φρικταὶ καί, ὡς εἰπεῖν, κρυεραὶ καὶ ῥιγεδαναί, παρὰ τὴν Στύγα τὴν ἐν Ἅιδου πηγήν, ὡς πολλαχοῦ φαίνεται. Δαιμόνια δὲ τιμωρητικὰ αἱ Ἐριννύες, μάλιστα μὲν ἐκδικοῦσαι τὰ εἰς γονεῖς ἁμαρτήματα, δοκοῦσαι δὲ καὶ λοιποῖς ἐπεξιέναι ἀδικήμασιν, ὡς αἱ ποιήσεις δηλοῦσιν. Ὅτι δὲ πτερωταὶ πλάττονται διὰ τὸ κατ' ἀλληγορίαν πάνυ ταχὺ τῆς θεόθεν δίκης καὶ ἄφυκτον, καὶ ὅτι τρεῖς εἰσι, καὶ τίνα ταύταις ὀνόματα, καὶ ὅτι ἄγριαι κατὰ δημίους, καὶ ὅτι μέλαιναι διὰ τὸ ἀφανῶς ἐπιέναι τοῖς κακοῖς, καὶ ὅτι ταναύποδες διὰ τὸ οἷον μακροσκελὲς καὶ οὕτω πλατὺ τῆς διαβάσεως καὶ ταχὺ καὶ εὐκίνητον, καὶ ὅτι παρὰ τὸ ἐρι ἐπιτατικὸν καὶ τὸ ἀνύειν αὐταῖς τὸ ὄνομα, ὡς ἄγαν ἀνυστικαῖς ἢ σπουδαίαις ‑ Ἀνύειν γὰρ καὶ τὸ σπεύδειν παρ' Ἀττικοῖς.
[759] ‑ , ἢ ὡς τὰς ἀρὰς ἀνύουσαι, ἢ ὣς οἷον Ἐλινύες ἀντιφραστικῶς αἱ μάλιστα γοργαί, καὶ ὅσαι ἄλλαι τούτων ἐτυμολογίαι, ζητητέον ἐν τοῖς παλαιοῖς, παρ' οἷς καὶ ἀεὶ παρθένοι λογοποιοῦνται διὰ τὸ μὴ ληπταὶ εἶναι προσώποις καὶ ἀεὶ ὁρῶσαι πάντα τὰ ἐν βροτοῖς πάθη, καὶ ὡς εἰπεῖν ἄλαστοι. διὸ καὶ μνήμονες αἱ αὐταί. Ὅθεν καὶ Ζεὺς ἀλάστωρ καὶ φθόνος καὶ δαίμων ἀλάστωρ ἐπενοήθη λέγεσθαι. αἱ δ' αὐταὶ καὶ σεμναὶ καὶ δειναὶ καὶ δεινῶπες καὶ ἔμφοβοι, ἔστι δὲ καὶ ποίνιμοι, διὰ τὸ κατ' αὐτὰς φοβερόν. Εἰ δὲ καὶ Εὐμενίδες Ἀττικῶς κατὰ τὸ "ὅ γ' ἐνθάδ' ὢν εἴπῃ λεώς", ἤγουν ὡς ἂν Ἀττικοὶ εἴποιεν, ἀλλὰ τοῦτο ἀντίφρασις εὐφημητικὴ ἐκθυομένη τὴν κατὰ τὰς Ἐριννῦς φρίκην. Αἳ καὶ χαλκόποδες λέγονται διὰ τὸ ἀκάματον, ἔτι δὲ καὶ βαρὺ τῆς ἐπεμβάσεως, καὶ [760] μετάδρομοι κακῶν ἔργων, ἔτι δὲ καὶ λωβητῆρες ὑστεροφθόροι, ὡς μετὰ τὸ πραχθῆναί τι κακὸν ἐπάγουσαι λώβην αὐταί, καὶ ἄφυκτοι δὲ κύνες διὰ τὸ οἷον ἰχνηλατεῖν εἶτα καὶ δάκνειν τοὺς κακούργους, καὶ ἄοινοι δὲ διὰ τὸ νηφάλιον καὶ ἀνύστακτον ἐπὶ τοῖς ἁμαρτάνουσι καὶ μάλιστα τοῖς φονεύουσι. Διὸ καὶ μίαν τούτων Τισιφόνην καλοῦσιν, ἐπεὶ δίκας αὐτῇ τίνουσι οἱ φονεῖς.
(v. 455) Τὸ δὲ "γούνασιν ἐφέζεσθαι υἱόν" τὸ πατρικὸν ὡς ἐκ μέρους ὑπεμφαίνει φιλότεκνον, [οὗ χάριν παρατατικῶς ἔφη τὸ ἐφέζεσθαι διὰ τὸ ἐπίμονον τοῦ ἔργου. Ἄλλως γὰρ εἶχεν εἰπεῖν "γούνασιν ἐφέσσασθαι", ὅπερ ἦν ἅπαξ ποτὲ ἐπικαθίσαι].
(v. 456) Τὸ δὲ "ἐξ ἐμέθεν γεγαῶτα" πρὸς διαστολὴν ἐρρέθη θετοῦ τε υἱοῦ καὶ τοῦ ἁπλῶς ἑτέρωθεν, [ὁποῖοι πολλάκις παῖδες ἐπικάθηνται ξένοις γούνασιν. Οὐ γὰρ ἐξ ἀνάγκης παῖς ἅπας πατρικοῖς γούνασιν ἐφιζάνει οὐδὲ πᾶς ὁ παῖδα φιλοφρονούμενος πατὴρ τοῦ τοιούτου ἐστὶ παιδός].
(v. 456) Ἐν δὲ τῷ "ἐπαράς" πλεονάζει ἡ πρόθεσις, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος. καὶ μετ' ὀλίγα εὐθὺς ἐπαινὴ Περσεφόνεια ἡ αἰνή, τουτέστι δεινή. Ἔοικε δὲ ἐπαρὰς ἐξ ὀρθοῦ τὰς κατάρας εἰπεῖν, ὅθεν καὶ ἐπάρατος. [Δηλοῖ δὲ αὐτὸ σαφέστατα καὶ τὸ "πολλὰ κατηρᾶτο". Ὅτι δὲ πολλαχοῦ ἡ κατα πρόθεσις εἰς τὴν ἐπι ἀλλάσσεται, ὡς καὶ ἐν τῷ ἐπίρρητος, ὁ καταρρήσεων ἄξιος, καὶ ἐν ἄλλοις δεδήλωται].
(v. 457) Ὅτι Ζεὺς καὶ ἐνταῦθα καταχθόνιος ὁ Ἅιδης, ὡς ἐάν τις εἴποι ἀὴρ ὑπόγειος. [Εἰ δὲ κατὰ παλαιὰν ἱστορίαν περί τινα Καρικὸν ποταμὸν Ζηνὸς Ποσειδῶνος ἦν ἱερόν, ἰδοὺ τὸ Ζεύς, ἤτοι Ζήν, κοινὸν ὄνομα Διὸς καὶ Ποσειδῶνος [761] καὶ Ἅιδου τῶν ἀδελφῶν]. Ἐπαινὴ δὲ Περσεφόνεια περιοχή τις τεθνεώτων, ὃ σύγκειται ἀπό τε τοῦ φθέρσαι, ὅ ἐστι φθεῖραι, ῥήματος Αἰολικοῦ, καὶ ἀπὸ τοῦ φόνου, ὡς τῶν θνῃσκόντων ἢ κατὰ φύσιν πιπτόντων, ὃ διὰ τοῦ φθείρεσθαι δηλοῦται, ἢ κατὰ βίαν, ὃ διὰ τοῦ φόνου παρασημαίνεται. Καὶ ταῦτα μὲν πρὸς ἀλληγορίαν. Ἄλλως δὲ Ζεὺς καταχθόνιος, ἤγουν ὑποχθόνιος, ὁ τοῦ μύθου Πλούτων. Περσεφόνη δὲ ἄκοιτις αὐτοῦ. Περὶ δὲ τούτους αἱ Ἐριννῦς, περὶ ὧν ἐρρέθη. Διὸ δοκοῦσι καὶ ἀπὸ τοῦ ἐκ τῆς ἔρας νέεσθαι τὴν κλῆσιν λαχεῖν. Αἳ λέγονται σὺν καὶ τῷ Ἅιδῃ καὶ τῇ Περσεφόνῃ τελέσαι τὰς τοῦ Φοίνικος ἀράς, ἤγουν τὸ ἄγονον ἀποβῆναι τὸν Φοίνικα, ὅπερ εὐφυῶς ἔχει ῥηθέν, ὡς τῆς ἀτεκνίας οὐ μόνον ἐριννυώδους ἀλλὰ καὶ οἷον θανατηρᾶς οὔσης, οἷς ἐπιτέμνουσα τὴν διαδοχὴν ἀφανίζει τὸ γένος οἰχόμενον. Γίνεται δὲ ἡ Περσεφόνεια ἐκ τοῦ Περσεφόνη κατὰ Ἰωνικὴν παραγωγὴν τῆς ληγούσης, ὡς τὸ Πηνελόπη Πηνελόπεια καὶ τὰ λοιπά, ὅσα καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. Ἰστέον δὲ καὶ ὅτι ἐν πολλοῖς τῶν παλαιῶν ἀντιγράφων Φερσεφόνη φέρεται ὡς ἀπὸ τοῦ εἰρημένου φθέρσαι, τοῦ θ ἐλλείψαντος. Ἡ δὲ καλλιφωνία τὸ ἀρκτικὸν δασὺ ἀλλάξασα [762] Περσεφόνην πεποίηκεν, [ᾗ σύστοιχος καὶ ἡ Περσέφασσα. Ὡς γὰρ παρὰ τὸ φθείρειν καὶ φονεύειν Φθερσεφόνη καὶ εὐφωνώτερον Φερσεφόνη καὶ ἔτι ἐμμελέστερον Περσεφόνη, οὕτω παρὰ τὸ αὐτὸ φθείρειν καὶ τὸ φάζειν, ὅ ἐστι φονεύειν, Φθερσέφασσα ἢ κατὰ τὸ κάλλιον Φερσέφασσα καὶ ἔτι λειότερον Περσέφασσα]. Ἐπαινὴ δὲ οὐ μόνον ἡ αἰνή, ὡς ἐρρέθη, ἀλλὰ καὶ ἡ αἰανὴ διὰ τὸ ἐν σκότῳ εἶναι.
(v. 462 s.) Ὅτι ὁ βαρηθεὶς οἴκαδε μένειν ἐρεῖ ἂν τὸ "ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύεται ἐν φρεσὶ θυμὸς κατὰ μέγαρα στρωφᾶσθαι". [Ἐνταῦθα δὲ σημείωσαι ὡς, εἴπερ κατά τινα τῶν ἀντιγράφων γράφεται κατὰ μέγαρα στροφάασθαι διὰ μικροῦ ο, ἔχοι ἂν μεγάλην ἀπορίαν καὶ δύσλυτον ἡ τοιαύτη γραφή].
(v. 464 s.) Ὅτι ἐν τῷ "ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες", ἤγουν κύκλῳ περὶ ἐμέ, "αὐτοῦ", ὅ ἐστιν ἐκεῖ, "λισσόμενοι κατερήτυον ἐν μεγάροισι" φιλικὴ δηλοῦται δεξίωσις. Λέγει δὲ ἔτας μὲν πάντας τοὺς συνήθεις ὡς ἀπὸ τοῦ ἔθος, ἀνεψιοὺς δὲ τοὺς τοῦ γένους ὡς ἀπὸ μέρους τῶν ἀνεψιῶν. ἀνεψιοὶ δὲ οἱ παρὰ τοῖς ὕστερον ἐξάδελφοι. Πόθεν δὲ γίνεται ἀνεψιός, καὶ ὡς τὸ ἔτης ἄλλοι μὲν ἐδάσυνον, ἄλλοι δὲ ἐψίλουν, ἐν ἄλλοις γέγραπται.
(v. 4669) Ὅτι πολυτελοῦς δαιτὸς ἔνδειξις τὸ "πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ", ὅ ἐστι [763] πίονες, "εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο".
(v. 466) Λέγει δὲ ἴφια μὲν καὶ νῦν μῆλα τὰ ἰσχυροποιὰ θρέμματα. Ἰφθιμοποιεῖ γὰρ τὸ αὐτῶν κρέας καί, ὡς ἡ ἐτυμολογία φησί, κρατύνει καὶ ἰσχυροποιεῖ. Ἢ καὶ ἄλλως, ἴφια τὰ λιπαρά. τὰ γὰρ πάντῃ ἀλιπῆ ἀνίσχυρα. Εἰλίποδες δὲ εἰς τὸ πᾶν μὲν βοῶν ἐπίθετον, ἡ δὲ κωμῳδία καὶ γυναῖκάς φησιν εἱλίποδας παίζουσα [δι' Εὐπόλιδος] τὰ ἑαυτῆς.
(v. 467) Ὁ δὲ θαλέθων πρωτότυπόν ἐστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τῆς τοῦ τηλεθόων παραγωγῆς. Ἀλοιφὴ δὲ τὸ λίπος διὰ τὸ χρήσιμον εἶναι ἀλείφειν. ἀπὸ ταύτης καὶ ξηραλοιφεῖν καὶ ξηραλοιφία τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι. ἐπεὶ καὶ ξηρὸς ἱδρὼς ὁ μὴ ὑπὸ λουτροῦ ἀλλ' ὑπὸ γυμνασίων καὶ πόνων γινόμενος. Δῆλον δὲ ὅτι καὶ τὸ τοίχους χρίειν ἀλείφειν λέγεται καὶ ἀλοιφή. Διὸ ἐν ῥητορικοῖς Λεξικοῖς φέρεται, ὅτι ἀλοιμὸς τὸ αὐτὸ καὶ ἀλοιφή, τὸ τῶν ἐν οἴκοις τοίχων χρίσμα, καὶ ὅτι ἀλοιφεῖον· ᾧ οἱ ἀλεῖπται χρῶνται. Πάντως δέ, ὥσπερ ἀπὸ τοῦ ἀλείφω ἡ ἀλοιφὴ ἢ ἀπὸ τοῦ ἤλειφα ἐνεργητικοῦ παρακειμένου, οὕτως ἀπὸ τοῦ ἤλειμμαι ὁ ἀλοιμός, καθὰ καὶ ἀπὸ τοῦ λείπω, λέλειμμαι, ὁ λοιμός.
(v. 468) Τὸ δὲ "τανύοντο διὰ φλογὸς Ἡφαίστοιο" περιφραστικῶς κεῖται ἀντὶ τοῦ ὠπτῶντο.
(v. 469) Κέραμος δὲ ἢ λάγυνος ἢ πίθος, ὡς καὶ ἐν τῷ "χαλκέῳ δ' ἐν κεράμῳ δέδετο". Μέθυ δὲ ὁ οἶνος, οὐ φύσει, ἀλλὰ τῇ ὑπὲρ μέτρον εἰσδοχῇ. μεθίεται γάρ, ἤγουν ἀμελεῖ, ὁ πέρα τοῦ μετρίου οἶνον προσιέμενος. ἐκφοβεῖ γοῦν τοὺς πολυπότας τῇ ἐπιγραφῇ ὁ τὸν οἶνον μέθυ καλῶν. Τὸ δὲ "πολλὰ λισσόμενοι", καὶ "πολλὰ ἴφια μῆλα", καὶ "πολλοὶ δὲ σύες", καὶ "πολλὸν μέθυ", σχῆμα ἐπιμονῆς τῆς κατὰ λέξιν.
(v. 465) Σημείωσαι δὲ εἰς τὸ "λισσόμενοι" καὶ τὰ περὶ αὐτό, ὅτι διὰ τοῦ σ μὲν τὰ τοιαῦτα προφερόμενα διπλάζουσιν αὐτὸ ἀναγκαίως. ἐπεὶ τὸ [764] μὲν ἓν σ μέλλοντα χαρακτηρίζει, διπλούμενον δὲ οἰκειοῦται τοῖς ἐνεστῶσιν. Ὅτε μέντοι διὰ τοῦ τ λίτομαι εἴποι τις καὶ λιτόμενοι, οὐ διπλοῦται τὸ τ Ἀττικῷ ἔθει κατὰ τὸ φοινίσσω, φοινίττω, ἑλίσσω, ἑλίττω, καὶ τὰ ὅμοια, ἀλλὰ μονοῦται τὸ τ ἐν αὐτοῖς διὰ τὸ τρίτης συζυγίας τῶν βαρυτόνων εἶναι θέμα τότε τὸ λίτω καὶ τὰ κατ' αὐτό. περὶ ὧν Ἡρωδιανὸς λέγει, ὡς διὰ τοῦ τ οὐ πολλὰ ὦπται, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λίτεσθαι, καὶ τὸ πέτω, ἀφ' οὗ τὸ πέτομαι. καὶ ἔνια, φησί, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ κέντω, ἐξ οὗ τὸ "κένσαι ὁμοκλήσας", καὶ ἄντω, ὅθεν ἀντόμενος καὶ ἄντεσθαι ἐν πολέμῳ. Τὸ δὲ ἀνύτω, φησί, καὶ ἀρύτω τῷ τ ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω. καὶ οὕτω μὲν Ἡρωδιανός. Ἡρακλείδης δὲ ἀγνοεῖν φησι πολλούς, ὅτι τὸ λίσσομαι κοινολεκτούμενον Ἀτθίδι διαλέκτῳ γέγονε λίττομαι, παρέσει δὲ τοῦ ἑτέρου τ γεγένηται λίτομαι. Ὁ δ' αὐτὸς καὶ περὶ τοῦ ἀνύτω καὶ ἀρύτω εἰπὼν ἀσυνήθως αὐτὰ ἔχειν, ὡς μηδενὸς εἰς ω λήγοντος βαρυτόνου ἔχοντος τὸ τ ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς ‑ Πάντα γάρ, φησί, περισπᾶται, οἷον κρατῶ, αἰτῶ, πατῶ, κροτῶ, φοιτῶ. ‑ , ἐπάγει ὅτι Κύπριοι δὲ καὶ Ἀττικοὶ παρεντιθέντες ῥήμασι καὶ ὀνόμασι τὸ τ καὶ πτόλιν τὴν πόλιν λέγοντες καὶ πτόλεμον τὸν πόλεμον, ὅθεν καὶ ἡ ἄνακτος καὶ νυκτός γεγόνασι γενικαὶ πλεονάζουσαι τῷ τ, λέγουσιν οὕτω καὶ τὸ ἀρύω ἀνύω ἀρύτω καὶ ἀνύτω.
(v. 470-473) Ὅτι οἰκεῖον σπουδαίοις νυκτοφύλαξι κατ' οἶκον οὐ μόνον τὸ "εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ νύκτας ἴαυον", φυλάσσοντές με δηλαδή, ἀλλὰ καὶ τὸ "οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος" καὶ ἑξῆς.
(v. 470) Ἰστέον δὲ ὅτι τὸ "εἰνάνυχες" συγκοπήν τε ἔπαθεν ἐκ τοῦ ἐννέα καὶ τροπὴν συνήθη τοῦ ν εἰς ι πρὸς ὁμοιότητα τοῦ εἴνατος. Τὸ δὲ χ φυσικῶς ἔχει ὡς ἀπὸ τοῦ νύξ. Δῆλον γὰρ ὅτι, καθὰ ὄνυξ ὄνυχος, οὕτω καὶ νύξ νυχός. τὸ γάρ τοι νυκτός τροπὴν πέπονθε τοῦ δασέος εἰς ψιλὸν καὶ ἐπένθεσιν οὐκ ἀσυνήθη τοῦ τ, ὡς καὶ προσεχῶς δεδήλωται. Ἰαύειν δὲ καὶ νῦν τὸ διατρίβειν, οὐ μὴν κοιμᾶσθαι. οὐ γὰρ πρέπει τοῦτο φύλαξι.
(v. 471) Τὸ δὲ "ἀμειβόμενοι" ἑτεροῖον φανερῶς τοῦ "τὸν δ' ἀπαμειβόμενος" καὶ τῶν ὁμοίων. Κυριολεκτεῖται δὲ [765] ὅτι μάλιστα. ἐξ οὗ καὶ τὸ "ἀμοιβηδὶς δ' ἀνέφαινον" καὶ οἱ ἐπημοιβοὶ ἐπίκουροι, [ὅπερ ἐστὶν οἱ κατὰ ἀλλαγήν, εἴτ' οὖν ἐναλλάγδην, ἥκοντες εἰς ἐπικουρίαν. Εἰς ὅπερ ἀστείως ἔπαιξέ τις, ἤγουν εἰς τὸ μεταλαμβάνεσθαι τὸ ἀμείβειν ἀντὶ τοῦ καταλλάσσειν, ἀπορήσας ἀστείως ἐπὶ τῶν ἀμειβόντων ἐμπορευτικῶς, πῶς ποτε τὰ τετράδραχμα καταλλάσσονται μέν, οὐκ ὀργίζονται δέ, ὡς δῆθεν τοῦ καταλλάσσεσθαι ὁμωνυμίας λόγῳ ἀντικειμένου πρὸς τὸ ὀργίζεσθαι].
(v. 472 s.) Αἴθουσα δὲ στοὰ περίστυλος ἡλίῳ αἰθομένη, ὅ ἐστι λαμπομένη, ἧς τὸ μὲν ἐνδοτέρω πρόδομος, τὸ δὲ ἐνδοτάτω θάλαμος, ὡς καὶ ἐνταῦθα δηλοῖ ὁ ποιητὴς μνησθεὶς αὐλῆς, μεθ' ἣν αἴθουσα καὶ πρόδομος, εἶτα θάλαμος, ἐν τῷ εἰπεῖν "πῦρ ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθε θαλάμοιο θυράων". Περὶ δὲ αἰθούσης ῥηθήσεται καὶ ἐν τοῖς μετὰ ταῦτα. Κατὰ δὲ τοὺς ἀκριβεστέρους ἡ τάξις οὕτως· ἕρκος, περὶ ὃ πύλαι, μετὰ δὲ τὸ ἕρκιον αὐλή, μεθ' ἣν αἴθουσα, εἶτα πρόδομος, δόμος, καὶ θάλαμος. Ἐν τούτοις δὲ ἰστέον καὶ ὅτι οὐκ εὐκαίρως δοκεῖ ὁ Φοῖνιξ εἰπεῖν τὸ πολλὰ μὲν λιτανεύεσθαι παρὰ τῶν αὐτοῦ, μὴ πεισθῆναι δέ, ἀλλὰ βιάσασθαι τὴν φυγήν. Ἐρεῖ γὰρ ἂν ὁ δυσωπούμενος Ἀχιλλεύς, ὡς οὐκοῦν, ὦ διδάσκαλε, οὐδ' ἐγὼ πείσομαι. Πρὸς ὅ φασιν οἱ παλαιοί, ὡς τῷ μὲν Φοίνικι οὐκ ἦν ὑπακοῦσαι διά τε τὴν ῥηθεῖσαν λύπην καὶ διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ ἔνδοξος ἡ ἐκ πειθοῦς μεταβολὴ γενήσεται διὰ τὴν παραίνεσιν τοῦ πατρός, ἣν Ὀδυσσεὺς ἤδη φθάσας πρὸ ὀλίγου ἐξέθετο. ἥτις οὕτως εἶχε τὸ ἀναντίρρητον, ὥστε Ἀχιλλεὺς πρὸς μὲν τὰ ἄλλα τῶν τοῦ Ὀδυσσέως λόγων ἀπελογήσατο, αὐτὸ δὲ μόνον τὸ ἐκ πατρὸς κεφάλαιον παρῆκε σιωπήσας παντελῶς καὶ παραδραμὼν [766] τεχνικῶς διὰ τὸ δυσεπιχείρητον. Οἱ δ' αὐτοὶ λέγουσι καί, ὅτι καλῶς δι' ὀργὴν πατρὸς φεύγει τὴν πατρίδα ὁ Φοῖνιξ. Ἐν γὰρ ταῖς ἀδιαλλάκτοις, φασίν, ἔχθραις κρεῖττον τὸ φεύγειν. Ὅρα δὲ καὶ ὅτι πῦρ ἕτερον εἰπών, εἶτα ἐπήγαγε τὸ ἄλλο, δηλῶν ὡς τὸ μετὰ τὸ ἕτερον οὐκ ἂν κυρίως ἕτερον λέγοιτο, ἀλλὰ ἄλλο. Καὶ ἔστιν οὕτως ἡ Ἀττικὴ ὡς ἐπὶ πολὺ συνήθεια, οἷον· ἕτερος μὲν ποιεῖ τόδε, ἄλλος δὲ τόδε. καὶ οὕτω μὲν ἐνταῦθα. Ἐν δὲ τῷ "ἄρνε, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν" παραβαίνεται ἡ τοιαύτη παρατήρησις. Τὸ δὲ "ὑπ' αἰθούσῃ" δοκεῖ ταὐτὸν εἶναι τῷ "ἐν αἰθούσῃ", ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἄλλο δ' ἐνὶ προδόμῳ", ἵνα ᾖ· ἐν αἰθούσῃ καὶ ἐν προδόμῳ.
(v. 475 s.) Ὅτι κἀνταῦθα σχῆμα πρωθύστερον ἐν τῷ "καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ῥήξας ἐξῆλθον καὶ ὑπέρθορον ἕρκιον αὐλῆς". Πρῶτον γὰρ τό, ὡς εἴρηται, ὑπερθορεῖν, εἶτα τὸ ἐξελθεῖν. Ὁ δὲ λόγος οἰκεῖος ἀνδρὶ φυγόντι γενναίως ἀσφαλῆ κάθειρξιν. Ὅρα δὲ τὸ "πυκινῶς ἀραρυίας ῥήξας". Τὰ γὰρ πυκινὰ ῥήγνυνται, οὐ μὴν τὰ φύσει εὐδιάλυτα ἀραιά. ὅθεν καὶ ῥηξήνωρ ὁ τὴν τῆς φάλαγγος ῥήσσων πυκνότητα. Ἰστέον δὲ ὅτι λαθραίαν καὶ γενναίαν δηλοῖ, ὡς ἐρρέθη, φυγὴν ἀπὸ φρουρᾶς ἀσφαλοῦς τὸ ῥηθέν, εἴπερ παρῳδηθῇ, οἷον· καὶ τότ' ἐγὼ εἱρκτῆς θύρας πυκινῶς ἀραρυίας ῥήξας ἐξῆλθον ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας δμωάς τε γυναῖκας. φεῦγον ἔπειτ' ἀπάνευθεν.
(v. 47880) Ἐν τούτοις δὲ καὶ καλλιλογῶν ὁ ῥήτωρ Φοῖνιξ τὴν Θετταλικὴν Ἑλλάδα καὶ τὴν ὑπὸ τῷ Πηλεῖ Φθίαν φησίν, ὡς "φεῦγον δι' Ἑλλάδος εὐρυχόροιο Φθίην δ' ἐξικόμην ἐριβώλακα, μητέρα μήλων", ὅ ἐστι θρεμμάτων, "ἐς Πηλῆα ἄνακτα", καθὰ καὶ κατωτέρω εὐθὺς ῥηθήσεται.
(v. 477) Ἰστέον δὲ ὅτι ἐν τῷ "δμωάς τε γυναῖκας" περιττὸν κεῖται τὸ γυναῖκας. Ἀρκεῖ γὰρ καὶ μόνον τὸ δμωάς εἰς τὸ καὶ γυναῖκας αὐτὰς νοεῖσθαι. Ὡς δὲ συστέλλει ἀεὶ παρ' Ὁμήρῳ τὴν παραλήγουσαν ἀναγκαίως διὰ δακτύλου χρείαν τὸ εὐρύχορος, δηλοῦται πολλαχοῦ.
(v. 479) Τὸ δὲ "μητέρα μήλων" συντελεῖ τι καὶ εἰς τὸ [767] "οὖθαρ ἀρούρης", ὥσπερ καὶ τὸ Δημήτηρ, ὅ ἐστι γῆ μήτηρ ἀλληγορικῶς. πάντως γὰρ μητρὸς ἴδιον τὸ οὖθαρ. Ἤδη δέ τις καὶ χώραν ἢ κῆπον μήλων ὀπώρᾳ ἐνευθηνούμενον, μητέρα μήλων ἀστείως ἐρεῖ ἄν, ὥσπερ καὶ πολύμηλον.
(v. 479-495) Ὅτι λέγει περὶ ἑαυτοῦ καὶ περὶ Πηλέως ὁ Φοῖνιξ, ὡς φυγόντα με εἰς αὐτὸν καὶ ἱκετεύσαντα ‑ Τοῦτο γὰρ δηλοῖ τό, ὡς προσεχῶς ἐρρέθη, "ἐξικόμην ἐς Πηλῆα. ‑ , ὃ δέ με πρόφρων ὑπέδεκτο, καί με φίλησεν ὡσεί τε πατὴρ ὃν παῖδα φιλήσει, μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν. ναῖον δ' ἐσχατιὴν Φθίης, Δολόπεσσιν ἀνάσσων. καί σε τοσοῦτον ἔθηκα, θεοῖς ἐπιείκελε Ἀχιλλεῦ, ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμα ἄλλῳ οὔτ' ἐς δαῖτα ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι, πρίν γ' ὅτε δή σε ἐπ' ἐμοῖσιν ἐγὼ γούνασι καθίσας ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα, οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. ὣς ἐπὶ σοὶ μάλα πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα, τὰ φρονέων, ὅ μοι οὔ τι θεὸς γόνον ἐξετέλειεν ἐξ ἐμεῦ. ἀλλὰ σὲ παῖδα, θεοῖς ἐηιείκελε Ἀχιλλεῦ, ποιεύμην, ἵνα μοι πότ' ἀεικέα λοιγὸν ἀμύνῃς". Ἐν δὲ τούτοις ὅρα δεινότητα ῥήτορος, ὃς μονονουχὶ λέγει ὡς ἄτοπον, ἐὰν ὃν ἔτι νέον ὄντα ὁ Πηλεὺς ᾐδέσθη, τοῦτον ὁ μαθητὴς Ἀχιλλεὺς ἐν τοιαύτῃ πολιᾷ παρ' οὐδὲν θήσει, ἀξιῶν καὶ ὡς ἱκέτης καὶ ὡς ξένος πατρῷος αἰδοῦς τυχεῖν. Δι' αἰδοῦς γὰρ ἤγοντο καὶ οἱ ἱκέται καὶ οἱ πατρῷοι ξένοι, ὡς πολλαχοῦ φαίνεται. Ἔτι γε μὴν συναξιῶν στερχθῆναι καὶ ὡς ἀδελφός, εἴγε καὶ Πηλεὺς ὡς παῖδα καὶ αὐτὸν ἐφίλησεν, οὐ μὴν ἀλλὰ καὶ ὡς τρόπον τινὰ πατὴρ ἐπέκεινα τοῦ καὶ ἔργων, ὡς προειρρέθη, καὶ λόγων καθηγήσασθαι. Παῖδα γάρ σε, φησίν, ἐποιούμην, ἤγουν ἐτιθέμην. Ποιεῖσθαι γὰρ τὸ τίθεσθαι παρὰ τοῖς ῥήτορσιν, οἵ φασιν· ἔθετο ὁ δεῖνα τὸν παῖδα τοῦ δεῖνος, ἤτοι θετὸν υἱὸν ἔσχεν. Οὕτω πανταχόθεν πειρᾶται πείσειν ὁ γέρων τὸν μαθητὴν καὶ εἰς ἡμερότητα μεταβαλεῖν. εἰ δὲ μὴ πεισθείη, καλῶς ἂν ἀκούσοι παρὰ τοῦ Αἴαντος ἄγριος εἶναι. [768]
(v. 485) Καὶ ἄλλως δὲ ὁ Φοῖνιξ ἐντρέπει τὸν Ἀχιλλέα ἐν τῷ "καί σε τοσοῦτον ἔθηκα", τουτέστι τηλικοῦτον, δηλαδὴ θεῖον. Τοῦτο γὰρ νοεῖν βούλεται ἐπαγαγὼν εὐθὺς "θεοῖς ἐπιείκελε", ὅπερ καὶ δὶς ἔφη ἐν τοῖς ῥηθεῖσι διὰ πραϋθυμίαν τοῦ ἥρωος. Ὁμοίως ἐντρέπει καὶ διὰ τοῦ ἀναμνῆσαι, ὡς παῖς μὲν ὢν ἐφίλει τὸν καὶ παιδαγωγὸν καὶ διδάσκαλον, ἀνδρωθεὶς δὲ οὔ, καὶ ὡς αὐτὸς μὲν ἔτρεφε τὸν μαθητήν, ἵνα οἵ ποτε λοιγὸν ἀμύνῃ, ὁ δὲ παραρρίπτει αὐτὸν τῷ ὀλέθρῳ ἀφιεὶς ἐν Τροίᾳ, ἵνα τοῖς Ἀχαιοῖς συναπόληται. καὶ ἀχαριστίαν δὲ ὀνειδίζει τῷ μὴ ἐθέλοντι ἀμείβεσθαι τὸν ἐπ' αὐτῷ πολλὰ παθόντα καὶ μογήσαντα. καὶ τοιαῦτα μὲν ταῦτα.
(v. 480) Ὅρα δὲ τὸ "πρόφρων ὑπέδεκτο", ἐν ᾧ δηλοῖ ὁ ποιητὴς χρῆναι τὰς ξενίας δίχα γίνεσθαι γογγυσμοῦ.
(v. 481) Τὸ δὲ "ἐφίλησε" καὶ τὸ "φιλήσει" διὰ τὸ καίριον τῆς φράσεως ἐδιττολογήθη.
(v. 482) Ἐν δὲ τῷ "παῖδα μόνον τηλύγετον πολλοῖς ἐπὶ κτήμασι" δηλοῖ Ὅμηρος φιλοτεκνότατον μάλιστα πατέρα εἶναι τὸν καὶ πλούσιον καὶ μόνον ἕνα παῖδα ἔχοντα ἐν ἡλικίᾳ γεροντικῇ. Τοιαύτης γὰρ ὁ τηλύγετος, ἤγουν ὁ τῷ πατρὶ γεννηθεὶς τῆλε ὄντι τοῦ γεννᾶν. Ἐνταῦθα δὲ καὶ ἐφερμηνευτικόν ἐστι τοῦ μόνον παῖδα τὸ τηλύγετον. ἄλλως γὰρ οὐκ ἐξ ἀνάγκης ὁ μόνος ἤδη καὶ τηλύγετος. Ὁ δὲ πλεονασμὸς τῆς τε συλλαβῆς ἐν τῷ κτεάτεσι παρεσημάνθη καὶ ἀλλαχοῦ. Δῆλον γὰρ ὅτι, καθὰ φρέαρ φρέασιν, οὕτω καὶ κτέαρ κτέασι.
(v. 483) Τὸ δὲ "ἀφνειὸν ἔθηκε" συνήθως ἐφράσθη ἀντὶ τοῦ θέσει ἐποίησε πλούσιον, οὐκ ἔχοντα πλοῦτον οἴκοθεν, ἀλλὰ προσθέτῳ ἐκ Πηλέως κομῶντα περιουσιασμῷ. οὕτω καὶ παῖδα τίθεταί τις ἑαυτῷ, ὃν ἡ φύσις οὐ δέδωκε. [Τὸ δὲ "πολὺν ὤπασε λαόν" περίφρασίς ἐστι τοῦ ἐβασίλευσέ με, ὡς δηλοῖ ἐπαχθὲν τὸ "Δολόπεσσιν ἀνάσσων"].
(v. 484) Ἐσχατιὰ δὲ παρὰ μὲν τῷ ποιητῇ τὸ ἁπλῶς ἔσχατον κατὰ τόπον μέρος, παρὰ δὲ τοῖς ὕστερον ἐρημίαν τινὰ ἡ λέξις δηλοῖ καὶ οὐ χρηστολογεῖται. Δόλοπες δὲ ἔθνος Θετταλικὸν ἐν ἐσχατιᾷ τῆς Φθίας. καὶ οὗτοι μὲν Δόλοπες ἀπό τινος ἐθνάρχου Δόλοπος. Δολίονες μέντοι οἱ περὶ Κύζικον. Ὧν καὶ ὁ Γεωγράφος μεμνημένος Δόλοπας μὲν περί που τὴν Δωδώνην τοῖς Σελλοῖς φησι συγκεῖσθαι, λέγων ὡς, εἰ καὶ [769] μὴ ἔχει ἡ Βοιωτία Δόλοπας, ἀλλ' ἄτοπον τοὺς ὑπηκόους τῷ Φοίνικι μὴ συμπαρεῖναι. Δολίονας δὲ λέγει μάλιστα τοὺς περὶ Κύζικον ἀπὸ Αἰσήπου ἕως Ῥυνδάκοῦ καὶ Δασκυλίτιδος λίμνης. Μυγδόνας δὲ τοὺς ἐφεξῆς μέχρι Μυρλεανῆς χώρας.
