[1] Syncell. p. 261, D: Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι περὶ ταῦτα σπουδάζουσιν ἀναγκαῖος πέφυκε. Προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. Τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. Μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν π΄ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. Χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως.
Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος, ἑνὸς τῶν ἀφ' Ἡρακλέους καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας βασιλεύοντος, σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ' ὧν τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώραν κατὰ τῶν πλησιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ' αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ια΄ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ἕβδομος. Γενεαλογοῦσι δ' αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, [καὶ add. Scalig. a] οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος· Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου (Θεοστίου codd.) τοῦ Κισσίου (Κισοῦ B.) τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου (Κλεοδάτου A. Κλεοδίου B.) τοῦ Ὕλλου τοῦ Ἡρακλέους. Ἔνιοι δὲ ἄλλως, φησὶ, γενεαλογοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου (Δαιβάλλου cod. B.) τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λ΄ ἔτη ἐβασίλευσε· μεθ' ὃν Κοῖνος παῖς ἔτη κη΄. Μετὰ δὲ τοῦτον ὁ υἱὸς Τυριμμᾶς ἔτη με΄, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν, καὶ καθ' ὅλου τὴν βασιλείαν ηὔξησεν. [Εἶτα Περδίκκας ἔτη μη΄. m.] Εἶτα Ἀργεῖος παῖς (Τυριμμᾶ h. v. delet m.) ἔτη λδ΄, μεθ' ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λε΄. Πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη .... [Pro his Scaliger: Πρὸς οἷς Ἀερόπας ὁ Φιλίππου υἱὸς ἔτη κγ΄. Ἀλκέτας ἔτη κη΄]. Εἶτ' Ἀμύντας υἱὸς Ἀλκέτου ἔτη [μβ΄ suppl. Scal.]. Ἑξῆς Ἀλέξανδρος Ἀμύντου [ἔτη μδ΄ Scal.]. Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν. Οὗτος ἔσχε δύο υἱοὺς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν ἔτη [κγ΄ Scal.]. Ἀμύντας δὲ πάντα τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. Μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιδ΄, πρὸς ὃν καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς παραγενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ' αὐτῷ. Ἀρχελάου δ' ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ ἔτη δ΄. Ὃν ἀνεῖλεν Ἀερόπας (Ἀρχέλαος m.) ἐπίτροπος καὶ ἐβασίλευσε μετ' αὐτὸν ἔτη δ΄. Μεθ' ὃν Ἀμύντας ἔτος α΄ βασιλεύσας ὑπὸ Μακεδόνων ἐξεβλήθη. Καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη (l. κατήχθη) υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντου τοῦ Ἀλεξάνδρου, καθ' ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. [supplet m.: Διεδέξατο Παυσανίας ἔτος α΄, εἶτα Ἀμύντας ἔτη ε΄, εἶτα ἄλλος Ἀργεῖος β΄, εἶτα ἄλλος Ἀμύντας ιβ΄.] Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβ΄ διεδέξατο τὴν ἀρχὴν Ἀλέξανδρος, υἱὸς αὐτοῦ πρῶτος, ἔτος α΄. Μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη [γ΄]. Τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου [κατέσχεν τὴν βασιλείαν ἔτη Ϛ΄. Εἶτα Φίλιππος m.] ἔτη κγ΄ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν Μακεδόνων ἀρχήν. Οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πολεμίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα ποιήσασθαι, μεγάλην κτησάμενος δύναμιν, καὶ Τριβάλλους ὑποτάξας. Ἐπ' αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγηράσας, Ἀριστοτέλης δ' ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου τούτου παῖς ἐξ Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φασιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειν τὸ γένος. Φίλιππος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρκησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνησον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε. Τότε καὶ Ἀθηναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγ΄, καὶ ἀναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ρι΄ [leg. ρια΄. mgo: ρθ΄ e Sync. computo] ὀλυμπιάδα ἀρχομένην, καθ' ἣν Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. Μετὰ γὰρ τὸν πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ πρῶτον ἔτος Δαρείου Ἀρσάμου Περσῶν βασιλέως, μετὰ Κῦρον γεγονότος.
Μέχρι τοῦ νῦν, τῆς ἀρχῆς Ἀλεξάνδρου, γίνεται χρόνος ἀπὸ μὲν πρώτης ὀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ' ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκ΄ [υλγ΄ m.], ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ω΄ [ωκη΄ m.].
[3] Syncell. p. 264, B: () Θάπτεται οὖν τὸ σῶμα (Ἀλεξάνδρου) σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρὸς, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακεδόνων, μετονομασθεὶς ὑπ' αὐτῶν Φίλιππος, σὺν Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς Δαρείου (deb. Ὀξυάρτου) παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζ΄.
Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι, συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. Λοιπὸν δὲ καὶ τοὺς μετ' αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ. Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μὲν, ὡς ἤδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς, ὁ ἐπικληθεὶς Φίλιππος, πόθῳ τῶν Μακεδόνων τῷ πρὸς πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος, παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου. Εἶτα καὶ οἱ λοιποὶ καθ' ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες. ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ [ἐπὶ] Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον (τὸ δακτυλίδιον G.) ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμαχος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ Παμφυλίας καὶ Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδρου διοικεῖ βασιλείαν ἐν Μακεδόσι, καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριδ΄ Ὀλυμπιάδα, καθ' ἣν ἀρχομένην ἢ πρὶν ἄρξασθαι τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται.
[2] Τοῦτον μὲν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ, καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου· βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύο παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης (Βαρσίνης m.) τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷ προρρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρτου Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελὼν, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας, ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ βασιλέως (γαμετὴν) Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθ΄, φθινάδι τε νόσῳ διαλυθεὶς [ἔθανεν] ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπάτρῳ.
[3] Ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων, ἐν Ἐλατείᾳ θανὼν, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν, τὴν ἰδίαν μητέρα, συμπράττουσαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας, εἰς Πόντον φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ' αὐτοῦ, κ αίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάνδραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ Δημητρίου δὲ ἀναιρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ ἄρχει Μακεδόνων Δημήτριος. Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος, τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς ἀνωτέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διὰ φόβον ἐπιτεθέντων [τῶν] δυναστῶν, ἔτη ιη΄ τῆς βασιλείας κρατήσας, Πολιορκητὴς δὲ ἐπικληθεὶς, διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι φυγὰς, ἡνίκα τῆς ὅλης Ἀσίας ἀποσφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ, βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα· οὗτος τῆς μὲν Ἀσίας τῆς μικρᾶς ἔτη ιζ΄, Μακεδόνων δὲ Ϛ΄ ἐβασίλευσεν ἔτη μόνα, μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου.
[4] Καὶ ἐκβάλλεται τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώτου δυνάστου, διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ' αὐτοῦ, εἰκοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίας (εὐβουλίᾳ G.) στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν Δημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεοπτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακεδόνων μῆνας ζ΄. Λυσίμαχος δὲ ὁ Θετταλὸς, Ἀγαθοκλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδραμὼν ὡς γείτονι, Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη ε΄ (β΄ m. male) καὶ μῆνας Ϛ΄. Οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικάτορα μάχῃ, βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν Δημήτριον, ἐκπίπτει τῆς ἀρχῆς.
Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ' ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς Δημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ Λυσίμαχος Πύρρον ἐκβαλὼν Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέπτωκε τῆς ἀρχῆς· ὑπολείπεται δεῖξαι καὶ Σέλευκον ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μ΄, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ' ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβ΄ (λγ΄ m.)· διὸ καὶ Νικάτωρ ἐπεκλήθη.
[5] Τῷ γοῦν λβ΄ (λγ΄ m.) ἔτει τῆς βασιλείας αὐτοῦ, οε΄ τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακεδονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ (εὐθὺς ἐπὶ τῇ νίκῃ Euseb.) καὶ αὐτὸς ἀναιρεῖται πρὸς (ὑπὸ Scal.) Πτολεμαίου τοῦ Λάγου, τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος.
[6] Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου Σέλευκον ἀνελὼν εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον, [μετ'] ἔτος ἓν καὶ μῆνας ε΄ ἀναιρεῖται καὶ αὐτὸς, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων.
