9426 1723 6 63 41 0 IV-III a. C. Oratoria Dinarchus Fragmenta Conomis, N.C., Leipzig, Teubner, 1975. 7

DINARCHUS - Fragmenta

[1]

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ (ΔΟΚΙΜΑΣΙΑ)

[1]    Dionys. Halic. de Din. 10, p. 311, 2 R. Κατὰ Πολυεύκτου βασιλεύειν λαχόντος δοκιμασία{ν}· πολλὰ καὶ ἀγαθὰ γένοιτο.

[1]    Prisciani Inst. lib. 18, 182 (6`1, 293, 5 Hertz) Ἐγκύκλια Graeci et de probabilibus et de vilissimis rebus dicunt. Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου· ἀνθρώπου καὶ μισθωτοῦ καὶ πάντα τὰ ἐγκύκλια ἀδικήματα ἠδικηκότος. hinc Romani 1in ordinem redactus est2. hoc est inter viles et obiectos connumeratus.

[3] Harpocr. s. v. ἀρχαιρεσιάζειν· τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα· Δείναρχος ἐν τῷ ‹Κατὰ› Πολυεύκτου.

[4]    Harpocr. s. v. ἐπακτροκέλης· Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (191). εἶδος δ' ἐστὶ πλοίου σύνθετον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικόν, ὡς καὶ Δείναρχος ἐν τῇ Κατὰ Πολυεύκτου δοκιμασίᾳ.

[2]

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΕΚΦΥΛΛΟΦΟΡΗΘΕΝΤΟΣ ΕΝΔΕΙΞΙΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 3 R. Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ὑπὸ τῆς βουλῆς ἔνδειξις· πάλαι θαυμάζω ὑμῶν.

[2]    Harpocr. s. v. ἐκφυλλοφορῆσαι· εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι' ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος.

[2]    Harpocr. s. v. παλίμβολον· Αἰσχίνης ἐν τῷ Περὶ τῆς πρεσβείας (2, 40). ὁ πολλάκις ἐπ' ἐμπολῇ μεταβεβλημένος ‹καὶ› παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου Κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου (379 Koerte 6 11 Sandbach)

[4]    Harpocr. s. v. παλιναίρετος· Δείναρχος ἐν τῇ Κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ' ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις (fr. 89 K.) δηλοῖ καὶ Ἄρχιππος ἐν Ἰχθύσι (fr. 14 K.) λέγων

   αἱρουμένους τε πραγμάτων ἐπιστάτας

   ἀποδοκιμάζειν, ‹εἶτα δοκιμάζειν› πάλιν.

   ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν

   ἁπαξάπαντας γενομένους παλιναιρέτους.

ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις (fr. 84 Snell).

[3]

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 5 R. Κατὰ Πολυεύκτου περὶ τοῦ γεωφανίου· περὶ μὲν αὐτῆς τῆς μηνύσεως.

[2]    Harpocr. s. v. Αἰγεῖον· Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου.

[3]    P. Oxy. 2744 col. II 9ss. et W. Luppe, Archiv f. Papyrusf. 20, 1970, 37 et 42 βο̣[λε]ῶ̣[ν]α̣ς δὲ καὶ τοὺς κοπρεῶνα̣σ̣ καλεῖσθαί φησιν̣ Ἀμερ[ί]α̣ς. Δε̣ί̣ναρχ̣ο̣σ̣ δὲ ἐν τ̣ῶι Κατὰ Πολυεύ̣[κ]τ̣ου κέχρηται τῶι ὀνόματι̣ [τού]τωι̣· (τὸ Εὐρυσάκει̣ον) ἐνταῦθα ἐ̣[π]ρ̣άτ̣τ̣ε[το] ἑ̣π̣τακ̣ο̣σίας δρα̣χ[μ]ὰς ὑπὲρ τῆς κόπ̣ρ̣[ου], ἥν φασιν †ο̣[.]εεδω̣[..] †κ̣αὶ̣ Ἀλεξάνδρου τ[ο]ῦ̣ ἐξ Οἴου καὶ τῶν ἄλλων τῶν τοὺς βολεῶ̣[να]σ̣ κεκτημένων. cf. Harpocr. s. v. βολεῶνες· ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν καλεῖται. Νίκανδρος ἐν γ΄ Ἀττικῆς διαλέκτου (FGrHist 343 F 3) βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς οὓς τὰ κόπρια ἐκφέρεται. οὕτω Δείναρχος καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι.

[4]    Harpocr. s. v. Καρύανδα· Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.

[4]

ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ ΕΠΙΛΟΓΟΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 6 R. Περὶ τοῦ γεωφαν‹ί›ου ἐπίλογος· βραχύν, ὦ ἄνδρες.

[4a]

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΑΠΟΦΑΣΙΣ

[1]    Harpocr. s. v. παραγγελία· ‹Δημοσθένης ἐν τῷ Κατ' Αἰσχίνου· ὅση σπουδὴ καὶ παραγγελία› περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε (Demosth. 19, 1). καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ Κατὰ Κτησιφῶντος (3, 1)· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ‹τὴν› παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ' ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ Κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίᾳ παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις.

[5]

ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΔΩΡΟΔΟΚΙΑΣ

[1]    Harpocr. s. v. δώρων γραφή· ὁπότε τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ' αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε Κατὰ Πολυεύκτου δωροδοκίας, ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν.

[2]    P. Oxy. 1804 (III Oxy) fr. 3, 78  ...] κον Δείναρχος [ἐν τῷ Κατὰ Πολυεύκτ]ου [δ]ωροδοκίας ...

[5]

ΚΑΤΑ ΠΥΘΕΟΥ ΞΕΝΙΑΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 7 R. Κατὰ Πυθέου ξενίας· ἱκανὴ μὲν ἦν πρόφασις.

[2]    Steph. Byz. p. 42, 5 Mein. Αἴγιναι τρεῖς. νῆσος, μία τῶν Κυκλάδων ... ὁ πολίτης Αἰγινεύς, ὡς Στράβων (nusquam legitur), ὡς οἱ πολλοί, Αἰγινήτης ... Αἰγιναῖος δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ γυνὴ Αἰγιναία, ὡς Δείναρχος ἐν τῷ Κατὰ Πυθέου ξενίας. τὸ θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς ‑ της ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα.

[3]    Harpocr. s. v. Ἀρχιδάμειος πόλεμος· Λυσίας ἐν τῷ Κατ' Ἀνδροτίωνος (fr. 18 Turr. 6 fr. IX Thalh.) καὶ ‹Δείναρχος ἐν τῷ Κατὰ› Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν ...

[4]    Harpocr. s. v. δώρων γραφή· ... Δείναρχος οὖν ... ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν. cf. or. II, 1.

[6]

ΚΑΤΑ ΠΥΘΕΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟ ΕΜΠΟΡΙΟΝ (ΕΙΣΑΓΓΕΛΙΑ)

[1]    Dionys. Halic. de Din. 10, p. 311, 8 R. Κατὰ Πυθέου περὶ τῶν κατὰ τὸ ἐμπόριον· ἐπειδὴ τοῖς μὲν λέγειν τῶν ῥητόρων.

[2]    Harpocr. s. v. ἀντιβληθέντος· ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ.

[3]    Harpocr. s. v. ἀπρότων· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἔν τισι δὲ γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ' οἱ πάρνοπες εἶδος ἀκρίδος.

[4]    Harpocr. s. v. ἀρρηφορεῖν· Δείναρχος Κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι' εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ' ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο.

[5]    Harpocr. s. v. βασιλικὴ διαδρομή· ἔοικεν ἡ γινομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστι τῶν Ἀθήνησιν θ΄ ἀρχόντων, βασιλικὴ διαδρομὴ καλεῖσθαι· Δείναρχος Κατὰ Πυθέου.

[6]    Harpocr. s. v. ἐπιμελητὴς ἐμπορίου· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου. Ἀριστοτέλης· ἐμπορίου δ' ἐπιμελητὰς ι΄ κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ β΄ μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν (Ἀθ. πολ. 51, 4).

[7]    Suda κ 215 Καλλίας πτερορρυεῖ· ... καὶ καλλίου, πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι. καὶ τὸν πίθηκον οὖν καλλίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· ἀλλ', οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέφοντες, τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐρινύας Εὐμενίδας λέγουσιν.

[8]    Harpocr. s. v. καταδεδέσθαι· ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ.

[9]    Harpocr. s. v. κοβαλεία· Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ' ἀπάτης παιδιά, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος ‹ἐν› β΄ Ἀτθίδος (FGrHist 328 F 6)· οὐ γάρ, ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον ...

[10]    Harpocr. s. v. λαμπάδιον· ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου καὶ Πλάτων ἐν α΄ τῆς Πολιτείας (328a).

[11]    Harpocr. s. v. μητρῷον· Λυκοῦργος ἐν τῷ Κατ' Ἀριστογείτονος (II 1 Conomis)· τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ ‹καὶ› Δείναρχος ἐν τῷ Κατὰ Πυθέου.

