146 18 3 28 0 0 IV-III a. C. Epistolografia Epicurus Epistula ad Herodotum Arrighetti, G., Torino, Einaudi, 1973. 0

Epicurus - Incertae sedis fragmenta

[134]

PHILOD. π. εὐσεβ. p. 128 Go.

        Ἐπίκουρος φανή[σεται] καὶ τετηρηκὼς [ἅπαν]τα καὶ τοῖς φί[λοις τ]ηρεῖν παρεγ[γυηκ]ὼς οὐ μόνον [διὰ τ]οὺς νόμους, ἀλλὰ διὰ φυσεικὰς [αἰ[τίας]· προσεύχεσθαι γὰρ ἐν τῷ Περὶ [ ] [   ] οἰκεῖον εἶναι [σοφί]αι φησίν, οὐχ ὡς [ἀχθο]μένων τῶν [θεῶν] εἰ μὴ ποιή[σομεν,] ἀλλὰ κατὰ τὴν ἐπίνοιαν τῶν [ὑπερβ]αλλουσῶν [δυνά]μει καὶ σπου[δαιότ]ητι φύσεων.

[135]

PHILOD. π. εὐσεβ. p. 124 Go.

[                καὶ] τίν' αἰτίαν [βλάβης] καὶ σωτηρία[ς ἀνθρώποις διὰ τοῦ θε[οῦ καταλειπτέον, ὑπ[ογράφει διὰ πλειό[νων·]

[136]

ATHEN. XII 547a

κἀν ἄλλοις δέ φησι· προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.

[137]

PHILOD. Πραγματεῖαι XXIX DIANO

φέρων τὴν ἐπιστολὴν παρὰ σο[ῦ] καὶ τὸν διαλογισμὸν ὃν ἐπεπόησο περὶ τῶν ἀνθρώπ̣ων, ὅσοι μήτε τὴν ἀναλογίαν τὴν κατὰ τὰ φαινόμεν[α ἐ]ν τοῖς ἀοράτοις ο[ὖς]αν ἠδύναντο συνιδεῖν μήτε τὴν συμφωνίαν τὴν ταῖς αἰσθήσεσιν ὑπάρχουσαν πρὸς τὰ ἀόρατ̣α καὶ πάλι[ν] ἀντιμ[α]ρτύρ[η]σιν.