[7] Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν, (suppl. ex Euseb.: γίνεται ἀναρχία,) διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος, ἀδελφὸς Πτολεμαίου Λάγου (deb. Πτ. Κεραυνοῦ), πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών· ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας τεσσαράκοντα πέντε· μεθ' οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης. Οἳ πάντες ἔτη τρία κατὰ Διόδωρον.
[8] Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν Γόνοις τῆς Θετταλίας τραφῆναι, υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ, βασιλεύει Μακεδόνων ἔτη μδ΄, προβασιλεύσας ἔτη δώδεκα (l. δέκα) τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα τῆς Μακεδονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησάμενος ἓν κράτος (l. εἰς ἓν κρ. vel ἐγκρατῶς).
[9] Μετὰ τοῦτον ὁ υἱὸς Δημήτριος ἔτη ι΄ βασιλεύσας τελευτᾷ καταλιπὼν Φίλιππον υἱὸν νήπιον.
[10] Τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη ιβ΄, κατὰ δὲ τὸν Διόδωρον ἔτη θ΄. Μεθ' ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχὴν, καὶ ἦρξεν ἔτη μβ΄.
[11] Τούτου τελευτήσαντος διεδέξατο τὴν ἀρχὴν Περσεὺς ἔτη ι΄ ἢ θ΄ (l. μῆνας θ΄, uti est p. 282, B), κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον οἰκτρῶς καταστρέψας κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων.
[4]
[n] Exc. Euseb. p. 62 Scalig.; tom. II, p. 129 in Crameri Anecd. Paris.
[1] Ἡ Μακεδονικὴ βασιλεία ἀπὸ τῶν Πορφυρίου τοῦ καθ' ἡμῶν φιλοσόφου.
Μετὰ δὲ τὸν Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνων ἐβασίλευσαν οἵδε, τῆς Μακεδονίας καὶ Ἑλλάδος. ‑ Ἡ τῶν Μακεδόνων ἀρχὴ ἄχρι τῆς ὑπὸ Ῥωμαίων καταλύσεως τοῦτον διήρκησε τὸν τρόπον. Ἀριδαῖος ὁ Φιλίππου καὶ Φιλίννης τῆς Θετταλῆς, ὃν οἱ Μακεδόνες πόθῳ τοῦ Φιλίππου γένους Φίλιππον προσαγορεύσαντες βασιλέα ἀνέδειξαν μετὰ Ἀλέξανδρον, καίπερ ἐξ ἑταίρας γεγονότα, καὶ ἄφρονα συνειδότες εἶναι, διαδέχεται τὴν ἀρχὴν, ὥσπερ ἔφαμεν, Ὀλυμπιάδος τῆς ριδ΄ ἔτει δευτέρῳ. Λογίζεται δὲ αὐτῷ ἔτη ζ΄. Ἐπέζησε γὰρ ἄχρι ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτους τετάρτου. Κατέλιπε δὲ ὁ Ἀλέξανδρος παῖδας Ἡρακλέα τε ἐκ Βαρσίνης τῆς Φαρναβάζου, Ἀλέξανδρόν τε ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου τοῦ Βάκτρων βασιλέως.
[2] Ἀριδαῖον μὲν οὖν Ὀλυμπιὰς ἔκτεινεν ἡ μήτηρ Ἀλεξάνδρου· αὐτὴν δὲ καὶ τοὺς δύο παῖδας Ἀλεξάνδρου Κάσανδρος ὁ Ἀντιπάτρου ἀναιρεῖ, τὸν μὲν αὐτὸς φονεύσας, τὸν δὲ Βαρσίνης Πολυσπέρχοντα πείσας· Ὀλυμπιάδα δὲ καὶ ἄταφον ἐκρίψας, ἀνεῖπεν ἑαυτὸν Μακεδόνων βασιλέα. Καὶ ἀπὸ τοῦδε καὶ τῶν ἄλλων σατραπῶν ἕκαστος ἐβασίλευσε, τῆς Ἀλεξάνδρου γενεᾶς διεφθαρμένης. Γήμας δὲ Θεσσαλονίκην τὴν Φιλίππου, βασιλεύων ἐπεβίω ἔτη ιθ΄, καὶ φθινάδι νόσῳ ἐπιπόνῳ διελύθη.
[3] Τοῦτον διαδέχονται οἱ παῖδες, Φίλιππος [καὶ Ἀλέξανδρος] καὶ Ἀντίπατρος, οἵτινες ἔτη τρία καὶ μῆνας Ϛ΄ ἐβασίλευσαν μετὰ τὸν πατέρα· πρῶτος μὲν Φίλιππος, καὶ ἐν Ἐλατείᾳ ἀποθνήσκει· Ἀντίπατρος δὲ Ἀλεξάνδρῳ τῷ παιδὶ συμπράττουσαν ἀνελὼν τὴν μητέρα Θεσσαλονίκην εἰς Λυσίμαχον ἔφυγε, καὶ τῶν ἐκείνου θυγατέρων γήμας τινὰ ὁμοίως ἀνῃρέθη πρὸς αὐτοῦ Λυσιμάχου. Ἀλέξανδρος δὲ γαμεῖ μὲν Λυσάνδραν τὴν τοῦ Πτολεμαίου, πρός τε τὸν νεώτερον πολεμῶν ἀδελφὸν εἰς συμμαχίαν ἐπικαλεῖται Δημήτριον τὸν Ἀντιγόνου, ὅτῳ Πολιορκητὴς ἦν ἐπώνυμον, ἀναιρεῖταί τε ὑπ' αὐτοῦ, καὶ Μακεδόσιν αὐτὸς ἄρχει Δημήτριος. Τῶν οὖν παίδων Κασάνδρου τῆς ἀρχῆς ἔτη λογίζονται ἀπὸ τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς [εἰκοστῆς ἄχρι] τοῦ τρίτου ἑκατοστῆς εἰκοστῆς πρώτης Ὀλυμπιάδος.
[4] Δημήτριον δὲ ἓξ ἔτη βασιλεύσαντα Μακεδονίας Πύρρος ἐκβάλλει τῆς Ἠπείρου βασιλεὺς, τρίτος καὶ εἰκοστὸς ἀπ' Ἀχιλλέως τοῦ Θέτιδος ὢν, ὡς ἂν αὐτῷ προσηκούσης τῆς ἀρχῆς μετὰ τὸ Φιλίππου γένος δι' Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα κἀκείνην ἐκ Πύρρου τοῦ [καὶ] Νεοπτολέμου γενομένην. Ἑπτὰ δὲ μῆνας ἄρχει Μακεδόνων. Τῷ δὲ ὀγδόῳ τοῦτον Λυσίμαχος διαδέχεται ὁ Ἀγαθοκλέους Θετταλὸς ὢν ἐκ Κρανῶνος, καὶ Ἀλεξάνδρου γεγονὼς δορυφόρος, Θρᾴκης δὲ τότε καὶ Χερρονήσου βασιλεύων, εἰς γείτονα καὶ ὅμορον τὴν Μακεδονίαν ἐπιδραμὼν, διεδέξατο. Οὗτος Ἀρσινόῃ πεισθεὶς τῇ γυναικὶ, Ἀγαθοκλέα τὸν υἱὸν ἐκ τοῦ ζῆν ᾖρε. Βασιλεύει δὲ Μακεδονίας ἔτη ε΄, καὶ μῆνας Ϛ΄. Ἡττᾶται δὲ ἐν τῇ περὶ Κόρου πεδίον μάχῃ τῇ πρὸς Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα, ὅτῳ Νικάτωρ ἐπίκλησις ἦν, ὅτε καὶ τοῦ ζῆν ἀπαλλάττεται.
[5] Εὐθὺς δ' ἐπὶ τῇ νίκῃ Σέλευκον Πτολεμαῖος ὁ τοῦ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου, ᾧ Κεραυνὸς ἐπίκλησις ἦν, εὐεργέτην τε ὄντα ἑαυτοῦ, καὶ ἐκ φυγῆς ὑποδεξάμενον, ἀνελὼν, ἦρχεν αὐτὸς Μακεδόσιν. Ὅσπερ Γαλάταις πολεμῶν ἀνῃρέθη, βασιλεύσας ἐνιαυτὸν καὶ μῆνας ε΄.