[12]    Harpocr. s. v. νομοφύλακες· ἀρχή τις παρ' Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος Καθ' Ἱμεραίου (XIV 3) καὶ ἐν τῷ Κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζ΄ (FGrHist 328 F 64) ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

[13]    Harpocr. s. v. ὑπόλογον· Λυσίας περὶ ἀμβλώσεως, εἰ γνήσιος, οὐχ ὑπόλογον ὄντα ἀντὶ τοῦ οὐκ ἐν λόγῳ (fr. X Thalh.). Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· οὐδεὶς ὑπόλογος ‹τῇ› βουλῇ γέγονεν ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις.

[14]    Harpocr. s. v. χρυσοχοεῖν· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· πάλιν παρ' Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ' οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε΄ Πολιτείας (450 b) λέγων· τί δέ; ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ' οὐ λόγων ἀκουσομένους; ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ' ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς. ἄπρακτοι δ' ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ (fr. 20 K.) φησίν·

   ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν

   λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα

   καὶ σιτί' ἐπὶ μύρμηκας ἡμερῶν τριῶν,

   ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

[15]    Harpocr. s. v. Χύτροι· ... ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ Κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ Περὶ ἑορτῶν (FGrHist 328 F 84).

[7]

ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 10 R. Κατὰ Τιμοκράτους· ὥσπερ δίκαιόν ἐστι.

[2]    Harpocr. s. v. λογισταὶ καὶ λογιστήρια. ἀρχή τις παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος (18, 117. 229). διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ (48, 3), ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν (fr. 223 K.)·

   ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν.

λογιστήρια δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ Κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ Περὶ τῶν μυστηρίων (78) δηλοῦσιν.

[3]    Lex. Cantabr. s. v. Πάραλος καὶ Σαλαμινία· ταύτας τὰς τριήρεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφ' αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δ' αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος {καὶ} ἀπό τινος ἥρωος ἐπιχωρίου ἐκλήθη· τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτῃ (33. 1, 2; 77, 3) μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν (1204). Ἀριστοτέλης (Ἀθ. πολ. 61, 7; v. Rose, Aristot. pseudepigr. p. 397s.) δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδε, καὶ Δείναρχος ἐν τῷ Κατὰ Τιμοκράτους. Φιλόχορος δὲ (FGrHist 328 F2`48) ... ἐκαλοῦντο δὲ οἱ ἐμπλέοντες τῇ Παράλῳ Πάραλοι, ὡς καὶ παρ' Αἰσχίνῃ (3, 162), οἱ δὲ τῇ Σαλαμινίᾳ Σαλαμίνιοι.

[8]

ΚΑΤΑ ΛΥΚΟΥΡΓΟΥ ΕΥΘΥΝΑΙ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 11 R. Κατὰ Λυκούργου εὔθυναι· οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν.

[2]    Et.4M 469, 7 μὴ ἀγνοῶμεν δέ, ὅτι καὶ ἄλλοι εἰσὶν ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, τὸν ἀριθμὸν δέκα. Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου· {οὐ} περιεῖδε ‹δὲ› ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα ἐξ Ἀθηναίων ἁπάντων καὶ περὶ τὸν αὐτὸν καιρὸν καταρξάμενον τῶν ἱερῶν. Δείναρχος δὲ ἐν τῷ Κατὰ Λυκούργου εὐθυνῶν φησι· καὶ τὰς σεμνὰς θεὰς αἷς ἐκεῖνος ἱεροποιὸς καταστὰς δέκατος αὐτός.

[3]    Harpocr. s. v. διαγράψαντος· Δείναρχος Κατὰ Λυκούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

[4]    Phot. s. v. καταλεύσιμον· τὸν ἄξιον τοῦ καταλευσθῆναι λίθοις εἶπε Δείναρχος ἐν τῷ Κατὰ Λυκούργου.

[5]    Harpocr. s. v. τρίτον ἡμίδραχμον· Δείναρχος Κατὰ Λυκούργου. τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί.

[9]

ΣΥΝΗΓΟΡΙΑ ΑΙΣΧΙΝΗΙ ΚΑΤΑ ΔΕΙΝΙΟΥ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 12 R. Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· βουλοίμην ἄν, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. ἐκμαρτυρία· διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστίν, ἡ δ' ἐκμαρτυρία τῶν ἀπόντων, σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ Κατὰ Στεφάνου (46, 7) καὶ Δείναρχος ἐν τῷ Ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. cf. et. Din. LXVILXVII, 3 et 4.

[3]    Harpocr. s. v. κλιμάζῃ· Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ· μήποτε δὲ δεῖ γράφειν βλιμάζῃ, ἵν' ᾖ οἷον θλίβῃ καὶ βιάζηται. cf. Phot.nr.2. Suda κ 1804 κλιμακίζειν· μέμνηται Δείναρχος ἐν τῇ Ὑπὲρ Αἰσχίνου εἰσηγορίᾳ (sic), λέγων· οὗτος κλιμακίζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει, ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων ...

[4]    Harpocr. s. v. παραφρυκτωρεῖν· Δείναρχος ἐν τῇ Κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν τῷ λόγῳ {αὐτὸ} ἐξηγήσατο.

[5]    Harpocr. s. v. πινάκια· τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ' εἶναι ταῦτα χαλκᾶ ὡς ἑξῆς ὑποσημαίνει ὁ ῥήτωρ. ἐν δὲ τοῖς Φιλιππικοῖς (8, 28) ὅταν λέγῃ μικρόν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα, τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν Συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.

[6]    Harpocr. s. v. φρυκτωρῶν· φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου.

[10]

ΚΑΤΑ ΦΟΡΜΙΣΙΟΥ ΑΣΕΒΕΙΑΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 13 R. Κατὰ Φορ‹μισίου› ἀσεβείας· ἆρά γ' εἴ τινες.

[2]    Harpocr. s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τρόχοι. Δείναρχος Κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ (LXXILXXII), Λυκοῦργός τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ (IV Con.). ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ' ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κ΄ τῶν Νόμων (fr. 23 Hager 6 JPh 6, 1876, 56), χρῶνται δέ, φησί, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί.

[3]    Phot. s. v. Suda η 229 ἠλινδημένον· ἀντὶ τοῦ ἀνεστραμμένον· Δείναρχος ἐν τῷ Κατὰ Φορμισίου, ὅπερ Ἰσοκράτης καλινδεῖσθαι (5, 81. 13, 20. 15, 30. 213) λέγει.

[4]    Harpocr. s. v. προστρόπαιον· Αἰσχίνης Περὶ τῆς πρεσβείας (2, 158)· ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον, ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ προστροπὴ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ Κατὰ Κτησιφῶντος (3, 110) ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ Κατὰ Φορμισίου ἀσεβείας.

[5]    Harpocr. s. v. ὑποφόνια· τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους (fr. XIX 13) καὶ ἐν τῷ Κατὰ Φορμισίου, Θεόφραστος Νόμων ιϚ΄ (fr. 18 Hager π , , ).

[11]

ΚΑΤΑ ΚΑΛΛΑΙΣΧΡΟΥ ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 14 R. Κατὰ Καλλαίσχρου περὶ τῶν τιμῶν· πολλάκις, ὦ Ἀθηναῖοι.

[2]    Harpocr. s. v. Κηφισόδωρος· ‑ ἕτερος δ' ἂν εἴη Κηφισόδωρος, ὃς ἵππαρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ Κατὰ Καλλαίσχρου. cf. Lyc. XIV 9 Con.

[3]    Harpocr. s. v. κύκλοι· Δείναρχος ἐν τῷ Κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ (fr. 171 Koerte)·

   ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,

   ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα

   ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

[12]

ΤΥΡΡΗΝΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 15 R. Τυρρηνικός· ἅπαντα συμβήσεσθαι ἔτι.

[2]    Harpocr. s. v. κέρκουρος· εἶδός τι νεώς· Δείναρχος Τυρρηνικῷ.

[3]    Harpocr. s. v. Λιπάρα· Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λιπάρα, ὡς Εὔδοξος ζ΄ Περιόδου (fr. 326 Lasserre).

[4]    Harpocr. s. v. οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ Κατὰ Ποσειδίππου (LIII2), ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (1, 74. 123).

[5]    Harpocr. s. v. περίστασιν· Δείναρχος Τυρρηνικῷ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν ἀξιοῦντος καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον, ἐν κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τῷ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ παράστασιν γράφεται.

[6]    Harpocr. s. v. Στροφάδες νῆσοι· Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι.

[13]

ΚΑΤΑ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΕΠΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 16 R. Κατὰ Διονυσίου τοῦ ἐπὶ τῆς διοικήσεως· ἴσως μέν, ὦ Ἀθηναῖοι.