(v. 485) Τὸ δὲ "καί σε τοσοῦτον ἔθηκα" ὅμοιόν ἐστι τῷ παῖδά σε ποιεύμην. ἐπεὶ καὶ ταὐτὸν ποιήσασθαι καὶ θέσθαι. Παῖς τε γὰρ τῷ Φοίνικι ὁ Ἀχιλλεὺς ποιητὸς ἦν, καὶ τοσοῦτος δέ, ἤγουν θεοίκελος, θέσει ἦν, ἤτοι οὐ φύσει ἀλλὰ ποιητὸς ἐκ παιδεύσεως. [Ἰστέον δὲ ὅτι τε σεμνότερον τοῦ μύθων ῥητῆρα καὶ ἔργων πρηκτῆρα εἶναι τὸν Ἀχιλλέα τὸ τοσοῦτον τεθηκέναι αὐτόν, καὶ ὅτι ἐκεῖνο μὲν ἐκφανῶς ἔχει, τοῦτο δὲ μυστικώτερον. καὶ ὅτι φιλίας ἐπίτασις τὸ παῖδα ποιεῖσθαι τὸν διδασκόμενον. Ὁ γὰρ τοιοῦτος διδάσκαλος λέγοιτ' ἂν φύσει τῷ μαθητῇ τὰ τῆς ἀρετῆς εἰσφέρειν διδάγματα].
(v. 486) Τὸ δὲ "ἐκ θυμοῦ φιλέων" κἀνταῦθα, ὡς καὶ πρὸ ὀλίγων, ἀντὶ τοῦ ἐνδιαθέτως καί, ὡς οἱ νεώτεροί φασιν, ἐκθύμως. Τὸ δὲ "ἐπεὶ οὐκ ἤθελες ἅμ' ἄλλῳ ἰέναι" τὸ εὔλογον τῆς ἐκ τοῦ γέροντος φιλίας δηλοῖ καὶ μὴ ἀλόγιστον.
(v. 487) Δαῖτα δὲ νῦν φησι τὴν ἐς φίλου ἢ ὅλως τὴν κατὰ τὰ ἔξω οἴκου γινόμενα δειπνοκλητόρια, πρὸς ἅπερ ἀντιδιαστέλλεται τὸ ἐν μεγάροισι πάσασθαι, ὅ ἐστι φαγεῖν, καὶ ὡς ἂν εἴποι τις κτήσασθαι. πρὸς ὅπερ ἔοικεν ἀπερεῖσαι τὸν νοῦν καὶ ὁ εἰπὼν "τοσαῦτ' ἔχω, ὅσ' ἔφαγόν τε καὶ ἔπιον", εἰ καὶ μηδὲν ἐκεῖνος ἔχει. [770]
(v. 488) Τὸ δὲ "ἐπὶ γούνασι καθίσας" ἔθος δηλοῖ φίλτρου γονέων, ὡς καὶ πρὸ ὀλίγου δεδήλωται. Συντελεῖ δ' αὐτὸ καὶ εἰς τὸ "οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσι".
(v. 489) Τὸ δὲ "ἄσαιμι", ὅ ἐστι κορέσαιμι, δοκεῖ ἀπὸ ῥήματος εἶναι, ἀφ' οὗ καὶ ἅδος ὁ κόρος καὶ ἀδηκότες οἱ κεκορεσμένοι. Τὸ δὲ "οἶνον ἐπισχών" πάνυ καιρίως εἴρηται καὶ δυσερμηνεύτως. Δηλοῖ γὰρ τὸ λίαν ἀτελὲς τοῦ βρέφους, ὡς μηδὲ κρατῆσαι δύνασθαι τὸ δέπας ὅθεν ἀνάγκην εἶναι τῷ παιδαγωγῷ αὐτὸν κατέχειν καὶ ποτίζειν τὸν τιθηνούμενον. Δύναται δὲ καὶ ταὐτὸν εἶναι τῷ παρασχών.
(v. 490) Τὸ δὲ "κατέδευσας χιτῶνα" ἐμφαίνει μὴ ἀεὶ χιτῶνα ἐξ ἀνάγκης λέγεσθαι τὸν ἀμέσως καὶ προσεχῶς πρὸς αὐτῇ τῇ σαρκὶ κεχυμένον. Ἐνταῦθα γὰρ χιτὼν ὁ φαινόμενος καὶ ἐπιπολάζων. εἰ μή τι ἄρα δαψιλὲς εἶναι τὸ ἀποβλύζον δηλοῖ, ὡς ἔχειν αὐτὸ ἐμβαθῦναι καὶ εἰς χιτῶνα. Τὸ δὲ "ἐπὶ στήθεσσιν" οὐ μόνον ἐπικόλπιον τῷ παιδαγωγῷ ἐμφαίνει τὸ βρέφος εἶναι, ἀλλά που καὶ κοινοῦσθαι ἀφελῶς τὸ δέπας αὐτῷ.
(v. 491) Τὸ δὲ ἀποβλύζειν ὠνοματοπεποίηται καὶ δηλοῖ τὸ ἀποστάζειν διὰ [771] τὴν βρεφικὴν βραχυστομίαν. Νηπιέη δὲ νῦν ἡ παιδικὴ ἡλικία ἢ ἀνατροφὴ κατὰ ἔλλειψιν. Καὶ ἔστι κτητικὸν ἀπὸ τοῦ νήπιος νηπίειος, οὗ θηλυκὸν νηπιείη καὶ ἀπελεύσει τοῦ ι νηπιέη Ἰωνικῶς. [Ἰστέον δὲ ὡς οὐ πάνυ ταὐτὸν νηπιέη καὶ νηπιάα, ὡς τὸ "νηπιάας ὀχέειν", ἀλλὰ τοῦτο μὲν ἀφροσύνην δηλοῖ, ἡ δὲ νηπιέη βρέφους ἡλικίαν]. Τὸ δὲ "ἀλεγεινῇ" τὴν τῷ ὄντι πολλὴν δυσχέρειαν δηλοῖ τῆς βρεφικῆς ἀνατροφῆς.
(v. 493) Τὸ δὲ "γόνον ἐξ ἐμοῦ" ἀντὶ τοῦ γνήσιον υἱόν, ὃς ἀντίκειται τῷ θετῷ, ὃν ποιεῖταί τις κατὰ τὸν ποιητὴν εἰπεῖν, κατὰ δὲ τοὺς ὕστερον καὶ εἰσποιεῖται, [καθ' ὃ σημαινόμενον κεῖται καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ τὸ "εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην". Τὸ δὲ "ἐξετέλεσαν" δόξοι ἂν δηλοῦν ὡς ἐτεκνογόνει μὲν ὁ Φοῖνιξ, οὐκ ἐξετελοῦντο δὲ αὐτῷ τὰ γεννήματα]. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς εἰπεῖν κοινότερον παῖδα ποιούμην, ὅμως ποιεύμην ἔφη, ἑλόμενος κἀνταῦθα τὸ ποιητικώτερον. [Ἰστέον δὲ ὅτι παλαιτάτου ἔθους ὄντος τοῦ ἐπὶ τοῖς θετοῖς υἱοῖς ἐφῆκεν ὁ νόμος καὶ ὕστερον ἄλλῳ τινὶ ποιεῖσθαι, καθά τις ἔφη, τὸν ἄλλου παῖδα ἑκόντος, καὶ ἐκαλεῖτο, φησίν, οὗτος ἀμφοτέρων].
(v. 495) Τὸ δὲ "ἵνα μοι λοιγὸν ἀμύνῃς" τὸ τέλος ἐστὶ τῆς παιδοποιΐας, ὡς τούτου χάριν παιδοποιουμένων, ἵνα ἐν καιρῷ ἔχοιεν λοιγοῦ ἀμύντορας καὶ μὴ "ἀνωφέλητα" κατὰ τὸν εἰπόντα "ἐκφύωσι τέκνα".
(v. 496-501) Ὅτι ἀγωνισάμενος ὁ ῥήτωρ Φοῖνιξ εἶτα φανερὰν ἐπάγων ἀξίωσίν φησιν "ἀλλ' Ἀχιλλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν. στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τούς", ἤγουν τούτους, "θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσσῃ τε παρατρωπῶσιν ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ".
(v. 496) Ἰστέον δὲ ὅτι τὸ "δάμασον θυμὸν μέγαν" διὰ μιᾶς λέξεως [772] πρὸ μικροῦ ἔφρασεν ὁ βασιλεὺς ἐν τῷ "δμηθήτω". Βούλεται δὲ ἡ ἔννοια τὴν τοῦ κακοῦ μνήμην ἀπάγειν τῆς τοῦ Ἀχιλλέως ψυχῆς τά τε ἄλλα, καὶ διὰ τὰ ὑπεσχημένα δῶρα. Διὸ καὶ παρ' Ἡροδότῳ κεῖται τὸ "παυσώμεθα μηδὲ κακῶν μεμνεώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί". Θυμὸν δὲ μέγαν λέγει, ὃν ὁ Αἴας μετ' ὀλίγα ἐρεῖ ἄληκτόν τε κακόν τε τεθεῖσθαι ἐν τοῖς τοῦ Ἀχιλλέως στήθεσιν. Ἐξ οὗ οἱ μεθ' Ὅμηρον συντιθέασι τὸν μεγαλόθυμον ἄνθρωπον, ἑτεροῖον ὄντα παρὰ τὸν μεγάθυμον. Ἔοικε δὲ οὕτω καὶ ὁ μεγαλήτωρ θυμὸς εἶναι μέγας θυμὸς περὶ τὸ ἦτορ, ἤτοι τὴν καρδίαν τὴν περὶ τὰ στήθη.
(v. 497) Νηλεὲς δὲ ἦτορ, ὅπερ ἔχοι ἂν ὁ κατὰ τὸν Ἅιδην, ὡς προεφράσθη, ἀδάμαστος καὶ ἀμείλιχος. Τὸ δὲ "στρεπτοὶ καὶ θεοὶ αὐτοί" ἀπόφθεγμα λέγουσιν οἱ παλαιοί. Ἔστι δὲ κατ' αὐτοὺς ἀπόφθεγμα βιωφελής τις προφορὰ δι' ὀλίγων λέξεων, οἷον τὸ "γνῶθι σαυτόν", καὶ "ἐγγύα πάρα δ' ἄτα", καὶ τὰ ὅμοια.
(v. 498) Τὸ δὲ ἐπιχείρημα τοῦτο ἐκ τοῦ μείζονος εἴληπται. Διὸ καὶ ὁ ποιητὴς τεχνικῶς παρασημαίνεται, λέγων "ὧν περ καὶ μείζων ἀρετή", ὅ ἐστιν ἀνδρία ἢ καὶ πᾶσα ἕξις ἀγαθή. μονονουχὶ γάρ φησιν ὁ ῥήτωρ, ὡς ἐὰν στρεπτοὶ οἱ μείζονες, πολλῷ πλέον σὺ ὁ ἐλάττων.
(v. 499 s.) Πῶς δὲ στρεπτοὶ οἱ θεοί, ἑρμηνεύει διὰ τοῦ εὐχαῖς καὶ λοιβαῖς καὶ κνίσσαις παρατρέπεσθαι, ἤδη δὲ καὶ θυμιάμασιν. Οὕτω γάρ τινες ἑρμηνεύουσι τὸ θυέεσσιν, ἀφ' ὧν καὶ ἔλαιον θυόεν ἐν τοῖς ἑξῆς. Εἶεν δ' ἂν ἴσως ταὐτὸν θυέεσσιν εἰπεῖν καὶ θυηλαῖς. Τὸ δὲ στρεπτοί ὅμοιόν ἐστι τῷ τρεπτοί, ὡς δηλοῖ τὸ παρατρωπᾶσθαι αὐτοὺς ἤτοι τρέπεσθαι ὑπὸ λισσομένων ἀνθρώπων. Ἔχοι δ' ἂν ἐνταῦθα εἰπεῖν Ἀχιλλεὺς ὡς, εἴπερ εἰς θεοὺς ἐξισούμενόν με πρεσβεύεις, τοῖς δὲ κατὰ τοὺς σοφοὺς οὐκ αἶψα τρέπεται νόος, οὐδ' ἄρα ἐμοί.
[(v. 498) Ἰστέον δὲ ὅτι ἀρετὴ νῦν μὲν ἀνδρία, δηλοῖ δέ ποτε καὶ τὴν εὐδαιμονίαν, ὅθεν τὸ "ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτῷ", [773] ἤγουν εὐδαιμονοῦσι. Τὸ μέντοι "οὐκ ἀρετᾷ κακὰ ἔργα" ἐκ τῆς κοινῶς καὶ συνήθως λεγομένης ἀρετῆς παρῆκται, ἧς χρῆσις τὸ "ἤτοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε". Δηλοῖ δέ ποτε ἡ λέξις καὶ τὴν περὶ τὰ κατὰ βίον ἔργα δύναμιν, ἣν ἡμισεύει τοῖς δούλοις ὁ Ζεύς, ὥς φησιν ἡ Ὀδύσσεια].
(v. 501) Ἐν δὲ τῷ "ὑπερβήῃ καὶ ἁμάρτῃ" ἐκ παραλλήλου δηλοῦται τὸ αὐτό, ἐπεὶ καὶ ὑπερβασία καὶ ἁμαρτία τῆς αὐτῆς ἐννοίας εἰσίν. Ἄλλως δέ, ἁμαρτεῖν μὲν τὸ ὁπωσοῦν ἀστοχῆσαι τοῦ δέοντος, ὑπερβῆναι δὲ τὸ καθ' ὑπερβολὴν οὕτω παθεῖν, ληφθὲν μεταφορικῶς ἐκ τῶν μὴ βαινόντων εὐτάκτως ἀλλ' ὑπερβαινόντων, ταὐτὸν δ' εἰπεῖν, παραβαινόντων. [Εἰκὸς δὲ εἰλῆφθαι τὴν λέξιν ταύτην καὶ ἐκ τῶν ἀδικούντων ἐν τῷ ὑπερβαίνειν τὰ τεταγμένα ὁροθέσια, οὐ μόνον ὑπούλως διὰ τοῦ ἠρέμα ὁρογλυφεῖν, ἀλλὰ καὶ θρασύτερον διὰ τοῦ ὑπερπηδᾶν]. Ὅθεν καὶ ταὐτὸν ὑπερβασίαν καὶ παραιβασίαν εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι τὸ "λισσόμενοι" προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. Εὐθὺς γὰρ ἀφορμήν τινα λαβὼν ἐκ τοῦ λίσσεσθαι ὁ Φοῖνιξ διαλαμβάνει περὶ Λιτῶν, αἳ παρὰ τὸ λίσσεσθαι καὶ λίτεσθαι γίνονται, καὶ λέγει ὅσα δηλωθήσονται. Ὅτι γραφικῶς οἷον ἐκτίθεται ὁ ποιητὴς εἰδωλοποιῶν τὰ περὶ τὰς Λιτὰς καὶ τὴν Ἄτην, καὶ τὰ τῶν πασχόντων ἴδια, ἤγουν τὰ τῶν ἀτωμένων ταὐτὸν δ' εἰπεῖν ἀτυζομένων, καὶ τὰ τῶν λιταζομένων μετατιθεὶς ὡς ἔν τινι ζωγραφίᾳ εἰς τὴν Ἄτην καὶ εἰς τὰς Λιτάς, καὶ χαρακτηρίζων κατὰ συνήθειαν γραφικήν τε καὶ ποιητικὴν τὰ πάθη ἐκ τῶν ἐχόντων αὐτά.
(v. 505) Καὶ τὴν μὲν Ἄτην λέγει σθεναρὰν εἶναι καὶ ἀρτίπουν, [774] ἤγουν ὑγιῆ τοὺς πόδας, ἐπείπερ οἱ βλάπτοντες εὐσθενῶς τε ἔχουσι, καθὸ βλάπτουσι, καὶ ἐπιταχύνουσι τὸν καιρόν. Ἐν ἄλλοις δὲ καὶ ἁπαλοὺς εἶναι πόδας τῇ Ἄτῃ ἐρεῖ, ὡς ἀνεπαισθήτως τὰ πολλά τινων βλαπτομένων, ἀψοφητὶ οἷον τῆς Ἄτης ἐπερχομένης αὐτοῖς. καὶ ἡ μὲν Ἄτη τοιαύτη.
(v. 502) Τὰς δὲ Λιτὰς χωλάς τε διαζωγραφεῖ πρὸς διαστολὴν τῆς ἀρτίποδος Ἄτης διὰ τὸ σχολαίῳ ποδὶ καὶ ὡς οἷον συμπεποδισμένους βαίνειν τοὺς λισσομένους, καὶ ῥυσσὰς δὲ διὰ τὸ σχῆμα τοῦ προσώπου τῶν ἱκετευόντων, οἷς σκυθρωπάζον καὶ συναγόμενον ῥικνοῦται τὸ πρόσωπον. Ἢ καὶ ἄλλως φράσαι, ῥυσσάς, ἤγουν γραώδεις, συνεστραμμένας, ἐρρυτιδωμένας. Ῥυτίδες δὲ αἱ ἐπὶ τοῦ προσώπου συστροφαὶ τοῦ δέρματος. Ἔτι δὲ καὶ παραβλῶπας τῶν ὀφθαλμῶν ἢ τὼ ὀφθαλμὼ διαγράφει τὰς Λιτάς, τουτέστι διεστραμμένας τὴν ὄψιν, παραβαλλούσας τοὺς ὦπας καὶ παραγούσας τῆς κατὰ φύσιν ὄψεως καί, ὡς οἱ παλαιοί φασιν, στραβὰς καὶ πλαγιομμάτους διά τε τὴν τῆς ὄψεως τῶν δυσωπουμένων παρατροπὴν καὶ οἷον διαστροφήν, καὶ διότι οὐχ' ἱλαρὸν τὸ βλέμμα τοῖς λιταζομένοις ἀλλ', ὡς εἰπεῖν, δυσβλεπτοῦσιν ἐκεῖνοι, ὅθεν καὶ ἡ δυσωπία τὴν κλῆσιν ἔλαχεν. Ἰστέον δὲ [ὅτι τε παραβάλλει ὦπας οὐ μόνον ὁ λιταζόμενος, ἔτι δὲ καὶ ὁ στραβίζων, ὁ καὶ ἰλλὸς κατὰ τοὺς παλαιούς, ἀλλὰ καὶ ὁ ἀποσεμνυνόμενος ἐμβριθῶς. ὀφθαλμὼ γοῦν παραβάλλεσθαι ὁ Κωμικὸς λέγει τὸν Σωκράτην ἐν τῷ δηλαδὴ σεμνοπροσωπεῖν]. Καὶ ὅτι παραβλώψ μὲν ἐκτείνει τὴν λήγουσαν ὡς σύνθετον ἐκ τοῦ ὠπός, βλόψ μέντοι τὸ μονοσύλλαβον συνέσταλται, ὅπερ ἐστὶν ὁ τῆς κλεψύδρας ἦχος μιμητικῶς κατὰ τοὺς παλαιούς. Ὥσπερ, [775] φασί, καὶ κύξ ἐπὶ τῆς ψήφου κατὰ μίμησιν καὶ αὐτό. Οἱ δ' αὐτοί φασιν ὁμοίως μιμητικῶς καὶ βή οὐ μὴν βαί, μίμησιν προβάτων φωνῆς. Κρατῖνος "ὅδ' ἠλίθιος ὥσπερ πρόβατον βὴ βὴ λέγων βαδίζει". Σημείωσαι δὲ καὶ ὅτι ὁ βλοσυρὸς ἔχει τι ὅμοιον πρὸς τὸν παραβλῶπα, εἴγε καθάπερ ἐκεῖνος παραβάλλει τοὺς ὦπας, οὕτω καὶ αὐτὸς τὸ βλέμμα παρασύρει. Ἔστι μέντοι ὁ βλοσυρὸς οὐκ ἐφ' ὕβρει, ὡς ὁ κυρίως παραβλώψ.
(v. 502-507) Ἡ δ' ἐν τοῖς ῥηθεῖσι ποιητικὴ φράσις αὕτη ἐστὶ "καὶ γάρ τε Λιταί εἰσι, Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσσαί τε παραβλῶπές τ' ὀφθαλμῶν" ἢ "ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθ' Ἄτης ἀλέγουσι κιοῦσαι. ἡ δ' Ἄτη σθεναρή τε καὶ ἀρτίπος", ὅπερ ἀποβολὴν ἔπαθε τοῦ υ. ὡς γὰρ ἀελλόπος ἡ ἀελλόπους, οὕτω καὶ ἀρτίπος ἡ ἀρτίπους. "Οὕνεκα", φησίν, ἤγουν οὗ ἕνεκα, ὅ ἐστι διὰ τοῦτο, ὡς ἀρτίπους πάσας Λιτὰς δηλαδὴ "πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν βλάπτουσ' ἀνθρώπους, αἳ δ' ἐξακέονται ὀπίσω". Τουτέστιν ἡ μὲν Ἄτη ταχυδρομοῦσα προθέει κατὰ πολὺ καὶ φθάνει πανταχοῦ, ὡς δηλαδὴ μηδενὸς ὄντος ἔξω κακοῦ, βλάπτουσα, τουτέστι συμποδίζουσα, ὅθεν καὶ βλάβη ἡ ἄτη ἑρμηνεύεται. αἱ δὲ Λιταὶ ἐξακέονται ὀπίσω, εἴ που ἔπαθόν τινα συντριβὴν οἱ βλαφθέντες. Διὸ καὶ ὡς κατόπιν τῆς Ἄτης ἐρχόμεναι καὶ ὑστερίζουσαι αὐτῆς λέγονται καὶ διὰ τοῦτο χωλαί. Καὶ δηλοῖ ὁ λόγος ὅτι πρότερον πλημμελεῖταί τι ἐπὶ βλάβῃ τινός, εἶτα ἐπὶ θεραπείᾳ τοῦ κακοῦ ἐπεισέρχονται Λιταί. Καὶ ἄλλως δὲ εἰπεῖν, ἰστέον ὡς αἱ μὲν Μοῖραι χωλαὶ παρὰ Λυκόφρονι διὰ τὸ ἀνόμοιον τοῦ μοιριδίου καὶ ἄνισον καὶ ὑποσκάζον καὶ ὡς οἷον ὀκλάζον καὶ μὴ ἀεὶ ὡσαύτως βαῖνον. Αἱ δὲ Λιταὶ χωλαὶ πλάττονται οὐ μόνον διὰ τό, ὡς ἐρρέθη, βραδύπουν τῶν ἱκετευόντων, ὡς ἐκ τοῦ ὑπὸ τῆς Ἄτης βλάπτεσθαι συμποδιζομένων, ἀλλὰ καὶ διότι ἡ κατὰ τῶν παρηκόων ποινὴ ὀψίζει θεόθεν. Καὶ οὕτω μὲν ὁ ποιητὴς ἃ πάσχουσιν οἱ λιτανεύοντες προσάπτει, ὡς εἴρηται, αὐταῖς ταῖς Λιταῖς, οἱ δὲ Μυθολέσχαι συλλαλοῦντες τῷ μύθῳ Διός τε αὐτὰς λέγουσι θυγατέρας ὡς ἱκεσίου, καί φασιν ὡς οὐδὲν καινόν, εἴπερ ὁ Ζεὺς τοιαῦτα γεννᾷ, ὅπουγε καὶ ὁ Ἥφαιστος χωλὸς καὶ ὁ Πλοῦτος τυφλός.
(v. 502) Ἰστέον δὲ ὅτι Διὸς θυγατέρες [776] ἀλληγορικῶς αἱ Λιταί, ἤτοι νοὸς μηχανωμένου θεραπείαν ταύτην τοῖς κακουμένοις. Τὴν μέντοι Ἄτην σιγᾷ, τίνος ἐξεγένετο. Δόξοι γὰρ ἂν οὐ Διὸς εἶναι ἀλλὰ Ἀρεϊκή. εἰ δὲ καὶ Διός ‑ Οὕτω γὰρ ὁ μῦθος βούλεται. ‑ , ἀλλ' οὐ τοῦ γεννῶντος Ἀθηνᾶν ἢ Λιτάς, ἀλλ' ὃς καὶ τὸν Ἄρην γεννῆσαι λέγεται, ἵνα εἶεν ὁμοπάτριοι Ἄτη τε καὶ Ἄρης οἱ βλαπτικοί.
(v. 503) Λέγονται δὲ χωλαὶ ὥσπερ καὶ χωλός, ὧν ἡ βλάβη περὶ τὸ τοῦ ποδὸς κῶλον, ἵνα ᾖ ὥσπερ παρὰ τὸν εὖ ἔχοντα ἴλλον ἰλλός ὀξυτόνως ὁ τὸν ἴλλον διάστροφος, οὕτω καὶ παρὰ τὸ κατὰ φύσιν κῶλον κωλὸς καὶ τροπῇ χωλός, ὁ τὸ τοιοῦτον κῶλον πεπονθώς. Φέρεται δὲ παρὰ τοῖς παλαιοῖς καὶ Χῶλος κύριον ὡς Πῶλος βαρυτόνως πρὸς διαστολὴν τοῦ ῥηθέντος κατὰ πάθος χωλοῦ. Ῥυσσαί δὲ ἀπὸ τοῦ ῥύω, τὸ ἑλκύω, ἀφ' οὗ καὶ ἡ ῥυτίς. παρελκύεται γὰρ τὸ δέρμα τοῖς ῥυτιδουμένοις. Ἰστέον δὲ καὶ ὅτι τὰ παρὰ τὸν ὦπα εὑρίσκονται καὶ βαρυνόμενα κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν, ὡς δηλοῖ τὸ Κύκλωπες, ἑλίκωπες, ἔτι δὲ καὶ ὀξυνόμενα, καθὰ δῆλον ἐκ τοῦ γλαυκῶπες δράκοντες, τυφλῶπες, παραβλῶπες, εὐῶπες, ὧν χρῆσις παρά τε Λυκόφρονι καὶ παρὰ Σοφοκλεῖ δὲ ἐν τῷ "εὐῶπα παρειάν". [Δῆλον δὲ ὡς οὐκ ἐκ μόνου τοῦ ὤψ γίνονται συνθέσεις, ὡς ὁ Κέρκωψ δηλοῖ καὶ ὁ νυκτάλωψ καὶ ὁ Κύκλωψ καὶ ὁ παραβλώψ καὶ λοιπὰ μυρία, ἀλλὰ καὶ ἐκ τοῦ κατ' αὐτὸν πλαγιασμοῦ, ἤγουν ἐκ τοῦ ὠπός. Ἐκεῖθεν γὰρ ὁ κυνώπης, ὅθεν καὶ τὸ "ὦ κυνῶπα", ἔτι δὲ ὁ γλαυκώπης καὶ ὁ βοώπης, ὧν θηλυκὰ ἡ γλαυκῶπις καὶ ἡ βοῶπις, ὡς ὁ τοξότης, ἡ τοξότις, ὁ δεσπότης, ἡ δεσπότις. Τοῦ δ' αὐτοῦ πλαγιασμοῦ καὶ ἡ Εὐρώπη καὶ ἡ Σινώπη καὶ ἡ παρὰ τῷ Πινδάρῳ Μετώπη. Ἐκεῖθεν δὲ καὶ ὁ εὐωπός καὶ εὐρωπός καὶ τὰ ὅμοια ὀξύτονα. Ἐκ τοῦ αὐτοῦ δὲ σὺν ἄλλοις πάνυ πολλοῖς καὶ τὸ ἐνώπιον καὶ τὸ μετώπιον καὶ τὸ [777] κατενῶπα καὶ τὸ "κακὸν ῥέζουσαν ἐνωπῇ"]. Τὸ δὲ "παραβλῶπες ὀφθαλμώ", ἤγουν ὀφθαλμούς, τέτριπται μὲν πλέον τοῦ "ὀφθαλμῶν" κατὰ πτῶσιν γενικήν. Δοκεῖ δὲ περιττῶς ἔχειν τὴν τοιαύτην λέξιν. ἤρκει γὰρ εἰς τὴν προκειμένην ἔννοιαν καὶ μόνον τὸ παραβλῶπες. Περὶ δὲ τοῦ ἀρτίπος ὥσπερ καὶ περὶ τοῦ ἀελλόπος χρὴ ζητῆσαι, διὰ τί μὴ προπαροξύνονται μετὰ τὴν ἀπέλευσιν τοῦ υ τῆς ληγούσης ὁμοίως τῷ πούλυπος.
(v. 506) Ἐν δὲ τῷ "ὑπεκπροθέει" ὅ τί ποτε δηλοῖ τῶν προθέσεων ἡ στοιβή, ἐν ἄλλοις δηλοῦται, ὥσπερ καὶ τὸ ἐξακεῖσθαι οὐ μόνον ἐπὶ ἰατρείας λεγόμενον ἀλλὰ καὶ ἐπὶ τοῦ ῥάπτειν, ἔτι δὲ καὶ ἐπὶ τοῦ νῆας παλαιωθείσας ἀναποιεῖν. Νῦν δὲ περὶ τοῦ ἐξακεῖσθαι ἰστέον ὅτι δι' ἑρμηνείαν σαφῆ τῆς εἰκόνος ἡ τοιαύτη λέξις κεῖται. Εἰ μὲν γὰρ ἐπὶ ἰατρείας νοηθείη, ἔστιν εἰπεῖν ὅτι, ὥσπερ νόσου προηγουμένης δεόμεθα τοῦ ἀκεσομένου, οὕτω καὶ μετὰ τὴν Ἄτην αἱ Λιταὶ ἱκνοῦνται. Εἰ δ' ἄλλως ἐπὶ ὑφασμάτων ἢ πλοίων ἀναποιήσεως νοηθήσεται, ῥητέον ὅτι, καθάπερ μετὰ ῥῆξιν ἱματίων ἢ πλοίων ἀκεστῶν δεόμεθα, οἳ τὰ διερρωγότα συνάξουσι καὶ συνάψουσιν ἢ συζεύξουσιν, οὕτω καὶ μετὰ τὴν Ἄτην βλάψασαν χρεία Λιτῶν, ὅπως οἷα καί τινες ἀκέστριαι θεραπεύσωσι τὰ ἐκείνης κακά. Ἰστέον δὲ καὶ ὅτι Ἐριννύες μὲν "λωβητῆρες ὑστεροφθόροι" παρὰ Σοφοκλεῖ, [αἱ δ' αὐταὶ καὶ μετάδρομοι κακῶν κύνες καθ' ὁμοίαν ἔννοιαν], Λιταὶ δὲ ἀνάπαλιν ἀκέονται ὀπίσω, ἤγουν [778] ὕστερον, πλὴν καὶ αὐταί, εἰ μὴ ἀκουσθῶσιν, ὑστεροφθόροι γίνονται τῇ ὕστερον ἐπελεύσει τῆς Ἄτης, ὡς ῥηθήσεται, εἰς τοὺς μὴ ὑπακούσαντας, [ἵνα ἡ αὐτὴ Ἄτη καὶ φθάνῃ βλάπτουσα προληπτικῶς, καὶ ὕστερον δὲ ὁμοίως ποιῇ διὰ τὸ παροραθῆναι τὰς Λιτάς].
(v. 508 s.) Ἐπὶ δὲ τούτοις παιδεύων εἰς πλέον ὁ ποιητὴς ἐπακούειν Λιτῶν φησιν "ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγ' ὤνησαν, καί τ' ἔκλυον εὐξαμένοιο". Ὁ γὰρ δοὺς λαμβάνει καὶ ὁ ἐλεῶν ἐλεεῖται κατὰ τὸ "δός τι καὶ λάβε τι".
(v. 510-512) "Ὃς δέ", φησίν, "ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δὴ ἄρα ταί γε", ἤγουν αὗται, "Δία τῷ", ἤγουν τῷ τοιούτῳ, "Ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ". Καὶ ὅρα τὸ βλαφθείς, τραχύτερον μὲν ὂν τοῦ βλαβείς, φίλτερον δὲ αὐτοῦ τῇ ποιήσει, ὥσπερ καὶ τὸ στρεφθεὶς τοῦ στραφείς καὶ ὅσα τοιαῦτα σεσημείωται ἀλλαχοῦ. Ὡς ἀπὸ δρομέων δὲ εἴληπται τὸ βλάπτεσθαί τινα, τῆς ἀρτίποδος Ἄτης ἐπιδιωκούσης. Βλάπτονται γάρ ποτε, ὅ ἐστι προσκόπτουσιν, οἱ φεύγοντες, ὅτ' ἂν ἐπικαταλάβωσιν αὐτοὺς οἱ διώκοντες. Ἔστι δὲ κυρίως βλάπτεσθαι τὸ βάλλεσθαι ὥστε ἰάπτεσθαι, ἤγουν τὸ ῥίπτεσθαι ὡς ἐντεῦθεν βλάπτεσθαι.
(v. 508) Τὸ δὲ "ἆσσον ἰούσας" ἀκριβῶς κεῖται. οὐ γὰρ ἁπλῶς ἐπιστρεπτέον τῶν ἀμύνης καὶ ἐπικουρίας χρῃζόντων, ὡς αὐτῶν δὴ τῶν καὶ λισσομένων. τούτων γὰρ ὅτι μάλιστα ἐπιστρέφεσθαι χρὴ καὶ οὐ τῶν πορρωτέρω εἰς τοσοῦτον.
(v. 509) Τὸ δὲ "ἔκλυον εὐξαμένοιο" ἐκφοβητικόν ἐστι, μήποτε καὶ Ἀχιλλεὺς ὁ νῦν μὴ ὑπακούων οὐδ' αὐτὸς εὐχόμενός ποτε ἔχῃ τὸν κλύοντα.
(v. 510) Τοῦ δὲ "ἀνήνηται" διασαφητικὸν εὐθὺς ἐπαχθὲν τὸ "καὶ στερεῶς ἀποείπῃ", ταὐτὸν δ' εἰπεῖν, ἀπηλεγέως ἀποφήσει. Ἀνήνασθαι μὲν γάρ τινα ἱκετευόμενον οὐκ ἂν εἴη πάνυ κακόν, εἴπερ ἀκκιζόμενος ἢ καὶ ἄλλως μαλακῶς ἔχων ἀναίνεται, σκληρότατα δὲ ἀνηκουστεῖν, ἐφ' οἷς οὐκ ἐχρῆν, θεομηνίαν ποιεῖ. Ὅτι δὲ ἀπηλεγέως Ἀχιλλεὺς ἔκρινεν ἀποειπεῖν, προδεδήλωται.
(v. 512) Τὸ δὲ "ἀποτίσῃ" ἢ ἐλλειπτικῶς εἴρηται, ἵνα δηλοῖ τὸ ἀποδώσει ποινὴν τοῦ [779] ἀπανῄνασθαι δηλαδὴ τὰς λιτάς, ἢ ἀντὶ τοῦ τιμωρηθῇ εἴληπται.
(v. 513 s.) Ὅτι γνωματευόμενος ὁ Φοῖνιξ λέγει, ὡς ἡ τιμὴ κάμπτει τοὺς ἀγαθούς, οἳ οὐχ' οὕτω δώροις ὑπάγονται ὡς τιμῇ. Φησὶ γὰρ ἀξιῶν δευτέραν ταύτην ἀξίωσιν "ἀλλ', Ἀχιλλεῦ, πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει φρένας ἐσθλῶν", ἤγουν ἐπικλίνει, ἐπιεικεύεσθαι ποιεῖ, καὶ μὴ ἀτενῶς ἔχειν τοῦ ἤθους, εἴπερ εἶεν ἐσθλοί. οἱ γὰρ μὴ τοιοῦτοι οὐκ ἂν ἐθέλοιεν τιμήν. Ὅρα δὲ τὸ "Διὸς κούραις", οὗ πρὸς ὁμοιότητα σύνθετον οἱ Διόσκουροι. Δοξάζει δὲ ὁ Φοῖνιξ τιμὴν τῷ Ἀχιλλεῖ ἔσεσθαι, εἰ λάβοι τὰ βασιλικὰ δῶρα, ὡς αὐτίκα φανεῖται.
(v. 515-519) Ὅτι Ἀχιλλεὺς μὲν ἀποπροσποιεῖται τὰ δῶρα, Φοῖνιξ δὲ λέγει βιαίως, ὡς "εἰ μὲν μὴ δῶρα φέροι, τὰ δ' ὄπισθ' ὀνομάζοι" ὁ βασιλεύς, "ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεν χατέουσί περ ἔμπης. νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ, τὰ δ' ὄπισθεν ὑπέστη" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι παραφράζων τὸ "φέρει δῶρα" ἐπάγει τὸ πολλὰ διδοῖ.
(v. 515) Τὸ δὲ "ὄπισθεν ὀνομάζοι" εἰς ταὐτὸν ἔθετο τῷ "ὄπισθεν ὑπέστη", ἤγουν εἰς τὸ μέλλον ὑπέσχετο. Τοῦτο δὲ τὸ νόημα ὁ αὐτὸς Φοῖνιξ ἐν τοῖς μετὰ ταῦτα κάλλιον ἐρεῖ, δεικνὺς ὡς μᾶλλον ὁ Ἀχιλλεὺς τιμηθήσεται, εἰ καὶ τὰ δῶρα λάβοι. Ὀνομάζειν δὲ νῦν τὸ ἀριθμεῖν κατ' ὄνομα, τοιοῦτον δέ τι καὶ τὸ ὀνομαίνειν. τὸ μέντοι ἐξονομάζειν ἄλλο τι σημαίνειν δεδήλωται. [Δῆλον δὲ ὅτι δύναται τὸ ὀνομάζοι καὶ Ἀττικῶς νοεῖσθαι ἀντὶ τοῦ ὠνόμαζε. τοιοῦτον δέ τι καὶ τὸ φέροι καὶ τὸ χαλεπαίνοι].