[6] Τὸν δὲ Πτολεμαῖον Μελέαγρος ὁ ἀδελφὸς διεδέξατο. Μακεδόνες δ' αὐτὸν τῆς ἀρχῆς εὐθὺς ἐκβάλλουσιν ἄρξαντα δύο μῆνας ὡς ἀνάξιον φανέντα. Καὶ ἀντ' αὐτοῦ ποιοῦνται βασιλέα Ἀντίπατρον, ἀδελφιδοῦν μὲν ὄντα Κασάνδρου, υἱὸν δὲ Φιλίππου, κατὰ ἀπορίαν γένους βασιλικοῦ. Πέντε δ' αὐτὸν καὶ τεσσαράκοντα ἡμέραις ἄρχοντα Σωσθένης τις τῶν δημοτικῶν ἐξελαύνει ὡς ἀδύνατον στρατηγεῖν, Βρέννου τοῦ Γαλάτου ἐπιόντος τοσούτου πολέμου. Καὶ αὐτὸν οἱ Μακεδόνες Ἐτησίαν ἐκάλεσαν, ὅτι χρόνῳ τοσῷδε οἱ ἐτησίαι πνέουσι. Σωσθένης δὲ Βρέννον ἐξελάσας, καὶ ὅλων δύο ἐτῶν προστὰς τῶν πραγμάτων ἀποθνήσκει.
[7] Καὶ γίνεται ἀναρχία Μακεδόσι, διὰ τὸ τοὺς περὶ Ἀντίπατρον καὶ Πτολεμαῖον καὶ Ἀριδαῖον ἀντιποιεῖσθαι μὲν τῶν πραγμάτων, ὁλοσχερῶς δὲ μηδένα προστῆναι, ἀπὸ δὴ τοῦ Πτολεμαίου ἐπὶ τὸ τέλος τῆς ἀναρχίας, τοῦτ' ἔστιν, ἀπὸ ρκδ΄ Ὀλυμπιάδος ἔτους τετάρτου, ἄχρι τῆς ρκϚ΄, Πτολεμαίου μὲν τοῦ Κεραυνοῦ β΄, ἐνιαυτὸν καὶ μῆνας ε΄ ἄρξαντος, Μελεάγρου δὲ μῆνας Ἀντιπάτρου δὲ ἡμέρας με΄, Σωσθένους δὲ ἔτη β΄, καὶ τοῦ λοιποῦ χρόνου εἰς ἀναρχίαν λογισθέντος.
[8] Τοῦ δ' Ἀντιπάτρου τοῖς πράγμασιν ἐπιβουλεύοντος, Ἀντίγονος, ὁ Δημητρίου τοῦ Πολιορκητοῦ καὶ Φίλας τῆς Ἀντιπάτρου θυγατρὸς υἱὸς, μεταποιεῖται τῆς ἀρχῆς, ὃς ἐν Γόνοις τῆς Θετταλίας γενόμενός τε καὶ τραφεὶς Γονατᾶς ἐπεκαλεῖτο. Λογίζεται δὲ αὐτῷ τὰ πάντα ἔτη τῆς βασιλείας τέσσαρα καὶ τεσσαράκοντα. Ἦν γὰρ βασιλεὺς καὶ πρὶν τῆς Μακεδονίας κρατῆσαι, ὅλοις ἔτεσι δέκα πρότερον. Οὗτός ἐστιν ὁ τὴν Ἑλλάδα ἐγκρατῶς χειρωσάμενος. Καὶ βιοῖ μὲν τὰ πάντα ἔτη τρία καὶ ὀγδοήκοντα, τελευτᾷ δὲ τῆς ρλε΄ Ὀλυμπιάδος ἔτει πρώτῳ.
[9] Ὃν διαδέχεται υἱὸς Δημήτριος, ὃς καὶ πᾶσαν τὴν Λιβύην ἔλαβε, Κυρήνης τε ἐκράτησε, καὶ κατέσχεν ἐτῶν δέκα. Γήμας δέ τινα τῶν αἰχμαλώτων, καὶ Χρυσηΐδα προσειπὼν, Φίλιππον ἐξ αὐτῆς ἔσχε τὸν πρῶτον πολεμήσαντα Ῥωμαίοις καὶ κακῶν αἴτιον Μακεδόσι γενόμενον.
[10] Φίλιππον μὲν οὖν ὀρφανευόμενον ἐπετρόπευεν Ἀντίγονος ἕτερος ἐκ τοῦ βασιλείου γένους, ᾧ Φοῦσκος ἐπώνυμον ἦν. Δίκαιον δὲ τὸν Φοῦσκον εἰς τὴν ἐπιτροπὴν ὁρῶντες οἱ Μακεδόνες ἐστήσαντο βασιλεύειν, καὶ τὴν Χρυσηΐδα αὐτῷ ἥρμοσαν. Ὁ δὲ παίδων γενομένων ἐκ τῆς Χρυσηΐδος, οὐκ ἀνεθρέψατο, τὴν ἀρχὴν τῷ Φιλίππῳ περισώζων (παρασ. Scal.), ᾧ δὴ καὶ παρέδωκεν ἀποθνήσκων, ἐπιτροπεύσας μὲν ἐπ' ἔτη ιβ΄, ζήσας δὲ πάντα ἔτη μβ΄. Ἦν δὲ τοῦ Δημητρίου υἱὸς, ὃν οἱ Μακεδόνες Καλὸν ἐπωνόμαζον. [Ὁ δὲ Φίλιππος] χωρὶς τοῦ ἐπιτρόπου ἀπὸ τῆς ρμ΄ Ὀλυμπιάδος ἄρχειν ἤρξατο· καὶ ἐβασίλευσεν ἔτεσιν ὅλοις δύο καὶ μ΄· τελευτᾷ δὲ δευτέρῳ ἔτει τῆς ρνθ΄ (l. ρν΄) Ὀλυμπιάδος, νη΄ τὰ ὅλα βιοὺς ἔτη.
[11] Περσεὺς δὲ υἱὸς τοῦ Φιλίππου Δημήτριον τὸν ἀδελφὸν ταῖς πρὸς τὸν πατέρα αὐτοῦ διαβολαῖς ἀποκτείνας βασιλεύει ἔτεσι δέκα καὶ μησὶν ὀκτώ. Ἐπὶ γὰρ τῆς ρνβ΄ Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους Λεύκιος Αἰμίλιος πρὸς (στρατηγὸς s. ὕπατος) τοὺς Μακεδόνας περὶ τὴν Πύδναν εἷλε κατὰ κράτος. Περσεὺς δὲ εἰς τὴν Σαμοθρᾴκην ἔφυγεν. Εἶτα ἑκουσίως παρέδωκεν ἑαυτὸν δέσμιον τοῖς πολεμίοις, κἀκεῖθεν εἰς Ἄλβην μετατεθεὶς καὶ τηρούμενος μετὰ πέντε ἔτη ἐτελεύτα.
[12] Τὰ δὴ τῶν Μακεδόνων ἐπὶ τούτου κατελύθη. Καὶ αὐτοὺς Ῥωμαῖοι τότε μὲν αὐτονόμους ἀφῆκαν, αἰδούμενοι δόξαν ἀγαθὴν καὶ μέγεθος ἀρχῆς τῆς Μακεδόνων.
[13] Ἔτει δὲ ἐννεακαιδεκάτῳ, ἐπὶ τῆς ρνζ΄ Ὀλυμπιάδος, εἰς ἔτος τρίτον, Ἀνδρίσκος τις υἱὸν ἑαυτὸν ψευσάμενος εἶναι Περσέως, καὶ Φίλιππον ἑαυτὸν μετονομάσας, καθ' (καὶ cod. παρ' Scal.) ὃ καὶ Ψευδοφίλιππος ἐκαλεῖτο, κρατεῖ Μακεδονίας, Θρᾷκας λαβὼν συμμάχους. Ἐνιαυτὸν δὲ κρατήσας, ἐκ παρατάξεως μὲν [ἡττηθεὶς] φεύγει εἰς τοὺς Θρᾷκας, ἔκδοτος δὲ παρ' ἐκείνων δοθεὶς ἀναπέμπεται δέσμιος εἰς τὴν Ῥώμην.