[2]    Bk. ΔΟ 191, 27 ὀργεῶνές εἰσιν οἱ κοινωνοῦντες ἀλλήλοις θεῶν ‹ἢ› ἡρώων ἐν ἱεροῖς καὶ κοινῇ θυηπολοῦντες, ὡς Δείναρχος λέγει ἐν τῷ Κατὰ Διονυσίου. καὶ πάλιν ὀργεῶνες τίνες, ἐν Ἀπολογίᾳ ὕβρεως (LXV 2) σαφὲς ποιεῖ. οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες καὶ τῶν ἱερῶν δὲ κοινωνοῦντες ὀργεῶνας ἑαυτοὺς {ἀλλήλους} ἐκάλουν.

[14]

ΚΑΘ' ΙΜΕΡΑΙΟΥ ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 10, p.311, 17 R. Καθ' Ἱμερ‹α›ίου εἰσαγγελτικός· οὐδένα νομίζω, ὦ Ἀθηναῖοι.

[2]    Harpocr. s. v. Ἀμμωνίς· ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ Κατὰ Ἱμεραίου.

[3]    Harpocr. s. v. νομοφύλακες· ἀρχή τις παρ' Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος Καθ' Ἱμεραίου καὶ ἐν τῷ Κατὰ Πυθέου (VI 12). Φιλόχορος δὲ ἐν {τῷ} ζ΄ (FGrHist 328 F 64) ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

[15]

ΚΑΤΑ ΠΙΣΤΙΟΥ ΕΙΣΑΓΓΕΛΙΑ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 18 R. Εἰσαγγελία Κατὰ Πιστίου· ὥσπερ καὶ ὑμῶν ἕκαστος.

[2]    Harpocr. s. v. βουλεύσεως· ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μή, τὸ δ' ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην (fr. 62 Turr.), ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ Κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ (57, 3) τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ Κατ' Ἀριστογείτονος α΄ (25, 71. 73). Ὑπερείδης δ' ἐν τῷ Κατ' Ἀθηνογένους α΄ (5, 18) ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι.

[16]

ΚΑΤ' ΑΓΑΣΙΚΛΕΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ ΞΕΝΙΑΣ

[1]    Dionys. Halic. de Din. 10, p. 311, 19 R. Κατ' Ἀγασικλέους εἰσαγγελία ξενίας· οὐδένα πώποτε οἶμαι.

[2]    Harpocr. s. v. ἀπόταφος· ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ Κατ' Ἀγασικλέους εἰσαγγελίᾳ.

[3]    Harpocr. s. v. εὐανδρία· Δείναρχος ἐν τῷ Κατ' Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδοκίδης τ' ἐν τῷ Κατ' Ἀλκιβιάδου (4, 42) δηλοῖ καὶ Φιλόχορος (FGrHist 328 F 102).

[4]    Harpocr. s. v. προμετρητάς· Ὑπερείδης ἐν τῷ Περὶ τοῦ ταρίχους (fr. 184 J.). Δείναρχος Κατ' Ἀγασικλέους· Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν.

[4a]    Suda π 2504 προμετρητής· ὁ τοὺς πιπρασκομένους πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον διαμετρῶν, καὶ {ὁ} τούτου τοῦ ἔργου μισθὸν λαμβάνων προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ Σκύθου τοῦ προμετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε καὶ ὑμεῖς ἐκλαμβανόμενοι παρ' αὐτοῦ τοὺς πυροὺς διατελεῖτε.

[5]    Harpocr. s. v. σκαφηφόροι· Δείναρχος ἐν τῷ Κατὰ Ἀγασικλέους φησίν· οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀργυρίῳ, ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γ΄ Νομοθεσίας (FGrHist 228 F 5 6 fr. 146 Wehrli) φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια· διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν ι΄ Νόμων (fr. 10 Hager 6 JPh 6, 1876, 23).

[16]

ΚΑΤΑ ΘΕΟΚΡΙΝΟΥ ΕΝΔΕΙΞΙΣ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 21 R. Κατὰ Θεοκρίνου ἔνδειξις· τοῦ πατρὸς ‹ἡμῶν›, ὦ ἄνδρες. τοῦτον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει.

[2]    Harpocr. s. v. ἀγραφίου· εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ' οὕτως ἔχειν Δημοσθένης ([58], 51) τε ἢ Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν τῷ Κατ' Ἀριστογείτονος (II 2 Con.), ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ (II2 Turr.).

[18]

ΚΑΤΑ ΣΤΕΦΑΝΟΥ ΠΑΡΑΝΟΜΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 1 R. Κατὰ Στεφάνου παρανόμων· †ὑπάρχει †τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. γηπέδων· Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν ε΄ Νόμων (741 c) φησίν· ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.

[3]    Harpocr. s. v. δημοτελῆ καὶ δημοτικὰ ἱερά· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὡς Δείναρχος δηλοῖ ἐν τῷ Κατὰ Στεφάνου.

[4]    Harpocr. s. v. Ἐρχιᾶθεν· Δείναρχος Κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος (FGrHist 372 F 2`5).

[5]    Harpocr. s. v. Παιανιεῖς καὶ Παιονίδαι· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος (3, 51)· ὅτ' ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος (p. 317 Schmidt) γραπτέον εἶναί φησι Παιανιᾶ, χωρὶς τοῦ ε. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος (FGrHist 372 F2`9) καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτω‹ν› () (FGrHist 334 F 21) ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν {καὶ} οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος (FGrHist 372 F 2`13) δηλοῖ.

[6]    Harpocr. s. v. Παλληνεύς· Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ (fr. 190 J.). Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ' ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον.

[7]    Harpocr. s. v. ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος, ὡς ἐκ τῆς γ΄ Κτησίου (FGrHist 688 F 62) φανερόν ἐστιν. Εὐφορίων (fr. 181 Scheidw. 6 138 Powell, Collect. Alex.)·

   οἷόν θ' εἱαμενῆς ὑποκυδέος.

ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγραπται ὑπόκοιλοι.

[19]

ΚΑΤΑ ΚΑΛΛΙΣΘΕΝΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 3 R. Κατὰ Καλλισθένους εἰσαγγελία· οὐκ ἀγνοῶ, ‹ὦ› ἄνδρες.

[2]    Harpocr. s. v. βουλαία· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους ἐνδείξει· μαρτύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν, οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.

[3]    Harpocr. s. v. διάμετρον· τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ.

[4]    Harpocr. s. v. ἡμίεκτον καὶ ἡμιμέδιμνον· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μη΄, τὸ χωροῦν κδ΄ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δ΄ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες η΄, τὸ ἥμισυ.

[5]    Harpocr. s. v. κόμματα καὶ κυρήβια· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυι γιγνομένων ἢ τῶν ἀνθερίκων.

[6]    Harpocr. s. v. λουτροφόρος καὶ λουτροφορεῖν· ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ' ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφό‹ρον φέ›ρειν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ Κατὰ Θεοδότου (XCII) καὶ ἐν τῇ Κατὰ Καλλισθένους ‹εἰς›αγγελίᾳ· ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Πολυστέφανος ἐν τῷ περὶ κρηνῶν φησι. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί.

[7]    Harpocr. s.v. μέδιμνος· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη΄, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς Ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου (FGrHist 343 F6).

[8]    Harpocr. s. v. μετρονόμοι· ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ι΄, ε΄ μὲν εἰς Πειραιᾶ, ε΄ δ' εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ (51, 2) δηλοῖ. cf. Pollux 4, 167 καὶ Δείναρχος μετρονόμου τοῦ ἐπὶ τῶν μέτρων.

[9]    Harpocr. s. v. μυλωθρός· ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα.

[10]    Harpocr. s. v. σιτοφύλακες· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ· ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ι΄, ε΄ μὲν ἐν ἄστει, ε΄ δ' ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ (51, 3).

[11]    Harpocr. s. v. τεταρτημόριον ( Bachm. Anecd. 385, 11)· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ β΄.

[12]    Harpocr. s. v. τριτημόριον· Δείναρχος Κατὰ Καλλισθένους. ὅτι δὲ τριτημόριόν ἐστιν Ϛ΄ χαλκοῖ Φιλήμων ἐν ἀρχῇ τοῦ ‹Σαρ›δίου (fr. 74, 2 K.) διδάσκει.

[13]    Harpocr. s. v. ὑποφόνια· τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους καὶ ἐν τῷ Κατὰ Φορμισίου (X 5), Θεόφραστος Νόμων ιϚ΄ (fr. 18 Hager 6 JPh 6, 1876, 3).

[20]

ΔΙΑΔΙΚΑΣΙΑ ΦΑΛΗΡΕΩΝ ΠΡΟΣ ΦΟΙΝΙΚΑΣ ΥΠΕΡ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ ΤΟΥ ΠΟΣΕΙΔΩΝΟΣ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 4 R. Διαδικασία Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Ποσειδῶνος· εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή.

[2]    Harpocr. s. v. Ἀλόπη· ... Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς ... καὶ Δείναρχος ἐν τῇ Διαδικασίᾳ Φαληρέων.

[20a]

ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ

v. ad orat. XXXV

[21]

ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ ΑΠΟΓΡΑΦΗΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 6 R. Πρὸς τὴν Κηφισ‹οφ›ῶντος ἀπογραφήν· πρῶτον μέν, ὦ ἄνδρες, δέομαι.