(v. 516) Τὸ δὲ "ζαφελῶς" καινότερον περισπᾶται. Τὰ γὰρ εἰς ως ἐπιρρήματα μεσότητος καὶ γραφὴν καὶ τόνον φυλάττει τῶν γενικῶν, ἐξ ὧν ἂν γένωνται, χωρὶς τοῦ ζαφελῶς, ὅ ἐστι λίαν ηὐξημένως, καὶ τοῦ ἑδρανῶς, ἀντὶ τοῦ στερεῶς. Ὧν τοῦ μὲν ζάφελος τὸ ὄνομα, οἷον "ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι", ὃ μετ' ὀλίγα κεῖται, καὶ πληθυντικὴ γενικὴ ἀκολούθως ζαφέλων, τοῦ δὲ ἕδρανον ἡ [780] καθέδρα, οὗ γενικὴ πληθυντικὴ ἑδράνων παρὰ Σοφοκλεῖ, βαρυτόνως ἀμφότερα, εἰ καὶ τὰ ἐξ αὐτῶν ἐπιρρήματα περισπῶνται. Καί φασιν Ἀπίων καὶ Ἡρόδωρος, ὅτι τὸ ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς ος λήγοντα παρὰ τὸ ζα προπαροξύνονται· ζάθεος, ζάκοτος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ εἰς λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. καὶ οὕτω μὲν αὐτοὶ περὶ τοῦ ζαφελῶς. Τὸ δὲ ἑδρανῶς ἴσως ἂν καὶ αὐτὸ ἔχῃ ὁμοίαν συνηγορίαν, οἷα τονούμενον κατὰ τὸ ἱκανῶς, πιθανῶς καὶ τὰ τοιαῦτα.
(v. 517) Τὸ δὲ "μῆνιν ἀπορρίψαντα" ὡς ἐπὶ φορτίου εἴρηκεν ἐπικειμένου τῷ Ἀχιλλεῖ. καὶ ἔστιν ἡ τοιαύτη λέξις κρείττων τοῦ μῆνιν ἀποειπεῖν.
(v. 518) Τὸ δὲ "χατέουσιν", ὅ ἐστι στερομένοις, χρῄζουσι, ποιητικὴ λέξις, ὅθεν καὶ χᾶτις καὶ χῆτις ἡ στέρησις, ἥν τινες καὶ χῆτος οὐδετέρως φασίν. Ἐρεθιστικὸν δὲ φιλαλήθως εἰς ἄμυναν τὸ εἰπεῖν χρῄζειν Ἀργείους τοῦ Ἀχιλλέως. Δῆλον δὲ ὅτι τὸ χατεῖν καὶ χατίζειν παραγώγως λέγεται.
(v. 520) Ὅτι Ἀχιλλεὺς μὲν τοὺς πρέσβεις ἀνωτέρω φιλτάτους εἶπε, Φοῖνιξ δὲ καὶ τοῦτο μὲν ὁμολογεῖ. Φησὶ δὲ καὶ ἀρίστους αὐτούς, δηλονότι οὐ συγκαταλέγων ἑαυτόν. Τοῦτο δέ φαμεν οὐχ' ὅτι οὐκ ἐπαινέσῃ ἄν τις ἑαυτὸν ἐν καιρῷ. Καὶ γάρ που Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτὸν ἔφη καὶ Ἕκτωρ δὲ ἐν τοῖς φθάσασι δῖον ἑαυτὸν ἐπωνόμασε καὶ ὁ Ζεὺς ἑαυτὸν ὕπατον μητιόεντα. Ἀλλὰ τοῦτό φαμεν, ὡς οὐ καιρὸς νῦν περιαυτολογεῖν τὸν Φοίνικα φανερῶς. λεληθότως μέντοι μεγάλα περὶ ἑαυτοῦ ἔφη, ὡς προείπομεν, ἐν οἷς κἀκεῖνο. εἰ γὰρ αὐτὸς τηλικοῦτον ἔθηκε τὸν Ἀχιλλέα, λέγοι ἂν πολλῷ πρότερον ἑαυτὸν τηλικαύτης ἐπήβολον ἀρετῆς.
(v. 520-523) Ἔχει δὲ τὸ Ὁμηρικὸν οὕτως "ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν", ὁ βασιλεὺς δηλαδή, "ἀρίστους, κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων. τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας", ἤγουν μὴ ποιήσῃς τοὺς καὶ ἀρίστους καὶ φιλτάτους σοι πρέσβεις ἐπονειδίστους, ὡς ἀποδοκιμάσας αὐτούς, μηδὲ δώσεις εἰπεῖν τινα ὡς ἀλυσιτελῶς σκυλθέντες ἐπρέσβευσαν καὶ μάτην μὲν ὥδευσαν, μάτην δὲ ἐλάλησαν, οἷα τῆς αἰσχύνης τοῦ μὴ πεῖσαι εἰς αὐτοὺς ἀνατρεχούσης.
(v. 522) Ὅτι δὲ τὸ ἐλέγχειν ἐπὶ ὕβρεως παρ' [781] Ὁμήρῳ τίθεται, δῆλον. Κακὰ γοῦν ἐλέγχεα ὀνομάζει τοὺς Ἕλληνας καὶ ἐλεγχέας, καὶ "Πολυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει" φησί, καὶ "τὰ δ' ἐλέγχεα πάντα λέλειπται". Ἰστέον δὲ ὅτι οὐ λόγος μόνον, ἀλλὰ καὶ ἀνδρία ἐλέγχεται ἀπρακτήσασα, καὶ ἵππου δέ ποτε ἀρετή, ὡς δηλοῖ τὸ "ἐλεγχείην καταχεύῃ Αἴθη θῆλύς περ ἐοῦσα". Τὸ γὰρ "ἐλεγχείην καταχεύῃ" περιφραστικῶς ἀντὶ τοῦ ἐλέγξῃ ἐρρέθη, ὡς ἐν τοῖς ἑξῆς φανήσεται.
(v. 521) Τὸ δὲ "κρινάμενος", ὃ καὶ ἐνεργητικῶς προφέρεσθαι εἴωθεν, ἐκκρίτους τε ὑπολαλεῖ τοὺς πρέσβεις καὶ διασαφητικόν ἐστι τοῦ ἀρίστους, ὡς τῶν ἀρίστων ἐκκρίτων ὄντων. Ὅρα δὲ καὶ ὡς Νέστορος ἐπιλεξαμένου τοὺς πρέσβεις ὁ Φοῖνιξ τὸν βασιλέα φησὶν αὐτοὺς κρίνασθαι, ψευσάμενος ἐπί τι καιρίως διὰ τὸ συμφέρον, εἰ καὶ ἄλλως τῷ βασιλεῖ προσλογίζεται τὸ ὑπὸ τοῦ Νέστορος ὡς φιλοβασιλέως πραχθέν.
(v. 521) Τὸ δὲ "σοὶ αὐτῷ" οὐκ εἴληπται ἀντὶ συνθέτου ἀντωνυμίας, δηλούσης τὸ σαυτῷ κατ' ἔθος Ὁμηρικόν, ἀλλ' ἐξοχικῶς εἴρηται, ὁποῖον καὶ τὸ "αὐτῷ τοι", ἤγουν αὐτῷ σοι, "μετόπισθεν ἄχος ἔσεται", καὶ ἐν τοῖς ἑξῆς δὲ τὸ "αὐτὴν γάρ νιν τρόμος αἰνὸς ἱκάνει".
(v. 523) Ὅτι κατὰ σχῆμα ἀντιπαραστάσεως ὑπούλως λαλῶν ὁ διδάσκαλος Φοῖνιξ οὐχ' ἁπλῶς αἰτιᾶται, εἴπερ ἐχολώθη ὁ μαθητής, ἀλλ' εἰ καὶ μετὰ πρεσβείαν καὶ δῶρα χολοῦται. Φησὶ γοῦν "πρὶν δ' οὔτι νεμεσσητὸν κεχολῶσθαι".
(v. 524-526) Εἶτα καὶ ἀπὸ παραδείγματος πεῖσαι θέλων κατὰ μέθοδον ὁποίαις καὶ ὁ Νέστωρ ἐξ ἱστοριῶν εἴωθεν χρᾶσθαι, λέγει ὡς καὶ οἱ παλαιοὶ τῶν ἡρώων δώροις τε καὶ λόγοις ἐπείθοντο. "Οὕτω γάρ", φησί, "καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος", ὡς προεγράφη, "χόλος ἵκοι. δωρητοί τ' ἐπέλοντο παραρρητοί τ' ἐπέεσσι", τουτέστι δώροις τε ὑπήγοντο καὶ λόγοις ἐμειλίσσοντο παραμυθούμενοι. Παραρρητοί γάρ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, οἱ παρηγορητοί. καὶ εὐθὺς ἐπιφέρει τὴν ἱστορίαν.
(v. 526) Καὶ ὅρα ὅτι τε ἐν τῷ "παραρρητοὶ ἐπέεσσι" περιττῶς κεῖνται τὰ ἔπη ὡς συνεξακουόμενα τῷ παραρρητοί, καὶ ὅτι ἐὰν οὐ περιττεύει τὸ ἐπέεσσιν [ἐν τῷ παραρρητοί, ἐλλιπῶς ἄρα ἔχει τὸ δωρητοί, ὡς δέον προσκεῖσθαι [782] καὶ ἐκεῖ τὸ δώροις], ἵνα ἦν δωρητοὶ δώροις. καὶ ὅτι ἄρχεσθαι μέλλων ὑπτιώτερον διηγήματος παλαιοῦ ἤγειρε τὸν λόγον σώφρονι κάλλει διὰ ὁμοιοτελεύτων, ἤγουν παρίσων, τοῦ "δωρητοί" καὶ "παραρρητοί", καὶ ὡς χρήσιμον πάνυ ῥήτορσιν αἱ ἱστορίαι, εἰς ὃ καὶ ὁ Νέστωρ, ὡς ἐρρέθη, εὐδοκιμεῖ ἀπομνημονεύμασι παραρτύων τὴν ποίησιν. Διὸ καὶ Ἀχιλλεὺς ἐφιλοτιμεῖτο ἀείδειν κλέα ἀνδρῶν, ὡς προγέγραπται.
(v. 527 s.) Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, ἡ τοῦ ἀπομνημονεύματος λέξις ἐξ Ὁμήρου παρῆκται. Φησὶ γὰρ ὁ Φοῖνιξ "μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔ τι νέον γε, ὡς ἦν", οἷα μὴ ἐπιλαθόμενος. οὐ γὰρ ἂν εἶχε μνήμην ἀκραιφνῆ. Καὶ εὐθὺς ὑποβάλλει ἀπομνημόνευμα, τὸ κατὰ Μελέαγρον δηλαδὴ ἐπεισόδιον. Τοῦτο δὲ τὸ σχῆμα ὑποδιήγησιν καλοῦσιν οἱ παλαιοί, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι αἰτιατικῇ συνέταξε τὸ μέμνημαι, καὶ ὡς ἀκριβῶς εἰς τὸ μέμνημαι προσέθετο τὸ "πάλαι, οὔ τι νέον γε". Μνήμη τε γὰρ οὐ τῶν ἄρτι ἀλλὰ τῶν παροιχομένων ἐστί. καὶ τὸ ἀπομνημόνευμα δὲ τῶν τοιούτων ἐστί. Δοκεῖ δὲ διὰ σαφήνειαν, οὐ μὴν ἀναγκαίως, προσκεῖσθαι τὸ "οὔ τι νέον γε". Δῆλον γὰρ ὡς τὸ πάλαι μνημονευόμενον οὐκ ἂν εἴη νέον. [Καὶ ἄλλως δὲ τὸ "οὔ τι νέον γε" διασαφητικόν ἐστι τοῦ πάλαι, ἵνα μὴ ἁπλῶς νοῆται κατὰ τὴν ὕστερον Ἀττικὴν συνήθειαν. Ἴσμεν γὰρ ὅτι ἡ Ἀτθὶς πάλαι οἶδε λέγειν οὐ μόνον τὸ ἀφ' ἱκανοῦ χρόνου ἀλλὰ καὶ τὸ πρὸ ὥρας ἢ καὶ στιγμῆς. τὸ γοῦν "οὔ τι νέον γε" ἀναγκάζει νοεῖν τὸ πάλαι ἀντὶ τοῦ πρὸ πολλοῦ]. Τὸ δὲ "μέμνημαι τόδε ἔργον" ἕως τοῦ "ὡς ἦν", εἶτα "ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι" πᾶς τις ἂν προοιμιάσηται διηγούμενός τι παρὰ φίλοις ἀκροαταῖς. [Σημειωτέον δὲ ἐνταῦθα καὶ [783] ὅτι κατὰ τοὺς παλαιοὺς τὸ μέμνημαι οὐ μόνον τὸ σύνηθες καὶ κοινὸν δηλοῖ κατὰ τὴν εἰρημένην σημασίαν, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπιμελεῖσθαι λαμβάνεται, ὡς ἐν τῷ "μεμνέῳτο δρόμου", ὃ δὴ κεῖταί που ἐν τοῖς ἑξῆς, καὶ ἐν τῷ "μεμνῆσθαι πατρὸς καὶ μητρός", ἤγουν ἐπιμέλειαν ἔχειν, ὅπερ ὁ Ὀδυσσεὺς τῇ Πηνελόπῃ παρήγγειλεν, ὅτε εἰς Τροίαν ἀπέπλεεν. Ἔτι δὲ καὶ ἐν τῷ "μισῶ μνάμονα συμπόταν". Οὐ δεῖ γάρ, φασί, δέχεσθαι, τουτέστι νοεῖν, μνάμονα, ὡς ἔνιοι, τὸν μεμνημένον χθιζῶν ἁμαρτημάτων συμποσιαίων, ἀλλὰ τὸν ἄγαν ἐπιμελητὴν τοῦ συμποσίου. Μισοῦμεν γὰρ τὸν ἐν τοιούτοις ἐπιμελούμενον καὶ ἐπιτάσσοντα.] Ὅτι ὁ Φοῖνιξ περὶ τῶν πρόσθεν ἡρώων εἰπών, ὡς δωρητοὶ καὶ παραρρητοὶ ἦσαν, καὶ παραθεὶς εὐθὺς τὴν κατὰ τὸν Μελέαγρον ἱστορίαν εἰς λόγου πίστιν, ἀκούσοι ἂν πρός τινων οὐ φαύλων εἰς νοῦν ὡς οὐκ εὐοδοῦται αὐτῷ ἐντεῦθεν ὁ λόγος. Ὁ γὰρ Μελέαγρος οὗτος καὶ δῶρα λαμβάνων καὶ πολλὰ λιτανευόμενος οὐκ ἐπείθετο, ἀλλὰ μᾶλλον ἀναίνετο, θλίβων οὕτω τὰς τοῦ Διὸς Λιτάς. ὥστε οὐ δεικνύει ὁ Φοῖνιξ, ὃ προέθετο. Λύεται δὲ τὸ ἄπορον ἐκ τοῦ ἐναντίου τῷ ἐπιχειρήματι, λέγοντος οἷον τοῦ Φοίνικος, ὡς οἱ μὲν ἄλλοι πάντες δωρητοὶ ἐγένοντο, καθὰ εἶπον, καὶ παραρρητοί, ὁ μέντοι Μελέαγρος μὴ τοιοῦτος ἀποβὰς κακόν τι ἔπαθεν, ὡς δειχθήσεται.
(v. 533-599) Ἔστι δὲ ἡ κατὰ τὸν Μελέαγρον ἱστορία τοιαύτη τις κατὰ τὸν ποιητήν. Οἰνεὺς ἀπαρχὰς θύων κατὰ Εὐριπίδην, ὅπερ ὁ ποιητὴς θαλύσια ἐν γουνῷ ἀλωῆς ῥέζειν φησί, τοῖς μὲν ἄλλοις θεοῖς ἔρεξεν, οἳ καὶ ἐδαίνυντο ἑκατόμβας, μόνῃ δ' οὐκ ἔρεξεν Ἀρτέμιδι. "ἢ λάθετο", φησίν, "ἢ οὐκ ἐνόησεν. ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη ὦρσε χλούνην σῦν, ὃς κακὰ πολλά" ἐποίει τά τε τοῦ Οἰνέως καὶ τὴν λοιπὴν δέ, ὡς εἰκός, βλάπτων Αἰτωλίαν. τὸν δὲ ὁ τοῦ Οἰνέως ἀπέκτεινε Μελέαγρος, "πολλῶν ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας". Ἐν οἷς ἀνδράσιν οὐ μόνον ἦσαν οἱ ὑπὸ τῷ σκήπτρῳ τοῦ Οἰνέως, ἀλλὰ καὶ Κουρῆτες οἱ πλησιόχωροι. "οὐ μὲν γάρ", φησίν, "ἐδάμη παύροισι βροτοῖσιν", ἀλλὰ δηλονότι πολλοῖς. "τόσσος ἔην. πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς". Καὶ ὁ μὲν σῦς οὕτως ἔκειτο. ἡ δὲ Ἄρτεμις ἀμφ' αὐτῷ ἔθηκε πολὺν κέλαδον, "ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἀρηΐφιλος πολέμιζε, τόφρα δέ", ἤγουν ἕως δὴ τότε, "Κουρήτεσσι", τουτέστι τῷ τῶν Κουρήτων στρατῷ, "κακῶς ἦν", οὗ ἐφερμηνευτικὸν τὸ "οὐδὲ δύναντο τείχεος ἔκτοσθε μίμνειν πολέες περ [784] ἐόντες. ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὅ", ἤγουν ὁ μέν, "μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ χόλον θυμαλγέα πέσσων ἐξ ἀρέων", ἤτοι ἕνεκεν ἀρῶν, "μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι", κατὰ Μελεάγρου θεῷ, "πόλλ' ἀχέουσα ἠρᾶτο κασιγνήτοιο φόνοιο". Οἱ δὲ Κουρῆτες ἐν τοσούτῳ νικῶντες ἐπέθεντο ταῖς πύλαις τῆς Καλυδῶνος, περὶ ἣν τὰ τῶν Οἰνειδῶν βασίλεια, καὶ ταῦτα πρῴην ἡττώμενοι καὶ μὴ δυνάμενοι τῆς κατ' αὐτοὺς πόλεως ἐκτὸς μίμνειν, ὡς εἴρηται, ὅτε Μελέαγρος ἐπολέμει. Πολλὰ δὲ πολλῶν λιτανευσάντων ὁ ἥρως οὐκ ἐπείθετο, "πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο. τοὶ δ' ἐπὶ πύργῳ" ἢ "ἐπὶ πύργον βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ", ὃ δὴ πρήθειν τοῦ πέρθειν ἐστὶ πρωτότυπον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καὶ τότε δὴ πεισθεὶς τῇ καλῇ Κλεοπάτρᾳ "χροῒ ἔντε' ἐδύσετο παμφανόωντα" καὶ Αἰτωλοῖς "ἀπήμυνε κακὸν ἦμαρ εἴξας ᾧ θυμῷ. τῷ δ' οὐκέτι δῶρα τέλεσσαν οἱ Αἰτωλοὶ πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὕτως". ὅ ἐστι καὶ οὕτω μάτην ἐβοήθησεν ἀπαμύνας τὸν πόλεμον. καὶ οὕτω μέν, ἐπιτόμως εἰπεῖν, τὸ κατὰ Μελέαγρον ἔχει ἀπομνημόνευμα. Ὁ δὲ ποιητὴς οὐδ' ἐνταῦθα τὴν τῆς ἱστορίας ἀρχὴν προκαταρχὴν ποιεῖται τῆς διηγήσεως, ἤγουν τὴν ῥηθεῖσαν θείαν μῆνιν, μεθ' ἣν συὸς ἐπέλευσις καὶ ἀναίρεσις αὐτοῦ, ἐφ' αἷς μάχη Κουρήτων καὶ Αἰτωλῶν, ἀλλὰ ἐκ τῶν δευτέρων, ἤγουν ἐκ τοῦ τῶν Κουρήτων καὶ Αἰτωλῶν πολέμου ἀρξάμενος, οὗ χάριν καὶ ἐδεήθη τῆς ἱστορίας, εἶτα ὑποβάλλει τὰ πρῶτα, τουτέστι τὴν αἰτίαν τοῦ πολέμου, ἥτις ἐστὶ τὰ κατὰ Οἰνέα καὶ Ἄρτεμιν, καὶ μετ' αὐτὰ πάλιν ἐλθὼν ἐξ ἀνάγκης εἰς τὴν μάχην τῶν Κουρήτων καὶ τῶν Αἰτωλῶν προάγει τὸ ἐντεῦθεν μέχρι τέλους τὴν ἱστορίαν κατὰ ἁρμονίαν εὐσύντακτον. Ὁ δὲ Ὁμηρικὸς Φοῖνιξ καὶ ἐμπλατύνεται τῇ διηγήσει καὶ ἐνδιασκεύως αὐτὴν προάγει καὶ πολυειδῶς. Νὺξ γάρ ἐστι καὶ ἀργία καὶ οὐδέν τι ἐκώλυε τὴν τοῦ λόγου διασκευήν. Ὅθεν καὶ τὴν Ἄρτεμιν σεμνολογεῖ χρυσόθρονον ὀνομάζων καὶ Διὸς κούρην μεγάλοιο καὶ δῖον γένος, ἤγουν ἐξ αὐτοῦ Διός, καὶ ἰοχέαιραν δέ, ὡς ἰοὺς χέουσαν κατά [785] τινα ὄμβρον ἢ νιφετόν. [Ὅθεν ἡ ἀπεριλάλητος γλῶσσα λαβοῦσα βούλεται λέγειν ὑποκοριστικῶς ὀϊστοβρόχιον τὴν τοιαύτην χύσιν τῶν ὀϊστῶν].
(v. 539-542) Καὶ τὸν σῦν δὲ ἐκφράζει οἷος ἦν καὶ οἷα ἐποίει λέγων "ὦρσε δ' ἐπὶ χλούνην σῦν ἄγριον, ἀργιόδοντα, ὃς κακὰ πόλλ' ἔρδεσκεν ἔθων Οἰνῆος ἀλωήν. πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλεν", ἤγουν ἔρριψε, "δένδρεα μακρὰ αὐτῇσι ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων" καὶ τὰ ἑξῆς.
(v. 566-572) Διαγράφει δὲ καὶ τὴν πάνυ πολλὴν μητρικὴν ἐπὶ τῷ Μελεάγρῳ λύπην καὶ ἦθος γυναικεῖον διαζωγραφεῖ, λέγων ὡς ἡ ῥηθεῖσα μήτηρ αὐτοῦ πολλὰ ἠρᾶτο ἀχέουσα ἕνεκεν τοῦ κατ' ἀδελφοὺς φόνου. "πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλῄσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν", ὡς καὶ ὁ Ἀμύντωρ ποτὲ κατὰ Φοίνικος, "πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι παιδὶ δόμεν θάνατον. τῆς δὲ ἠεροφοῖτις Ἐριννὺς ἔκλυεν ἐξ Ἐρέβευς ἀμείλιχον ἦτορ ἔχουσα", [οὗ ἕνεκα καὶ αἱματωποὺς καὶ δρακοντώδεις κόρας τὰς Ἐριννύας ἡ Τραγῳδία φησίν].
(v. 573-587) Ἐφ' οἷς φράσας πυργομαχίαν γοργῶς ἐν τῷ "τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει πύργων βαλλομένων", διηγεῖται καὶ τὰς πρὸς τὸν Μελέαγρον λιτὰς ἐνδιασκεύως εἰπὼν "τὸν δ' ἐλίσσοντο γέροντες Αἰτωλῶν", ὡς νῦν δηλαδὴ τὸν Ἀχιλλέα οἱ ἀριστεῖς, "πέμπον δὲ θεῶν ἱερῆας ἀριστοὺς ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον", τὸ μετ' ὀλίγα εἰρησόμενον. "πολλὰ δέ μιν ἐλιτάνευεν γέρων ἱππηλάτα Οἰνεὺς οὐδοῦ ἐπεμβεβαώς", ἢ "ὑπερβεβαώς, ὑψηρεφέος θαλάμοιο σείων κολλητὰς σανίδας", τὰς ἀλλαχοῦ κληϊστάς, "γουνούμενος υἱόν. πολλὰ δὲ τόν γε κασίγνητοι καὶ πότνια μήτηρ ἐλίσσοντο". Μετέβαλε γὰρ καὶ ἡ μήτηρ, εἰ καὶ πρὶν θάνατον ἐκείνῳ ἐπηύχετο. ταπεινοποιὸν γὰρ ἡ ἀνάγκη. "ὃ δέ", φησί, "μᾶλλον ἀναίνετο. πολλὰ δ' ἑταῖροι, οἳ αὐτῷ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων, ἀλλ' οὐδ' ὣς τοῦ", ἤγουν τούτου, "θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον".
(v. 576-580) Ἀφηγεῖται δ' ἐν τούτοις καὶ τό, ὡς ἔφη, μέγα δῶρον τῶν Αἰτωλῶν, τὴν μετὰ βραχὺ ῥηθησομένην γῆν. Εἶτα διηγεῖται καὶ ὅπως ἡ Κλεοπάτρα ὀδυρομένη ἐλίσσετο τὸν Μελέαγρον, ὡς καὶ αὐτὸ ἐν τοῖς ἐφεξῆς εἰρήσεται. καὶ οὐ ταῦτα μόνον ὁ Φοῖνιξ, ἀλλὰ καὶ ἕτερα παρεισάγει κατά τινα περιττότητα, ἐπεισοδίοις παρενείρων ἐπεισόδια. [786]
(v. 556-564) Καὶ οὕτω μεστὸν ὡς οὐδαμοῦ τὸν λόγον τῆς παρενθέτου ἱστορίας Ὅμηρος ποιεῖ, τήν τε Κλεοπάτραν ἱστορῶν οἵα ἦν καὶ ἐξ οἵων ἦν καὶ ὡς διώνυμος ἦν καὶ ὡς καλή, διὸ καὶ ἡρπάγη παρὰ τοῦ Ἀπόλλωνος. Παραλαλῶν δὲ καὶ τὸν περὶ Ἀλκυόνος μῦθον, καὶ ὅλως πολλαῖς ἰδέαις τὸν τόπον τοῦτον καταποικίλλων, σεμνότητι μὲν ἐπ' ὀλίγον χρώμενος ἔνθα περὶ τοῦ χόλου γνωμολογεῖ ὡς κυμαίνοντος καὶ τὸ ἐν φρονίμοις γαλήνιον, παρεμπλέκων δὲ καὶ φοβερὰ χωρία ἐν τοῖς περὶ συὸς καὶ Ἀρτέμιδος καὶ Ἐριννύων, ἔτι δὲ καὶ γλυκαίνων τὸν λόγον ἐν τοῖς περὶ κυνηγεσίων, καὶ οὕτω μιγνὺς φόβῳ τὴν ἱλαρότητα καὶ καλλωπίζων δὲ παρίσοις, ναὶ μὴν καὶ περιβάλλων ἱστοριῶν τε μεστότητι καί, ὡς προείρηται, ὑπαλλαγῇ τῆς φυσικῆς τῶν πραγμάτων τάξεως, πλεονάζων δὲ μάλιστα τῇ σαφηνείᾳ διὰ τὴν φύσιν τῆς ἀφηγήσεως. καὶ ταῦτα μὲν οὕτω. Τὴν δὲ ἐνταῦθα τῆς ἱστορίας μέθοδον ὑποδιήγησιν καλοῦσιν οἱ παλαιοί, ὡς καὶ προερρέθη. Ἔστι δὲ ὑποδιήγησις, ὅτε διηγεῖταί τις ὅμοιόν τι τοῖς προκειμένοις πράγμασιν, ὡς καὶ ἐνταῦθα τὸ τοῦ Μελεάγρου ἐπεισόδιον πολλὴν ἔχει πρὸς τὰ τοῦ Ἀχιλλέως ὁμοιότητα. Ἑκάτεροι γὰρ εὐγενεῖς καὶ ἀνδρεῖοι μηνίουσιν, Ἀχιλλεύς τε διὰ τὴν μητέρα εἰποῦσαν "ἀλλὰ σὺ μὲν μήνιε ναυσὶ παρήμενος", ἔτι δὲ καὶ διὰ τὴν Βρισηΐδα, καὶ Μελέαγρος δὲ διὰ μητέρα ἑτέρως λυπουμένην καὶ διὰ Ἀταλάντην τὴν ἐρωμένην, εἰ καὶ Ὅμηρος αὐτὸ σιωπᾷ. Ἔτι ὑπερέχει ἀρετῇ Μελέαγρος Καλυδωνίων, ὡς Ἀχιλλεὺς Ἀχαιῶν, καὶ οὔτε Κουρῆτες ἔκτοσθε μένειν τείχεος δύνανται μαχομένου Μελεάγρου καὶ Τρῶες δὲ δι' Ἀχιλλέα οὐ θέλουσι μάχην ὀρνύειν ἀπὸ τείχεος, καὶ ἡττῶνται ἐκεῖ μὲν Καλυδώνιοι δίχα Μελεάγρου καὶ βάλλονται αὐτοῖς οἱ πύργοι, ἐνταῦθα δὲ Ἕλληνες Ἀχιλλέως ἀπομηνίσαντος καὶ πολεμεῖται τὸ τεῖχος αὐτοῖς. ἱκετεύονταί τε ἄμφω ὑπὸ τῶν οἰκειοτάτων καὶ ἀποστρέφονται τὰς λιτάς. Οὕτω τῆς ἰσότητος διὰ πάντων ἡκούσης τῷ Μελεάγρῳ καὶ τῷ Ἀχιλλεῖ ἐπεύχεται ὁ Φοῖνιξ μὴ καὶ τὸ τέλος ἐξισωθῆναι αὐτοῖς ὡς δίχα δώρων τὸν Ἀχιλλέα [787] καὶ τιμῆς εἰς πόλεμον ἐξελθεῖν οἰκείῳ θυμῷ εἴξαντα, ἤγουν αὐτοθελῶς πολεμήσαντα, ὅπερ ὁ Μελέαγρος ἔπαθεν. οὗ τὸ κακόν, ὡς εἴρηται, καὶ αὕτως ἀμύναντος οὐκ ἐτέλεσαν δῶρα οἱ Αἰτωλοί, τουτέστιν οἱ Καλυδώνιοι.
(v. 600-603) Φησὶ γὰρ ἀξιῶν καὶ ἐνταῦθα τρίτην ταύτην ἀξίωσιν "ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μηδέ σε δαίμων ἐνταῦθα τρέψειε φίλος. κάκιον δέ κεν εἴη νηυσὶ καιομένῃσιν ἀμύνειν", ὡς ἐκεῖ Μελέαγρος ἁλισκομένοις τοῖς πολίταις ἐπήμυνεν, "ἀλλ' ἐπὶ δώροις ἔρχευ, ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί". Ἄλλως μέντοι ἀμύνας, οἷον ὅτε πελάσει ταῖς σαῖς ναυσὶν ὁ Ἕκτωρ, ἀδώρητά τε βοηθήσεις καὶ οὐδὲ τιμὴν ἕξεις. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι Ὀδυσσέως εἰπόντος τῷ Ἀχιλλεῖ, ὡς εἰ τὸν βασιλέα καὶ τὰ ἐκείνου δῶρα μισεῖς, ἀλλὰ σὺ τοὺς ἄλλους Ἀχαιοὺς ἐλέησον, οἵ σε θεὸν ὣς τιμήσουσιν, ὁ Φοῖνιξ πάνυ βιαίως καὶ γενναιότερον ἐξ ἐναντίου τὸ νόημα τοῦτο μεταχειρίζεται. Οὔτε γὰρ τῶν δώρων ἀποσχέσθαι θέλει τὸν Ἀχιλλέα καὶ τιμὴν ἴσην κατεπαγγέλλεται.
(v. 604 s.) Εἶτα καὶ ἐπὶ πλέον κρατύνων τὸ νόημα καὶ τῷ Ὀδυσσεῖ ἀντιβαίνων συμβουλεύσαντι δώρων ἀλλάξασθαι τὴν τιμήν φησιν "εἰ δέ κεν ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς, οὐκέθ' ὁμῶς τιμῇς ἔσεαι", ὡς ἐρρέθη, "πόλεμόν περ ἀλαλκών", διά τε τὸ τῆς γνώμης αὐθέκαστον καὶ διὰ τὸ δοκεῖν περιφρονεῖν τὰ τῶν Ἀχαιῶν καὶ μὴ πάντῃ ξυμβαίνειν αὐτοῖς. καὶ τοιαῦτα μὲν ὁλοσχερῶς τὰ τῆς, ὡς εἴρηται, ὑποδιηγήσεως. Τὰ δὲ κατὰ μέρος αὐτῆς αὐτίκα λελέξεται.
(v. 528 s.) Καὶ πρῶτον, ὅτι προοιμιακῶς οἷον εἰπὼν τὸ "ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι", εἶτα ὑποβάλλει τὴν ἱστορίαν οὕτως·
(v. 529-532) "Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ" καὶ ἑξῆς.