[14] Ῥωμαῖοι δὲ Μακεδόνας ἀχαρίστους γενομένους, διὰ τὸ συλλαβέσθαι τῷ Ψευδοφιλίππῳ, ὑποφόρους ἐποίησαν, ἔτει τετάρτῳ τῆς ρνζ΄ Ὀλυμπιάδος. Γίνονται οὖν μετ' Ἀλέξανδρον τὸν μέγαν ἀπὸ τῆς ριδ΄ Ὀλυμπιάδος ἔτους δευτέρου, ἄχρι τῆς ρνζ΄ τετάρτου ἔτους, ἐν ᾧ κατεδουλώθησαν Μακεδόνες, τὰ πάντα ἔτη ροδ΄, ἔτους τῆς Μακεδονικῆς βασιλείας ροδ΄.
[15] α΄ Ἀριδαῖος ὁ καὶ Φίλιππος ἔτη ζ΄.
β΄ Κάσσανδρος ἔτη ιθ΄.
γ΄ Κασσάνδρου παῖδες ἔτη γ΄, μῆνας Ϛ΄.
δ΄ Δημήτριος ὁ Πολιορκητὴς ἔτη Ϛ΄.
ε΄ Πύρρος μῆνας Ϛ΄ (l. ζ΄).
Ϛ΄ Λυσίμαχος ἔτη ε΄, μῆνας ε΄ (supra Ϛ΄).
ζ΄ Πτολεμαῖος ὁ Κεραυνὸς ἔτος α΄, μῆνας ε΄.
η΄ Μελέαγρος (ἔτος α΄, quod dele), μῆνας β΄.
θ΄ Ἀντίπατρος Λυσιμάχου (supra Φιλίππου) ἔτος α΄ (l. ὁ Ἐτησίας), ἡμέρας με΄.
ι΄ Σωσθένης ἔτη β΄.
ια΄ Ἀναρχίας ἔτος α΄ μῆνες β΄. (aliter latin.)
ιβ΄ Ἀντίγονος ὁ Γονατᾶς ἔτη λδ΄.
ιγ΄ Δημήτριος ὁ Καλὸς ἔτη ι΄.
ιδ΄ Ἀντίγονος ὁ Φοῦσκος ἔτη ιβ΄.
ιε΄ Φίλιππος ἔτη μβ΄.
ιϚ΄ Περσεὺς ἔτη ι΄, μῆνας η΄.
ιζ΄ Αὐτονομίας ἔτη ιθ΄.
ιη΄ Ψευδοφίλιππος ἔτος α΄.
[6] Scaliger Exc. Eus. p. 61. Cramer. An. Par. II, p. 125:
[1] Φιλίππου τοῦ [καὶ] Ἀριδαίου ἕκτον ἔτος κατάγοντος (ἄγοντος Scal.) τῆς βασιλείας ἐπὶ τῆς ἑκατοστῆς πεντεκαιδεκάτης Ὀλυμπιάδος ἔτει τρίτῳ Ἀντίγονος ὁ πρῶτος ἐβασίλευσε τῆς Ἀσίας καὶ ἦρξε μὲν ἔτεσιν ὀκτωκαίδεκα, τὰ πάντα βιώσας ἓξ καὶ ὀγδοήκοντα. Φοβερώτατος δὲ τῶν τότε βασιλέων γέγονε· καὶ θνήσκει περὶ τὴν Φρυγίαν, πάντων αὐτῷ διὰ φόβον τῶν δυναστῶν ἐπιθεμένων, τετάρτῳ ἔτει τῆς ἑκατοστῆς ἐννεακαιδεκάτης Ὀλυμπιάδος.
[2] Ὁ δὲ υἱὸς αὐτοῦ Δημήτριος φυγὰς εἰς τὴν Ἔφεσον διεσώθη· καὶ τῆς Ἀσίας ἁπάσης ἀποσφαλεὶς, πάντων δεινότατος βασιλεὺς ἔδοξεν εἶναι ἐν τῇ πολιορκίᾳ· ἀφ' οὗ δὴ καὶ Πολιορκητὴς ἐπεκλήθη. Βασιλεύει δὲ καὶ αὐτὸς ἔτη ιζ΄. (Excidit folium.)
[Syncell. p. 273, D: Δημήτριον τὸν Πολιορκητὴν ὁ Σέλευκος λαβὼν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν, ἕως θανάτου ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν κτησάμενος.]
[4] [Syncell. p. 266, C: Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύσας ἔτη μ΄, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ' ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβ΄· διὸ καὶ Νικάνωρ ἐπεκλήθη.]
[15] [Syncell. p. 290, D: Οὗτος ὁ Δημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγὼν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις παρεγένετο, καὶ ἐπελθὼν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναιρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις (ἐν ὀλίγαις) ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. Κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλος ὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ Δημήτριος τελευτᾷ ιβ΄ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη ε΄, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολεμαίῳ κατὰ τὴν Ἀντιόχειαν κατάγοντι τὸν Δημήτριον ἐπὶ τὴν βασιλείαν Συρίας· συμπίπτει δὲ καὶ ὁ Πτολεμαῖος καὶ μετ' οὐ πολὺν χρόνον θνήσκει.]
[17] [Cf. Syncell. p. 292, C: Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφάνους πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε Δημήτριον τὸν τοῦ Δημητρίου υἱὸν ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάνδρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον. Ἀλλὰ τοῦτον ὁ Δημητρίου Δημήτριος τάχιστα νικήσας χειροῦται τὴν ἀρχὴν ἔτη γ΄· ὅθεν καὶ Νικάνωρ ἐκλήθη. Στρατεύσας δὲ ἐπ' Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀναχθεὶς ἐφρουρεῖτο σιδηρωθείς· ὅθεν καὶ Σιδηρίτης ἐλέγετο ὕστερον.]
[18] (Cod. fol. 193) κῆσαι αἰχμάλωτον βασιλικῶς ἐφύλαττεν.
[19] Ἦν Ἀντιόχῳ καὶ τοῦ Σελεύκου τούτου νεώτερος υἱὸς ὁ Ἀντίοχος ὁ ἐν Κυζίκῳ παρὰ Κρατερῷ τῷ εὐνούχῳ τρεφόμενος διὰ δέος τοῦ Δημητρίου, ὃς διὰ τούτου Κυζικηνὸς ἐπεκλήθη.
[20] Ὁ τοίνυν Δημήτριος ἀπολυθεὶς ὑπὸ τοῦ Ἀρσάκου, ὡς εἴρηται, καὶ κατελθὼν, βασιλεύει. Πτολεμαῖος δὲ ἀγανακτήσας, ὅτι τῷ Πηλουσίῳ προσέβαλεν ὁ Δημήτριος, ἅτε τῶν κατ' Αἴγυπτον πραγμάτων ἐχόμενος, πέμπει βασιλέα τῆς Ἀσίας Ἀλέξανδρον, ὡς υἱὸν Ἀλεξάνδρου, ὃς διὰ τὸ ὡς ἀγοραστὸς εἶναι νενομίσθαι τοῦ Πτολεμαίου, Ζαβινᾶς ἐπεκλήθη πρὸς τῶν Σύρων. Συμβολῆς δὲ περὶ Δαμασκὸν γενομένης, ἡττηθεὶς ὁ Δημήτριος φεύγει εἰς Τύρον, κἀκεῖ κωλυόμενος εἰσελθεῖν, πλοίῳ ἐπιβὰς κατεκόπη, βασιλεύσας πρὸ μὲν τῆς αἰχμαλωσίας ἔτη τρία, μετὰ δὲ τὴν κάθοδον ἔτη δ΄.
[21] Διαδέχεται δὲ τὸν Δημήτριον Σέλευκος ὁ υἱὸς, καὶ εὐθὺς ἐκ διαβολῆς τῆς μητρὸς ἀποθνήσκει. Ἀντίοχος δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος παραλαμβάνει τὰ πράγματα τῆς εἰκοστῆς ἑξηκοστῆς τετάρτης Ὀλυμπιάδος ἔτει δευτέρῳ, καὶ τρίτῳ ἔτει νικᾷ τὸν Ζαβινᾶν. Ὁ δὲ τὴν ἧτταν μὴ ἐνέγκας φαρμάκῳ ἑαυτὸν διεχρήσατο. Βασιλεύει δὲ ἔτη ια΄, ἄχρι τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς ἑξηκοστῆς ἕκτης Ὀλυμπιάδος. Συναριθμεῖται γὰρ ὁ τοῦ ἀδελφοῦ αὐτοῦ Σελεύκου ἐνιαυτὸς τῆς ἀρχῆς εἰς τοῦτον. Ἐκαλεῖτο δὲ Γρυπὸς καὶ Φιλομήτωρ. Κατιόντι δὲ τῷ ὁμομητρίῳ ἀδελφῷ Ἀντιόχῳ (ἀγιτράχω cod.) καὶ ἀνεψιῷ τὰ ἐκ πατρὸς, τῷ ἐπικληθέντι Κυζικηνῷ, περὶ οὗ πρὸ ὀλίγου εἰρήκαμεν, ἐκχωρεῖ τῆς ἀρχῆς ἀπελθὼν εἰς τὴν Ἄσπενδον, ὅθεν καὶ Ἀσπένδιος ἐκλήθη ὁ αὐτὸς καὶ Γρυπὸς καὶ Φιλομήτωρ ἐπικαλούμενος.