[22]

ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ ΑΠΟΓΡΑΦΗΝ· Ο ΥΣΤΕΡΟΣ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ὁ ὕστερος· τὰ μὲν περὶ τὴν ὠνήν.

[23]

ΑΠΟΛΟΓΙΑ ΔΙΑΜΑΡΤΥΡΙΑΣ ΠΡΟΣ ΤΗΝ ΧΑΡΗΤΟΣ ‹...›

[1]    Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ἀπολογία διαμαρτυρίας πρὸς τὴν Χάρητος ...

[24]

ΕΙΣΑΓΓΕΛΙΑ ΚΑΤΑ ΦΕΙΔΙΑΔΟΥ ΓΡΑΜΜΑΤΕΩΣ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 9 R. Εἰσαγγελία κατὰ Φειδιάδου γραμματέως· οὔτ' ἔχθρας οὐδεμιᾶς ἕνεκα.

[25]

ΚΑΤΑ ΦΙΛΟΚΛΕΟΥΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 11 R. Κατὰ Φιλοκλέους περὶ τῶν Ἁρπαλ‹ε›ίων· τί χρὴ λέγειν {τὸ} πρὸς τῶν ‹θεῶν›.

[26]

ΚΑΘ' ΑΓΝΩΝΙΔΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΟΥ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 12 R. Καθ' Ἁγνωνίδου περὶ τῶν Ἁρπάλου· οὐκ ἄδηλον.

[27]

ΚΑΤ' ΑΡΙΣΤΟΝΙΚΟΥ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 13 R. Κατ' Ἀριστονίκου περὶ τῶν Ἁρπαλείων· εὐτύχημα μὲν ἦν, ὦ ἄνδρες.

[28]

ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 14 R. Κατὰ Δημοσθένους περὶ τῶν Ἁρπαλείων· ὁ μὲν δημαγωγὸς ὑμῖν. vide supra p. 11, 2

[29]

ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ

[1]    Dionys. Halic. de Din. 10, p. 312, 16 R. Κατ' Ἀριστογείτονος περὶ τῶν Ἁρπαλείων· πάνθ', ὡς ἔοικεν, ὦ ἄνδρες. vide supra p. 54, 16.

[30]

ΚΑΤΑ ΘΕΟΔΩΡΟΥ ΕΥΘΥΝΤΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 312, 19 R. Κατὰ Θεοδώρου εὐθυν‹τ›ικός· ἥκιστα μέν, ὦ ἄνδρες. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου ἢ Θεμιστοκλέους, ἄρχοντος μετὰ Θέ‹ε›λλον ἀνιόντα ἐνιαυτῷ τρίτῳ, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον ‹καὶ δέκατον›, ὡς δείξομεν, ἔτος ἔχοντος αὐτοῦ.

[31]

ΚΑΤΑ ΚΗΡΥΚΩΝ

[1]    Dionys. Halic. de Din. 11, p. 313, 2 R. Κατὰ Κηρύκων· εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες. οὗτος ὁ ἀγὼν εἴρηται ἐπ' ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ' Εὔβουλον, οὔπω εἴκοσιν ‹ἔτη ἔχ›οντος αὐτοῦ ... ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπ' Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δ' ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται.

[32]

ΚΑΤΑ ΜΟΣΧΙΩΝΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 313, 8 R. Κατὰ Μοσχίωνος ἀπογραψαμένου αὑτὸν Νικοδίκου υἱόν· ἀποψηφισαμένων, ὦ ἄνδρες, ‹του›τουὶ Μοσχίωνος †συμβαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ (i. e. ἐπ' ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ' Εὔβουλον) εἴρηται. δηλοῦται δ' ἔκ ‹τε› αὐτῆς τῆς ἀρχῆς τοῦ λόγου καὶ {τὰ} τῶν ἑξῆς.

[2]    Harpocr. s. v. ἑρκεῖος Ζεύς· Δείναρχος ἐν τῷ Κατὰ Μοσχίωνος· ‹e. g. ἐπερωτᾷ› εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἑρκεῖος Ζεύς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἑρκεῖος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου (fr. 94 J.), εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας (FGrHist 228 F 6 6 fr. 139 Wehrli).

[33]

ΚΑΤΑ ΜΕΝΕΚΛΕΟΥΣ ΑΠΑΓΩΓΗΣ

[1]    Dionys. Halic. de Din. 11, p. 313, 13 R. Κατὰ Μενεκλέους ἀπαγωγῆς· ὦ ἄνδρες δικασταί, καὶ τῶν νόμων καθ' οὕς. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς, ὁ τὴν ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος {δεδηλώκαμεν} λόγος (39, 2. 40, 9), ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημοσθένους δεδηλώκαμεν. εἰ δ' ὡς τεθνηκότος ἤδη τοῦ Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λόγος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ τῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν.

[34]

ΔΙΑΔΙΚΑΣΙΑ ΑΘΜΟΝΕΥΣΙ ΠΕΡΙ ΤΗΣ ΜΥΡΡΙΝΗΣ ΚΑΙ ΤΗΣ ΜΙΛΑΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 314, 4 R. Διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ· πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. cf. Schol. ad Soph. O. C. 681 ... ὁ δ' Ἴστρος (sc. φησὶ) τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν ‹δια›δικασίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέφανον δι' ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί (FGrHist 334 F 29).

[35]

ΔΙΑΔΙΚΑΣΙΑ ΤΗΣ ΙΕΡΕΙΑΣ ΤΗΣ ΔΗΜΗΤΡΟΣ ΠΡΟΣ ΤΟΝ ΙΕΡΟΦΑΝΤΗΝ

[1]    Dionys. Halic. de Din. 11, p. 314, 12 R. Διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ τῆς κατασχούσης ὀλιγαρχίας.

[2] Harpocr. s. v. Δυσαύλης· Δείναρχος ἐν τῇ {περὶ} τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ' ἐν δ΄ Τραγῳδουμένων (FGrHist 12 F 4) τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ Νῖσαν. Παλαίφατος δ' ἐν α΄ Τρωικῶν (FGrHist 44 F 1) σὺν τῇ γυναικί φησιν αὐτὸν ὑποδέξασθαι τὴν Δήμητρα.

  

[3]    Pollux 7, 69 ὀρθάπτου δὲ μέμνηται Δείναρχος ἐν τῇ τῆς ἱερείας δοκιμασίᾳ· ἔστι δ' ἐξ ἐρίου πίλημα φοινικοῦν, ᾧ φαιδρύνουσι τὰ ἕδη τῶν θεῶν.

[36]

ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ (ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ ΔΗΜΟΥ ΚΑΤΑΛΥΣΕΩΣ)

[1]    Dionys. Halic. de Din. 11, p. 314, 17 R. Κατὰ Τιμοκράτο̣υς εἰσαγγελτικὸς δήμου καταλύσεως· ἔργα ποιεῖς. οὗτος καὶ ἀπ' αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν.

[37]

ΚΑΤΑ ΣΠΟΥΔΙΟΥ

[1]    Dionys. Halic. de Din. 11, p. 314, 20 R. Κατὰ Σπουδίου· καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου {φαίνεται} φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται φανερόν.

[38]

ΔΙΑΔΙΚΑΣΙΑ ΕΥΔΑΝΕΜΩΝ ΠΡΟΣ ΚΗΡΥΚΑΣ ΥΠΕΡ ΤΟΥ ΚΑΝΟΥ

[1]    Dionys. Halic. de Din. 11, p. 315, 1 R. Διαδικασία Εὐδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανοῦ· οὐδαμῶς τοιαῦτα πράγματα. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρόνους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ τῷ λόγῳ πάλιν δηλοῦται.

[39]

ΑΤΤΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 315, 5 R. Ἀττικός· πάντων ἦσαν ὁμοίως. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται.

[40]

ΑΙΤΩΛΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 315, 7 R. Αἰτωλικός· καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις. οὗτος καθεστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τοὺς Αἰτωλοὺς αὑτοῖς βοηθεῖν, ἐπεὶ καὶ ὁ Κάσσανδρος αὐτοὺς ἐλευθεροῦν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸς φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδ' αὐτο‹ὺ›ς Ἀθήνηθεν λόγους παραλαμβάνειν οἷόν τ' ἐστί.

[41]

ΔΙΦΙΛΩΙ ΔΗΜΗΓΟΡΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 315, 15 R. Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ Κατὰ Δημοσθένους λόγῳ (1, 43) δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει ‹τοῦ› λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ ‹Δι›φίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν.

[42]

ΕΡΜΙΑΙ ΕΜΠΟΡΙΟΥ ΕΠΙΜΕΛΗΤΗΙ ΠΕΡΙ ΤΩΝ ΚΑΤΗΓΟΡΗΘΕΝΤΩΝ ΑΠΟΛΟΓΙΑ

[1]    Dionys. Halic. de Din. 11, p. 315, 24 R. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία· δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπ' αὐτοῦ τοῦ χαρακτῆρος εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός.