(v. 529) Ἰστέον δὲ ὅτι Κουρῆτες οἱ τὴν Πλευρῶνα οἰκοῦντες ‑ Δῆλον δ' ὅτι πόλις Αἰτωλικὴ καὶ ἡ Πλευρών. ‑ Εὐβοέων ἦσαν ἄποικοι, προφερόμενοι τῷ τόνῳ καὶ τῇ κλίσει ὡς τὸ ἀβλής ἀβλῆτος. οὕτω γὰρ καὶ Κουρής Κουρῆτος. Καὶ οὐκ ἐχρῆν μέν, φασίν, οὕτω, διότι τὰ εἰς ης ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν οὐ φιλοῦσιν ὀξύνεσθαι. ὠξυτονήθη μέντοι πρὸς διαστολὴν βαρυτόνου ὀνόματος τοῦ "κούρητες Ἀχαιῶν", ἀντὶ τοῦ νέοι, ὅπερ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητής. Ἐκεῖνο δὲ αὖ πάλιν οὕτως ἐκλίθη, ὡς τρόπον [788] τινὰ ἰαμβικόν, ἀπὸ τοῦ κόρης κόρητος. Ἐκλήθησαν δὲ οἱ Αἰτωλοὶ οὗτοι Κουρῆτες ἢ διὰ τὸ Κούριον ὄρος ὑπερκείμενον Πλευρῶνος ἢ παρὰ τὴν κουράν. Ἐπεὶ γὰρ κατὰ τὸν Γεωγράφον οἱ πολέμιοι τῆς κόμης αὐτῶν δραττόμενοι τῆς ἔμπροσθεν κατέσπων αὐτούς, ὄπισθεν τοῦ λοιποῦ ἐκόμων κειρόμενοι τὰ ἔμπροσθεν. διὸ καὶ Κουρῆτες ἐλέγοντο. Ἐν Χαλκίδι δέ, φασί, συνῴκησαν, ἤγουν Εὐβοεῖς ἦσαν ‑ Ἐκεῖ γὰρ ἡ τοιαύτη Χαλκίς. ‑ συνεχῶς περὶ τοῦ ἐν Εὐβοίᾳ Λιλαντίου πεδίου πολεμοῦντες. κατασχόντες δέ γε ὕστερον τὰ πέραν Ἀχελῴου ἐν Αἰτωλίᾳ περὶ Πλευρῶνα καὶ μείναντες ἄκουροι ἐκλήθησαν Ἀκαρνᾶνες. Κατὰ δέ τινας ἀπό τινων ὁμωνύμων ἡρώων εἰσὶν ἄμφω τὰ ὀνόματα. Ἕτεροι δέ φασιν ὡς ἀπὸ μὲν τοῦ ῥηθέντος Κουρίου ὄρους Κουρῆτες οἱ Πλευρώνιοι, Ἀκαρνᾶνες δὲ ἀπὸ Ἀκαρνᾶνος, υἱοῦ Ἀλκμαίωνος. Οἱ δέ φασι Κουρῆτας μὲν καὶ Κορύβαντας καὶ Καβείρους καὶ Ἰδαίους Δακτύλους καὶ Τελχῖνας μικρὰν ἔχειν διαστολὴν πρὸς ἀλλήλους, ἐνθουσιαστικοὺς ὄντας καὶ βακχικοὺς καὶ ἐνοπλίῳ κινήσει μετὰ ψόφου κυμβάλων καὶ τυμπάνων καὶ ὅπλων καὶ αὐλῶν ἐκπλήττειν. Τοὺς δὲ περὶ Αἰτωλίαν Κουρῆτας οὕτω κληθῆναι καὶ ὡς θηλυστολοῦντας, καθάπερ αἱ κόραι. Τὸ δὲ τῶν τοιούτων Κουρήτων ἐν ὅπλοις ὀρχηστικὸν ἀφορμήν, φασί, δέδωκε τῷ ποιητῇ Κούρητας εἰπεῖν τοὺς νέους στρατιώτας ἐν τῷ "κούρητες ἀριστῆες Παναχαιῶν", καὶ "δῶρα φέρον κούρητες Ἀχαιῶν". Πύρριχος δὲ τῆς τοιαύτης ἀσκήσεως εὑρετής. Εἰ δὲ ἀλλαχοῦ φησιν ὁ Γεωγράφος ὅτι ἐνόπλιον ὄρχησιν Κουρὴς κατέδειξε πρῶτος, ὕστερον δὲ καὶ συνέταξεν, ἣν ἐκάλεσε πυρρίχην, ἔοικε τοῦ τοιούτου ἀνδρὸς κύριον μὲν εἶναι τὸ Πύρριχος, ἐθνικὸν δὲ τὸ Κουρής. Φησὶ γοῦν ἑτέρωθι ὅτι τὴν ἐνόπλιον ὄρχησιν, ἥτις ὑπὸ Κουρήτων κατεδείχθη, Πύρριχος συντάξας πυρρίχην ἀφ' ἑαυτοῦ ἐκάλεσεν. Ὅτι δὲ οἱ Κρητικοὶ Κουρῆτες καὶ ὡς Διὸς κουροτρόφοι καὶ ὡς κόροι ἔσχον τὴν κλῆσιν, δηλοῖ ἡ ἱστορία εἰποῦσα· Κούρητες ἐν Κρήτῃ πρόπολοι Διός, νέοι τινὲς ἐνόπλιον κίνησιν μετ' ὀρχήσεως ἀποδιδόντες, κόροι τινες ὄντες, ἢ ὡς κουροτροφοῦντες τὸν Δία. Ἐκεῖ εὑρέθη αὐλὸς καὶ τύμπανον, ὃ βυρσότονον κύκλωμα Εὐριπίδης καλεῖ. Λέγει δὲ ὁ Γεωγράφος καὶ ὅτι Τελχῖνες ἐννέα ἐν Ῥόδῳ τῇ Ῥέᾳ συνακολουθήσαντες εἰς Κρήτην καὶ Δία [789] κουροτροφήσαντες Κουρῆτες ὠνομάσθησαν. [Πολὺς δὲ ὁ περὶ Τελχίνων λόγος καὶ παρὰ πολλοῖς. Εἰσὶ γὰρ οἳ καὶ Κρῆτας αὐτούς φασι καὶ Θελγῖνας ὀνομάζουσι παρὰ τὸ θέλγειν καὶ γόητας εἶναί φασι καὶ φαρμακεῖς, καὶ δύο γένη αὐτῶν εἶναι, τὸ μὲν βάναυσον καὶ χειρωνακτικόν, τὸ δὲ λυμαντήριον τῶν καλῶν, ἤγουν τῶν εὐμόρφων. Καὶ οἱ μὲν θαλάσσης παῖδας αὐτοὺς εἶναι, οἱ δὲ ἐκ τῶν τοῦ Ἀκταίωνος κυνῶν μεταμορφωθῆναι εἰς ἀνθρώπους. τοῦτο δὲ διὰ τὸ ἀγρίως ἔχειν ὡς καὶ μυθεύεσθαι σκηπτοὺς ἀφιέναι καὶ ποτήριον δοκεῖν ἔχειν ἐν ᾧ ῥίζας κυκῶντες ἐφάρμασσον γοητευτικῶς. Ἀνατίθεται δὲ αὐτοῖς καὶ ἡ κατασκευὴ τῆς κατὰ τὸν Κρόνον ἅρπης, ᾗ τὸν πατέρα Οὐρανὸν εὐνούχισε. καὶ ἀγαλματοποιΐαν δὲ εὑρεῖν ἐδόκουν καὶ μέταλλα καὶ ἀμφίβιοι εἶναι καὶ ἔξαλλοι ταῖς μορφαῖς, ὡς ἐμφερεῖς τὰ μὲν δαίμοσι, τὰ δὲ ἀνθρώποις, τὰ δὲ ἰχθύσι, τὰ δὲ ὄφεσι. Μῦθος δὲ καὶ ἄχειρας αὐτῶν ἐνίους εἶναι καὶ ἄποδας καὶ ἀνὰ μέσον τῶν δακτύλων δέρματα ἔχειν κατὰ χῆνας. Ἦσαν δέ, φασί, καὶ γλαυκωποὶ καὶ μελανόφρυες. Οἱ δὲ εἰπόντες τρεῖς αὐτοὺς εἶναι ὀνόματα κομίζουσιν αὐτοῖς Χρυσὸν καὶ Ἄργυρον καὶ Χαλκὸν ὁμωνύμως ὕλῃ ἣν ἕκαστος εὗρε. κατομβρηθέντες δέ, φασίν, ὑπὸ Διὸς ἢ τοξευθέντες ὑπὸ Ἀπόλλωνος ὤλοντο. Ἱστορεῖται δὲ καὶ ἡ Ῥόδος ἀπ' αὐτῶν Τελχινία καλεῖσθαι. Ἡ δὲ παροιμία τοὺς φθονεροὺς καὶ ψογεροὺς Τελχῖνας ὡς ἐκ τῶν εἰρημένων καλεῖ. Στησίχορος δέ, φασί, τὰς κῆρας καὶ τὰς σκοτώσεις Τελχῖνας προσηγόρευσε]. Καὶ ταῦτα μὲν οὐ μόνον περὶ Τελχίνων, ἀλλὰ καὶ Κουρήτων Κρητικῶν τε καὶ Αἰτωλικῶν. Ἐν οἷς ἰστέον καὶ ὡς οὐ μόνον Κουρητικῆς, ἀλλὰ πολλῶν ὀρχήσεων οὐσῶν, ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται, καὶ Λακωνική τις ἦν εὐγενὴς ὄρχησις διποδία λεγομένη. καὶ ὅτι, ὥσπερ ἐν τοῖς δρομεῦσιν, οὕτω καὶ ἐν τῇ [790] ὀρχήστρᾳ γραμμαί τινες ἐγίνοντο, ἵν' ὁ χορὸς ἵστηται κατὰ στίχον. καὶ οὕτω μὲν ταῦτα.
(v. 529) Αἰτωλοὺς δὲ τοὺς Καλυδωνίους Ὅμηρος λέγει τῷ ἐθνικῷ ὀνόματι ἐπὶ πολιτῶν χρησάμενος, καὶ τὸ μέρος ἐκ τοῦ ὅλου ὀνομάσας. ἄλλως γὰρ Αἰτωλοὶ καὶ οἱ Κουρῆτες, ὡς εἴρηται. Πλευρώνιοι γάρ. Ἰστέον δὲ ὡς ὁ ἐξ Αἰτωλίας οὐ μόνον Αἰτωλὸς ἀλλὰ καὶ Αἰτώλιος λέγεται, ὡς ἀλλαχοῦ φαίνεται. Μενεχάρμαι δὲ οὐ Κουρῆτες μόνοι, οὐδὲ μὴν μόνοι Αἰτωλοί, ἀλλ' ἀμφοῖν κοινὸν τὸ ἐπίθετον. Ἰστέον δὲ ὡς προϋποκειμένων χάρμης καὶ πτολέμου καὶ δηΐδος γίνεται ἀπ' αὐτῶν ὁ μενεχάρμης, ὁ μενεπτόλεμος, ὁ μενεδήϊος, οἱ αὐτοὶ ὄντες τῷ σταδαίῳ μαχητῇ, ᾧ ἐναντίος ὁ φύξηλις, ὃν καὶ τρεσᾶν εἴποι ἄν τις κωμικευόμενος. Ὁ δὲ μενεχάρμης εὑρίσκεται καὶ μενέχαρμος κατὰ τὸ πύλη εὐρύπυλος καὶ εὐρυπυλής, οὗ τὴν ὀξυτόνησιν δηλοῖ τὸ "εὐρυπυλὲς δῶ".
(v. 530) Τὸ δὲ "καὶ ἀλλήλους" οἱ, ὡς ἐρρέθη, μαχόμενοι "ἐνάριζον", πρὸς διαστολὴν ἴσως ἑτεροίας μάχης κεῖται, ὁποῖόν τι καὶ τὸ λογομαχεῖν καὶ τὸ λίθοις ἐμάχοντο, μάλιστα δὲ πρὸς διαφορὰν τῶν ἠρέμα ἔτι μαχομένων, ὡς μὴ ἐνεργεῖν κατ' ἀλλήλων, ἢ καὶ τῶν ἤδη νενικηκότων, ὅτε θατέρου μέρους ὑπερσχόντος, οὐκέτι ἔστιν ἀλλήλους ἐναρίζειν.
(v. 530) Καλυδὼν δὲ ἀπὸ Καλυδῶνός φασιν, υἱοῦ Ἐνδυμίωνος ἢ παιδὸς Αἰτωλοῦ, ἐξ οὗ ἡ Αἰτωλία.
(v. 531) Ἐρατεινὴν δὲ καὶ ἐν συγκοπῇ ἐραννὴν τὴν τοιαύτην Καλυδῶνα λέγει, ὥς που καὶ τὴν Λακεδαίμονα, διὰ τό, ὡς εἰκός, εὔχαρι τῆς χώρας καὶ ἐπέραστον. [791]
(v. 532) Τὸ δὲ "διαπραθέειν Ἄρηϊ" πρὸς διαφορὰν εἴρηται πορθήσεως ἑτεροίας, τῆς διὰ δόλου δηλαδή.
(v. 533) Χρυσόθρονος δὲ Ἄρτεμις, ὡς ἐάν τις εἴποι λαμπρόθρονος. ἡ αὐτὴ γάρ ἐστι τῇ σελήνῃ. οὕτω δέ που καὶ Ἥρη χρυσόθρονος, ὁ προσκυρῶν τῷ αἰθέρι ἀήρ.
(v. 534) Θαλύσια δὲ αἱ ἀπαρχαί, ὡς πρὸ ὀλίγων εἴρηται, ἤγουν αἱ μετὰ συλλογὴν τῶν καρπῶν διδόμεναι θεῷ ὑπὲρ τοῦ καὶ εἰς ἔπειτα θάλλειν τὰς ἀρούρας. Τινὲς δὲ τῶν ῥητόρων καὶ συγκομιστήρια ταῦτα καλοῦσιν. ἅπαξ δ' ἐνταῦθα κεῖται παρ' Ὁμήρῳ ἡ λέξις. Γίνεται δὲ ἀπὸ τοῦ θάλλω θαλύω θαλύσω, ἐξ οὗ καὶ Θαλύσιος κύριον ὄνομα, ὡς δηλοῖ τὸ "Θαλυσιάδην Ἐχέπωλον". [Ἔτι δὲ καὶ θαλύσιος ἄρτος ὁ ἐκ τῆς τῶν καρπῶν, φασί, συγκομιδῆς πρῶτος γινόμενος]. Ἰστέον δὲ ὅτι ἐπὶ συγκομιδῇ καρπῶν, ἐφ' ᾗ καὶ τὰ θαλύσια ἐθύετο, ἑορτὴ ἤγετο Δήμητρος καὶ Διονύσου κατὰ Παυσανίαν, ἁλῴα καλουμένη διὰ τὸ ταῖς ἀπαρχαῖς, καὶ μάλιστα ἐν Ἀθήναις, ἀπὸ τῆς ἅλω τότε καταχρᾶσθαι φέροντας εἰς Ἐλευσῖνα, ἢ ἐπεί, καθὰ καὶ Ὅμηρος ἐμφαίνει, ἐν ἅλωσιν ἔπαιζον κατὰ τὴν ἑορτήν, ἐν ᾗ καὶ Ποσειδῶνος ἦν πομπή. Ἀπὸ τοῦ συναλίζεσθαι δὲ εἴρηται ἡ εἰρημένη ἁλώα, ὅθεν καὶ ἅλως. Γουνὸς δὲ ἀλωῆς ὁ γονός, ὅ ἐστι γόνιμος τόπος, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια. Ἀλωὴ δὲ οὐ μόνον ἡ σιτοφόρος καὶ ἀμπελόφυτος, ὡς δηλοῖ καὶ τὸ "ἔθων Οἰνῆος ἀλωήν". ‑ Τί γὰρ μέγα, εἰ τοιαύτας ἔβλαπτεν ἀλωὰς ὁ σῦς; ‑ ἀλλά που [792] καὶ ἡ δενδροφόρος.
(v. 541) Διό φησι "πολλὰ δὲ δένδρεα ἔβαλε χαμαί". Ἔνθα καὶ ὅρα τὸ δένδρεα, ἢ ἀπὸ εὐθείας τῆς τὸ δένδρος, ἐξ οὗ καὶ τὸ δένδρεσιν, ἢ ἀπὸ τοῦ τὸ δένδρεον, ἐξ οὗ τὸ "δενδρέῳ ἐφεζόμενοι".
(v. 535) Ὁ δὲ Οἰνεὺς ἔοικε τοὔνομα σχεῖν παρὰ τὸ κατ' αὐτὸν ἐρύθημα ὡς ἐξ ἀντιστροφῆς τοῦ "οἶνος ἐρυθρός". Εἰ γὰρ εὐστόχως τοῦτο ἔχον ἐστίν, εἴη ἂν καὶ ὁ ἐνερευθὴς ἀνὴρ καί, ὡς εἰπεῖν, ἐρυθρός, οἰνωπός. ὁποῖός τις ἴσως καὶ ὁ τῆς ἱστορίας Οἰνοπίων, ὄψιν δοκῶν ἔχειν οἴνου, εἰ μὴ ἄρα διὰ τὸ οἶνον ὀπιπεύειν ἐκεῖνος Οἰνοπίων ἐκλήθη, καθὰ καὶ Οἰνόμαος διὰ τὸ οἴνου ζητητικὸς εἶναι. Διὸ καὶ εἰς σκῶμμα τὸ τοιοῦτον κύριον ὄνομα ὁ ῥήτωρ ἔθετο. Ἡ δὲ τοιαύτη κατ' οἶνον ἔννοια περὶ τοῦ ἥρωος Οἰνέως ἔφηνε καὶ λόγον ἀστεῖον ἐπὶ καπήλῳ οἶνον ταράττοντι, ὡς καὶ τὸν τρυγίαν συναπεμπολᾶν. ἤκουσε γάρ ποθεν εὐτραπέλως τὸ "μὴ ποίει τὸν Οἰνέα Πηλέα", τουτέστι μὴ τὸν τρυγίαν κυκῶν καὶ τῷ κρητῆρι παραμιγνὺς μετάβαλλε τὸν οἶνον ὡς εἰς πηλόν, ᾧ δοκεῖ παρωνομάσθαι παιγνημόνως ὁ Πηλεύς.
(v. 536 et 538) Τὸ δὲ "Διὸς κούρη" καὶ τὸ "δῖον", ἤτοι δίϊον "γένος", τῆς αὐτῆς, ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, σημασίας εἰσί.
(v. 537) Τὸ δὲ "ἢ λάθετο ἢ οὐκ ἐνόησεν" οἱ μὲν οὕτω φασίν· ἢ ἑκὼν ἠμέλησεν ἢ οὐδ' ὅλως ἔγνω θεὸν εἶναι τὴν Ἄρτεμιν. διὸ καὶ ἐβλάβη. Οἱ δέ, ὅτι ἢ ἐνθυμηθεὶς [793] τὴν Ἄρτεμιν αὖθις ἐξελάθετο ἢ οὐδ' ὅλως ἐπὶ νοῦν αὐτὴν ἔλαβε. Χολοποιὰ δὲ πάντως τοῖς ἐν ὑπεροχῇ, ὥσπερ τὸ μηδ' ὅλως γινώσκεσθαι, οὕτω καὶ τὸ γινωσκομένους μὴ ἐν μνήμῃ κεῖσθαι. [Ἰστέον δὲ ὅτι ἐν τῷ "ἢ οὐκ ἐνόησε" τὸ η καὶ τὸ ου ἀντὶ μιᾶς λογίζονται μακρᾶς, ὡς καὶ ἐν τῷ "ἢ οὐχ' ἅλις", καὶ ὅτι ἐκεῖνο μὲν προκέφαλον ἐποίει στίχον, τοῦτο δὲ προκοίλιον.] Τὸ δὲ "ἀάσατο μέγα θυμῷ" βλαψίφρονα, εἴτ' οὖν φρενοβλαβῆ, τὸν Οἰνέα δηλοῖ, ἐπεὶ καὶ ταὐτὸν ἆσαι καὶ βλάψαι εἰπεῖν καὶ θυμὸν καὶ φρένας. Ἰοχέαιρα δὲ ὅτι ἡ, ὡς καὶ πρὸ ὀλίγων ἐρρέθη, χέουσα ἰοὺς ἢ χαίρουσα ἰοῖς ὡς τοξική, πολλαχοῦ φαίνεται.
(v. 539) Τὸ δὲ "ὦρσε" καὶ ἑξῆς εὕρηται παρὰ τῷ Γεωγράφῳ "θρέψεν ἐπὶ χλούνην σῦν". Παρ' ᾧ καὶ στίχος εὕρηται οὗτος ἐπηγμένος "οὐδὲ ἐῴκει θηρί γε σιτοφάγῳ ἀλλὰ ῥίῳ ὑλήεντι". Καὶ σημείωσαι καὶ τοῦτο εἰς τὸ περὶ στίχων λειπόντων ἐκ τοῦ Ὁμήρου. Χλούνης δὲ ὁ ἐν χλόῃ εὐναζόμενος καὶ ἄνετος καὶ διὰ τοῦτο κατὰ τὸν ποιητὴν ἄγριος, ἵνα ᾖ ἐν ἁπλότητι χλόευνος. Διὸ καὶ ἡ πληθυντικὴ γενικὴ τοῦ χλούνης οὐ χλουνῶν περισπωμένως κατὰ ἀναλογίαν [794] τῶν εἰς ης, ἀλλὰ βαρυτόνως κατὰ ἀκολουθίαν τοῦ χλόευνος. Κατὰ δέ τινας χλούνης ὁ ἀφριστὴς ἢ εὐμεγέθης, μάλιστα δὲ ὁ ἐντομίας. Γίνονται γὰρ τοιοῦτοι οὐ μόνον αἶγες ἄγριοι, ὡς προεδηλώθη, ἀλλὰ καὶ σύες, τῇ προστρίψει ἀπὸ τοῦ προσκνᾶσθαι δένδροις ἢ πέτραις διά τι πάθος, ὡς πολλοῖς δοκεῖ. Διὸ καὶ εἴ τίς που ὑπερέχειν δοκοῦσα γυνὴ βλάψει τινὰ διά τινος τῶν ἐπιτρίπτων εὐνούχων, οἰκείως ἂν ἐρεῖ ὁ βλαβεὶς τὸ "ἣ δὲ χολωσαμένη δῖον γένος ὦρσεν ἐπὶ χλούνην σῦν ἄγριον, ὃς πολλὰ κακὰ ἐποίει". Ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ, οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα ἐν τοῖς Περὶ προνοίας, χλούνην λέγων τὸν ἀπόκοπον. Καὶ Ἀριστοτέλης δὲ κατὰ τὸν Γεωγράφον χλούνην σῦν τὸν τομίαν νοεῖ, δεχόμενος τὸ "θρέψεν ἐπὶ χλούνην σῦν ἄγριον" καὶ τὸν ἑξῆς γραφέντα στίχον πρὸς πίστωσιν τοῦ ὅτι τῶν ἀρρένων καὶ ἀγρίων οἱ τομίαι μείζους γίνονται καὶ χαλεπώτεροι. Γίνονται δέ, φησί, τομίαι ἀπὸ κνησμοῦ ἐμπίπτοντος τοῖς ὄρχεσι νοσηματικῶς, ὅθεν προσξυόμενοι τοῖς δένδροις ἐκθλίβουσι τοὺς ὄρχεις. [Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τῷ Περὶ ὀνομασίας ἡλικιῶν δοκεῖ μὴ ἀρέσκεσθαι χλούνην τὸν ἐκτομίαν εἶναι. Φησὶ γάρ· καλοῦνται τῶν ὑῶν τινες μονιοί. τάχα δ' ἂν παραπλήσιος εἴη τούτοις καὶ ὁ χλούνης κατά τε χαλεπότητα καὶ ἀλκήν, οἱ δὲ ἐκτομίαν λέγοντες τελείως ἀπήρτηνται, φησί, τοῦ ὑποκειμένου. Καὶ οὕτω μὲν αὐτὸς οὐ σταθερὰ λέγων οὐδὲ ἀνενδοίαστα]. Ἰστέον δὲ ὅτι οὐ μόνον χλόη, ἡ γῆθεν φυομένη, ἀφ' ἧς εἴρηται ὁ χλούνης, ἀλλὰ καὶ ἡ Δημήτηρ ἐπιθετικῶς. Χλόης γάρ, φασί, Δήμητρος ἱερὸν περί που τὴν Ἀττικήν. Ὅτι δὲ ἡ χλόη καὶ χιλὸς ἐλέγετο, δηλοῖ Αἴλιος Διονύσιος, εἰπών· "χιλός· πόα, χόρτος". Παρ' αὐτῷ δὲ καὶ διὰ διφθόγγου γράφεται ὁ τοιοῦτος χιλός, ὡς ἡ αὐτοῦ στοιχειακὴ ἀκολουθία [795] βούλεται. Δηλοῖ δὲ τοιαύτην χιλοῦ ἔννοιαν καὶ τὸ ἐκχιλοῦσθαι. Φησὶ γοῦν Παυσανίας ὅτι ἐκκεχιλωμένη, ἐψευσμένη, ἐξημελημένη, κεχερσωμένη. ἐπεὶ ὁ χιλός, φησίν, ἐν χέρσῳ φύεται. τοῦτο δέ ἐστι χόρτος. Εἰ δὲ ἡ χλόη Δημήτηρ καὶ ξανθὴ λέγεται, ἀλλ' ἐκεῖνο μὲν διὰ τὸ κατ' ἀρχὰς χλοερὸν τῶν ἀναφυομένων, τοῦτο δὲ ἀπὸ τοῦ τὸν σῖτον ξηραινόμενον ὑπόπυρρον, φασί, γίνεσθαι. Ἰστέον δὲ καὶ ὅτι οὕτω πολὺς περὶ τοῦ Καλυδωνίου τούτου συὸς λόγος παρὰ τοῖς παλαιοῖς, ὡς καὶ γένος αὐτοῦ φυλοκρινεῖν καὶ κατάγειν αὐτὸν Κρομυωνίας συὸς καὶ πατρίδα τὴν Οἴτην αὐτῷ ἐπιγράφειν καὶ χρῶμα διαγράφειν. λευκὴν γὰρ αὐτῷ τὴν χρόαν ἱστόρησαν. Ὡς δὲ καὶ ἄλλοι σύες πράγματά τισι παρέσχον, δηλοῖ καὶ ὁ Ἐρυμάνθιος κάπρος καὶ τὸ παρὰ Ἡροδότῳ συὸς μέγα χρῆμα, κατ' ἐκεῖνον εἰπεῖν, ἐν τῷ Μυσίῳ Ὀλύμπῳ. Τὸ δὲ σῦν ἄγριον καὶ σῦς ἄγριος συντιθέντες οἱ μεθ' Ὅμηρον σύαγρόν φασιν. [Ἰστέον δὲ ὡς οὐ μόνον ἀγρίους αἱ ἱστορίαι σύας μεγάλους φυλοκρινοῦσιν, ὧν εἰσι καὶ ἡ Κρομυωνία σῦς καὶ ὁ Καλυδώνιος κάπρος καὶ ὁ Ἐρυμάνθιος καὶ ὁ Ὀλυμπηνός, ἀλλὰ καὶ ἡμέρους οὔτε βλάπτοντας καὶ πολλοῦ δὲ τιμωμένους. Πτολεμαῖος γοῦν, φασίν, ὁ Αἰγύπτιος βασιλεὺς γράφει, ὡς εἰς Ἄσσον ἐπιδημήσαντί μοι παρέστησαν οἱ Ἄσσιοι χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο ἡμίσεων πήχεων, ὅλον ἄρτιον, φησί, πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. Καὶ λέγεται ὁ βασιλεὺς Εὐμενὴς τὰ τοιαῦτα ἐπιμελῶς ἐκ τῆς Ἄσσου ὠνεῖσθαι, διδοὺς τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. Ἡ δὲ τοῦ Διὸς ὗς ἀλλοίως ἔχει παρὰ τὰ τῶν ἱστοριῶν τούτων καὶ τῶν τοιούτων. Τερατεύεται γὰρ εἰς ὅμοιόν τι πρὸς τὴν αἶγα τὴν θρεψαμένην τὸν Δία, ὡς δηλοῖ ὁ γράψας, ὅτι Διὸς ἐν Κρήτῃ τεκνουμένου θηλὴν αὐτῷ ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάϊστον, ἤγουν ἄγνωστον, τοῖς παριοῦσιν ἐτίθει. Ἐν τούτοις δὲ ὅρα ὅτι τε παρώνυμόν [796] ἐστι τοῦ γρύζειν ὁ γρυσμὸς ἐπὶ τελείου συός, ὡς τοῦ γρυλλίζειν ὁ γρυλλισμός, καὶ ὅτι κνυζηθμὸς οὐ μόνον ἐπὶ κυνός, ὡς ἐν Ὀδυσσείᾳ, ἀλλ' ἰδοὺ καὶ βρέφους κλαίοντος. καὶ ὅτι, καθὰ Κουρῆτες τὸν Δία λέγονται κλαίοντα κρύπτειν ἁρμάτων ἤχοις ὡς μὴ ἐξακούεσθαι, οὕτω καὶ σῦς γρύζουσα τραχύ, οὐ μήν, ὡς ἡ Ὀδύσσεια φράζει, κλάζουσα. Ἑτεροῖον γάρ τι τοῦ γρύζειν ἐκεῖνο τὸ κλάζειν]. Ὁ δὲ ἀργιόδους οὐκ ἂν εἴη μακρὰν τῆς ἐννοίας, καθ' ἣν ὁ πόδας ἀργός, ἤτοι λευκός, εἴρηται. Δόξειε δ' ἂν ἐπίτηδες διά τι κάλλος παρατεθεῖσθαι τῷ ἀγρίῳ ὁ ἀργιόδους. Ὡς γὰρ ὁ μῦθος ἔχει καὶ ὁ θυμὸς κατὰ ἀναγραμματισμόν, οὕτω πως καὶ ὁ ἄγριος καὶ ὁ ἀργιόδους. [Διὸ καὶ φυσικῶς ἐγκεῖσθαι δόξει τὸ ι τῷ ἀργιόδοντι ὡς ἀπὸ τοῦ ἄγριος. Ἄλλως μέντοι κοινότερον ὡς ἐκ τοῦ δρόμος δρομιχαίτης ἵππος τροπῇ τοῦ ο εἰς ι, οὕτω καὶ σῦς ἀργιόδους ὁ τοὺς ὀδόντας λευκός].
(v. 540) Τὸ δὲ "κακὰ πολλὰ ἕρδεσκεν" ὑποκαταβὰς εὐθὺς ἑρμηνεύσει ὁ ποιητής. Τὸ δὲ ἕρδειν ὡς ἀπὸ τοῦ ῥέζειν γίνεται, ὅ ἐστι πράττειν, κατὰ μετάθεσιν καὶ τροπὴν συνήθη τοῦ ζ εἰς δ, δῆλόν ἐστιν. Ἔνθα ὅρα καὶ ὡς, εἰ μὴ τὸ πράττειν παρὰ τοῖς ὕστερον ἀλόγοις ἐπιλαλεῖται, ἀλλ' οὖν τὸ ἕρδειν ἐπὶ ἀλόγων κεῖται παρὰ τῷ ποιητῇ. Τὸ δὲ "ἔθων Οἰνῆος ἀλωήν" ἀντὶ τοῦ ἐξ ἔθους βλάπτων τὰ περὶ Καλυδῶνα. διὸ καὶ Καλυδώνιος ἐλέγετο. Ἢ [797] μᾶλλον καθ' ὑπερβατόν· πολλὰ κακὰ ἐποίει τὴν τοῦ Οἰνέως ἀλωήν, ἔθων, ἤτοι τὰ ἑαυτῷ συνήθη τελῶν, καθὰ καὶ ἀλλαχοῦ ἀπολύτως φησὶ "παῖδες ἐριδμαίνουσιν ἔθοντες", ἤγουν τὰ συνήθη πράττοντες. Ἐκ δὲ τοῦ τοιούτου ἔθω παράγωγον τὸ ἐθείρω καὶ ἡ ἔθειρα καὶ ἐθειράζειν τὸ ἐπιμελεῖσθαι τριχῶν. Ἀπ' αὐτοῦ δὲ καὶ τὸ ἐσθίειν καὶ τὸ ἔσθειν προσλήψει τοῦ σ. Ἡρακλείδης δέ φησιν, ὡς τῶν τινες κριτικῶν, ὅ ἐστιν ἀκριβεστέρων γραμματικῶν, ὧν ἐστι καὶ Τισίας, ὑπερβατὸν ἔλεγον εἶναι τὸ ἔθων, ἵνα ᾖ ἀντὶ τοῦ καταθέων, κατατρέχων, ‑ ῥητορικῶς εἰπεῖν, ὑπερβατὸν λέγοντες ἐκεῖνοι τὴν τῶν στοιχείων μετάθεσιν, δι' ἧς τὸ θέων ἔθων γίνεται, ὃ καὶ σημείωσαι. ‑ Αὐτὸς δὲ ἐκ τοῦ ἔδω φησὶ γενέσθαι κατὰ Δωριεῖς τὸ ἔθω, οἳ καὶ τὸν μαδόν, ὡς καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ προδεδήλωται, μασθὸν λέγουσι καὶ τὸ ψεῦδος ψύθος. Τὸ δὲ ἔθω πρωτότυπον ὁ αὐτὸς εἶναι λέγει τοῦ ἔσθω τοῦ, ὥς φησιν, ἡμαρτημένου. ἐχρῆν γὰρ ὡς ἔχω ἴσχω, ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτως εἶναι καὶ ἔθω ἴσθω, Σικελικῶς, κατὰ τὸ ἕζω ἵζω καὶ καθίζω, περὶ ὧν καὶ αὐτῶν προείρηται. [Χρῆσις δὲ τοῦ ἔθω καὶ παρὰ τῷ εἰπόντι, ὡς πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες. Ὅπερ ἔθειν, εἰ μὲν ἀπὸ τοῦ ἔδω γίνεται, ἀναλόγως ἔχει τῷ μήδω μήθω, οὐδείς [798] οὐθείς, οὐδενῶ οὐθενῶ, καὶ τοῖς ὁμοίοις. Εἰ δὲ ἀπὸ τοῦ ἕω, τὸ πληρῶ, ἀφ' οὗ καὶ τὸ "ἐξ ἔρον ἕντο", ἵνα ᾖ ἕω μετὰ δασείας καὶ πλεονασμῷ τοῦ θ ἔθω ψιλῶς κατὰ κανόνα, ἔχοι ἂν ἀναλογίαν πρὸς τὸ τελέω τελέθω καὶ τὰ τοιαῦτα. Γίνεται δὲ ἀπὸ μὲν τοῦ ἔθω προτένθης, ὁ προγεύστης, οὐ μόνον ὁ βασιλικός, ἀλλὰ καὶ ὁ κατὰ λιχνείαν, ἀπὸ δὲ τοῦ ἔδειν τὸ τένδειν παρ' Ἡσιόδῳ πλεονασμῷ τοῦ τ καὶ τοῦ ν, ἔτι δὲ καὶ ὁ ἐδέατρος, δηλῶν καὶ αὐτὸς προγεύστην. Ὁ μέντοι διὰ τοῦ λ, φασίν, ἐλέατρος ὡς ἀπὸ ἐλεοῦ, ἤγουν μαγειρικῆς τραπέζης, οὐκ αὐτόχρημα ἦν ἐδέατρος ‑ Περὶ οὗ φησι Ξενοφῶν, ὡς οἱ τύραννοι ἀντὶ τοῦ θεοῖς ἀπάρχεσθαι τοῦ πότου τῷ διακόνῳ πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν. ‑ , ἀλλὰ δειπνοκλήτωρ ἦν βασιλικός, ἤγουν καλῶν ἐπὶ τὴν βασιλικὴν τράπεζαν. Ἐλεοδύται δέ γε οἱ διακονοῦντες ἐν θοίναις, οἷον μάγειροι καὶ τραπεζοποιοί, παρὰ τὸν ἐλεὸν καὶ αὐτοί. Ἐπὶ τούτοις ἰστέον καὶ ὡς διαφέρειν λέγεται τὸ ἔθειν τοῦ ἔδειν ὡς τὸ κατεσθίειν τοῦ ἐσθίειν].
(v. 541) Προθέλυμνα δὲ νῦν μὲν τὰ πρόρριζα καὶ ἐξ αὐτῆς θέσεως ἀνασπώμενα καί, ὡς εἰπεῖν, ἐκ θεμέθλων. Διὸ καὶ Ὅμηρος εἰπὼν προθέλυμνα ἐπάγει αὐταῖς [799] ῥίζαις Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐταῖς ταῖς ῥίζαις. Δηλοῖ δέ ποτε ἡ λέξις καὶ τὸ συνεχὲς καὶ ἄλλο ἐπ' ἄλλῳ τιθέμενον ἢ ἁπλῶς τὸ πυκνόν, ὡς τὸ "τρίχας προθελύμνους", καὶ ὡς ὅτε σάκος εἴπῃ προθέλυμνον, οὗ αἱ τῶν βυρσῶν θέσεις πυκναί, καὶ τετραθέλυμνον δὲ τὸ τετράθετον.
(v. 542) Μῆλα δὲ ἀκρόδρυα λέγει ἐκ μέρους, ἤτοι ἐξ ἑνὸς καρποῦ, τοῦ μήλου τοῦ καλοῦ καὶ κατὰ τὸν ποιητὴν ἀγλαοῦ, καθὰ καὶ ἀκρόδρυα καὶ δρύκαρπα ἐξ ἑνὸς δένδρου τῆς παλαιγόνου τροφοφόρου δρυός. Ἐκ δὲ τοῦ τοιούτου μήλου κατὰ τοὺς παλαιοὺς καὶ ἡ μέλισσα ὡς μήλοις ἐφιζάνουσα καὶ τὸ χρήσιμον ἐκ τῶν καρπῶν ἀπανθίζουσα, παρὰ τὸ μῆλον δηλαδὴ καὶ τὸ ἵζω τὸ κάθημαι, τοῦ η συσταλέντος εἰς ε. [Ἴσως δὲ καὶ ὥσπερ μῆλα πάντα τὰ θρέμματα ὡς ἀπὸ ἑνὸς εἴδους τοῦ τῶν προβάτων κατά τι ἔκκριτον, οὕτω καὶ τὰ ἀκρόδρυα μῆλα ἐνταῦθα ὡς ἐκ τῆς τῶν μήλων ὀπώρας διὰ τὸ κατὰ ἀγλαΐαν ἐξαίρετον]. Μέγα δὲ πάντως κακὸν εἰ δένδρα οὐχ' ἁπλῶς ἀλλὰ καὶ καρποῖς βρύοντα κατέρριπτεν ὁ σῦς.
(v. 543) Τὸ δὲ Μελέαγρος κυνηγετικὸν ὄνομα, ᾧ δηλαδὴ μέλει ἄγρας, ὁποῖος φαίνεται καὶ ὁ τοῦ Οἰνέως.
(v. 545 s.) Τὸ δὲ "πολλῶν ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρειν" καὶ τὰ ἑξῆς τὴν βίαν ἐμφαίνει τοῦ συός, αὖξον τοῦ θηρίου τὴν ἰσχύν. Τοῦ δὲ "θηρήτορας" ἐστὶ καὶ ἑτέρα κλίσις ἐκ τοῦ θηρητήρ, ὧν πρὸς ὁμοιότητα καὶ ὁ ῥητήρ ῥήτωρ παρὰ τοῖς μεθ' Ὅμηρον, ὧν οὐκ ἀπέοικεν οὐδὲ τὸ βοτήρ καὶ βώτωρ καὶ δοτήρ καὶ δώτωρ.
(v. 545) Τὸ δὲ "οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι" καὶ ἀριστεῖ ἀνδρὶ τεθνεῶτι οἰκεῖόν ἐστι.
(v. 546) Τὸ δὲ "τόσσος ἔην" ἀντὶ τοῦ τηλικοῦτος, ὃ καὶ ἐπὶ Ἀχιλλέως εἶπεν ὁ Φοῖνιξ. Τὸ δὲ "πολλοὺς πυρῆς ἐπέβησεν ἀλεγεινῆς" περιφραστικῶς ἀντὶ τοῦ πολλοὺς ἐθανάτωσε [800] τοὺς καὶ καυθέντας, ὧν εἷς καὶ ὁ παρὰ τῷ Λυκόφρονι Ἀγκαῖος, ὃς ἀμπελῶνα κατὰ πολλὴν σπουδὴν φυτεύσας καὶ ἀκούσας ποθέν, ὡς οὐκ ἂν ἴσως τοῦ ἐκεῖθεν οἴνου πίοι, καὶ ψευδῆ τὸν λόγον εὐχόμενος ἐλεγχθῆναι ἦλθεν εἰς τοῦτο καιροῦ, ὡς τελεσφορηθῆναι καρπὸν ἐκεῖθεν καὶ οἶνον ἐκθλιβῆναι, οὗ ὡς ἔμελλεν ὁ Ἀγκαῖος πιεῖν, ἤλεγχε τὸν φοιβάσαντα. Ὁ δὲ εἰπὼν τὸ παροιμιαζόμενον, ὡς πολλὰ μεταξὺ χείλους καὶ ποτηρίου, τέως μὲν ἔδοξε γελοῖος, ἐν ἀκαρεῖ δὲ κατεφάνη σπουδαῖος. Ἀκούσας γὰρ ὁ Ἀγκαῖος εὐθὺς τὴν περὶ τοῦ συὸς βοὴν ῥίπτει μὲν τὴν τοῦ οἴνου κύλικα, ἐκδραμὼν δὲ σπᾷ τὴν τοῦ θανάτου, πεσὼν ὑπὸ τῷ συΐ. Λέγεται δέ, ὡς προγέγραπται, καὶ ὁ Θερσίτης ἐκ τοῦ κατὰ τὴν τοιαύτην θηρατικὴν κινδύνου μεταποιηθῆναι τῆς κατὰ φύσιν πλάσεως. Τοῦ δὲ "πυρῆς ἐπέβησεν" ὁμοιότης καὶ ἐν τῷ ἀοιδῆς ἐπέβησαν, ἤγουν ᾄδειν ἐδίδαξαν, μάλιστα δὲ ἐν τῷ "δόξης οὔ ποτε τῆσδ' ἐπιβάντες", ἀντὶ τοῦ οὔποτε τοῦτο δοξάσαντες. Πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα, ὧν καὶ τὸ "κακῶν ἐπιβασκέμεν".