[22] Τοῦ τοίνυν Ἀντιόχου εἰς τὴν Ἄσπενδον ἐκχωρήσαντος, ἄρχει ἀπὸ τῆς ρξζ΄ Ὀλυμπιάδος ἔτους τοῦ πρώτου ὁ Κυζικηνὸς Ἀντίοχος. Τῷ δὲ δευτέρῳ ἔτει τῆς αὐτῆς Ὀλυμπιάδος κάτεισι πάλιν ἀπὸ τῆς Ἀσπένδου ὁ Ἀντίοχος· καὶ κρατεῖ μὲν αὐτὸς τῆς Συρίας, ὁ δὲ Κυζικηνὸς τῆς Κοίλης. Διαιρεθείσης δὲ τῆς ἀρχῆς, ὁ μὲν Γρυπὸς παρατείνει ἄχρι τῆς ἑκατοστῆς Ὀλυμπιάδος τοῦ τετάρτου ἔτους, ἔτη μετὰ τὴν κάθοδον ἐπιζήσας δεκαπέντε, ὡς ἄρξαι τὰ πάντα εἴκοσι ἓξ, ἕνδεκα μὲν καθ' ἑαυτὸν, πεντεκαίδεκα δὲ τῆς ἀρχῆς διῃρημένης.
[23] Ὁ δὲ Κυζικηνὸς κρατήσας ἀπὸ τῆς ρξζ΄ ἔτους πρώτου τελευτᾷ ἔτει πρώτῳ τῆς ροα΄ Ὀλυμπιάδος, βασιλεύσας μὲν ἔτη ιη΄, βιοὺς δὲ τὰ πάντα ἔτη ν΄. Τελευτᾷ δὲ τοῦτον τὸν τρόπον. Ἀποθανόντος γὰρ τοῦ Γρυποῦ Ἀντιόχου κατὰ τὸν εἰρημένον χρόνον, Σέλευκος ὁ τούτου παῖς ἐπελθὼν μετὰ δυνάμεως πολλὰς πόλεις προσηγάγετο. Ἀντίοχος δὲ ὁ Κυζικηνὸς προσαγαγὼν ἐκ τῆς Ἀντιοχείας τὴν δύναμιν, καὶ παραταξάμενος, ἐνικήθη· ἐξενεχθεὶς δ' ὑπὸ τοῦ ἵππου αὑτοῦ πρὸς τοὺς πολεμίους, καὶ μέλλων συλλαμβάνεσθαι, ἑαυτὸν ἀπέσφαξε. Τῆς δὲ βασιλείας ὁ Σέλευκος ἐγκρατὴς γενόμενος παρέλαβε τὴν Ἀντιόχειαν.
[24] Πρὸς δὲ τοῦτον ἐπολέμει τοῦ Κυζικηνοῦ υἱὸς γενόμενος Ἀντίοχος. Γενομένης δὲ μάχης ἐν τῇ Κιλικίᾳ περὶ πόλιν τὴν ὀνομαζομένην Μοψουεστίαν, ἐνίκησεν ὁ Ἀντίοχος. Σέλευκος δὲ φυγὼν εἰς τὴν πόλιν, καὶ πυθόμενος τοὺς ἐγχωρίους, ὅτι διεγνώκασιν αὐτὸν ζῶντα κατακαῦσαι, φθάσας ἑαυτὸν ἀπέσφαξεν.
[25] Οἱ δὲ ἀδελφοὶ αὐτοῦ οἱ κληθέντες Δίδυμοι, Ἀντίοχός τε καὶ Φίλιππος, ἐπιφανέντες μετὰ δυνάμεως καὶ τὴν πόλιν βίᾳ χειρωσάμενοι μετῆλθον τὴν ἀπώλειαν τοῦ ἀδελφοῦ, κατασκάψαντες τὴν πόλιν. Ἐπελθὼν δὲ ὁ τοῦ Κυζικηνοῦ υἱὸς μάχῃ αὐτοὺς νικᾷ. Καὶ τούτων Ἀντίοχος μὲν ὁ τοῦ Σελεύκου ἀδελφὸς ἀπὸ τῆς μάχης ἐλαύνων τὸν ἵππον καὶ καταφυγὼν εἰς τὸν Ὀρόντην, ὑπὸ τοῦ ῥείθρου κατεφθάρη.
[26] Λοιπῶν δὲ ὄντων τῶν ἀμφισβητούντων περὶ τῆς βασιλείας Φιλίππου, τοῦ Σελεύκου μὲν ἀδελφοῦ, υἱοῦ δὲ τοῦ Γρυποῦ Ἀντιόχου, Ἀντιόχου δὲ τοῦ παιδὸς τοῦ Κυζικηνοῦ, ἀπὸ τρίτου ἔτους τῆς ροα΄ Ὀλυμπιάδος ἀρξάμενοι καὶ δυνάμεις ἀξιολόγους ἔχοντες καὶ μέρους τῆς Συρίας ἐπικρατοῦντες, διεπολέμουν πρὸς ἀλλήλους περὶ τῆς Συρίας. Καὶ ἡττηθεὶς ὁ Ἀντίοχος εἰς Πάρθους ἀπέφυγε, καὶ ὕστερον Πομπηίῳ ἑαυτὸν ἐνεχείρισεν, ὡς ὑπ' αὐτοῦ καταχθησόμενος εἰς τὴν Συρίαν. Ὁ δὲ λαβὼν παρὰ τῶν Ἀντιοχέων χρήματα, τοῦ μὲν οὐκ ἐφρόντισεν, αὐτόνομον δὲ τὴν πόλιν εἴασε. Πεμψάντων δὲ ἐπ' αὐτὸν (Scal., αὐτοὺς cod.) Μενέλαον καὶ Λάμπωνα καὶ Καλλίμανδρον Ἀλεξανδρέων, ὅπως, Πτολεμαίου τοῦ Διονύσου τῆς Ἀλεξανδρείας ἐκστάντος, αὐτὸς ἐλθὼν τῆς Αἰγύπτου βασιλεύσῃ μετὰ τῶν θυγατέρων τοῦ Πτολεμαίου, νόσῳ συσχεθεὶς ἐτελεύτησε.
[27] Καταλύεται δὲ καὶ Φίλιππος ὁ τοῦ Γρυποῦ καὶ Τρυφαίνης τῆς Πτολεμαίου τοῦ ὀγδόου υἱὸς ὁ προειρημένος· καὶ κατιέναι θέλοντα αὐτὸν εἰς τὴν Αἴγυπτον (μετεπέμψαντο γὰρ καὶ τοῦτον τότε οἱ Ἀλεξανδρεῖς ἐπὶ τὴν ἀρχήν) Γαβίνιος ὁ τῆς Συρίας ἄρχων Ῥωμαῖος, ἔπαρχος ὢν τοῦ Πομπηίου, ἐπέσχε. Καὶ οὕτως ἡ βασιλικὴ διαδοχὴ ἡ κατὰ Συρίαν ἄχρι τούτων φθάσασα κατελύθη.
[28] Εἰσὶν οὖν ἐφεξῆς Ἀσίας καὶ τῆς Συρίας βασιλεῖς οἵδε·
α΄. Ἀντίγονος ἐβασίλευσε τῆς Ἀσίας ἔτη ιη΄.
β΄. Δημήτριος ὁ Πολιορκητὴς τῶν τε ἄνω τόπων καὶ Συρίας ἔτη ιζ΄.
γ΄. Σέλευκος ὁ Νικάτωρ ἔτη λβ΄.
δ΄. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθ΄.
ε΄. Ἀντίοχος ὁ Θεὸς ἔτη ιε΄.