[43]

ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ ΠΕΡΙ ΤΗΣ ΔΗΛΟΥ ΘΥΣΙΑΣ

[1]    Dionys. Halic. de Din. 11, p. 316, 5 R. ἀφαιροῦμαι δὲ καὶ τοὺς περὶ Μενεσαίχμου λόγους ἀμφοτέρους αὐτοῦ, ὧν ὁ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ἱκετεύομεν ὑμᾶς καί.

[44]

ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ ΠΡΟΣ ΠΕΡΙΚΛΕΑ ΚΑΙ ΔΗΜΟΚΡΑΤΗΝ

[1]    Dionys. Halic. de Din. 11, p. 316, 8 R. ὁ δὲ πρὸς Περικλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· νομίζομεν, ὦ ἄνδρες, διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός), καὶ ὅτι ὁ λέγων αὐτο‹ύ›ς, ὢν οὔτε ἄδοξος καὶ μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημοσίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ χρῆσθαι.

[45]

ΥΠΕΡ ΤΟΥ ΜΗ ΕΚΔΟΥΝΑΙ ΑΡΠΑΛΟΝ ΑΛΕΞΑΝΔΡΩΙ

[1]    Dionys. Halic. de Din. 11, p. 316, 16 R. Ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ· οὐκ ἄξιον ἄρα θαυμάζειν. οὐδ' οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γ' οὖν ἠλίθιον καὶ σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων.

[46]

ΔΗΛΙΑΚΟΣ

[1]    Dionys. Halic. de Din. 11, p. 316, 21 R. Δηλιακός· Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς ‹Σ›ταφύλου. οὗτος οὐ τοῦ ῥήτορος ἀλλ' ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δ' ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ περιτρέχων τὴν τοπικὴν Δήλου καὶ †Λέρου ἱστορίαν.

[47]

ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΠΑΡΑΝΟΜΩΝ

[1]    Dionys. Halic. de Din. 11, p. 317, 2 R. Κατὰ Δημοσθένους παρανόμω‹ν›· εἰώθατε, ὦ ἄνδρες. οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δ', εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον τῶν Καλλικράτους οὐδενί), ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ οὐκ ἀπέχων ἰδιωτικῆς φλυαρίας, πείθομαι.

[48]

ΚΑΤΑ ΠΡΟΞΕΝΟΥ ΒΛΑΒΗΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 10 R. Κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες.

[3]    Harpocr. s. v. ἀργυριοθήκη· Δείναρχος ἐν τῷ Κατὰ Προξένου βλάβης. διττὰ ἦν γραμματείδια οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκάλουν, τὰ δ' ἄλλα μαρσίπια.

[4]    Harpocr. s. v. βασανίσας· ἀντὶ τοῦ δοκιμάσας Δείναρχος ἐν τῷ Κατὰ Προξένου. πολὺ δ' ἐστὶ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου παρ' Ἀττικοῖς.

[5]    Harpocr. s. v. ματρυλεῖον· Δείναρχος ἐν τῷ Κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος (p. 320 Schmidt) τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν (501 Koerte 6 601 Sandbach).

   οὐκ οἰμώξεται

   καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

[6]    Harpocr. s. v. ὀρνιθευτής. ὁ ὀρνιθοθήρας· Δείναρχος ἐν τῷ Κατὰ Προξένου, Πλάτων (fr. 157 K.) ἢ Κάνθαρος (1, p. 765 K.) Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου (2, p. 224 K.).

[7]    Harpocr. s. v. σκιραφ‹ε›ῖα· Δείναρχος ἐν τῷ Κατὰ Προξένου. σκιραφ‹ε›ῖα ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ ν΄ (FGrHist 115 F 228) ὑποσημαίνει.

[49]

ΚΑΤΑ ΚΗΦΙΣΟΚΛΕΟΥΣ ΚΑΙ ΤΩΝ ΟΙΚΕΙΩΝ ΒΛΑΒΗΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 11 R. Κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. ἀπήχεια· ἀντὶ τοῦ ἀπέχθεια Λυσίας (fr. LXXXVIII) πρὸς Μέδοντα καὶ Δείναρχος Κατὰ Κηφισοκλέους. cf. Schol. Aristid. p. 196 Fr. μηδὲν ἀπηχὲς] ἡ λέξις κατὰ μεταφορὰν εἴρηται ἀπὸ τῶν μελῶν· δηλοῖ δὲ τὸ ὑβριστικὸν καὶ ἔξω τοῦ καλοῦ καὶ τραχύτερον εἰς ἀκοὴν καὶ οἷον τοῦ ῥυθμοῦ καὶ μέλους {καὶ} τοῦ τεταγμένου παρηλλαγμένον καὶ ἐκπεπτωκός. Δείναρχος μέμνηται τῆς λέξεως ἐν τῷ πρὸς Κηφισοκλέα· ἀπηχὲς οὖν ἀντὶ τοῦ ἄμουσον καὶ ἄφθογγον.

[50]

ΠΡΟΣ ΦΑΝΟΚΛΕΑ ΒΛΑΒΗΣ (ΑΠΟΛΟΓΙΑ)

[1]    Dionys. Halic. de Din. 12, p. 317, 13 R. Πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες.

[51]

ΠΡΟΣ ΛΥΣΙΚΡΑΤΗΝ ΥΠΕΡ ΝΙΚΟΜΑΧΟΥ ΒΛΑΒΗΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 14 R. Πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης.

[2]    Harpocr. s. v. κράστις· Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κράστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης (fr. 798 K.).

[52]

ΣΥΝΗΓΟΡΙΑ ΠΑΡΜΕΝΟΝΤΙ ΥΠΕΡ ΑΝΔΡΑΠΟΔΟΥ ΒΛΑΒΗΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 15 R. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος.

‹Ο› ΥΣΤΕΡΟΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 17 R. ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται.

[54]

ΚΑΤΑ ΠΟΣΕΙΔΙΠΠΟΥ ΚΛΟΠΗΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 18 R. Κατὰ Ποσ‹ε›ιδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ (XII 4) καὶ ἐν τῷ Κατὰ Ποσειδίππου ...

[55]

ΚΑΤΑ ΗΔΥΛΗΣ ΑΠΟΣΤΑΣΙΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 19 R. Κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος ἐμοὶ τοῦ πατρός.

[2]    Harpocr. s. v. διαμαρτυρία καὶ διαμαρτυρεῖν· ... Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ' ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ Κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας.

[56]

ΑΠΟΣΤΑΣΙΟΥ ΠΡΟΣ ΑΡΧΕΣΤΡΑΤΟΝ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 20 R. Ἀποστασίου πρὸς Ἀρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο.

[2]    Harpocr. s. v. ἀποψηφίζονται· ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ Κατ' Ἀρχεστράτου. καὶ ἀποψήφισιν δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει (57, 2. 4. 6)

[57]

ΣΥΝΗΓΟΡΙΑ ΗΓΕΛΟΧΩΙ ΥΠΕΡ ΕΠΙΚΛΗΡΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 21 R. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος.

[57]

ΚΑΤΑ ΗΓΕΛΟΧΟΥ ΣΥΝΗΓΟΡΙΑ ΥΠΕΡ ΕΠΙΚΛΗΡΟΥ (?)

[1]    Harpocr. s. v. ληξιαρχικὸν γραμματεῖον· Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου (1, 18), εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ' ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δ' εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ Κατὰ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου.

[58]

ΕΠΙΚΛΗΡΙΚΟΣ ΥΠΕΡ ΤΗΣ ΙΟΦΩΝΤΟΣ ΘΥΓΑΤΡΟΣ

[1]    Dionys. Halic. de Din. 12, p. 317, 23 R. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικασταί, οὐ πένης ὤν.

[59]

Ο ΥΣΤΕΡΟΣ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 1 R. ‹Ὁ› ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες.

[60]

ΔΙΑΜΑΡΤΥΡΙΑ, ΩΣ ΟΥΚ ΕΙΣΙΝ ΕΠΙΔΙΚΟΙ ΑΙ ΑΡΙΣΤΟΦΩΝΤΟΣ ΘΥΓΑΤΕΡΕΣ sive ΔΙΑΜΑΡΤΥΡΙΑ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΠΙΔΙΚΟΝ ΕΙΝΑΙ ΤΗΝ ΑΡΙΣΤΟΦΩΝΤΟΣ ΘΥΓΑΤΕΡΑ

Α΄ Β΄

[1]    Dionys. Halic. de Din. 12, p. 318, 2 R. Διαμαρτυρία, ὡς οὔκ εἰσιν ἐπίδικοι ‹αἱ› Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. διαμαρτυρία καὶ διαμαρτυρεῖν· τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· ... Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ' ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα ...

[3]    Harpocr. s. v. ἐπίδικος καὶ ἐπίκληρος καὶ ἐπίπροικος καὶ ἐπικληρῖτις. ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ (ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις)· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου (or. 39 Thalh.) καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ Διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον (XXVI 25 Thalh.) τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν.