(v. 544 s.) Ὅρα δὲ ἐν τῷ "πολλῶν ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας" καὶ τὴν τῶν παρίσων ἐπιστοίβασιν, ἤγουν τὴν εἰς ας ὁμοιοκαταληξίαν καὶ τὴν εἰς ων, καλλωπισθέντος ἐνταῦθα τοῦ λόγου καὶ βραχύ τι γαληνιάσαντος διὰ τὴν τῆς κατὰ λόγον ὕλης τοῦ κυνηγεσίου δηλαδὴ γλυκύτητα καὶ τοῦ ῥήτορος συνεξαλλομένου οἷον τῷ πράγματι καὶ οὕτως ἀνιστῶντος τὴν τοῦ διηγήματος ὑπτιότητα.
(v. 547) Τοῦ δὲ "ἀμφ' αὐτῷ ἔθηκε κέλαδον" ἀντὶ τοῦ ἐπὶ τῷ νεκρῷ τοῦ συός, ὡς καὶ ἐν τῷ "αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν" αὐτοὺς εἶπε τοὺς τῶν ἡρώων νεκρούς. Ἢ καὶ ἑτέρως φράσαι, ὥσπερ ἐκεῖ αὐτοὺς ἔφη τὸ ἐναπομεῖναν ἐκ τῆς πρώην ὁλότητος, οὕτω καὶ νῦν αὐτὸν λέγει τὸ μετὰ τὴν νέκρωσιν τοῦ συὸς καὶ τὴν ἀπουσίαν τοῦ ζωτικοῦ λειφθέν. Οὕτω δὲ καὶ πρὸ ὀλίγων ἔφη, ὡς ἀπειλεῖται ὁ Ἕκτωρ νηῶν μὲν κόρυμβα ἀποκόψειν, αὐτὰς δὲ καύσειν, ἤγουν τὰ μετὰ τὴν κοπὴν ἐναπομείναντα. Ἢ καὶ ἄλλως, αὐτὸν λέγει ἀντὶ τοῦ τὰ μέρη τοῦ συός, ὀνομάζων αὐτὰ τῷ τοῦ ὅλου ὀνόματι.
(v. 548) Διὸ καὶ ἐπάγει ὡς οἷον ἐφερμηνευτικῶς τὸ "ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι". ἐξεδάρη γάρ. Ἔτι δὲ καί, ἵνα μή τις νοήσῃ τὸ ἀμφ' αὐτῷ ἐπὶ [801] Οἰνέως ἢ Μελεάγρου, ἐπήγαγεν ἀναγκαίως τὸ "ἀμφὶ συὸς κεφαλῇ" καὶ ἑξῆς. Ἐν οἷς ὅρα ὅτι τε δοτικῇ συνετάγη συνήθως ἡ ἀμφι πρόθεσις καὶ ὅτι λάχνην λέγει καὶ τὴν τοῦ συὸς τρίχωσιν, ἀφ' ἧς τὸ λαχνῆεν, λεγομένην καὶ ἐπὶ ἀνθρώπων, ὡς δηλοῖ τὸ "ψεδνὴ δ' ἐπενήνοθε λάχνη", καὶ ἐπί τινων δὲ ἀλόγων ζῴων, οἷον ἄρκτων καὶ ἀλωπέκων καὶ ἑτέρων τοιούτων, καὶ μὴν καὶ ἐπὶ δονάκων, ὡς δῆλον ἐκ τοῦ "λαχνήεντ' ὄροφον", ἤδη δὲ καὶ ἐπὶ καλάμων δι' ὁμοιότητα. Λαχνῆεν δὲ δέρμα τὸ ἔτι ἀκατέργαστον καὶ μήπω ψιλωθὲν ἢ χρόνῳ ἢ τέχνῃ.
(v. 547) Ἀπὸ δὲ τοῦ ἐνταῦθα κελάδου καὶ ἡ Ἄρτεμίς που κελαδεινὴ λέγεται ὡς αἰτία τοῦ ἐν κυνηγεσίοις κελάδου. Ἧς καὶ ὅρα τὸ μεγαλόθυμον, εἰ καὶ τοῦ συὸς ἀναιρεθέντος ἔτι τὴν κακὴν ἔριν τοῖς ἀνδράσι παραμένειν ἐποίει διὰ τὰ ἐκείνου μέρη. Ἱστορεῖται γὰρ ὡς ἀναιρεθέντος τοῦ Καλυδωνίου συάγρου, ὅπερ ἐκ τοῦ σῦς ἄγριος Ὁμηρικοῦ, ὡς ἐρρέθη, σύγκειται, περὶ τῆς ἐκείνου κεφαλῆς καὶ τοῦ δέρματος ὡς περὶ ἀριστείων ἐφιλονείκουν Κουρῆτες καὶ Καλυδώνιοι οἱ συνθηράσαντες, ὅτε καὶ οἱ Θεστιάδαι ἀνῃρέθησαν, οἱ τοῦ Μελεάγρου θεῖοι. [Ὅτι δὲ τὸ κυνηγετεῖν σπουδαιότατον ἦν καὶ τοῖς παλαιοῖς, καὶ ὅτι καὶ γέρας εἶχέ τι ὁ περὶ αὐτὸ εὐδοκιμῶν, καὶ ὅτι ἀσχέδωρος ἐκαλεῖτο κατὰ γλῶσσαν ὁ ἄγριος σῦς, καὶ ὅτι ὁμώνυμος φωνὴ ὁ σύαγρος, [802] καὶ πῶς ἐτυμολογεῖται ὁ σῦς, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται, ὅπου ὁ Ὀδυσσεὺς ἐγνωρίσθη ἐκ τῆς οὐλῆς]. Ἰστέον δὲ ὡς οἱ νεώτεροί φασι τὸν Μελέαγρον περιγενόμενον τοῦ Οἰταίου συὸς τούτου καὶ ἀποδείραντα δοῦναι τὴν αὐτοῦ κεφαλὴν καὶ τὸ δέρμα τῇ ἐρωμένῃ Ἀταλάντῃ. καὶ γὰρ καὶ αὐτὴ συνεκυνήγησεν. Οἱ δὲ Θεστίου παῖδες, Πλευρώνιοι μὲν ὄντες, μήτρωες δὲ Μελεάγρου, ὅ ἐστι θεῖοι πρὸς μητρός, ἀγανακτήσαντες αὐτά τε τῆς Ἀταλάντης ἀφείλοντο βίᾳ καὶ τῷ Μελεάγρῳ ἐπεβούλευον. Ὁ δὲ μαθὼν τούτους ἀπέκτεινεν, ἐφ' οἷς καὶ τὴν μητέρα λελύπηκε. Τῶν δὲ Πλευρωνίων διὰ ταῦτα Καλυδωνίοις πολεμούντων, ὁ Μελέαγρος ἐξ ἀρχῆς μὲν οὐ συνεμάχει τοῖς ἐν Καλυδῶνι συμπολίταις, ἀγανακτῶν πρὸς τὴν μητέρα καταρωμένην. Πεισθεὶς δὲ ὕστερον τῇ γυναικὶ Κλεοπάτρᾳ ἀπεσόβησεν ἐκ τῆς πόλεως τοὺς Κουρῆτας. Οἱ δ' αὐτοὶ νεώτεροι προσιστοροῦσι καὶ ὡς ἡ μήτηρ ἔτι μηνιῶσα τῷ υἱῷ Μελεάγρῳ διὰ τοὺς ἀδελφοὺς τὸν παρὰ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν ὅρον ὄντα τῆς τοῦ υἱοῦ ζωῆς κατέφλεξε, τελευτήσαντος δὲ παραχρῆμα αὐτοῦ μεταμεληθεῖσα ἑαυτὴν κατέκαυσεν ἐπὶ τῇ τοῦ παιδὸς πυρᾷ. Αἱ δὲ τοῦ Μελεάγρου ἀδελφαὶ ἀπαύστως θρηνοῦσαι εἰς ὄρνις τὰς λεγομένας Μελεαγρίδας μετεβλήθησαν. Εἴη δὲ ἂν ἐνταῦθα δαλὸς ἀγαθῆς διαθέσεως ζώπυρον πεφυλαγμένον δίκην φίλτρου, ὅπερ ἀφανισθὲν ἀβίωτον ποιεῖ τῷ ποτε φιλουμένῳ τὸν βίον, ὡς καὶ δοκεῖν τοῦ λοιποῦ θνῄσκειν αὐτόν. [Ἡ δὲ τῶν Μελεαγρίδων μυθολογία τῇ τῶν Ἡλιάδων συζυγεῖ. καὶ ἄλλα δὲ τοιαῦτα ὁ μῦθος ληρεῖ]. Εἰς δὲ τὸ "ἀμφὶ συὸς κεφαλῇ" σημείωσαι ὅτι μέχρι καὶ νῦν πολλαχοῦ, καὶ μάλιστα περὶ Λυκίαν, γέρας κυνηγέτῃ πρώτῳ βαλόντι ἔλαφον ἢ αἶγα ἢ σῦν ἡ κεφαλή, κἂν ἀχρεῖον εἴη τὸ τῆς βολῆς. Ὁ δὲ Γεωγράφος λέγει ὅτι, ὡς τὸ εἰκός, περὶ μέρους τῆς χώρας ἐμάχοντο Κουρῆτες καὶ Αἰτωλοί, καὶ ὅτι Θέστιος, Ἀλθαίας πατήρ, Κουρήτων ἄρχων, πενθερὸς Οἰνέως, κρατῶν Πλευρῶνος, καὶ ὡς πόλεμος τοῖς Θεστιάδαις πρὸς Οἰνέα καὶ Μελέαγρον.
(v. 551) Τὸ δὲ "Κουρήτεσσι κακῶς ἦν" σημειωτέον διὰ τοὺς φιλονείκους, οἳ λέγουσι μὴ δύνασθαι ἐν τῷ "Ἀθηναίη ἀκέων ἦν" ἐπίρρημα εἶναι τὸ ἀκέων διὰ τὸ οὐκ ἀγαθήν, φασίν, εἶναι τοῦ ἦν [803] σύνταξιν μετὰ μόνου ἐπιρρήματος. Ἴσως δὲ νῦν κατὰ ἔλλειψιν εἴρηται, ἵνα λέγῃ ὁ Φοῖνιξ ὅτι τοῖς Κουρήτεσσι κακῶς ἦν συγκυρῶν ὁ πόλεμος ἢ κακῶς ἦν ἔχοντα τὰ τῆς μάχης ἢ τοιοῦτόν τι. Οὗ καὶ ἐφερμηνευτικὸν αὐτίκα τὸ "οὐδὲ δύναντο τείχεος ἐκτὸς μίμνειν".
(v. 553 s.) Τὸ δὲ εἰπεῖν ὡς ὁ χόλος καὶ ἄλλων ἐχεφρόνων οἰδάνει νόον, γνωμικὸν μέν, ὡς ἐρρέθη, ἐστί, παρηγορεῖται δέ πως, ἅμα δὲ καὶ καθάπτεται τοῦ Ἀχιλλέως, ὡς καὶ αὐτοῦ οὕτω παθόντος. Διὸ καὶ μετ' ὀλίγα ὁμολογεῖ λέγων ἐκεῖνος "ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ". Καὶ ὅρα τὸ "οἰδάνει" χωρὶς τοῦ ι ὅμοιον τῷ "μελάνει δέ τε πόντος". Ἀστείως δὲ πρὸς τὸ "ἔδυ χόλος" ἐπῆκται τὸ "οἰδάνει νόος". Ἅπασα γὰρ ἐξοίδησις γίνεται δύντος ἔσω τινός, οἷον πνεύματος ἤ τινος ἑτεροίου σώματος. Διὸ καὶ ὁ τοῦ Μελεάγρου νοῦς ἐξῴδηκε δύντος αὐτὸν χόλου.
(v. 555) Ἀλθαία δὲ νῦν μὲν κύριον. Ἡ δὲ ὕστερον χρῆσις καὶ φυταρίου ὄνομα οἶδεν ὁμωνύμου τῇ Ὁμηρικῇ Ἀλθαίᾳ. Ὁποῖόν τι καὶ ἐπὶ τῆς καλῆς Μίνθης καὶ ἐπὶ ἄλλων γίνεται.
(v. 556) Τὸ δὲ κεῖσθαι τὸν Μελέαγρον πάνυ καιρίως εἶπεν. οὕτω γάρ που καὶ περὶ τοῦ Ἀχιλλέως ἀπρακτοῦντός φησι. τὸ δ' αὐτὸ δηλοῖ καὶ παρακατιὼν ἐν τῷ "ταύτῃ παρκατέλεκτο χόλον θυμαλγέα πέσσων". Περὶ δὲ τοῦ πέσσειν χόλον καὶ ἐν τῇ α΄ μὲν ῥαψῳδίᾳ εἴρηται, καὶ νῦν δὲ ἀναμνῆσαι οὐ περιττόν, ὅτι καθ' Ἡρακλείδην τοῦ πέσσω τὸ πέπτω προΰπεστιν ὡς καὶ τοῦ ὄσσω τὸ ὄπτω, οἷα τῶν Αἰολέων ἐν τοῖς εἰς πτω λήγουσι ῥήμασι τὸ πτ εἰς δύο σ τρεπόντων. Διόπερ ὁ ποιητὴς ἄμφω εἰδὼς τά τε προϋποκείμενα καὶ τὰ ἐξ αὐτῶν Αἰολικὰ ἐκ μὲν τοῦ πέπτω τὸ "αὐτῆμαρ καταπέψῃ" ἔφη, ἐκ δὲ τοῦ Αἰολικοῦ πέσσω τὴν ἐνταῦθα μετοχὴν καὶ τὸ "γέρα πεσσέμεν". Οὕτω δὲ καὶ ἐκ μὲν τοῦ πρωτοτύπου ὄπτω τὸν ὀπτῆρα ἐν τοῖς ἑξῆς λέγει. Καὶ τὸ ὀπιπτεύειν δὲ ἀπ' αὐτοῦ παράγει, καὶ τὸ "ὄψεαι ἢν ἐθέλῃσθα" ἐξ ἐκείνου κλίνει, καὶ τὸ [804] ὀπτὸν ἐκεῖθεν σκευωρεῖ. Ἐκ δὲ τοῦ κατὰ Αἰολέας ὄσσω τὸ ὄσσεσθαι λέγει καὶ "ὀσσόμενος πατέρ' ἐσθλόν". καὶ οὕτω μὲν τὰ τοῦ Ὁμήρου. Οἱ δὲ ὕστερον ἐκ τοῦ πέπτω πέψω πέπεμμαι τὸ πέμμα παράγουσι, καὶ τὸν πέπονα δέ τινες ἐκ τοῦ αὐτοῦ ἐνεστῶτος ποιοῦσιν. ἐκ δέ γε τοῦ, ὡς εἰκός, μέσου παρακειμένου πέποπα τὸ πόπανον, πέμμα τι ὂν καὶ αὐτό. Καὶ μὴν τοῦτο καὶ ἄλλως δοκεῖ οὕτω κληθῆναι παρὰ τὸ πόπος, ὅ ἐστι θεός, καὶ τὸ ἄναξ, ἵν' ᾖ πόπανον, ὡς καὶ προερρέθη, τὸ πόπῳ ἄνακτι ὁσιούμενον. Ὡς δὲ τοιοῦτον ἦν τι τὸ πόπανον, ἐμφαίνει καὶ ὁ Κωμικὸς ἐν τῷ Πλούτῳ.
(v. 556) Καλὴν δὲ τὴν Κλεοπάτραν λέγει οὐκ ἀργῶς, ἀλλὰ διὰ τὸ πολὺ τοῦ κάλλους. Διὸ καὶ προκλητικῶς οὕτω εἰπὼν ἐπάγει εὐθὺς τὴν περὶ αὐτῆς ἱστορίαν, εἰρησομένην μετ' ὀλίγα.
(v. 567) Τὸ δὲ "κασιγνήτοιο φόνοιο" ἀντὶ τοῦ ἕνεκεν τοῦ ἀδελφικοῦ φόνου. ἀνεῖλε γὰρ, ὡς εἴρηται, ὁ Μελέαγρος τοὺς τῆς μητρὸς ἀδελφούς. Ὥσπερ δὲ παρ' Αἰσχύλῳ Σκύθης οἷμος ὁ Σκυθικός, καὶ δοῦλον δέ που γένος τὸ δουλικόν, οὕτω καὶ κασίγνητος φόνος κτητικῶς ὁ κασιγνητικός.
(v. 568) Γῆν δὲ ἡ Ἀλθαία χερσὶν ἀλοία ὡς οἷον θυροκρουστοῦσα τοὺς καταχθονίους εἰς ἐκδίκησιν.
(v. 56971) Διό φησι κικλήσκουσα τὸν Ἅιδην παιδὶ δοῦναι θάνατον. Ὅτι δὲ καὶ ἠνύσθησαν αἱ τῆς μητρὸς ἀραί, ἡ παλαιὰ ἱστορία δηλοῖ. Ὡς γὰρ πρὸ ὀλίγων ἡ τοῦ Ἀμύντορος ἀρὰ ἐπὶ τῷ Φοίνικι οὐ διέπεσεν, οὕτως οὐδὲ ἡ μητρικὴ κατὰ τοῦ Μελεάγρου, διδάσκοντος καὶ οὕτω τοῦ ποιητοῦ εὐαρεστεῖν τοῖς τοκεῦσι.
(v. 568) Πολυφόρβην δὲ γῆν ταὐτόν ἐστιν εἰπεῖν καὶ πολυβότειραν. Ὅμοιον δέ τι λαλεῖ καὶ ὁ φορβάδα γῆν εἰπών, ἧς προϋπόκειται τὸ φέρβειν, ὅ ἐστι φέρειν τὸ βιοῦν ἢ φέρειν [805] βίον, ὡς εἶναι φορβάδα γῆν τὴν φερέσβιον καὶ ζείδωρον. τοιαύτη δὲ μάλιστα ἡ οὖσα κάρπιμον πέδον κατὰ τὴν τραγῳδίαν καὶ δυναμένη φέρειν βίον. Ὅρα δὲ καὶ ὡς οὐ μόνον βαρυτόνως ἀλοίω, τὸ τύπτω, ἀλλὰ καὶ περισπωμένως ἀλοιῶ. τὸ γὰρ ἀλοία ὅμοιον τῷ ἐβόα. Καὶ ἴσως ἐκ τοῦ ἀλοῶ γίνεται πλεονασμῷ τοῦ ι, ὥσπερ ἀγνοῶ ἀγνοιῶ, ὡς τὸ "οὐδέ μιν Ἥρη ἠγνοίησε".
(v. 569) Τὸ δὲ κικλήσκουσα οὐχ' ἁπλῶς κλῆσιν δηλοῖ, ἀλλὰ ἱκετικήν. οὕτω γὰρ ἡ Ἀλθαία κατὰ Μελεάγρου κικλήσκει τοὺς αὐτὸν βλάψοντας. Ὁ δὲ ῥηθεὶς Ἀΐδης τὸν πρὸ μικροῦ ῥηθέντα Δία καταχθόνιον ἀλληγορεῖ, ἔνθα καὶ ἡ ἐπαινὴ ἔκειτο Περσεφόνεια.
(v. 570) Τὸ δὲ "πρόχνυ" ἐπίρρημά ἐστι ποιότητος καὶ δηλοῖ τὸ ἐπὶ γόνυ καὶ ὡς εἰπεῖν προγόνυ, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν πρόχνυ. Τὸ δὲ δεύεσθαι δάκρυσι κόλπους δαψίλειαν δακρύων δηλοῖ.
(v. 571) Τὸ δὲ "δόμεν" ἀντὶ τοῦ δοῦναι πολλαχοῦ κείμενόν ἐστι καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "καὶ δόμεν ὅς κεν δῷ". ἐκεῖνο μέντοι προστακτικῶς ἐρρέθη ἀντὶ τοῦ δός. Ἠεροφοῖτις δὲ Ἐριννύς ἡ ἀφανὴς καὶ ὡς ἐν σκότει ἐπιφοιτῶσα. Πολλαχοῦ γὰρ ἠέρα τὴν ἀορασίαν λέγει ὁ ποιητής. Ἢ καὶ διότι ἀπὸ τοῦ σκότου, ἤτοι τοῦ Ἅιδου, ἔξεισι.
(v. 572) διὸ καὶ ἐπάγει "ἔκλυεν ἐξ ἐρέβευς". Ἀμείλιχον δὲ ἦτορ ἔχειν λέγει τὴν Ἐριννύν, καθὰ καὶ τὸν Ἅιδην φθάσας ὁ βασιλεὺς ἔφη ἀμείλιχον, ὃ τῷ μειλίχῳ ἐναντίον ἐστὶ τῷ καὶ μειλιχίῳ τετρασυλλάβως λεγομένῳ, οὗ τεθειμένου παρὰ Σοφοκλεῖ καὶ ἐπὶ ὑδάτων, ὡς τὸ "μειλιχίων ποτῶν ῥεῦμα" διασαφητικὴ μετάληψίς ἐστι τὸ μελιχρόν. [Ἔστι δὲ πάντως ὁ πλεονασμὸς τοῦ ι ἐν τῷ μειλίχιος κατὰ τὸ κέρτομος κερτόμιος, Αἰτωλός Αἰτώλιος, καὶ τὰ ὅμοια].
(v. 573) Ἐν δὲ τῷ "πολὺς ὅμαδος καὶ δοῦπος" ταὐτολογία ἐστὶν [806] οὐκ ἄκαιρος.
(v. 575) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι ἐν ταῖς πρεσβείαις ἱερεῖς ἀρίστους οἱ παλαιοὶ ἔπεμπον, ὅθεν ὁ Σοφοκλῆς λαβὼν ἐν Οἰδίποδι τοιαύτην πλάττει πρεσβείαν Θηβαϊκήν.
(v. 576) Ἐν δὲ τῷ "ὑποσχόμενοι μέγα δῶρον" φανερῶς ἑρμηνεύει τὸ πρὸ μικροῦ ῥηθέν, ὡς ὑπέστη δῶρα ὁ βασιλεύς, ὡς ταὐτὸν ὂν ὑποστῆναι εἰπεῖν καὶ ὑποσχέσθαι. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ "μέγα δῶρον" ἐπίτηδες ἐξαίρει ὁ Φοῖνιξ τὸ μεγαλεῖον τῶν βασιλικῶν δώρων. Εἰ γὰρ μέγα τὸ τῶν Αἰτωλῶν δῶρον, τό, ὡς ῥηθήσεται, πεντηκοντόγυιον, ἡλίκα τὰ τοῦ Ἀγαμέμνονος, ἅπερ, ὡς καὶ προερρέθη, Νέστωρ μὲν οὐκ ὀνοστά εἶπεν, Ὀδυσσεὺς δὲ ἄξια, Αἴας δὲ καὶ Φοῖνιξ πολλά, Διομήδης δὲ μυρία. Ὅρα δὲ καὶ ὅτι μέγα δῶρον ἐνταῦθα εἰπὼν προϊὼν ἑτέρως αὐτὸ αὔξει φάμενος πληθυντικῶς δῶρα πολλὰ καὶ χαρίεντα.
(v. 581) Ἐν δὲ τῷ "γέρων ἱππηλάτα Οἰνεύς" ἑαυτόν πως ὑπεμφαίνει ὁ Φοῖνιξ. Ὡς γὰρ ἐκεῖ τὸν παῖδα Μελέαγρον ἐλιτάνευεν ὁ πατήρ, οὕτω νῦν ἐνταῦθα τὸν θετὸν υἱὸν ὁ Φοῖνιξ.
(v. 583) Ἐν δὲ τῷ "σείων κολλητὰς σανίδας" σείειν μὲν σανίδας, ὡς ἐκ τοῦ παρακολουθοῦντος, τὸ θυροκρουστεῖν λέγει καὶ πρὸς βίαν αὐτὰς κόπτειν ὡς καὶ σείεσθαι. Κολλητὰς δὲ σανίδας τὰς θύρας φησὶ περιφραστικώτερον. Ἐν τούτοις δὲ ὅρα καὶ τὸ πολλά πλεονάσαν κατὰ σχῆμα ἐπιμονῆς, οἷον "πολλὰ ἀχέουσα", "πολλὰ γαῖαν ἀλοία", "πολλὰ λιτάνευε γέρων", "πολλὰ δὲ κασίγνητοι, πολλὰ δ' ἑταῖροι".
(v. 586) Κεδνότατοι δὲ οἱ ἄξιοι μελήσεως διὰ τὸ καὶ φίλτατοι εἶναι κατὰ τὸν ποιητήν, ἐκ τοῦ κήδομαι. οἱ δ' αὐτοὶ ὁμοίως μετ' ὀλίγα καὶ κήδιστοι.
(v. 598) Τὸ δὲ "εἴξας ᾧ θυμῷ" καὶ ὁ βασιλεὺς πρὸ ὀλίγων ἐκ τοῦ Νέστορος ἤκουσε.
(v. 599) Τὸ δὲ "κακὸν δ' ἤμυνε καὶ αὕτως" ὁμοίαν δύναμιν ἔχει τῷ "πόλεμόν περ ἀλαλκών". Δῆλον δὲ ὡς ταὐτὸν ἀμύνειν εἰπεῖν καὶ ἀπαμύνειν κατὰ παρολκὴν προθέσεως. ἀνωτέρω γοῦν ἔφη "ἀπήμυνε κακὸν ἦμαρ".
(v. 600 s.) Τὸ δὲ "ἀλλὰ σὺ μή μοι ταῦτα νόει" καὶ ἑξῆς ἕως τοῦ "κάκιον δέ κεν εἴη" ἀποτρεπτικὸν φρενοβλαβείας ἐστί. Τὸ δὲ "μηδέ σε δαίμων ἐνταῦθα τρέψειε φίλος" ἁπλότητα ἔχει σχεδιασμοῦ. Ὁ νοῦς μὲν γὰρ κλητικὴν Ἀττικὴν [807] ἔχει τὸ φίλος ἀντὶ τοῦ ὦ φίλε, ἡ δὲ προφορὰ φαντάζει τὴν λέξιν ὡς εὐθεῖαν, ἐπίθετον τοῦ δαίμων, ἵνα φαίνηται λέγων δαίμων φίλος. καὶ μιμεῖται ὁ ποιητὴς οὕτω τεθορυβημένον σχεδιασμόν. Εἰ δ' ἴσως δαίμων ἐνταῦθα ἡ ψυχὴ κατὰ τοὺς ὕστερον σοφούς, οἳ δαίμονα καὶ τὴν ἐν ἑκάστῳ ἀνθρώπῳ ψυχὴν ἔλεγον, εἴη ἂν λέγων, ὡς μή σε ἡ ψυχή σου ἐνταῦθα τρέψῃ, ἵνα ᾖ τὸ "δαίμων φίλος" ταὐτὸν τῷ "φίλον ἦτορ". [Τὸ δὲ "κάκιον δέ κεν εἴη" δύναται διασταλὲν ἀναπέμψαι τὸ "νηυσὶ καιομένῃσιν ἀμύνειν" ὄπισθεν εἰς τὸ "μηδέ σε δαίμων ἐνταῦθα τρέψειεν", ἵνα εἴπῃ· μή σε θεὸς τρέψῃ ἑλέσθαι μὴ νῦν ἀμῦναι ταῖς ναυσίν, ἀλλ' ὅτε καίονται].
(v. 603) Τὸ δὲ "ἶσόν σε θεῷ τίσουσιν Ἀχαιοί" ἔχει τὸ ἀσφαλὲς ἐκ τοῦ καὶ τοὺς θεοὺς θεραπευομένους, οἷς χρή, παρατρωπᾶσθαι. καὶ θεὸς γὰρ λαμβάνων τι βοηθεῖ. καὶ ἄλλως δὲ "ἶσα θεῷ", οὐ μὴν δίκην μισθωτοῦ καί, ὡς ἂν αὐτὸς εἴποι, "ἐν καρὸς αἴσῃ".
(v. 604) Φθισήνωρ δὲ πόλεμος, ὡς καὶ Ἄρης βροτολοιγός. Ἔστι δὲ ἄμφω ταῦτα χρήσιμα καὶ εἰς τὸ ἐν Ὀδυσσείᾳ γραφὲν περὶ ἐπεσβολίας καὶ βλασφημίας.
(v. 601) Τὸ δὲ "τιμῇς ἔσσεαι" δηλοῖ μὲν τὸ τιμήεις, ἐξ οὗ καὶ ἐκράθη, ἔχει δὲ προσγεγραμμένον ἰῶτα, καθὰ καὶ τὸ αἰγλήεις αἰγλῇς, καὶ ἀπ' αὐτοῦ τὸ "χρυσὸν τιμῆντα" ὁμοίως τῷ αἰγλῆντα. Καὶ ἐχρῆν μὲν οὕτω καὶ φωνῆντα βέλεμνα παρὰ Πινδάρῳ εἶναι τὰ φωνήεντα, ὁ δὲ φωνεῦντα λέγει ὡς ἀπὸ τοῦ φωνόεντα κατὰ κρᾶσιν [808] ὁμοίαν τῷ πλέονα πλεῦνα, θεόν θεῦν, ὡς τὸ "θεῦν Ἄρτεμιν", καὶ Ἐρέβεος Ἐρέβευς καὶ Ὀδυσσέως Ὀδυσσεῦς καὶ ὅσα τοιαῦτα.
(v. 541) Ἔτι κἀκεῖνο ἰστέον ὅτι τὸ "πολλὰ προθέλυμνα χαμαὶ βάλε δένδρεα" καὶ ἑξῆς καὶ ἐπὶ ἀνέμου ποτὲ βιαίου ἔστιν εἰπεῖν.
(v. 573 s.) Τὸ δὲ "ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει πύργων βαλλομένων" πολιορκίας ἐστὶ δηλωτικόν.
(v. 585 s.) Φιλίας δὲ ἔπαινος τὸ "ἑταῖροι οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἁπάντων".
(v. 595) Ἐπὶ δὲ θυμουμένου ἐφ' οἷς μανθάνει κακοῖς, ἐρεῖ τις ἂν τὸ "τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα".
(v. 602 s.) Ἐπὶ δὲ πᾶσι τούτοις σημείωσαι, ὅτι ἐπίτηδες ὁ ποιητὴς τῷ Φοίνικι τὸ περὶ τῆς τιμῆς κεφάλαιον ὕστερον ἐνταῦθα ἐτήρησεν, ἵνα γένηται προκλητικὸν προοιμίου τῷ Ἀχιλλεῖ. Ἐντεῦθεν γὰρ ἐκεῖνος ὁρμηθεὶς προοιμιάζεται καιρίως ἐξ αὐτοῦ καὶ αὐτὸς τοῦ πράγματος, καὶ τοῦ Φοίνικος εἰπόντος, ὡς ἐπὶ δώροις ἐξελθὼν τιμηθήσῃ, φησὶν αὐτός, ὡς οὔ μοι χρεία τιμῆς ταύτης, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ. Ὃ καὶ ὁ βασιλεὺς φθάσας εἶπεν ἐν τῷ "εἰσὶν οἵ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς".
(v. 556-558) Ὅτι περιβλητικῶς κατὰ λόγον παρενθέσεως ἱστορῶν τι καὶ περὶ τῆς μνημονευθείσης Κλεοπάτρας ὁ ποιητὴς ἐν τῇ τοῦ Φοίνικος ἀφηγήσει καλήν τε αὐτήν, ὡς προεγράφη, ἐπονομάζει καὶ "κούρην Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ τε", τουτέστιν Ἴδου, κλιθέντος οὕτω ἀπὸ εὐθείας τῆς ὁ Ἴδας ὡς ὁ Μίδας, καθὰ καὶ ἐκ τοῦ Ἑρμείας γίνεται Ἑρμείεω, ἐξ οὗ κατὰ συγκοπὴν Ἑρμείω.
(v. 558-564) Λέγει δὲ καί, ὅτι ὁ ῥηθεὶς Ἴδας "κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν τῶν τότε, καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Ἀπόλλωνος, καλλισφύρου εἵνεκα νύμφης, ἥν", φησί, "τότε ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἂρ αὐτῇ", ἢ "αὐτῆς, μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα, κλαῖεν ὅτε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων". καὶ τοιαῦτα μὲν τὰ τοῦ ποιητοῦ.
(v. 556) Ἰστέον δὲ ὅτι τε πρὸς ὁμοιότητά τινα τοῦ Θηρικλῆς καὶ Κλεισιθήρα καὶ τῶν ὁμοίων καὶ ὁ Πάτροκλος καὶ ἡ Κλεοπάτρα τοῖς αὐτοῖς διοικοῦνται ὀνόμασιν ἀνάπαλιν κειμένοις, καὶ ὅτι περιώνυμος ἐπὶ κάλλει ὥσπερ ἡ πάλαι Κλεοπάτρα, οὕτω [809] καὶ ἡ ὕστερον Αἰγυπτία, ἡ τῷ Ἀντονίῳ φιλτάτη.
(v. 557) Καὶ ὅτι, ὥσπερ Ἑλένη παρὰ τὸ ἑλεῖν διὰ κάλλους, οὕτω καὶ Μάρπησσα παρὰ τὸ μάρπτειν, ταὐτὸν δέ πως τὸ μάρψειν καὶ τὸ ἑλεῖν. Τὸ δὲ "καλλίσφυρος", καθὰ καὶ ἀλλαχοῦ ἐρρέθη, γυναικός ἐστι κυρίως ἔπαινος, ὡς καὶ τὸ ἀργυρόπεζα. Διὸ καὶ δὶς αὐτὸ ἐνταῦθα εἶπεν ὁ ποιητής. Ἐν οἷς καὶ νύμφην τὴν τοιαύτην λέγει ἢ διὰ τὸν ἐκ νέου γάμον ἢ διὰ κάλλος τὸ καθ' ὁμοιότητα τῶν τοῦ μύθου Νυμφῶν. Εἰκὸς δὲ τὴν διόλου καλὴν καὶ περιμάχητον εἶναι καὶ καλλίσφυρον. Τὸ δὲ "Εὐηνίνη" τύπου ἐστὶ πατρωνυμικοῦ θηλυκοῦ καὶ δηλοῖ θυγατέρα Εὐήνου. οὕτω καὶ Ἀδρηστίνη ἡ τοῦ Ἀδράστου καὶ Ὠκεανίνη ἡ τοῦ Ὠκεανοῦ. Εἰ δέ τινα καὶ διὰ τοῦ ωνη πατρωνυμοῦνται ὡς ἡ Ἀκρισιώνη, καθ' ὁμοιότητα τοῦ Διώνη καὶ τῶν τοιούτων, ἑτέρου λόγου. Φασὶ δὲ περὶ τοῦ τοιούτου Εὐήνου ὡς γαμβροκτόνος καὶ αὐτὸς ἦν κατὰ τὸν Οἰνόμαον. Εἰς ἁρματηλασίαν γὰρ τοὺς μνηστῆρας τῆς θυγατρὸς προκαλούμενος καὶ τῷ διεκφυγόντι αὐτὸν διώκοντα εἰς ἀριστεῖον διδοὺς αὐτὴν καὶ τοὺς λειπομένους, ὅ ἐστιν ἡττωμένους, καρατομῶν καὶ τὰς κεφαλὰς τῆς οἰκίας ἀπαιωρῶν εἰς ἐκφόβησιν, δεινὰ ἐποίει. ἐπεὶ δὲ ὁ Ἴδας ὑπερήλασεν αὐτὸν ἁρπάσας τὴν Μάρπησσαν καὶ ἐκεῖνος ἐπιδιώξας οὐ κατέλαβε, κατασφάττει μὲν τοὺς ἵππους, ἑαυτὸν δὲ ῥίπτει εἰς τὸν πρὶν μὲν Λυκόρμαν ποταμόν, ἀπ' ἐκείνου δὲ Εὔηνον. Ὅτι δὲ ὁ Ἴδας Λυγκέως ἦν ἀδελφός, καὶ ὡς ἄριστος εἶναι τοξότης φαίνεται, ὅσγε καὶ τῷ Ἀπόλλωνι κατὰ μῦθον ἀντικατέστη ἀφαρπάσαντι κατὰ ἔρωτα τὴν Μάρπησσαν οὐκ ἐθέλουσαν, καὶ ὁ Λυκόφρων ἱστορεῖ. Καὶ φαίνεται μὲν ἀμυθήτου κάλλους αἴνιγμα εἶναι ὁ τοῦ Ἀπόλλωνος ἡλίου εἰς τὴν ἡρωΐδα ταύτην ἔρως, ὡς ἀξιοθέατον καὶ οἷον ἡλιώδη τὸ εἶδος καὶ διὰ τοῦτο ἡλίῳ πρέπουσαν. Περιᾴδεται δὲ ὅμως ἄλλως τὸ φίλανδρον τῆς Μαρπήσσης, ἣν ὁ μῦθος λέγει πολλά τε κλαῦσαι, ὅτε ὑπὸ Ἀπόλλωνος ἡρπάγη, καὶ αἵρεσιν σχοῦσαν προελέσθαι Ἀπόλλωνος τὸν αὐτῇ συγγηράσοντα θνητὸν Ἴδαν, οὗ δὴ πάθους καὶ μνήμην ἡ Μάρπησσα κειμηλιουμένη τὴν ἐξ αὐτῆς καὶ τοῦ Ἴδου Κλεοπάτραν Ἀλκυόνην ἐκάλει.