Ϛ΄. Σέλευκος ὁ Καλλίνικος ἔτη κα΄.
ζ΄. Σέλευκος ὁ Κεραυνὸς ἔτη γ΄.
η΄. Ἀντίοχος ὁ Μέγας ἔτη λϚ΄.
θ΄. Σέλευκος ὁ Φιλοπάτωρ ἔτη ιβ΄.
ι΄. Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ια΄.
ια΄. Ἀντίοχος ὁ Εὐπάτωρ ἔτος α΄, μῆνας Ϛ΄.
ιβ΄. Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιβ΄.
ιγ΄. Ἀλέξανδρος ἔτη ιε΄ (leg. ε΄).
ιδ΄. Δημήτριος Δημητρίου ἔτη γ΄.
ιε΄. Ἀντίοχος ὁ Σιδήτης ἔτη θ΄.
ιϚ΄. Δημήτριος αὖθις ἔτη δ΄.
ιζ΄. Ἀντίοχος ὁ Γρυπὸς ἔτη κϚ΄.
ιη΄. Ἀντίοχος ὁ Κυζικηνὸς ἔτη ιη΄.
ιθ΄. Φίλιππος ὁ τοῦ Γρυποῦ ἔτη β΄ [leg. ιβ΄], ἐφ' οὗ ἡ κατὰ Συρίαν ἀρχὴ κατελύθη.
Συνάγεται οὖν ὁ τῆς βασιλείας τῆς ὑπὸ Μακεδόνων χρόνος ἀπὸ μὲν τοῦ Ἀντιγόνου εἰς ἔτη σοδ΄, ἀπὸ δὲ Σελεύκου τοῦ Νικάτορος ἔτη σλθ΄.
[7]
Scaligeri Exc. Euseb. p. 59. Cramer. Anecd. Paris. II, p. 120:
[1]
Τελευτᾷ μὲν Ἀλέξανδρος ὁ Μακεδὼν ἐπὶ τῆς ἑκατοστῆς τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, ἄρξας ἔτη τὰ σύμπαντα δώδεκα. Διαδέχεται δὲ τὴν βασιλείαν Ἀριδαῖος ὁ μετονομασθεὶς Φίλιππος, ἀδελφὸς ὢν Ἀλεξάνδρου οὐχ ὁμομήτριος· γέγονε γὰρ ἐκ Φιλίννης τῆς Λαρισσαίας τῷ Φιλίππῳ. Βασιλεύει δὲ ἐπὶ ἔτεσιν ζ΄, καὶ ἀναιρεῖται ἐν τῇ Μακεδονίᾳ διὰ Πολυσπέρχοντος τοῦ Ἀντιπάτρου υἱοῦ.
Πτολεμαῖος δὲ ὁ Ἀρσινόης καὶ Λάγου υἱὸς μετ' ἐνιαυτὸν [καὶ διὰ] τῆς εἰς Φίλιππον ἀναγεγραμμένης ἡγεμονίας σατράπης εἰς Αἴγυπτον πέμπεται. Καὶ σατραπεύει μὲν τὰ πρῶτα ἔτη ζ΄ καὶ δέκα, βασιλεύει δὲ ἔτη τρία καὶ εἴκοσιν, ὥστε τὰ πάντα μ΄ λογίζεσθαι αὐτῷ ἄχρι τῆς τελευτῆς. Ἐπεὶ δὲ ζῶν ἔτι τῆς ἀρχῆς παρεχώρησε τῷ υἱῷ Πτολεμαίῳ τῷ ἐπικληθέντι Φιλαδέλφῳ, δύο ἔτη ἐπέζησε τῷ παιδὶ τὴν ἀρχὴν διαδεξαμένῳ· οὐκέτι δὴ τεσσαράκοντα, τριάκοντα δὲ καὶ ὀκτὼ τὰ τοῦ πρώτου Πτολεμαίου, ὃν Σωτῆρα ἐπεκάλουν, λογίζονται.
Τοῦτον διαδέχεται Πτολεμαῖος ὁ υἱὸς ὁ ἐπικληθεὶς, ὡς ἔφαμεν, Φιλάδελφος. Καὶ ζῶντος μὲν ἔτι τοῦ πατρὸς, δύο πληροῖ τῆς βασιλείας ἔτη, ἀποθανόντος δὲ, [ἓξ] (vox deest in cod.; ὀκτὼ dedit Scal.) καὶ τριάκοντα. Ὡς καὶ τούτῳ ὀκτὼ καὶ τριάκοντα τοὺς τῆς βασιλείας ἐνιαυτοὺς ἴσους τοῖς τοῦ πατρὸς ἀποδίδοσθαι.
Τοῦτον διαδέχεται τρίτος Πτολεμαῖος ὁ ἐπικληθεὶς Εὐεργέτης, καὶ βασιλεύει ἔτη πέντε καὶ εἴκοσι.
Ὃν ὁ τέταρτος διαδέχεται Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, καὶ βασιλεύει ἔτεσιν ὅλοις ἑπτακαίδεκα.
Ὁ δὲ μετ' αὐτὸν πέμπτος Πτολεμαῖος, Ἐπιφανὴς μὲν ἐπεκλήθη, βασιλεύει δὲ τέσσαρσι καὶ εἴκοσι ἔτεσιν.
[2] Τούτου παῖδες δύο Πτολεμαῖοι μετ' αὐτὸν τὴν ἀρχὴν διαδεξάμενοι, ὅ τε πρεσβύτερος ὁ κατ' ἐπίκλησιν Φιλομήτωρ, καὶ ὁ νεώτερος ὁ ἐπικαλούμενος Εὐεργέτης δεύτερος. Ἀμφοῖν δὲ ἔτη τέσσαρα καὶ ἑξήκοντα λογίζονται. Ὑφ' ἓν γὰρ τὸν ἀριθμὸν αὐτῶν ἐτάξαμεν, ὅτι διαστασιαζόντων πρὸς ἀλλήλους καὶ ἐναλλὰξ βασιλευόντων, σύγχυσις περὶ τοὺς χρόνους γέγονεν. Ἄρχει μὲν γὰρ ὁ Φιλομήτωρ πρότερος ἔτεσιν ἕνδεκα μόνος. Ἀντιόχου δ' ἐπιστρατεύσαντος Αἰγύπτῳ, καὶ περιελόντος αὐτοῦ τὸ διάδημα, οἱ Ἀλεξανδρεῖς τῷ νεωτέρῳ ἐπέτρεψαν τὰ πράγματα, καὶ διώξαντες Ἀντίοχον ἐρρύσαντο τὸν Φιλομήτορα, καὶ ἐχρημάτισεν αὐτοῖς [ἔτος] Φιλομήτορος [μὲν] ιβ΄ (ιϚ΄ Scal.), Εὐεργέτου δὲ α΄. Ὁμονοοῦσι δὲ ἄχρι τοῦ ἑπτακαιδεκάτου. Ἀπὸ δὲ τοῦ ὀκτωκαιδεκάτου μόνου χρηματίζει τοῦ Φιλομήτορος. Ἀφαιρεθέντα γὰρ τῆς ἀρχῆς τὸν πρεσβύτερον ὑπὸ τοῦ νεωτέρου κατάγουσι Ῥωμαῖοι. Καὶ ἄρχει μὲν αὐτὸς τῆς Αἰγύπτου, τῷ δὲ ἀδελφῷ τῆς Λιβύης τὴν ἀρχὴν ἐγχειρίζει, καὶ μόνος ἄρχει δεκαοκτώ. Ἀποθανόντος δὲ ἐν Συρίᾳ (καὶ γὰρ καὶ ἐκείνων ἐγκρατὴς ἦν τῶν τόπων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης, καὶ βασιλεὺς ἀναγορευθεὶς, τὰ ἔτη αὑτοῦ ἀναγράφει ἀφ' οὗ πρῶτον βασιλεὺς ἐνομίσθη, ὡς δοκεῖν μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτὴν ἄρξαντα αὐτὸν ἔτεσιν εἴκοσι πέντε ἀνατιθέναι ἑαυτῷ τέσσαρα καὶ πεντήκοντα. Τὸ γὰρ τριακοστὸν ἕκτον τοῦ Φιλομήτορος, δέον προσαγορεύεσθαι τῆς τούτου βασιλείας πρῶτον, αὐτὸς εἰκοστὸν πέμπτον προσέταξε γράφεσθαι. Καὶ οὕτως ἀμφοτέρων μὲν ἑξήκοντα τέσσαρα, τοῦ μὲν Φιλομήτορος λε΄, τὰ δ' ὑπολειπόμενα τοῦ Εὐεργέτου. Ἡ δ' ὑποδιαίρεσις ἐν τοῖς κατὰ μέρος ποιεῖ πλάνην.
