477 49 0 1 0 0 II-III d. C. Storiografia Cassius Dio XXVIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XXVIII

[95]   ὅτι ὁ υἱὸς ὁ τοῦ Μετέλλου οὕτω καὶ ἰδίᾳ καὶ δημοσίᾳ πάντας ὑπὲρ τοῦ τὸν πατέρα κατελθεῖν ἱκέτευεν ὥστε καὶ Πίος, τοῦτ' ἔστιν Εὐσεβής, ἐπονομασθῆναι. V. 92 (p. 638).

[2]    ὅτι ὁ Φούριος ἔχθραν τῷ Μετέλλῳ οὕτως ἔσχεν ὅτι τὸν ἵππον αὐτοῦ τιμητεύων ἀφείλετο. V. 93 (ib.).

[3]    ὅτι Πούπλιον Φούριον γραφέντα ἐφ' οἷς δημαρχήσας ἐπεποιήκει, ἀπέκτειναν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ οἱ Ῥωμαῖοι, ἀξιώτατον μέν που ἀπολέσθαι ὄντα (καὶ γὰρ ταραχώδης ἦν, καὶ τῷ Σατουρνίνῳ τῷ τε Γλαυκίᾳ πρῶτον συστὰς μετεβάλετο, καὶ πρὸς τοὺς ἀντιστασιώτας αὐτῶν αὐτομολήσας σφίσι συνεπέθετο), οὐ μέντοι καὶ προσήκοντα τούτῳ τῷ τρόπῳ φθαρῆναι. καὶ τοῦτο μὲν ἐν δίκῃ δή τινι γεγονέναι ἔδοξεν. V. 89 (p. 637).

[97]   ὅτι τοῦ Ῥουτιλίου ἀγαθοῦ ὄντος ἀνδρὸς ἀδικώτατα κατεψηφίσαντο· ἐσήχθη γὰρ ἐς δικαστήριον ἐκ κατασκευασμοῦ τῶν ἱππέων ὡς δωροδοκή ............ Κυίντῳ Μουκίῳ, καὶ ἐζημιώθη ὑπ' αὐτῶν χρήμασι. ταῦτα ἐποίησαν θυμῷ φέροντες ὅτι πολλὰ περὶ τὰς τελωνίας πλημμελοῦντας ἐπέσχεν. V. 90 (p. 637).

[4]    ὅτι ὁ Ῥουτίλιος ἀπελογήσατο μὲν γενναιότατα, καὶ οὐδὲν ὅ τι οὐκ εἶπεν ὧν ‹ἂν› ἀνὴρ ἀγαθὸς συκοφαντούμενος καὶ πολὺ πλεῖον τὰ τῶν κοινῶν ἢ τὰ ἑαυτοῦ ὀδυρόμενος φθέγξαιτο, ἑάλω δέ, καὶ τῆς γε οὐσίας εὐθὺς ἐξέστη. ἐξ οὗπερ οὐχ ἥκιστα ἐφωράθη μηδέν οἱ προσήκουσαν καταδίκην ὀφλήσας· πολλῷ τε γὰρ σμικρότερα κεκτημένος εὑρέθη ἢ οἱ κατήγοροι ἐκ τῆς Ἀσίας αὐτὸν ἐσφετερίσθαι ἐπεκάλουν, καὶ πάντα ἐκεῖνα ἐς δικαίας καὶ νομίμους ἀρχὰς [5] τῆς κτήσεως ἀνήγαγεν. οὕτω μὲν ἐπηρεάσθη, καί τινα ὁ Μάριος αἰτίαν τῆς ἁλώσεως αὐτοῦ ἔσχεν· ἀρίστῳ γὰρ καὶ εὐδοκιμωτάτῳ αὐτῷ ὄντι ἐβαρύνετο. διόπερ καὶ ἐκεῖνος τῶν τε πραττομένων ἐν τῇ πόλει καταγνούς, καὶ ἀπαξιώσας τοιούτῳ ἔτι ἀνθρώπῳ συζῆσαι, ἐξεχώρησε μηδενὸς ἀναγκάζοντος, καὶ ἐς αὐτήν γε τὴν Ἀσίαν ἐλθὼν [6] τέως μὲν ἐν Μυτιλήνῃ διῆγεν, ἔπειτα ἐκείνης ἐν τῷ Μιθριδατικῷ πολέμῳ κακωθείσης ἐς Σμύρναν μετῳκίσθη, κἀνταῦθα κατεβίω, οὐδὲ ἠθέλησεν ἐπανελθεῖν οἴκαδε. καὶ οὐδέν γε παρὰ τοῦτο ἧττον οὔτε ἐν εὐκλείᾳ οὔτε ἐν περιουσίᾳ ἐγένετο· πολλὰ μὲν γὰρ αὐτῷ καὶ ὁ Μούκιος, πλεῖστα δὲ καὶ δῆμοι καὶ βασιλῆς ὅσοι ποτὲ ἐπεπείραντο αὐτοῦ ἐχαρίσαντο, ὥστε πολὺ πλείω αὐτὸν τῆς ἀρχαίας οὐσίας ἔχειν. V. 91 (p. 637).

[96]   ἦσαν γὰρ καὶ ἄλλοι τινὲς στασίαρχοι, τὸ δὲ δὴ πλεῖστον κράτος τῶν μὲν Μᾶρκος τῶν δὲ Κόιντος εἶχον, δυναστείας τε ἐπιθυμηταὶ καὶ φιλοτιμίας ἄπληστοι καὶ ἀπ' αὐτῶν καὶ ἐς τὸ φιλόνεικον [7] προπετέστατοι ὄντες. καὶ ταῦτα μὲν ἐκ τοῦ ὁμοίου ἐκέκτηντο, προέφερον δὲ Δροῦσος μὲν τῷ γένει καὶ τῷ πλούτῳ, τῇ τε ἐς τοὺς ἀεὶ δεομένους αὐτοῦ ἀφειδῶς ἀναλώσει, ὁ δὲ τῷ τε θράσει πολλῷ καὶ τῇ τόλμῃ, ταῖς τε προεπιβουλαῖς καὶ ταῖς ὑπ' αὐτὰ τὰ πράγματα κακοηθείαις. ὅθεν οὐκ ἀπεικότως τὰ μὲν ἐκ τῶν ὁμοίων τὰ δὲ ἐκ τῶν διαφόρων ἀντίρροποι τρόπον τινὰ ἀλλήλοις ὄντες τὴν στάσιν ἐπὶ πλεῖστον ἤγειραν, ὥστε αὐτὴν καὶ ἀποθανόντων αὐτῶν μεῖναι. V. 94 (p. 638).

[8]    ὅτι ὁ Δροῦσος καὶ ὁ Καιπίων ἰδίαν ἀλλήλοις ἔχθραν ἐκ φιλίας πολλῆς καὶ γάμων ἐπαλλαγῆς ποιησάμενοι καὶ ἐς τὰ πολιτικὰ αὐτὴν προήγαγον. V. 95 (ib.).

[9]    Δίων κη΄ βιβλίῳ "καὶ τοῖς ὑπάτοις ἐπιβουλεύοντα." Bekk. Anecd. 136 30.

[10]    κη΄ βιβλίῳ Δίων "οὐχ ὅπως οὐκ ἔπεισέ τινας καίπερ τινὰ ἀληθῆ λέγων." Bekk. Anecd. 166 8.