[61]

ΚΑΤΑ ΠΕΔΙΕΩΣ ΚΑΚΩΣΕΩΣ ΠΑΙΔΟΣ ΟΡΦΑΝΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 4 R. Κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ.

[62]

ΔΙΑΜΑΡΤΥΡΙΑ ΠΕΡΙ ΤΟΥ ΕΥΙΠΠΟΥ ΚΛΗΡΟΥ ΠΡΟΣ ΧΑΡΗΤΑ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 5 R. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα.

[63]

ΥΠΕΡ ΤΟΥ ΜΝΗΣΙΚΛΕΟΥΣ ΚΛΗΡΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 7 R. Ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ‹ἄνδρες,› δέησιν.

[64]

ΚΑΤΑ ΠΡΟΞΕΝΟΥ ΥΒΡΕΩΣ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 8 R. Κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες.

[65]

ΑΠΟΛΟΓΙΑ ΠΛΗΓΩΝ sive ΑΠΟΛΟΓΙΑ ΥΒΡΕΩΣ ΕΠΙΧΑΡΕΙ ΠΡΟΣ ΦΙΛΩΤΑΔΗΝ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 9 R. ‹Ἀπολογία› πληγῶν, ἔδει δ' ἐπιγεγράφθαι Ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες.

[1]    Bk. ΔΟ 191, 29 ... καὶ πάλιν ὀργεῶνες τίνες ἐν Ἀπολογίᾳ ὕβρεως σαφὲς ποιεῖ (cf. XIII 2). οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες καὶ τῶν ἱερῶν δὲ κοινωνοῦντες ὀργεῶνας ἑαυτοὺς {ἀλλήλους} ἐκάλουν.

[65]

ΚΑΤΑ ΚΛΕΟΜΕΔΟΝΤΟΣ ΑΙΚΙΑΣ Α΄ Β΄

[1]    Dionys. Halic. de Din. 12, p. 318, 11 R. Κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή.

[2]    Harpocr. s. v. αὐτοδικεῖν· ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος.

[3]    Ammonius, π. ὁμ. καὶ διαφ. λέξ. 163 Nickau ἐκμαρτυρία μαρτυρίας ἐν τίνι διαφέρει, δηλοῖ Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος λέγων· ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας.

[3a]    Ammonius, ib. 311 Nickau μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει. μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδημούντων, ὡς διασαφεῖ Δείναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος αἰκίας λέγων· πολλὰ κἀγαθά, ὦ ἄνδρες δικασταί, γένοιτο ὑμῖν καὶ τῷ νομοθετήσαντι ἐξεῖναι τῶν ἀποδημούντων ἐκμαρτυρίας παρέχεσθαι.

[68]

ΠΡΟΣ ΔΙΟΣΚΟΥΡΙΔΗΝ ΠΕΡΙ ΝΕΩΣ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 13 R. Πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. παρουσία· ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ Περὶ συντάξεως (13, 1) καὶ Δείναρχος ἐν τῷ Ὑπὲρ τῆς νεώς, καὶ Κράτης Θηρίοις (fr. 16 K.)·

   ... ἔχοντες εὐπαθῆ βίον

   παρουσίαν τε χρημάτων.

[69]

ΚΑΤΑ ΤΩΝ ΠΑΤΡΟΚΛΕΟΥΣ ΠΑΙΔΩΝ ΕΡΑΝΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 14 R. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. ἄλογοι ἐρανισταί· μήποτε οἱ μήπω ἐξειληχότες τὸ ἐπιβάλλον ἑαυτοῖς κατὰ τὴν ἐκ τῆς περιόδου τάξιν τῶν ὀνομάτων ‹τῶν› εἰς τὸν ἔρανον ἐμφερομένων. Δείναρχος ἐν τῷ Κατὰ τῶν Πατροκλέους παίδων ἐρανικῷ.

[3]    Harpocr. s. v. πληρωτής· Δημοσθένης κατ' Ἀριστογείτονος (25, 21). πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ' ἂν οὗτοι οἱ παρ' ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτὴς ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου (21, 101. 184. 185), καὶ ἐν τῷ Κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου.

[70]

ΠΡΟΣ ΑΜΕΙΝΟΚΡΑΤΗΝ ΔΙΑΔΙΚΑΣΙΑ ΠΕΡΙ ΚΑΡΠΩΝ ΧΩΡΙΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 15R. Πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί.

[70]

ΠΡΟΣ ΑΝΤΙΦΑΝΗΝ ΠΕΡΙ ΤΟΥ ΙΠΠΟΥ ΑΠΟΛΟΓΙΑ ΔΟΚΙΜΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 17 R. ‹Πρὸς Ἀντιφάνην› περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες.

[2]    Harpocr. s. v. ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τρόχοι· Δείναρχος Κατὰ Φορμισίου (X 2) καὶ ἐν τῇ Πρὸς Ἀντιφάνην ἀπολογίᾳ.

[3]    Harpocr. s. v. ὀχεῖον· ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν Ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γάρ· ὠνοῦνταί μοι τὸν ἵππον ‹τὸν› ὀχεῖον. Λυκοῦργος δ' ἐν τῷ Περὶ τῆς διοικήσεως (X 9 Con.) γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινός, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.

[3]    Didymi Comment. ad Demosth. Π 9780 (6 Berliner KlassikertexteI `1904] p. 4344, col. 9, 43 et 5261) Δύο Ἀριστομήδ[ει]ς εἰσίν, ... ἕτερος (sc. Ἀριστομήδης) δὲ πρὸς ὃν νῦν ὁ Δημοσθένης διέξ‹ε›ισιν, Ἀθηναῖος ὁ Χαλκοῦς λεγόμενος, περὶ οὗ ἄλλοι τε καὶ Δείναρχος ἐν τῇ Δοκίμου ἀπολογίᾳ ὑπὲρ τοῦ ἵππου φησὶν οὕτως· ἐπεὶ δ' ὑπ' Ἀριστομήδους τοῦ Χ[α]λκοῦ καὶ Χαιρεστράτου τοῦ ἑαυτοῦ θείου προήχθη{ς} οὐ δίκαια ποιῶν ἐγκαλεῖν ἐμοί, τηνικαῦτα δὲ {καὶ} τῷ μὲν δίκην ἔρημον ἀπεγράψατο κατ' ἐμοῦ ἀποδημοῦντος καὶ ταῦτ' ἐν Θετταλίᾳ.

Ο ΥΣΤΕΡΟΣ

   Dionys. Halic. de Din. 12, p. 318, 18 R. Ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες.

[73]

ΚΑΤΑ ΔΑΟΥ ΥΠΕΡ ΑΝΔΡΑΠΟΔΩΝ sive ΠΡΟΣ ΔΑΩΝΑ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 19 R. Λυσικλείδῃ Κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες.

[2]    Galenus in Hippocr. prognost. V 9, 2 p. 332, 2 Heeg 6 XVIII 2 p. 237, 3 Ku+hn Δείναρχος μὲν οὖν ἐν τῷ Πρὸς Δάωνα οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν ἑαυτοῦ Κεφαλίων μειρακιωδέστερον φύσει χρηστὸς ἦν καὶ εὐήθης.

[74]

ΠΑΡΑΓΡΑΦΗ ΠΡΟΣ ΒΙΩΤΗΝ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 20 R. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως.

[75]

ΚΑΤΑ ΘΕΟΔΩΡΟΥ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 21 R. Κατὰ Θεοδώρου ψευδομαρτυρίων· νομίζομεν, ὦ ἄνδρες.

[76]

ΠΕΡΙ ΤΗΣ ΑΓΑΘΩΝΟΣ ΔΙΑΜΑΡΤΥΡΙΑΣ ΣΥΝΗΓΟΡΙΑ sive ΑΓΑΘΩΝΙ ΣΥΝΗΓΟΡΙΑ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 22 R. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων.

[77]

ΑΠΟΣΤΑΣΙΟΥ ΑΠΟΛΟΓΙΑ ΑΙΣΧΥΛΩΙ ΠΡΟΣ ΞΕΝΟΦΩΝΤΑ

[1]    Dionys. Halic. de Din. 12, p. 318, 23 R. Ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες.

[78]

ΚΑΤΑ ΚΑΛΛΙΠΠΟΥ ΜΕΤΑΛΛΙΚΟΣ sive ΠΡΟΣ ΤΗΝ ΚΑΛΛΙΠΠΟΥ ΠΑΡΑΓΡΑΦΗΝ

[1]    Dionys. Halic. de Din. 12, p. 319, 2 R. Κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος.

[2] Harpocr. s. v. ὁμοερκές· Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ' ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. 2a. Bk. Λεξ. ῥητ. 286, 33 ὁμοερκεῖς κίονες· οἱ τῶν μετάλλων κίονες.

  

[3]    Harpocr. s. v. ὑπονομεύοντες· ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες Δείναρχος ἐν τῷ Κατὰ Καλλίππου.

[79]

ΥΠΕΡ ΥΙΟΠΟΙΗΤΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 319, 3 R. Ὑπὲρ υἱοποιήτου, ἔδει δ' ἐπιγεγράφθαι Ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον.