[3] Πτολεμαίου δὲ τοῦ δευτέρου Εὐεργέτου ἐκ Κλεοπάτρας γίνονται υἱοὶ δύο Πτολεμαῖοι καλούμενοι. Ὧν ὁ μὲν πρεσβύτερος Σωτὴρ ἐπεκαλεῖτο, ὁ δὲ νεώτερος Ἀλέξανδρος. Βασιλεύει δὲ πρότερος ὁ πρεσβύτερος ὑπὸ τῆς μητρὸς ἀναδειχθείς. Δοκῶν δὲ αὐτῇ εἶναι πειθήνιος, ἄχρι μέν τινος ἠγαπᾶτο. Ἐπεὶ δὲ κατὰ τὸ δέκατον ἔτος τῆς ἀρχῆς τοὺς φίλους τῶν γονέων ἀπέσφαξεν, ὑπὸ τῆς μητρὸς διὰ τὴν ὠμότητα τῆς ἀρχῆς καθῃρέθη, καὶ εἰς Κύπρον ἐφυγαδεύθη. Τὸν δὲ νεώτερον ἡ μήτηρ ἐκ Πηλουσίου μεταπεμψαμένη βασιλέα ἀπέδειξε σὺν ἑαυτῇ. Συνεβασίλευεν οὖν ὁ νεώτερος τῇ μητρὶ, τῶν χρηματισμῶν ἀναφερομένων εἰς ἀμφοτέρους. Καὶ ἑνδέκατον μὲν Κλεοπάτρας ἀνηγορεύθη, ὄγδοον δὲ Πτολεμαίου Ἀλεξάνδρου. Συνανέλαβε γὰρ ἀπὸ τοῦ τετάρτου ἔτους τῆς τοῦ ἀδελφοῦ βασιλείας εἰς ἑαυτὸν τοὺς χρόνους ἀφ' οὗ τῆς Κύπρου ἐβασίλευσε. Καὶ τοῦτο ζώσης τῆς Κλεοπάτρας τὸ ἔθος (ἔτος cod.) περιῆν· εἰς μόνον δὲ ἤρξατο μετατίθεσθαι τὸν Ἀλέξανδρον μετὰ τὸν ἐκείνης θάνατον τὰ συμβόλαια. Ὀκτωκαίδεκα τοὺς πάντας ἀντιλαβόμενος τῶν σκήπτρων ἐνιαυτοὺς, ἀφ' οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν, ἓξ καὶ εἴκοσι βεβασιλευκὼς ἐχρημάτισε· τῷ δὲ ἐννεακαιδεκάτῳ τοῖς στρατεύμασιν ὀργισθεὶς ἐξῆλθε συλλέξων ἐπ' αὐτοὺς δύναμιν εἰς Αἴγυπτον. Οἱ δ' ἐπιδιώξαντες, ἡγουμένου Πύρρου (Τύρρου Scal.) συγγενοῦς τῶν βασιλέων, κατεναυμάχησαν αὐτὸν, καὶ φεύγειν ἠνάγκασαν μετὰ γυναικὸς καὶ θυγατρὸς τῆς Λυκίας εἰς πόλιν Μύραν· ὅθεν εἰς Κύπρον μεταπηδήσας, καὶ καταπολεμηθεὶς ὑπὸ ναυάρχου Χαιρέου, θνήσκει.
[4] Μετὰ δὲ τὴν τούτου φυγὴν, πρὸς τὸν πρεσβύτερον Πτολεμαῖον τὸν Σωτῆρα οἱ Ἀλεξανδρεῖς πρεσβευσάμενοι παραδιδόασι πάλιν τὴν βασιλείαν αὐτῷ ἐκ Κύπρου καταπλεύσαντι. Διαγενομένων δὲ ἄλλων ἐτῶν ἑπτὰ πρὸς μησὶν ἓξ (τοσαῦτα γὰρ ἐπέζησε μετὰ τὴν κάθοδον), ὁ πᾶς χρόνος ὁ μετὰ τὴν τοῦ πατρὸς ἀμφοτέρων θάνατον εἰς τοῦτον ἀναφέρεται, τὸν μὲν ἀριθμὸν σώζων λε΄ ἐνιαυτῶν πρὸς μησὶν ἓξ, διῳκηκὼς δὲ κατὰ τὴν ἀλήθειαν εἰς μὲν τὸν Σωτῆρα Πτολεμαῖον κατὰ διαφόρους χρόνους δεκαεπτὰ ἔτη καὶ μῆνας ἓξ, εἰς δὲ τὸν δεύτερον, τὸν καὶ Ἀλέξανδρον, τοὺς μέσους, ὧν ἦρξεν ὁ πρεσβύτερος, ἐνιαυτοὺς δεκαοκτὼ, οὓς καίτοι μὴ δυνηθέντες ἐκ τῆς ἀναγραφῆς ἀφανίσαι, τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀπαλείφουσι. Προσέκρουσε γὰρ αὐτοῖς διά τινας Ἰουδαϊκὰς ἐπικουρίας. Οὐ γὰρ ἀριθμοῦσι τούτους τοὺς χρόνους, τοὺς δὲ πάντας τὰ ἓξ καὶ τριάκοντα ἔτη τῷ πρεσβυτέρῳ προσνέμουσι. Πάλιν τοὺς ἓξ μῆνας τοὺς μετὰ τὸν θάνατον τοῦ πρεσβυτέρου, οἳ συνεπεπλήρουν τὰ τριάκοντα ἓξ ἔτη, μὴ ἀποδόντες Κλεοπάτρᾳ τῇ θυγατρὶ μὲν τοῦ πρεσβυτέρου, γυναικὶ δὲ τοῦ νεωτέρου, ἥτις μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀντελάβετο τῶν πραγμάτων· οὐδὲ γὰρ Ἀλεξάνδρῳ τῷ μετ' αὐτῆς ἡμέρας ἄρξαντι ιθ΄, τὰς ιθ΄ ἡμέρας ἀποδιδόασιν. Οὗτος δὲ υἱὸς μὲν ἦν τοῦ νεωτέρου Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου, προγονὸς δὲ Κλεοπάτρας· καταμένων δὲ ἐν Ῥώμῃ, τῆς ἐν Αἰγύπτῳ δυναστείας ἀνδρῶν ἐρήμου γενομένης, μετάκλητος ἦλθεν εἰς τὴν Ἀλεξάνδρειαν, καὶ γήμας τὴν προειρημένην Κλεοπάτραν, παραλαβών τε παρ' ἀκούσης τὴν ἐξουσίαν, ἐννεακαίδεκα διαγενομένων ἡμερῶν ἀνεῖλεν αὐτὴν, καὶ αὐτὸς ὑπὸ τῶν ἐνόπλων ἐν τῷ γυμνασίῳ διὰ τὴν μιαιφονίαν συνεχόμενος ἀπώλετο.