(v. 563) Ὅτι δὲ ἡ ἀλκυών, τὸ ὄρνεον, πολλὰ καὶ αὐτὴ ἔπαθεν εἰς πένθος αὐτὴν [810] προκαλούμενα, λέγει ὁ μῦθος. Φέρεται γὰρ λόγος, ὅτι συζυγία τις ἀνδρὸς καὶ γυναικός ‑ Κῆϋξ δὲ ὁ ἀνὴρ ἐκαλεῖτο. ‑ ἐς τοσοῦτον ἦλθε φυσήματος, ὡς ἐθέλειν τὸν μὲν Διὸς καλεῖσθαι ὀνόματι, τὴν δὲ τῇ τῆς Ἥρας κλήσει καλλωπίζεσθαι. καὶ ἐποίουν μὲν αὐτοὶ οὕτω. Ζεὺς δὲ ἀχθεσθεὶς τῆς ὕβρεως μετάγει τοὺς ἀνθρώπους εἰς ὄρνις καὶ τὸ κακὸν προσαύξων ἀναγκάζει χειμῶνός τε νεοττεύειν αὐτοὺς καὶ περὶ αἰγιαλόν. ὅθεν καὶ ἀλκυόνες ἐκλήθησαν διὰ τὸ παρὰ τὴν ἅλα κύειν. Ἐπεὶ δὲ τὰ ᾠά σφισιν ἐκλύζοντο καὶ ἦν ὁ τόκος ἀτελεσφόρητος καὶ οὐκ εἶχε τὸ γένος διαδοχήν, ἦν αὐτοῖς πολὺ πένθος, καὶ τοῦτο ἐπὶ πολύ. ὁ Ζεὺς οὖν, ἀλλὰ καὶ αὐτὸν οἶκτος εἰσέρχεται καὶ ἐπαναστρέφει τοῦ θυμοῦ καὶ κατελεεῖ τοὺς γοεροὺς ὄρνις καὶ ἐπιτάττει τῷ καιρῷ γαλήνην καὶ γίνεται, καὶ οἱ ὄρνις ἐπωάζουσι καὶ εἰς φῶς ἐκφαίνουσι νεοσσούς. Καὶ τοῦτο γενόμενον καὶ εἰς ὀπίσω καὶ ἐπὶ πολλοὺς παραμεῖναν ἐνιαυτοὺς τὰς ἀλκυονίδας ἡμέρας ἔφηνε. Πολυπενθὴς οὖν ἀνέκαθεν ἡ ἀλκυών. [Τῷ δὲ πάθει τοῦ εἰρημένου Κήϋκος παραθετέον καὶ τὴν Ἀντωνίου ἀπόνοιαν, ὃς τὴν πολυτελῆ Κλεοπάτραν ἠγάγετο, ἔτι δὲ καὶ τὴν τοῦ αὐτοκράτορος Γαΐου, τοῦ καὶ Καλλίγολα, φασί, προσαγορευθέντος διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι. Οὗτος μὲν γὰρ ὑπερφρονήσας, ὡς εἰκός, ἐπὶ κάλλει νέος τε Διόνυσος ἐκαλεῖτο καὶ Διονυσιακὴν πᾶσαν ἐνδύνων στολὴν ἐδίκαζεν. Ἀντώνιος δὲ ἐκέλευεν ἐξ Ἀθηνῶν ἀρξάμενος Διόνυσον αὑτὸν ἀνακηρύττειν κατὰ πόλεις ἁπάσας. Πρὸς τούτοις δὲ καὶ τὸν Συρακούσιον ἰατρὸν Μενεκράτην, ὃς Ζεὺς ἐπικαλούμενος ὡς μόνος αἴτιος τοῦ ζῆν ἀνθρώποις διὰ τῆς κατ' αὐτὸν τέχνης προὐβάλλετο καὶ ἑτέρους θεούς, ὡς ἀλλαχοῦ δεδήλωται]. Ἔτι ἰστέον, ὡς Παυσανίας ἐν τῷ κατ' αὐτὸν Λεξικῷ λέγει, ὅτι ἀλκυονίδες ἡμέραι αἱ ἐν χειμῶνι νήνεμοι καὶ γαλήνην ἔχουσαι, καὶ ὅτι περὶ τοῦ αὐτῶν ἀριθμοῦ διαφέρεται. Σιμωνίδης μὲν γὰρ πέντε φησὶν αὐτὰς καὶ Ἀριστοτέλης, Δημαγόρας δὲ ὁ Σάμιος ἑπτά, Φιλόχορος δὲ ἐννέα. Ὅτι δὲ καὶ δεκατέσσαρές εἰσιν, ἕτεροι λέγουσιν. Ὁ δ' αὐτὸς Παυσανίας μῦθον ἐπ' αὐταῖς καὶ τοῦτόν φησιν. Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες Φθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δριμώ, Ἀστερίη. Αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον Παλλήνης μέχρι [811] καὶ νῦν φυλάσσον τὴν κλῆσιν, ἔρριψαν ἑαυτὰς εἰς τὴν θάλασσαν, Ἀμφιτρίτη δ' αὐτὰς ὄρνιθας ἐποίησε. καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν, ἀφ' ὧν αἱ ἀλκυονίδες ἡμέραι. Ἰστέον δὲ ὅτι κήρυλλοι κατὰ Παυσανίαν ἐν ἀλκυόσιν οἱ ἄρρενες, οἳ γηράσαντες, φησίν, ὑπὸ τῶν θηλειῶν βαστάζονται. Κεῖται δὲ ὁ ῥηθεὶς κήρυλλος καὶ παρὰ τῷ Κωμικῷ, παροξυτόνως μέντοι καὶ δι' ἑνὸς λ ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων. Οὐ δασύνεται δὲ ἡ τῆς ἀλκυόνος ἄρχουσα διὰ τὴν τοῦ κ ἐπιφορὰν κατὰ κανόνα, ὃς ἐγράφη ἔνθα ἐλέχθη περὶ τῆς τοῦ ἆλτο ψιλώσεως. Σημείωσαι δὲ καὶ ὅτι ἀλκυὼν μὲν ἀλκυόνος τὸ ὄρνεον, Ἀλκυόνη δὲ ἐπὶ κυρίου τῆς Κλεοπάτρας τῆς παρωνύμου τῷ ὀρνέῳ. Καὶ ὅτι διώνυμος ἡ Κλεοπάτρα, ὡς καὶ ὁ τοῦ Ἕκτορος υἱὸς καὶ ἄλλοι, τῇ μὲν μιᾷ τῶν κλήσεων παρὰ μόνων τῶν φιλτάτων ὀνομαζομένη ἐν μεγάροις, ὥς φησιν ὁ ποιητής, τῇ δὲ ἑτέρᾳ κοινῶς ὑπὸ τῶν ἄλλων. Καὶ ὅτι οὐ διὰ πάθος οἰκεῖον ἡ Κλεοπάτρα τὴν τῆς Ἀλκυόνης ἔσχεν ἐπωνυμίαν, ἀλλὰ διὰ τὴν μητέρα πενθοῦσαν δίκην πολυπενθοῦς ἀλκυόνος. Οὕτω καὶ Ὀδυσσεύς, ὡς ἐν Ὀδυσσείᾳ ἱστόρηται, διὰ τὸν πάππον ἔσχε τὸ ὄνομα, ἐπειδὴ πολλοὶ ἐκείνῳ διὰ τὸ κλέπτειν ὠδύσαντο, τουτέστιν ὠργίσθησαν. Τὸ δὲ "ἐπώνυμον" ἀντὶ τοῦ φερωνύμως. οὔπω γὰρ ἦν ἐπὶ Ὁμήρου λεκτὸν τὸ φερώνυμον, ἀλλ' ἀντ' αὐτοῦ τὸ ἐπώνυμον προεφέρετο. Διὸ καὶ τὴν Ἀλκυόνην ὁ ποιητὴς ἐπώνυμον οὕτω καλεῖσθαί φησιν, ἤγουν κατὰ φερωνυμίαν, ἢ μάλιστα εἰπεῖν, κατὰ ἐμφέρειαν ὀνόματος. οὕτω φερωνύμως καὶ ὁ Ὀδυσσεύς, ὡς ἐρρέθη, ὠνόμασται. Καὶ τὸ τοῦ Αἴαντος δὲ ὄνομα, καθά φησι Σοφοκλῆς, ἐπώνυμον ἦν τοῖς ἐκείνου κακοῖς ὡς ἀπὸ τοῦ αἴ ἢ τοῦ αἰάζειν, οἷα παθόντος αἰαγμάτων ἄξια. Καὶ Πολυνείκης δὲ πολλῶν νεικέων ἦν ἐπώνυμος θείᾳ προνοίᾳ, ὡς Εὐριπίδης φησίν. Οἶτον δὲ φανερῶς ἐνταῦθα [812] ὁ ποιητὴς οὐ τὸν θάνατον ἀλλὰ τὴν συμφοράν φησιν. Οὕτω καὶ πότμος καὶ μόρος οὐκ ἀεὶ ἐπὶ θανάτου ἀλλὰ καὶ ἐπὶ τύχης βαρυσυμφόρου.
(v. 564) Τὸ δὲ "ἀνήρπασεν" ἢ περιττὴν ἔχει τὴν πρόθεσιν ἢ καὶ προσφυῶς Ἡλίῳ τῷ ἁρπάσαντι τὴν ἄνω τοπικὴν σχέσιν δηλοῖ.
(v. 577-580) Ὅτι τό, ὡς ἐρρέθη, τῶν Αἰτωλῶν μέγα δῶρον πρὸς Μελέαγρον ἐφερμηνεύων ὁ ποιητής φησιν, ὅτι ἤθελον αὐτοὶ "ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, τέμενος αὐτὸν περικαλλὲς ἑλέσθαι πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι". Ἐν οἷς πρῶτα μὲν ὅρα τὰ πάρισα, τὸ ἑλέσθαι καὶ τὸ ταμέσθαι, εἶτα ὡς τὸ τέμενος ἐτυμολογεῖ κἀνταῦθα διὰ παρατεθειμένου ῥήματος τοῦ ταμέσθαι. Τέμενος γάρ ἐστιν, ὅπερ ἂν τάμηταί τις ὁρίσας καθ' ἑαυτό, καὶ ὅτι ἑλέσθαι λέγει τὸ ἐπιλέξασθαι, ὅπερ ἐν ἄλλοις μετὰ τῆς ἐξ προθέσεως κεῖται.
(v. 579) Πεντηκοντόγυον δὲ τὸ ὂν πεντήκοντα ζευγῶν ἢ ἀροτήρων ‑ Γύης γὰρ μέρος ἀρότρου. ‑ , ἢ τὸ πεντηκοντάπλεθρον. Γύη γὰρ μέτρον τι γῆς. Τὸ δὲ οἰνόπεδον ὅμοιον μὲν τὴν σύνθεσιν πρὸς τὸ θειλόπεδον καὶ στρατόπεδον, σημαίνει δὲ ἀμπέλων γῆν πεδινήν.
(v. 580) Ψιλὴ δὲ ἄροσις ἡ ἄφυτος καὶ καθ' ἑαυτὴν μόνην οὖσα, καθ' ὁμοιότητα τοῦ ψιλοῦ στρατιώτου. [(v. 577) Ἰστέον δὲ καὶ ὅτι τὸ πιότατον συγκοπὴν ἔπαθεν ἐκ πεντασυλλάβου τοῦ πῖον πίονος πιονώτατον].
(v. 588-594) Ὅτι διασκευάσας, ὡς εἴρηται, μεγαλοπρεπῶς ὁ Φοῖνιξ ὡς οἷόν τε τὰ τῷ Μελεάγρῳ ὑπεσχημένα δῶρα, ὧν ἐκεῖνος οὐδὲν ἀπώνατο ‑ Οὐκέτι γάρ, φησί, δῶρ' ἐτέλεσσαν οἱ ὑποσχόμενοι. ‑ [813] καί τινα δὲ ἕτερα ἐπαγαγὼν λέγει καὶ ὅτι, ὅτε δὴ ὁ τοῦ Μελεάγρου θάλαμος ἐβάλλετο, οἱ δὲ Κουρῆτες ἐπὶ πύργῳ ἢ ἐπὶ πύργον ἔβαινον, ὡς καὶ προεγράφη, καὶ ἐνέπρηθον μέγα ἄστυ, "τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις", ἡ προσεχῶς ἱστορηθεῖσα, "λίσσετ' ὀδυρομένη καί οἱ κατέλεξεν ἅπαντα κήδεα ὅσα ἀνθρώποισι πέλει, τῶν ἄστυ ἁλῴη. ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας".
(v. 593 s.) Ἔνθα καὶ ὅρα ὅπως Ὅμηρος ἐν δυσὶ στίχοις συντόμως τε ἅμα καὶ μεγαλοφώνως πόλεως ἁπάσης ἐξέφρασεν ἅλωσιν ἐν τῷ "ἄνδρας μὲν κτείνουσι" καὶ ἑξῆς, ὡς προγέγραπται. Οὐ γὰρ ἠθέλησε μιᾶς τινός που πόλεως ἁλώσει τὸν λόγον ἐνασχολῆσαι. Ὅρα δὲ καὶ ὅτι πρεπόντως τῷ καιρῷ ἐβραχυλόγησεν ἡ γυνή. οὐ γὰρ ἦν ἐν μάχης καιρῷ τῇ Κλεοπάτρᾳ πολυλογεῖν. Σημείωσαι δὲ καὶ ὅτι φαίνεται μάλιστα διὰ τὰ οἰκεῖα πεισθῆναι ὁ Μελέαγρος. τῇ γὰρ αἰχμαλωσίᾳ τῶν ὅλων τέκνων καὶ γυναικῶν συνεισάγονται πάντως καὶ τὰ τῷ Μελεάγρῳ φίλτατα.
(v. 595) Διὸ καὶ παρασημειούμενός φησι "τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα", τὰ τῆς αἰχμαλωσίας δηλαδή. οὐ γὰρ ὀδυρομένην τὴν καὶ φίλην καὶ φίλανδρον τοσοῦτον ᾤκτειρεν, ὅσον αἰχμαλωτισθησομένην ἠλέησεν. Ὅρα δὲ καὶ τὸ ἐντελὲς τῆς ἐκφράσεως. δίχα γὰρ τῶν κατὰ μέρος ἐν πολιορκίᾳ καὶ εὐτελῶν τὰ ἄλλα πάντα ἐντελέστατα ἔφρασε, τὸν τῶν πολιτῶν φόνον, τὸν τῆς πατρίδος ἀφανισμόν, τὴν τῶν φιλτάτων ἀπαγωγήν.
(v. 590) Τὸ δὲ "εὔζωνος" γυναικὸς ἐπίθετον, καθὰ καὶ τὸ βαθύπεπλος καὶ βαθύζωνος καὶ τανύπεπλος [Οἱ μέντοι μεθ' Ὅμηρον καὶ ὁδίτῃ ἀπερίττῳ καὶ οὕτως εὐσταλεῖ τὴν τοιαύτην λέξιν οἰκειοῦσιν, εὔζωνον ὁδοιπόρον λέγοντες τὸν ἀβαρῆ καὶ ἐπέκεινα τοῦ ἐλαφροῦ ἱματισμοῦ ζώνῃ μόνῃ σφιγγόμενον. Διὸ καὶ μονόζωνος ὁ τοιοῦτος ἐρρέθη που, ὡσαύτως δὲ καὶ οἰόζωνος].
(v. 592) Τὸ δὲ "ἁλῴη" ἐκ τοῦ ἁλούς ἁλόντος ἁλοίη γίνεται κατὰ ἔκτασιν συνήθη, [814] ὁμοίως τῷ δούς δόντος δοίην δῴην. Πλείων δὲ παρὰ τοῖς ὕστερον ἡ χρῆσις τοῦ ἁλοίη ὥσπερ καὶ τοῦ δοίη.
(v. 593) Τὸ δὲ "ἄνδρας μὲν κτείνουσιν" ἐλλειπτικῶς εἴρηται. ἡ γυνὴ γὰρ ἐπειγομένη οὐ λέγει τίνες εἰσὶν οἱ κτείνοντες, ἀλλ' ἀφίησιν αὐτὸ διὰ τοὺς πολεμίους νοεῖσθαι ὡς φανερώτατον. Οὕτω δὲ λείπει καὶ τὸ ὅτι ἢ τὸ ὅπως, ἵνα ᾖ τὸ ὅλον, ὡς κατέλεξεν, ὅτι ἄνδρας μὲν κτείνουσι καὶ τὰ ἑξῆς. Ἴσως δὲ καὶ μεθέλκεται τὸ ἄλλοι εἰς τὸ κτείνουσι κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ἵνα ᾖ· ἄνδρες μὲν κτείνουσιν ἄλλοι καὶ ἑξῆς. Τὸ δὲ "ἀμαθύνει" ἀντὶ τοῦ λεπτύνει ὡς εἰς ἄμαθον καί, ὡς οἱ παλαιοί φασιν, εἰς κόνιν πεδιάσιμον.
(v. 598) Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐκέτι δῶρα τέλεσαν" δηλοῖ μὲν τὸ ἐτελείωσαν, εἰς τέλος ἤγαγον, γέγονε δὲ τοῖς ὕστερον ἀφορμὴ τοῦ εἰς φορολογικὴν λέξιν θεῖναι τὸ τελεῖν, οἷον· ἐτέλεσεν ὁ δεῖνα τόδε τι.
(v. 607-610) Ὅτι ἐκ τοῦ τῆς τιμῆς κεφαλαίου, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, προοιμιαζόμενος Ἀχιλλεὺς πρὸς τὸν διδάσκαλόν φησι "Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές, οὔ τί με", ἤγουν οὐδαμῶς μοι, "ταύτης χρεὼ τιμῆς. φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰς ὅ κεν ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ", τουτέστι περιφραστικῶς· ἕως ἂν ζῶ. Καὶ ὅρα τὸ ἀσφαλὲς τῆς ἐννοίας. Ἐπεὶ γὰρ καὶ ὑπνοῦντι καὶ παρειμένῳ δέ τινι ἀναπνοή ἐστιν ἐν τοῖς στήθεσσι, προσέθηκε τὸ "καί μοι γούνατα ἔρρωται", τουτέστιν· ἕως ζῶν ἔρρωμαι. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα ἔννοια καθ' ὑπερβατὸν ὀρθοῦται καὶ οὐκ ἄλλως. Λέγει γὰρ Ἀχιλλεύς, ὡς οὔ μοι χρεὼ τιμῆς, ἥ με ἕξει παρὰ νηυσίν, ὅ ἐστι μερικῆς, καιρικῆς, "φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἕως ἀϋτμὴ ἐν στήθεσσι μένῃ" καὶ ἑξῆς, ἵνα νοῇ, ὡς οὐ τοσοῦτον ἐθέλω νῦν ἐνταῦθα τιμᾶσθαι, ὅσον διὰ παντὸς βίου. Ἴσως δὲ καί, ἄλλως εἰπεῖν, ὑπολοξώσας ὡς οὐκ ἤθελε τὴν ῥηθεῖσαν [815] ἔννοιαν ὁ ἥρως, παραλαλεῖ, ὡς ἐν Τροίᾳ διὰ βίου μενεῖ. Δοκεῖ γὰρ εἰπεῖν ὡς ἡ αἶσα τοῦ Διὸς ἕξει αὐτὸν παρὰ νηυσίν, ἕως ἂν ζῇ. Τῷ δὲ τοιούτῳ λόγῳ οὐ συναναφαίνεταί τις ἐλπὶς νόστου. Καὶ ἔστι καὶ τοῦτο δεξιότητος Ὁμηρικῆς. Οἰκτιζόμενος γὰρ ὁ ποιητής, εἰ καὶ οἴκαδε ἱκέσθαι ὁ καλὸς Ἀχιλλεύς, ὡς εἰκός, ἐλπίζει καὶ γυναῖκα λήψεσθαι, ἣν ἂν ἐθέλοι, καὶ κτήμασι τέρψεσθαι τοῖς πατρόθεν, καὶ εἰπεῖν ἐθέλων, ὡς οὐκ ἔσται ταῦτα, σχίζει τὴν φράσιν εἰς διπλόην ἐννοίας, ὧν ἡ μὲν μία λαλεῖ ὁρθῶς, ὅπερ ἐθέλει ὁ Ἀχιλλεύς, ἡ δὲ ἑτέρα ὑπομαντεύεται προαναφωνητικῶς ἀκροατῇ συνετῷ καὶ οἵῳ διχάζειν ἀμφιβολίας, ὡς τῇ κατὰ Τροίαν παραμονῇ σύμμετρος ἔσται ἡ ζωὴ τῷ Ἀχιλλεῖ. Καί πως ἡ ψυχὴ κατά τι χρησμῳδικὸν τοῦτο λαλεῖ, βακχικῶς ἐνθουσιῶσα εἰς φοίβασμα προρρήσεως, ἧς οὐδέν τι ἐπαΐει ὁ ἥρως. [Τοῦτο δὲ τὸ εἶδος καὶ Σοφοκλῆς μιμησάμενος, ὡς καὶ ἄλλα τῶν Ὁμήρου, ποιεῖ τὸν τύραννον Οἰδίποδα ἐν διαφόροις τόποις ἑαυτοῦ καταλέγοντα, οὔτι ἑκόντα, ἐξ ἀκουσίου δέ τινος ψυχικοῦ κινήματος, καθ' ὃ ἐλάλει μὲν καθ' ἑαυτοῦ σκωπτικὰ πρὸς ἀλήθειαν, οὐκ ἐγίνωσκε δέ. ὃ δὴ ἐσχημάτισται τεχνικῶς].
(v. 607) Τὸ δὲ "ἄττα", κείμενον καὶ ἐν Ὀδυσσείᾳ, γλώττης φασὶ Θετταλῶν οἱ παλαιοί, προσφώνημα ὂν ἔκ τινος νεωτέρου ὡς πρὸς τροφέα, πρωτόθετον, ἄκλιτον, ἀμετάληπτον, ἤγουν μὴ δυνάμενον μεταληφθῆναι εἰς ἐφερμηνευτικὴν ἑτέραν λέξιν. Καὶ ὅρα τὴν τῆς λέξεως ἔμφασιν. Ἐνέφηνε γὰρ ὁ Ἀχιλλεύς, ὅτι οὐχ' ὡς πατρὶ προσέχειν αὐτὸν δεῖ τῷ Φοίνικι, οὐδὲ ὡς ἀδελφῷ, κἂν ἐκεῖνος οἷα ῥήτωρ δεινὸς εἰπεῖν ταῦτα σοφίζηται, ὡς προείρηται, ἀλλ' ὡς θρεψαμένῳ ἀποτίνειν χάριτας. [Ὁ γάρ τινα προσφωνήσας τὸ "τέττα" τρόφιμος ἐκείνου [816] ἐστίν, οὐ μὴν υἱὸς ἢ ἀδελφός. Εἰ δέ τινα ξενίζει τὸ μὴ πάνυ σύνηθες τῆς λέξεως μηδὲ κοινόν, ἐνθυμείσθω μυρίας ὅσας τοιαύτας, ὧν τινας καὶ αἱ Ὁμηρικαὶ Παρεκβολαὶ συνειλήφασιν, ὁποία καὶ ὁ νέννος, λέξις αὕτη συγγενική, δηλοῦσα θεῖον, ἤγουν τὸν τοῦ πατρὸς ἀδελφόν. Ὁ δὲ οὕτω διατεθεὶς εἰς τὸ τέττα, τὸ γνώριμον, τίς ἂν γένοιτο ἀκούσας, ὅτι σάννας ὁ μωρὸς παρὰ Κρατίνῳ, καὶ ὅτι ψάκαλα τὰ ἔμβρυα καὶ τὰ ἄρτι δὲ γεγονότα, ὅθεν καὶ "ψακαλοῦχοι μητέρες" παρὰ Σοφοκλεῖ, καὶ ἄλλα δὲ ἀμύθητα].
(v. 608) Τὸ δὲ "χρεώ" Ἰωνικὴ λέξις, πεζῷ λόγῳ οὐ προσηνής. Ἰστέον δὲ ὅτι τὸ μὲν "οὔ τι με ταύτης χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι θεόθεν" ἐρεῖ ἂν ὁ μὴ χρῄζων ἀνθρωπίνης τιμῆς. ὁ δὲ ὑπισχνούμενος ἐπὶ πολὺ ἐμμεῖναι οἷς λέγει, εἴποι ἂν ὡς ποιήσω τόδε τι "ἕως ἂν ἀϋτμὴ ἐν στήθεσσι" καὶ τὸ ἑξῆς.
(v. 609) Τὸ δὲ "εἰσόκεν", οὗ χρῆσις ἔν τε τῷ "εἰσόκε σ' ἢ ἄλοχον ποιήσεται" καὶ ἀλλαχοῦ, νοεῖται μὲν ἐπιρρηματικῶς ἀντὶ τοῦ ἕως καὶ ἕως οὗ καὶ ἕως ὅτου, σύγκειται δὲ ἐκ προθέσεως καὶ ὑποτακτικοῦ οὐδετέρου ἄρθρου ἑνικοῦ πτώσεως αἰτιατικῆς καὶ συνδέσμου. Ἔχει δὲ ἔλλειψιν ληφθὲν ἀντὶ τοῦ εἰς ὃ ἂν διάστημα καιροῦ, ἤγουν ἕως ἂν τόδε γένηται. Ἀϋτμή δὲ ἁπλῶς μὲν ἡ πνοή, ἐνταῦθα δὲ τὸ ψυχικὸν πνεῦμα, ἐκ τοῦ ἄω, ἀφ' οὗ καὶ τὸ ἦτορ. Ἔοικε δὲ τὸ ἄω, ἐξ οὗ καὶ ἄημι, τὸ πνέω, ὅθεν τὸ "ἄη νότος", καὶ "ἄνεμοι ὑγρὸν ἀέντες" ἐπενθέσει τοῦ υ Αἰολικῇ γενέσθαι αὔω, καὶ διαλύσει ἀΰω, ἀφ' οὗ ἀϋτμή, ἡ ῥηθεῖσα διὰ τοῦ μ πρὸς διαστολὴν τῆς κατὰ τὴν φωνὴν ἀϋτῆς. Ἡ δὲ ἀϋτμὴ καὶ ἀρσενικῶς ἀϋτμὴν λέγεται ὡς πυθμήν, οἷον "κατὰ κεφαλῆς ἀϋτμένα χεῦεν". Ὥσπερ δὲ ταῦτα ἐκ τοῦ ἀΰω, οὕτω καὶ ἐκ τοῦ ἄω [817] ἀτμός καὶ ἀτμίς. Ἐκεῖθεν δὲ παρῆκται καὶ τὸ ἆσθμα καὶ τὸ ἀσθμαίνειν.
(v. 610) Φίλα δὲ γούνατα, ὡς καὶ φίλον ἦτορ καὶ φίλα γυῖα. Τὸ δὲ "ὀρώρῃ" τοῦ ὄρωρά ἐστιν ὑποτακτικόν, ὡς τοῦ ὄλωλα τὸ ὀλώλῃ.
(v. 612-615) Ὅτι προοιμιασάμενος, ὡς ἐρρέθη, ὁ Ἀχιλλεὺς καὶ πρὸς μὲν τὸ τῆς τιμῆς κεφάλαιον ἀντειπών, εἶτα μὴ ἔχων εὐροεῖν εἰς ἀντίρρησιν, οὐ δικαιολογεῖται μέν, ὀνειδίζει δὲ τὸν διδάσκαλον, ὡς παρὰ τὸ φιλικὸν δίκαιον ποιοῦντα, καί φησι "μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων", ἢ καὶ ἄλλως, "μή μοι σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχεύων, Ἀτρείδῃ ἥρωϊ φέρων χάριν", οἷα δηλαδὴ καὶ ἐκεῖνον φιλῶν. "οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κέ με κήδει". Κανὼν δὲ ταῦτα φιλίας ἀληθοῦς, εἴγε καὶ Ἡσίοδός φησι "τὸν φιλέοντα φιλεῖν", "τὸν δ' ἐχθρὸν ἐᾶσαι".
(v. 616) Εἶτα λέγει "ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς". Καὶ ἔστι τοῦ Ὁμηρικοῦ τούτου παράφρασις ἡ ὕστερον παροιμία τὸ "κοινὰ τὰ τῶν φίλων", ὡς τῆς κοινότητος πυθμενικῶς ἐν ἡμίσει θεωρουμένης τῷ κατὰ δυασμόν, ὃ καὶ Ἡσίοδος ἐπαινεῖ. Ὅρα δὲ καὶ ὅτι τοῖς μὲν ὑπὸ τοῦ Ὀδυσσέως λαληθεῖσι κεφαλαίοις πᾶσιν ἀντεῖπεν ὁ Ἀχιλλεύς, ὡς προείρηται, δίχα ἑνὸς τοῦ κατὰ τὴν πατρικὴν παραίνεσιν. τῶν δὲ τοῦ Φοίνικος κεφαλαίων ἀνάπαλιν τοῖς μὲν ἄλλοις οὐκ ἔσχεν ἀντιπεσεῖν, ἑνὶ δὲ τῷ τελευταίῳ τῷ περὶ τῆς τιμῆς, τῶν μέντοι τοῦ Αἴαντος οὐδενὶ κεφαλαίῳ ἀντιπεσεῖται, ὡς δειχθήσεται.
(v. 613) Ὅτι δὲ ἀληθῶς συνέχεε τὸν τοῦ Ἀχιλλέως θυμὸν ὁ Φοῖνιξ, δῆλον. οὐ γὰρ ἔτι θυμούμενος κύνεον τὸν βασιλέα, οὐδὲ ἀναιδείην ἐπιειμένον λέγει, ἀλλὰ ἥρωα, εἰπὼν [818] "Ἀτρείδῃ ἥρωϊ φέρων χάριν", ἤγουν χαριζόμενος, ὅπερ ἀλλαχοῦ ἦρα φέρειν λέγεται. Ἔτι συγχέεται ἡ ψυχὴ τῷ Ἀχιλλεῖ καὶ οἷς οὐκέτι μακρολογεῖν ἔχει, ἀλλ' ὡς οἷον ἐκχέας ἤδη καὶ αὐτὸς τὸ πᾶν σόφισμα ἐν τοῖς πρὸς τὸν Ὀδυσσέα βραχυλογεῖ ἐνταῦθα, καὶ οὐ μόνον, ἀλλὰ καὶ ὑπόσχεσιν προφέρει χρηστοτέραν, ὡς καὶ προδεδήλωται.
(v. 618 s.) Οὐ γὰρ αὔριον πλευσεῖσθαί φησιν, ὃ φθάσας εἶπεν, ἀλλὰ φράσεσθαι εἴτε μενεῖ εἴτε νοστήσει ἐς τὰ οἰκεῖα. ταῦτα δὲ συγκεχυμένου νοὸς καὶ οὐδὲν ἀκριβὲς εὐκρινοῦντος. Δῆλον δὲ ὅτι ἐναντίον ὥσπερ τῇ εἰλικρινείᾳ ἡ ἀμαύρωσις, οὕτω τῇ εὐκρινείᾳ ἡ σύγχυσις, ἐκ μεταφορᾶς λεχθεῖσα τῶν κατὰ χοῦν ἀναμίξεων, αἷς ἀντίκειται τὸ κεκριμένον, ὅ ἐστι διακεχωρισμένον φυσικῶς ἢ τεχνικῶς, [ὡς δῆλον ἔσται μάλιστα, ὅπου φανεῖται παῖς οἰκοδομήσας ἐπὶ ψάμμου τὰ συνήθη ἐν τῷ ἀθύρειν, εἶτα χερσὶ καὶ ποσὶ συγχέας αὐτά. Ἄλλως δέ γε καὶ μίτοι συγχέονται, καὶ ἕτερα πολλὰ ἐν τῷ ἀτάκτως ἀναφύρεσθαι]. Ὅρα δὲ καὶ τὰ ἐν τῷ χωρίῳ τούτῳ συχνὰ κομματικά, τὸ καὶ θυμικὸν σχῆμα καὶ γοργόν,
(v. 615) καὶ ὅτι ὁ Θετταλὸς μεῖραξ ῥήτωρ ὑπὸ θυμοῦ οἷον σφαλλόμενος οὐκ εὐοδοῖ τὸν λόγον διόλου εἰς τὸ σαφές, ἀλλὰ σχεδιάζων σὺν ὀργῇ ἐκπίπτει εἰς ἀμφίβολον νοῦν ἐν τῷ "καλὸν σὺν ἐμοὶ τοῦτον κήδειν, ὅς με κήδει". Τοῦτο γὰρ οὐ μόνον τὸ ὀρθὸν δηλοῖ τὸ "καλόν ἐστι μετ' ἐμοῦ ὄντα σε βλάπτειν τὸν βλάπτοντά με", ἀλλὰ καὶ τὸ ἀπεμφαῖνον, ὃ οὐκ ἂν ἐθέλοι ὁ Ἀχιλλεύς, τὸ "χρεών σε βλάπτειν σὺν ἐμοὶ τὸν κήδοντά με", ἤγουν καὶ ἐμὲ καὶ ἐκεῖνον. Ἔνθα καὶ ὅρα ὡς κήδειν μὲν συνήθως τὸ βλάπτειν μετὰ αἰτιατικῆς κατὰ ἐνεργητικὴν διάθεσιν, κήδεσθαι δὲ τὸ φροντίζειν παθητικῶς καὶ μετὰ γενικῆς, ὡς δηλοῖ καὶ τὸ "κήδετο γὰρ Δαναῶν".
(v. 616) Εἰς δὲ τὸ "ἥμισυ μείρεο τιμῆς" ἐνθυμητέον, ὡς καὶ Ἰοβάτης οὕτω ἥμισυ πάσης βασιληΐδος τιμῆς τῷ Βελλεροφόντῃ ἐδάσατο.
(v. 617 s.) Ὅτι φιλοξενικὸν τὸ "σὺ δ' [819] αὐτόθι λέξεο μίμνων εὐνῇ ἐνὶ μαλακῇ".
(v. 618 s.) Ὁδοιπορικὸν δὲ τὸ "ἅμα δ' ἠοῖ φαινομένῃφι φρασσόμεθα ἤ κε νεώμεθ' ἐφ' ἡμέτερα ἤ κε μένωμεν".
(v. 617) Ὅρα δὲ τὸ "λέξεο" καινῶς καὶ αὐτὸ ἔχον ἀπὸ τοῦ λέξω μέλλοντος, ἀναδραμόντος εἰς ἐνεστῶτα καὶ κλιθέντος ὡς τὸ λέγεο, ἤγουν κοιμῶ.
(v. 619) Τὸ δὲ "νεώμεθα ἐφ' ἡμέτερα" περίφρασίς ἐστι τοῦ νοστήσομεν. Ἔστι δὲ τὸ "ἡμέτερα" ταὐτὸν τῷ οἶκονδε, φρασθὲν ἐλλειπτικῶς ἀντὶ τοῦ εἰς τὰ ἡμέτερα δώματα καὶ τέτριπται μέχρι καὶ νῦν ἡ τοιαύτη χρῆσις κοινότερον.
(v. 620-622) Ὅτι ὥσπερ πρὸ ὀλίγων ἔνευσεν Αἴας Φοίνικι, ἐνόησε δὲ Ὀδυσσεύς, οὕτως ἐνταῦθα "Πατρόκλῳ ἐπ' ὀφρύσι νεῦσε σιωπῇ" Ἀχιλλεὺς "Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα" οἱ πρέσβεις "ἐκ κλισίης νόστοιο μεδοίατο".
(v. 622 s.) Γνοὺς δὲ ὁ Αἴας φησὶν "ἴομεν", καὶ τὰ ἑξῆς, ὡς κείσεται κατωτέρω.
(v. 625) Καὶ ὅρα τὸ "ἴομεν", ῥῆμα δακτυλικόν, ληφθὲν κἀνταῦθα οὐχ' ὡς αὐθυπότακτον, ἀλλὰ κατὰ φωνὴν ἐνεστῶτος, ὁμοίως τῷ τίομεν, κυλίομεν καὶ τοῖς ὁμοίοις.