[80]

ΠΕΡΙ ΤΟΥ ΑΡΧΕΦΩΝΤΟΣ ΚΛΗΡΟΥ

[1]    Dionys. Halic. de Din. 12, p. 319, 6 R. Περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.

[81]

ΚΑΤΑ ΔΗΜΟΚΛΕΟΥΣ

[1]    Bk. Antiatt. 113, 7 ῥαχίζει· ἀντὶ τοῦ μεγάλα ψεύδεται. Δείναρχος Κατὰ Δημοκλέους.

[82]

ΥΠΕΡ ΕΥΘΥΓΕΝΟΥΣ

[1]    Cramer, Anecd. Oxon. 1, 52, 10 Δείναρχος δὲ ὁ ῥήτωρ ἐν τῷ Ὑπὲρ Εὐθυγένους λόγῳ μόνος τῶν παλαιῶν τὸ ἐνεργητικὸν εὐθείᾳ συνέταξεν οὐ κατὰ νόμον τῶν παλαιῶν, ἀλλὰ κατὰ λόγον τῆς ἀλόγου συνηθείας εἶπε· ἀνέῳγεν πᾶς ὁ τόπος· ἐχρῆν γὰρ εἰπεῖν ὁ τόπος πᾶς ᾔνοικτο. ἡ δὲ συνήθεια καὶ τὸ ἐνεργητικὸν εὐθείᾳ συντάσσει ἀνέῳγεν ἡ θύρα, τῶν παλαιῶν λεγόντων ἀνέῳγε τὴν θύραν.

[83]

ΚΑΤΑ ΘΕΟΔΟΤΟΥ

[1]    Harpocr. s. v. λουτροφόρος καὶ λουτροφορεῖν; v. ad orat. XIX 6.

[84]

ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ

[1]    Harpocr. s. v. ἐξούλης· ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. ‑ Δείναρχος μέντοι ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἐπὶ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν ... cf. Lysiae fr. CXI Thalh. et Isaei fr. XL Thalh.

[2]    Harpocr. s. v. ἱεροφάντης· Ὑπερείδης φησίν που· ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱεροφάντου (Hyper. fr. 198 J.). Δείναρχος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἐπ‹αν›ιόντα τὰ ἱερά ...

[85]

ΚΑΤΑ ΛΕΩΧΑΡΟΥΣ

[1]    Suda δ 288 δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν, οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ‑ καὶ Δείναρχος ἐν τῷ Κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ· καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον ...

[86]

ΠΡΟΣ ΤΟΥΣ ΛΥΚΟΥΡΓΟΥ ΠΑΙΔΑΣ

[1]    Harpocr. s. v. ἀπονομή· ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν' ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ Πρὸς τοὺς Λυκούργου παῖδας πολλάκις.

[87]

ΚΑΤΑ ΜΕΝΕΣΑΙΧΜΟΥ

[1]    Suda π 2191 πραγματεία· οὐχ ὡς ἐν τῇ συνηθείᾳ ἐπὶ τῆς πραγματείας, οὕτω καὶ ὑπὸ τῶν ῥητόρων τέτακται ἐπὶ τῶν ἐργασίας τινὰς μεταχειριζομένων, ἀλλ' ἐπὶ τῶν πράγματα συνίστασθαι ἐπιχειρούντων. ὡς Δείναρχος ἐν τῷ Κατὰ Μεν‹ες›αίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν ἰδίων διαφορῶν καθεστήκασι.

[88]

ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

[1]    Prisciani Inst. lib. 18, 268 (`2, 346, 14 Hertz) Illi (sc. Attici) περίφοβός ἐστιν πρὸς τὸ ποιῆσαι καὶ ποιῆσαι. Δείναρχος Κατὰ Τιμάρχου· περίφοβος ἦν πρὸς ὑμᾶς εἰσελθεῖν. similiter nos 1trepidus est ad faciendum2 et 1trepidus est facere2.

[89]

ΠΡΟΣ ΠΕΔΙΕΑ ΠΑΡΑΓΡΑΦΗ

[1]    Dionys. Halic. de Din. 13, p. 319, 9 R. Πρὸς Πεδιέα παραγραφή· κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος (FGrHist 328 F 154) ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δ' οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε.

[90]

ΠΡΟΣ ΜΕΛΗΣΑΝΔΡΟΝ ΥΠΕΡ ΤΗΣ ΤΡΙΗΡΑΡΧΙΑΣ

[1]    Dionys. Halic. de Din. 13, p. 319, 15 R. Πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας· ὥσπερ οἱ νόμοι κελεύουσιν. οὗ ἂν ὁ λόγος ... ἀλλ' ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθ' ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος.

[91]

ΠΡΟΣ ΒΟΙΩΤΟΝ ΥΠΕΡ ΤΟΥ ΟΝΟΜΑΤΟΣ

[1]    Dionys. Halic. de Din. 13, p. 319, 21 R. Πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· οὐδεμιᾷ φιλοπραγματοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γ' οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. μέμηνται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δ' εἰς ‹Πύλας› Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος.

[92]

ΠΡΟΣ ΜΑΝΤΙΘΕΟΝ ΠΕΡΙ ΠΡΟΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 13, p. 320, 6 R. Πρὸς Μαντίθεον περὶ προικός· πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ ‹τὴν› λέξιν τ‹οι›αῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας ‹...› πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ ‹περὶ› Δημοσθένους γραφῇ δεδηλώκαμεν.

[93]

ΑΘΗΝΑΔΗΙ ΣΥΝΗΓΟΡΙΑ

ΠΕΡΙ ΤΗΣ ΣΧΕΔΙΑΣ

ΠΡΟΣ ΑΜΥΝΤΙΧΟΝ ‹Α΄ Β΄›

[1]    Dionys. Halic. de Din. 13, p. 320, 13 R. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· φίλος μοι καὶ ἐπιτήδειος ὤν. Ὁ ὕστερος· οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος (FGrHist 328 F 158) σὺν τοῖς ἄλλοις τοῖς ... ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος.

[94]

ΠΡΟΣ ΜΙΚΥΘΟΝ ΜΕΤΑΛΛΙΚΟΣ

[1]    Dionys. Halic. de Din. 13, p. 320, 20 R. Πρὸς Μίκυθον μεταλλικός· πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπ' Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος.

[95]

ΣΑΤΥΡΩΙ ΠΡΟΣ ΧΑΡΙΔΗΜΟΝ ΕΠΙΤΡΟΠΗΣ ΑΠΟΛΟΓΙΑ

[1]    Dionys. Halic. de Din. 13, p. 321, 5 R. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. cf. Phot. Bibl. p. 491 b 29 καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ' ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. τινὲς δὲ αὐτὸν ὑπεβάλοντο Λυσίᾳ, καίτοι καὶ τὸν χρόνον ἔχοντες αὑτοῖς διαμαχόμενον καὶ τὸν τύπον ἅπαντα τῆς ἐργασίας καὶ τὰ πράγματα καὶ τὴν ἑρμηνείαν. μαρτυρία δὲ τοῦ Δημοσθενικὸν εἶναι τὸν λόγον καὶ ... cf. Demosth. fr. 14 Turr.

[96]

ΥΠΕΡ ΑΝΤΙΔΟΣΕΩΣ ΠΡΟΣ ΜΕΓΑΚΛΕΙΔΗΝ

[1]    Dionys. Halic. de Din. 13, p. 321, 8 R. Ὑπὲρ Ἀντιδόσεως ‹πρὸς› Μεγακλείδη‹ν›· εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ' ἐστὶ ‹καὶ οὗτος› τῶν Δεινάρχου λόγων, εἴρηται γὰρ ἔτι τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφ' ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ ...

[97]

ΚΑΤ' ΕΥΕΡΓΟΥ ΚΑΙ ΜΝΗΣΙΒΟΥΛΟΥ

[1]    Harpocr. s. v. ἐκαλίστρουν· Δημοσθένης ἐν τῷ Κατ' Εὐέργου καὶ Μνησιβούλου (47, 60), εἰ γνήσιος. Ἰακὸν δ' ἐστί, καὶ τάχ' ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται.

[98]

ΑΠΑΡΑΣΗΜΑ

[3]    Ἀψίνου Τέχνη Ῥητορική ap. Rhet. Graeci, I3II ed C. Hammer p. 316, 10: Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἢ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν μᾶλλον ἔχει τῶν ἀκουόντων αὐτὰ ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· Θῆβαι δὲ Θῆβαι, πόλις ἀστυγείτων μεθ' ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται (3, 133), ἀλλ' οὐχ ὁ Δείναρχος, ἀλλ' ἐπὶ τὸν αὐτὸν ἐλθὼ‹ν› τόπον καὶ ἄλλα μὲν εἶπε δεινά, δι' ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες.