[6] Τοῦτον τὸν Ἀλέξανδρον διαδέχεται Πτολεμαῖος ὁ ἐπικληθεὶς νέος Διόνυσος, υἱὸς μὲν ὢν Πτολεμαίου τοῦ Σωτῆρος, ἀδελφὸς δὲ τῆς εἰρημένης Κλεοπάτρας, οὗ τῆς ἀρχῆς ἔτη κθ΄ λογίζονται. Τούτου θυγάτηρ Κλεοπάτρα, ὑστάτη τῆς Λαγιδῶν γενεᾶς, ἧς ἔτη ἀριθμεῖται τῆς ἀρχῆς δύο καὶ εἴκοσι. Οὐδ' αὐταὶ αἵδε αἱ βασιλεῖαι τὸν εἱρμὸν τῶν χρόνων ἀπ' ἀρχῆς ἄχρι τέλους κατὰ τὸ ἑξῆς ἀναγραφόμενον ἔσχον, ἀλλ' ἐγένετό τις αὐτῶν ἐν ἑκατέρῳ διὰ μέσου παρένθεσις εἰς ἄλλους. Ἐπὶ (τε) γὰρ τοῦ νέου Διονύσου εἰς τὰς αὐτοῦ θυγατέρας, Κλεοπάτραν τὴν καὶ Τρύφαιναν καὶ Βερενίκην, τριετὴς ὡς [εἰς] βεβασιλευκυίας ἀνεγράφη χρόνος, εἰς μὲν ἀμφοτέρας ἐνιαυτὸς εἷς, ἡ δ' ἑξῆς μετὰ τὸν Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θάνατον διετία εἰς μόνην Βερενίκην, ἕνεκα τοῦ τὸν μὲν Πτολεμαῖον εἰς Ῥώμην ἀπηρκέναι, καὶ τοῦτον ἐκεῖ διατετριφέναι τὸν χρόνον, τὰς δὲ θυγατέρας, ὡς οὐκέτ' ἐπανήξοντος τοῦ πατρὸς, ἀντειλῆφθαι τῶν πραγμάτων, συνεπισπωμένης ἑαυτῇ κατὰ [τούτους] χρόνους τῆς Βερενίκης ἄνδρας τινὰς συγγενεῖς τοὺς συνάρξαντας, μέχρι ὅτου παραγενόμενος ὁ Πτολεμαῖος ἀπὸ Ῥώμης τῆς μὲν πρὸς τὴν θυγατέρα διαθέσεως ἐπελάθετο, στυγήσας δ' αὐτὴν διὰ τὰ πραχθέντα τοῦ ζῆν ἐστέρησεν.
[7] Ἐπεί γε (l. ἐπὶ δὲ) τῆς Κλεοπάτρας τὰ πρῶτα τῆς δυναστείας ἔτη εἰς ἐκείνην τε καὶ τὸν πρεσβύτερον αὐτῆς ἀδελφὸν ἀνενέχθη Πτολεμαῖον, τὰ δ' ἑξῆς εἰς ἑτέρας (l. ἑτέρους), διὰ τοιαύτην αἰτίαν. Τελευτῶν ὁ νέος Διόνυσος ἐπὶ παισὶ τέτρασι, Πτολεμαίοις δυσὶ καὶ Κλεοπάτρᾳ καὶ Ἀρσινόῃ, διέταξε τοῖς προγενεστέροις αὐτοῦ παισὶ Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τὴν ἀρχήν. Ὧν συμβασιλευόντων τετραετὴς διεγένετο χρόνος. Καὶ τοῦτο διέμεινεν ἂν καὶ ἐν τοῖς ἑξῆς τὸ ἔθος, εἰ μὴ Πτολεμαῖον παραβάντα τὰς τοῦ πατρὸς ἐντολὰς καὶ μόνον τῆς ἡγεμονίας ἀντιποιεῖσθαι βουλόμενον ἡ μοῖρα τοῦ ζῆν μετέστησεν ἐν Αἰγύπτῳ καταναυμαχηθέντα ὑπὸ Ἰουλίου Καίσαρος Κλεοπάτρᾳ συλλαμβανομένου.
[8] Μετὰ δὲ τὴν ἀπώλειαν Πτολεμαίου, ὁ νεώτερος ἀδελφὸς Κλεοπάτρας συνεθρονίσθη τῇ ἀδελφῇ Πτολεμαῖος καλούμενος, γνώμῃ Καίσαρος, καὶ ἐχρημάτισε τὸ πέμπτον ἔτος Κλεοπάτρας τὸ καὶ πρῶτον Πτολεμαίου, καὶ τὰ τούτοις ἑπόμενα, μέχρι τῆς ἀναιρέσεως αὐτοῦ, ἄλλα δύο.
[9] Τελευτήσαντος δὲ καὶ τούτου ταῖς Κλεοπάτρας ἀπάταις τῷ τετάρτῳ μὲν αὐτοῦ, τῆς δὲ Κλεοπάτρας ὀγδόῳ, ὁ μεταγενέστερος εἰς μόνην Κλεοπάτραν ἀνεγράφη χρόνος, ἕως ἐτῶν πεντεκαίδεκα. Τὸ δ' ἑκκαιδέκατον ὠνομάσθη τὸ καὶ πρῶτον, ἐπειδὴ τελευτήσαντος Λυσιμάχου (Λυσανίου mgo Scal.) τῆς ἐν Συρίᾳ Χαλκίδος βασιλέως, Μάρκος Ἀντώνιος ὁ αὐτοκράτωρ τήν τε Χαλκίδα καὶ τοὺς περὶ αὐτὴν τόπους παρέδωκε τῇ Κλεοπάτρᾳ· καὶ ἀπὸ τοῦδε καὶ τὰ τούτων ὕστερα (ἕτερα Sc.) ἔτη μέχρι τοῦ εἰκοστοῦ δευτέρου, ὃ καὶ τελευταῖον ἐγένετο Κλεοπάτρας, κατὰ τὸν αὐτὸν τρόπον προστιθεμένου τοῦ ἀριθμοῦ, ἐγράφετο, ὡς γενέσθαι τὸ δεύτερον καὶ εἰκοστὸν αὐτῆς τὸ καὶ (τὸ κ΄ Sc.) ἕβδομον.
[10] Ἀπὸ δὲ Κλεοπάτρας Ὀκτάουιος Καῖσαρ ὁ καὶ Αὔγουστος τὴν ἀρχὴν διαδέχεται κρατήσας Αἰγύπτου τῇ ἐπ' Ἀκτίῳ μάχῃ, κατὰ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τετάρτην (deb. ρπζ΄) Ὀλυμπιάδα, ἐν ἔτει δευτέρῳ. Ἀπὸ τῆς ἑκατοστῆς ἑνδεκάτης (deb. ριδ΄) Ὀλυμπιάδος ἔτους πρώτου, ἀφ' οὗ Ἀριδαῖος ὁ καὶ Φίλιππος διεδέξατο τὴν ἀρχὴν, ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν τετάρτην Ὀλυμπιάδα, καὶ ταύτης ἔτος δεύτερον, Ὀλυμπιάδες γίνονται ἑβδομήκοντα τρεῖς καὶ ἐνιαυτός. Τούτων ἔτη σγ΄. Τοσαῦτα δὲ καὶ ἀριθμεῖται τὰ ἔτη τῶν ἐν Ἀλεξανδρείᾳ βασιλευσάντων ἐπὶ τῆς Κλεοπάτρας τελευτῆς.
[11] Οἱ Πτολεμαίων χρόνοι τῶν μετὰ Ἀλέξανδρον βασιλευσάντων Αἰγύπτου. Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς ἑνδεκάτης Ὀλυμπιάδος βασιλεύει, κτίζει τε Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ. Ὁ δὲ τῆς ἀρχῆς αὐτοῦ χρόνος ἔτη ιβ΄, μῆνες ζ΄.
Πτολεμαῖος ὁ Λάγου ἔτη μ΄.
Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη λη΄.
Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδ΄ (deb. κε΄, ut supra.)
Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη κα΄ (deb. ιζ΄ ut supra).
Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδ΄.
Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λα΄ (deb. λε΄, ut supr.)
Πτολεμαῖος ὁ νεώτερος Εὐεργέτης ἔτη κθ΄.
Πτολεμαῖος (ὁ Φύσκων), ὁ καὶ Σωτὴρ, ἔτη ιϚ΄ (l. ιζ΄), μῆνας Ϛ΄ (deb. ἔτη ι΄).
Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος, ἐξωσθέντος [ὑπὸ τῆς] μητρὸς τοῦ πατρὸς (deb. ἀδελφοῦ) αὐτοῦ, ἔτη .
Πτολεμαῖος ὁ Φιλάδελφος κατελθὼν ἀπὸ τῆς φυγῆς, ἐξωσθέντος τοῦ Ἀλεξάνδρου, ἔτη η΄.
Πτολεμαῖος ὁ Διόνυσος ἔτη λ΄.
Πτολεμαίου θυγάτηρ Κλεοπάτρα ἔτη κβ΄.
Κατὰ ταύτην Γάϊος Ἰούλιος Καῖσαρ πρῶτος ἐμονάρχησε Ῥωμαίων. Μεθ' ὃν Καῖσαρ Σεβαστὸς Ὀκτάουιος, ὁ καὶ Αὔγουστος, Κλεοπάτραν ἑλὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχὴν, οἳ ἐβασίλευσαν ἔτη σγ΄. Ταῦτα καὶ τὰ παρ' Αἰγυπτίοις.