(v. 621) Τὸ δὲ "στορέσαι" καιρία λέξις ἐπὶ κλίνης. Διὸ τρὶς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ χρᾶται αὐτῇ διὰ τὸ καίριον. Ὅτι δὲ λέγεται καὶ ἐπὶ γαληνιώσης θαλάσσης, δῆλον. "ἐστόρεσε" γάρ, πού φησι, "θεὸς μεγακήτεα πόντον". Πρὸ βραχέων δὲ καὶ ἀνθρακιὰν ἐστόρεσε Πάτροκλος. Ἔστι δὲ θέμα τοῦ ῥήματος τούτου στορῶ, ὃ συγκοπὲν καὶ γενόμενον στρῶ μετέπεσεν εἰς τρίτην συζυγίαν. Ὥσπερ γὰρ τορῶ τορήσω, ἐξ οὗ τὸ ἀντετόρησε, καὶ ἐν συγκοπῇ τρῶ τρώσω, οὕτω καὶ στορῶ στορέσω, ἐξ οὗ τὸ στρῶ στρώσω, οἷον "ὑπὸ δ' ἔστρωτο ῥινὸν βοός". Ἐξ οὗ καὶ οἱ βασιλικοὶ στρῶται, οἳ παρὰ Πέρσαις ἐπλεόναζον. Τὸ δὲ "πυκινὸν λέχος" καὶ μαλακὴν εὐνὴν ἀνωτέρω Ἀχιλλεὺς ἔφη κατὰ ἑτέραν ἔννοιαν. ἔπρεπε γὰρ μάλιστα τοιαύτη τῷ γέροντι. [Σημείωσαι δὲ ὅτι μαλακῆς εὐνῆς λεγομένης καὶ κώματος δέ, ἤγουν ὕπνου, μαλακοῦ, καὶ ἴσως ὑπονοίας ἀναβησομένης εἰς νοῦν, πότερον ἄρα τούτοιν ἀμφοῖν εἴη μαλακώτερον, δοκεῖ ἀσφαλῶς τολμῆσαι εἰπεῖν τις δέρματα ὕπνου μαλακώτερα κατὰ ἦθος ἀφελές]. Σημείωσαι καὶ ὅτι συντελεῖ τι τὸ "πυκινὸν [820] λέχος" πρὸς νόησιν τῆς στιβάδος, εἴπερ στιβὰς μέν, ὡς ἐν ἄλλοις ἐρρέθη, γίνεται παρὰ τὸ στείβειν, ὃ σημαίνει τὸ καταπατεῖν, ὡς δηλοῖ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ "στειπτὴ φυλλάς". Πυκινὸν δὲ γίνεται πᾶν τὸ οὕτω στειβόμενον.
(v. 622) Τὸ δὲ "ἐκ κλισίης νόστου" ἀκριβῶς ἐρρέθη. Νόστος μὲν γὰρ γενικὸν ὄνομα, δηλοῦν καὶ τὸν οἴκαδε εἰς πατρίδα. νῦν δὲ οὐ τοιούτου μέδοιντ' ἂν οἱ πρέσβεις τοῦ ἐκ Τροίας, ἀλλὰ τοῦ ἐκ κλισίας, τῆς τοῦ Ἀχιλλέως, εἰς τὰ ἑαυτῶν δηλαδή, ὡς δηλοῖ ἐπαχθὲν μετ' ὀλίγα τὸ "παρὰ νῆας ἴσαν πάλιν".
(v. 623-655) Ὅτι ἐπιχειρηματικώτερος μὲν Ὀδυσσεύς, ὡς προδεδήλωται, καί, ὡς εἰπεῖν, πρέσβις ἀκραιφνής, αὐτὰ γυμνὰ φράζων τὰ πράγματα δίχα σχετικῆς τινος φιλικῆς παρενθήκης. Διὸ οὔτε πείσειν τὸν Ἀχιλλέα ἔσχεν, ἀλλὰ καὶ γενναίαν ὁ Ἀχιλλεὺς ἀντίρρησιν ἐφιλοτιμήσατο πρὸς ἐκεῖνον ἐνστήσασθαι, ἄλλως τε καὶ ἀκμάζοντος αὐτῷ τοῦ θυμοῦ καὶ τῇ ἀναμνήσει τῶν προγενομένων ἐρεθισθέντος καὶ ὑπερζέσαντος. Ὁ δέ γε Φοῖνιξ οὐκ ἐπεχείρησε μὲν εἰς πολλά, γνησιώτερον δὲ ἐλάλησεν, ἀπό τε ἄλλων δικαίων ὁρμώμενος, καὶ οἷα διδάσκαλος ὁμιλῶν καὶ ἔλεον δὲ κινῶν οἷς περιπαθῶς ἐφθέγξατο, καὶ ἱστορίας δὲ ὁμοιότητι ἐν τοῖς περὶ Μελεάγρου καταμαλάττων τὸν ὁμιλητὴν μείρακα. Διὸ εἰ καὶ μὴ τέλεον αὐτὸν ἔπεισεν, ἤνυσεν ὅμως πλεῖόν τι τοῦ Ὀδυσσέως. Τόν τε γὰρ βασιλέα οὐ κύνεον οὐδὲ ἀναιδῆ ἀποκαλεῖ, ὡς πρὸς τὸν Ὀδυσσέα ἔφη, ἀλλὰ ἥρωα, ὡς καὶ προερρέθη, ὠνόμασε, καὶ οὐδὲ αὔριον ἀποπλεύσειν λέγει, ὅπερ εἶπε πρὸς τὸν Ὀδυσσέα, ἀλλὰ μετριάσας τὸν θυμὸν βουλεύσασθαί φησιν ἅμα ἡμέρᾳ, ὡς καὶ αὐτὸ εἴρηται. καὶ οὕτω μὲν αὐτοί. Αἴας δὲ μετὰ τοὺς γέροντας ῥήτορας ἐπιλογικώτερον λαλεῖ καὶ μακρολογεῖν ἀφέμενος ‑ Ἔχει γὰρ εἰπεῖν καὶ αὐτὸς "γλῶσσαν μὲν ἀργήν, χεῖρα δ' ἔχειν ἐργάτιν". ‑ [821] ἐπίτροχον λακωνίζει καὶ παρρησιαστικώτερον, ἔτι δὲ καὶ καταφορικώτερον φθέγγεται. Ὅμως δ' ἐν τῷ τέλει τοῦ λόγου καὶ εἰς ἱλαρότητα δυσωπεῖ, ἐν ὀλιγίστῳ μέντοι, κατὰ λόγον καὶ αὐτὸ σεμνότητος. ἀναμιμνήσκει δὲ ὁμοίως καὶ περὶ φιλίας παλαιᾶς τῆς ἄγαν, ὅθεν καὶ ἐντρέψας τὸν Ἀχιλλέα ποιεῖ ἐπαγγείλασθαι, ὡς οὐ πρὶν εἰς πόλεμον ἐξελεύσεται, πρὶν ἂν Ἕκτωρ κτείνων Ἀργείους εἰς αὐτὰς τὰς τῶν Μυρμιδόνων νῆας ἐλεύσηται. Καὶ ὅρα ὅτι τριῶν τούτων ὄντων λόγων καιριωτέρων πρὸς ἀπόκρισιν τῷ Ἀχιλλεῖ, τοῦ "ἀπελεύσομαι εἰς Φθίαν", τοῦ "βουλεύσομαι εἰ ἀπελεύσομαι εἴτε καὶ μή", καὶ τοῦ "μενῶ ἐνταῦθα ἕως ἂν τόδε γένηται", τοῖς τρισὶ πρέσβεσιν Ὅμηρος ἕκαστον τῶν τριῶν, ὡς ἐρρέθη, ἀπεμέρισε καθ' ἕν. Τὸ δέ γε καὶ πεισθῆναι καὶ εἰς πόλεμον αὐτὸν ἐξελθεῖν τῷ μεγάλῳ ῥήτορι Νέστορι ταμιεύεται, ὃς ἐν τοῖς ἑξῆς ἀνύσει αὐτό, οὐκ αὐτὸς ὁμιλήσας τῷ Ἀχιλλεῖ, ἀλλὰ διὰ μέσου τοῦ Πατρόκλου, δευτέρᾳ πρεσβείᾳ οἰκειακῇ τὸν Ἀχιλλέα κατεργασάμενος.
(v. 625 s.) Ἰστέον δὲ ὅτι ἐκ τῶν τοῦ Αἴαντος λόγων τῷ μὲν μὴ ἐκ πρώτης ὁδοῦ εἰσακουσθέντι οἰκεῖον εἰπεῖν κατὰ Αἴαντα τὸ "ἴομεν. οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ' ὁδῷ κρανέεσθαι".
(v. 626 s.) Ὅτε δέ τῳ ἀνάγκη ἀγγεῖλαί τινα δυσχερῆ, ὀρθῶς ἂν εἴποι τὸ "ἀπαγγεῖλαι δὲ τάχιστα χρὴ μῦθον καὶ οὐκ ἀγαθόν περ ἐόντα". Ἔστι δ' ἐν τούτοις τὸ "τῇδέ γ' ὁδῷ" οἷά τις προαναφώνησις Ὁμήρου δηλοῦσα εὐμεθόδως, ὡς δευτέρα ὁδός, ὁποία τις ἐν τοῖς ἑξῆς ἡ τοῦ Πατρόκλου, πείσοι ἂν τὸν Ἀχιλλέα ἐλεῆσαι τοὺς Ἀχαιούς. Προοιμιάσατο δὲ ταῦτα ὁ Αἴας ἐνδεικνύμενος μὲν ἐξ ἀρχῆς αὐτῆς, ὡς ἀπέγνω πεῖσαι τὸν Ἀχιλλέα, ἐμφαίνων δὲ θαρρεῖν εἰς δευτέρας φροντίδας, αἳ σοφώτεραί πως κατὰ τὴν παροιμίαν εἰσίν. Ὁ δ' αὐτὸς Αἴας καὶ ἀνηλεῆ τὸν Ἀχιλλέα καὶ σχέτλιον καλεῖ καὶ μεγαλόθυμον.
(v. 628 s.) Φησὶ γὰρ "αὐτὰρ Ἀχιλλεὺς ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν", περὶ οὗ προείρηται. Καὶ ὅρα τὸ "ἔθετο" σύστοιχον ὂν τῷ κεῖται, ἀφ' οὗ ὁ κότος παράγεται.
(v. 630 s.) Εἶτα κατασκευάζων τὸ τοῦ Ἀχιλλέως ἄγριόν φησι "σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων", ἤτοι οὐκ ἐπιστρέφεται φιλίας, "τῆς", ἤγουν ταύτης, "ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων". ὃ καὶ δριμύτητα βαρεῖαν ἔχειν δοκεῖ, ὡς διὰ φιλίαν δῆθεν, οὐ [822] μὴν δι' ἀρετήν, τιμωμένου τοῦ Ἀχιλλέως αὐτοῖς. Καὶ ὀνειδίζει τὸ ἀνεπίστροφον τιμῆς εἶναι τὸν Ἀχιλλέα καὶ διὰ τοῦτο μηδὲ ἐσθλόν, εἴπερ ἡ τιμὴ κατὰ τὸν τοῦ Φοίνικος λόγον ἐπιγνάμπτει φρένας ἐσθλῶν. ὅθεν καὶ ἡ φιλοτιμία τῷ τῶν ἀρετῶν ἐντάττεται ὁρμαθῷ.
(v. 632-639) Εἶτα καὶ σκώπτων τὸν Ἀχιλλέα ὡς πέρα τοῦ δέοντος φιλογύνην φησὶ "νηλής. καὶ μέν", ἤγουν καὶ μήν, "τίς τε κασιγνήτοιο φόνοιο ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος. καί ῥ' ὃ μέν", ἤγουν ὁ φονεύς, "ἐν δήμῳ μένει αὐτοῦ", ὅ ἐστιν ἐκεῖ, "πόλλ' ἀποτίσας. τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ ποινὴν δεξαμένου", ὅπερ ἐστὶ περίφρασις τοῦ· παύεται ὁ χόλος μετὰ ποινήν. "σοὶ δέ", φησίν, "ἀληκτόν τε κακόν τε θυμὸν ἐν στήθεσσι θεὸς ἔθηκεν", οὐχ' ὑπὲρ ἀδελφοῦ δηλαδὴ ἢ παιδὸς τεθνεῶτος, ἀλλὰ "εἵνεκα κούρης οἴης", ὅ ἐστι μιᾶς. "νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχα ἀρίστας, ἄλλα τε πόλλ' ἐπὶ τῇσιν", ἤγουν σὺν ταύταις.
(v. 63941) Εἶτα κατὰ εἰσβολὴν ἐλέου γοργῶς δυσωπῶν λέγει "σὺ δ' ἵλαον θέο θυμόν, αἴδεσσαι δὲ μέλαθρον. ὑπωρόφιοι δέ τοί εἰμεν", ἤγουν ἐσμέν, "πληθύος ἐκ Δαναῶν".
(v. 641 s.) Προβάλλεται δὲ εἰς παράκλησιν καὶ τὴν φιλίαν, λέγων ὃ καὶ Ἀχιλλεὺς φθάσας ὡμολόγησεν, ὅτι δηλαδὴ φίλτατοι τῷ Ἀχιλλεῖ εἰσιν οἱ πρεσβεύοντες. Φησὶ γὰρ "μέμαμεν δέ τοι ἔξοχον ἄλλων κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι, ὅσσοι Ἀχαιοί", διὰ τὸ χρῆναι ἀνακάμπτειν τὴν ἀληθῆ φιλίαν. Ἐπεὶ γάρ σε παρὰ νηυσίν, ὡς ἐρρήθη, ἐτίομεν ἔξοχον ἄλλων, μέμαμεν, ἤγουν προθυμούμεθα, ἐθέλομεν, καὶ αὐτοὶ ἔξοχον εἶναί σοι φίλτατοι καὶ κήδιστοι, ὃ ταὐτόν ἐστι τῷ πρὸ ὀλίγων λεχθέντι κεδνότατοι, ὡς καὶ ἐκεῖ ἐρρέθη. Καὶ γὰρ ὁ κεδνὸς καὶ ὁ κήδιστος ἐκ τοῦ κήδεσθαι παράγονται. Ἐπὶ μέντοι νεκροῦ οὔτε τὸ κεδνός οὔτε τὸ κήδιστος εἴωθε λέγεσθαι, ἀλλὰ κηδεός, ὡς ἀπὸ τοῦ κηδεύω. [Οὐκ ἄδηλον δὲ ὅτι καὶ ὁ κηδεστὴς ὁμοίαν ἔχει τοῖς ῥηθεῖσι παραγωγήν. ἐκ τοῦ κήδω μὲν γὰρ τὸ κῆδος, ἐξ οὗ ὁ κήδιστος. ἐκ δὲ τοῦ κηδέω καὶ πλεονασμῷ τοῦ υ κηδεύω ὁ, ὡς ἐρρέθη, κηδεός καὶ ὁ ἐπικήδειος δέ. Ἐκ δὲ αὐτοῦ τοῦ κηδέω, ὡς ποιέω, καὶ κατὰ κρᾶσιν κηδῶ, οὗ μέλλων κηδέσω, [823] ὡς τελῶ τελέσω, ὁ κηδεστής. Εἰσὶ δέ, φασί, κηδεσταὶ οἱ συνοικειούμενοι ἀλλήλοις κατ' ἐπιγαμίαν, οἱ τε διδόντες καὶ οἱ λαμβάνοντες. οἱ δ' αὐτοί, φασί, καὶ πηοί. οἱ δὲ τοιοῦτοι καὶ κῆδος ἀλλήλοις τιθέναι λέγονται. Ὅτι δὲ καὶ κηδῶ κηδήσω τὸ φροντίσω εὕρηται, προδεδήλωται].
(v. 630) Ὅρα δὲ ὅτι σχέτλιος ἀσυνδέτως εἰπὼν ἐν ἀρχῇ στίχου ἐπήγαγε, διὰ τί τοῦτο ἔφη, διότι δηλαδὴ δέον ὂν ἀνασχέσθαι καὶ τλῆναι, ὁ δὲ οὐ μετατρέπεται τῆς ἡμῶν φιλίας. Καὶ πάλιν ὁμοίως νηλής εἰπὼν ἐπιφέρει αἰτίαν τοῦ σκώμματος ταύτην.
(v. 6326) Ἀδελφοῦ μὲν γάρ τινι φονευθέντος ἢ υἱοῦ καταπράττεται τῷ φονεῖ ἔλεος, Ἀχιλλεὺς δὲ οὐκ ἐλεεῖ τὸν βασιλέα, διδόντα ποινὴν τοσαύτην ὑπὲρ μιᾶς αἰχμαλώτου τῆς Βρισηΐδος, καὶ ποινὴν οὕτω πολλαπλασίονα σὺν τῷ καὶ αὐτὴν ἀποδίδοσθαι. Ἰστέον δὲ ὅτι ἔθος παλαιὸν ἦν φονευθέντος τινὸς ποινὴν ὑπὲρ τοῦ φόνου δίδοσθαι τοῖς συγγενέσιν, εἴπερ ἐθέλοιεν, καὶ τὸν φονέα οὕτω μένειν αὐτοῦ ἐν τῷ δήμῳ, χρημάτων τὸ μὴ φυγεῖν ὠνησάμενον. Ἄλλως δέ τοι ἔφευγεν ὁ φονεὺς οὐ πλεῖον ὡς τὰ πολλὰ ἐνιαυτοῦ.
(v. 633) Καὶ σημείωσαι ὅτι ἐνταῦθα κυριολεκτεῖται ἡ ποινή, φοινή τις οὖσα, ὡς διὰ φόνον διδομένη. Καιρίως δὲ λεχθὲν τὸ "ποινὴν ἐδέξατο" κεῖται καὶ κατωτέρω κατὰ σχῆμα ἐπιμονῆς ἐν τῷ "ποινὴν δεξαμένου".
(v. 631) Ἰστέον δὲ ὅτι τὸ "ἔξοχον ἄλλων" ἐλλιπές [824] ἐστι. Λείπει γὰρ τὸ Ἀχαιῶν, διὸ κατωτέρω ἐντελέστερόν ἐστι τὸ "ἔξοχον ἄλλων ὅσσοι Ἀχαιοί".
(v. 632) Τὸ δὲ "κασιγνήτοιο φόνοιο" ἢ ἀντὶ ἀδελφικοῦ φόνου καὶ νῦν, ὡς καὶ πρὸ βραχέων εἴληπται, ἢ ἀντὶ φόνου τῶν τινος ἀδελφῶν, καὶ οὐ κτητικῶς, ὡς ἐκεῖ.
(v. 633) Τεθνηῶτα δὲ λέγει οὐ τὸν ἁπλῶς ἀλλὰ τὸν διὰ φόνου, κατὰ τὸν ῥηθέντα κασίγνητον.
(v. 634) Ὅρα δὲ καὶ ὅτι ἀπὸ ὀνόματος τοῦ φόνου ἕτερον νοεῖται ὄνομα ἢ μετοχὴ ἀπὸ κοινοῦ ἐν τῷ "ὃ μὲν ἐν δήμῳ μένει", ὁ φονεύσας δηλαδὴ ἣ ὁ φονεύς.
(v. 637) Καὶ ὅτι ἐλέανε τὴν ὕβριν ὁ Αἴας ἐν τῷ θεόθεν εἰπεῖν τῷ Ἀχιλλεῖ τὸν θυμόν. οὐ γὰρ ἔφη ὡς ἄληκτον θυμὸν ἐν στήθεσσιν ἔχεις, ἀλλὰ θεοὶ ἔθεσαν, θεόσδοτον οἷον εἰπὼν τὸν τοιοῦτον θυμόν, καὶ ὅμως διὰ τοῦ ἄληκτον καὶ τοῦ ἔθεσαν, ὡς καὶ πρὸ βραχέων διὰ τοῦ θέτο, παράμονον καὶ ἀπόθετον κότον καὶ μῆνιν, οὐ μὴν ἁπλῶς θυμὸν αὐτοῦ κατηγορῶν.
(v. 635 s.) Ἐκ δὲ τοῦ ἄληκτον θυμόν ἔστι φανερῶς νοῆσαι, ὅτι καὶ τὸ "ἐρητύεται θυμός" τῆς κατὰ χόλον κινήσεως καὶ ἀγηνορίας ταὐτόν ἐστι τῷ λήγει. οὕτω γὰρ εὐοδοῦται φάναι ἀντιθετικῶς, ὡς ἐκείνου μὲν ἐρητύεται θυμός, σοὶ δὲ ἄληκτος ὁ θυμός. Ἐρητύειν δὲ κυρίως τὸ διὰ λόγου κωλύειν, ὡς ἀπὸ τοῦ ἔρω ἐρήσω, τὸ ἐρωτῶ, ἤδη δὲ καὶ λέγω. Τῶν γὰρ ὁμωνύμων καὶ τὸ εἴρειν ἐστί, δι' οὗ σὺν ἄλλοις καὶ τὸ λέγειν δηλοῦται καὶ τὸ ἐρωτᾶν.
(v. 638) Τὸ δὲ τὴν μίαν οἴαν εἰπεῖν ὑποδηλοῖ, ὅτι ἀπὸ τοῦ ἴος καὶ ἴα ὁ οἶος καὶ ἡ οἴα παράγονται, ὅτε δηλοῦσι μόνωσιν. Δύναται δὲ εἶναι τὸ οἴης καὶ ἀντὶ τοῦ μόνης, ἵνα λέγῃ, ὅτι ὁ μὲν βασιλεὺς μίαν τε ἀφείλετο καὶ ἐκείνην μόνην, ἄρτι δὲ καὶ αὐτὴν καὶ ἄλλα πολλὰ δίδωσι. Τὸ δὲ "ἔξοχ' ἀρίστας" διπλῆν ἐπίτασιν ἔχει πρὸς πλείω αὔξησιν. Ἐπιτατικὸν γὰρ καὶ τὸ ἔξοχα καὶ τὸ ἀρίστας καὶ ἔστιν ὅμοιον τῷ "ὄχ' ἄριστος".
(v. 639) Τὸ δὲ "θέο θυμὸν ἵλαον" δεξιῶς εἴρηται, ὡς ἐπὶ τῷ Ἀχιλλεῖ ὂν ἱλαρὸν ἑαυτὸν θέσθαι. οὐ γάρ, ὥσπερ θεόθεν θυμὸς ὁ μεγαλήτωρ, οὕτω κἀνταῦθα ἔσται, ἀλλ' αὐτὸς ἐθέλων [825] ἱλεωθήσεται. Ἀστείως δὲ τὸ νόημα ἔχει καὶ ἄλλως, ὡς χρεὼν ὂν μὴ κακὸν θυμὸν ἐν στήθεσσι τεθεῖσθαι, ὅ ἐστι κότον θυμοφθόρον, ἀλλὰ θυμὸν ἵλαον, ὅ ἐστι πραϋθυμίαν ἐντίθεσθαι. Οὕτω καὶ μέλι μὲν κειμηλιωτέον, χολὴν δὲ οὐ πάνυ τι ἄν. Ταὐτὸν δὲ εἰπεῖν "ἵληθι", ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, καὶ αὖ πάλιν περιφραστικῶς "ἵλαον θέο θυμόν".
(v. 640) Τὸ δὲ "ὑπωρόφιοί ἐσμεν" σαφήνειά ἐστι τοῦ "αἴδεσσαι μέλαθρον". ὅμοιον γὰρ εἰπεῖν αἴδεσσαι μέλαθρον καὶ αἴδεσσαι τοὺς ὑπωροφίους ἡμᾶς. ἀλλὰ τοῦτο μὲν εὐνόητον, ἐκεῖνο δὲ ὑποδύσκολον ὡς οἷά τι αἴνιγμα, οὗπερ ὁ νοῦς τοιοῦτος· αἴδεσσαι τοὺς ὑπὸ τὸ αὐτό σοι μέλαθρον ἱκέτας διὰ τὸν καὶ ἑρκεῖον καὶ ἐφέστιον καὶ ἱκέσιον. Ὅτι δὲ τὸ ὁμόστεγον μέγα τοῖς ἀρχαίοις εἰς δυσωπίαν καὶ τὸ ὁμοτράπεζον, ὡς καὶ τῆς ἑστίας συμπρεσβευούσης καὶ τοῦ ἑρκείου καὶ ἐφεστίου Διός, ἐκδηλότατόν ἐστι. Καὶ τὸν Πρίαμον τοίνυν ὁ Ἀχιλλεύς που αἰδέσεται διὰ ταῦτα, ἔνθα καὶ δέδιε μὴ ἀλιτρὸς γένηται λυπήσας τὸν ἱκέτην, αἰδοῖον πάντως ὄντα, ὡς δηλοῖ καὶ ἐνταῦθα τὸ "αἴδεσσαι μέλαθρον". Τὸ δὲ "ὑπωρόφιοι" κρᾶσιν ἔχει δύο ο. τὸ ἐντελὲς γὰρ ὑποορόφιοι. τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ ἀκρώρεια καὶ ὑπώρεια καὶ ἐν ἄλλοις, ὡς καὶ ἑτέρωθι δεδήλωται. Περὶ δὲ ὀρόφου εἴρηται σαφῶς ἀλλαχοῦ. Σημείωσαι δὲ ὅτι τὸ "ὑπωρόφιοι δέ τοί εἰμεν" ἐσχημάτισται. Ἦν μὲν γὰρ ἁπλοῦν καὶ κοινὸν εἰπεῖν· αἴδεσσαι μέλαθρον καὶ ὄροφον, διὰ τὸ λέγεσθαι πρός τινων μέλαθρον καὶ τὸν ὄροφον, εἰ καὶ ἄλλως κυρίως μέλαθρον τὸ μέσον φασὶ τῆς στέγης ξύλον τὸ καλούμενον ὑπέρτονον. καὶ ἦν μὲν τὸ ἁπλοῦν οὕτως. Ὁ δὲ ποιητὴς ἐσχημάτισε φράσας καθ' ἕτερον νόημα τὸ "ὑπωρόφιοί ἐσμεν". Ὅτι δὲ ὡς ἐκ τῆς ἑστίας καὶ τοῦ ἕρκους, οὕτω καὶ ἐκ τοῦ μελάθρου ὁ πᾶς οἶκος νοεῖται, οὐκ ἄδηλόν ἐστι. Διὸ αἰδεῖταί τις μέλαθρον καὶ ὄροφον, εἰ τοὺς ἐντὸς ὄντας αἰδοίους ἡγεῖται καὶ ὡς οἷον ὁμαίμονας, ὅ ἐστι, κατὰ τὸν Σοφοκλῆν, ὁμογενεῖς, διὰ τὸν ἑρκεῖον Δία. [Καὶ τοιοῦτοι μὲν οἱ Ὁμηρικοὶ ὑπωρόφιοι, ταὐτὸν δ' εἰπεῖν ὁμόστεγοι, ὁμωρόφιοι. Φάλαγγες δὲ παρὰ τοῖς ὕστερον ὑπωρόφιοι τὰ ὑπ' αὐτοῖς ὀρόφοις ἱστουργοῦντα φαλάγγια, [826] ὅ ἐστιν ἀράχνιά τινα]. Ἰστέον δὲ καὶ ὅτι τὸ "εἰμέν" ῥῆμα πληθυντικὸν ὑπαρκτικὸν ἀναλογώτερόν ἐστι τοῦ ἐσμέν καθ' Ἡρακλείδην φάμενον, ὡς οὐδὲν ῥῆμα πληθυντικὸν ἐπὶ τοῦ πρώτου σύμφωνον ἔχει πρὸ τοῦ μ, ἀλλ' ἑκάστοτε φωνῆεν. Ὡς γοῦν δίδωμι δίδομεν, φημί φαμέν, ἴσημι ἴσαμεν, καὶ συγκοπῇ ἴσμεν, ἐξ οὗ τὸ ἴδμεν, οὕτω κατὰ τὸν αὐτὸν λόγον εἰμί ἐμέν. Δωριεῖς δὲ πλεονάζουσι τὸ σ, εἰπόντες ἐσμέν. Ὅμηρος δέ, φησίν, ὅταν λέγῃ ἀπήμονές εἰμεν, προστίθησι τὸ ι, ἵνα οὕτω φωνῆεν εἴη πρὸ τῆς μεν συλλαβῆς.
(v. 641) Τὸ δὲ "μέμαμεν", ὃ οὐκ ἂν εἴη πεζολογικοῦ γραφέως, ἐκ τοῦ μῶ μάσω μέμακα μεμάκαμεν συγκέκοπται.
(v. 641 s.) Τὸ δὲ "ἔξοχον ἄλλων, ὅσσοι Ἀχαιοί" τεχνικὴ σύγκρισις ἐξ ὁμογενῶν. [Τὸ δὲ "ὅσσοι Ἀχαιοί" περίφρασίς ἐστι τοῦ Ἀχαιῶν.]
(v. 643 s.) Ὅτι ἕκαστον τῶν πρέσβεων οἰκειούμενος, καθὰ ἔπρεπεν, ὁ Ἀχιλλεὺς ἐντίμως προσεφθέγξατο, πατρόθεν ἐκ γενεῆς ὀνομάζων καὶ αὐτὸς τὸν μὲν Ὀδυσσέα οὕτω "διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ", τὸν δὲ παιδαγωγὸν "Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές", τὸν δὲ Αἴαντα "Αἶαν, διογενές, Τελαμώνιε, κοίρανε λαῶν". Οἱ δὲ κήρυκες οὐδὲν οὐδ' ὅλως προσφωνοῦνται, ἀλλ' ἀργὰ καὶ νῦν παρεισάγονται πρόσωπα, ὁποῖα πολλὰ καὶ ὕστερον καθ' ὁμοιότητα ποιοῦσιν οἱ Σκηνικοί. [Τυχὸν δὲ καὶ ἀχθόμενος ἐπ' αὐτοῖς ὡς κήρυξιν ὀκνεῖ λαλῆσαί τι αὐτοῖς, μεμνημένος, ὡς κήρυκες διεχειρίσαντο τὴν τῆς Βρισηΐδος ἀπαγωγήν].
(v. 645) Ὅτι οὐδενὶ τῶν τοῦ Αἴαντος κεφαλαίων, ὡς καὶ προερρέθη, ὁ Ἀχιλλεὺς ἀντιπίπτει, ἀλλ' εἰπών, ὅτι "πάντα τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι", ἤγουν ἔδοξας εἰπεῖν, προβάλλεται εἰς κώλυμα πειθοῦς τὴν εὔλογον μῆνιν.
(v. 646-648) Φησὶ γὰρ "ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων μνήσομαι, ὥς με ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν Ἀτρείδης, ὡς εἴ τινα ἀτίμητον μετανάστην".
(v. 649) Καὶ ἐν τούτοις παύσας τὰ πρὸς τὸν Αἴαντα, οἷα συμμετρήσας τὸν λόγον τῇ ἐκείνου βραχυλογίᾳ, φησὶ κοινῶς "ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε".
(v. 650-655) Τίς δὲ ἡ ἀποφατικὴ ἀγγελία; "οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον Μυρμιδόνων ἐπί τε κλισίας [827] καὶ νῆας ἱκέσθαι κτείνοντ' Ἀργείους κατά τε σμῦξαι πυρὶ νῆας. ἀμφὶ δέ τοι τῇ 'μῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω". Καὶ ὅρα ὅπως ὁ βραχυλογήσας Αἴας πλεῖον ἴσχυσε τῶν μακρὰς ῥήσεις κατατεινάντων, ἀνύσας πεῖσαι μεῖναι τὸν Ἀχιλλέα. Χάρις δὲ ὅμως ἐκείνοις, οἳ τὸν τοῦ ἥρωος θυμὸν οἷα καί τινα πύργον ὀχυρὸν πολιορκίᾳ μακρᾷ κατειργάσαντο. Φοῖνιξ μὲν γὰρ μέγα ἤνυσεν, ὡς καὶ προγέγραπται, Ὀδυσσεὺς δέ, εἰ καὶ μηδὲν ἀνύσαι φαίνεται, ἀλλὰ καὶ ἐκεῖνος ἔφθασεν ὑπομαλάξαι καὶ κατασεῖσαι αὐτὸν εἰπόντα, ὡς οὔ με πείσει ὁ βασιλεύς, πρὶν ἂν ἀποδώσει πᾶσαν λώβην. Σημείωσαι οὖν τὴν τάξιν τῆς ἀντιλογίας. Τῶν μὲν γὰρ τοῦ Ὀδυσσέως κεφαλαίων, ὡς καὶ προείρηται, πρὸς ἓν οὐκ ἀντεῖπεν ὁ Ἀχιλλεύς, τῶν δὲ τοῦ Φοίνικος ἑνὶ μόνῳ ἀντέπεσε, τοῖς δὲ τοῦ Αἴαντος πᾶσι συνέθετο.
(v. 645) Ὅρα δὲ ἐν τῷ "πάντα τί μοι κατὰ θυμόν" ἐκ περισσοῦ κείμενον τὸ τί, ὡς καὶ ἐν τῷ οὔ τι καὶ οὕτω τι καὶ σχεδόν τι καὶ μεγαλωστί καὶ νεωστί καὶ ἑτέροις. Καὶ ὅτι τὸ "ἐείσαο" Ἀττικῶς ἔχει ἐν τῇ ἀρχούσῃ τὸ ε. ἄλλως γὰρ εἴσαό ἐστιν Ἰωνικῶς ἀπὸ τοῦ εἴδω κλιθέν, ὃ δηλοῖ τὸ δοκεῖν καὶ φαίνεσθαι. Καὶ ὅτι τὸ μέμνημαι [828] πρὸ βραχέων αἰτιατικῇ συντάξας ἐνταῦθα γενικῇ συντάττει "ὁππότε κείνων μνήσομαι".
(v. 647) Καὶ ὅτι τὸ ἐκείνων πληθύνας κατὰ θυμὸν ῥητορικὸν ἐν τῇ ἑρμηνείᾳ τῆς λέξεως οὐ πολλά τινα λέγει, ἀλλ' ἕν, τὸ ἀσύφηλον αὐτὸν ἐν Ἀργείοις ῥέξαι, ὅ ἐστι θεῖναι, ποιῆσαι. Ἔστι δὲ τὸ ἀσύφηλον οὐ πεζὴ ῥητορικὴ λέξις. Γίνεται δὲ ἐκ τοῦ σοφός ἄσοφος κατὰ παραγωγὴν ἀσόφηλος, καὶ Αἰολικῶς ἀσύφηλος, ὁ ἀδόκιμος καὶ εἰς μηδὲν σοφός ἢ παρὰ τὸ ἆσαι ἤτοι βλάψαι καὶ τὸ φηλῆσαι, καὶ δηλοῖ, φασί, τὸν βλαβέντα καὶ ἀπατηθέντα. Ὅτι δὲ τὸ ῥηθὲν φηλῆσαι φηλῶσαι παρὰ τοῖς παλαιοῖς ἐλέγετο κατὰ τρίτην συζυγίαν τῶν περισπωμένων, δηλοῖ καὶ Λυκόφρων, εἰπὼν "φηλώσας πρόμον", ἤγουν ἀπατήσας τὸν ἄρχοντα. Τὸ δέ γε φηλῶ φηλήσω τῶν ὕστερόν ἐστι. Διὸ καὶ τὸ "πέποιθ' ὅ γε φιλήτῃσιν" οὐ διὰ τοῦ η ἔχει τὴν ἄρχουσαν ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις, ἀλλὰ διὰ τοῦ ἰῶτα. Καὶ δηλοῖ οὐκ ἀπατεῶνα ὡς ἀπὸ τοῦ φηλεῖν, ἀλλὰ κλέπτην παρὰ τὸ ὑφελεῖν, ὡς ἑτέρωθι κρειττόνως γέγραπται. Τὸ δὲ "ἐν Ἀργείοισιν" ἢ ἀντὶ τοῦ ἐν ἐπηκόῳ δήμου, ἢ μᾶλλον παρὰ τοῖς ὁμοεθνέσιν, ἐφ' οἷς ὥσπερ γλυκεῖα ἡ ἐπαινετικὴ σύγκρισις, οὕτω πικρὸς ὁ ψόγος. Τὸ δὲ "ἔρεξεν" οὐκ ἀττικίζεται, ἀλλὰ κοινότερον ἐν ἀδιπλασιάστῳ ἀμεταβόλῳ ἐκφέρεται. Μυρία δὲ καὶ ἄλλα ὅμοια παρὰ τῷ ποιητῇ, ἔνθα τὸ μέτρον ἀπαιτεῖ.
(v. 648) Ἀτίμητον δὲ μετανάστην λέγει τὸν ἄτιμον μέτοικον, οἷα τῶν μετοίκων ὡς τὰ πολλὰ οὐκ ἐντίμων ὄντων, ὡς νόθων πολιτῶν, καθὰ καὶ ἡ Ἀττικὴ πολιτεία ἐδήλου, ἐν ᾗ ξένοι μὲν τὸ μηδὲν σχεδὸν ἦσαν, πεπολιτογραφημένοι δὲ ὅμως τῶν ἰθαγενῶν ἐδευτέρευον. Σημείωσαι δὲ ὅτι τε ἡμῖν ἐναντίως Ὅμηρος λέγει τὸ ἀτίμητος. Οὐ γὰρ τὸν πολλῆς τιμῆς ἄξιον κατὰ τοὺς ὕστερον οὕτω καὶ αὐτὸς νοεῖ ἀτίμητον, [829] ἀλλὰ τὸν οὐδεμιᾶς, καὶ ὅτι ἐκ τοῦ ἀτιμῶ ἀτιμήσω τὴν λέξιν παράγει, ὅπερ ἡμεῖς ἀτιμώσω φαμέν, ὡς καὶ πολλαχοῦ σεσημείωται.
(v. 649) Τὸ δὲ "ἔρχεσθε" καὶ "ἀπόφασθε" τὰ πάρισα καλλωπίζων ἐπίτηδες ὁ Ἀχιλλεὺς ἔθετο, οἷα φραστικῶς ἐναγλαϊζόμενος οἷς ἔκρινε σεμνῶς. Φιλόσοφος δὲ λέξις τὸ ἀπόφασθε, καὶ δηλοῖ τὸν εὐθὺς ἐπαγόμενον ἀποφατικὸν λόγον τὸ "οὐ γὰρ πρίν γε" καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται.