[4]    P. Antinoopolis, nr. 62 (6 vol. 2 `1960], p. 4243) [Κατ' Ἀριστονίκου vel Καθ' Ἁγνωνίδου] [...]ἀ̣δυ̣ν̣α̣τ̣.[..].[ [...]κ̣αταισχῦναι τὴν [δι]καί̣[α]ν κρίσιν μ̣η[δὲ] τ̣ὴν τοῦ δήμου κα[ταχ]ε̣ιροτονί̣α̣ν̣, ἣν κα[ταχε]ιροτονήσας αὐ[τοῦ παρ]έδωκεν ὑμῖν· [ὥστε] δ̣εῖξαι πᾶσιν [ὅτι π]ολὺν χρόνον δ[ι][α]π̣ε̣φευγότες ὄντε[ς] [π]ονηροί, καὶ διαφ[εύ][ξε]σ̣θ̣α̣ι̣ νομίζοντ[ες]

[5]    Pollux 8, 24 Δείναρχος ‹καὶ› ἀδίκημα καὶ ἀδικία.

[6]    Bachm. Anecd. 41, 1 ἀθέμιστα καὶ ἀνόσια δρᾶν Δείναρχος εἶπε καὶ Σοφοκλῆς (fr. 742 P.).

[7]    Pollux 8, 156 ἀλειτούργητον δὲ οὐσίαν Δείναρχος εἴρηκεν.

[8]    Harpocr. s. v. ἀνάγειν· τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ' ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος (fr. XXIX Thalh.), καὶ Δείναρχος.

[9]    Suda α 1947 ἄναλτον· Ὅμηρος (ρ 228) καὶ Κρατῖνος (fr. 382 K.) ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν.

[10]    Bachm. Anecd. 102, 11 ἀντέχει· ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος. ἀντὶ δὲ τοῦ σῴζεται Δημοσθένης (1, 25. 2, 10). καὶ Ὑπερείδης (fr. 229 J.) ἀντὶ τοῦ ἀντιλαμβάνει.

[11]    Pollux 3, 81 καὶ τὸν ἀντωνητήν, ὡς Δείναρχος.

[12]    Bachm. Anecd. 123, 11 ἀπογνούς· Δημοσθένης (4, 42. 19, 54) μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος.

[13]    Harpocr. s. v. ἀποσάξαντα· Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα. {Ἡρόδοτος ἐν Ϛ΄}

[14]    Harpocr. s. v. ἀποπεφασμένον· ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας (fr. 117 Thalh.) καὶ Δημοσθένης Κατὰ Νεαίρας (59, 67)· ἀποπεφασμένως πωλοῦνται, ἀντὶ τοῦ φανερῶς.

[15]    Harpocr. s. v. βουλεία· τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει. Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (809).

[16]    Harpocr. s. v. γοργύρα· τὸ κατὰ γῆς ὄρυγμα Δείναρχος, Αἰσχίνης (non exstat). ἔστι καὶ παρ' Ἡροδότῳ ἐν γ΄ (3, 145).

[17]    Harpocr. s. v. δόσις· ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διδῷ τινι διὰ τῶν ἀρχόντων, ὡς παρὰ Δεινάρχῳ.

[18]    Pollux 8, 72 Δείναρχος δὲ καὶ δοῦσαν τὴν δεσμεύουσαν.

[19]    Pollux 8, 70 ἀπὸ δὲ τοῦ φυγὴ φυγὰς φεύγειν φυγαδευθῆναι, διωχθῆναι (Ὑπερείδης δέ που (fr. 238 J.) καὶ ἐξεδιώχθη λέγει, καὶ Δείναρχος ἐδίωξεν), ὑπερορισθῆναι, ἐκπεσεῖν.

[20]    Cod. Harpocr. Marc. gr. 444 fol. 1384v (TAPhA 98, `1967, 215) ἐπὶ κόρρης ... Δείναρχος δὲ ἐπὶ κόρρης ἐπάταξε τὸν ἄνδρα φησίν. cf. Ael. Dion. E 55 Erbse; Et4G s. v. ἐπὶ κόρρης.

[21]    Pollux 6, 161 καὶ Δείναρχος ἡμιπόδιον.

[22]    Pollux 7, 161 κεραμοπῶλαι, κεραμοπωλεῖον, κεραμοπωλία ὡς Δείναρχος· καὶ τὸ ῥῆμα κεραμοπωλεῖν Ἄλεξις (Fr. 320 K.).

[23]    Pollux 7, 159. 160 καὶ κιβωτὸς καὶ κιβωτοποιός, ὡς Δείναρχος· ‑ ὁ δ' αὐτὸς Δείναρχος καὶ βυρσοποιὸν εἴρηκε καὶ κωθωνοποιόν.

[24]    Pollux 7, 183 κρηπιδουργός, ὡς Δείναρχος.

[25]    Pollux 4, 166 καὶ μετρητικὸν Δείναρχος.

[26]    Phot. cf. Suda μ 1310 μοχθηρός· ἐπίπονος ἢ πονηρὸς ἢ κακός. καὶ μοχθηρία ἐπὶ τῆς κακίας τέτακται. οὕτω Δείναρχος. Ἀντιφῶν δὲ ... (cf. Antiph. fr. 70 Thalh.)

[27]    Pollux 4, 165 ... μυριάκις καὶ τὰ ὅμοια. μυρίανδρος. μυριοφόρος ὡς Θουκυδίδης (7, 25, 6), ὡς δὲ Δείναρχος μυριαγωγῆσαι.

[28]    Pollux 6, 156 ὁμότιτθον δὲ Δείναρχος εἴρηκεν.

[29]    Schol. ad Aeschin. 1, 114 τοὺς ὁρκίους (θεούς)· Ἀπόλλωνα πατρῷον καὶ Δήμητρα καὶ Δία, ὥς φησι Δείναρχος ὁ ῥήτωρ BM.

[30]    Pollux 6, 164 Δείναρχος δὲ καὶ παλιμπροδότης λέγει.

[31]    Phot. s. v. πομπεία λοιδορία· καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι cf. Greg. Corinth. ad Hermog. ιθ΄ (73`2 p. 1118 Walz) τὴν πομπείαν αὐτὸς ὁ τεχνικὸς (i. e. Hermogenes) ἡρμήνευσε καὶ μάλα σαφῶς· εἴληπται δὲ αὐτῷ τὸ τοιόνδε ὄνομα ἀπὸ τῶν λόγων Λυσίου (non exstat) καὶ Ὑπερείδου (fr. 268 J.) καὶ Δεινάρχου· πολὺ γὰρ παρ' αὐτοῖς τὸ ὄνομα.

[32]    Pollux 3, 27 τοὔνομα μέντοι ὁ πρόγονος ἔστι μὲν καὶ παρὰ Δεινάρχῳ, ὀνομάζεται δὲ καὶ παρὰ Στράττιδι (fr. 79 K.) ἡ πρόγονος· καὶ παρ' Ὑπερείδῃ ... (fr. 10 J.)

[33]    Pollux 8, 24 καὶ προκαταδικάζεσθαι ὡς Δείναρχος.

[34]   Pollux 7, 12 ὁ δὲ τοῖς πιπράσκουσι προξενῶν προπράτωρ, ὡς Δείναρχος καὶ Ἰσαῖος (fr. XLVI Thalh.) εἴρηκεν· προπώλην δ' αὐτὸν Ἀριστοφάνης (fr. 707 K.) καλεῖ, προπωλοῦντα δὲ Πλάτων (leg. 12, 954a). Λυσίας (fr. 116 Thalh.) δὲ τούτους μὲν προπράτας, τοὺς δὲ σὺν ἄλλοις πιπράσκοντας συμπράτας λέγει.

[35]    Pollux 10, 16 καὶ σκευασάμενοι, ὡς Δείναρχος, τὰ ἐκ τῆς οἰκίας.

[36]    Pollux 8, 83 Δεινάρχου δὲ τὸ συγκατήρξατο.

[37]    Pollux 3, 81 καὶ τὸ συγκαταδουλώσασθαι παρ' Ὑπερείδῃ (fr. 272 J.) καὶ οἱ συνδουλεύοντες παρὰ Δεινάρχῳ.

[38]    Pollux 6, 159 Δείναρχος δὲ καὶ συνιεροποιὸν καὶ συμπρύτανιν καὶ συμβουλευτὴν εἴρηκεν.

[39]    Lex. Rhet. Reitz. (Ind. lect. Rostoch. III, 18923`3) p. 7, 7 συναλλάσσειν· ἐπὶ τῶν συμβολαίων καὶ τῆς δι' αὐτῶν πραγματείας· οὕτω Δημοσθένης (24, 192. 30, 12) καὶ Δείναρχος.

[40]    Pollux 8, 121 γνώριμα δικαστήρια ἡ Ἡλιαία, τὸ Τρίγωνον, οὗ μέμνηται Δείναρχος ... cf. etiam Lycurg. II, 5 Con.

[41]    Harpocr. s. v. φάσις· λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων ... τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει (25, 78. `58], 7. 9 al.), τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ Πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου (fr. CV Thalh.). cf. supra p. 147, 17148, 2.

[42]    Pollux 6, 168 ἔλεγον δ' οἱ ποιηταὶ καὶ φιλόστροφον τὸν εὐμετάβολον, Δείναρχος δὲ καὶ φιλοπόνηρον.