[57]
[36] ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ, ἀνταπόδοσιν τῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καίπερ καὶ ἐκείνου Καρθάλωνα ἐπ' αὐτὸ τοῦτο ἀντιπέμψαντος· ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλ' εὐθὺς δι' ὀργῆς ἀνέστρεψεν. U4Rm (p. 379).
[38] ὅτι ὁ Σκιπίων ὁ τὸν πατέρα τρωθέντα σώσας, ὁ στρατηγός, ἦν καὶ φύσεως ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος, τό τε φρόνημα καὶ τὸ τῆς γνώμης καὶ τὸ τῶν λόγων, ὁπότε γε καὶ τούτου ἔδει, μέγιστον εἶχε, καὶ αὐτὸ καὶ ἐν τοῖς ἔργοις οὐχ ἥκιστα ἐβεβαίου, ὥστε καὶ μεγαλόφρων καὶ μεγαλοπράγμων, οὐκ ἐκ κενοῦ [39] αὐχήματος ἀλλ' ἐξ ἐχεγγύου διανοίας, δοκεῖν εἶναι. διά τε οὖν ταῦτα, καὶ διότι καὶ τὸ θεῖον ἀκριβῶς ἤγαλλεν, ἐχειροτονήθη. οὐδὲν γὰρ οὔτ' οὖν δημόσιον οὔτ' ἴδιον πρὶν ἔς τε τὸ Καπιτώλιον ἀναβῆναι καὶ χρόνον τινὰ ἐνδιατρῖψαι ἐνεχειρίζετο. καὶ διὰ τοῦτο φήμην ἔλαβεν ἐκ τοῦ Διὸς ἐς δράκοντα ἐν τῇ ‹πρὸς τὴν› μητέρα αὐτοῦ συνουσίᾳ μεταβαλόντος γεγεννῆσθαι. καί τινας καὶ ἐκ τούτου πολλοῖς ἐλπίδας ἐς αὑτὸν ἐνεποίει. V. 40 (p. 601) et Phot. lex. (6 Suid. et Etym. Magn. et Bachm. Anecd. Gr. 1, 248) s. v. ἤγαλλεν
[40] ὅτι ὁ Σκιπίων καὶ μὴ ἐννόμου ἡγεμονίας λαβὼν ὄνομα ἐξ ὧν ἐχειροτονήθη, τὸ στρατόπεδον προσφιλὲς ἐποιήσατο, καὶ ἤσκησεν ἐξηργηκότας ἐκ τῆς ἀναρχίας καὶ ἀνεκτήσατο κατεπτηχότας ἐκ τῶν συμφορῶν. τόν τε Μάρκιον οὐχ, οἷά που φιλοῦσιν οἱ πολλοί, ἀνεπιτήδειον ἡγήσατο ὅτι εὐδοκιμηκὼς ἦν, ἀλλὰ καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις ἀεὶ ἐσέμνυνεν· καὶ γὰρ ἦν οἷος οὐκ ἐκ τῆς τοῦ πέλας διαβολῆς καὶ καθαιρέσεως ἀλλ' ἐκ τῆς οἰκείας ἀρετῆς αὔξεσθαι θέλειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τοὺς στρατιώτας ᾠκειώσατο. V. 41 (p. 602).
[42] ὅτι στάσεως γενομένης τῶν στρατιωτῶν ὁ Σκιπίων συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ ἐς τὸ δημόσιον ἀπέδειξε. τῶν τε αἰχμαλώτων ἐς τὸ ναυτικὸν κατέταξεν, καὶ τοὺς ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκε. καὶ αὐτῷ διὰ τοῦτο πολλοὶ μὲν δῆμοι πολλοὶ δὲ καὶ δυνάσται, ἄλλοι τε καὶ Ἰνδίβολις καὶ Μανδόνιος [43] Ἰλεργετανοί, προσεχώρησαν. τό τε τῶν Κελτιβήρων ἔθνος πλεῖστόν τε καὶ ἰσχυρότατον τῶν περιχώρων ὂν ὧδε προσέθετο. παρθένον ἐν τοῖς αἰχμαλώτοις ἐπιφανῆ κάλλει λαβὼν ὑπωπτεύθη μὲν ἄλλως ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι Ἀλλουκίῳ τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἠγγύηται, μετεπέμψατό τε αὐτὸν αὐτεπάγγελτος, καὶ τὴν παῖδα αὐτῷ παρέδωκε μετὰ τῶν λύτρων ἅπερ οἱ προσήκοντες αὐτῆς ἐκεκομίκεσαν. κἀκ τοῦ ἔργου τούτου καὶ ἐκείνους καὶ τοὺς ἄλλους ἀνηρτήσατο. V. 42 (p. 602).
[48] ὅτι ὁ Σκιπίων δεινὸς μὲν ἦν ἐν ταῖς στρατηγίαις, ἐπιεικὴς δὲ ἐν ταῖς ὁμιλίαις, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους αὐτῷ φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας φιλάνθρωπος. καὶ προσέτι καὶ ἐκ τῆς τοῦ πατρὸς τοῦ τε θείου δόξης πλεῖστον ἐς πίστιν ὧν ἐποίει, τῷ δοκεῖν ἀπ' ἀρετῆς ἐκ γένους ἀλλ' οὐκ ἐκ τοῦ προστυχόντος εὐδοκιμεῖν, ἴσχυε. τότε δὲ καὶ μᾶλλον ἐπί τε τῷ τάχει τῆς νίκης, καὶ ὅτι καὶ ὁ Ἀσδρούβας ἐς τὴν μεσόγειαν ἀνεχώρησεν, μάλιστα δὲ ὅτι καὶ ἐθείασεν, εἴτ' οὖν παρὰ δαιμονίου τινὸς μαθὼν εἴτε κατὰ τύχην, ὅτι ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, ὃ καὶ ἐγένετο, πάντες μὲν αὐτὸν ὡς καὶ κρείττω σφῶν ὄντα ἐτίμων, οἱ δὲ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. V. 43 (p. 605).
[47] Δίων ἐν τῷ ιϚ΄ "πάντες ἀποθανεῖν ἐστε ἄξιοι, οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ' ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι." Suidas v. ἐδικαιώθησαν, Etym. Magn. p. 316, 9, Lex. Seguer. (Bachm. Anecd. Gr. 1, 206) Cram. Anecd. Par. 4, 168.