(v. 650) Τὸ δὲ "μεδήσομαι" ὡς ἀπὸ περισπωμένου ἐνεστῶτος κεκίνηται τοῦ μεδῶ μεδήσω, ὡς αἰδῶ αἰδήσω ἐπὶ ἐντροπῆς, ὅθεν ὁ αἰδήμων, καὶ ἐδῶ ἐδήσω, ἐξ οὗ ἐδητύς, ἡ βρῶσις, καὶ μειδῶ μειδήσω, τὸ γελῶ. Ὁ γὰρ μέδω βαρύτονος ἐνεστώς, ἐξ οὗ καὶ ὁ κατ' ἀρχήν τινα μέδων γίνεται, ὡς φροντιστικὸς ὢν τῶν ἀρχομένων καὶ βουλευτικός, οὐ δύναται οἰκεῖον ἔχειν μέλλοντα, οἷον ὡς ᾄδω ᾄσω, οὕτω καὶ μέδω μέσω, διὰ συνέμπτωσιν τὴν πρὸς τὴν δοτικὴν τοῦ μέσου, ὥσπερ οὐδὲ τοῦ ἔδω ἔσω μέλλων ἐστίν, ὡς ἂν μὴ συνεμπίπτῃ τῷ ἔσω ἐπιρρήματι. Τὰ δὲ τοῦ Ἕκτορος ἐπαινετικὰ πρὸς λύπην τῶν πρέσβεων καὶ τοῦ βασιλέως ἐξαίρων ἐκεῖνον εἶπεν ὁ Ἀχιλλεύς.
(v. 653) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "κατά τε σμῦξαι πυρὶ νῆας" ἔχει τι πρόσκομμα ἡ μέχρις αὐτοῦ εὔοδος Ἀχίλλειος φράσις. Ἦν γὰρ τὸ πάντῃ ὀρθὸν εἰπεῖν, "κατά τε σμύξαντα", πρὸς ἀκολουθίαν τοῦ κτείναντα, ὃ προσεχῶς ὄπισθεν κεῖται. Ἢ γοῦν νοητέον ἀπὸ κοινοῦ τὸ πρίν καὶ τὸ Ἀργείων, ἵνα λέγῃ πρὶν σμῦξαι πυρὶ νῆας Ἀργείων, ἢ ῥητέον ὡς ἐξ ὀρθοῦ πρὸς τὸ "Μυρμιδόνων ἐπί [830] τε κλισίας καὶ νῆας ἱκέσθαι" συνετάγη καὶ τὸ "κατασμῦξαι πυρὶ νῆας", ἵνα εἴη κατ' εἰρωνείαν συγχωρῶν ὁ ἥρως τῷ Ἕκτορι καὶ Μυρμιδονικάς τινας καῦσαι νῆας, οὐ μὴν καὶ τὴν ἑαυτοῦ. ἐκεῖ γὰρ ἐξ ἀνάγκης ὁ Ἕκτωρ σχήσεται. Ἔστι δὲ σμῦξαι τὸ καῦσαι ἢ καπνὸν ἐκ πυρὸς ἀναδοῦναι, ὃ καὶ τύφεσθαι λέγεται. Ἐξ αὐτοῦ δὲ καὶ τὸ χόλον ὑποσμύχειν ἢ φθόνον εἴληπται. Ἐκεῖθεν δὲ καὶ τὸ σμυγερόν ἤτοι ἐπίπονον ὡς ἀπὸ μέσου παρακειμένου ἢ δευτέρου ἀορίστου τοῦ ἔσμυγα καὶ ἔσμυγον.
(v. 655) Τὸ δὲ μάχης σχήσεσθαι Ἕκτορα εἰρωνικῶς καὶ εὐφήμως ἢ καὶ ἐπιεικῶς εἶπεν ὁ Ἀχιλλεύς. ἄλλως γὰρ οὐκ ἂν ὤκνησεν εἰπεῖν ἀμφὶ τῇ αὐτοῦ κλισίῃ πεσεῖν τὸν Ἕκτορα. Ἔνθα ὅρα καὶ ὅτι πάλιν δοτικῇ συνέταξε τὴν ἀμφι πρόθεσιν, καὶ ὅτι δι' ἀντωνυμίας δυνάμενος τὸν προσεχῶς ῥηθέντα Ἕκτορα δηλῶσαι, ὅμως ἐκφωνεῖ αὖθις αὐτὸν οἷα γέμων αὐτοῦ καὶ χαίρων τῇ προφορᾷ τοῦ τοῖς πρέσβεσι μισουμένου ὀνόματος. Ἰστέον δὲ καὶ ὅτι ἀνθρώπου λόγος νοοῦντος μὲν τὸ δίκαιον, θυμουμένου δέ, τὸ "πάντα τί μοι κατὰ θυμόν" καὶ ἑξῆς ἕως τοῦ "μνήσομαι", ὡς προγέγραπται.
(v. 656 s.) Ὅτι καινόν τι σχῆμα καὶ ἐνταῦθα τὸ "οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον, σπείσαντες παρὰ νῆας ἴσαν πάλιν", ἤγουν ἀπῄεσαν, ὡς ταὐτὸν ὂν εἰπεῖν "οἳ δὲ ἀπῄεσαν" καὶ "ἕκαστος ἀπῄεσαν". Κεῖται δὲ καὶ ἀλλαχοῦ τὸ τοιοῦτον σχῆμα παρὰ τῷ ποιητῇ.
(v. 65860) Καὶ ἕτερον δέ τι καινοπρεπὲς συμπαράκειται σχῆμα τοιοῦτον "Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευε Φοίνικι στορέσαι πυκινὸν λέχος. αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος, ὡς ἐκέλευεν". Οὐ γὰρ ὡς παρὰ Καλλιμάχῳ ἐν τῷ "Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω", οὕτω καὶ ἐνταῦθα τὸ ἀρρενικὸν γένος ἐπεκράτησεν, ἀλλὰ τὸ θηλυκόν. Τάχα, φασί, διότι ἐπιτηδειότεραι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν αἱ γυναῖκες. Τὰ πολλὰ μέντοι ἐν συντάξεσιν ἀρσενικῶν καὶ θηλυκῶν ἐπικρατεῖν φασι τὸ ἀρσενικόν, ἔστι δὲ ὅτε οὐθέτερον, ὡς καὶ ἐν τῷ "σελήνην [831] καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας". Ὅρα δὲ ὅτι ἀνὰ δὶς ἔφη ἐν τοῖς ῥηθεῖσι τὸ ἐκέλευσε καὶ τὸ στορέσαι καὶ τὸ λέχος, εἰπὼν "στορέσαι πυκινὸν λέχος" καὶ "ἐστόρεσαν λέχος ὡς ἐκέλευε". Καὶ ὅτι οὐ μόνον ἥκοντες εἰς Ἀχιλλέα οἱ πρέσβεις ἔσπεισαν, ἀλλὰ καὶ μετὰ πρεσβείαν σπείσαντες ἐπανῆλθον, ἐνδεικνύμενοι δεῖν ἀεὶ τιμᾶσθαι τὸ θεῖον.
(v. 657) Ἰστέον δὲ ὅτι τὸ "ἴσαν" δηλοῖ μέν ποτε καὶ γνῶσιν ὡς ἐν τῷ "τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο", ἐνταῦθα δὲ τὸ ἐπορεύθησαν σημαίνει. Καὶ εἰ μὲν κλίνεται ἀπὸ τοῦ εἶμι, τὸ πορεύομαι, τοῦ γραφομένου διὰ διφθόγγου, ὑπάγεται κανόνι τῷ βουλομένῳ τὰ εἰς μι ἐπὶ τῶν πληθυντικῶν καὶ παθητικῶν συστέλλεσθαι. Εἰ δὲ ἀπὸ τοῦ ἶμι, τοῦ γραφομένου ἐν τῇ παραληγούσῃ διὰ τοῦ ι ‑ Διφορεῖται γὰρ τὸ εἶμι κατὰ τοὺς Τεχνικούς ‑ , αὐτόθεν ἔχει τὸ ι, ἐκ τοῦ ἐνεστῶτος, ἀφ' οὗ καὶ τὸ ἴτην, ἀντὶ τοῦ ἐπορεύθησαν, καὶ εἴ τι ἄλλο τοιοῦτον.
(v. 661) Ὅτι δηλῶν οἷον ἦν τὸ προσεχῶς ῥηθὲν λέχος φησὶ "κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον". Καὶ ὅρα τὴν τῶν ἡρωϊκῶν στρωμάτων εὐτέλειαν. Εἰσὶ δὲ κώεα μὲν δέρματα εὐθετηθέντα εἰς τὸ κεῖσθαι, οὗ εὐθεῖα οὐ μόνον κῶας ἀλλὰ καὶ κῶος, ἐξ οὗ κώεα, ὡς τείχεα, βέλεα. Οὕτω καὶ ὕδας καὶ ὕδος καὶ γῆρας καὶ γῆρος, ὅθεν οὐ μόνον τὸ γηροτροφεῖν ἀλλὰ καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ γηροβοσκός. Ῥῆγος δὲ, οὗ καὶ ἐν Ὀδυσσείᾳ χρῆσις, ὡς μέν τινες, τὸ σαγίον διὰ τὰ ῥήγματα τῶν κροσσῶν, ὡς δὲ ἕτεροι, τὸ βαπτὸν ὕφασμα παρὰ τὸ ῥῆξαι, ὃ ἦν βάψαι παρὰ [832] τοῖς παλαιοῖς. Λίνου δὲ λεπτὸν ἄωτον σκέπασμά τι σινδονοειδές. Ἔστι δὲ ἄωτον τὸ οἱονεὶ ἀπάνθισμα καὶ κάλλιστον, ὥσπερ καὶ οἰὸς ἄωτον, ὅσον τοῦ ἐρίου ἔκκριτον. Περὶ δὲ τούτου κρειττόνως ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται.
(v. 662) Ὅτι γεροντικὸν κοίμημα δηλοῖ τὸ "ἔνθ' ὁ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν".
(v. 663) Ὅτι οἴκου μὲν οἰκεῖον ἐπίθετον τὸ εὔδμητον ἤτοι εὐδόμητον, κλισίας δὲ μάλιστα τὸ εὔπηκτον διὰ τὸ εὐπαγὲς τῶν ἐρειδόντων αὐτὴν ξύλων. Ἀχιλλεὺς οὖν εὗδε μυχῷ κλισίης εὐπήκτου. οὕτω που καὶ πηκτὸν ἄροτρον λέγεται. δῆλον δὲ ὅτι καὶ μέγαρόν που εὔπηκτον, ὥσπερ καὶ εὔτυκτον. Ληπτέον δὲ κατὰ νοῦν ἐνταῦθα καὶ τὸ "πηκτῶν κλιμάκων ἐνήλατα", εἴτ' οὖν βαθμίδας, αἳ τοῖς ἑκάτερθε μηροῖς τῶν πολεμικῶν κλιμάκων ἐνείρονται.
(v. 664 s.) Ὅτι ἀφαιρεθεὶς τῆς Βρισηΐδος ὁ Ἀχιλλεὺς τῇ Λεσβίᾳ ἐχρᾶτο Διομήδῃ. Φησὶ γὰρ "τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, Φόρβαντος θυγάτηρ, Διομήδη καλλιπάρῃος". ἐφ' ᾗ καὶ αἴνιγμα σύγκειται οὕτω πως ἔχον εἰς νοῦν, ὅτι τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνήρ, ὅ ἐστιν Ἀχιλλεύς, ὁ τῆς Διομήδης ἀνήρ. Καὶ ὅρα καὶ νῦν ὅτι καλλιγύναικα καὶ τὴν προϊστορηθεῖσαν Λέσβον οἶδεν ὁ ποιητής, ὃς καὶ τὰς διδομένας τῷ Ἀχιλλεῖ ἑπτὰ γυναῖκας Λεσβίδας λέγει, αἳ κάλλει ἐνίκων ἐπὶ πᾶσαν γῆν. Ἰστέον δὲ ὅτι καιρία λέξις ἐπὶ κοιμωμένων τὸ λέγεσθαι, ἀφ' ἧς καὶ τὸ λέκτρον καὶ τὸ λέχος καὶ ἀλέκτωρ τὸ ζῷον καὶ ἠλέκτωρ ἥλιος. Διὸ καὶ Ὅμηρος ἐπιμένων αὐτῇ λέγει "ἔνθ' ὁ γέρων κατέλεκτο", καὶ "τῷ δ' ἄρα παρκατέλεκτο γυνή", καὶ "Πάτροκλος ἐλέξατο".
(v. 666-668) Ἵνα δὲ μὴ προσκορὲς εἴη τὸ τῆς ἐπιμονῆς, χρᾶται καὶ ἐλλείψει ἐνταῦθα κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, εἰπὼν "πὰρ [833] δ' ἄρα καὶ τῷ Ἶφις ἐΰζωνος", ἤγουν παρακατέλεκτο δὲ καὶ τῷ Πατρόκλῳ ἡ Σκυρία Ἶφις, ἤγουν ἡ ἀπὸ Σκύρου νήσου, ἣν αἰπεῖαν λέγει ὁ ποιητὴς καὶ Ἐνυέως πτολίεθρον, βασιλέως δηλονότι τινός. Φησὶ γὰρ "Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεύς, Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον". Λυκόφρων δὲ ἐντεῦθεν λαβὼν αἰγίλιπα ταύτην φησίν, ὅπερ ἔοικε πρὸς τὸ αἰπεῖαν. Ὁμώνυμος δὲ τῇ ὅλῃ νήσῳ ἡ πόλις, ὃ καὶ ἐπὶ ἄλλων πολλῶν φαίνεται. Ταύτην τὴν νῆσον πρὸ τῆς ἁρπαγῆς τῆς Ἑλένης κατά τινας ἢ καὶ μετ' αὐτὴν ἐπιχειρήσασαν ἀποστῆναι τῆς τοῦ Πηλέως ἀρχῆς ἢ μὴ βουλομένην συμμαχίαν παρασχεῖν ἐπιστρατεύσας εἷλεν Ἀχιλλεύς. Ἔνθα καὶ Δηϊδαμείᾳ τῇ τοῦ Λυκομήδους συνελθὼν ἐγκύμονα πεποίηκεν, ἐξ ἧς ὁ Νεοπτόλεμος. Εἰ δὲ ἀληθῆ ταῦτα, ‑ Λέγεται δὲ καὶ ὅτι δέκα ἔτη διήγαγον Ἕλληνες τὸ στράτευμα συναγείροντες, ὡς εἶναι εἴκοσιν ἔτη ἀπὸ τῆς Ἑλένης ἁρπαγῆς ἕως ἁλώσεως Τροίας. ‑ , ἀπορεῖν ἔστιν εὐλόγως, πῶς νεώτατος ἐστράτευσεν εἰς Τροίαν ὁ Ἀχιλλεὺς καὶ νήπιος, οὔπω εἰδὼς πολέμου κατὰ τὸν λόγον τοῦ Φοίνικος, πῶς δὲ καὶ πρὶν Ἑλένην ἁρπαγῆναι ἀριστεύειν εἶχε καὶ σὺν τῷ Πατρόκλῳ τὴν ἀποστατήσασαν Σκῦρον πολιορκεῖν. Ἕτεροι δέ φασι τὸν Ἀχιλλέα εἰρηνικῶς τε καταδραμεῖν τὴν Σκῦρον καὶ λάφυρα ἐκεῖθεν λαβεῖν. Τὴν μέντοι ἐν Σκύρῳ κρύψιν τοῦ Ἀχιλλέως καὶ τὴν θηλυστολίαν καὶ τὴν ἐν τῇ γυναικωνίτιδι θαλάμευσιν καὶ τὸν ἐκ τοῦ Παλαμήδους ἔλεγχον παντελῶς ἀγνοεῖ, φασίν, ὁ ποιητής, οὔτε κατηναγκασμένως τὸν Ἀχιλλέα πλεύσαντα εἰδώς, ἀλλ' ὑπὸ πρέσβεσιν ἐσταλμένον παρὰ τοῦ πατρός, οὐδὲ μὴν ὑπὸ τῷ τοῦ Ἀγαμέμνονος ὄντα σκήπτρῳ. Περὶ δὲ τῆς νήσου Σκύρου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Ἕτεροι δὲ Σκῦρον οὐ νῆσον ἐνταῦθα νοοῦσιν, ἀλλά τινα πόλιν τῆς νῦν μὲν Φρυγίας, πάλαι δέ ποτε Κιλικίας, ἣν πορθήσας ὡς καὶ ἄλλας ὁ Ἀχιλλεύς, ἐκεῖθεν τὴν Διομήδην [834] ἔχει λαβών. Σημείωσαι δὲ ὅτι παροιμία φέρεται ἀπὸ τῆς νήσου Σκύρου τὸ "ἀρχὴ Σκυρία", ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων, ἀπὸ Θησέως ληφθεῖσα, ὥς φησι Παυσανίας, ἐπειδὴ ἐπιθέμενος τῇ Λυκομήδους ἀρχῇ καὶ πειρῶν τὴν γυναῖκα ἐκείνου κατακρημνισθείη, ὡς καὶ Λυκόφρων ἱστορεῖ. Λέγει δὲ καὶ ὅτι ὀστρακισθῆναι πρῶτον Ἀθήνῃσι Θησέα ἱστορεῖ Θεόφραστος.
(v. 670 s.) Ὅτι χρυσέοις κυπέλλοις υἷες Ἀχαιῶν τοὺς πρέσβεις ἐπανελθόντας δειδέχατο, τουτέστιν ἐδεξιοῦντο, "ἄλλοθεν ἄλλος ἀνασταδόν". Οἰκεῖος δὲ ὁ λόγος ἐπὶ φιλοφροσύνης δεξιωτικῆς. Ὅρα δὲ κἀνταῦθα ὡς τὸ "δεδέχατο" ἐπένθεσιν τοῦ ι ἔσχεν ὁμοίως τῷ δεικανόωντο καὶ δειδίσκετο, ἀντὶ τοῦ ἐξεφόβει, καὶ ἑτέροις πολλοῖς διὰ δακτύλου ἀπαρτισμόν. Δῆλον δὲ ὅτι ἐκ τοῦ δέδεκτο τρίτου ἑνικοῦ τὸ δεδέχατο Ἰωνικὸν γίνεται. [Τὸ δὲ "ἀνασταδόν" ὑπὸ ἀναλογίαν πίπτει τὴν τοῦ παρασταδόν καὶ τῶν ὁμοίων, ὧν ἔκ τινος τὸ συστάδην γενέσθαι δοκεῖ].
(v. 673) Ὅτι πολύαινον τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ καὶ μέγα κῦδος Ἀχαιῶν, καθὰ καὶ τὸν Νέστορα μέγα κῦδος Ἀχαιῶν ἐρεῖ ἐν τοῖς ἑξῆς. Πάντως δὲ οὐκ ἂν ὁ μέγας Αἴας δικαίως φθονήσῃ τῷ Ὀδυσσεῖ πρώτῳ ἐρωτωμένῳ ὑπὸ τοῦ βασιλέως περὶ τῆς πρεσβείας. Ὁμολογοίη γὰρ ἂν καὶ αὐτὸς προφέρειν αὐτοῦ τὸν Ὀδυσσέα τά γε εἰς τὸ ῥητορεύειν. Ἄλλως μέντοι, εἰπεῖν ἀνθρωπίνως, ἔχοι ἂν τὸ πρᾶγμα φθόνον, καθάπερ κατωτέρω ὑπεμφαίνεται.
(v. 673-675) Ἐρωτᾷ δὲ ὁ βασιλεὺς περὶ Ἀχιλλέως "εἴπ' ἄγε, ὦ τοιέδε Ὀδυσσεῦ, ἦ ῥ' ἐθέλει νήεσσιν ἀμυνέμεναι δήϊον πῦρ ἢ ἀπέειπε", καὶ ἑξῆς, ὡς εὐθὺς ῥηθήσεται. Καὶ ὅρα ὡς κἀνταῦθα δυνάμενος εἰπεῖν "ἦ ἐθέλει", ὅμως ποιητικώτερον ἔφρασεν, ὡς ἔθος αὐτῷ, ἐπενθεὶς τὸν ῥα σύνδεσμον συναλειπτικῶς. [(v. 673) Ἰστέον δὲ ὡς, εἰ οὕτω πολύαινος ὁ Ὀδυσσεύς, καλῶς ἄρα τὸν πλείω ἔπαινον παρῃτήσατο ἐν τῷ "μήτ' ἄρ με μάλ' αἴνεε". Τὸ δὲ "εἶπ' ἄγε", μετρικὴ φράσις ἐστί. ἄλλως γὰρ ἄγε εἰπέ φαμεν].
(v. 675) Ὅτι ἐπὶ τοῦ διὰ χόλον ἀπειπαμένου βοηθῆσαι ἢ ἁπλῶς ὠφελῆσαι οἰκεῖον εἰπεῖν τὸ "ἀπέειπεν, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν".
(v. 678 s.) Εἰ δὲ καὶ δῶρά τις λαμβάνων ἔκ [835] τινος οὐ πραΰνεται, καλὸν εἰπεῖν τὸ "κεῖνός γ' οὐκ ἐθέλει σβέσαι χόλον, ἀλλ' ἔτι μᾶλλον πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα". Καὶ ὅρα τὸ "σβέσαι χόλον", πάνυ ἀσφαλῶς λεχθέν. πῦρ γὰρ οἷον ὁ θυμός. Τὸ δὲ "πιμπλάνεται" ὅμοιον τῷ οἰδάνεται. ἄμφω γὰρ παρῆκται, τὸ μὲν ἐκ τοῦ οἰδῶ, τὸ δὲ ἐκ τοῦ πιμπλῶ, [οὗ παραγωγὴ κατὰ τὸ πιμπρῶ. Πρῶ γὰρ ὡς πλῶ, καὶ διπλασιασμῷ πιπρῶ ὡς πιπλῶ, καὶ πλεονασμῷ τοῦ μῦ καὶ παραγωγῇ πίμπρημι, καθὰ καὶ πίμπλημι]. Τὸ δὲ "ἔτι μᾶλλον πιμπλάνεται μένεος" παραφράζων ὁ Διομήδης ἐρεῖ "νῦν δέ μιν πολὺ μᾶλλον ἀγηνορίαις ἐνῆκας". Περὶ δὲ Ἀχιλλέως ταῦτα πάντα. Καὶ τῷ ὄντι ὁ μεγαλόθυμος ἀνὴρ παρακαλούμενος ἐν ταῖς τῶν ἐχθρῶν δυσπραγίαις ἐπὶ πλέον αὔξει τὸν θυμόν.
(v. 675) Ἰστέον δὲ ὅτι, εἰ μὲν μεγαλήτορα θυμὸν νοήσει τις τὸν μεγαλόψυχον, ἔχει τι ἀδολεσχίας τὸ εἰπεῖν μεγαλόψυχον ψυχήν. Εἰ δὲ τὸ ἦτορ κἀνταῦθα ὡς καὶ ἀλλαχοῦ ἐπὶ καρδίας ληφθῇ, εὐοδοῦται μᾶλλον ὁ νοῦς, ἵνα λέγῃ θυμὸν μεγαλοκάρδιον. Ἰστέον δὲ καὶ ὅτι ὁ Ὀδυσσεὺς ἐκ τῆς πρεσβείας ἐπανελθὼν μόνα πρὸς τὸν βασιλέα συνελὼν λέγει ἅπερ αὐτὸς ἐξ Ἀχιλλέως ἤκουσεν, οἷα καὶ ὀκνῶν, ὡς εἰκός, τὰ πρὸς τοὺς ἄλλους ῥηθέντα εἰπεῖν διὰ τὸ ἐκείνων, ὡς ἐρρέθη, ἐν τῇ πρεσβείᾳ ἀνυστικώτερον. Ἐκεῖνοι γὰρ τὸν Ἀχιλλέα μᾶλλον τοῦ Ὀδυσσέως κατειργάσαντο εἰς πειθώ. καὶ οὕτω μὲν Ὀδυσσεύς. Ὁ Αἴας δέ, φασί, σιωπᾷ τὰ πρὸς αὐτὸν λαληθέντα, ἵνα μὴ ἀγαθὰ ἐλπίσαντες οἱ Ἕλληνες ἀναπέσωσιν, ἀλλ' ἐλπίδας μὴ ἔχοντες εὐψυχότερον ἀγωνίσωνται. Τυχὸν δὲ καὶ διὰ τὸ τὰς ὑποσχέσεις ἑτεροίας λαληθῆναι τοῖς τρισὶ πρέσβεσιν οὐ θέλει προσέχειν τοῖς τοῦ Ἀχιλλέως λόγοις, παλιμβουλίαν καταγινώσκων αὐτοῦ, καὶ μᾶλλον ὅτι οὐδὲ [836] ὡρισμένον καιρὸν ἤκουσεν, ἀλλὰ ὡς ἐμπαίζων εἰρωνικῶς τότε ἀντιστῆναι τρόπον τινὰ εἶπεν Ἀχιλλεὺς τῷ Ἕκτορι, ὅτε μηκέτι εἰσὶν οἱ Ἕλληνες. Ἔφη γὰρ τότε μελήσειν αὐτῷ τοῦ πολέμου, ὅτε Ἕκτωρ εἰς τὰ τῶν Μυρμιδόνων ἔλθῃ, ὅπερ οὐκ ἂν γένοιτο, εἰ μὴ τοὺς ἄλλους ἐκφροντίσῃ Ἀχαιοὺς ὁ Ἕκτωρ. Καὶ ἄλλως δὲ σιγᾷ ὁ Αἴας, οἷα βαρυνθεὶς ἐπὶ τῷ Ἀχιλλεῖ. διὸ καὶ ἐν τῇ πρεσβείᾳ οὐ πολλὰ ἐλάλησεν. Ἴσως δὲ καὶ βαρυθυμήσας, ὅτι μὴ πρῶτος αὐτὸς ἀλλ' Ὀδυσσεὺς ἠρώτηται μετὰ τὸ ἐπανελθεῖν, [ἤδη δέ που χόλῳ βαρυνθεὶς οἷος αὐτός, καὶ διότι εἶπεν Ὀδυσσεύς, οὐχ' ὅτι εἰσὶ καὶ οἵδε εἰπεῖν, ἅπερ ἐξ Ἀχιλλέως ἤκουσαν, ὅπερ καὶ ἐχρῆν, ἀλλὰ τάδε εἰπέμεναι, ἅπερ ἐγὼ δηλαδὴ ἔφην, ὃ δὴ μυκτῆρά τινα ἔχει, ὡς τοῦ Αἴαντος μὴ ἔχοντός τι ἄλλο παρὰ ταῦτα εἰπεῖν]. Ἐκεῖνο δὲ καὶ μάλιστα ἐνταῦθα σκοπητέον, ὡς ὁ Ὀδυσσεὺς αὐτὸ ἐκεῖνο ἄντικρυς εἶπε, τὸ πᾶν τῆς πρεσβείας ἀποτέλεσμα, τὸ "οὐ θέλει σβέσαι χόλον". Κἂν γὰρ διάφορα τὰ τῶν ὑποσχέσεων, κἂν μέλλῃ σβέσαι τὸν χόλον ὁ Ἀχιλλεύς, ἀλλὰ τὸ μὲν μέλλον ἶσον ἀπραξίᾳ κρίνει καὶ ὁ Ὀδυσσεύς. Ἐκεῖνος δὲ οὔπω τὸν χόλον ἔσβεσε. Διὸ καὶ ὁ Αἴας τέλεον σιγᾷ, ὡς τοῦ Ὀδυσσέως εἰπόντος ἐν ὀλίγῳ τὸ πᾶν. Οἱ κήρυκες δὲ οὐδὲ ἐνταῦθα λαλοῦσι. τί γὰρ ἂν καὶ ἐλάλησαν;
(v. 688) Ἰστέον δὲ ὅτι τοῦ βασιλέως, καθὰ δεδήλωται, τὸν Ὀδυσσέα πρῶτον ἐρωτήσαντος, ἐκθυόμενος, ὅ φασι, τὸν ἐντεῦθεν φθόνον ὁ Ὀδυσσεὺς ἐπιφέρει τοῖς ὑπ' αὐτοῦ λεχθεῖσι τὸ "εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο", εἰ καὶ μηδὲν ἐκεῖνοι ἐλάλησαν, ὡς ἐρρέθη προσεχῶς. Τοῦτο δὲ διὰ τὸν Αἴαντα μόνον εἰπεῖν ἔοικεν. ὁ μὲν γὰρ Φοῖνιξ ἄπεστιν, οἱ δὲ κήρυκες μηδέν τι προσφωνηθέντες τί ἂν καὶ λαλήσωσιν; Ἐν τούτοις δὲ φράζων Ὀδυσσεύς, ἅπερ ἐκ τοῦ Ἀχιλλέως ἤκουσε, δηλῶν δὲ καὶ τὸ αἴτιον τοῦ μὴ καὶ τὸν Φοίνικα συνεπανελθεῖν, τὸ καταλέξασθαι δηλαδὴ αὖθι, καθάπερ Ἀχιλλεὺς ἀνώγει, λέγει καὶ ἀπειλὴν Ἀχιλλέως τὸ αὔριον ἀποπλεύσεσθαι.
(v. 682 s.) Φησὶ γὰρ "αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένῃφι νῆας ἐϋσέλμους ἅλαδ' ἑλκέμεν". Καὶ μὴν οὐκ ἔφη ὁ ἥρως καὶ νῦν, ὡς ἀπειλήσω δέ τοι ὧδε, ἀλλ' ἡ [837] τοῦ Ὀδυσσέως ῥητορικὴ οὕτως ἔγνω φράσαι ὅπερ ἦν.
(v. 696-700) Ὅτι ἀκούσας Διομήδης, ὡς πιμπλάνεται μένεος ἔτι μᾶλλον ὁ Ἀχιλλεύς, καὶ ὑπερπαθήσας τοῦ βασιλέως ὄψε καὶ νῦν μετέειπε "μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς. ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως. νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας", ἤγουν ἐνέβαλες ἐπαυξήσας τὸ κακόν. Ὁ δὲ λόγος οὗτος ῥηθείη ἂν πρὸς πάντα θρασὺν καὶ ὑπερήφανον ἐπὶ πλέον θρασυνόμενον ἐν τῷ ἱκετεύεσθαι. Καὶ ὅρα εὐσχημοσύνην ἡρωϊκοῦ σκώμματος. Ἐλέανε γὰρ ὁ Διομήδης τὸ τραχὺ τῆς ἀγηνορίας διὰ τοῦ εἰπεῖν ἀμύμονα τὸν Πηλείωνα. Σημείωσαι δὲ ὅτι ὁ Διομήδης ἐκ τοῦ ἀποτελέσματος αἰτιᾶται τὴν πρεσβείαν, καίτοι μηδὲν ἀντειπών, ὅτε ὁ Νέστωρ συμβουλεύων περὶ αὐτῆς προεσημήνατο μὴ εἶναι νόον ἄλλον ἀμείνονα τοῦδε νοηθῆναι. Καὶ μὴν οὐ χρὴ ἐκ τῶν ἀποτελουμένων αἰτιᾶσθαι, ἐπεὶ καὶ ἐν τῇ β΄ ῥαψῳδίᾳ ἕπταισε μὲν παρὰ βραχὺ ὁ βασιλεύς, οὐκ ᾐτιάθη δέ, ἀλλὰ καὶ ἐξῆρχε τῆς ἐκεῖ ἐπικινδύνου βουλῆς Νέστωρ ὁ συνετώτατος ἐφεπομένων αὐτῷ τῶν λοιπῶν.
(v. 696) Τὸ δὲ "ὀψέ" πρὸς τὸ ἀνωτέρω ῥηθὲν εἴρηται τὸ "δὴν δὲ ἄνεῳ ἦσαν", τουτέστιν ἄφωνοι, οἱ Ἀχαιοί. ὅθεν σιγώντων πάντων ἐπὶ πολὺ ὀψὲ αὐτὸς λαλεῖ.
(v. 693 s.) Σιωπῶσι δὲ οἱ ἄλλοι, "μῦθον", φησίν, "ἀγασσάμενοι" τὸν τοῦ Ἀχιλλέως. διὰ τί; "μάλα γάρ", φησί, "κρατερῶς ἀγόρευσεν", ὅ ἐστιν ἀπηλεγέως, ὡς προείρηται. Μετ' ὀλίγα μέντοι τὸν τοῦ Διομήδους μῦθον ἄλλως ἠγάσαντο οἱ βασιλεῖς, ἐπαινέσαντες αὐτὸν δηλαδή.
(v. 698) Τὸ δὲ "μὴ ὄφελες" ἀναύξητόν τε ἐστιν Ἰωνικῶς καὶ ἀποβολὴν τοῦ ι ἔπαθεν ἐκ τοῦ ὤφειλες.
(v. 701-703) Ὅτι περιφρόνησιν συμμαχίας τῆς ἔκ τινος θυμουμένου δηλοῖ τὸ "κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν ἤ κε μένῃ. τότε δ' αὖτε μαχήσεται, ὁππότε κέν μιν θυμὸς ἐνὶ στήθεσσιν ὀρίνῃ καὶ θεὸς ὄρσῃ". Περὶ Ἀχιλλέως δὲ ὁ Διομήδης καὶ τοῦτό φησι δηλοῦντος Ὁμήρου προαναφωνητικῶς, ἅπερ πλάσεται ἐν τοῖς ἑξῆς. Σεμνύνει δὲ ὁ Διομήδης τὸν Ἀχιλλέα καὶ ἐν τῷ "θεὸς ὄρσῃ" θεοκινήτως αὐτὸν ὁρμᾶσθαι ὑπολαλῶν. [Αἰσχύλος δ' ἂν εἴποι θεόρτως. Ἔστι γὰρ κείμενον παρ' ἐκείνῳ τὸ θέορτον, ᾧ ἀντιπαράκειται τὸ βρότειον, οἷον "θέορτον ἢ βρότειον"]. [838]
(v. 705 s.) Ὅτι προτροπὴ εἰς νυκτερινὴν ἐπιδόρπιον ἀνάπαυσιν τὸ "νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ σίτου καὶ οἴνοιο. τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή". Ἔπαινος δὲ τοῦτο οὐ μόνον ὕπνου, ὡς τῆς καιρίας ἀναπαύσεως συντελούσης τι καὶ εἰς ἀλκήν, ἀλλὰ καὶ σίτου καὶ οἴνου. μένος γὰρ καὶ αὐτὰ καὶ ἀλκή. Διὸ καὶ πρὸ τῶν ἔργων ἕωθεν ἐδείπνουν οἱ παλαιοί.
(v. 708 s.) Ἐν τούτοις δὲ καὶ βασιλικὸν ὁ Διομήδης κρίνει οὐ μόνον τὸ λαὸν καὶ ἵππους ὀτρύνειν, ὃ δηλοῖ περιφραστικῶς τὸ ἀντιπαρατάττεσθαι, ἀλλὰ καὶ αὐτὸν προμάχεσθαι. ὃ καὶ εἰπὼν ἐπαινεῖται ὑπὸ τῶν λοιπῶν βασιλέων διὰ τὸ ἀντιπίπτειν τῇ τοῦ Ἀγαμέμνονος δημηγορίᾳ, τῇ πρὸ μικροῦ εἰπούσῃ "φεύγωμεν σὺν νηυσί" πρὸς ἣν αὐτὸς καὶ τότε ἀντεῖπε. Καὶ ὅρα ὡς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ καὶ ὁ Διομήδης κατὰ ζῆλον τοῦ Νέστορος ἀπὸ τοῦ βασιλέως ἀρξάμενος εἰς αὐτὸν καὶ κατέληξεν, οἷα τὸν ὅλον λόγον πρὸς αὐτὸν ἐνστησάμενος.
(v. 705) Καὶ ὅτι τὸ "τεταρπόμενοι" συνήθως γενικῇ συντέτακται, ληφθὲν ἀντὶ τοῦ κορεσθέντες, ἢ καὶ ἄλλως, κατὰ ἔλλειψιν, ἵνα λέγῃ ὅτι τερφθέντες διὰ τοῦ φαγεῖν καὶ πιεῖν. Ἐκ περισσοῦ δὲ μετὰ τὸ τεταρπόμενοι κεῖται τὸ φίλον ἦτορ. καὶ αὐτοῦ γὰρ ἄνευ ἐντελὴς ἡ ἔννοια.
(v. 707-711) Ἡ δὲ τοῦ Διομήδους ἐνταῦθα πρὸς τὸν βασιλέα φράσις περὶ παρατάξεως τοιαύτη "αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, καρπαλίμως πρὸ νεῶν ἐχέμεν", ἤγουν ἔχε, "λαόν τε καὶ ἵππους ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι", ὅ ἐστι μάχου. "ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες μῦθον ἀγασσάμενοι", τὸν τοῦ ἥρωος.
(v. 710) Καὶ ὅρα καὶ νῦν τὸ "ἐπῄνησαν", οὗ κοινότερον τὸ ἐπῄνεσαν. διφορεῖται γάρ. Χρῆσις δὲ αὐτοῦ καὶ παρ' Ἡσιόδῳ.
(v. 707) Καλὴν δὲ τὴν Ἠῶ σωματικῶς λέγει, καθὰ καὶ ῥοδοδάκτυλον. Ἡ δὲ ἀλληγορία ἑτέρως αὐτὰ πρὸς ἔπαινον συμβιβάζει πρωϊνῆς καλλονῆς.
(v. 712 s.) Ὅτι καὶ ἐνταῦθα δηλοῦται, ὡς κοιμηθησόμενοι ἔσπενδον οἱ παλαιοί, καθὰ ἐν Ὀδυσσείᾳ πλατύτερον εἴρηται. Φησὶ γοῦν ὧδε, ὅτι "καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος. ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο", τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀνεκλίθησαν καθευδήσαντες, εἶτα ὕπνωσαν.